eul_wid: rlm-ab

Τέχνη Ῥητορική
Rhetorical Art

Valerius Apsines of Gadara Rhetorical Art PDF

331 (1t) ΑΨΙΝΟΥ ΤΕΧΝΗ ΡΗΤΟΡΙΚΗ. ΠΕΡΙ ΠΡΟΟΙΜΙΩΝ. Εἴρηται μέν τινα καὶ τοῖς πρὸ ἡμῶν περὶ προοιμίου, τί τέ ἐστι προοίμιον, ὅτι ἀρχὴ τοῦ σύμπαντος λόγου, καὶ πόθεν λαμβάνεται προοίμιον, ὅτι ἢ ἐκ προσώπου ἢ ἐκ πράγματος ἢ ἐξ ἀμφοῖν· ὁ δέ τοι θεῖος Βασιλικὸς κἀκεῖνο προσέθηκεν, ὅτι δυοῖν θάτερον, ἢ ἐξ ἐννοίας τῶν ἀκουόντων ἀντιπιπτούσης ἡμῖν, ἢ ἐξ ὑποκειμένου λαμβάνομεν τὸ προοίμιον. ἐγὼ δὲ καὶ ταῦτα ἐπαινέσαιμ’ ἂν καὶ ἀποδεξαίμην· ἴσως δ’ ἄν τι καὶ αὐτὸς συνεισενεγκεῖν ὡς εἰς κοινὸν ἔρανον δυνηθείην, οὐκ ἀχρεῖον οὐδ’ ἀνωφελές, ἀλλὰ δι’ οὗ καὶ ἑτοιμότερον καὶ καιριώτερον ληψόμεθα προοίμιον. πῶς οὖν ληψόμεθα ῥᾳδίως; ἐὰν τὰ ὁμογενῆ διέλωμεν· ὁμογενῆ δὲ λέγω, ὅσα κατά τι συμβεβηκὸς ὅμοιά ἐστιν ἀλλήλοις, οἷον ἢ κατὰ περίστασιν ἢ κατὰ τὴν ἔκβασιν ἢ κατὰ τὰς ποιότητας τῶν προσώπων ἢ κατὰ τρόπους ἢ κατ’ ἄλλο τι· ἐν τούτοις οὖν εὑρόντες ἔννοιαν τὴν κατὰ πάντων τῶν ὁμογενῶν ἁρμόττουσαν οὕτως ἂν τὴν ἐφ’ ἑκάστου ἁρμόττουσαν εἰσόμεθα. Ἔστι τοίνυν πρῶτον ἐκεῖνο θεώρημα ἐξ ἐπαίνου τῶν ἀκουόντων. πότε οὖν αὐτῷ χρηστέον ἐπὶ ποίων ὁμογενῶν προβλημάτων, ἐν οἷς ἂν πείσαντές τι τοὺς ἀκούοντας ἕτερον δεύτερον εἰσηγησόμεθα· ἐν τούτοις γὰρ ἁρμόσει ἐπαινέσαι τοὺς ἀκούοντας ἐφ’ οἷς ἤδη ἐπείσθησαν· πρῶτον μὲν ἄξιον ὑμᾶς ἐπαινέσαι, ὦ ἄνδρες, ἀνθ’ ὧν τοῖς τὰ βέλτιστα λέγουσιν ἡμῖν τὸν νοῦν προσέσχετε ἀρτίως, καὶ τῶν τἀναντία λεγόντων καὶ ἐξαπατώντων ὑπερείδετε· καὶ ἔπειτα δὲ καὶ τὰ ἀκόλουθα τούτοις προσθήσειν δοκῶμεν, οἷον ὡς ἐπ’ ἐκείνων τῶν προβλημάτων· ὁ Περικλῆς πείσας εἴσω τειχῶν μένειν, μετὰ ταῦτα πείθει αὐτοὺς δῃῶσαι καὶ τὴν Ἀττικήν.
332 Ἄλλο. Ὁ Θεμιστοκλῆς πείσας ἐκλείπειν τὴν πόλιν γράφει αὐτοὺς καὶ ἐμπρῆσαι τὸ ἄστυ. Ἄλλο. Κατέσκαψάν τινες πόλιν. οἱ διαφυγόντες ἔκριναν τοὺς κατασκάψαντας ἐπὶ τῶν Ἑλλήνων, καὶ ἐνίκησαν, εἶτα περὶ τῆς τιμωρίας ὄντος τοῦ λόγου ἀξιοῦσιν αὐτοὺς τὰ ἴσα πάσχειν. Ἄλλο. Ὁ Αἰσχίνης ἀνελὼν τὸν Τίμαρχον γράφει ἀναιρεῖν τὸν τριηραρχικὸν νόμον. καὶ γὰρ οὗτος ὁρᾷς ὅτι ἤδη πέπεικε τοὺς δικαστὰς καταψηφίσασθαι τοῦ Τιμάρχου, καὶ ἐπὶ τούτῳ ἐπαινέσει. Ἄλλο. Ὁ Ὑπερίδης γράψας ἔπεισε μόνῳ χρῆσθαι συμβούλῳ Δημοσθένει, ἐν Ἐλατείᾳ ὄντος Φιλίππου, εἶτα γράφει καὶ φρουρὰν αὐτῷ διδόναι. Ταῦτα γὰρ καὶ ἄλλα μυρία τοιαῦτα προβλήματα ὁμογενῆ τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει. σὸν δ’ ἔργον ἐκ τούτων καὶ τὰ ὁμογενῆ αὐτοῖς ἐπισκοπεῖν. Ἄλλο. Ἐπαινεσόμεθα δὲ καὶ τότε τοὺς ἀκούοντας, ὅταν πεποιηκότες μὲν ὦσι πρᾶξίν τινα καλήν, γράφωμεν δὲ καὶ ἄλλην αὐτῇ προσθεῖναι· οἷον μετὰ τὰ Μηδικὰ ἀξιοῖ τις ἐπὶ τοὺς μηδίσαντας στρατεύειν. ἐνταῦθα γὰρ προγέγονε μὲν καλὴ πρᾶξις, ἡ νίκη καὶ ὁ πόλεμος ὁ κατὰ τῶν βαρβάρων· ἕτερον δὲ εἰσηγῇ· ἁρμόττοι ἂν οὖν λέγειν ἄξια μὲν εἶναι ἐπαίνου παντὸς καὶ ἀποδοχῆς τὰ προγεγενημένα, ὡς καὶ ἐπ’ ἐκείνου τοῦ προβλήματος· ὁ Ἑρμοκράτης ἀξιοῖ μετὰ τὴν νίκην ἐπ’ Ἀθήνας πλεῖν· καὶ πάλιν ἐπ’ ἐκείνου. ἔδοξε τοῖς Ἕλλησι καταλῦσαι τὸν Πελοποννησιακὸν πόλεμον· γράφει τις καὶ τὰ τρόπαια ἀναιρεῖν· ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα προβλήματα ὁμογενῆ μυρία τῷ προειρημένῳ θεωρήματι ὑποπίπτει τῷ ἀπὸ ἐπαίνου.
333 Ἔτι γε μὴν καὶ τὸ ἐξ ἀκολούθου ἄλλο θεώρημα. ἐν τοῖς ἐξ ἀκολούθου ζητήμασι δεύτερον ἐκεῖνο γένοιτ’ ἂν προοίμιον· πέπεισθε μὲν οὖν ἤδη σχεδὸν περὶ ὧν ἥκω συμβουλεύσων· οἱ γὰρ τὰ μικρῷ πρόσθεν εἰρημένα προσειμένοι καὶ καλῶς ἔχειν κεκρικότες, ἀκόλουθα τούτοις ὄντα οἷς καὶ νῦν ἐρῶν ἀνέστην, δῆλον ὡς οὐδὲ περὶ τούτων ἑτέρως γνώσεσθε. τρίτον δὲ ἐκεῖνο πολλάκις· οὐκ ἀγνοῶ μὲν οὖν ἔγωγε, ὦ ἄνδρες, τοῦθ’ ὅτι δυσχερῆ τισιν ὑμῶν φανεῖται τὰ λεχθησόμενα, ἐγὼ δέ, εἰ μηδεμίαν ἑώρων ὑποῦσαν ἀνάγκην, οὐκ ἄν ποτε πρὸς τοῦτο τῆς γνώμης ἐτραπόμην· ἐπειδὴ δὲ πολλὰ τὰ συναναγκάζοντα ὁρῶ, ἡγοῦμαι ῥᾳδίως πείσεσθαι τοὺς ἀκροωμένους ὑμᾶς, εἰ τούτων πύθοισθε μᾶλλον. Ὁπόταν δὲ εἰσηγησάμενός τινα γνώμην διαμάρτῃς, εἶτα ἄλλην εἰσηγεῖσθαι μέλλῃς, ἁρμόσει σοι ἐσχηματισμένως τὸ ἐκ βαρύτητος θεώρημα, οἷον εἰ λέγοις· ἀλλ’ εἰ καὶ περὶ τῶν προτέρων οὐχ ἱκανῶς τισιν ὑμῶν ἔδοξα ἑωρακέναι τὸ βέλτιστον, ὅμως οὐκ ἐπὶ τούτοις ἀθυμήσας εἱλόμην σιωπᾶν, ἀλλ’ ἃ νομίζω βέλτιστα, εἰς μέσον θήσω. οἷον ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· βουλευομένοις τοῖς Ἀθηναίοις ἀποδόσθαι τὰς ναῦς εἰς ἀνοικισμὸν τῆς πόλεως ἀντεῖπεν ὁ Θεμιστοκλῆς καὶ ἡττήθη· εἶτα πάλιν γράφει ἀφίστασθαι τῆς θαλάττης. Ἄλλο. Ὁ Κλέων ἡττήθη ὑπὸ Διοδότου, καὶ τὸ δεύτερον ἀποστάσης τῆς Μυτιλήνης γράφει ἀθῷον αὐτὴν ἐᾶν· καὶ ὅσα ἄλλα τοιαῦτα προβλήματα ἐσχηματισμένα ὑποπίπτει τῷ προειρημένῳ θεωρήματι τῷ ἐκ βαρύτητος, οἷον ὡς καὶ ἐπ’ ἐκείνου· ἔγραψεν ὁ Δημάδης τρισκαιδέκατον θεὸν νομίζειν τὸν Φίλιππον· ἀντειπὼν ὁ Δημοσθένης ἡττήθη· καὶ γράφει καὶ νεὼν ἱδρύσασθαι Φιλίππῳ, καὶ ἕτερα τοιαῦτα.
334 Ἄλλο. Ἐπάν τις ἤδη κεκρατηκὼς ἔν τινι, εἶτα αὖ πάλιν περί τινος ἀντιλέγῃ σοι ἢ ἐγκαλῇ, ἁρμόσει σοι τὸ ἐκ διαβολῆς θεώρημα. οἷον εἰ λέγοις, τὸ μὲν ἐπῆρθαι τοῦτον ἐφ’ οἷς ἐκράτησεν ἀρτίως, θαυμαστὸν οὐδέν. ὡς ἐπ’ ἐκείνου· κρατήσας ὁ Ἄνυτος καὶ Μέλητος τοῦ Σωκράτους γράφει καὶ τοὺς ἑταίρους αὐτοῦ ἐλαύνειν. ὁ γὰρ Ἄνυτος καὶ Μέλητος τῷ ἐξ ἀκολούθου θεωρήματι χρήσονται, ἀκόλουθον εἶναι λέγοντες τοῦτ’ ἐκείνῳ· καὶ τῷ ἀπ’ ἐπαίνου τῶν δικαστῶν, ὥσπερ εἴπομεν· ὁ δὲ ἀντιλέγων τῷ ἐκ διαβολῆς· τὸ μὲν ἐπῆρθαι Ἄνυτόν τε καὶ Μέλητον οἷς ἐκράτησαν, θαυμαστὸν οὐδέν. καὶ πάλιν ἐπ’ ἐκείνου· ὁ Μειδίας ἐκράτησε τοῦ Δημοσθένους τὸν περὶ τῆς ἀσεβείας εἰσελθόντος λόγον· καὶ μετὰ ταῦτα Δημοσθένης ὕβρεως αὐτὸν ἐγράψατο· καὶ Μειδίας παραγράψας κατὰ τὸν νόμον τὸν περὶ τῶν αὐτῶν δὶς κρίσιν εἶναι κεκωλυκότα· ἁρμόσει γὰρ τῷ Δημοσθένει λέγειν, ὡς οὐδὲν θαυμαστὸν ἐπαρθέντα Μειδίαν τῇ προτέρᾳ νίκῃ ἐπὶ τὴν παραγραφὴν θαρροῦντα ἥκειν, ὡς πᾶν ὁτιοῦν ἐξὸν αὐτῷ λέγειν τε καὶ πράττειν· καὶ πάλιν ἐπ’ ἐκείνου. κρατήσας ὁ Φίλιππος ἐν Χαιρωνείᾳ ἐξῄτησε τὸν Δημοσθένην· ἀντιλέγει τις· λέξει γὰρ ὡς οὐδὲν θαυμαστὸν ἄνθρωπον ὑβριστὴν φύσει βραχείας λαβόμενον καὶ ἀδοκήτου τύχης ἐπῆρθαι. Ἄλλο. Ὁπόταν συνεχῶς τις κρίνηται, ἁρμόσει τὸ ἐκ βαρύτητος θεώρημα· οἷον εἰ λέγοις, οὐκ ἦν, ὡς ἔοικε, πέρας οὐδὲν κρίσεως καὶ δικῶν ἡμῖν, οἷον ὡς ἐπ’ ἐκείνου· συνεχῶς τις κρινόμενος τυραννίδος ἐπιθέσεως πλούσιος ἐξαργυρίσας τὴν οὐσίαν ἔρριψεν εἰς θάλασσαν, καὶ κρίνεται· καὶ ἐπ’ ἐκείνου· ὁ Δημοσθένης κριθεὶς μετὰ Χαιρώνειαν ἀπέφυγε, καὶ σιωπῶν πάλιν κρίνεται· λέξει γὰρ οὐκ ἦν πέρας κρίσεως ἡμῖν οὐδέ τις τρόπος πρὸς ἀποφυγὴν τούτων· ὅπου καὶ ἐπὶ τοῖς ἐναντίοις κρίνομαι, πρότερον μὲν πολιτείας, νῦν δὲ σιωπῆς· καὶ ἐπ’ ἐκείνου· ὁ Ἰσοκράτης κριθεὶς σιωπῆς ἀπέφυγεν, ὑποσχόμενος πολιτεύσεσθαι, καὶ γράψας ἀφίστασθαι τῆς θαλάσσης πάλιν κρίνεται.
335 καὶ ἐπ’ ἐκείνου· τρεῖς τις ἔχων παῖδας τοῖς δύο κριθεῖσι φόνου συνειπὼν ἐνίκησε, τοῦ τρίτου πάλιν αἰτιαθέντος ἐπὶ φόνῳ ἑαυτὸν προσαγγέλλει· λέξει γὰρ καὶ οὗτος, ἐγὼ μὲν ἤλπισα πέρας ἕξειν κινδύνου καὶ πραγμάτων, ἀπήντηκε δὲ τἀναντία, ὥστε πανταχόθεν ἀναγκαῖον γίγνεσθαι περὶ ἀπαλλαγῆς τοῦ βίου βουλεύσασθαι. ἁρμόσει δέ σοι τὸ θεώρημα καὶ ἐπ’ ἐκείνου τοῦ γένους, ὅταν τινὲς συμφορᾷ περιπεσόντες, εἶτα ἀπαλλαγὴν αὑτοῖς εὑράμενοι κρίνωνται, οἷον οἱ ῥήτορες ἐξεδόθησαν τῷ Φιλίππῳ· ἀφεθέντες οὐ πολιτεύονται καὶ κρίνονται· ἁρμόσει γὰρ καὶ τούτοις τὸ ἐκ βαρύτητος· οὐκ ἦν, ὡς ἔοικεν, ἀπαλλαγὴ τῶν κακῶν ἡμῖν, εἰ πρότερον μὲν περὶ ἐκδόσεως εἰς κίνδυνον ἤλθομεν ἐπὶ τῇ πολιτείᾳ, νῦν δ’ αὖ πάλιν εἰς δικαστήριον ἥκομεν ἐπὶ τῇ σιωπῇ. καὶ πάλιν ἐπ’ ἐκείνου· ἐν μανίᾳ τινὶ ὄντι ἔχρησεν ὁ θεὸς ἀπαλλαγὴν τῆς νόσου ἔσεσθαι, ἐὰν ἀνδροφονήσῃ. σωφρονήσας κρίνεται φόνου. λέξει γὰρ καὶ οὗτος, οὐκ ἦν, ὡς ἔοικεν, ἡμῖν ἀπαλλαγὴ τῆς βαρείας τύχης, εἰ καὶ πρότερον μὲν ἐν συμφοραῖς ἦμεν, νῦν δὲ ἐπειδή περ ἐκείνων ἀπηλλάγμεθα, πάλιν κρινόμεθα. Ἄλλο. Ἔφαμεν συνεχῶς κρινόμενον τί δεῖ ποιεῖν· φέρε οὖν καὶ περὶ κατηγόρου εἴπωμεν. ὅταν τοίνυν κατηγορῶμεν συνεχῶς κριθέντος, δεῖ σκοπεῖν, πότερον ἐν ἐκείνοις ἡττήθη, καὶ εἰ μὲν πρότερον ἡττημένος εἴη, ἐπαινεῖν τοὺς δικαστὰς τοὺς καὶ πρότερον καταγνόντας αὐτοῦ.
336 εἰ δὲ κεκρατηκὼς εἴη, δυοῖν θάτερον ποιεῖν, ἢ τὴν δεινότητα αὐτοῦ προεπισημήνασθαι, δι’ ἣν τοιοῦτός ἐστιν, οἷος κρατεῖν ὧν βούλεται. εἰ δὲ μὴ τοῦτο, ἐκ περιττότητος, ὅτι οὐ τὸν αὐτὸν τρόπον ὑμεῖς τε τούτῳ καὶ αὐτὸς ὑμῖν κέχρηται. ὑμεῖς μὲν γὰρ ὑπολαμβάνοντες βελτίω ἔσεσθαι αὐτὸν πολλάκις ἠξιώσατε, ὁ δὲ ὥσπερ ἀμυνόμενος ὑμᾶς πολλῷ δεινότερα διατέθεικεν. Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς τί σε λυπεῖ. διοικοῦ δὴ ἐν τοῖς προοιμίοις αὐτὸ καὶ προεπισημαίνου. λυπεῖ δέ σε ἢ πλῆθος ἀντιδίκων εἰ πολλοὶ εἶεν, οἷον, δέκα νέοι ὤμοσαν μὴ γῆμαι, καὶ κρίνονται κακοῦ βίου· ἁρμόσει οὖν λέγειν, ὡς οὐ ῥᾴδιος ὁ ἀγὼν ἡμῖν πρὸς ἄνδρας πολλοὺς καὶ θρασεῖς ἀγωνίζεσθαι. λυπεῖ δὲ οὐ μόνον πλῆθος, ἀλλὰ καὶ δεινότης ἀντιδίκου, ὡς ἐπ’ ἐκείνου· οἱ ῥήτορες πρὸ τῶν ἐκκλησιῶν βουλευόμενοι κρίνονται. καὶ πάντα ῥήτορα νικῶντα γράφει τις ἐλαύνειν. λυποῦσι δὲ καὶ συστάσεις τινῶν καὶ παρασκευαί, ὡς ἐν τῷ παραπρεσβείας ἐστὶν εὑρεῖν. Ἕπεται τούτῳ ἑξῆς ὁλοκλήρως περὶ ἀντιπιπτόντων εἰπεῖν ἐπὶ πλέον διεξελθόντα, ἢ τοῖς πρὸ ἡμῶν περὶ αὐτῶν λέλεκται. ἀντιπίπτοντα τοίνυν ἐστὶ τὰ μὲν ἐξ ἀντιθέσεως τῶν παρὰ τοῦ ἀντιδίκου, ἃ τοῖς κεφαλαίοις φυλακτέον, τὰ δὲ ἐξ ἐννοίας τῶν ἀκουόντων, ἃ ἐν τοῖς προοιμίοις θεραπευτέον. ἀντιπίπτει δὲ τὰ μὲν ἐκ προσώπου, τὰ δὲ ἐκ πράγματος, τὰ δὲ ἐξ αἰτίας. τὰ μὲν οὖν ἐκ προσώπου τριχῆ λαμβάνεται, ὅταν πρὸς ἔνδοξον πρόσωπον, ἢ κατὰ ἐνδόξου προσώπου λέγῃς, οἷον στρατηγοῦ ἢ δημαγωγοῦ, ἢ κατὰ πόλεως ἐνδόξου· πολλὰ δὲ τοιαῦτα ὁμογενῆ προβλήματα. ἢ ὅταν πρὸς πρόσωπον λέγῃς οἰκειότατα ἔχον πρὸς σέ, οἷον μητέρα ἀδελφοὺς πατέρα ἢ ἄλλον τινὰ τῶν πρὸς γένους ἢ φιλίας, ἢ ὅταν αὐτὸς ὢν νέος εἰς δικαστήρια εἰσίῃς ἐπὶ τῷ συμβουλεύειν πρὸ τῶν ἄλλων, καὶ δοκῇς πέρα τῆς ἡλικίας θρασύνεσθαι, ἢ [ὅταν] τῶν μὴ σφόδρα πιστευομένων περὶ μεγάλων πραγμάτων εἰσίῃς.
337 ἐν γὰρ τούτοις δεῖ σε τὴν παρὰ τῶν ἀκουόντων ἔννοιαν ἀντιπίπτουσαν ἀεὶ διοικεῖσθαι ἐν προοιμίοις ἢ αἰτίας εὐλόγους λέγοντα, δι’ ἃς καίπερ νέος ὢν εἰσῆλθες· ἢ ἀκούσιον τὸν ἀγῶνα λέγοντα, ἐὰν πρὸς ἔνδοξα πρόσωπα εἰσίῃς· ἀναγκαῖον δὲ τῷ ὑπὲρ μεγάλων τὸν ἀγῶνα εἶναι, ἢ δυσχεραίνοντα ἐπ’ αὐτῷ τούτῳ τῷ εἰς ἀνάγκην ἀγῶνος ἥκειν, [ἢ] ἐὰν πρὸς συγγενεῖς ἢ φίλους ὄντας πρότερον εἰσίῃς. Γίγνεται δὲ ἐκ πράγματος προοίμιον ἀντιπῖπτον, ἢ ὅταν περὶ μικρῶν δοκῇς σπουδάζειν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος· ἢ ὅταν ἀτοπίαν ἔχειν δόξῃ, ὃ μέλλεις λέγειν, καὶ οὐκ ἂν ἑτοίμως πρόσοιντο αὐτὸ οἱ ἀκούοντες, ὡς ἐπ’ ἐκείνου, ὁ Θεμιστοκλῆς ἀξιοῖ δῃῶσαι τὴν πόλιν ἐκλιπόντων τῶν Ἀθηναίων αὐτήν· αὐτὸ γὰρ τὸ πρᾶγμα ὃ παρῄνει ἄτοπον εἶναι δοκεῖ· ἢ ὅταν ἐπαχθές τι δοκῇς λέγειν, ὡς ὁ ἀναιρεῖν νόμον γράφων, ἢ ὅταν παράδοξόν τι δοκῇς λέγειν, ὡς ὁ συμβουλεύων πλεῦσαι βασιλεῖ διὰ τοῦ Ἄθω· δοκεῖ γὰρ παράδοξον εἶναι καὶ παρὰ τὴν ὑπόνοιαν τῶν πολλῶν· ἢ ὅταν ἀηδές τι δοκῇς λέγειν, καὶ οὐ κεχαρισμένον [τι ποιῶν] τοῖς ἀκούουσιν, ὡς ὁ γράφων παῦσαι τὰς διανομὰς ἐπιλειπουσῶν τῶν τεχνῶν, καὶ ὅσα τοιαῦτα ὁμογενῆ. Γίνεται δὲ ἀντιπῖπτον καὶ ἀπὸ αἰτίας, ὅταν οἱ ἀκούοντες ὑποπτεύωσι τὴν αἰτίαν, δι’ ἣν ἐπὶ τὴν κατηγορίαν ἥκεις, οἷον ὅταν πρὸς ἔχθραν τινῶν ἢ χάριν ἢ ὀργὴν δοκῇς λέγειν, ἢ ὅταν ὑπὲρ ἑαυτοῦ δοκῇς σπουδάζειν, ἀλλὰ μὴ τοῦ κοινῇ συμφέροντος, ὡς ἐπ’ ἐκείνου· ἐξαιτοῦντος Φιλίππου τὸν Δημοσθένην μετὰ Χαιρώνειαν, αὐτὸς Δημοσθένης ἐνίσταται. δοκεῖ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, ἀλλ’ οὐχὶ τοῦ κοινῇ συμφέροντος σπουδάζειν· τοῦτο οὖν παντάπασιν ἀναιρήσει τὸ δοκεῖν ὑπὲρ ἑαυτοῦ σπουδάζειν, ἢ συντρέχων τῷ καὶ ὑπὲρ αὑτοῦ σπουδάζειν τὸ τῆς πόλεως συμπλέξει.
338 Ἄλλο. Ἔστι καὶ τοιοῦτον γένος προβλημάτων, ἐν οἷς βραδύτερον δοκεῖς ἐπεξιέναι δέον πάλαι, ὡς ἐπ’ ἐκείνου· πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· καὶ πάλιν· πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης αὐτὴν διορύξαι· δοκεῖ γὰρ ὁ Δημοσθένης μετὰ πολλὰς καταδρομὰς βραδέως συμβουλεύειν. τοῦτο οὖν αὐτὸ λέξει ἐν προοιμίῳ, ὅτι ὡς μὲν πολὺ βέλτιον ἦν πάλαι τινὰ ἐπανόρθωσιν γενέσθαι τῶν περὶ Χερρόνησον, ὅτε καὶ πρῶτον κατέδραμε Φίλιππος, εὖ οἶδα, οὐ μὴν ἀλλ’ ἕως ἐλπὶς ἦν ἀφέξεσθαι τὸν Φίλιππον τῶν συμμάχων ἐπεῖχον, ἐπεὶ δὲ τὸ πρᾶγμα ἔτι μᾶλλον αὔξεται. καὶ ἐπ’ ἐκείνου δὲ χρήσῃ τῷ θεωρήματι. συνεχῶς πλούσιος πένητος ἀνδριάντα ποιεῖ, καὶ κρίνεται ὑπ’ αὐτοῦ ὕβρεως. χρήσεται γὰρ ὁ πένης τῷ αὐτῷ θεωρήματι, οἷον ἔδει μὲν καὶ πάλαι τούτῳ ἐπεξελθεῖν, ὅτε καὶ πρῶτον ὑβρίζειν ἤρξατο. ἢ ἄλλως μεθοδεύσει τὸ θεώρημα, ὅτι ἕως μὲν οἷός τ’ ἦν φέρειν τὴν τούτου ὕβριν, κατεῖχον ἐμαυτόν· καὶ ὅλως ἐπὶ πάντων σοι τὸ θεώρημα ἁρμόσει, ἐν οἷς ἄν τις πάλαι καὶ ἐκ πολλοῦ καὶ ἐν πολλοῖς ἀδικήσας νῦν κρίνηται. Ἄλλο θεώρημα. Ἔστι πολὺ γένος προβλημάτων τῶν ἐξ ἀποβάσεως τοῦδέ τινος λεχθέντος ἢ γραφέντος. οἷον ἐκ νόμου ἢ ψηφίσματος ἀπέβη τι δεινόν, καὶ κρίνεται ὁ δοκῶν τὴν αἰτίαν παρέχειν· ἐν γὰρ τούτοις ἁρμόσει λέγειν, ὅτι βέλτιον μὲν ἦν πρὶν ἐκβῆναί τι δυσχερὲς ἐκ λογισμοῦ πεφυλάχθαι τὸ παθεῖν τι δεινόν, καὶ τὸν κατασκευάζοντα ἀνόνητον πεποιηκέναι τοῦ σκαιωρήματος, δεύτερον δὲ τῇ πείρᾳ διδάσκεσθαι· οἷον ὡς ἐπ’ ἐκείνου. ἔγραψε τὸ περὶ Χαριδήμου ψήφισμα ὁ Ἀριστοκράτης, [Χερρονήσου ὑπὸ Χαριδήμου κατειλημμένης κρίνεται ὁ Ἀριστοκράτης] ὁρᾷς ἐνταῦθα ἐκ τοῦ ψηφίσματος οἷον ἀπέβη τὸ περὶ Χερρόνησον.
339 λέξεις οὖν ὅτι βέλτιον ἦν πρὶν ἐκβῆναι τοῦτο δίκην παρ’ αὐτοῦ ἀπῃτηκέναι καὶ τὸ ψήφισμα λελυκέναι· οὕτω γὰρ οὐκ ἂν ἀπέβη τι δεινόν. καὶ πάλιν ἐπ’ ἐκείνου· ἔπεισέ τις Σκύθας τοὺς νομάδας πόλιν οἰκῆσαι, καὶ νοσούντων αὐτῶν κρίνεται· καὶ πάλιν ἐπ’ ἐκείνου· ἔπεισέ τις ῥήτωρ ἐν στάσει τὰ ὅπλα παραδοῦναι τῷ στρατηγῷ, καὶ τυραννήσαντος αὐτοῦ κρίνεται ὁ ῥήτωρ συνειδότος. καὶ ὅλως εὑρήσεις τοσαῦτα προβλήματα τὰ ὑποπίπτοντα τούτῳ τῷ γένει, ὅσα οὐκ ἄλλῳ. ἐπὶ δὲ τῶν τοιούτων κἀκείνῳ χρήσῃ τῷ θεωρήματι, ὅπου τι δεινόν· ἃ μὲν ἀπολελαύκαμεν τῆς τούτου συμβουλῆς ἑωράκατε. ἀλλὰ τοῦτο μὲν τὸ ἐννόημα ἐπιπολαιότερον, ἐκεῖνο δὲ βαρύτερον ἐν τῷ αὐτῷ γένει τούτῳ τῷ ἐξ ἀποβάσεως, καὶ ὅσα δὲ ἐν καταφορᾷ κεῖται, ἁρμόττει τούτῳ, πρῶτον μέν, εἰδὼς ὑμᾶς, ὦ δικασταί, καὶ τῶν νόμων καὶ τῆς καθεστώσης πολιτείας πολλὴν προνοιὰν πεποιημένους οὐ μικρὰ ὁρῶν τὴν πόλιν εἰς ταῦτα βλαπτομένην ὑπὸ τούτου τὸν παρόντα τοῦτον ἐνεστησάμην ἀγῶνα, νομίζων οὔτε τὴν τῶν ἀντιδίκων δεινότητα καὶ βίαν, οὔτε ἄλλο τι τούτων οὐδὲν ἔσεσθαι τῶν παρ’ ἡμῖν δικαίων δυνατώτερον. Ἄλλο δεύτερον. Ἐν μὲν οὖν τοῖς ἄλλοις ἅπασιν ἀγῶσι παρὰ τῶν κατηγορούντων τὴν αἰτίαν τῆς κατηγορίας μαθεῖν δεῖ, ἐν δὲ τῷ παρόντι τούτῳ αὐτοὶ φθάνοντες πρὸ τῶν λόγων τῶν ἡμετέρων προεπίστασθε, ὡς εἰς ἅπαντας τὰ τετολμημένα ἐκπεφοίτηκεν, ὥστε μὴ ἁμαρτεῖν τὸν εἰπόντα οὐ δικαστὰς μόνον ὑμᾶς, ἀλλὰ καὶ κατηγόρους εἶναι. Τρίτον δὲ τοῦτο· οὐ μίαν δέ, ὡς ἔοικεν, ὦ ἄνδρες δικασταί, γνώμην οὐδὲ τὴν αὐτὴν ἔχειν μοι συμβαίνει περὶ τῶν τούτῳ τετολμημένων· καὶ γὰρ δύσκολον εἶναι καὶ ῥᾷστον ἐμαυτῷ νομίζω τοῦτον τὸν ἀγῶνα καθεστηκέναι.
340 αὐτῶν μὲν γὰρ ἕνεκα τῶν πραγμάτων καὶ πάνυ ῥᾴδιον, οὕτω πολύ τι τὸ πλῆθος καὶ τὸ μέγεθός ἐστι τῶν τετολμημένων· δύσκολον δὲ ἐκείνῃ, ὅτι μὴ ῥᾷστον ἐφικέσθαι τῶν τετολμημένων· οὐ μὴν διὰ τοῦτο ἡγοῦμαι προσήκειν ἐμαυτῷ τὴν κατηγορίαν ἀφεῖναι, ἀλλ’ ὡς ἂν οἷός τε ὦ δεῖξαι τὰ τούτῳ τετολμημένα καὶ παραστῆσαι. ὧδε παραδείγματος ἕνεκα, οἱ ἐπὶ τοῖς Ποτιδαιάταις κρινόμενοι Ἀθηναῖοι, καὶ ὁ ἐπὶ ταῖς Εὐμενίσι, καὶ ὁ ἐπὶ τῷ λοιμῷ τῶν Σκυθῶν, καὶ ἐπὶ πάντων, ὅπου μέγα τι καὶ ὡμολογημένον ἀδίκημα. Ἄλλο θεώρημα. Εἰρήκαμεν ἐν τοῖς ἐξ ἀποβάσεως, τι δεῖ ποιεῖν τὸν κατήγορον· φέρε οὖν εἴπωμεν, τί δεῖ ποιεῖν τὸν φεύγοντα. ἐὰν τοίνυν ἐκβεβηκὸς ᾖ τι ἄτοπον ὡμολογημένον, τὸ μὲν ἀνιαρὸν αὐτὸ εἶναι σύντρεχε, τὸ δὲ ἑξῆς ἀναίρει λέγων, ὡς οὐ δικαίως αὐτὸς φεύγει· οὐ γὰρ ἐπ’ ἐκείνοις αὐτὰ συνεβούλευσεν, οὐδ’ ἂν προσεδόκησεν, ὡς ἐπ’ ἐκείνου· ὁ Φίλιππος ἔδωκεν αἵρεσιν τοῖς Ἀθηναίοις, πότερον βούλονται ὅπλοις ἢ λόγοις δικάζεσθαι· ὁ Δημοσθένης συνεβούλευσε λόγοις, καὶ αὐτὸς εἰπὼν ἡττήθη καὶ κρίνεται. ὁρᾷς ὅτι ὡμολογημένον ἐστὶ κακὸν καὶ ἄτοπον τὸ περὶ τὴν ἧτταν· καὶ πάλιν ἐπ’ ἐκείνου· ἔγραψεν ὁ Ἀριστοκράτης τὸ περὶ τοῦ Χαριδήμου ψήφισμα, ἀποστάσης Χερρονήσου κρίνεται. κἀνταῦθα τὸ ἐκβὰν ὡμολογημένον ἐστὶν ἄτοπον. οὐκ ἄτοπον οὖν εἰπεῖν, τὸ μὲν οὖν ὑμᾶς ἐπὶ τοῖς συμβεβηκόσιν ἀγανακτεῖν, οὐδὲν ἀπεικός· οὐ μὴν χρὴ τούτων εἰς ἐμὲ τὴν αἰτίαν ἔχειν, ὃς οὐκ ἐπὶ τούτοις εἰσήνεγκα τὸν νόμον. καὶ ὅλως ἐπὶ πάντων ἁρμόσει τῶν τοιούτων. ἐπὶ δὲ τῶν κατηγόρων ἐξ ἀποβάσεως ἁρμόσει μέν σοι καὶ τὰ προειρημένα θεωρήματα, οὐχ ἥκιστα δὲ κἀκεῖνο· εἰ μὲν ἐξαρκεῖ τὸ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν, οὐκ ἄξιον μέν, φέρειν δ’ οὕτως ἀνάγκη.
341 εἰ δὲ καὶ τιμωρίαν χρὴ λαβεῖν. ὁπόταν δὲ κρίνειν τινὰ μέλλῃς μεταβολῆς καιροῦ βελτίονος γενομένης, ἧς πρότερον μὴ οὔσης οὐκ ἠδύνασο κρίνειν, ἁρμόσει σοι λέγειν, ἐπειδὴ καλῶς ποιοῦντες οἱ θεοὶ δεδώκασιν ἡμῖν καιρόν, οἷον μάλιστα ηὐχόμεθα· ἢ οὕτως, πάλαι δυσχεραίνων τοῖς συμβεβηκόσι καὶ τετολμημένοις ὑπὸ τούτου, νῦν ἐπειδὴ καιροῦ ἐλαβόμην ὡς ἐπ’ ἐκείνου· ὁ Ἰσμηνίας ἐπαυλήσας ταῖς Θήβαις κρίνεται μετὰ τὸν Ἀλεξάνδρου θάνατον, καὶ πάλιν ὁ Πύθων μετὰ τὴν Φιλίππου τελευτὴν κρίνεται τῶν εἰς τοὺς Ἕλληνας ἀδικημάτων. καὶ ἐκ τοῦ ἀπολογουμένου βιάσῃ λέγων συνήδεσθαι καὶ αὐτὸς ἐν τῷ παρόντι καιρῷ, ἵνα εἰ καί τις ἦν πρότερον διαβολὴ ταύτην ἐξέλῃς. ὁπόταν δέ σε λυπῇ τι ἢ ἀπὸ καιροῦ χαλεποῦ ἢ ἀπὸ δυνάμεως ἐχθρῶν ἢ ἀπὸ κέρδους δοκοῦντος ὑπὸ τῶν ἐναντίων προτείνεσθαι, τοῦτο αὐτὸ προαναίρει καὶ προθεράπευε λέγων τἀναντία ὑπειληφέναι περὶ τῶν ἀκουόντων ἢ ὥς τινες οἴονται. ἢ οὕτως ἐξ ἀτόπου προτάσεως· εἰ μὲν ἑώρων παραπλησίως ὑμᾶς διακειμένους τούτοις, οἷον τοῦ μὲν ἀπὸ καιροῦ φοβεροῦ καὶ δυνάμεως ἐχθρῶν ἐκεῖνο, ὡς ἐπὶ τῶν Θετταλῶν, οἷς ἐπαπειλεῖ βασιλεὺς ἐπαφεῖναι τὸν Πηνειόν. ἀπὸ δὲ τοῦ κέρδους, ὡς ἐκεῖνο, Αἰσχίνης προῖκα ἐκόμισε σῖτον παρὰ τοῦ Φιλίππου πεμφθεὶς πρὸς Κερσοβλέπτην, καὶ κρίνεται. ἐξ ἀπολογίας. ὁπόταν δέ τι εὖ πεποιηκέναι φάσκοντες ἔτι καὶ κρινώμεθα, ἁρμόσει τὸ ἐκ βαρύτητος οὕτως· ᾤμην μὲν ἔγωγε καὶ ἐπαίνων τεύξεσθαι. ἢ οὕτως· οὐκ ἂν προσεδόκησα τοιοῦτον ἀπαντήσειν τέλος, οἷον μετὰ νίκην τις κρινόμενος χρήσεται τούτῳ, ὡς ἐπ’ ἐκείνου· στρατηγὸς καθελὼν μέρος τι τοῦ τείχους ἐξελθὼν ἐνίκησε, καὶ κρίνεται. ἐκ δὲ τοῦ κατηγόρου αὐτῷ τούτῳ συμπλεκόμεθα λέγοντες, οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις τὰ μέγιστα ἠδικηκὼς ἔτι καὶ φιλοτιμῆται τοῖς πραχθεῖσιν.
342 Ἄλλο. Ἐν ἐκείνοις δὲ τοῖς προβλήμασιν, ἐν οἷς δοκοῦμέν τι ὑπὲρ αὑτῶν σπουδάζειν, καὶ τοῦ ἰδίου ἕνεκα συμφέροντος εἰσηγεῖσθαί τι, καὶ τὸ τῆς πόλεως συμφέρον συμπλέκειν ἄξιον· εἰ δέ γε ἔνδοξον εἴη τὸ πρόσωπον τὸ λέγον, λέξει ὅτι εἰ μὲν ἑώρων, ὑπὲρ ἐμαυτοῦ μόνου ὂν τὸ σκέμμα, ἐσιώπων ἄν, ἐπεὶ δὲ καὶ τῆς πόλεως. οἷον ὡς ἐπ’ ἐκείνου· τὸν Περικλέα αἰτοῦσιν οἱ Λακεδαιμόνιοι ἐπὶ ὑποσχέσει εἰρήνης, αὐτὸς ἀντιλέγει. ὅταν ἔν τινι δυσκολίᾳ καιροῦ γράφῃς τινὰς ἐπανορθώσεις, ἁρμόσει τὸ ἐξ ἀτόπου προτάσεως θεώρημα· οἷον εἰ μὲν ἐξαρκεῖ τὸ ἀνιᾶσθαι ἢ ἀλγεῖν ἐπὶ τοῖς συμβεβηκόσιν εἰς παραμυθίαν ὧν πάσχομεν, ἐμοὶ μὲν οὐ συνδοκοῦν, χρῆσθε δὲ ὅ τι καὶ δοκεῖ· εἰ δ’ ὅπως ἐπανορθωθήσεται δεῖ σκοπεῖν, οἷον ὡς ἐπ’ ἐκείνου· τοῖς νοσοῦσι Σκύθαις συμβουλεύει τις μεθίστασθαι. ἢ πάλιν, κατατρεχομένης τῆς Χερρονήσου γράφει ὁ Δημοσθένης διορύξαι τὸν Ἰσθμόν, ὁ δὲ ἀντιλέγων τοῖς τοιούτοις πῆ μὲν συνδραμεῖται ἐν προοιμίοις πῆ δὲ οὔ· ὅτι μὲν γὰρ δεῖ ἐπανορθοῦσθαι τὰ συμβαίνοντα καὶ αὐτὸς φήσει εἰδέναι, οὐ μὴν διὰ τοῦ τρόπου οὗ ὑφηγεῖται· ἢ ἐκεῖνο τὸ θεώρημα· οὐκ ἔστι χαλεπώτερον οὐδέν, ἢ ὅταν τις παρίῃ μὲν ὡς ἐπανορθωσόμενός τι τῶν κοινῶν, χείρω δὲ τὰ κοινὰ ποιῇ. ἄλλο τοῦτο σφοδρότερον. Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς ἀτόπου τινὸς συμβαίνοντος εἰσηγούμεθά τι, ἁρμόσει τὸ ἐξ εὐχῆς θεώρημα, οἷον εἰ λέγοις, ηὐξάμην ἂν μήτε τι τῶν τοιούτων γενέσθαι, μήτε ἐμὲ ἐπὶ τούτοις τοῖς προγεγενημένοις σύμβουλον παριέναι, ὡς ἐπ’ ἐκείνου· μετὰ Χαιρώνειαν ἤδη γράφει Ὑπερίδης τοὺς ἀτίμους ἐπιτίμους ποιεῖν. Ἐν ἐκείνοις τοῖς προβλήμασιν, ἐν οἷς φαμὲν τοὺς θεοὺς προσημαίνειν τι, ἁρμόσει τὸ θεώρημα τὸ ἐξ ἐνδόξου κρίσεως, οἷον, ἱκανῶς μὲν καὶ πρὸ ἡμῶν τὸ ὅ τι χρὴ πράττειν οἱ κρείττους σύμβουλοι προὔφηναν, ὡς ἐπ’ ἐκείνου· ἔδει τοὺς ἀριστέας διαμονομαχεῖν· δύο ἀδελφῶν μονομαχούντων ἔδυ ὁ ἥλιος, καὶ γράφει τις λῦσαι τὸν νόμον.
343 Ἄλλο. [ὅταν] εὐχῇ χρηστέον, ὅταν ᾖ ἱερατικὸν τὸ πρόσωπον ὁ λέγων ἢ ὑπὲρ ἱερωσύνης, ἢ ἡ πόλις ἱερά, οἷον ἡ Δελφῶν ἢ Δηλίων, ὥσπερ Ἀριστείδης ἐποίησεν ἐν προοιμίοις, ἢ περὶ πανηγύρεως θεοῦ ᾖ ὁ λόγος· οἷον ἐπιόντος πολέμου ἔφη τις ἀναβάλλεσθαι τὰ Ὀλύμπια, ἀντιλέγει τις. Ἄλλο. Ὁπόταν δ’ ἐν τῷ καλουμένῳ χρώματι μέλλῃς λέγειν, ὅτι καλῶς διὰ φιλανθρωπίαν ἢ δι’ ἄλλην τινὰ καλὴν αἰτίαν ἐποίησας τοῦτο ἐφ’ ᾧ κρίνῃ, ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε αὐτὸ τοὐναντίον δόξαν χρηστὴν καὶ καλὴν ἀποίσεσθαι ἐφ’ οἷς ἔδρασα, ὡς ἐπὶ τοῦ θάπτοντος τὸ νεοσφαγὲς σῶμα. Ἄλλο. Ἐν πᾶσι τοῖς ἀντεγκληματικοῖς ἁρμόσει σοι τὸ ἐκ βαρύτητος θεώρημα ἐξ ἀπολογίας, οἷον εἰ λέγοις, ᾤμην μὲν ἔγωγε καὶ τοὺς συναχθεσθησομένους ἐμοὶ γεγενῆσθαι, καὶ οἴκτου πλέον ἢ ὀργῆς ἀξιώσεσθαι, οἷον ὡς ἐπ’ ἐκείνου· ἀριστεὺς πορνεύοντα τὸν υἱὸν ἀνεῖλε καὶ κρίνεται. Ἄλλο. Ἐν ταῖς συνηγορίαις ἄξιον ὁρᾶν ὑπὲρ ὧν λέγομεν, οἷον ἢ ὑπὲρ συγγενῶν, ὡς ὁ Λυσίας πολλαχοῦ, οἰκειότατον ἐμαυτῷ νομίζω βοηθεῖν· ἢ ὑπὲρ φίλων, ὡς ἐν τῷ Ἀμαρτύρῳ Ἰσοκράτης. ἐν δὲ ταῖς τῶν ἀλλοτρίων προσώπων συνηγορίαις σκοπεῖν χρὴ εἰ ἔνδοξα εἴη ἢ ἄδοξα, καὶ εἰ μὲν ἔνδοξα εἴη, συντρέχειν τῷ καὶ ὑπὲρ τούτων σπουδάζειν· εἰ δὲ ἄδοξα, συμπλέκειν αὐτὰ τοῖς ἐνδόξοις.
344 ὅταν ἄδοξον ᾖ τὸ ὑποκείμενον πρόσωπον ἢ τὸ ἀντιλέγον, τὸ ἐκ ποιότητος καταφορικὸν ἁρμόσει σοι, οἷον, οὐκ ἦν αὐτάρκη τούτῳ τὰ πρότερον τετολμημένα· ἢ οὕτως, εἴη μὲν ἂν ἕν τι καὶ τοῦτο τῆς τούτου πονηρίας. ἢ οὕτω θαυμαστὸν μὲν οὐδὲν τὸ τοιοῦτον ὄντα τοιαῦτα τετολμηκέναι. ἐν δὲ ταῖς ἀμφισβητήσεσι καὶ τοῖς ἀμφισβητηματικοῖς δεῖ ὁρᾶν τὰ διάφορα, οἷον εἰ πράγματι ἢ καιρῷ ἢ προσώπῳ ἢ τρόπῳ διαλλάττοι καὶ ἐκ τούτου λαμβάνειν τὰ προοίμια. ἐὰν δέ ποτε ἀναγκασθῇς κοινὸν προοίμιον εἰπεῖν, τὴν κατασκευὴν αὐτοῦ ἰδίαν πρόσαγε, οἷον περὶ μεγάλων ἥκομεν· καὶ ἡ κατασκευὴ ἰδία προσετέθη ὡς ἐν τῷ περὶ εἰρήνης Ἰσοκράτους· ὅπου γὰρ περὶ πολέμου καὶ εἰρήνης, μεγάλα. κάλλιστον δὲ καὶ ἐν τούτοις τὸ τῆς μεθόδου, εἰ μεθοδεύοιμεν αὐτὰ ἐπισημαινόμενοι, εἰ καὶ πᾶσιν εἰωθὼς ὁ λόγος εἴη. Ἐν τοῖς ἐσχηματισμένοις εἰ μὲν ἄλλου προειρηκότος αὐτὸς μετ’ ἐκεῖνον λέγοις, ἁρμόσει σοι τὸ ἐξ ὑποθέσεως προοίμιον, οἷον ἔδει μὲν τὸν προειρηκότα καὶ ταῦτα προσθεῖναι· καὶ γὰρ ἦν ἑπόμενα τούτοις, οἷον ὁ Περικλῆς ἔγραψε δῃοῦν τὴν Ἀττικήν, καὶ γράφει Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρξασθαι. ἐν δὲ τοῖς τοιούτοις ἐκεῖνο αὐτό, ὃ βούλει ἀνύσαι, ὡς ἀναιρῶν εἴσαγε· οὐχ ὅτι ἂν ἄλλος ἐποίησε, τοῦτο ἐγὼ ποιήσων ἀφῖγμαι. Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς δοκῶν τις εὖ ποιεῖν ὑπόνοιαν ἔχει ὡς μετὰ ἐπιβουλῆς αὐτὸ ποιῶν, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἔπεμψαν Λακεδαιμόνιοι καὶ Ἀθηναῖοι παρὰ βασιλέα περὶ χρημάτων. ἔδωκεν ἑκατέροις· ἐπανελθόντων αὐτῶν ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπὶ βασιλέα στρατεύειν. ἐν τοῖς τοιούτοις οὖν ἁρμόσει τὸ ἀπὸ οἰκείας κρίσεως θεώρημα· ἐβουλόμην, ὦ δικασταί, τοῦτον ὡς ἀληθῶς κήδεσθαι τῶν ἡμετέρων πραγμάτων, καθάπερ φάσκει, νῦν δὲ τοὐναντίον φαίνεται πράττων, καὶ δόξαν παρέχων ὡς εὖ ποιῶν ἡμᾶς οὐκ ἐλαχίστην βλάβην τοῖς κοινοῖς κατασκευάζει, ὡς μικρὸν ὕστερον, εἰ προσέχοιτε, δείξω.
345 Ἄλλο. Ἐν ταῖς προσαγγελίαις ἁρμόσει σοι ἐκεῖνο τὸ θεώρημα, ὅταν ὃ βούλει ὡς ἀναιρῶν τιθῇς, οἷον ὡς ἐπ’ ἐκείνης τῆς ὑποθέσεως· Εὔπολις ἁλοὺς ξενίας δημοσίᾳ ἐπράθη. πριάμενος αὐτὸν ὁ Λύκων ἐγχειρίζει τὸν παῖδα, ὁ δὲ ἑαυτὸν προσαγγέλλει. ἐν γὰρ τοῖς τοιούτοις τῷ θεωρήματι τούτῳ χρηστέον ὡς προειρήκαμεν, οὕτω λέγοντα, οὔτε ἐλευθερίαν πράττων ἐμαυτῷ, οὔθ’ ὅπως ἂν ἀπαλλαγείην τῆς παρούσης ταύτης δουλείας, ὥς τις ἴσως τῶν ἀκουόντων ὑμῶν ὑπολαμβάνει, παρελήλυθα, ἀλλὰ θανάτου δεόμενος. Ἐν πάσῃ παραγραφῇ ἐκ μὲν τοῦ παραγραφομένου ἁρμόσει σοι ἡ τοῦ ἀντιπίπτοντος λύσις, τὸ δὲ ἀντιπῖπτον ἐστὶ τὸ μὴ θαρρεῖν τῇ εὐθυδικίᾳ καὶ διὰ τοῦτο ἐπὶ τὴν παραγραφὴν βαδίζειν. τοῦτο οὖν εὐθὺς ἐν ἀρχῇ ἀναιρήσεις λέγων οὕτως· ὅσον μὲν ἐν αὐτοῖς τοῖς πράγμασι καὶ τῷ τεθαρρηκέναι τούτοις, οὐδὲν [ἢ] ἐδεήθην παραγραφῆς, οὕτω καὶ χωρὶς ταύτης θαρρῶν τοῖς δικαίοις εἰς ὑμᾶς ἐλήλυθα. ἐπειδὴ δὲ καὶ τοῦτο οἱ νόμοι τοῖς ἀγωνιζομένοις παρεσχήκασιν, ᾠήθην καλῶς ἔχειν ἐμαυτῷ μὴ παρεῖναι τὸ δίκαιον, ὅπερ ἡμῖν δεδώκασιν οἱ νόμοι. ἐν τοῖς παραγραφικοῖς ἁρμόττει ἔννοια προοιμιακὴ κἀκείνη ἐπὶ τοῦ ἀπολογουμένου εἰπεῖν, πολλῶν ὄντων, ὦ δικασταί, τῶν περὶ τοῦτον τὸν ἀγῶνα γεγενημένων ὑπὸ κατηγόρου, ἅ τις ἂν εἰκότως θαυμάσειεν, οὐδενὸς ἧττον, εἰ καὶ μὴ παντὸς μᾶλλον, τοῦτό μοι δοκεῖ δικαίως ἄν τις αὐτοῦ θαυμάσαι, τὸ πρὸ ψήφου τῆς τῶν δικαζόντων ἀτιμίαν ἡμῖν προστιμᾶν. τὸ γὰρ ὅπως μὴ μεθέξομεν λόγου σπουδάζειν, τί πότ’ ἐστὶν ἄλλο πράττοντος, ἢ προστιμῶντος ἡμῖν ἀτιμίαν σαφῆ.
346 Ἔστι καὶ τοιοῦτο γένος προβλημάτων, ἐν οἷς πρότερόν τις κακῶς πεποιηκὼς μετὰ ταῦτα ἐλπίζων ὑπ’ αὐτῶν τῶν ἠδικημένων κακῶς πείσεσθαι αὐτὸς ταῦτα ἃ ἀφῄρηται δώσειν ὑπισχνεῖται, οἷον ὡς ἐπ’ ἐκείνου· νοσοῦντι τῷ Φιλίππῳ ἔχρησεν ὁ θεὸς μὴ ἄλλως λῆξαι τῆς νόσου, εἰ μὴ ὑπὲρ αὐτοῦ εὔξαιντο Ἀθηναῖοι· ἀπέσταλκεν Ἀμφίπολιν διδούς, καὶ βουλεύονται. καὶ ἐπ’ ἐκείνου ὁμοίως· ἐψηφίσαντο οἱ Ἕλληνες πολεμεῖν κατὰ Φιλίππου, πέπομφεν ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος, καὶ βουλεύονται. ἐν γὰρ τοῖς τοιούτοις ἅπασι τὸ προκαταρκτικὸν ἐνθύμημα ἐκεῖνο, εἰ καὶ πάνυ πολὺν ἐπέσχε χρόνον ὁ Φίλιππος, ζητῶν ὅπως ἂν τἀναντία τούτοις οἷς προῄρηται πράξειεν, οὐκ ἂν ἑτέρως μοι δοκεῖ τοῦτο ποιῆσαι, ἢ τοῦτον τὸν τρόπον, ὃν νυνὶ πεποιηκὼς φαίνεται. τὸ γὰρ ὧν ἐποίησε πρότερον ὑπομιμνήσκειν ταῦτα ἐπεσταλκότα, πῶς οὐχ ὅπερ εἴρηκα πράττοντός ἐστι. Ἄλλο. Ἐπειδὴ τοίνυν εἰρήκαμεν τί δεῖ ποιεῖν ἐν ταῖς παραγραφαῖς τὸν παραγραφόμενον, φέρε σκεψώμεθα, τί προσήκει καὶ τὸν ἀντιλέγοντα πράττειν. ὁ τοίνυν ἀντιλέγων τῇ παραγραφῇ αὐτὸ τοῦτο τὸ θεώρημα ἀναστρέψας ἐρεῖ οὕτως. ἦν μὲν οὐκ ἄδηλον τοῦτο, ὦ δικασταί, ὅτι τὸν λόγον παρεὶς τὸν περὶ τῶν ἐγκλημάτων, ὧν ἡμεῖς ἐγκαλοῦμεν, διὰ τὸ μὴ θαρρεῖν τοῖς δικαίοις προφάσεις τινὰς εὑρήσει καὶ διαδύσεις, δι’ ὧν ἑαυτῷ τὸ μὴ δοῦναι δίκην ποριεῖται, ἐγὼ δὲ ἡγοῦμαι προσήκειν ὑμῖν, τοῦ τε ὅρκου ὃν ὀμωμοκότες κάθησθε φροντίζουσι καὶ τοῦ δικαίαν ἐνεγκεῖν τὴν ψῆφον περὶ ὧν κρίνετε, τούτοις μὲν μὴ προσέχειν, τῶν δὲ περὶ ὧν ἡμεῖς ἐγκαλοῦντες ἥκομεν ἀπαιτεῖν τὸν λόγον. Ἄλλο. Ἐν πᾶσι δὲ τοῖς ἀντιπίπτουσιν ἐξ ἐννοίας προοιμιακῆς, ὅπου σὺ τὸ ἀντιπῖπτον λύσεις, ὁ ἐναντίος αὐτὸ θήσει.
347 πολλῶν δὲ ὄντων τῶν ἐξ ἐννοίας ἀντιπιπτόντων, ὡς μικρῷ πρόσθεν εἰρήκαμεν, ἓν ἑλώμεθα παραδείγματος ἕνεκεν, οἷον δοκεῖς διὰ φθόνον λέγειν, τῷ δὲ ἐναντίῳ ἁρμόσει αὐτῷ τούτῳ χρήσασθαι ἀναστρέψαντι καὶ λέγοντι· οὐκ ἔστιν ἄδηλον, ὦ δικασταί, τοῦτο ὅτι φθόνῳ καὶ βασκανίᾳ τὴν γραφὴν ταύτην καὶ τὴν κατηγορίαν συνθεὶς οὗτος εἰς ὑμᾶς εἰσελήλυθεν. Ἄλλο. Ἐν πᾶσι τοῖς ζητήμασιν, ἐν οἷς καὶ αὐτὸς ὁ κατηγορῶν φανερῶς καὶ μέγα τι ἠδίκηται, τῷ κατὰ συνδρομὴν χρήσεται προοιμίῳ οὕτως· οἱ μὲν ἄλλοι πάντες οἱ παριόντες εἰς ὑμᾶς, ἐπειδάν τινος κατηγορεῖν μέλλωσι, τοῦτο αὐτοῖς ὑπάρχειν ἀξιοῦσι παρ’ ὑμῶν, τὸ μὴ δι’ ἔχθραν δοκεῖν κατηγορεῖν· ἐγὼ δὲ οὐ τοῦτο ἂν ἀρνηθείην, καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ φαινοίμην μισῶν τὸν τηλικαῦτα ὑμᾶς ἠδικηκότα, καὶ ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐκ τοῦ αὐτοῦ γένους πολλοὶ τυραννοῦσι καὶ ἀξιοῖ τις ἐλαύνεσθαι τὸ γένος. καὶ ἐπ’ ἐκείνου· λῃσταί τινες ἀφήρπασαν παῖδα πένητος δημαγωγοῦ· ἀπέστειλαν ἐπὶ τοὺς λῃστὰς πλούσιον διάφορον τῷ πένητι· ὁ δὲ τὸν παῖδα τῶν λῃστῶν ἐκβαλόντων οὐκ ἀνείλετο, ἀλλὰ περὶ σύλληψιν ἔσχε τὴν τοῦ πλοίου. καὶ ἐπανελθὼν δημοσίᾳ κρίνεται. Ἐν πᾶσι τοῖς ζητήμασιν ἐν οἷς στρατηγὸς ἠδίκηται, εἶτα ἰδιωτικὴν ἀπενήνεκται γραφήν, ἁρμόσει τὸ [μὲν οὖν] προοίμιον ἐκεῖνο· ἐβουλευσάμην μὲν ὡς καὶ δημοσίᾳ καὶ κοινῇ τὴν πόλιν ἠδικηκότα τοῦτον εἰς ὑμᾶς εἰσφέρειν· τὸ γὰρ τοὺς στρατηγεῖν ὑφ’ ἡμῶν κεχειροτονημένους πάσχειν ὑπὸ τούτου κακῶς, τῆς πόλεως, οὐκ ἴδιον τοῦ στρατηγοῦ τὸ ἀδίκημα νομίζω καθεστηκέναι· οὐ μὴν ἀλλὰ καὶ νῦν προσδοκῶν ὑμᾶς ὁμοίως ἀγανακτήσειν, ὡς ἂν εἰ καὶ δημοσίᾳ κατηγόρουν, τὴν παροῦσαν ταύτην γραφὴν ἀπηνεγκάμην.
348 ἔστω παράδειγμα ἐκεῖνο τὸ ζήτημα· ἐγέλασεν Ἀλκιβιάδης ὑπισχνουμένου τοῦ Κλέωνος τὰ περὶ Πύλον, καὶ ἐπανελθὼν ὕβρεως αὐτῷ δικάζεται. καὶ ἐπ’ ἐκείνου· ὁ Ἀλκιβιάδης ἐκώμασεν ἐπὶ τὸ δεσμωτήριον [ὄντων] τῶν τριακοσίων καὶ ἔφη, γενναῖοι, καί, ὑπὸ Κλέωνος, καὶ δικάζεται αὐτῷ ὁ Κλέων ὕβρεως. καὶ ἐπ’ ἐκείνου· νύκτωρ μὴ ἀνοίγεσθαι τὰς πύλας· οὐκ ἀνέῳξε Κλέωνι ὁ Νικίας εἴσω τῆς προθεσμίας ἄγοντι τοὺς τριακοσίους, καὶ δικάζεται αὐτῷ ὕβρεως. ΠΕΡΙ ΠΡΟΚΑΤΑΣΤΑΣΕΩΣ. Προκατάστασίς ἐστιν ἔφοδος πρὸς τὰς ἀποδείξεις ἢ κατασκευὴ τῶν ἀποδείξεων. προκαθιστάμεθα δὲ ἐν τοῖς ζητήμασι [τοῖς] ἐκ διανοίας ἐξετάσεως· γίνεται δὲ αὕτη τριχῶς· ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν ἢ τῶν ἀκουόντων ἢ τῶν ἀντιδίκων ἢ ἐξ ἀντιπίπτοντος ἀναιρέσεως, ἢ προσυστάσεως, ἢ προδιαβολῆς, ἢ προδιορισμοῦ, ἢ ἀντεξετάσεως τῶν προτέρων καὶ τῶν νῦν, ἢ αὐτὸ τὸ κεφάλαιον τὸ πρῶτον καταστατικῶς εἰσάγεται, τουτέστιν ἀνηπλωμένως καὶ ἀφηγηματικῶς, ἢ νόημα κεφαλαίου ἀπολαβὼν ὡς κατάστασιν εἰσάγεις, οἷα πολλὰ παρὰ Ἀριστείδῃ, ἢ τρόπον παρεισφέρομεν, ἢ ἀπὸ ἐπαγγελίας. Ἐπειδὴ τοίνυν τοὺς τρόπους τῶν προκαταστάσεων ἀκηκόαμεν καὶ περὶ τῆς χρήσεως ἑκάστου, ἐν ᾧ τουτέστι χρηστέον, εἴπωμεν. ἑαυτῶν τοίνυν τὴν διάνοιαν ἐξετάζομεν, ὁπόταν αὐτὸ ὃ πεποιήκαμεν δοκῇ μὴ ἰσχυρόν, ἀλλὰ μᾶλλον πρὸς τοῦ ἐναντίου, τῇ δὲ διανοίᾳ ἰσχύσωμεν. ἔστω τοίνυν τοῦ γένους τῶν ζητημάτων παράδειγμα νέος πλούσιος ἀφορῶν πρὸς τὴν ἀκρόπολιν καὶ δακρύων, κρινόμενος τυραννίδος ἐπιθέσεως καὶ δημοσίᾳ φεύγων.
349 Τὴν δὲ τῶν ἀκουόντων γνώμην ἐξετάσομεν, ὅταν ὃ μὲν πεποιήκασι δοκῇ καθ’ ἡμῶν εἶναι, ἐκ δὲ τῆς ἐξετάσεως τῆς γνώμης ὑπὲρ ἡμῶν φαίνηται πεποιημένον, ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· οἱ Ἀθηναῖοι τυραννευόμενοι ὑπὸ τῶν τριάκοντα ὑπὸ ἑνὸς ἀξιοῦσι τυραννεῖσθαι. ἐξετάσουσι γὰρ οὗτοι τὴν γνώμην τῶν Λακεδαιμονίων πρὸς τὸ χρήσιμον ἑαυτοῖς λέγοντες, ὅτι καὶ αὐτὴν τὴν τυραννίδα κατεστήσατε οὐκ ἐπὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, ἀλλ’ ἐπὶ νουθεσίᾳ μᾶλλον καὶ ἐπανορθώσει τῶν πραγμάτων· διὰ τοῦτο γοῦν καὶ πάντας κατεστήσατε, ὡς ἂν μέτρια εἴη, καὶ ἐπάξεις· εἰ μὲν οὖν ἀπήντηκε τὰ ἐλπισθέντα. Τὴν δὲ τοῦ ἀντιδίκου γνώμην ἐξετάζειν ὀφείλομεν τότε, ὁπόταν ᾖ τὸ πρόσωπον ἄδοξον, ἢ δοκῇ μὲν φιλάνθρωπόν τι ποιεῖν, μετὰ διανοίας δὲ μοχθηρᾶς, ὡς ἐπ’ ἐκείνου· ἐν πολιορκίᾳ τινὲς διέπεμψαν παρὰ τύραννον σῖτον αἰτοῦντες· ὁ δὲ ἔδωκε καθ’ ὁδὸν διηρπάσθη. πάλιν ᾔτησαν, ὁ δὲ αὐτὸς ἥκει κομίζων· καὶ βουλεύονται εἰ χρὴ δέχεσθαι· ὁ γὰρ ἀντιλέγων ἐξετάζει τὴν γνώμην αὐτοῦ, λέγων τίνι διανοίᾳ βούλεται αὐτὸς εἰσελθεῖν, καὶ δοκεῖν τι φιλανθρώπως ποιεῖν· ἅμα καὶ τὴν ἁρπαγὴν τοῦ σίτου διαβάλλων, ὡς οὐκ ἄνευ αὐτοῦ πέπρακται· τὴν δὲ γνώμην ἐξετάζοντας τότε χρὴ μάλιστα καθίστασθαι, ὅταν ἐκ τῆς ἀποβάσεως ἔχωμεν συνιστάναι τὸ κακούργημα· ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος. Αἰσχίνης ἐπέμφθη πρεσβευτὴς παρὰ τὸν Φίλιππον· καταλαβὼν αὐτὸν τεθνεῶτα συνέθετο πρὸς Ἀλέξανδρον καὶ κρίνεται παραπρεσβείας· ἐὰν γὰρ λέγωμεν, ὅτι οὗτός ἐστιν ὁ καὶ τὴν ἀρχὴν συμπείσας εἰρήνην ποιήσασθαι πρὸς τὸν Φίλιππον, ἵνα μὴ τοὺς γενομένους ἀγανακτοῦντες διακωλύσητε τὴν ἐπιβουλήν, ἣν ἐπεβούλευσε τοῖς Ἕλλησιν, ἔχομεν ἐκ τοῦ συμβεβηκότος συστῆσαι· ὡς καὶ ἐπ’ ἐκείνου· Ἐλάτειαν καταλαβόντος Φιλίππου, νόμου ὄντος ἐν τρισὶν ἡμέραις βουλεύεσθαι περὶ πολέμου ἀξιοῦντος Δημοσθένους αὐθημερὸν ἐξιέναι, Αἰσχίνης ἐνίσταται, καὶ ὅσα γε τούτοις ἐστὶ παραπλήσια.
350 ἔτι δὲ καὶ ἐν τοῖς τοιούτοις ζητήμασιν, ἐν οἷς ἀπέσταλται στέφανος ἢ πρεσβεῖα, ἢ δωρεὰ παρά τινος τῶν πολεμίων, τὴν γνώμην ἐξετάζοντες τοῦ πέμψαντος, οὕτω καταστησόμεθα λέγοντες, οὐκ εὐνοϊκῶς οὐδὲ καθαρῶς, ἀλλὰ σύν τινι τέχνῃ καὶ πανουργίᾳ τοῦτο πεπρᾶχθαι, ἤτοι συγκροῦσαι βουλομένου τὰς πόλεις ἢ διαβάλλειν ἡμᾶς, ἀποπειρωμένου πῶς ἔχομεν γνώμης περὶ τῶν πραγμάτων· καὶ ἔστω παράδειγμα τὸ ζήτημα ἐκεῖνο· πέπομφε Φίλιππος ψηφισαμένων τῶν Ἑλλήνων πολεμεῖν αὐτῷ, ἀνοικιεῖν τὰς πόλεις ὑπισχνούμενος ἃς ἀπολώλεκε, καὶ βουλεύονται· καὶ πάλιν ἐκεῖνο· ἐπέσταλκεν Ἀλέξανδρος ἐν τοῖς Δαρείου λογισμοῖς εὑρηκέναι λέγων εἰληφότα Δημοσθένην πεντήκοντα τάλαντα· καὶ κρίνεται δωροδοκίας. καὶ ἔτι ἐκεῖνο· πέπομφε βασιλεὺς χρυσοῦν στέφανον τῇ ἀρίστῃ τῶν πόλεων, ἀξιοῖ τις ἐν τοῖς Ἕλλησιν ἐπ’ αὐτὸν στρατεύειν. Ἐξ ἀντιπίπτοντος δὲ ἀναιρέσεως ἀντικαθιστάμεθα, ὅταν ᾖ πλείονα τὰ ἀντιπίπτοντα ἐκ τῆς διανοίας τῶν ἀκουόντων, καὶ δέῃ τὰ μὲν ἐν προοιμίοις ἀνελεῖν, τὰ δὲ ἐν καταστάσει· ἢ ὅταν ἓν μὲν ᾖ τὸ ἀντιπῖπτον, ἰσχυρὸν δὲ δι’ ὅλου ἀνθιστάμενον τῷ λόγῳ, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους· ἓν μὲν γὰρ τὸ ἀντιπῖπτον τὸ δοκεῖν εὐεργέτην εἶναι Χαρίδημον· ἔθηκεν δὲ αὐτὸ καὶ ἔν τε προοιμίοις καὶ ἐν κεφαλαίοις καὶ ἐν καταστάσει. Ἐκ προσυστάσεως δὲ ποιησόμεθα κατάστασιν, ὁπόταν μὴ τῷ πρώτῳ κεφαλαίῳ εὐθὺς ἐπιβῶμεν, ἀλλὰ προσυνιστῶμεν αὐτὸ ὡς ἀναγκαῖον ἐν πρώτοις τεθῆναι, καὶ εἰς τὰ μέγιστα διάφορον, οἷον ὅταν νόμιμον ἢ ἄλλο τι μέλλῃς ἐξετάζειν κεφάλαιον πρῶτον, εἶτα μὴ ἔχῃς ἄλλην κατάστασιν μηδὲ διήγησιν, καὶ εἰ βουληθείης τὸ κεφάλαιον προεπισημήνασθαι.
351 γίνεται μὲν γὰρ καὶ διηγήσεως οὔσης προσύστασις κεφαλαίου, ὅταν ᾖ ἰσχυρόν· γίνεται δὲ καὶ μὴ οὔσης μήτε διηγήσεως μήτε καταστάσεως, οἷον εἰ κατάστασις, ὃ τοίνυν μάλιστα τὸν τῶν ἀνθρώπων συνέχει βίον. Ἐκ προδιαβολῆς δὲ ὁπόταν τὰ τοῦ ἀντιδίκου ἢ τὰ περὶ αὐτὸν διαβάλλῃς· γίνεται δὲ ἐν οἷς ἄδοξα ὑπόκειται πρόσωπα, οἷον ὡς ἐπ’ ἐκείνου τοῦ ζητήματος· ἐν σπάνει χρημάτων ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται· ἢ [ἐκ διορισμοῦ] ὡς ἐν τῷ τῆς παραπρεσβείας· ἁρμόττει δὲ ἂν μὲν δημοσίᾳ τις φεύγῃ, ὅταν ἄλλη κατάστασις μὴ ᾖ. Προδιοριζόμεθα δὲ ὁπόταν ἀκόλουθα οἷς προδιοριζόμεθα ᾖ τὰ μέλλοντα ἐπιφέρεσθαι, οἷον δεῖ παρὰ πρεσβευτοῦ τῶνδε καὶ τῶνδε λαβεῖν εὐθύνας, ὡς ἐὰν μὴ πάντα δυνώμεθα ἐπιδεῖξαι, περιττὸν τὸ ἐπαγγέλλεσθαι πάντα, ἀλλ’ ἐκεῖνα ἃ δυνάμεθα. Ἐξ ἀντεξετάσεως δὲ καθιστάμεθα ἐν πᾶσι τοῖς ἐξ ἀποβάσεως, οἷον ὡς ἐπ’ ἐκείνου· Σκύθαι νομάδες πόλιν ᾤκησαν, καὶ νοσοῦσι· συμβουλεύει τις αὐτοῖς τοῦ προτέρου ἔχεσθαι βίου. ἐὰν γὰρ ἀντεξετάσῃς, λέξεις οἷα πρότερον ἦν πρὸ τῆς πόλεως, οἷον ὑγίεια, εὐεξία, καὶ ὁποῖα τὰ νῦν. Τὸ δὲ κεφάλαιον αὐτὸ καταστατικῶς εἰσάγεται, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν· „ἐγὼ γάρ, ὦ ἄνδρες, σφόδρ’ ἂν ἡγούμην καὶ αὐτὸς φοβερὸν τὸν Φίλιππον καὶ θαυμαστόν, εἰ τὰ δίκαια πράττοντα ἑώρων·“ τοῦτο γὰρ κεφάλαιόν ἐστι τὸ δυνατόν, εἰσῆκται δὲ καταστατικῶς· μέρος δὲ κεφαλαίου, ὡς ἐν τῷ Ἰσοκράτει Ἀριστείδου.
352 Τὸ δὲ ἐκ τρόπου ἁρμόσει σοι καὶ ἐνίοις τῶν ἐσχηματισμένων, ἐν οἷς εἰσηγησαμένου τινὸς καὶ πείσαντος σὺ τὴν εἰσήγησιν ταύτην ἐν ἀληθείᾳ κακίζεις, προσποιῇ δὲ ἐπαινεῖν, καὶ ἄλλο τι δεῖ προστιθέναι ἕτερον αὐτῷ ἀκόλουθον· ἁρμόσει γάρ σοι λέγειν, ἐσφάλην τοῦ προσήκοντος, ἐγὼ μὲν γὰρ ᾤμην τοιάδε αὐτὸν γράφειν καὶ τοιάδε, οἷον ὡς ἐπ’ ἐκείνου. ἔγραψεν ὁ Περικλῆς δῃοῦν τὴν Ἀττικήν· γράφει ὁ Νικίας ἀπὸ τῆς Ἐλευσῖνος ἄρχεσθαι. λέξει γὰρ ὁ Νικίας, ὅτι ἐγὼ μὲν ᾤμην πρότερον, ὅτε ἐκκλησίαν τις ἐπήγγελλε καὶ παρῆλθε Περικλῆς, ταῦτα τὰ εἰωθότα λεχθήσεσθαι, ἀμύνεσθαι ὑπὲρ τῆς χώρας καὶ κινδυνεύειν, καὶ ὅσα ἄλλα τοιαῦτα. ἀλλ’ ὁ σοφὸς Περικλῆς τούτων μὲν ὑπερεῖδεν, εὖ γε ποιῶν καὶ καθ’ ἑαυτόν· ἠκούετε δὲ οἷα διεξῄει, οἷα μηδεὶς πρότερον· τί οὖν ἕπεται τούτοις, ἀρχὴν ζητῆσαι καὶ τόπον, ἀφ’ οὗ ἀρξόμεθα. ἁρμόσει δὲ τοῦτο καὶ ἀγωνιστικοῖς ἐνισταμένων ἡμῶν ἐνίοτε πεφεισμένως μέντοι καὶ ταμιευομένων ἡμῶν τοὺς πλείστους τρόπους τῶν μεταληπτικῶν. γένοιτο δ’ ἂν τοῦτο ὁπόταν εἰσηγήσει τινὸς ἀντιλέγῃς ἢ εὐθύναις, οἷον ὡς ἐπ’ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν. ἀντιλέγει τις, οἷον ἐγὼ μὲν ᾤμην ἄλλους πόρους τινὰς τοῦτον ἐρεῖν χρημάτων εἰσφορᾶς. Ἀπὸ ἐπαγγελίας δὲ καθιστάμεθα, ὁπόταν οἱ ἀκούοντες ἐπιζητῶσι τόδε τι κεφάλαιον, δηλονότι τὸ συνέχον, σὺ δὲ λέγῃς σπεύδειν μὲν ἐπ’ αὐτὸ καὶ ἡδέως ἂν ἀπ’ αὐτοῦ τὴν ἀρχὴν ποιήσασθαι, εἶναι δὲ ἀναγκαῖον ἄλλα τινὰ πρὸ αὐτοῦ εἰπεῖν, ἢ ὁπόταν δοκῇς μέρει τινὶ τῶν κεφαλαίων ἀσθενὴς εἶναι καὶ λέγῃς μὴ οὕτως ἀσθενῆ δείξειν, ἀλλὰ καὶ ἰσχυρότατα· ἢ ὁπόταν τοῦ ἐναντίου δοκοῦντος ἰσχυρίζεσθαί τινι κεφαλαίῳ λέγῃς ἐπαγγελλόμενος, οὐ πρὸς ἐκείνου μᾶλλον ἢ πρὸς ἡμῶν εἶναι.
353 ΠΕΡΙ ΔΙΗΓΗΣΕΩΣ. Ὅτι μὲν αἱ διηγήσεις πραγμάτων γενομένων ἐκθέσεις, καὶ ὅτι μάλιστα πιθανότητος καὶ σαφηνείας δεῖ ἐν διηγήσει, καὶ ὅτι διττὸν τὸ γένος τῶν διηγήσεων, τὸ μὲν διὰ ψιλῶν πραγμάτων, τὸ δὲ μετὰ διανοιῶν ἐξεταζομένων καὶ κατασκευῶν προστιθεμένων, ἑτέροις λέγειν ἀφίημι, καὶ ὅτι αἱ μὲν ἱστορικαί, ὧν πολὺ εἶδος ἐν συγγραφαῖς, αἱ δὲ ἀγωνιστικαὶ οἷον παρὰ τοῖς πολιτικοῖς. ἔλθοιεν δ’ ἄν ποτε καὶ ἱστορικαὶ πρὸς πολιτικόν. ἔσται μὲν πολιτικὸς ὁ λόγος, δεῖ δὲ τὸ ὕπτιον αὐτῶν ἐπανορθοῦσθαι διὰ τῶν γοργῶν σχημάτων. ἐῶ δὲ κἀκεῖνο λέγειν, ὅτι ὁ μὲν Λυσίας κατὰ ὄρθωσιν ἀνηπλωμένως τὰς διηγήσεις, ὁ δὲ Δημοσθένης πλαγιάζων μετ’ ἐννοίας εἰσάγει, καὶ ὁ μὲν ψιλάς, ὁ δὲ συμπερινοῶν τι αὐταῖς. εἰ δὲ δὴ βούλει κἀκεῖνο μαθεῖν, ὅτι πρώταις διηγήσεσιν οὐ χρὴ προεκκενοῦν τὰ πράγματα, ἀλλὰ συμμέτρως, καὶ ὅτι ἐνίοτε οὐ διηγητέον, ὅταν καθ’ ἡμῶν ἡ διήγησις ᾖ, ὅταν δὲ τὰ μὲν τῶν πραγμάτων ὑπὲρ ἡμῶν ᾖ, τὰ μὲν ὑπὲρ ἡμῶν διηγητέον, τὰ δὲ καθ’ ἡμῶν ἐν ταῖς ἀντιθέσεσι, τηρητέον καὶ λυτέον· ἔτι γε μὴν ἐκεῖνο εἰδέναι ἄξιον, ὅτι διήγησις τοῦ ἀφηγηματικοῦ τούτῳ διαφέρει, ὅτι ἡ μὲν διήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἐν τῷ πράγματι τῷ κρινομένῳ ἀφήγησις, τὸ δὲ ἀφηγηματικὸν πολλάκις κἀν τοῖς κεφαλαίοις τίθεται, ὅταν ᾖ ἐκ παραδειγμάτων, ἢ λύσιν γεγονότων τιθέντες ἀφηγηματικῷ σχήματι εἰσάγωμεν. εἰδέναι δὲ χρή, ὅτι καταστάσεως ἀφήγησις ταύτῃ διενήνοχεν, ὅτι ἡ μὲν ἀφήγησίς ἐστιν αὐτῶν τῶν γεγονότων ἔκθεσις, ἡ δὲ κατάστασις ἐξ ἰδίας ἐννοίας τοῦ λέγοντος καὶ τὰ ἀντιπίπτοντα προαναιρεῖ ἐκ τῆς τῶν ἀκουόντων ἐννοίας· καὶ ἡ μὲν διδάσκει τὸ πρᾶγμα, ἡ δὲ προκαθίστησι τοὺς ἀκροατὰς πῶς δεῖ ἀκούειν τῶν πραγμάτων.
354 Ταῦτα μὲν οὖν καθολικώτερον ἐπὶ πασῶν διηγήσεων, νῦν δὲ ὥσπερ εἰώθαμεν περὶ τῶν γενικῶν διηγήσεων εἴπωμεν. ὅπου ἂν δωρεὰν ἢ αὐτοὶ αἰτῶμεν, ἢ ἄλλῳ γράψωμεν μέγα τι κατειργασμένῳ, ἁρμόσει διηγεῖσθαι τὰ πεπραγμένα οὐχ ἁπλῶς, ἀλλὰ προπαραιτησάμενον μηδενὶ ἐπαχθὲς παραστῆναι, καὶ τὸ ἄκοντα δοκεῖν λέγειν αὐτά. ἔσται δὲ καὶ αὔξησις τῆς εὐεργεσίας οὐκ ἐὰν ἁπλῶς διέλθῃς τὰ κατωρθωμένα, ἀλλ’ ἐὰν πρότερον αὐξήσῃς τὸ μέγεθος τῶν προτέρων συμφορῶν ἃς ἀπήλλαξεν, ἢ τὴν δύναμιν τῶν ἐχθρῶν ἣν ἔπαυσεν, οἷον ὡς ἐν τῷ Ἕρμωνι Ἀψίνης ἢ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι γράφει τις τὸν Κόνωνα μετὰ τὴν ἀνάστασιν τῶν τειχῶν τῶν αὐτῶν τιμῶν Ἁρμοδίῳ καὶ Ἀριστογείτονι τυγχάνειν. προνοητέον δὲ ἐν τοῖς τοιούτοις ὅπως μὴ πάντα ἐκκενώσῃς τὰ κατωρθωμένα ἐν διηγήσει, ἀλλὰ καὶ τοῖς κεφαλαίοις φυλάξῃς τινά· κἀκείνου δὲ προνοητέον, ὅπως ἂν διατρίβων ἐπιτρέχειν δοκῇς ἕνεκα τοῦ ἐπαχθοῦς, καὶ μάλιστα ὅταν περὶ σεαυτοῦ λέγῃς. ἔσται δὲ τοῦτο ἐὰν τὰ πολλὰ διάγῃς, καὶ τὰ μὲν παραλείπειν λέγῃς οὐδὲν ἧττον ἐργαζόμενος αὐτά, τὰ δὲ προηγουμένως εἰσάγων. Ἐν τοῖς ἐξ ἀποβάσεως ζητήμασιν (ἐξ ἀποβάσεως δὲ λέγω ὅπου ψηφίσματος ἢ νόμου ἢ ἄλλου τινὸς τοιούτου γραφέντος ἢ πραχθέντος τοιοῦτό τι ἀπέβη) ἁρμόσει σοι εἰσάγειν τὴν διήγησιν ἐξ ἀντεξετάσεως, οἷα ἦν τὰ πρότερον καὶ οἷα νῦν συμβέβηκεν, ὡς ἐπ’ ἐκείνου· ἔθηκεν ὁ Λεπτίνης τὸν νόμον, οὐ πέμπει τὸν σῖτον ὁ Λεύκων, καὶ κρίνεται ὁ Λεπτίνης ἁρμόσει σοι λέγειν· σκέψασθε τοὺς καιροὺς παρ’ ἀλλήλους θέντες τούς τε πρότερον καὶ τοὺς νῦν.
355 οὐκοῦν πρότερον μὲν καὶ τῇ παρὰ τῶν ἀγαθῶν ἀνδρῶν εὐνοίᾳ καὶ δόξῃ καὶ εὐπορία καὶ παρασκευῇ τῇ πάσῃ ἡ πόλις εὐθήνει, ὡς μὴ μόνον αὐτὴν ἔχειν τὰ ἐφ’ ἡμέραν, ἀλλὰ καὶ διακόσια τάλαντα, ἃ διῴκησε Καλλισθένης προσπεριγενέσθαι· τὰ δὲ νῦν ὁρᾶτε οἷα συμβαίνει διὰ τὸν νόμον. καὶ πάλιν ἐπ’ ἐκείνου· Σκύθαι πόλιν ᾤκησαν, καὶ νοσούντων ἀξιοῖ τις ἀφίστασθαι τῆς πόλεως· καὶ γὰρ ἐνταῦθα τῷ κατὰ ἀντεξέτασιν Ἀψίνης ἐχρήσατο. Ἐν τοῖς ἐξ ἀκολούθου προβλήμασιν (ἐξ ἀκολούθου δὲ λέγω, ὅταν ἤτοι δεδογμένου τινὸς ἤδη ἢ πεπραγμένου ἄλλο ἑξῆς εἰσηγώμεθα) ἁρμόσει λέγειν ὅτι ἤδη μὲν τὸ πλεῖστον μέρος τῆς συμβουλῆς προκατείργασται· ὅπου γὰρ τόδε καὶ τόδε πέπρακται καὶ ἐνταῦθα σύμμετρός ἐστιν ἡ διήγησις τῶν πεπραγμένων, οἷον ὡς ἐπ’ ἐκείνου, μετὰ τὰ ἐν Κυζίκῳ γράφει Ἀλκιβιάδης ἐπὶ Σικελίαν πλεῖν. ἁρμόσει γὰρ τούτῳ λέγειν ἐν τῇ διηγήσει οὕτως· ἤδη μὲν οὖν προκατείργασται τοῦ πρὸς Σικελιώτας πολέμου πλεῖστον μέρος· ἐν οἷς γὰρ εἶχον τὰς πλείστας ἐλπίδας Συρακούσιοι Λακεδαιμονίοις, οὗτοι πῶς κακῶς διάκεινται ἐνθυμήθητε. κἀνταῦθα σύμμετρος ἡ διήγησις τῶν πεπραγμένων· καὶ πάλιν ὡς ἐπ’ ἐκείνου, μετὰ τὴν νίκην ὁ Ἑρμοκράτης γράφει ἐπ’ Ἀθήνας πλεῖν. Ὅπου ἂν ἀδόξου προσώπου καὶ διαβεβλημένου κατηγορῶμεν, ὡς καὶ ἄλλοις τισὶν ἄνευ τῆς γραφῆς δοκεῖν ὑπεύθυνον δοκεῖν εἶναι, ἁρμόσει σοι τὴν διήγησιν οὐ ψιλὴν εἰσάγειν, ἀλλὰ μετὰ κατηγορίας οἷον ὡς ἐπ’ ἐκείνου. ἔγραψεν ὁ Ἀριστογείτων μισθοῦ μυεῖν, καὶ κρίνεται. ἁρμόσει γὰρ εἰσβαλεῖν οὕτως· Ἀριστογείτονι τούτῳ οὐκ ἤρκει τὰ ἄλλα σύμπαντα, οὐ νόμων καταλύσεις, ὑφ’ ὧν κωλύεται τῆς πολιτείας, οὐ κλοπαὶ δημόσιαι, οὐ τὰ ὀφλήματα, οὐ τὸ αἰτίαν παρασχεῖν καὶ αὐτῆς τῆς ἀπορίας, ἀλλ’ ἔτι καὶ τοῖσδ’ ἐπετόλμησεν.
356 ὅταν ἐνδόξου προσώπου κατηγορῶμεν, ἁρμόσει ἐν ἀρχῇ τῆς διηγήσεως καὶ δοῦναί τινα ἔπαινον αὐτῷ, οἷον, ἐγὼ τὸν μὲν ἄλλον τἀνδρὸς οὐκ αἰτιῶμαι βίον, εἰ δὲ βούλεσθε, καὶ ἐπαινῶ τὰ πλείω, ἀλλ’ ὤφελέ γε μέχρι τούτου ἵστασθαι. νῦν δὲ ὑποδείξας ἀρχὴν ἐκ τοῦ πιστευθῆναι καλὴν οἷα εἰργάσατο σκέψασθε. ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης, Λύσανδρος ἀρχὴν ὑποδείξας καλήν· ἢ πάλιν ἐπ’ ἐκείνου, ὁ Λυκοῦργος ὁ θεὶς τὸν τῆς ξενηλασίας νόμον κρίνεται. εἰ δὲ ἀμφίδοξον εἴη, ἁρμόσει αὐτὰ τὰ πεπραγμένα ψιλὰ διεξελθεῖν. Ὅταν συνεχῶς πραττόμενα ᾖ τινα καὶ ἀποτροπὴν αὐτῶν εἰσηγώμεθα, ἁρμόσει οὕτως εἰσάγειν· ἐμὲ γὰρ καὶ πάλαι ἐλύπει τὰ πραττόμενα, καὶ ἐζήτουν ἀποφυγήν τινα, οὐ μὴν ἀλλὰ τέως μὲν ἐπεῖχον, καὶ λέξεις αἰτίας, δι’ ἃς ἐπέσχες. νῦν δὲ εἰς μέσον ἤνεγκα τὴν ἐμαυτοῦ γνώμην ὁρῶν εἰς ἀπέραντον μὲν ὑμῖν προχωροῦν τὸ δεινόν, συμβαίνοντα δὲ καὶ ταῦτα· ὡς ἐπ’ ἐκείνου, πολλάκις ἐπὶ Κατάνην ἐρρύη τὸ πῦρ, καὶ βουλεύονται περὶ μετοικισμοῦ. καὶ πάλιν, πολλάκις τις χρώμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου, ἢ πάλιν, πολλάκις κατατρέχοντος Φιλίππου Χερρόνησον συμβουλεύει Δημοσθένης τὸν Ἰσθμὸν διορύξαι. ἀλλὰ κἂν ἐν πολλῷ τινι χρόνῳ ᾖ μεμενηκώς, ὡς ἐπὶ τῷ Περικλεῖ ὁ Ἀριστείδης ἐποίησεν. Ὁπόταν τις εὖ δοκῇ ποιεῖν, καὶ ἀντιλέγῃς αὐτῷ ἢ κατηγορῇς, μᾶλλον καταστάσεως χώρα ἔσται, καὶ τὴν γνώμην αὐτοῦ ἐξετάσεις, μεθ’ ἧς ποιεῖ, ὡς ἐπὶ τοῦ βασιλέως τοῦ μετὰ τὰ Μηδικὰ πέμψαντος τῇ ἀρίστῃ τῶν πόλεων στέφανον· ἐξετάσεις γὰρ αὐτοῦ τὴν γνώμην, ὅτι συγκροῦσαι βούλεται τὰς πόλεις· ἢ πάλιν ἐπ’ ἐκείνου· ἔπεμψε στέφανον Φίλιππος τῇ θεῷ μετὰ Ὄλυνθον. Ὁπόταν ἡττηθῶμεν ἐν τῇ προτέρᾳ κρίσει, καὶ περὶ ἑτέρων πάλιν ἀγωνιζώμεθα, ἁρμόσει ἐν τῇ βαρύτητι ἀπολογήσασθαι καὶ ἅψασθαι τῶν δικαστῶν, οἷον εἰ λέγοις· τὰ μὲν οὖν πρώην κεκριμένα ὅπως δήποτε ἔσχεν, ἀφίημι καὶ οὐ λέγω τοῦτο ὅτι πολλὰ καὶ παραπεισθέντες πολλάκις ἔπραξαν δικασταί, οὔτε εἰς τοῦτο φέροντες δίκαια· ἐκ δὲ τοῦ ἐναντίου αὐτὸ τοῦτο συμπεπλέχθαι καὶ λέγειν· ἤδη μὲν οὖν μαρτύριον ἱκανὸν τῆς τούτου πονηρίας ἡ πρώην κρίσις.
357 Ὁπόταν ἀδίκημά τι μέγα τινος κατηγορῶμεν, οἷον τυραννίδα, ὡς εἰ Κριτίαν κρίνοντες, ἁρμόσει ἐπισημηναμένῳ τὸ μέγεθος τοῦ τολμήματος, ὡς οὐκ ἐφικτὸν λόγῳ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν· καὶ ἔσται καθ’ ὑπογραφὴν ὁ λόγος. Ὁπόταν ἀδίκημά τινος κατηγορῶμεν, δοκοῦν μικρὸν εἶναι, ἄξιον τοῦτο αὐτὸ ἐπισημηνάμενον, ὡς οὐ χρὴ προλαμβάνειν οὐδὲ προκαταγινώσκειν τοῦ ἀγῶνος, ὡς περὶ μικρῶν, ἀλλὰ περιμένειν τὴν ἀκρόασιν οὕτω διηγεῖσθαι. Ὁπόταν πάθος τι μέλλωμεν διεξιέναι, οἷον λοιμώδη φθορὰν ἤ τι τοιοῦτον, ἁρμόσει ἐπισημηνάμενον ἐν καταστάσει, ὡς ἔστιν οἰκτρὰ καὶ ἀνιαρὰ τὰ ῥηθησόμενα, ἀναγκαῖα δέ, οὕτως εἰσβάλλειν εἰς τὴν διήγησιν, εἶτα προαγαγεῖν δι’ ὑπογραφῆς τὸν λόγον· ταῖς γὰρ ὑπογραφαῖς μάλιστα τὰ πάθη χαίρει ἐν ταῖς διηγήσεσι. μὴ πειρῶ εἰς τὰ καθ’ ἕκαστα καθιέναι· εἰ δὲ μή γε, εἰς εὐτέλειαν ἐκπεσεῖται ὁ λόγος· ἀλλὰ τὰ μὲν προφανῶς εἰπὲ ἐν εἴδει, τὰ δ’ ἐν γένει· ἔνια δὲ καὶ ἀποσιωπᾶν καὶ παραλείπειν. Ὁπόταν ἀτόπου τινὸς συμβαίνοντος εἰσηγῆταί τις τρόπον ἐπανορθώσεως, καὶ αὐτὸς μὲν οἷα τὰ συμβαίνοντα διηγήσηται, ὁ δὲ ἀντιλέγων αὐτῷ τὸν τρόπον τῆς ἐπανορθώσεως μέμφηται, πῶς προκαταστήσεται, λέλεκται.
358 φήσει γὰρ ὅτι ἐγὼ μὲν τουτὸν προσεδόκων λέξειν εἰς ἐπανόρθωσιν τῶν δυσχερῶν, οἷα καὶ ὑμῶν ἤκουον τῶν πλείστων λεγόντων, καὶ αὐτὸς αὐτίκα δὴ λέξω· ὁ δὲ οἷα εἰσηγήσατο ὁρᾶτε. Ὅλως δὲ καθόλου τῶν διηγήσεων αἱ μέν εἰσι παθητικαί, αἱ δὲ ἠθικαί, αἱ δὲ σφοδραί, αἱ δὲ πάνυ ἐν βαρύτητι, αἱ δὲ ἐγκωμιαστικαί, αἱ δὲ μέσαι· τῶν δὲ μέσων αἱ μὲν δημόσιαι αἱ δὲ ἰδιωτικαί. αἱ μὲν οὖν ἐγκωμιαστικαὶ [καὶ] εὐεργεσιῶν διέξοδον ἔχουσιν· αὗται τοίνυν πομπικώτεραι καὶ πανηγυρικώτεραι· πρόσεστι δὲ αὐταῖς τὸ ἐπαχθές· τοῦτο τοίνυν ἐπανορθωτέον ἢ διὰ τῶν προπαραιτήσεων, ἢ τῷ ἀναγκαῖον δεικνύναι τὸν λόγον τὰ πολλὰ προσποιούμενον παραλείπειν, ἢ ἐξ ἀναιρέσεως τὰ πολλὰ εἰσάγοντα, ἢ ἀσυνδέτως· τάχιον γὰρ φαντασίαν ποιεῖ τὸ σχῆμα, ἤγουν τὸ κατ’ ἐπιδρομήν, ὡς ἔφη Ἀψίνης ἐν τῷ κατὰ Μειδίου γεγενῆσθαι, ἐπειδή περ ἔμελλεν αὐτὸν ἐγκωμιάσειν. Αἱ παθητικαὶ διηγήσεις οὐ πολὺν ἔχειν ὀφείλουσι κόσμον, ἐκλύουσι γὰρ τὸ ἐναργὲς τοῦ πάθους. χρήσιμοι γὰρ ἐν αὐταῖς καὶ αἱ διαπορήσεις· τί χρή, σιγᾶν ἢ λέγειν; καὶ οἱ μελλησμοί· ἐγὼ μὲν καὶ πρὸς αὐτῷ καθιστάμενος τῷ πάθει ἀναχωρῶ καὶ διαμέλλω. χρήσιμοι δ’ ἐν αὐταῖς καὶ αἱ ἀντεξετάσεις τῶν [προτέρων] προγεγενημένων εὐπραγιῶν, καὶ οὐκ ἔδει μὲν ἄχρι τούτων προελθεῖν, λέγειν δὲ ἀνάγκη· καὶ τὸ διὰ μέσου γενόμενον τῆς ἀφηγήσεως ἀποσιωπήσει χρήσασθαι· οὐκέτ’ ἂν δυναίμην τὰ πλείω λέγειν. χρήσιμοι δὲ ἐν αὐταῖς καὶ οἱ σχετλιασμοὶ καὶ αἱ ἐπαναλήψεις „Θῆβαι δὲ Θῆβαι.“ χρήσιμοι δὲ καὶ αἱ ὑπογραφαί· ὑπογραφὰς δὲ λέγω τὰ τοιαῦτα, „οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα.“ ταῦτα γὰρ ὑπογραφικὰ καλεῖται. Αἱ σφοδραὶ διηγήσεις μάλιστα κατὰ τῶν ἐνδόξων γίνονται.
359 εἰσάγονται δὲ οὐ ψιλαί, ἀλλὰ πολλάκις μετὰ κατηγορίας, ὅταν μὴ μόνον εἴπωμεν τὸ κρινόμενον, ἀλλὰ καὶ τὸν ἄλλον βίον τοῦ κρινομένου. παρακατηγορήσομεν δὲ συμμέτρως· ἐξαγώνιον γὰρ τὸ τοιοῦτον δοκεῖ. καὶ κατὰ ἀναίρεσιν ἐνίοτε αὐτὰ εἰσάξομεν· οὐ λέγω τόδε οὐδὲ τόδε. ἐνίοτε δὲ καὶ ἀξιοπιστίας ἕνεκα καὶ παραλείπειν ἔνια προσποιησόμεθα διὰ τὸ πλῆθος τῶν ἐνόντων εἰπεῖν, καὶ οὐχ ἁπλῶς λέξομεν ἃ τετόλμηκεν, ἀλλὰ καὶ τὴν διάνοιαν προσεξετάζοντες. ἁρμόσει δὲ ἐν ταῖς τοιαύταις τὰ ἀποστατικὰ σχήματα καὶ ὅσα ἀκμαῖα· καὶ γὰρ τὰ εἰς ἀρχὴν ἀνάγοντα εἰσάγειν ἁρμόσει· αἱ δὲ ὑπογραφαὶ τῶν τετολμημένων χρήσιμοι· καὶ μὴ ἀνεπισημάντως προσβάλῃς, ἀλλ’ ἐν καταστάσει τὸ μέγεθος ἐπισημηνάμενος. Αἱ ἠθικαὶ διηγήσεις διχῶς νοοῦνται, ἢ ὡς ἐσχηματισμέναι, ἢ ὡς ἦθος ἔχουσαι ὑφειμένον. καὶ περὶ μὲν τῶν ἐσχηματισμένων κάλλιον ἐν τῷ περὶ προκαταστάσεως λέλεκται· αἱ δ’ ὑφειμέναι διηγήσεις, ὅταν ἢ πρὸς οἰκεῖον πρόσωπον ἢ ἔνδοξον γίνωνται. ἐν ταύταις προσκατηγορίας μὲν οὐ σφόδρα καιρός· αὐτὰ δὲ τὰ πράγματα δεῖ λέγειν, ἢ τοῦ προσώπου προσάπτεσθαι, καί τι καὶ δοῦναι τὴν πρώτην τῷ ἀντιδίκῳ καὶ ἐπαινέσαι, οἷον ἐγὼ τὸν μὲν ἄλλον βίον τἀνδρὸς οὐκ αἰτιῶμαι, ἀλλὰ καὶ ἐπαινῶ τὰ πλείω, πλὴν ἀλλ’ ὤφελεν ἄχρι τούτου ἵστασθαι, ὡς ἐν τῷ Λυσάνδρῳ Ἀψίνης ἠθικῶς ἥψατο τῆς διηγήσεως μάλα τὴν πρώτην ἐπαινέσας· ἔνδοξον γὰρ ἦν τὸ πρόσωπον. ὅταν δὲ τὸ μὲν πρᾶγμα ἄδοξον ᾖ, τὸ δὲ πρόσωπον ἔνδοξον ἢ τοὔμπαλιν, ἀτελὲς τὸ ἦθος· ὅταν δὲ ἀμφότερα δοκοῦντα ἔνδοξα, πλεῖον τὸ ἦθος καὶ ἡ ἀπαγγελία ἐνταῦθα ἐπιμελεστέρα. καὶ αἱ παραιτήσεις χρήσιμοι γίνονται. ἐνίοτε δὲ οὐδὲ διηγητέον ἐν τοῖς τοιούτοις· αἱ γὰρ περὶ μεγάλων ἀφηγήσεις ἐν τοῖς δημοσίοις καὶ κόσμου μετέχουσι πλείονος καὶ κατὰ πλαγιασμὸν εἰσάγονται καὶ κατ’ ἐμβολὰς προαναιροῦνται.
360 ΠΕΡΙ ΛΥΣΕΩΝ [ΚΑΙ] ΑΝΤΙΘΕΣΕΩΝ. Τῶν ἀντιθέσεων αἱ μέν εἰσιν ἔντεχνοι, αἱ δὲ ἄτεχνοι. ἄτεχνοι μὲν οὖν ὅσαι ἢ ἀπὸ γεγονότων ἢ ἀπὸ ἐγγράφων τίθενται. ἀπὸ γεγονότων μὲν ὡς ἐκεῖναι, ὅσαι ἀπὸ παραδειγμάτων, οἷον ὡς ἐν τῷ κατὰ Μειδίου· „ἀπήγγελλε τοίνυν τίς μοι περιϊόντα αὐτὸν συλλέγειν καὶ πυνθάνεσθαι, τίσι πώποτε συμβέβηκεν ὑβρισθῆναι καὶ λέγειν τούτους καὶ διηγεῖσθαι πρὸς ὑμᾶς μέλλειν, οἷον τὸν πρόεδρον“ καὶ τὰ ἑξῆς· ἀπὸ ἐγγράφων δέ, ὅταν ἢ νόμος ἢ ψήφισμα ἡμῖν ἀντιτεθῇ. ἄτεχνοι δὲ αἱ τοιαῦται καλοῦνται, διότι οὐκ ἐξ ἰδίας ἐπινοίας εὑρίσκει ταύτας ὁ ῥήτωρ, ἐξ ὡρισμένων δὲ καὶ γεγονότων ἔχει τὴν ὕλην. ἔντεχνοι δὲ καλοῦνται, ὅσας αὐτὸς ὁ ῥήτωρ εὑρὼν ἀντιτίθησιν ἡμῖν, οἷον ὡς ἐν τῷ πρὸς Λεπτίνην· „ἀλλά, νὴ Δία, φήσει ὡς ἐκ τοῦ νόμου τούτου λειτουργήσουσιν οἱ πλουσιώτατοι.“ ὡς ἐπὶ τὸ πλεῖστον δὲ αἱ ἄτεχνοι ἰσχυρότεραί εἰσι τῶν ἐντέχνων. διὰ τί; ὅτι αἱ μὲν ἀφ’ ὡρισμένων πραγμάτων λαμβάνονται καὶ σχεδὸν ὡμολογημένων, ταύτας δ’ εὕρηκεν ὁ ῥήτωρ, καὶ δεῖ αὐτὰς κριθῆναι. χρὴ δὲ τὰς μὲν ἰσχυρὰς ἀντιθέσεις, (ἰσχυρόταται δέ εἰσιν αἱ συνεκτικώταται τοῦ ἀντιδίκου) προδιαβάλλοντα εἰσάγειν ὡς μεμηχανημένας, καὶ ἀδόξοις τοῖς ὀνόμασι [καὶ] ὡς μάλιστα πειρᾶσθαι αὐτὰς ἀσθενῶς εἰσάγειν ἢ προσθέντα τι ὄνομα ἄδοξον ἢ ἀφελόντα, οἷον ὡς ἐπ’ ἐκείνου [οἷον] οἱ νησιῶται πωλοῦσι τὰ γένη, καὶ οὕτω πέμπουσι τὸν φόρον, καὶ βουλὴ πρόκειται. ἐνταῦθα τί ἐστι τὸ συνεκτικώτατον τοῦ ἀντιδίκου, τὸ συμφέρον· σὺ οὖν πῶς ἂν εἰσάγοις τὴν ἀντίθεσιν; ὃν τοίνυν αἴσχιστον εὑρήκασι λόγον καὶ οὐδαμῶς τῇ πόλει πρόσφορον, ἐκεῖνό ἐστι, τὸ ἀπὸ χρημάτων κέρδος προτείνονται, ὥσπερ δέλεαρ, ἀλυσιτελὲς ὂν τὸ τούτων ἀποστῆναι.
361 αἱ δὲ ἀσθενεῖς ἀντιθέσεις καὶ ἁπλούστεραι εἰσάγονται ἐνίοτε καὶ ἐξ ἀναιρέσεως, ἐὰν παρέλκωσιν· οὐ γὰρ ἐκεῖνό γ’ ἔστιν εἰπεῖν. ἐνίοτε δὲ καὶ ἰσχυραὶ ἀντιθέσεις ἁπλῶς καὶ ἐκ προφανοῦς εἰσάγονται, ὅταν πάνυ θαρρῶμεν τῇ λύσει, καὶ ἔχῃ ἀξιόπιστον τοῦτο. Τίθενται δὲ πᾶσαι αἱ ἀντιθέσεις τριχῶς· ἢ γὰρ αὐτὰς τὰς ἀντιθέσεις τίθεμεν, (ἤγουν τὰς προτάσεις τῶν ἀντιθέσεων καθ’ ἑαυτὰς ὡς ἀντιθέσεις προστίθεμεν) ἢ ταῖς προτάσεσι τὰς κατασκευὰς συνάπτοντες οὕτω τίθεμεν τὴν ἀντίθεσιν, ἢ τὰ ἑπόμενα τῇ ἀντιθέσει τίθεμεν. ἀντιθέσεις μὲν οὖν τίθενται οὕτως, * ὡς ἐν τῷ τῆς παραπρεσβείας· δεινὰ ποιεῖς, ὦ Δημόσθενες, τῶν συμπρέσβεων κατηγορῶν. εἶτα ἡ λύσις, ὅτι ἀναγκαῖον ἦν μοι διὰ τὰ τετολμημένα τοῖς πρέσβεσι καὶ διὰ τὸ μὴ δόξαι κοινωνεῖν αὐτοῖς· εἶτα ἡ κατασκευὴ τῆς ἀντιθέσεως. ἀντίθεσις, ποῦ ἅλες; ποῦ τράπεζαι; ποῦ σπονδαί; εἰ γὰρ δεινὸν τὸ συμπρέσβεων κατηγορεῖν, τί τούτου κατασκευαστικόν; τὸ μήτε ἁλῶν μήτε σπονδῶν φείσασθαι. εἶτα πάλιν πρὸς τοῦτο ἡ λύσις. Συνάπτεται δὲ ἀντιθέσει κατασκευὴ τῆς ἀντιθέσεως ἐπ’ ἐκείνου. „εἰ δέ τις ὑμῶν οἴεται δυσπολέμητον Φίλιππον εἶναι.“ μέχρι τούτου ἡ ἀντίθεσις, εἶτα ἡ κατασκευὴ τοῦ δυσπολεμήτου· „ὁρῶν τό τε πλῆθος τῆς ὑπαρχούσης αὐτῷ δυνάμεως καὶ τὸ τὰ χωρία πάντα προειληφέναι“ καὶ τὰ ἑξῆς. Ἑπόμενον δ’ ἀντιθέσει ὡς ἐν τῷ κατ’ Ἀνδροτίωνος· „ὡς οὐχ ἡ βουλὴ γέγονεν αἰτία τοῦ μὴ πεποιῆσθαι τὰς ναῦς, ἀλλ’ ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετ’ ἔχων πέντε ἡμιτάλαντα·“ εἶτα τὸ ἑπόμενον· „καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν.
362 “ εἰ γὰρ ἀπέδρα λαβὼν ἀργύριον, ἕπεται τὸ ἀτύχημα λογίζεσθαι τὸ συμβάν. Ἴδωμεν τοίνυν ἑκάστου τὸν καιρόν. ὅταν μὲν οὖν πάνυ θαρρῶμεν τῇ λύσει, συνάψομεν τῇ ἀντιθέσει καὶ τὰς κατασκευὰς καὶ ποιήσομεν ἀξιοπιστίαν· τότε δὲ δοκοῦμεν πάνυ θαρρεῖν τῇ λύσει, εἰ [καὶ] κατασκευάσαντες τὴν ἀντίθεσιν πολλὰς παρέχομεν τὰς λύσεις, τὰς κατασκευὰς δὲ αὐτῆς διελόντες ὡς ἀντιθέσεις εἰσάγομεν, ἵνα πυκνὸς καὶ ἀγωνιστικὸς ὁ λόγος γένηται, ὡς ἐν τῷ δευτέρῳ τῶν Φιλιππικῶν· μία μὲν γὰρ ἦν ἀντίθεσις, ὅτι φοβερὸς ὁ Φίλιππος. κατασκευαὶ δὲ τούτου τίνες; ὅτι χωρία εἴληφεν, ὅτι συμμάχους ἔχει, ὅτι πεζεταίρους ἴσχει, ὅτι τὸν Μακεδονικὴν δύναμιν περιέχει. ταύτας γὰρ τὰς κατασκευὰς ὡς ἀντιθέσεις εἰσήγαγε, δι’ ἃς εἴπομεν αἰτίας. Ἐνίοτε δὲ καὶ τὸ ἑπόμενον τῇ ἀντιθέσει προστίθεται, ἵνα ἀπ’ αὐτοῦ λαβὴν ἔχοντες ῥᾷον λύωμεν, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος ὁ Δημοσθένης· προειπὼν γὰρ τὴν ἀντίθεσιν, „ὡς ὁ τῶν τριηροποιῶν ταμίας ἀποδρὰς ᾤχετ’ ἔχων πέντε ἡμιτάλαντα,“ εἶτα προστιθεὶς τὸ ἑπόμενον, „καὶ τὸ ὅλον πρᾶγμα ἀτύχημα συμβέβηκεν.“ ἐκ τούτου ἔσχεν ἀφορμὴν τῆς λύσεως. δεῖ δὲ καὶ πιθανὰ εἶναι τὰ λεγόμενα, ἵνα μὴ ἡμεῖς αὐτὰ κακοτεχνοῦντες δοκῶμεν προσάγειν, ἀλλ’ αὐτὴ ἡ φύσις τῶν πραγμάτων ἐφέλκεσθαι. Ἐνίοτε δὲ καὶ μὴ θέντες ἀντίθεσιν τὰς λύσεις αὐτῆς τίθεμεν. τοῦτο δὲ γίνεται, ὅταν ἢ πάνυ βαρύνῃ ἡμᾶς ἡ ἀντίθεσις ἐκ προφανοῦς τεθεῖσα, καὶ δέῃ αὐτὴν προανελεῖν λεληθότως ὡς ἐν τῷ πρώτῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης. τίς γὰρ ἦν πάνυ βαρύνουσα αὐτὸν ἀντίθεσις; ὅτι ἄπιστοι ἡμῖν Ὀλύνθιοι. τοῦτο τοίνυν μὴ θεὶς ἐκ προφανοῦς λέλυκε λεληθότως· „πρὸς δὲ τὰς καταλλαγάς, ἃς ἂν ἐκεῖνος ποιήσαιτ’ ἄσμενος πρὸς Ὀλυνθίους, ἐναντίως ἔχει.
363 “ καὶ γάρ ἐστι τύραννος Φίλιππος καὶ ὄλεθρος φύσει τοῖς δημοκρατουμένοις, καὶ ὑπὲρ μεγάλων Ὀλυνθίοις ὁ κίνδυνος, εἰ πεισθήσονται. καὶ ἐκ παραδείγματος· καὶ ἴσασιν ἅ τε Ἀμφιπολιτῶν ἐποίησε τοὺς παραδόντας αὐτῷ τὴν πόλιν, καὶ Πυδναίων τοὺς ὑποδεξαμένους, ταῦτα τοίνυν ἐστὶ συστατικὰ τοῦ πιστοὺς μὲν ἡμῖν μένειν, ἀπίστους δὲ τῷ Φιλίππῳ. ὅρα πῶς μὴ θεὶς τὴν ἀντίθεσιν τὰς λύσεις αὐτῆς τέθεικεν. κἀν τῷ ὑπὲρ τοῦ στεφάνου τὰ αὐτὰ πεποίηκεν. τίς γὰρ ἦν ὁ ἀντιτεθεὶς παρ’ Αἰσχίνου λόγος; ὅτι οὐδὲ προσήκων ἦν ἡμῖν ὁ πόλεμος, ὦ Δημόσθενες, ἀλλ’ ἐπ’ ἄλλους ᾔει Φίλιππος, σὺ δὲ ἀλλότριον πόλεμον ἐπεσπάσω, τούτου ἦν ἡ λύσις. ὁ δὲ μὴ θεὶς τὴν ἀντίθεσιν τὴν λύσιν αὐτῆς τέθεικεν εἰπών, „ἀλλὰ μὴν τὸν τότε συμβάντα ἐν τῇ πόλει θόρυβον.“ τί γὰρ ἐκ τούτου συνίστατο; ὅτι προσήκων ἡμῖν ὁ πόλεμος, ἐθορυβούμεθα. ἢ οὖν βαρυνούσης ἡμᾶς τῆς ἀντιθέσεως προεισάγομεν τὰς λύσεις, ἢ ὅταν μὴ οὔσης καταστάσεως δέῃ τὰς λύσεις καταστατικῶς ἀλλ’ οὐκ ἀγωνιστικῶς τεθῆναι, ὡς ἐν τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν πεποίηκεν ὁ Δημοσθένης· „ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, σφόδρ’ ἂν καὐτὸς ἡγούμην φοβερὸν τὸν Φίλιππον·“ εἰ γὰρ ὡς ἀντίθεσιν καὶ λύσιν ἐποίει, οὕτως ἂν εἶπεν, ἀλλὰ νὴ Δία φοβερὸς Φίλιππος, ἢ ἐξ ἀδίκων ηὔξηται· νῦν δὲ καταστατικῶς εἰσήγαγε τὰς λύσεις, δι’ ἣν εἶπον αἰτίαν. Ἐνίοτε δὲ καὶ ἡ μία ἀντίθεσις πλεονάκις εἰσάγεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· τίς γὰρ ἦν ἡ ἀντίθεσις, ὅτι ἀνάξιοί τινές εἰσι τῆς ἀτελείας. τοῦτο πολλάκις εἰσήγαγεν. „ἔστι δὲ τοῦτο δῆλον ὅτι Λεπτίνης δίκαιον μὲν οὐδὲν ἐρεῖ, φήσει δ’ ἀναξίους τινὰς εἶναι·“ καὶ πάλιν· „νὴ Δία ἀνάξιοι γάρ τινές εἰσι,“ καὶ πάλιν „εἶτ’ ἐπισύροντες ἐροῦσιν ὡς Μεγαρεῖς καὶ Μεσσήνιοί τινες ἀτελεῖς εἰσὶν ἀθρόοι καὶ παμπληθεῖς καὶ δοῦλοι καὶ μαστιγίαι.
364 “ Πολλάκις δὲ τὴν αὐτὴν ἀντίθεσιν λαμβάνομεν, ὅταν δαψιλεῖς ἔχωμεν ἐν αὐτῇ τὰς λύσεις καὶ δέῃ αὐτὰς διαιρεθῆναι, ἢ ὅταν ἰσχυρὰ δοκῇ εἶναι ἡ ἀντίθεσις καὶ δέῃ αὐτὴν ἀκριβῶς ἐξελεγχθῆναι. ὅταν δὲ μέλλῃς τὴν ἀντίθεσιν εἰσάγειν, δεήσει σοι καὶ ποικίλων τῶν σχημάτων καὶ τῶν εἰσαγωγῶν, ἵνα τὸ προσκορὲς ἀφέλῃς. Ἐνίοτε δὲ καὶ δύο ἀντιθέσεις κατὰ ταὐτὸ συνάπτοντες εἰσάγομεν, χωρὶς δὲ ἑκατέραν λύομεν. ἔστι μὲν καὶ παρὰ τοῖς ἀρχαίοις παραδείγματα, ἔστι δὲ καὶ παρ’ ἡμῖν ὡς ἐν ἐκείνῳ τῷ ζητήματι· τὸν προδότην ἔδει δεδέσθαι παρὰ τῷ στρατηγῷ, ἔστ’ ἂν εἴπῃ τοὺς ἄλλους· στρατηγὸς ἁλοὺς προδοσίας ἐδέθη παρὰ τῷ συστρατήγῳ, ὁ δὲ ἀπέκτεινεν αὐτὸν ὡς ἐπ’ αἰτίᾳ μοιχείας, καὶ κρίνεται συνειδότος. μετὰ γὰρ τὰς πρώτας ἀντιθέσεις ἔτι κἀκείνας τεθείκαμεν συμπλέξαντες· φησὶ γὰρ ὅτι καὶ αὐτὰ μὲν δι’ ἑαυτῶν φωρᾶται. περὶ δὲ τοῦ καὶ ἄλλως ἐγγενέσθαι διαφθεῖραι τὸν ἄνθρωπον αὐτῷ, εἰ τὴν ἐξ αὐτοῦ μήνυσιν ὑφεωρᾶτο, καὶ οὐκ ἂν ἐξὸν ἀκινδύνως τοῦτο πρᾶξαι μετὰ τῆς μεγίστης ζημίας προείλετο τοῖς τούτου προσθεῖναι τὴν γυναῖκα· τοῦτο εἰσῆκται μὲν ὡς μία ἀντίθεσις, τὸ δ’ ὡς ἀληθῶς εἰσὶ δύο, μία μὲν ἀπὸ τῆς βουλήσεως, ὅτι οὐκ εἰκὸς ἦν προσαπολέσαι με ἑλέσθαι τὴν γυναῖκα καὶ ὀνείδει περιβαλεῖν, εἰ μὴ ταῖς ἀληθείαις μεμοίχευτο, ἑτέρα δὲ ἀπὸ τῆς μεταλήψεως· εἰ καὶ ἄλλοι τρόποι ἦσαν ἀναιρέσεως, εἰ ἐβουλόμην ἀνελεῖν τὸν ἄνθρωπον. ὁ δὲ τὰς δύο συνάψας εἰσήγαγε. γνῴης δ’ ἂν ὡς ἀληθῆ λέγω καὶ ὄντως δύο εἰσὶν ἀντιθέσεις, καὶ ἀπ’ αὐτῶν τῶν λύσεων. διαφόρους γὰρ πρὸς ἑκατέραν ἠνέγκαμεν λύσεις, ὡς καὶ τῷ σχήματι ἐπεσημήναμεν εἰπόντες, πρῶτον μέν, ἵνα πρὸς τοῦτο ἀποκρινώμεθα, δεύτερον δέ· τοῦτο οὐκ ἂν εἴπομεν, εἰ μὴ ᾔδειμεν καὶ αὐτοὶ δύο ἀντιθέσεις τεθεικότες.
365 γίνεται δὲ τοῦτο καὶ συνάπτεται ἀντίθεσις ἀντιθέσει, ὅταν ἢ μίαν ἔχωμεν λύσιν θεῖναι, καὶ ἔστι τοῦτο ἄκρας δυνάμεως δεῖγμα, ἢ ὅταν ἕπωνται ἀλλήλαις αἱ ἀντιθέσεις καὶ συνᾴδωσιν, ὡς μίαν εἶναι δοκεῖν. ὅταν δὲ τοῦτο ποιήσῃς καὶ μέλλῃς διαφόρους πρὸς ἑκατέραν τιθέναι λύσεις, ἐπιμελητέον σοι καὶ τῶν σχημάτων σαφῶν καὶ εὐκρινῶν, ὡς μὴ σύγχυσιν εἶναι, ἀλλὰ τοῦ ἑνὸς εὐκρινῶς ἀποδειχθέντος οὕτως ἐπὶ τὸ ἕτερον μεταβῆναι. Πολλάκις δὲ καὶ ἐκ μάχης εἰσάγονται ἀντιθέσεις, ὅταν ἐναντίαι ὦσιν ἀλλήλαις, ποτὲ μὲν τοίνυν λέγουσιν, ὡς οὐκ ἔπραξαν, ποτὲ δὲ ὡς ἔπραξαν μέν, δικαίως δέ γε. ΠΕΡΙ ΛΥΣΕΩΣ. Λύσεων δὲ καθολικοὶ τρόποι εἰσὶ δύο, κατὰ ἀνατροπὴν καὶ κατὰ μέθοδον· καὶ κατὰ ἀνατροπὴν μὲν οὖν, ἐφόνευσας, οὐκ ἐφόνευσα. κατὰ μέθοδον δέ, οἷον, ἐφόνευσα μέν, ἀλλὰ δι’ αἰτίαν εὔλογον· ὁ μὲν οὖν κατὰ ἀνατροπὴν τρόπος κατασκευάζεται ἐκ τόπων τούτων, ἢ ἐκ τῶν ὑποκειμένων πραγμάτων, ὅταν αὐτὰ τὰ πεπραγμένα ἐναντία φαίνηται τοῖς εἰρημένοις ὑπὸ τοῦ κατηγόρου· ἢ ἐξ εἰκότων, εἰ εἰκὸς μὴ εἶναι ἀληθές, μήτε γὰρ βουληθῆναι διὰ τόδε μήτε δεδύνησθαι πρᾶξαι διὰ τόδε ἤ τι ἕτερον ἢ ἐξ ἀτέχνου πίστεως, οἷον μαρτυρίας, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ ὅλως ἐν ταῖς ἀνατροπαῖς τῶν λύσεων ἢ ζήτησις στοχαστικὴ ἢ ὁριστική, οἷον, ἀδικεῖς δημοσίᾳ, οὐκ ἀδικῶ· τί γάρ ἐστι δημοσίᾳ ἀδικεῖν; τὸ ναῦς προδοῦναι καὶ τὰ τοιαῦτα. Εἰσὶ δὲ τῶν ἀνατροπῶν αἱ μὲν ἁπλαῖ, αἷς ἥδε ἡ μέθοδος εἰσπίπτει, αἱ δὲ ἐκ περιουσίας, ὡς ἐπ’ ἐκείνου· εὐεργέτης ὁ Χαρίδημος, οὐκ εὐεργέτης· τοῦτο ἁπλοῦν· εἶτα μεθ’ ὑπερβολῆς, οὐ μόνον οὐκ εὐεργέτης, ἀλλὰ καὶ τάδε ἠδίκηκε.
366 γίνεται γὰρ μέθοδος ἢ κατὰ περιτροπήν, ὅταν ἐξ αὐτῆς ἣν ἂν εἴπῃ ὁ ἀντίδικος ἀντιθέσεως περιτρέπῃς αὐτόν, ὡς ἐν τῷ παραπρεσβείας ὀργιεῖται, φησί, Φίλιππος, εἰ καταψηφιεῖσθε τῶν πεποιημένων τὴν εἰρήνην· πρὸς τοῦτο ἀπήντησε τῷ κατὰ περιτροπήν. „ἐγὼ δὲ εἰ τοῦτό ἐστιν ἀληθές, ἀληθές, οὐκ ἔχω σκοπούμενος εὑρεῖν ὅ τι μεῖζον κατηγορήσω, εἰ γὰρ ὁ τῆς εἰρήνης χρήματα ἀναλώσας.“ ἢ κατὰ σύγκρουσιν, ὃ καὶ αὐτὸ δόξαι ἂν περιτροπῆς εἶναι, ὅταν μὴ λύσιν τιθῶμεν, ἀλλ’ αὐτὰς τὰς ἀντιθέσεις συγκρούωμεν ὡς ἐναντίας ἀλλήλαις, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· οὔ φημι δίκαιον εἶναι περὶ ἀμφοῖν λέγειν, ὡς οὐ παρὰ τὸν νόμον ἐστὶ τὸ ψήφισμα, καὶ ὡς οὐ διὰ τὴν βουλὴν οὐκ εἰσὶν αἱ τριήρεις· εἰ μὲν γὰρ διδόναι καὶ μὴ ποιησαμένῃ τὰς ναῦς ἔξεστι, τί τοῦτο δεῖ λέγειν, δι’ ὅντινα δήποτε οὐ πεποίηνται. ἢ κατὰ μείωσιν γίνεται λύσις, ἐπὰν ἀνελεῖν μὲν μὴ δυνώμεθα πάντη τὸ ὑπὸ τοῦ κατηγόρου λεγόμενον, ἀλλὰ συγχωρήσαντες ἐλαττώσωμεν αὐτό, ὡς ἐν τῷ πρὸς Λεπτίνην „ἀλλὰ χορηγούς,“ φησίν, „διὰ τοῦ νόμου ἕξομεν·“ τοῦτο ἐμείωσεν εἰπών, ὀλίγους εἶναι καὶ πέντε ἢ ἕξ. δεῖ δὲ πιθανῶς ποιεῖσθαι τὰς μειώσεις. ἢ τοὐναντίον κατὰ αὔξησιν, ὅταν ὁ μὲν ἀντίδικος ἐλαττώσῃ τὸ πρᾶγμα, σὺ δὲ κατ’ αὔξησιν ἀπαντήσῃς κατὰ πηλικότητα ἢ ποσότητα ἢ ἄλλο τι τῶν αὐξητικῶν ἢ κατὰ ἀντιπαράστασιν, ὅταν μὴ δυνάμενοι ἀνελεῖν τὸ παρὰ τοῦ ἀντιδίκου πάντη ἀντιπαραστήσωμεν αὐτῷ ἕτερον, ἢ καλὸν ἢ κακόν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· χορηγοὺς πολλοὺς ἡμῖν δίδωσιν ὁ νόμος. τοῦτο ἔλυσε πρῶτον μὲν κατὰ μείωσιν, ὡς ἐδείχθη ἐπάνω, εἶτα κατ’ ἀντιπαράστασιν ἀτόπου· χορηγοὺς δίδωσιν, ἀλλ’ εἰς αἰσχύνην ἄγει, ἀλλ’ εὐεργετῶν ἀφαιρεῖται.
367 κατὰ δ’ ἀντιπαράστασιν ἀγαθῶν, ὡς ἐν ἐκείνῳ· ἀδικεῖς τὰς ναῦς ἐμπρήσας· ἀλλὰ νίκην πεποίηκα, ἀλλὰ φυγῆς ἀπήλλαξα. ἡ δὲ ἀντιπαράστασις τὰ πολλὰ ἀπὸ τῶν ἐκβάσεων εὑρίσκεται, οἷον εὐπορίαν ποιεῖ τὸ μισθοῦ μυεῖν. ἀλλὰ τοῦτο ἐκβήσεται, ἀδοξία, ὀργὴ παρὰ θεῶν. ἠδίκησας διελὼν τὸ τεῖχος, ἀλλὰ νίκη ἀπέβη. Γίνεται δὲ ἀντιπαράστασις ἢ ἀφ’ ἑνὸς τῶν τελικῶν κεφαλαίων, ἢ κατ’ ἀντιπαράστασιν τρόπου, ἢ κατ’ ἐνδόξου κρίσιν, ἢ δήμου ἢ νόμου ἢ παραδείγματος ἢ προγονικῆς δόξης ἢ δίκης, καὶ καθόλου κατ’ ἀντιπαράστασιν προσώπου ἢ πράγματος. καὶ ἀπὸ μὲν τῶν τελικῶν κεφαλαίων οὕτως· ἐφόνευσας, ἀλλὰ σὺν τῷ δικαίῳ· ἄξιος γὰρ ἦν. παράνομα γράφεις, ἀλλὰ λυσιτελοῦντα, καὶ ἑξῆς ἐνδόξου κρίσις· τούτου δὲ καὶ οἱ νόμοι στοχάζονται· ναί φησι κερδαλέα γράφεις, ἀλλ’ αἰσχρά, ἀλλὰ λυπηρά, ἀλλ’ ἀλγεινά, ἀσύμφορα, καὶ νόμῳ νόμος καὶ μάρτυς ἀντιπαρίσταται μάρτυρι, καὶ ψήφισμα ψηφίσματι. κατ’ ἀντιπαράστασιν δὲ τρόπου οὕτως γίνεται ἀντιπαράστασις· δεῖ μισθοῦ μυεῖν, ἵνα εὐπορῶμεν· τούτῳ ἀντιπαρέστησα ἕτερον τρόπον βελτίω· ἑτέρως χρήματα δεῖ πορίζειν, οἷον εἰσφορὰν ἐπιγράφειν, ὡς καὶ ἐν τῷ πρὸς Λεπτίνην, ναί φησιν ἐπιλείπουσιν οἱ χορηγήσοντες διὰ τὰς ἀτελείας, [ἢ] βελτίων ἕτερος τρόπος ἐπανορθώσεως· καὶ πόσῳ βέλτιον, φησίν, εἰς συντέλειαν ἀγαγεῖν τὰς χορηγίας, ὥσπερ τὰς τριηραρχίας, ἢ πάντας περὶ ἡμᾶς ἀπίστους διαθεῖναι. γίνεται δὲ ἀντιπαράστασις καὶ ἐνδόξου κρίσεως, ὅταν τῷ λεγομένῳ ὑπὸ τοῦ κατηγόρου ἢ προγόνου πρᾶξιν ἢ δήμου ἢ πόλεως ἄλλης ἢ νομοθέτου ἢ προσώπου [ἢ] ἐνδόξου κρίσιν, ἢ ὅλως παράδειγμά τι ἀντιθῶμεν· ὡς ἐν τῷ περὶ στεφάνου, ἄνισον, φησίν, πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τούτῳ ἀντέθηκε προγόνων κρίσιν καὶ παραδείγματα, „καὶ ἐπὶ τῶν προγόνων ἐν Σαλαμῖνι διπλασίας μὲν ἡ πόλις τριήρεις παρέσχε τῶν ἄλλων.
368 “ δεῖ δὲ ἐν ταῖς ἀντιπαραστάσεσι σκοπεῖν ὅπως τῶν ὑπὸ τοῦ ἀντιδίκου εἰρημένων τὰ ὑφ’ ἡμῶν λεγόμενα εὐλογώτερα φαίνηται. Γίνεται δὲ λύσις καὶ [ἐν] διανοίας ἐξετάσει, ὅταν ἢ νομοθέτου διάνοιαν ἐξετάζωμεν, οἷον νόμος σοι ἐναντιοῦται, οὐ ταύτῃ τῇ διανοίᾳ γέγραπται ὁ νόμος ἀλλ’ ἑτέρᾳ· δεῖ σκοπεῖν ὅπως ἂν εὔλογος φανῇ ἡ ὑφ’ ἡμῶν λεγομένη διάνοια· οἷον, ὁ ξένος κεκώλυται ἀναβαίνειν ἐπὶ τὸ τεῖχος. εἰ ὁ νόμος κωλύει, ἐπὶ κακῷ τῆς πόλεως ἀναβαίνειν κωλύει, οὐ τὸν ἀριστεύειν μέλλοντα. γίνεται δὲ καὶ ψηφίσματος καὶ παντὸς ῥητοῦ λύσις ἐπὶ τὸ πολὺ ἐκ διανοίας ἐξετάσεως. καὶ μαρτυριῶν λύσις, ἢ κατ’ ἀντιπαράστασιν, ὡς ἐδείχθη, μαρτυριῶν ἄλλων [ἢ εἰκότων], ἢ ἐκ διανοίας ἐξετάσεως· καταμαρτυρεῖ σοῦ ὁ δεῖνα, [τὴν διάνοιαν] πρὸς χάριν ἢ δι’ ἔχθραν. πολλάκις δὲ καὶ ἑαυτῶν διάνοιαν παρεχόμεθα ἐν λύσει ἐξετάζοντες, ὃ καὶ χρωματικὸν καλοῦσί τινες, οἷον τυραννίδος ἐπιθυμεῖς, ἢ διὰ τί δακρύεις; δακρύω ἐλεῶν τοὺς ἐν τυραννίδι, καὶ τὰ ἐκ τυραννίδος κακὰ ἐνθυμούμενος. ὥσπερ δὲ ἔφην ῥητὸν ἐκ διανοίας λύεσθαι, οὕτω καὶ διάνοιαν ἐκ ῥητοῦ, οἷον τῇδε τῇ διανοίᾳ ὁ νόμος γέγραπται, [ἢ] οὐδαμοῦ τοῦτο τῷ ῥητῷ πρόσκειται. Γίνεται δὲ λύσις καὶ ἀπὸ τοῦ ἐναντίου καθ’ ὑπόθεσιν. ὅταν οὗ ἐγκαλούμεθα, τὸ ἐναντίον δείξωμεν ὡς ἀλυσιτελὲς ἢ ὡς οὐκ ἐνδεχόμενον, ὡς ἐν τῷ περὶ στεφάνου· ἄνισον πεποίηκας τὴν συμμαχίαν, ὦ Δημόσθενες. τοῦτο ἐλύθη πρῶτον ἐκ παραδείγματος, ὅτι καὶ ἐπὶ τῶν προγόνων ἐπράχθη, εἶτα καὶ ἐκ τοῦ ἐναντίου καθ’ ὑπόθεσιν. εἰ δ’ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις καὶ προσέθεντο Φιλίππῳ, τί ποιεῖν ἂν ἢ τί λέγειν οἴεσθε τοὺς ἀσεβεῖς τούτους ἀνθρώπους, καὶ πάλιν προϊών που λέγει πρὸς τὴν ἀντίθεσιν, ἀλλ’ ἄτολμος εἶ καὶ μαλακός, διότι πταῖσμα γέγονε διὰ τὴν ἔξοδον τὴν μετὰ Θηβαίων ἀπὸ τοῦ ἐναντίου λαβών, „εἰ δὲ νῦν μετὰ Θηβαίων ἡμῖν ἀγωνιζομένοις οὕτως εἵμαρτο πρᾶξαι, τί ἂν ἐγένετο, εἰ μηδὲ τούτους ἔσχομεν συμμάχους, καὶ εἰ νῦν τριῶν ἡμερῶν ὁδὸν ἀπὸ τῆς Ἀττικῆς τῆς μάχης γενομένης τοσοῦτος περιέστη φόβος, τί ἂν εἴ που τῆς Ἀττικῆς ταὐτὸ τοῦτο πάθος ἐγένετο προσδοκῆσαι ἐχρῆν;“ καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, ὕβρις τὸ πρᾶγμα, ὦ Δημόσθενες, οὐκ ἀσέβεια.
369 ἡ λύσις ἐκ τοῦ ἐναντίου καθ’ ὑπόθεσιν, ἐγὼ δὲ οἶδα ὅτι εἰ μὴ προὐβαλλόμην αὐτόν, οὑναντίος ἂν εὐθέως ἧκέ μοι λόγος, ὡς εἴπερ ἦν τι τούτων ἀληθές, προβάλλεσθαί μ’ ἔδει. Γίνεται δὲ λύσις καὶ ἐκ διαφορᾶς· οἷον ἐν τῷ πρὸς Λεπτίνην, Λακεδαιμόνιοι, φησί, καὶ Θηβαῖοι οὐδένα τιμῶσι. τούτου ἐκ διαφορᾶς ἡ λύσις, ὅτι ἀνομοίου πράγματος ἐμνήσθης· Λακεδαιμόνιοι γὰρ καὶ ἡμεῖς καὶ Θηβαῖοι οὔτε νόμοις οὔτε ἔθεσιν οὔτε πολιτείᾳ τῇ αὐτῇ χρώμεθα. καὶ πλέον ἕξει τὸ εἶδος ἐν ταῖς λύσεσι ταῖς πρὸς παράδειγμα. Γίνεται δὲ καὶ ἐκ τοῦ ὁμοίου ἢ συλλογιστικῶς λύσις, ὡς ἐπ’ ἐκείνου, ὁ νόμος κελεύει τὸν ἐξ ἑταίρας μὴ λέγειν, ἢ ἴσον τούτου κωλύειν τὸν νόμον τὸν ἐκ πόρνου γεγονότα· ὁμοίως γὰρ καὶ οὗτος ἐπονείδιστος ἐκ γένους καὶ ἐν ἀσελγείᾳ τέθραπται, καὶ ἑξῆς κατὰ αὔξησιν ὅτι μεῖζόν ἐστι. Καὶ ἡ εἰς ἄτοπον ἀπαγωγὴ ἰδέα λύσεων οὐκ ἀγεννής, ὅταν λέγωμεν ὅτι κατὰ τοῦτον τὸν λόγον πολλῶν καὶ ἄλλων ἀποστατέον, καὶ εἰς ἀπέραντον προβήσεται, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐξαπατᾶται, φησίν, ὁ δῆμος, καὶ διὰ τοῦτο οὕτως ἔθηκα τὸν νόμον, τοῦτο ἔλυσε τῇ εἰς ἄτοπον ἀπαγωγῇ χρησάμενος· „τί οὖν κωλύει πάντα ἀνῃρῆσθαι κατὰ τοῦτον τὸν λόγον; οὐ γὰρ ἔστιν ἐφ’ ὅτῳ τοῦτο οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες ἐψηφίσασθε, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτό τι συμβαίνειν ἀνάγκη.
370 “ καὶ πάλιν ἐν ἐκείνῳ τῷ ζητήματι· ἀποστατέον, φησί, τῶν γάμων ἡμῖν διὰ τὰ προσόντα λυπηρά· τί οὖν κατὰ τοῦτον τὸν λόγον κωλύσει πολλῶν καὶ ἄλλων ἀποστῆναι τῶν κατὰ τὸν βίον, καὶ πολιτείας καὶ κτήσεως καὶ ἀποδημιῶν, ἐπειδὴ ἔσθ’ ὅτε καὶ ἐν τούτοις λυπηρόν τι συμβαίνει. Γίνεται δὲ λύσις καὶ ἐκ τοῦ ἐλλιποῦς, ἢ παραγραφικῶς ἢ κατὰ χρόνον ἢ τόπον. Γίνεται λύσις καὶ μεταστατικῶς συγγνωστά, οἷον ἀδικεῖς, φησίν, ὑβρίσας· ἢ συγγνωστὸν διὰ μέθην ἢ διὰ μανίαν. πάθη συγγνωστὰ ἢ ἐπὶ τὰ ἐκτὸς, καὶ ἐπὶ μὲν τὰ ἐν ἡμῖν, πάθη συγγνωστὰ, οἷον, ὡς ἐν τῷ περὶ στεφάνου· „ἥττης γέγονας αἴτιος, ὦ Δημόσθενες· κυρία τούτου ἡ τύχη.“ ἔτι δ’ ἔστιν ὅτε καὶ λύσις λύσει συνεμπίπτει, καὶ ἡ μέθοδος τῇ ἀνατροπῇ ἐκ τῶν αὐτῶν ἐνίοτε ὁρμᾶσθαι δοκεῖ, οὐ χρὴ δὲ θαυμάζειν, ἐπεὶ καὶ στάσις στάσει συνεμπίπτει. Ἡμεῖς δὲ τοὺς τόπους τῶν λύσεών σοι παρεχόμεθα, οὓς εἰδὼς ῥᾷον εὐπορήσεις λύσεων. ἔτι δὲ κἀκεῖνο χρή σε εἰδέναι, ὅτι οὐ πάσαις ταῖς λύσεσι χρῆσθαι ῥᾴδιον, ἀλλὰ ταῖς ἐμπιπτούσαις. ἔστω δὴ καὶ ἀντίθεσις ἐπὶ τῶν ὀμοσάντων μὴ γῆμαι καὶ κρινομένων, ὅτι πολλὰ λυπηρὰ τοῖς γάμοις παρακολουθεῖ, καὶ γυναικῶν ἀσέλγεια καὶ παίδων πονηρία. ἐνταῦθα οὐ δυνάμεθα κατὰ ἀνατροπὴν ἀπαντῆσαι, ὅτι οὐδὲν λυπηρὸν συμβαίνει, ψεῦδος γάρ, ἀλλὰ μεθοδεύω αὐτὸ πρῶτον κατὰ μείωσιν, οὐ πᾶσι τὰ αὐτά. κατ’ ἀντιπαράστασιν ἀγαθοῦ, οὐ δεῖ τὰ προσόντα λυπηρὰ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰ ἀγαθά, ἔστι δὲ ταῦτα παιδοποιΐα, διαδοχὴ γένους, κλήρου, πολιτείας, τὸ γηροκομίαν ἕξειν.
371 εἶτα κατὰ αὔξησιν, καὶ μείζω τὰ ἀγαθὰ τῶν λυπηρῶν. εἶτα ἀντιπαραστάσει τρόπου, χρὴ δὲ δι’ ἑτέρου τρόπου τὰ ἄτοπα φυλάττεσθαι, σωφρονίζειν τὰ γύναια, τοὺς παῖδας ἀμείνους ποιεῖν τῇ ἀγωγῇ, διὰ τῶν ἐπιτηδευμάτων. εἶτα κατὰ ἐνδόξου κρίσιν, οὕτω πᾶσι τοῖς κατὰ τὴν πόλιν δοκεῖ, οὕτω καὶ τοῖς νόμοις οἳ περὶ γάμων διαλέγονται, οὕτω πᾶσιν ἀνθρώποις νενόμισται. εἶτα διανοίας ἐξέτασις, οὐ ταύτῃ τῇ διανοίᾳ ὤμοσαν, ἀλλ’ ἀσελγείας καὶ μοιχειῶν ὑπόθεσίς ἐστιν αὐτοῖς ὁ ὅρκος. εἶτ’ ἀπὸ τοῦ ἐναντίου, εἰ τὸ γαμεῖν ἔχει τινὰ λυπηρά, πόσῳ τὸ μὴ γαμεῖν λυπηρότερον, τὸ εἶναι ἄοικον, ἀνέστιον, ἄπαιδα, οὐχ αὑτῷ οὐ πόλει χρήσιμον. εἶτα ἡ εἰς ἄτοπον ἀπαγωγή, ὅτι καὶ ἄλλα πολλὰ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων κατὰ τοῦτον τὸν λόγον ἀναιρήσουσιν, οἷς τι τῶν λυπηρῶν πρόσεστιν. εἶτα μεταστατικῶς, τὸ μὲν δυστυχῆσαι περὶ γάμον τύχης ἐστὶν ἔγκλημα, τὸ δ’ ἄγαμον εἶναι γνώμης πονηρία. εἶτα ἐξ ἀποβάσεως τί συμβήσεται, εἰ τούσδε καὶ ἄλλοι μιμήσονται. ἔφαμεν δὲ τὸ τῆς ἀντιπαραστάσεως καὶ τὴν ἀπόβασιν εἶναι. Χρὴ δὲ τὰς μὲν ἀσθενεστέρας λύσεις προτέρας τιθέναι, τὰς δὲ ἰσχυροτέρας δευτέρας· εἰ γὰρ αἱ ἰσχυρότεραι πρότεραι τεθεῖεν, οὐκέτι χώραν ἕξουσιν αἱ ἀσθενέστεραι. εἰσάγονται δ’ αἱ μὲν ἀσθενέστεραι, ὡς ἐπὶ τὸ πλεῖστον κατὰ παράλειψιν, αἱ δὲ ἰσχυρότεραι ὡς ἐπὶ τὸ πλεῖστον προηγουμένως ἐπισημαινομένων ἡμῶν τὰς δυνάμεις αὐτῶν. ἐνίοτε μέντοι καὶ αἱ ἰσχυρότεραι κατὰ παράλειψιν τίθενται, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „ἐγὼ δ’ ὅτι μὲν τινῶν κατηγοροῦντα πάντας ἀφαιρεῖσθαι τῶν ἀτόπων ἐστὶ παραλείψω.“ ἐνίοτε καὶ συνεισάγονται ταῖς ἀντιθέσεσιν αἱ λύσεις, ὡς ἐν τῷ παραπρεσβείας· „οὕτω τοίνυν πολλὰ καὶ δεινὰ καὶ πάντα καθ’ ὑμῶν πεπρεσβευκὼς περιϊὼν λέγει, τί δ’ ἂν εἴποις περὶ Δημοσθένους, ὃς τῶν συμπρέσβεων κατηγορεῖ·“ ἔξεστι γάρ σοι ἀνατρέψαι τὴν εἰσαγωγὴν καὶ ποιῆσαι λύσιν, κατηγορεῖς τῶν συμπρέσβεων· ναί, πολλὰ γὰρ καὶ δεινὰ πεπρεσβεύκασι.
372 πολλάκις τῇ εἰσαγωγῇ τῆς ἀντιθέσεως συνεισάγεται ἡ λύσις, καὶ ἔμφασις ὅλως λύσεως γίνεται δι’ ἑνὸς ῥήματος, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου, „εἰ δὲ λέγεις τὰ πρὸς Θηβαίους δίκαια, Αἰσχίνη, ἢ περὶ τῶν ἴσων νυνὶ διαλέγῃ.“ τὸ γὰρ νυνὶ καὶ ἀντὶ λύσεως ὅλης ἤρκει. ἐχρῆν γὰρ καὶ τότε. διττὴ δ’ ἡ χρῆσις παρὰ τῷ Δημοσθένει· ἢ γὰρ προτάττει τὸ ἐξ ἀνατροπῆς καὶ ἐπάγει τὸ ἐκ μεθόδου συγχωρήσας, εἶτα περιτρέψας ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος· „ἐγὼ δὲ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ’ οἶδα σαφῶς.“ ἄχρι τούτου ὡς ἔχων ἀνατρέψαι ἀπέφηνεν. εἶθ’ ἑξῆς συγχωρήσας περιέτρεψεν. „οὐ μὴν ἀλλὰ εἰ τοῦτο τοιοῦτόν ἐστι τὰ μάλιστα, ὁ νόμος δὲ λέγει τἀναντία.“ εἶτα περιτρέψας ὡς ἐν ἐκείνῳ· „ἐγὼ δὲ εἰ τοῦτο τοιοῦτόν ἐστιν, οὐκ ἔχω ὅ τι μεῖζον κατηγορήσω.“ εἶτα ἑξῆς κατὰ ἀνατροπήν· „οὐ μὴν ἀλλ’ ὅτι καὶ φιλίας ἀρχὴ συμφερούσης ἡμῖν οὕτω μᾶλλον.“ Τῶν δὲ λύσεων ἁπασῶν τῶν προειρημένων αἱ μέν εἰσιν ἐξ ἰδιότητος, αἱ δὲ ἐκ κοινότητος. ἐκ κοινότητος μέν, ὡς παρὰ Θουκυδίδῃ ἐκεῖνο· „ἢν δὲ λέγωσιν ὡς οὐ δίκαιον τοὺς σφετέρους ἀποίκους ὑμᾶς δέχεσθαι, μαθέτωσαν ὡς πᾶσα ἀποικία εὖ μὲν πάσχουσα τιμᾷ τὴν μητρόπολιν, ἀδικουμένη δ’ ἀλλοτριοῦται.“ ἐκ κοινότητος ἡ λύσις· ἡ δ’ ἑξῆς ἐξ ἰδιότητος· „ὡς δ’ ἠδίκουν σαφές ἐστι.“ ΠΕΡΙ ΠΑΡΑΔΕΙΓΜΑΤΟΣ. Παραβολὴ παραδείγματος τούτῳ διαφέρει, ὅτι ἡ μὲν παραβολὴ ἀπ’ ἀψύχων ἢ ζῴων ἀλόγων λαμβάνεται· ἀπὸ μὲν ἀλόγων, ὡς παρ’ Ὁμήρῳ, ὡς δ’ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ.
373 ἀπὸ δὲ ἀψύχων ὡς παρὰ Δημοσθένει· „ὥσπερ γὰρ οἰκίας οἶμαι καὶ πλοίου.“ τὰ δὲ παραδείγματα ἐκ γεγονότων ἤδη λαμβάνεται προσώπων, ὡς παρὰ Δημοσθένει· „λέγεται κατὰ τὴν παλαιὰν ἐκείνην εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ πᾶν παράδειγμα ἔχει μὲν τὴν ὕλην ἐκ τῶν γεγονότων, λαμβάνεται δὲ ἢ ἐξ οἰκείων ἢ ἐξ ἀλλοτρίων. τὰ μὲν ἐξ οἰκείων ἀγωνιστικώτερα καὶ προσεχέστερα, καὶ τοῦτο χρὴ ἐπισημαίνεσθαι, ὡς παρὰ Δημοσθένει· „οὐ γὰρ ἀλλοτρίοις ἀλλ’ οἰκείοις ἡμῖν χρωμένοις παραδείγμασιν εὐδαίμοσιν ἔξεστι γενέσθαι.“ τὰ δὲ ἀπ’ ἀλλοτρίων προσώπων λαμβανόμενα ἔστι μὲν οὐχ ὁμοίως προσεχῆ, δεῖ δὲ αὐτὰ ὅμως μὴ ἀπηρτῆσθαι. χρήσιμοι δ’ ἐπ’ αὐτῶν καὶ αἱ προπαραιτήσεις, ὡς ἐπ’ ἐκείνου ὁ Δημοσθένης· „βούλομαι δ’ ὑμῖν ἐν Λοκροῖς ὡς νομοθετοῦσι, διηγήσασθαι· οὐδὲν γὰρ χείρους ἔσεσθε παράδειγμά τι ἀκηκοότες, ἄλλως τε καὶ ᾧ πόλις εὐνομουμένη χρῆται.“ εἰ μὲν οὖν ἀπ’ ἀλλοτρίου προσώπου ἀδόξου δὲ γίνοιτο, χρὴ κατ’ ἐπιτίμησιν αὐτὸ εἰσάγειν· οἷον „αἰσχύνομαι μὰ τοὺς θεοὺς εἰ Μεγαρεῖς τόδε ἔπραξαν, ὑμεῖς δὲ ὄντες Ἀθηναῖοι μὴ πράξετε.“ εἰ δὲ ἀπ’ ἐνδόξου, οὕτω· „καλὸν δ’ ὑμῖν ζηλῶσαι τοὺς ἄνδρας καὶ τὰ ἐκείνων, ἔστι δὲ ταῦτα.“ χρὴ δὲ τὰ παραδείγματα γνώριμα εἶναι καὶ σαφῆ, καὶ μὴ πάνυ ἀρχαῖα μηδὲ μυθώδη, συνᾴδοντα δὲ τοῖς ὑποκειμένοις καὶ μὴ ἀπομηκύνεσθαι ἄγαν, εἰ μὴ ἀπὸ μεγάλων εἴη τὸ παράδειγμα, ὁποῖον τὸ περὶ Ἀλκιβιάδου ἐν τῷ κατὰ Μειδίου. Χρεία δὲ ἐν προοιμίοις μὲν οὐ πάνυ τι παραδείγματος, ἐν δὲ τῷ ἄλλῳ λόγῳ, καὶ ἤτοι προτάττομεν τοὺς λογισμοὺς τῶν παραδειγμάτων ἢ ἐπάγομεν· ἔστι δὲ ἰσχυρότατον ἐν λόγῳ τὸ παράδειγμα· λαμβάνεται δ’ ἀπὸ τεσσάρων, ἀπὸ ὁμοίου, ἀπ’ ἐναντίου, ἀπὸ μείζονος, ἀπ’ ἐλάττονος.
374 ἀπὸ ὁμοίου μέν, οἷον δίκην εἰσπράξασθε παρ’ αὐτοῦ. καὶ γὰρ ὁ δεῖνα πρότερον τὰ ἴσα ἀδικήσας δίκην ἔδωκεν. ἀπὸ ἐναντίου δὲ οὕτω· συμφέρει σῶσαι τούσδε· καὶ γὰρ τοῖσδε μὴ βοηθήσαντες ἐβλάβητε. ἀπὸ δὲ μείζονος· οὐκ ἄξιος οὗτος τυχεῖν τῆς τιμῆς ταύτης· ὁ δεῖνα γὰρ καὶ μείζονα εὐεργετήσας οὐκ ἔτυχεν τηλικαύτης τιμῆς. ἔξιτε ἐπὶ τὸν πόλεμον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν μείζους κινδύνους ὑπέστησαν. ἀπὸ δὲ ἐλάττονος· ἀποκτείνατε τοῦτον, καὶ γὰρ οἱ πρόγονοι ὑμῶν ἐλάττω ἠδικηκότα τὸν δεῖνα ἀπέκτειναν. ἀπὸ ἐλαττόνων προσώπων, οἷον οἱ δεῖνες ἀσθενέστεροι ὄντες ὑμῶν τάδε ἔπραξαν. Τίθεται δὲ τῶν παραδειγμάτων τὰ μὲν ἀπὸ ὡρισμένων, ὡς ἐν τῷ κατὰ Μειδίου· „λέγεται τοίνυν κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι.“ ἀορίστως δ’ οἷον εἰ λέγοις, οὐκ ἐφ’ ἡμῶν μόνον, ἀλλὰ καὶ ἐκ παντὸς τοῦ χρόνου ἔθος ἔστιν ὑμῖν τοῖς κινδυνεύουσιν βοηθεῖν καὶ κοινὴν παρέχειν τὴν πόλιν. Δεῖ δὲ ἐν τοῖς παραδείγμασι γοργῶν σχημάτων· τῇ γὰρ ἑαυτῶν φύσει ἐστὶν ὕπτια, ἅτε δὴ ἀφηγηματικὰ ὄντα, καὶ οὐ κατὰ διακοπὴν εἰσαγόμενα, ὡς ἐν ἐκείνῳ· „λέγεται κατὰ τὴν παλαιὰν εὐδαιμονίαν Ἀλκιβιάδης γενέσθαι, ᾧ σκέψασθε τίνων ὑπαρχόντων·“ οὐ γάρ ἐστι διακοπή. ἢ πλαγιασμὸς ἐπάγεται, ὃς ποιεῖ εὐτονίαν, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ.“ εἶθ’ ὁ πλαγιασμὸς εὐθέως ἕπεται, „λόγων δὲ γενομένων·“ ἢ ἄλλο τι τῶν γοργῶν σχημάτων τίθεται δὴ κατὰ πλαγιασμὸν ἢ κατὰ συστροφὴν καὶ τόνον λαμβάνει, ὡς παρὰ Δημοσθένει· „εἰ γὰρ ὅθ’ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες.“ πολλάκις δὲ προσπλέκεται παραδείγματα παραδείγμασιν, ἃ μὴ διαιρεθέντα ἀπ’ ἀλλήλων ὑπόνοιαν ἐμποιεῖ, ἢ καὶ ὑποβάλλεται τὰ παραδείγματα.
375 ἐνίοτε δὲ καὶ ἀτελῆ ταῦτα ἐῶμεν ἄχρι τοῦ χρησίμου μνησθέντες, ὡς ἐν τῷ πρὸς Λεπτίνην ἐν τῷ περὶ τοῦ τειχισμοῦ τοῦ Θεμιστοκλέους· „λέγεται τοίνυν ἐκεῖνος τειχίζειν εἰπών, κἂν ἀφίκηταί τις ἐκ Λακεδαίμονος κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων ὡς τοὺς Λακεδαιμονίους. λόγων δὲ γενομένων ἐκεῖ καί τινων ἀπαγγελλόντων, ὡς Ἀθηναῖοι τειχίζουσιν τὴν πόλιν, ἀρνεῖσθαι.“ εἶτα οὐκ ἐπεξῆλθε διὰ τέλους τῷ παραδείγματι, ἀλλ’ ἄχρι τοῦ χρησίμου κατὰ τὸ προκείμενον εἰπὼν τὰ ἑξῆς εἴασεν ἐπενεγκών· „καὶ πάντες ἴσως ἐπίστασθε ὃν τρόπον ἐξαπατῆσαι λέγεται.“ ΠΕΡΙ ΛΥΣΕΩΝ ΠΑΡΑΔΕΙΓΜΑΤΩΝ. Περιείληπται μὲν καὶ ταῦτα ἐν τῷ περὶ λύσεων, ἴδωμεν δὲ κἀνταῦθα ἀκριβέστερον. πᾶν παράδειγμα λύεται κατ’ ἀνατροπήν, ὡς ἐπ’ ἐκείνου ἐν τῷ κατ’ Ἀνδροτίωνος· „φήσει τοίνυν τοῦτον ἁπάσας τὸν τρόπον εἰληφέναι τὰς βουλάς, ὅσαι πώποτε ἔχουσι παρ’ ὑμῶν. δωρεάν·“ εἶτα κατ’ ἀνατροπὴν ἡ λύσις. „ἐγὼ δ’ οἶμαι μὲν οὐχὶ λέγειν αὐτὸν ἀληθῆ, μᾶλλον δ’ οἶδα σαφῶς.“ γίνεται δὲ παραδείγματος λύσις καὶ ἐκ διαφορᾶς, ὅ ἐστι τῆς μεθόδου, ὡς ἐν τῷ κατὰ Μειδίου, ἐπλήγη, φησίν, ὁ πρόεδρος ὑπὸ Πολυζήλου, ὅτι μὴ ὅμοιον τό τε Μειδίου εἰς ἐμὲ καὶ τὸ Πολυζήλου εἰς πρόεδρον. πρῶτον ὁ τὸν πρόεδρον πατάξας τρεῖς εἶχε προφάσεις, μέθην, ἔρωτα, ἄγνοιαν. εὑρίσκεται δ’ ἡ διαφορὰ ἢ κατὰ γνώμην, ὡς ἐνθάδε· ὁ μὲν Πολύζηλος, φησί, διὰ μέθην τοῦτο ἔδρασε, Μειδίας δὲ δι’ ἔχθραν· ἢ κατὰ καιρόν· ὁ μὲν γάρ, φησίν, ἐν δείπνῳ, ἐγὼ δὲ ἐν ἱερομηνίᾳ ἐτυπτόμην· ἢ κατὰ τόπον, ὡς ἐνταῦθα, ὁ μέν γε ἐν οἰκίᾳ, φησίν, ἐτυπτήθη, ἐγὼ δ’ ἐν ἱερῷ.
376 ἢ κατὰ ποιότητα προσώπου, ὡς ἐν τῷ πρὸς Λεπτίνην, Θηβαῖοι γὰρ φησὶν οὐδένα τιμῶσι, τοῦτο ἔλυσεν ἐκ διαφορᾶς τῆς πρὸς ἕτερον· Θηβαῖοι γὰρ φησὶν ἀπηνεῖς, ἡμεῖς δὲ φιλάνθρωποι καὶ δίκαιοι· ἢ ἐκ διαφορᾶς τῆς περὶ πολιτείαν ἢ δύναμιν ἢ ἄλλο τι τῶν τοιούτων. Γίνεται δὲ λύσις παραδείγματος καὶ ἐκ τοῦ παρεπομένου, οἷον εἰ λέγειν δυνάμεθα, ὅτι οὐδ’ ἐκείνοις ταῦτα πράξασι συνήνεγκεν, ἀλλὰ τόδε αὐτοῖς συνέβη. γίνεται δὲ λύσις παραδείγματος καὶ κατὰ ἀντιπαράστασιν ἐνδόξου προσώπου, ὅταν ἢ παράδειγμα ἀντιθῶμεν, ἢ νόμον, ὡς ἐν ἐκείνῳ ἐν τῷ κατ’ Ἀνδροτίωνος „καὶ ἄλλαι γάρ,“ φησί, „βουλαὶ τοῦτον εἰλήφασι τὸν τρόπον δωρεάν.“ ἡ λύσις κατ’ ἀντίθεσιν ἐνδόξου· „ἐγὼ δ’ εἰ καὶ τοῦτο τοιοῦτόν ἐστι μάλιστα, ὁ νόμος δὲ λέγει τὰ ἐναντία·“ γίνεται δὲ ἐκ περιτροπῆς λύσις παραδείγματος, οἷον „οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθη, σὺ δὲ τοῦτο ἐμιμήσω, διὰ τοῦτο ἀποφύγοις ἂν δικαίως, ἀλλὰ πολὺ μᾶλλον ἁλίσκοιο.“ ΠΕΡΙ ΕΝΘΥΜΗΜΑΤΩΝ. Εἶπον ὅτι εἰς δύο τέμνεται τὸ ἐπιχείρημα ἢ εἰς παράδειγμα ἢ εἰς ἐνθύμημα· λείπεται δὲ περὶ ἐνθυμημάτων εἰπεῖν. πᾶν ἐνθύμημα γίνεται ἢ ἀπὸ ἐλάττονος, ἢ ἀπὸ παρακειμένου, ἢ ἀπὸ ἐναντίου, ἢ ἀπὸ μείζονος, ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, ἢ συλλογιστικῶς, ἢ ἐκ διλημμάτου, ὅταν δύο ἐναντία θεὶς ἐξ ἀμφοῖν ἕλῃς, ἢ ἀπὸ οὐσίας, ἢ ἀπὸ τῶν ἀποβάσεων τῶν ἐνδεχομένων, ἢ κατὰ πρόσληψιν, ἢ ἐκ τοῦ ἐκλειφθέντος, ἢ ἐξ ἀκολούθου συλλογιστικῶς, ἢ ἐκ μάχης. ὁ μὲν οὖν ἀπὸ τοῦ ἐλάττονος τόπος φύσει μὲν αὐξητικός· τοιοῦτος δ’ ἐστίν, οἷον ἐπὶ τοῦ τὸ ναυτικὸν διαφθείραντος καὶ κρινομένου, φέρε, εἰ γὰρ μίαν ναῦν διαφθεῖραι παράνομον, πολύ γε δή που δεινότερον ὅλον ναυτικὸν διαφθεῖραι.
377 λαμβάνεται δὲ ἀπὸ τοῦ ἐλάττονος ὁ τόπος ἢ ἀπὸ προσώπου, οἷον, εἰ δὲ δὴ τῶν δούλων τινὰ ὕβρισεν, οὐκ ἂν ἦν ἔνοχος τῷ νόμῳ, εἰ καὶ τὸ τοὺς δούλους ὑβρίζειν δεινόν, πῶς οὐ πολὺ μᾶλλον τοὺς ἐλευθέρους. ἢ οὕτω, φέρε, εἰ δ’ ἐν ἄλλῃ πόλει τὰ τοιαῦτα ὕβρισεν, οὐκ ἂν ἔδωκεν δίκην; εἰ δὲ καὶ τὸ ἐν ἄλλῃ πόλει τοιαῦτα τολμᾶν αἰσχρόν, πολὺ δή που δεινότερον ἐν τῇ ἐλευθέρᾳ ταύτῃ. εἰ δὲ περὶ ἀσεβείας, εἰ ἀνθρώπους ἀδικεῖν δεινόν, πῶς οὐ τοὺς θεοὺς χαλεπώτερον; ἢ ἀπὸ πράγματος, φέρε, εἰ δὲ χρήμασιν ἐζημίωσαν, οὐκ ἂν ἦν δεινόν; εἰ τοίνυν καὶ τὸ εἰς χρήματα ζημιοῦν χαλεπόν ἐστι, πόσῳ μᾶλλον [δεινότερον] τό γ’ εἰς αὐτὸ τὸ σῶμα; ἢ ἀπὸ καιροῦ, φέρε, εἰ δ’ ἐν ἄλλῳ τινὶ καιρῷ ὕβρισεν, οὐκ ἂν ἦν δεινόν; εἰ δ’ ἐν ἄλλῳ δεινόν, ἐν ἱερομηνίᾳ χαλεπώτερον· ἢ ἀπὸ τόπου, φέρε, εἰ δ’ ἐν ἄλλῳ τόπῳ ὕβρισεν, οὐκ ἂν ἦν χαλεπόν; εἰ δὲ ἐν βεβήλῳ, πολὺ δή που δεινότερον ἐν ἱερῷ. ἢ ἀπὸ τρόπου, μεμισήκατε τοὺς ἀνδροφόνους, εἰ δ’ ἁπλῶς ἀνελεῖν δεινόν, πῶς οὐ μᾶλλον τῷ πυρί; ἀπὸ παρακειμένου δὲ λαμβάνεται μάλιστα κατὰ τὸ ὁμοιογενές, οἷον ἓν γένος ἡ ἀρχή, εἶδος δ’ αὐτῆς χορηγός, θεσμοθέτης, ἄρχων. εἴη ἂν οὖν ταῦτα ὁμοιογενῆ· ὁ δὴ ἀπὸ τούτων λαμβάνων ἀπὸ παρακειμένου λαμβάνει, οἷον ὡς παρὰ τῷ Δημοσθένει, εἰ δὲ θεσμοθέτην ὕβρισεν, οὐκ ἂν ἔδωκε δίκην; εἶτα ἡ κατασκευή· ὁ γὰρ θεσμοθέτης οὐδενὸς ἀνθρώπων ἐστὶν ὄνομα, ἀλλὰ τῆς πόλεως· εἰ δὲ τοὺς θεσμοθέτας ὑβρίζειν δεινὸν καὶ δημόσιον ἀδίκημα διὰ τὸ τῆς ἀρχῆς δίκαιον, οὐδὲν ἧττον καὶ [ὁ] τοὺς χορηγούς, οἷον κατὰ τοῦ τὸν στρατηγὸν ἀνελόντος, τί παράκειται, ὁ στρατιώτης. ἀπὸ δὴ τούτου λήψῃ τὸ ἐνθύμημα· τάχα γὰρ ἂν ἔλθοι εἰς τὸν ἀπὸ τοῦ ἐλάττονος τόπον ἢ ἀπὸ τοῦ μείζονος· ἠδίκησέ τις δημοσίᾳ τὴν πόλιν, εἶτα ἰδιώτην.
378 λαμβάνω δὴ ἀπὸ τούτου ἐνθύμημα ἀποδεικτικόν· εἰ μὲν γὰρ περὶ τοὺς ἄλλους ἦν μέτριος, τάχ’ ἄν τις διηπίστησε, περὶ δὲ τὴν πόλιν πονηρὸς γενόμενος ταχὺ ἂν ἐπέσχεν ὁ μηδὲ τοῦ μείζονος φεισάμενος. ἢ οὕτως, εἰ γὰρ καὶ ἃ κοινῇ πάντες προσεκρούσαμεν ἀλλήλοις ἀφεῖται ἀμνημόνευτα, ταχὺ ἂν ἑνὶ ἀνδρὶ μνησικακεῖν προσήκοι ὧν ἰδίᾳ φησὶ πεπονθέναι. ἢ συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· „τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ·“ καὶ πάλιν· „ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ·“ καὶ ἀπὸ τοῦ διλημμάτου, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος· „ἡδέως δ’ ἂν ἐροίμην αὐτὸν πότερον ἔννομον καὶ δικαίαν ἐποιήσατο τοῦ ψηφίσματος τὴν γραφήν, ἢ τοὐναντίον ἄδικον καὶ παράνομον· εἰ μὲν γὰρ ἄδικον καὶ ἀσύμφορον, δικαίως ἂν διὰ ταῦτα ἀποθάνοι· εἰ δὲ δικαίαν καὶ τοῖς πολλοῖς ὠφέλιμον, πῶς νῦν τἀναντία τούτων ἀξιοῖ ψηφίζεσθαι τούτους.“ ὁρᾷς πῶς ἐξ ἀμφοῖν ἔλαβεν. ἢ ἀπὸ τοῦ ἐναντίου, οἷον, εἰ τοῦ Καλλιξένου κατηγοροίης ἐξομνυμένων τῶν στρατηγῶν· ὥσπερ οὖν εἴ τι τοιοῦτον ἔγραψε ψήφισμα, δι’ οὗ ἀφθονίαν στρατηγῶν παρείχετο, τιμῶν ἂν καὶ δωρεῶν ἐτύγχανεν, οὕτως ἡνίκα εἰς ἀπορίαν ἀνδρῶν ἥκομεν δι’ αὐτόν, τῆς ἐσχάτης ὀργῆς ἄξιος. ἢ ἐκ τοῦ ἀκολούθου συλλογιστικῶς, ὡς παρὰ Δημοσθένει· „ὥσπερ γὰρ εἴ τις ἐκείνων προεάλω, σὺ τάδε οὐκ ἂν ἔγραψας, οὕτως ἐὰν σὺ νῦν δίκην δῷς, ἄλλος οὐ γράψει.“ ἢ ἐξ ἀποβάσεως καθ’ ὑπόθεσιν τοῦ ἐνδεχομένου, ὡς ἐν τῷ πρὸς Βοιωτόν· „εἰ δὲ καὶ κριτὴς καλοῖτο Μαντίθεος Μαντίου Θορίκιος.“ ἐνδεχόμενον γὰρ ἦν τοιοῦτόν τι συμβῆναι. ἢ ἐκ τοῦ ἐκλειφθέντος· εἰ μὲν γὰρ ἐθάρρει τοῖς δικαίοις, ἀντειπεῖν ἐχρῆν· ὅτι δὲ οὐκ ἀντεῖπεν, αὐτὸς ἑαυτοῦ τὸ μὴ θαρρεῖν καταμαρτυρεῖ.
379 ἢ κατὰ πρόσληψιν. οἷον εἰ περὶ εὐεργετῶν λέγοις, οἷον, εἰ δὲ πρὶν πρᾶξαι καθυπέσχετο πράξειν, εἰ δοίητε τὰς δωρεάς, οὐκ ἂν ὑπέσχεσθε δώσειν; ἃ τοίνυν πρὶν παθεῖν ἐδώκατε ἂν ἢ δώσειν ὑπέσχεσθε, ταῦτα παθόντες οὐ δώσετε; ἢ ἐκ τῆς οὐσίας, οἷον ἐπὶ ταῖς γαμηθείσαις, εἰ γάρ ἐστιν ἴδιον τῶν γάμων ἡ συνοίκησις ἢ τὰ συμβόλαια, ὅτε ταῦτα πέπρακται, οὐκ εἶναι γάμον καὶ τοῦτο φήσομεν; ἢ ἀπὸ τοῦ παρελθόντος χρόνου, τὸ μὴ γενόμενον· οἷον ἂν ἦν εἰ ἐγένετο, ὡς ἐν τῷ πρὸς Λεπτίνην· „ὑμεῖς τιμῶντες ποτὲ Ἰφικράτην καὶ ἄλλους τινὰς εὖ πεποιήκατε·“ εἶτα ἐπάγει ἐνθυμηματικῶς, „εἰ τοίνυν ὥσπερ δι’ Ἰφικράτην καὶ Πολύστρατον καὶ ἄλλους τινὰς εὖ πεποιήκατε, δι’ αὑτὸν οὕτως εἰ καὶ Χαβρίας ἠξίωσεν ὑμᾶς τινὰς τούτων εὖ ποιῆσαι, οὓς νῦν αἰτιώμενοι πάντας ἀφαιρεῖσθαι κελεύουσιν, οὐκ ἂν ἐδώκατε; ἐγὼ μὲν οἶμαι.“ εἶτα πάλιν ἡ ἐπαγωγὴ ἐνθυμηματικῶς. ἴδιον δὲ ἐνθυμήματος δριμύτητος δόξαν ἀποτελεῖν, καὶ ἔστιν ἀγωνιστικόν τε ἅμα καὶ ἐλεγκτικόν. ἤδη δέ ποτε καὶ παράδειγμα ἐνθυμηματικῶς εἰσάγεται, οἷόν ἐστιν· „εἰ γὰρ ὅθ’ ἥκομεν [ἐβοηθήσαμεν] Εὐβοεῦσιν·“ ἢ ἐκ μάχης· „καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα χαλκοῦν ἐν ἀγορᾷ ἐστήσατε, αὐτῶν δὲ τῶν νόμων ὑπερορῶντες φαίνεσθε, δι’ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.“ καὶ πάλιν· „πῶς δ’ οὐκ ἂν εἴη τὸ συμβὰν ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπ’ αὐτοφώρῳ δέ τινας λαβόντες ἀφήσετε· μαχόμενον γὰρ τὸ τιμᾶν τὸν νομοθέτην τῷ ἀτιμάζειν τοὺς νόμους, καὶ τὸ μισεῖν τοὺς πονηροὺς τῷ πάλιν ἀθῴους ἐᾶν. μάχη δ’ ἐστίν, ὅταν τις τὰ ἐναντία ἑαυτῷ ποιήσῃ. ἢ κατὰ ἐναντίωσιν κρίσεως ἐνδόξου, καὶ τὸν μὲν νομοθέτην ἕνα ὄντα πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι, ὑμᾶς δὲ συλλεγέντας μηδ’ ὑπὲρ ὑμῶν αὐτῶν ἐνδείξασθαι τοὺς πονηροὺς μισοῦντας.
380 “ ἢ ἐκ κρίσεως ἐνδόξου· „διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις βραδείας ἐποίησε, τοῖς δὲ ἄρχουσι καὶ δημαγωγοῖς ταχείας.“ βουλόμενος γὰρ ἀποδεῖξαι ὅτι δεῖ τοὺς ἐν ταῖς ἀρχαῖς ταχέως τιμωρεῖσθαι, ἐπεχείρησεν ἀπὸ κρίσεως ἐνδόξου. ἢ ἀπὸ διαφορᾶς, „τοὺς μὲν οὖν ἄλλους ὁρῶ τὴν ἀειλογίαν προτεινομένους, τουτονὶ δὲ Αἰσχίνην πολὺ τοὐναντίον τούτων·“ τοῦτο προοίμιον μέν ἐστιν, ἔλθοι δ’ ἂν καὶ εἰς ἐπιχείρημα ὁ τόπος. ἢ παραβολικῶς, εἶδος δ’ ἐπιχειρήματος καὶ ἡ παραβολή· „ὥσπερ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων, ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν ἁμάρτῃ τις, βραχεῖαν τὴν βλάβην ἐποίησεν, ἐπειδὰν δὲ ὁ κυβερνήτης σφαλῇ, κοινὴν τὴν ἀτυχίαν καὶ μεγάλην τοῖς συμπλέουσιν ἤνεγκεν.“ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΕΦΑΛΑΙΩΝ ΚΑΤΑΣΚΕΥΗΣ. Περὶ μὲν τῶν στάσεων καὶ τῶν ἑκάστῃ ἐμπιπτόντων κεφαλαίων ἱκανῶς τοῖς πρὸ ἡμῶν λέλεκται, νυνὶ δὲ ἴδωμεν αὐτὰ [τὰ κεφάλαια] τὰ κυριώτατα τῶν κεφαλαίων, ἐκ ποίων τόπων σύγκειται καὶ κατὰ ποίας κατασκευὰς συνίσταται. καὶ πρῶτόν γε περὶ τῶν τελικῶν εἴπωμεν. ἔστι δὲ ταῦτα, νόμιμον, δίκαιον, συμφέρον, ἔνδοξον, δυνατόν, εἰ βούλει σαφὲς πρὸς τούτοις. καὶ πρῶτόν γε περὶ τοῦ νομίμου. Περὶ νομίμου. Τὸ νόμιμον κεφάλαιόν ἐστι τῶν ἄγαν ἰσχυρῶν. λαμβάνει δὲ τὰς συστάσεις ἀπὸ χρόνου, ἀπὸ ποιότητος τοῦ γράψαντος, ἀπὸ διανοίας τοῦ γράψαντος, ἀπὸ κοινῆς κρίσεως, ἀπὸ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὡς ὀρθῶς ἔχει.
381 ἀπὸ μὲν τοῦ χρόνου, ὡς εἰ λέγοις, οὐ καὶ χθὲς καὶ πρώην ὁ νόμος γέγραπται, ἀλλ’ ἀμύθητος μὲν ἐξ οὗ χρόνος γέγραπται, ἐν δὲ τούτῳ τοσούτῳ ὄντι ἀκίνητος μένει, ὡς καὶ παρὰ Δημοσθένει· „οὗτος καὶ παλαιός ἐσθ’ ὁ νόμος καὶ καλῶς ἔχων.“ ἀπὸ δὲ προσώπου, „τίς ὁ γράψας; οὐ τῶν ἀπερριμμένων, ἀλλὰ τῶν παρ’ ὑμῖν εὐδοκιμούντων,“ ὡς καὶ παρὰ Δημοσθένει, „καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα ἐν ἀγορᾷ στήσετε.“ ἀπὸ διανοίας δὲ τοῦ γράψαντος, ὡς ἐν τῷ κατὰ Ἀνδροτίωνος. συνιστὰς γὰρ τὸν νόμον ὡς καλῶς ἔχοντα τὸν κελεύοντα ἀστεφάνωτον εἶναι δεῖν τὴν βουλὴν εἰ μὴ ποιήσαιτο τὰς τριήρεις, τὴν αἰτίαν ἐξήτασε δι’ ἣν γέγραπται ὁ νόμος, „ἄξιον τοίνυν ἰδεῖν τί δή ποτε ἐὰν τἆλλα ἡ βουλὴ δοκῇ καλῶς βουλεῦσαι, καὶ μηδεὶς ἔχῃ μηδὲν ἐγκαλέσαι, τὰς δὲ τριήρεις μὴ ποιήσηται, οὐκ ἔξεστι λαβεῖν τὴν δωρεάν. εὑρήσετε γὰρ τοῦτο ἰσχυρὸν ὑπὲρ τοῦ δήμου κείμενον.“ καὶ πάλιν περὶ τοῦ τῆς ἑταιρήσεως νόμου λέγων, „ἄξιον τοίνυν καὶ τὸν θέντα τὸν νόμον ἐξετάσαι Σόλωνα, ὅσην πρόνοιαν ἐποιήσατο τῆς πολιτείας ἐν ἅπασιν οἷς ἐτίθει νόμοις.“ καὶ πάλιν προϊών που λέγει· „ᾔδει γάρ, ᾔδει τοῖς αἰσχρῶς βεβιωκόσιν.“ ἢ ἐξ αὐτοῦ τοῦ πράγματος, ὃ διαγορεύει ὁ νόμος, ὅτι περὶ μεγάλων ἢ τῶν πρὸς θεοὺς ἢ τῶν πρὸς ἀνθρώπους, καὶ ὅτι ἄνευ τούτων οἰκεῖν οὐκ ἔνι, ὡς παρὰ Δημοσθένει· „ὀρθῶς καὶ καλῶς ἔχων ὁ νόμος ὡς τὸ πρᾶγμα αὐτὸ μαρτυρεῖ, ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί.“ ἢ ἐκ κοινῆς κρίσεως, ὡς ἐν τῷ κατὰ Μειδίου· „τὸν τοίνυν οὐ παρὰ τοῖς Ἕλλησι μόνον εὐδοκιμοῦντα νόμον, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις.“ Διαβάλλεται δὲ νόμος ἀπὸ τῶν ἐναντίων, ὅτι καινός, ὅτι οὐκ ἀξιόπιστος ὁ γράψας ἢ τὸ πρᾶγμα ὃ διαγορεύει οὐκ ἀνεκτόν, ἢ ὅτι ταῖς δόξαις πάντων μάχεται, ὅτι ἡ διάνοια τοῦ γράψαντος μοχθηρά, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους.
382 εἰ δὲ τὸν νόμον μὴ διαβάλλοις, φαίης δὲ οὐ δυνατὸν εἶναι αὐτῷ ἐν τῷ παρόντι χρῆσθαι, ἢ ἐκ διανοίας αὐτὸν ἐξετάσεις, ὅτι οὐκ ἐπὶ τούτοις γέγραπται, ἢ κατ’ ἀντιπαράστασιν κεφαλαίων. εἰ δὲ καὶ ξενικῷ νόμῳ χρῷο, προσυστήσας τὸ πρόσωπον εἰσάξεις, ὡς Δημοσθένης ἐν τῷ Λοκρικῷ νόμῳ. Περὶ ἔθους. τὸ δὲ ἔθος καὶ ἀντὶ τοῦ νομίμου παραλαμβάνεται· ἔχει δὲ ὕλην καὶ τὰς κατασκευὰς ἐκ τῶν γεγονότων καὶ παραδεδομένων· λαμβάνεται δὲ διχῶς ἢ ἐξ ἰδιότητος τοῦ ὑποκειμένου προσώπου ἢ ἐκ κοινότητος, ὡς ἐπ’ ἐκείνου· βουλεύονται Ἀθηναῖοι, εἰ δεῖ θάψαι τοὺς δέκα στρατηγούς· ἀπὸ κοινότητος μέν, ὅτι κοινῇ πᾶσιν ἀνθρώποις καθέστηκε θάπτειν τοὺς οἰχομένους συνήθεια· ἐξ ἰδιότητος δὲ τοῦ ὑποκειμένου προσώπου, ὅτι Ἀθηναίοις καὶ τοὺς ἀλλοτρίους νεκροὺς θάπτειν ἔθος, οἷα τὰ περὶ Ἀργείους ἔπραξαν, πολύ γε δήπου πρότερον τοὺς οἰκείους προσήκει. οὐκοῦν καὶ ἀπὸ τῶν ἐναντίων αἱ ἀνατροπαί, ἢ ὅτι ἄλλοις ἢ ὅτι ἡμῖν οὐκ ἔθος, τὰ δόγματα καὶ ἀντὶ νόμων ἰσχύει. καὶ σχεδὸν ἀπὸ τῶν αὐτῶν ἐννοιῶν κατασκευάζεται, ὅτι ὀρθῶς ἔχει ἀπὸ τῶν βουλευσαμένων, εἰ ἔνδοξον εἴη πρόσωπον τὸ ὑποκείμενον, καὶ οὐχ οἷον πρὸς ἀπάτην τι δοκεῖν βουλεύσασθαι, εἰ δὲ καὶ αὐτὸ τὸ δόγμα συντρέχον καὶ τοῖς νόμοις τοῖς προγονικοῖς φαίνοιτο· ἀπὸ τοῦ ἐλλείποντος, εἰ οὐδ’ ἀντείποι τις τῶν νῦν ἀντιλεγόντων· ἀπὸ ἐνδόξου κρίσεως, ὅτι καὶ οἱ νόμοι φυλάττειν κύριά φησι κελεύουσι τὰ τοῦ δήμου δόγματα. ἐκ διαφορᾶς· ταύτῃ διενήνοχεν ἡ δημοκρατία τυραννίδος, ὅτι ἡ μὲν ἄκυρον ποιεῖ τὸν δῆμον, ἡ δὲ κύριον. ἐκ τοῦ ἐλάττονος· εἰ καὶ τὰς ἰδίας ὁμολογίας φυλάττειν ἔννομον, πολὺ δήπου τὰς τοῦ δήμου. Περὶ δικαίου.
383 Τὸ δίκαιον διχόθεν συνίσταται ἀπὸ προσώπου ἢ ἀπὸ πράγματος· ἀπὸ μὲν προσώπου· δίκαιον βοηθεῖν, ἀστυγείτονες γάρ, εἰ οὕτω τύχοι, ἢ ὁμογενεῖς ἢ φίλοι ἢ εὐεργέται· ἢ πάλιν ἀπὸ τῶν ἐναντίων, εἰ τιμωρεῖσθαι κελεύοις, ὅτι ἐχθροί, ὅτι ὑπῆρξαν, ὅτι ἀλλόφυλοι. ἀπὸ δὲ πράγματος, ὅτι ἴσον, ὅτι πρὸς τὴν ἀξίαν, ὅτι καὶ πᾶσι τοῖς τὰ δίκαια φρονήσασιν οὕτως ἔδοξεν. Περὶ συμφέροντος. Τὸ συμφέρον κατασκευάζεται ἀπὸ τῶν ἐκβάσεων οἷα ἐκβήσεται πεισθεῖσι. τέλειαι δὲ ἀποδείξεις συμφέροντος, ὅταν ἐπ’ ἄμφω ἀποδείξῃς, τί μὲν ἔσται πεισθεῖσι, τί δὲ εἰ μὴ ὑπακούσαιεν, ὡς παρὰ Δημοσθένει ἐν Ὀλυνθιακοῖς. ἀλλὰ ἡλίκα γ’ ἐστὶ τὰ διάφορα ὑμᾶς ἐκεῖ πολεμεῖν ἢ παρ’ ὑμῖν ἐκεῖνον, οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι· ἔτι τελεία ἐστὶν ἐξέτασις συμφέροντος, ὅταν δείξωμεν, ὅτι καὶ ἡμεῖς ὠφεληθησόμεθα καὶ τοὺς ἐχθροὺς βλάψομεν. ἔτι καὶ ἀπὸ τοῦ χρόνου, ὅτι οὐκ εἰς τὸ παρὸν μόνον, ἀλλὰ καὶ εἰς τὸν πάντα χρόνον ἐκ τούτων ἄμεινον οἰκήσομεν. ἐκ παραδείγματος, ὅτι καὶ πρότερον πράξασι ταῦτα συνήνεγκε. καὶ ἀπὸ τοῦ ἐναντίου, ὅτι ἐλλειφθέντα ἔβλαψεν. Περὶ δυνατοῦ. Τὸ δυνατὸν ἐκ τῶν ἐκτὸς μάλιστα κατασκευάζεται, φίλων, χρημάτων, συμμάχων, τόπου, καιροῦ, θεῶν εὐνοίας. κατασκευάζεται δὲ καὶ ἐκ παραδειγμάτων, ὅτι καὶ πρότερον οὐκ ἐλάττονας πολέμους εὖ ἔθεντο. τελεία δὲ κατασκευὴ δυνατοῦ, εἰ δείξαιμεν, ὅτι καὶ ἡμεῖς ἰσχυροὶ καὶ οἱ πολέμιοι ἀσθενεῖς, ὡς ἐν Φιλιππικοῖς πολλαχοῦ. Περὶ ἐνδόξου.
384 (1t) Τὸ ἔνδοξον κατασκευάζεται ἀπὸ τοῦ ταῖς τῶν πολλῶν διανοίαις συντρέχειν. Αἱ δὲ ἄτεχνοι πίστεις ἔγγραφα, βάσανοι, περὶ ὧν ἐν τῷ νομίμῳ λέλεκται, μαρτυρίαι καὶ μάρτυς, ὅτι ἀληθής, συνίσταται ἐκ ποιότητος προσώπου, τίς ὁ μάρτυς, ὅτι καλὸς καὶ ἀγαθός· ἐκ τῶν προγεγονότων, εἰ καὶ ἤδη τινὰ μαρτυρίαν ἀληθῆ μεμαρτυρηκὼς φαίνεται· ἐκ διανοίας, ὅτι οὐ πρὸς ἔχθραν οὐδὲ πρὸς χάριν οὐδὲ πρὸς λῆμμά τι· ἐκ τοῦ πράγματος, ὅτι καὶ αὐτὸ τὸ λεγόμενον ἐκ τῶν ἄλλων εἰκότων συνίσταται ἀληθὲς ὄν. ΠΕΡΙ ΕΠΙΛΟΓΟΥ. Ὁ ἐπίλογος τόπος τριμερής ἐστιν· ἔχει γὰρ καὶ ἀνάμνησιν τῶν εἰρημένων καὶ ἔλεον καὶ δείνωσιν, ἡ δὲ δείνωσις κατὰ τὴν αὔξησιν θεωρεῖται. τούτων τοίνυν περὶ πρώτου τοῦ τῆς ἀναμνήσεως διαλέξομαι. Κατὰ τοῦτον δὲ θεωρεῖται ἡ καλουμένη ἀνακεφαλαίωσις τῶν διὰ πολλῶν εἰρημένων, τῆς δὲ ἰδέας τοῦ λόγου τῆς πραγματικῆς καλουμένης· εἰς δύο γὰρ εἴδη ὁ πᾶς λόγος διαιρεῖται, (λέγω δὲ νῦν λόγον τὸν δικανικόν) τό τε πραγματικὸν καὶ τὸ παθητικόν· ὑποτάσσεται δὲ τῷ πραγματικῷ μὲν ἥ τε διήγησις καὶ ἡ ἀπόδειξις· τῷ δὲ παθητικῷ τὸ προοίμιον καὶ ὁ ἐπίλογος. πῶς οὖν εἰπόντες τοῦ λόγου τῆς ἰδέας τῆς παθητικῆς τὸν ἐπίλογον τὴν ἀνάμνησιν τόπον οὖσαν αὐτοῦ μέρος πραγματικῆς εἶναί φαμεν; ὅτι κατὰ τοῦτον τὸν τόπον ἀνακεφαλαίωσιν ποιούμεθα τῶν ἀποδείξεων· ἐπεὶ οὖν τῶν πραγμάτων ἀνάμνησιν κεφαλαιώδη ποιούμεθα, διὰ τοῦτο πραγματικὸς οὗτος ὁ τόπος, ἰδικὸς ὢν τοῦ ἐπιλόγου. Ζητεῖται δὲ εἰ ἐπὶ τέλους τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι τῶν λόγων, ἢ μίαν χώραν οὐκ ἔχει, ἀλλὰ πολλαχοῦ ἡ χρῆσις αὐτῆς γίνεται.
385 ἔνιοι μὲν οὖν ἐπὶ τέλους εἰσὶν αὐτῇ κεχρημένοι, ὡς καὶ ἐν τῇ κατηγορίᾳ τῇ Δημάδου ἐποίησεν ὁ Ὑπερείδης, καὶ ὁ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ Τιμοκράτους. ἔνιοι δὲ καὶ κατὰ μέσον τοῦ λόγου ἐχρήσαντο τῇ ἀναμνήσει, τουτέστι τῇ ἀνακεφαλαιώσει, ὡς ἀμέλει καὶ αὐτὸς ὁ Δημοσθένης ἐν τῷ παραπρεσβείας. ἕτεροι δὲ ἤδη μεταξὺ τῶν προειρημένων καὶ τῶν ἀναγκαίων πίστεων ἀνέμνησαν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς μέλλοντες περὶ τῶν ἀναγκαίων διαλέγεσθαι. ἔστι δὲ καὶ ἕτερος τόπος τῆς ἀναμνήσεως γιγνόμενος ἐπὶ ἑνὶ ἀποδειχθέντι κεφαλαίῳ, οἷον ὡς μὲν οὖν παράνομόν ἐστι τὸ ψήφισμα μεμαθήκατε ἐκ τοῦδε καὶ τοῦδε τοῦ νόμου. ἢ οὕτως· ὡς μὲν οὖν ἠδίκηκε τὴν πόλιν οὐκ ἐν καιρῷ πλεύσας ἐπὶ τὴν Ὄλυνθον, τοῦθ’ ὑμῖν γέγονε γνώριμον ἐκ τῆς δαπάνης τῆς γεγενημένης, ἐκ τῶν ἐλπίδων ὧν ἐσφάλητε, ἐκ τοῦ γεγενῆσθαι τὸν Φίλιππον καθ’ ἡμῶν μέγαν. τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τουτέστιν ἡ ἀνακεφαλαίωσις, τὸν ἐπὶ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμένων ἀποδείξεων, καὶ τὸν γινόμενον ἐπὶ ἑνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ. ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει ἔκθεσιν ἔχει κεφαλαιώδη τῶν ζητημάτων ἁπάντων καὶ ἀνάμνησιν τῶν προηγουμένων ἀποδείξεων κεφαλαιωδῶς καὶ τῶν ἀναγκαίων, ἡ δὲ μεταξὺ γιγνομένη ἀνάμνησιν περιέχει τῶν ἀναγκαίων πίστεων, ἡ δὲ ἐπὶ κεφαλαίῳ ἑνὶ ἀποδειχθέντι γινομένη οὐκ ἔτι κεφαλαίων ἀνάμνησις, ἀλλὰ τῶν λημμάτων δι’ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον. Πῶς οὖν ἀναμνήσομεν, ὑποδείξομεν ἤδη τοὺς τόπους τῆς ἀναμνήσεως κεφαλαιωδῶς λέγοντες, ἐπέδειξα μὲν τοὺς νόμους ὑμῖν παρ’ οὕς ἐστι τὸ ψήφισμα εἰρημένον, ἐξήτασα τὰ τῷ Χαριδήμῳ πεπραγμένα ἐξ ὧν ἐφάνη δίκαιος οὐκ ὢν τῆς δωρεᾶς ταύτης τυχεῖν, καὶ ὡς οὐ συνοίσει τῇ πόλει, καὶ τοῦτο γέγονε γνώριμον.
386 Ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιΐας. τί δ’ ἐστὶν ἡ προσωποποιΐα, ἀλλαχόθι που δεδηλώκαμεν, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον τί τέ ἐστι καὶ πῶς δι’ αὐτῆς ἀναμνήσομεν, δῆλον ποιήσω. ἔστι μὲν οὖν προσωποποιΐα παραγόμενον πρόσωπον τὸ οὐκ εἰς τὸ δικαστήριον παρόν, ἀποδημῶν [πατὴρ] ἢ τεθνεώς, ἢ πατρίς, ἢ στρατηγία, ἢ νομοθεσία, ἢ ἕτερον τῶν τούτοις παρεοικότων. τοιοῦτο μὲν οὖν ἐστὶν ἡ προσωποποιΐα. διὰ ταύτης δὲ τῶν εἰρημένων ἀνάμνησις οὕτω γίνεται, οἷον ἐπὶ Μιλτιάδου κρινομένου μετὰ Πάρον. ἀναμνῆσαι γάρ ἐστι τοῦ Μιλτιάδου [καὶ Κίμωνος] δικαίων παρεισάγοντας τὸν καιρὸν τὸν Μηδικόν· ὑπολάβετε, ὦ Ἀθηναῖοι, τὸν καιρὸν ἐκεῖνον αὐτὸν παρόντα νῦν ὑπὲρ Μιλτιάδου ποιεῖσθαι τοὺς λόγους. καὶ ὑποθεὶς τὸ πρόσωπόν τις τοῦ καιροῦ κεφαλαιωδῶς ὑπομνήσει τοῦ φόβου τοῦ κατασχόντος αὐτούς, τῶν τε τοῖς Ναξίοις συμβεβηκότων καὶ τῆς τῶν Ἐρετριέων ἀναστάσεως, πῶς ἔπεισε τὸν πολέμαρχον τῆς ψήφου τῆς αὐτοῦ γενέσθαι, πῶς δὲ τῶν στρατιωτῶν ἡγήσατο τῆς νίκης, τῆς φυγῆς τῆς τῶν βαρβάρων. κέχρηται δὲ καὶ ὃ Δημοσθένης προσωποποιΐᾳ πρόσωπον ὑποθεὶς τὸν καιρὸν αὐτὸς αὑτῷ. ἐκεῖνος μὲν οὖν ἐν ἀρχῇ τοῦ πρώτου τῶν Ὀλυνθιακῶν τὸν καιρὸν παρεισήγαγε, καὶ ἐπὶ τέλει δὲ τοῦ λόγου ἥρμοσεν ἂν παρεισαχθεὶς εἰς τὴν ἀνάμνησιν τῶν εἰρημένων· „ὁ γὰρ παρὼν καιρὸς ταύτας ἀφίησι τὰς φωνάς, ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, ὅτι ἡ τῆς πόλεως τύχη βελτίων τῆς Φιλίππου, ὅτι πολλὰ πρὸς τὸ νικᾶν ἐστὶν ὑμῖν πλεονεκτήματα, ὅτι ἀσθενῆ τὰ τοῦ Φιλίππου παντάπασιν, ὅτι ἀναιρεθέντων Ὀλυνθίων ἐν τῇ ὑμῶν αὐτῶν ἀμυνεῖσθε τὸν βάρβαρον.
387 “ οὕτως ἀνέμνησεν ἂν διὰ τῆς προσωποποιΐας κεφαλαιωδῶς τῶν εἰρημένων. Ἔτι ἀναμνήσομεν ἐξ ὑποτυπώσεως τινὸς μέλλοντος γίνεσθαι πράγματος, ὡς Πολύευκτος ἐν τῷ κατὰ Δημάδου. ἐγράφη μὲν γὰρ ψήφισμα χαλκῆς εἰκόνος τῷ Δημάδῃ, ὁ δὲ κατηγορεῖ τοῦ ψηφίσματος. ὅσα οὖν ἦν αὐτῷ διὰ πλειόνων εἰρημένα εἰς τὴν κατασκευὴν τοῦ ὅτι μὴ ἦν ἄξιος τῆς τιμῆς τυχεῖν ταύτης, ταῦτα κεφαλαιωδῶς ἀνέμνησεν ὑποτυπῶν τὸ σχῆμα τοῦ ἀνδριάντος. „τί γάρ,“ φησί, „σχῆμα ἕξει, τὴν ἀσπίδα προβαλεῖται; ἀλλὰ ταύτην γε ἀπέβαλεν ἐν τῇ περὶ Χαιρώνειαν μάχῃ· ἀλλὰ ἀκροστόλιον νεὼς ἕξει;“ ἔπειτα πυνθάνεται, „ποίας; ἢ τῆς τοῦ πατρός; ἀλλὰ βιβλίον, ἐν ᾧ φάσεις καὶ εἰσαγγελίαι ἔσονται γεγραμμέναι. ἀλλὰ νὴ Δία στήσεται προσευχόμενος τοῖς θεοῖς, κακόνους ὢν τῇ πόλει καὶ τὰ ἐναντία πᾶσιν ὑμῖν ηὐγμένος; ἀλλὰ τοῖς ἐχθροῖς ὑπηρετῶν;“ οὕτως μὲν οὖν ἀνέμνησε κεφαλαιωδῶς, ἐξ ὧν αὐτὸν ἐδείκνυεν οὐκ ὄντα τῆς τιμῆς τυχεῖν ταύτης ἄξιον. Ἔτι ἀναμιμνήσκειν ἐστὶν ἐκ τῆς καλουμένης ἠθοποιΐας. ἔστι δὲ ἠθοποιΐα λόγος περιτιθέμενος προσώποις ὑποῦσιν, οἷον, τίνα νῦν ἐροῦσιν οἱ θεασόμενοί με ἀγόμενον εἰς τὸ οἴκημα; Μιλτιάδης οὗτος ὁ στρατηγήσας τῆς ἐν Μαραθῶνι μάχης, ὁ τὴν νίκην παρασκευάσας τῇ πόλει, ὁ τοὺς βαρβάρους σφήλας τῆς ἐλπίδος. κέχρηται τούτῳ τῷ τόπῳ καὶ Ὑπερείδης ὑπὲρ Λυκούργου λέγων· „τίνα φήσουσιν οἱ παριόντες αὐτοῦ τὸν τάφον; οὗτος ἐβίω μὲν σωφρόνως, ταχθεὶς δὲ ἐπὶ τῇ διοικήσει τῶν χρημάτων εὗρε πόρους, ᾠκοδόμησε δὲ τὸ θέατρον, τὸ ᾠδεῖον, τὰ νεώρια, τριήρεις ἐποιήσατο, λιμένας. τοῦτον ἡ πόλις ἡμῶν ἠτίμωσε, καὶ τοὺς παῖδας ἔδησεν αὐτοῦ.“ κέχρηται καὶ Σοφοκλῆς ἐν Ἠλέκτρᾳ τὴν ἀδελφὴν τὴν αὑτῆς τὸν Αἴγισθον καὶ τὴν μητέρα ἀποκτεῖναι κελευούσῃ [καὶ] τὴν Κλυταιμνήστραν, πειρᾶται δὲ αὐτὴν ἀναπείθειν ἐξ ἠθοποιΐας· οἱ γὰρ βλέποντες ἡμᾶς, φησί, τὰ καὶ τὰ ἐροῦσι.
388 καὶ ἐν Ἀπολογίᾳ δὲ Σωκράτους ὁ Πλάτων δι’ ἠθοποιΐας ἀναμιμνήσκει. τοιοῦτος μὲν οὖν ἐστὶν οὗτος ὁ λόγος. Ἔτι ἀναμνήσομεν δὲ καὶ διὰ τῆς συγκρίσεως τῶν ἀμφοτέροις δικαίων, οἷον, ὁ μὲν ἥκει πρὸς ὑμᾶς τῆς ἀδείας τυχεῖν βουλόμενος, ἐμπρήσας μὲν ὑμῶν τὰς τριήρεις, γεγονὼς δὲ ὑμῖν τηλικαύτης αἴτιος ζημίας, προβαλλόμενος δὲ τὴν στρατηγίαν, ἐν ᾗ ταῦτα διεπράξατο· ἐγὼ δὲ ὑπάγων αὐτὸν τοῖς νόμοις καὶ βουλόμενος ὑμῖν αὐτὸν τιμωρίαν ὑποσχεῖν ἀνθ’ ὧν ἐζημίωσε τὸ κοινόν. καὶ ὁ μὲν πρὸς τῷ τὴν πόλιν αὐτὸς ἠδικηκέναι καὶ τοῖς ἄλλοις στρατηγοῖς οἴεται ἄδειαν παρασχεῖν τοῦ τὰ ὅμοια πράττειν· ἐγὼ δὲ καὶ τούτους ἡγοῦμαι τῷ τὰ ὅμοια τούτῳ παθεῖν δεδοικέναι μηδὲν ὅμοιον αὐτῷ ζημιῶσαι τὴν πόλιν. ἢ οὕτως ἀντιπαραβαλοῦμεν τὰ ἀλλήλων δίκαια· ἐγὼ μὲν ἀξιῶν ὑμῖν τοὺς νόμους εἶναι κυρίους δευρὶ πάρειμι, ὁ δὲ ἀκύρους αὐτοὺς καὶ μηδενὸς ἀξίους· κἀγὼ μὲν τιμᾶσθαι παρ’ ὑμῖν τοὺς ὑμετέρους εὐεργέτας, ὁ δὲ τοὺς ἄνωθεν ὑμᾶς λελυπηκότας· κἀγὼ μὲν τοῦτο γενέσθαι ὃ πραχθὲν οὐ ζημιώσει τὴν πόλιν, ὁ δὲ ἐξ οὗ τὸ κοινὸν μέλλει βλάπτεσθαι. Ἔτι δὲ ἀναμνήσομεν διὰ ψηφίσματος εἰσφορᾶς, ὡς ὁ Ὑπερίδης ψηφίσματος κατηγορῶν ὑπὸ Δημάδου γραφέντος, πρόξενον Εὐθυκράτην εἶναι γράψαντος, ἀντ’ αὐτοῦ εἰσφέρει ψήφισμα δι’ οὗ ποιεῖται τὴν ἀνακεφαλαίωσιν τῶν εἰρημένων· ἃ μὲν γὰρ οὗτος, φησίν, εἰσκεκόμικεν, οὐκ ἔχει τὰς ἀληθεῖς αἰτίας τῆς προξενίας, ἐγὼ δὲ εἰ δεῖ πρόξενον ὑμῶν αὐτὸν γενέσθαι, δι’ ἃ τούτων τεύξεται γράψας εἰσφέρω.
389 ἔπειτα τὸ ψήφισμα εἰσφέρει· δεδόχθαι γάρ φησι πρόξενον αὐτὸν εἶναι, διότι τὰ Φιλίππῳ συμφέροντα καὶ πράττει καὶ λέγει, ὅτι γενόμενος ἵππαρχος τοὺς Ὀλυνθίων ἱππέας προὔδωκε Φιλίππῳ, ὅτι τοῦτο πράξας αἴτιος τοῦ Χαλκιδέων ὑπῆρξεν ὀλέθρου, ὅτι ἁλούσης Ὀλύνθου τιμητὴς ἐγένετο τῶν αἰχμαλώτων, ὅτι ἀντέπραξε τῇ πόλει περὶ τοῦ ἱεροῦ τοῦ Δηλίων, ὅτι τῆς πόλεως περὶ Χαιρώνειαν ἡττηθείσης οὔτε ἔθαψε τῶν τεθνεώτων τινάς, οὔτε τῶν ἁλόντων οὐδένα ἐλύσατο· διὰ τούτων κεφαλαιωδῶς ἀναμιμνήσκει τῶν παρ’ ὅλην τὴν κατηγορίαν εἰρημένων κατ’ αὐτοῦ. Ἔτι ἀναμνήσομεν ἐπὶ τῆς καλουμένης γνωσιγραφίας, κατὰ ταύτην κεφαλαιούμενοι τὰ εἰρημένα· ἔστι δὲ ἡ γνωσιγραφία ἀπόφασις δικαστῶν, οἷον, τί δὲ ἀφιέντες γράψετε; ἐξεῖναι καταλύειν τοὺς νόμους, πράττειν τὰ τῇ πόλει μὴ συμφέροντα, δημεύειν ἀλλοτρίας οὐσίας. Ἔστιν ἀναμιμνήσκειν διὰ νόμων εἰσφορᾶς, ὡς ἀναμιμνήσκειν ὑπάρχει διὰ ψηφίσματος εἰσφορᾶς, οἷον, ὑπολαμβάνετέ [με] νῦν νόμον εἰσφέρειν μηδένα ἐπιβουλεύειν τοῖς ἀλλοτρίοις παισίν, ἐξουσίαν ἔχειν τοὺς πατέρας τῶν υἱέων, τοὺς στρατιώτας μὴ ἐπιβουλεύειν τοῖς εὐεργέταις τοῖς ἑαυτῶν, μὴ ποιεῖσθαι κέρδη τὰς ἀλλοτρίας συμφοράς, εἰ τοῦτον εἰσέφερε τὸν νόμον, οὐκ ἂν ἐκυρώσατε; τοῦτον δὲ ἀντὶ τούτου εἰσφέρειν ἕτερον νόμον τὸν τὰ ἐναντία τούτοις ποιεῖν κελεύοντα, κυρίους εἶναι τῶν ἀλλοτρίων παίδων τοὺς μηδὲν προσήκοντας αὐτοῖς, τοὺς ἀδικήσαντας μηδεμίαν τιμωρίαν ἐκτίνειν, ἄδειαν τοὺς στρατιώτας ἔχειν τοῦ ποιεῖν ἅπαντας κακῶς. Ἔτι ἀναμνήσομεν δι’ ὑπογραφῆς ἤτοι εἰκόνος ἢ ἀνδριάντος ἢ τάφου ἢ τῶν τοιούτων τινός, οἷον καὶ τὸν Ἐπαμεινώνδαν φασὶ θανάτου κρινόμενον παρὰ τοῖς Θηβαίοις ποιῆσαι. παρελθὼν γὰρ ἔφη „ἀποκτείνατέ με, ὦ Θηβαῖοι.
390 ἐκεῖνο δέ μοι παρ’ ὑμῶν ὑπαρξάτω ἐν τῇ στήλῃ, ὅτι παραλαβὼν τὴν πόλιν δουλεύουσαν τὴν ἑαυτοῦ ἠλευθέρωσε, καὶ Λακεδαιμονίους ἐκράτησε μάχῃ, καὶ διέβη εἰς Πελοπόννησον, τὰ καὶ τὰ διεπράξατο.“ δύναται δὲ ὁ Ἐπαμεινώνδας καὶ οὕτω λέγειν· μὴ ποιήσητέ μου τάφον· παριὼν γάρ τις μνημονεύσει καὶ ἐρεῖ τὰ καὶ τά. ἔστι δὲ ὑπομιμνήσκειν οὐ μόνον διὰ τῆς ἐπιγραφῆς τῆς γιγνομένης διὰ γραμμάτων, ἀλλὰ καὶ τῆς ἐκτύπωσιν ἐχούσης τῶν γεγενημένων, ὡς ἐπὶ Θεμιστοκλέους, εἰ δὲ ἀποκτενεῖτέ με, ἔστω μνῆμα δηλοῦν ἐπὶ τῷ ἐμῷ τάφῳ τούτων ἕκαστον, δι’ ἃ νῦν φθονούμενος κρίνομαι, Ἀρτεμίσιόν που καὶ Σαλαμὶς γεγράφθω καὶ στόλος βασιλικὸς καὶ τὸ Ἀθηναίων ναυτικὸν καὶ τῶν ἄλλων ἕκαστον ἀξιώσει τούτοις ἐγγεγράφθαι. Ἔστι δὲ ἀναμιμνήσκειν τῶν εἰρημένων καὶ καθ’ ἕτερον τρόπον τῷ σχήματι τῆς πεύσεως χρώμενον, ἀνερωτῶντα τοὺς δικαστάς, διὰ τί ἀφήσετε τὸν φεύγοντα, ὡς Αἰσχίνης πεποίηκε. πυνθάνεται γὰρ τῶν δικαστῶν· διὰ τί ἀφήσετε τὸν Κτησιφῶντα; ὅτι νόμιμον τὸ ψήφισμα; ἀλλὰ δέδεικται παρὰ τοὺς νόμους γεγραμμένον· ὅτι Δημοσθένης εὔνους τῇ πόλει; ἀλλὰ καὶ οὗτος δέδεικται κακόνους ὢν τῷ δήμῳ. ὅτι Κτησιφῶν αὐτὸς ἐξ ἀγνοίας τὸ ψήφισμα ἁμαρτὼν ἔγραψεν, ἀναγκάσαντος αὐτόν τινος; οὐδὲ διὰ τούτων οὐδὲν αὐτοῦ ἀποψηφιεῖσθε. Τοσαυταχῶς οὖν ἀναμιμνήσκειν ὑπάρχει, τουτέστι χρῆσθαι τῇ ἀνακεφαλαιώσει καλουμένῃ· ἀναμνήσομεν γὰρ καὶ ἐπερωτῶντες τοὺς δικαστὰς τὰς αἰτίας, διὰ τί φήσουσι τοὺς κρινομένους ἐᾶν, ἔπειτα ἐξ ἐπιγράμματος, καὶ τούτου διχῶς θεωρουμένου, ἐξ εἰσφορᾶς νόμου, ἐκ ψηφίσματος, ἐκ τῆς γνωσιγραφίας, ἐκ τῆς [παραθέσεως] ἀμφοτέρων τῶν δικαίων συγκρίσεως, πάλιν ἐξ ἠθοποιΐας, ἐξ ὑποτυπώσεως, ἐκ προσωποποιΐας, ἐκ τῆς κεφαλαιώδους ἐκθέσεως τῶν εἰρημένων.
391 καὶ περὶ μὲν τῆς ἀνακεφαλαιώσεως ταῦτα λέγειν ὑπάρχει. Περὶ ἐλέου. Ἐπειδὰν δὲ μέλλωμεν κινεῖν ἔλεον, προπαρασκευάσομεν τὸν δικαστὴν πρὸς τοῦτο ἡμῖν ἐπιτηδείως ἔχειν· οὐ γὰρ ἐξαίφνης ἐπιχειρεῖν δεῖ τούτῳ τῷ τόπῳ, ἀλλὰ μετὰ προπαρασκευῆς τινος· ἀνύσομεν γάρ τι καὶ οὕτω μᾶλλον τῶν δικαστῶν ἀναπεπεισμένων καὶ παρωξυσμένων πρὸς τὸ ἐλεεῖν τὸν κρινόμενον. πῶς οὖν προπαρασκευάσομεν; τοῦτον τὸν τρόπον· κοινῷ τόπῳ χρησόμεθα τῷ περὶ ἐλέου καὶ φιλανθρωπίας, καὶ περὶ τοῦ δεῖν φρονεῖν ἀνθρώπινα καὶ ἡμέροις χαίρειν μᾶλλον ἤπερ ἀποτόμοις, τὸ τοιοῦτον εἶναι λέγοντες πολὺ καὶ χρηστὸν καὶ φιλάνθρωπον καὶ τρόπου πεπαιδευμένου, καὶ τοὺς οὕτως ἔχοντας ἐπαινεῖσθαι μᾶλλον τῶν οὕτως οὐκ ἐχόντων, καὶ ὅσον διαφέρουσιν οἱ ἄνθρωποι τῶν θηρίων, τοσοῦτον διαφέρειν τοὺς ἐλεήμονας τῶν ἀνηλεῶν. καὶ ἔτι φήσομεν τοὺς οὕτως ἔχοντας εἴ ποτε ἄρα δεηθεῖεν τῆς παρ’ ἄλλων φιλανθρωπίας, ῥᾷον αὐτῆς τυγχάνειν. δεῖν δ’ ὄντας ἀνθρώπους προορᾶσθαι τὸ μέλλον. Ἀθήνῃσι μὲν οὖν λέγοντες καὶ ἀπὸ κρίσεως καὶ ἀπὸ ἔργων γεγενημένων τὸν κοινὸν τόπον τοῦτον κατασκευάσομεν· Ἐλέου βωμός ἐστι παρ’ ὑμῖν, θεὸς εἶναι δοκεῖ παρ’ ὑμῖν ἡ κοινὴ πάντων φιλανθρωπία, ἐπὶ τούτῳ παρὰ τοῖς ἄλλοις εὐδοκιμεῖτε πᾶσι, μὴ οὖν ἀλλοιωθῆτε νῦν. καὶ παραδείγματα προοισόμεθα, τοὺς καταφυγόντας μὲν ἐπὶ τὸν βωμόν, μὴ ἀτυχήσαντας δὲ ὧν ἠξίωσαν, οἷον τοὺς Ἡρακλείδας, καὶ εἰ δή τινες ἕτεροι λέγονται τὸ ὅμοιον αὐτοῖς ποιῆσαι. εἰ δὲ παρ’ ἄλλοις ἐσμέν, παράδειγμα τὸ τῶν Ἀθηναίων προοισόμεθα καὶ ἐπαινεσόμεθα τοὺς Ἀθηναίους, καὶ ἐὰν μὲν ὦσι φίλοι, ὡς καὶ περὶ φίλων διαλεξόμεθα, εἰ δ’ ἐχθροὶ τῶν Ἀθηναίων τινές, προθεραπεύσομεν τὸν λόγον, ὡς ὁ Αἰσχίνης· μέλλων γὰρ λέγειν πεπραγμένον τι τοῖς Λακεδαιμονίοις, προθεραπεύει τοῦτο καλὸν εἶναι λέγων μιμεῖσθαι καὶ τὰς ἀλλοτρίας καὶ τὰς οἰκείας ἀρετάς.
392 Οὐ μόνον δὲ τούτῳ τῷ τόπῳ πρὸς τὸν ἔλεον τοὺς δικαστὰς παρασκευάσομεν, ἀλλὰ καὶ ἀναμιμνήσκοντες τῶν τοῖς φεύγουσι δι’ αὐτοὺς πεπραγμένων, λόγου χάριν, οὗτος μέντοι πένης ὢν οὐκ ὂν αὐτῷ φιλοτιμεῖσθαι πρὸς ὑμᾶς ἐκ χρημάτων γέγονεν ὑμῖν καὶ ἐκ τῶν ὄντων τὰ δυνατὰ αὐτῷ χρήσιμος, αὑτόν γε μὴν ἔταξεν ἐπὶ τὰ τῇ πόλει συμφέροντα. καὶ γάρ τοι δημηγορῶν ὠφέλει τὸ κοινὸν νόμους εἰσφέρων ψηφίσματα· ὑπὲρ δὲ τῶν δικαίων ἐπρέσβευσεν, ἐστρατήγησεν. ἔτι προπαρασκευάσομεν πρὸς τὸ ἐλεεῖσθαι τοὺς κρινομένους τὰ ὑπ’ αὐτῶν φιλανθρώπως πρὸς ἄλλους πεπραγμένα διεξιόντες· ἐνὸν αὐτῷ παρὰ τοῦ δεῖνος τιμωρίαν ἀδικηθέντι λαβεῖν ἀφεῖκεν· ἐν μέντοι τῷ παρασκευαστικῷ πρὸς τὸν ἔλεον τούτῳ οἰκείῳ χρησόμεθα τῷ παρόντι πράγματι. Μετὰ μέντοι τοὺς κοινοὺς τόπους τοὺς τὴν παρασκευὴν ἔχοντας πρὸς τὸν ἔλεον ἀπὸ τοῦ παρὰ τὴν ἀξίαν καλουμένου τὸν ἔλεον κινήσομεν· παρὰ τὴν ἀξίαν δὲ ἔστι τὸ ταῦτα πάσχειν τινά, ἅπερ αὐτῷ δοκεῖ εἶναι ἧττον, οἷον τὸ πένεσθαι τοὺς ἐν πλούτῳ γεγονότας, τὸ φεύγειν δημαγωγούς, τὸ ἀτιμίᾳ περιπεπτωκέναι στρατηγούς, συνελόντι δ’ εἰπεῖν ἡ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρω μεταβολὴ κατὰ τὸν τόπον θεωρεῖται τὸν παρὰ τὴν ἀξίαν καλούμενον, οἷον ὁ Δημοσθένης ἐπιστέλλει πως τοῖς Ἀθηναίοις περὶ τῆς καθόδου τῆς ἑαυτοῦ. οἶμαι μὲν ὅτι καὶ αὐτὸς κινεῖ τὸν ἔλεον ἐκ τοῦ παρὰ τὴν ἀξίαν θεωρεῖσθαι· εἰ δὲ καὶ παραλέλειπται τοῦτο αὐτῷ, ὑπῆρχεν ἂν κινῆσαι τὸν ἔλεον αὐτῷ τόνδε τὸν τρόπον, ἀλλὰ νῦν ὁ πρότερον διοικῶν τὰ ὑμέτερα πράγματα καὶ λαμπρὸς καὶ περίβλεπτος ὢν καὶ ὑπὸ τῶν πάντων ζηλούμενος οὐ μόνον τούτων ἀφῄρημαι, ἀλλὰ καὶ τῆς πατρίδος ἐξελήλαμαι.
393 καὶ ἱκέτης ἄλλων γίνομαι ὁ τέως ἄλλους εὐεργετῶν. Ἔτι κινήσομεν ἔλεον καὶ ἀπὸ τοῦ καλουμένου παρὰ τὴν ἐλπίδα, οἷον, ἤλπιζον δημαγωγῶν καὶ τὰ ὑμέτερα πράττων καὶ τολμήσας διὰ τὰ ὑμῖν συμφέροντα προσκροῦσαι τοῖς πλουσίοις ἀποκεῖσθαί μοι παρ’ ὑμῖν ἀντὶ τούτου τὴν χάριν, εἰ δὲ μὴ μᾶλλον εὐδοκιμήσειν τῶν πλουσίων, ἀλλ’ οὖν ἀπολαύσειν αὐτοῖς τῆς τιμῆς τῆς ἴσης· νυνὶ δὲ τούτων ἁπάντων ἐσφάλην, ᾔτησέ με παρ’ ὑμῶν ὁ πλούσιος δωρεάν, ὑμεῖς ἔδοτε, ψήφισμα περὶ τούτων ἐκυρώσατε. δύναται δέ τις τὸν τόπον τοῦτον κινεῖν πολλαχῶς· ἤλπισα γηροβοσκὸν παῖδα ἔσεσθαί μοι. ὁ δὲ οὐ μόνον οὐδὲν τούτων ποιεῖ, ἀλλὰ καὶ συκοφαντεῖ καὶ παρανοεῖν φησὶ καὶ δῆσαι βούλεται. καὶ στρατηγὸς κρινόμενος ἐπὶ νίκῃ γεγενημένῃ ἀπὸ τούτου τοῦ τόπου εἰς τὸν ἔλεον εὐπορήσει λημμάτων. Ἔτι ἔλεον κινήσομεν ἀπὸ τῆς εὐδαιμονίας τῆς πρὸ τοῦ αὔξοντες αὐτήν, ὡς ἐπὶ Μιλτιάδου, οὗτος μέντοι παρ’ ὑμῖν εὐδοκιμῶν πρὸ τοῦ καὶ τιμῆς καὶ στρατηγίας ἠξιωμένος οὐκ ἐπὶ τῆς αὐτῆς τούτοις χώρας μένει, ἀλλ’, ὁρᾶτε γὰρ τὴν μεταβολὴν αὐτοῦ τῆς τύχης, κρίνεται μὲν ὡς ἀδικῶν τὴν πόλιν, κεκόμισται δὲ νοσῶν εἰς τὸ δικαστήριον, ἔχει δὲ τὴν ἐλπίδα τῆς ἀφέσεως οὐκ ἐν τοῖς ἑαυτοῦ λόγοις, ἀλλ’ ἐν οἷς ἄλλοι μέλλουσιν ὑπὲρ αὐτοῦ λέγειν. καὶ ὡς ἐπὶ τῶν Ἀθηναίων λόγου χάριν, εἴ τινες ἠξίουν τοὺς Λακεδαιμονίους καταλῦσαι τὴν ἀρχὴν τῶν τριάκοντα. τὴν γὰρ εὐδαιμονίαν τὴν οὖσαν τῇ πόλει πρὸ τοῦ ἐπιών τις καὶ αὔξων καὶ τὰ παρόντα δεινὰ νῦν αὐτοῖς καταριθμούμενος καὶ ἀξιῶν ἐλέου τυχεῖν αὐτοὺς νῦν δόξει δικαίως κεκινηκέναι τὸν τόπον τοῦτον, ὅτι καὶ αὐτῶν τῶν Λακεδαιμονίων οἱ Ἀθηναῖοι μείζονες ὄντες οὐκέτι μὲν ἀμφισβητοῦσι τῶν πρωτείων τῆς Ἑλλάδος, κεῖνται δ’ ἐπ’ ἄλλοις κριθησόμενοι ἐν τῇ τῶν ἠδικημένων φιλανθρωπίᾳ, * καὶ ὁμηρεύοντες ὡς Ἀλέξανδρον ἀπάγονται· ἡμεῖς δέ φησιν ἡ κοινὴ τῆς Ἑλλάδος καταφυγή, πρὸς ἣν ἐβάδιζον αἱ πανταχόθεν πρεσβεῖαι, νῦν κινδυνεύομεν περὶ τοῦ ἐδάφους τῆς πατρίδος.
394 κέχρηται τούτῳ τῷ τόπῳ καὶ ὁ Εὐριπίδης. λέγει γοῦν καὶ ἡ Ἑκάβη παρ’ αὐτῷ· ἤμην τύραννος κεἰς τύρανν’ ἐγημάμην, κἀνταῦθ’ ἀριστεύοντ’ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλ’ ὑπερτάτους Φρυγῶν. οὐ Τρῳὰς οὐδ’ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. τὴν εὐπαιδίαν καὶ τὸ γήμασθαι τυράννῳ καὶ τὸ ἐκ τυράννων γεγενῆσθαι ἀντιπαρατίθησι καὶ τὰ παρόντα δεινά. φησὶν οὖν εὐθὺς καὶ ταῦτ’ ἐπεῖδον δορὶ πεσόνθ’ Ἑλληνικῷ, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα ἤκουον, ἀλλὰ τοῖσδ’ ἐπεῖδον ὄμμασιν αὐτὴ κατασφαγέντ’ ἐφ’ ἑρκείου Διός, αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην. ἡ ἀντιπαράθεσις τοῖς ἀγαθοῖς τῶν κακῶν τὸν ἔλεον κεκίνηκεν. ἐλεεινοὶ μὲν γάρ εἰσι καὶ οἱ ὁπωσοῦν δυστυχοῦντες, ἐλεεινότεροι δὲ εἶναι δοκοῦσιν οἱ ἐκ λαμπρᾶς εὐδαιμονίας συμφοραῖς μεγάλαις χρώμενοι. ἐπειδὰν δέ τινας τὸν περὶ αὐτῶν κινοῦντες ἔλεον ἀτυχοῦντας ἐπιδεῖξαι θέλωμεν, πάσχοντας αὐτοὺς κακῶς ἀποδείξομεν ἀπὸ τριῶν τόπων, καὶ κατὰ ψυχὴν καὶ κατὰ σῶμα καὶ κατὰ τὰ ἐκτὸς καλούμενα· καὶ κατὰ μὲν ψυχὴν οὕτως, λύπην [περὶ αὐτὸν] λέγοντες ἢ παράνοιαν ἤ τι τῶν τούτοις ἐοικότων.
395 ἔστι δὲ καὶ ὁ ἔρως τῶν τῆς ψυχῆς παθῶν· ἔλεον οὖν κινήσει τις καὶ περὶ τοῦ ἔρωτος διεξελθὼν εἰ βιασάμενός τις ἧς ἤρα, ἐπὶ ταύτῃ κινδυνεύοι. τὰ δὲ κατὰ σῶμα οὕτω θεασόμεθα, εἰ τέτρωται, εἰ πληγὰς ἢ μάστιγας ἀνεδέξατο περὶ τὸ σῶμα, εἰ δεσμοῖς κέχρηται, ἤ τινι τοιαύτῃ ταλαιπωρίᾳ. ἐπειδὰν δὲ τῶν τοιούτων ὁτιοῦν προφερόμενος ἐθέλοι τὸν ἔλεον ἐξεργάσασθαι, οὐχ ἁπλῶς δεῖ τὸ στοιχεῖον τοῦ ἐλέου λέγειν, ἀλλ’ ἐπεξιέναι σαφῶς καὶ τὰ παρακολουθοῦντα αὐτοῖς, οἷον εἰ λύπη ἢ ἔρως ἢ μανία· τούτων γὰρ ἕκαστον πρᾶγμά ἐστι, καὶ κινεῖ μὲν ἔλεον καὶ ἁπλῶς λεχθέν, μᾶλλον δὲ κινήσει, ὅταν τὰ παρακολουθοῦντα τῷ ἔρωτι ἐπεκδιδάσκωμεν ἢ τῇ μανίᾳ ἢ τῇ λύπῃ ἢ ὁτῳδήποτε τῶν τῆς ψυχῆς παθῶν, οἷον, ἐν τίσι γάρ ἐστιν οὗτος, οὐκ οἶδεν, οὐ γυναῖκα γνωρίζει, οὐ παῖδας τοὺς ἑαυτοῦ, οὐ νόμους, οὐ τὸ δίκαιον ἐπίσταται. οὐ συνίησιν ἡμέρας, οὐχ ἡλίου φῶς. φεύγει τὰ τοῖς ἄλλοις ἥδιστα δοκοῦντα εἶναι, ποθεῖ δὲ ἃ φεύγουσιν ἄλλοι, ἐρημίᾳ χαίρει καὶ ἐπεμβαίνει πυρί, καὶ τὸν μετὰ θηρίων μᾶλλον ἀσπάζεται βίον. ἔλαβον τὰ παρακολουθοῦντα τῇ μανίᾳ ἁρμοζόντων ἁπάντων αὐτῶν εἰς τὸν ἔλεον. ὁμοίως καὶ ἐπὶ τοῦ λυπουμένου καὶ ἐπὶ τοῦ ἐρῶντος ἐν μέρει ἐκ τῶν παρακολουθούντων καὶ ἔρωτι καὶ λύπαις λαμβάνοιντ’ ἂν καὶ οἱ περὶ τούτων ἑκάστου λόγοι, ἅμα τε αὐξήσουσι τὸ στοιχεῖον τοῦ ἐλέου καὶ τοὺς δικαστὰς ἐπισπάσονται πρὸς τὸ οἰκεῖον αὐτοῦ. τὸν αὐτὸν τρόπον καὶ ὅταν ἀπὸ τῶν τοῦ σώματος παθῶν κινήσωμεν τὸν ἔλεον, πηρώσεως ἢ δεσμῶν ἢ ἀπὸ τραύματος, καὶ τὰ τούτοις παρακολουθοῦντα ληψόμεθα. τίνα τοίνυν τῇ πηρώσει παρακολουθεῖ; σκότος πολὺ καὶ τὸ μηδενὶ χαίρειν τοῖς αὐτοῖς τοῖς ἄλλοις δύνασθαι, καὶ τῶν ἄλλων ἕκαστα. τὰ δὲ ἐκτὸς καλούμενα θεωρεῖται ἐν σπάνει τροφῆς ἢ χρημάτων. καὶ ἀπὸ τούτων οὖν ἔλεον κινήσομεν λόγου χάριν.
396 καὶ ὁ τέως σὺν πᾶσι τρυφῶν καὶ ἑτέρους εὖ ποιῶν ἐνδεής ἐστι καὶ τοῦ πιεῖν καὶ τοῦ φαγεῖν, παρ’ ἄλλων ἐρανίζεται τροφάς. ὁπόταν μέντοι λαμβάνωμεν τὰ παρακολουθοῦντα τοῖς ἐκτὸς καὶ τοῖς κατὰ σῶμα καὶ τοῖς κατὰ ψυχήν, παραπεφυλαγμένως τοῦτο ποιήσομεν· οὐ γὰρ ταῦτα πάντα ἐροῦμεν κινεῖν τὸν ἔλεον πειρώμενοι τὰ λεχθέντα· ἔλεον οὖν ὁμοίως κινεῖ οἷον ζημία εἰς χρήματα καὶ ἀφαίρεσις οἰκέτου, καὶ τούτων ἕκαστον, ἀλλὰ δουλεία, αἰχμαλωσία, θάνατος παιδὸς ἢ γυναικός, τὰ δὲ ἐξέχειν δοκοῦντα τῶν κακῶν καὶ ἐφ’ οἷς λεχθεῖσιν παρακολουθεῖ τὸ δακρύειν, ταῦτα προοισόμεθα καὶ τὰ παρακολουθοῦντα αὐτοῖς ἐπελευσόμεθα, τίνα παιδοτροφίᾳ παρηκολούθησεν, ἐν τίσι νῦν ἐστιν [γάμων χηρείᾳ]. Κινεῖ δὲ ἔλεον καὶ τὰ ἀπρεπῆ καὶ τὰ αἰσχρά, καὶ οἷς ἂν ὄνειδος προσῇ περί τινων λεγόμενα, ἐπειδὴ νῦν αὐτῶν κίνδυνος καὶ παθεῖν, ὡς Ὅμηρος περὶ τῆς Ἀνδρομάχης καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις. καὶ τὰ ἑξῆς ἅπαντα ὑπὸ τοῦ Ἕκτορος εἰρημένα τὸν ἔλεον τὸν τῆς Ἀνδρομάχης κινεῖ. ἀλλὰ καὶ ἡ Ἀνδρομάχη τὰ παρακολουθοῦντα τῇ ὀρφανίᾳ περὶ τοῦ παιδὸς λέγουσα τοῦ ἑαυτῆς καὶ αὐτὴ τὸν ἔλεον κινεῖ, ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος καὶ τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε καὶ χείλεα μέν τ’ ἐδίηνε καὶ δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην. ἐν πολιτικῷ δὲ ζητήματι ἀπὸ τῶν ἀπρεπῶν οὕτως ἔλεον κινήσομεν, οἷον πλούσιος ἐχθροῦ πένητος παῖδα ἀριστεύσας πρὸς ἀναίρεσιν ᾔτησεν, ἔδωκεν ἡ πόλις, εὐθὺς αὐτὸν ὁ πατὴρ ἀναιρεῖσθαι βούλεται.
397 ἐνταῦθα ἀπὸ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἔλεον ὁ πένης κινήσει, ἥξεις πρὸς τὸν πλούσιον, παιδίον, καὶ οὗτος ἔσται σου κύριος, ἐξουσίαν ἀνελεῖν ἔχων· πῶς οὖν σοι χρήσεται νέῳ ὄντι καὶ ὥραν ἔχοντι; τὰ ὑπὸ τῶν νόμων ἀπειρημένα ποιήσει μετ’ ἐξουσίας, ἃ καὶ τοὺς παθόντας οἱ νόμοι κωλύουσι δημηγορεῖν, ἐπεὶ τῶν αἰσχρῶν καὶ τῶν ἀπρεπῶν ἕκαστον ἔλεον κινήσει. ἀλλὰ καὶ ὁ Ἀγαμέμνων ἔλεον ἐκίνησεν ἐπὶ τοῦ Μενελάου τετρωμένου ἔκ τινος τῶν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων καί κέ τις ὧδ’ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρώσκων Μενελάου κυδαλίμοιο, καὶ τὰ ἑξῆς. δύναται τοίνυν τούτοις ὁμοίως ὁ πένης ἐπὶ τοῦ παιδὸς ἔλεον κινῆσαι· οὐ γὰρ μόνον ἅ τις πείσεται ὄντα αἰσχρὰ λέγειν χρή, ἀλλὰ καὶ τί περὶ αὐτῶν ἐροῦσιν ἕτεροί τινες· τίνα τοίνυν ἐρεῖ ὑμῶν αὐτῶν ἕκαστος; οὐ ταῦτα δή, τὴν ὕβριν, τὴν αἰσχύνην τοῦ σώματος, τὰ ὄνειδος ἡμῖν ἀμφοτέροις φέροντα; ἐπὶ ταῦτα οὖν αὐτὸν δώσετε; Τὰ μέντοι δεινὰ τὰ συμβεβηκότα τισὶν ἢ συμβησόμενα οὐ δεῖ κεφαλαιωδῶς ἐκτίθεσθαι· ἡ γὰρ ἀθρόα τούτων δήλωσις ἔκπληξιν ἔχει μᾶλλον τῶν ἀκουόντων αὐτά, ἢ ἔλεον τῶν πεπονθότων. παράδειγμα τὸ Αἰσχίνου ἀθρόας δηλώσεως κακῶν τὸ περὶ τῶν Θηβαίων εἰρημένον· „Θῆβαι δὲ Θῆβαι πόλις ἀστυγείτων μεθ’ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται·“ ἀλλ’ οὐχ ὁ Δείναρχος, ἀλλ’ ἐπὶ τὸν αὐτὸν ἐλθὼν τόπον καὶ ἄλλα μὲν εἶπε δεινὰ δι’ ὧν τὸν ἔλεον ἐκίνησε, καὶ μέντοι γε καὶ τὴν ἰσχυρὰν ἐρημίαν τῶν Θηβαίων παραστῆσαι βουλόμενος εἶπε· „περιπέτονται δὲ τὸ τῶν ταλαιπώρων Θηβαίων ἄστυ χελιδόνες.“ ὡς δὲ τὸ ἀθρόως λέγειν τὰς τινῶν συμφορὰς ὀξὺ ἄκουσμα ὂν ἀλλοτρίως ἔχει πρὸς τὸν ἔλεον, οὕτως ἐπακριβὲς [ἐπὶ] πάντα ἐπεξιέναι πειρᾶσθαι καὶ καταβάλλει τὸν ἔλεον· τὴν μέσην οὖν βαδίζειν δεῖ, ὡς Ὅμηρος, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, ἀπὸ τῶν ἐνεχομένων ἁλώσει πόλεως τὸν ἔλεον ἐκίνησεν, ὧν ἐκινδύνευσεν ἡ πόλις παθεῖν· εἰ δὲ δὴ πάντα διεξῄει τὰ παρακολουθοῦντα πόλεως ἁλώσει, γελοῖος ἂν ἦν καὶ μικροπρεπής.
398 Κινεῖ δὲ ἔλεον ἐν τοῖς μάλιστα καὶ ἡ ἐνάργεια ἡ τῶν ἀτυχούντων καὶ ἠθοποιΐα καὶ χαρακτηρισμὸς ὁ περὶ αὐτῶν γινόμενος, ὡς ὁ Δημοσθένης περὶ τοῦ Στράτωνος· „κάλει δὲ καὶ τὸν Στράτωνα αὐτὸν τὸν τὰ τοιαῦτα πεπονθότα. οὗτος τὰς ἐφ’ ἡλικίας στρατείας ἐστρατευμένος ἕστηκε τὰ νῦν σιωπῶν, οὐδὲ ὀδύρασθαι τὰς ἑαυτοῦ συμφορὰς ἐξουσίαν ἔχων.“ ἐχαρακτήρισε γὰρ αὐτὸν σιωπῶντα παραστήσας δικαστηρίῳ, καὶ ἦθος περιέθηκεν αὐτῷ τὸ τοῦ σιωπῶντος καὶ δεδοικότος λέγειν. ἠθοποιΐαν δὲ τὴν διὰ λόγων τόνδε τὸν τρόπον ποιήσομεν, οἷον, τίνα δ’ ἔλεγε σφαττόμενός τις, ἢ βιαζομένη παρθένος ἢ ὁτιοῦν τις κινδυνεύων παθεῖν; ὡς ἐπὶ ταύτης τῆς ὑποθέσεως, τοῖς φυγάσι συμφεύγειν τοὺς παῖδας, ἔφευγέ τις, συνέφευγεν αὐτῷ καὶ ἡ γυνὴ κύουσα, τὸ ἐνεχθὲν παιδίον κατιὸν μετὰ τῆς μητρὸς ἀπέκτεινέ τις, καὶ φόνου κρίνεται. ἐνταῦθα ἔστι δι’ ἠθοποιΐας ἔλεον κινῆσαι περιθέντας λόγους τινὰς τῇ μητρὶ τοῦ παιδός, οὓς εἶπε παραιτουμένη τὴν ἀναίρεσιν αὐτοῦ. Κινεῖ δὲ ἔλεον καὶ τὸ τῆς ὁμοιοπαθείας στοιχεῖον, οἷον ὑπὲρ παιδός τις ἀγωνίζεται ἢ μητρὸς ἢ πατρός· οὗτος εἰ καὶ λέγοι τοὺς δικαστὰς ἐν τοῖς αὑτοῦ γενέσθαι πάθεσιν, ἔλεον κινήσει, οἷς αὐτὸς ἐπεπόνθεσαν, ἐπιστήσας τοὺς ὄντας κυρίους τῆς ψήφου.
399 κεκίνηκε τοῦτον τὸν τόπον καὶ Ὅμηρος ἐν Λύτροις· τὸ γὰρ μνῆσαι πατρὸς σεῖο θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ, καὶ τὰ τούτοις ἑξῆς εἰς τὴν ὁμοιοπάθειαν αὐτὸν ἄγει. ἐπειδὰν μέντοι πρὸς τοὺς δικαστὰς τοιοῦτόν τι λέγωμεν, τὸ δοκεῖν τι κατ’ αὐτῶν φυλαξόμεθα. χρησόμεθα οὖν τῇ προδιορθώσει καλουμένῃ, οἷον, τὰ μὲν οὖν ἐμοὶ συμβεβηκότα μηδενὶ συμβαίη παθεῖν ὑμῶν, ἀλλ’ οὐδὲ συμβήσεται τῶν θεῶν ὑμῖν εὐμενῶν ὄντων· ὅσοις δὲ ὑμῶν θυγατέρες εἰσὶ παρθένοι, νομισάτω τούτων ἕκαστος ἡρπάσθαι τὴν ἑαυτοῦ καὶ ὑπὸ τοσούτων τὴν βίαν πεπρᾶχθαι, καὶ τὰ ἑξῆς εἰ λέγοι, ἔλεόν τινα κινήσει ἀπὸ τοῦ στοιχείου τοῦ προειρημένου. Ἔτι κινήσομεν ἔλεον αὐτοὶ κατηγοροῦντες ἑαυτῶν. τοῦτό ἐστι μὲν εὑρεῖν καὶ παρὰ τοῖς τραγικοῖς ποιηταῖς, ἀμέλει παρὰ τῷ Εὐριπίδῃ ἡ τοῦ Πενθέως μήτηρ Ἀγαυὴ ἀπαλλαγεῖσα τῆς μανίας καὶ γνωρίσασα τὸν παῖδα τὸν ἑαυτῆς διεσπασμένον κατηγορεῖ μὲν αὑτῆς, ἔλεον δὲ κινεῖ. ἐν δικανικῇ δὲ ὑποθέσει οὕτως, ἔστω πένης μὲν ὑπὸ πλουσίου ἐξῃτημένος, ἀξιῶν δὲ ἤδη τεθνάναι μέλλοντος τοῦ πλουσίου καὶ διατρίβοντος· οὗτος αὑτοῦ κατηγορῶν τῆς προαιρέσεως καὶ τῆς ἀντιπολιτείας ἔλεον κινήσει. τί γὰρ ἔδει μοι τῆς ἔχθρας τῆς πρὸς τὸν πλούσιον; τί δὲ ἐμαυτὸν παρεξῆγον; διὰ τοὺς νόμους ἐρεῖ τις ἴσως καὶ τὴν δημοκρατίαν καὶ ὑμῶν αὐτῶν ἕκαστον· τί οὖν ὤνησέ με ταῦτα; οἱ νόμοι προδεδώκασιν, ἐγκαταλέλοιπεν ἡ δημοκρατία, ὑμεῖς αὐτοί με καταψηφίσασθε. καὶ πάλιν, γήμας τις καὶ ἐκ τοῦ γάμου δίκας ἔχων καὶ πράγματα αὐτὸς ἑαυτοῦ κατηγορεῖ, καὶ παῖδας ποιησάμενος ἄλλος. καὶ συνελόντι εἰπεῖν πολλαχῶς ὁ τόπος οὗτος μεθοδεύεσθαι πέφυκε. Κινεῖ δὲ ἔλεον καὶ λόγος πρὸς τόπον τινὰ γιγνόμενος, οἷον πρὸς βῆμα, πρὸς δικαστήριον· παράδειγμα τούτου τὸ τοῦ Σοφοκλέους, πεποίηκε δὲ Οἰδίποδα πρὸς τὸν Κιθαιρῶνα διαλεγόμενον ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου, τί μ’ οὐ λαβὼν ἔκτεινας; καὶ πάλιν Ἡρακλέα που διαλεγόμενον πεποίηκε πρὸς τοὺς βραχίονας αὑτοῦ καὶ τὸ στέρνον· ξαινόμενος γὰρ ὑπὸ τοῦ φαρμάκου φησίν· ὦ στέρν’, ὦ φίλοι βραχίονες, ὑμεῖς, καὶ τὰ ἑξῆς.
400 δύνανται δὲ καὶ οἱ προσόντες λόγοι γινόμενοι κινεῖν ἔλεον κατὰ τὸ ὑποκείμενον· εἴ τις ἠριστευκὼς πολλάκις κρίνοιτο προδοσίας διὰ τὰ ἀπὸ τῶν πολεμίων εἰλημμένα. ὡς εἰ Δημοσθένης παρὰ τοῖς Ἀθηναίοις κρίνοιτο περὶ τῶν ἐν Αἰτωλίᾳ τὰ ἐξ Ἀμβρακίας ὅπλα κομίσας, ἄγοι δὲ αἰχμάλωτα. Κινεῖ δ’ ἔλεον καὶ τὸ δέον γενέσθαι οὐ γεγενημένον, γενόμενον δὲ ὅπερ οὐκ ἔδει γενέσθαι, οἷον εἰ πατὴρ ὑπὲρ παιδὸς εἰσίοι δίκην ἀνῃρημένου, τὸ δέον γενέσθαι λέγων, δεικνὺς αὐτὸ μὴ γεγενημένον, ἔλεον κινήσει, οἷον, ὃν ἔδει περιόντα μου καὶ γηροκόμον εἶναι καὶ θεραπευτήν, καὶ ὃν εἰκὸς ἀποθανόντα με περιστεῖλαι, καὶ τῶν νενομισμένων ἀξιῶσαι, οὗτος μὲν οἴχεται καὶ τέθνηκεν. ἐγὼ δὲ αὐτὸν προὐθέμην καὶ τῶν νενομισμένων ἠξίωσα τὸν νέον ὁ τηλικοῦτος, ὁ πατὴρ τὸν υἱόν. Κινεῖ δ’ ἔλεον καὶ λόγος τις γινόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην, καὶ ἀπὸ τούτων οἶκτον κεκίνηκε. δύναται δὲ καὶ ἐν δίκῃ πατὴρ υἱοῦ τεθνεῶτος ἀπ’ εἰκόνος ἔλεον αὐτοῦ κινεῖν, χλαμύδος διαβολάς. καὶ ἡ Ἠλέκτρα ἐν τῷ Ὀρέστῃ θεασαμένη τὴν ὑδρίαν ἐν ᾗ πλαστῶς κεκομισμένα ὀστέα αὐτοῦ, διαλέγεται μὲν πρὸς αὐτήν, κινεῖ δὲ ἔλεον· φησὶ γοῦν ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν.
401 ἔπειτα τούτοις συνάπτει τὸν παρ’ ἐλπίδας τόπον καλούμενον καὶ αὐτὸν ἔλεον κινεῖν δυνάμενον· φησὶ γὰρ κοίτης μικρὸς ἐν μικρῷ, καὶ ἐπιτίμησιν αὐτῷ συνέπλεξεν, ὥσπερ μήποτε ὤφελε, φησίν, ἀλλὰ πρότερον τεθνήκειν· ἔπειθ’ ἃ ἔδει τεθνεῶτος αὐτοῦ γεγονέναι ὡς οὐ γεγονότα διέξεισιν· οὐ γὰρ ἔθαψά σε φησὶν οὐδὲ περιέστειλα. Κινεῖ δὲ ἔλεον καὶ ὁ πρὸς πατρίδα λόγος γινόμενος περὶ τοῦ τεθνεῶτος, λόγου χάριν, ἔστω τις Ἀθηναῖος ἀνῃρημένος· ἐὰν ἀποστρέφῃ τις τὸν λόγον εἰς τὰς Ἀθήνας, ἔλεον κινήσει περὶ τοῦ τεθνεῶτος, οἷον ἡ μὲν ὠτακουστεῖ καὶ καραδοκεῖ περὶ αὐτοῦ τὸ μέλλον καὶ ὅσον οὐδέπω ἥξειν οἴεται, καὶ ἕξειν δημηγόρον, στρατηγόν, ὁ δὲ πόρρω τῆς ἑαυτοῦ τέθνηκε. καὶ οἱ πρὸς τὰ παιδία τῶν τεθνεώτων γονέων λόγοι γινόμενοι κινοῦσιν ἔλεον, ἵνα τῶν μέν τις τὴν ὀρφανίαν ὀδύρηται καὶ τὰς ταύτῃ παρακολουθούσας συμφορὰς καὶ τὸ ἀναίσθητον αὐτῶν ἐν οἷς δυστυχοῦσιν· τῶν γονέων δὲ τό τε γῆρας καὶ τὴν ἐρημίαν καὶ τὰ ταύτῃ παρακολουθοῦντα· γυναικὸς πάλιν δὲ χηρείαν, καὶ ὅσα ταύτῃ παρακολουθεῖν πέφυκε. καὶ ἀπ’ αὐτοῦ δέ τις τοῦ τεθνεῶτος ἔλεον κινεῖν δύναται, ἐὰν μὲν ᾖ διὰ φαρμάκων ἀνῃρημένος, καὶ τὰ παρακολουθήσαντα τῇ φαρμακίᾳ διεξιὼν τὰς ὀδύνας, ταλαιπωρίας, τὸ μῆκος τῆς νόσου, τὸ σῶμα λυμανθὲν τοῦ ἀνθρώπου ὑπὸ τῶν φαρμάκων· ἐὰν δὲ βιαίως, τὰ ἐπόντα τραύματα, τὸν τρόπον τῆς ἀναιρέσεως. τοῦτον τὸν τόπον κεκίνηκεν Εὐριπίδης οἶκτον ἐπὶ τῷ Πενθεῖ κινῆσαι βουλόμενος. ἕκαστον γὰρ αὐτοῦ τῶν μελῶν ἡ μήτηρ ἐν ταῖς χερσὶ κρατοῦσα καθ’ ἕκαστον αὐτῶν οἰκτίζεται.
402 ἀπὸ τούτου τοῦ τόπου καὶ Ξενοφῶν τὴν Πάνθειαν ἄριστα συνεπέδειξεν οἶκτόν τινα καὶ ἔλεον περιτιθεὶς τῷ πάθει. πρῶτον μὲν γὰρ ἠθοποίησε τὸ σχῆμα τῆς γυναικός, ἱσταμένης ἐπὶ πένθει καὶ δακρυούσης, ἔπειτα τὸν Ἀβραδάτην παρακείμενον διηγήσατο, καὶ πῶς δεξαμένη τὴν χεῖρα ἀποκοπεῖσαν κατεφίλησε. καὶ Ἑκάβη τὸν Ἀστυάνακτα τοῦτον πενθοῦσα τὸν τρόπον, κεφαλῆς τε αὐτοῦ ψαύουσα καὶ χειρῶν καὶ τοῦ λοιποῦ σώματος. Κινεῖ δὲ ἔλεον καὶ ἡ ἀνάμνησις ὧν εἶπεν ἢ ἐποίησεν, οἷον, ἀνῃρήσθω πένης καὶ κρινέσθω ἐπ’ αὐτῷ πλούσιος· ἔλεον οὖν αὐτῷ κινήσομεν ἀναμιμνήσκοντες τοὺς δικαστὰς δημηγοριῶν αὐτοῦ, πρεσβειῶν, τῶν ἄλλων αὐτοῦ πολιτευμάτων, ὡς ἐπὶ τοῦ Μιλτιάδου κρινομένου μετὰ Πάρον ἢ καὶ Θεμιστοκλέους προδοσίας κρινομένου, ὁποῖος ἦν τὸν χρησμὸν ἐξηγούμενος τῶν ἄλλων ἕκαστόν ἐστιν ἐπιέναι. κατὰ τοῦτον τὸν τρόπον καὶ Σοφοκλῆς τοιούτους τινὰς λόγους τῇ Ἠλέκτρᾳ περιτέθεικε· θρηνοῦσα γὰρ τὸν ἀδελφόν ἐστι τεθνεῶτα, ὡς ᾤετο, διέξεισι τὰς ἀγγελίας ἃς ἔπεμπε πρὸς αὐτὴν ὡς ἥξων αὐτὸς οὐκ εἰς μακρὰν τιμωρησόμενος τὸν Αἴγισθον. Κινεῖ δὲ ἔλεον καὶ ἡ τῶν ἐχθρῶν ἐπ’ αὐτοῖς ἐσομένη χαρὰ δηλουμένη καὶ νὴ Δία τις ἡδονή· ἡ γοῦν Ἠλέκτρα καὶ ἀπὸ τῆς περὶ τὸν Αἴγισθον καὶ Κλυταιμνήστραν χαρᾶς οὔσης κινεῖ τὸν ἔλεον· γελῶσι δέ, φησίν, οἱ ἐχθροί, καὶ μαίνεται ἡ μήτηρ ὑπὸ τῆς ἡδονῆς. καὶ ὁ Δημοσθένης κεκίνηκε τοῦτον τὸν ἔλεον· ὁποῖον γάρ ἐστιν ἐχθρὸν ἰδεῖν ἐπ’ αὐτῷ ἡδόμενον καὶ χαίροντα τῇ καταδίκῃ τινός; Κινήσομεν δὲ ἔλεον κἂν ὑποδεικνύωμεν πάθος τὸ συμβεβηκὸς περί τινας τῶν οἰκείων τοῦ κρινομένου ἢ τοῦ τεθνεῶτος· Ὑπερείδης ἐν τῷ κατὰ Ἀρχεστράτου· ἐπέξεισι γὰρ τὰ συμβεβηκότα τῇ τοῦ Ὀνείδου μητρί, καὶ Λυσίας ἐν τῷ ὑπὲρ Ἀχιλλείδου τὸ πάθος τὸ τῇ ἀδελφῇ συμβὰν αὐτοῦ· λέγει γάρ, ὡς ἀκρατὴς λύπης γενηθεῖσα αὐτὴν ἀπέκτεινε.
403 κεκίνηκε τοῦτον τὸν λόγον καὶ ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ ἀπὸ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ ἐλεεινοὺς αὐτοὺς εἰπὼν αὐτῷ προφαίνεσθαι. ὑπάρχει δὲ ἐν τοῖς ἀληθινοῖς ἀγῶσι καὶ περὶ μητρός τι λέγειν τοῦ κρινομένου καὶ περὶ πατρὸς καὶ τῶν ἄλλων τῶν παρόντων ὑπογράφοντας ἐναργῶς τὰ περὶ αὐτοὺς ὄντα πάθη λόγῳ, πῶς τέ εἰσιν ἱστάμενοι, καὶ πῶς δεδοίκασι, καὶ πῶς ὁ φόβος αὐτοὺς ἐξίστησι. Κινεῖ δὲ ἔλεον καὶ τὰ ὑπὸ τῶν ἀτυχούντων ἢ λεγόμενα ἢ πραττόμενα δηλούμενα, ὥς πού τις τῶν παλαιῶν τῶν Θηβῶν ἁλουσῶν ἔλεον κεκίνηκε τὰ ὑπὸ τῶν ἀγομένων εἰς τὴν αἰχμαλωσίαν Θηβαίων πεπραγμένα διεξιών, τοὺς μετὰ βίας ἀγομένους ἀπὸ ἱερῶν, ἀπὸ ἀναθημάτων, ἐγκολπιζομένους τὴν γῆν τὴν πατρῴαν ἐναργῶς ὑπὸ τὴν ὄψιν ἄγων τοῖς ἀκούουσι· καὶ ἐπ’ Ὀλυνθίων ἢ Φωκέων ἤ τινων ἄλλων ἔχοι τις ἂν λέγειν. καὶ ἐκ τῆς διαθέσεως τῶν ἀτυχούντων ἔλεόν ἐστι κινεῖν, ὡς Εὐριπίδης τὴν Κλυταιμνήστραν ἔλεον εἰσάγει κινοῦσαν αὐτὴν μετὰ τὸν τῆς Ἰφιγενείας θάνατον, τίν’ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς, ὅταν δόμους μὲν τούσδε προσίδω κενούς, κενοὺς δὲ παρθενῶνας; καὶ τὰ ἑξῆς ἐπὶ τούτοις. καὶ πένητα δὲ ἐκ τῶν περὶ αὐτὸν γενησομένων παθῶν, εἰ μὴ δημηγορήσει διὰ τὸν πλούσιον, ἐστὶ κινῆσαι τὸν ἔλεον· εἰ γὰρ τοῦτον δημηγοροῦντα βλέποιμι αὐτὸς τούτου τυχεῖν μὴ δυνάμενος, τίνα με ψυχὴν ἔχειν δοκεῖτε τηνικαῦτα; λέγει παράνομα, σιωπῶ· καταλύει τοὺς νόμους, οὐ φθέγξομαι. ἐκ τούτων ἔλεον κινήσει καὶ τῶν ἄλλων ἐπιὼν ἕκαστον τῶν τούτοις ὁμοίων.
404 Ἔτι ἔλεον κινήσομεν τὴν ἐρημίαν ὀδυρόμενοι τὴν ἑαυτῶν, οἷον ἐπὶ γῆς ἀλλοτρίας τις κρίνεται. ἀπὸ τῆς ἐρημίας οὖν οἶκτον κινήσει· ὁ μὲν ἀγών ἐστί μοι τηλικοῦτος, κινδυνεύω περὶ ψυχῆς καὶ τοῦ σώματος, καὶ μόνος ἐν ὑμῖν ἀγωνίζομαι, οὐ συγγενεῖς ἔχων, οὐχ ἡλικιώτας, ἐπ’ ἀλλοτρίας ἀγνὼς καὶ ἐν ἀγνῶσι· καὶ ἐπὶ τῆς αὑτοῦ δέ τις ἀγωνιζόμενος ὀδύροιτ’ ἂν τὴν ἐρημίαν τὴν οὖσαν αὐτῷ πένης ὢν ἢ κατεστασιασμένος οἰκείους οὐκ ἔχων, ἢ ἔχων μὲν ὑπ’ αὐτῶν δὲ προδεδομένος. Κινεῖ δὲ ἔλεον κἀν τοῖς μάλιστα καὶ ὁ τῆς ἐντολῆς καλούμενος τόπος· πολλαχῶς δὲ αὐτῷ χρησόμεθα, οἷον, τίνα δὲ ἐνετείλατο ὁ τελευτῶν καὶ ὑπονοῶν ἐκ φαρμάκων ἀνῃρῆσθαι, ἢ τίνα πάλιν τρωθεὶς μέν τις, μέλλων δὲ τελευτᾶν, ἢ καὶ νὴ Δία τίνα ἀριστεὺς ἐνετείλατο τῇ γυναικί, οὐκ ἀξιῶν αὐτὴν γήμασθαι ἐντὸς πενταετίας, ἢ ἀποθνήσκων πατὴρ ἐγχειρίζων παῖδας ἐπιτρόποις, καὶ παρακαταθήκην διδούς, ἢ μέλλων ἀποδημεῖν, ἢ ἀγόμενος παρὰ τύραννον. ἔστι δὲ ἐντελλομένους ποιεῖν καὶ τοὺς κρινομένους· ἐπισκήπτω δὲ ὑμῖν, εἰ καταψηφιεῖσθέ μου ὡς προδεδωκότος μετὰ τρεῖς ἀριστείας τὴν πόλιν, ἀνελεῖν μου τὰς εἰκόνας, ἐξαλεῖψαί μου τὸ ὄνομα, καθελεῖν τὰ τρόπαια, τὰ ὑπομνήματα τῶν ἀριστειῶν. κέχρηται τῷ τῆς ἐντολῆς τόπῳ καὶ ὁ Σωκράτης· μέλλων γὰρ πιεῖσθαι τὸ κώνειον ἐντέλλεται τοῖς ἐπιτηδείοις αὑτοῦ μήτε κλαῦσαι μήτε ὀδύρασθαι, καὶ ἃ ποιοῦντες περὶ τοὺς παῖδας αὐτοῦ καὶ τὴν γυναῖκα χαρίζοιντ’ ἂν αὐτῷ. δεῖ δὲ τὰς ἐντολὰς εὔγνωμόν τι ἔχειν καὶ εὐσεβές, ὁποία ἐστὶν ἡ Σωκράτους καὶ τῶν δέκα στρατηγῶν ἀπολογία. Περὶ πάθους.
405 (1t) Τὸ πάθος πολὺ μὲν ἐν ποιήσει τῇ τραγικῇ, ἥξει δέ ποτε καὶ εἰς τὸν πολιτικόν, ὅταν πόλει ἢ προσώπῳ τινὶ τῶν παρ’ ἀξίαν συμβάντων κακῶν μνημονεύσῃς, οἷα τὰ περὶ Φωκέας. τὴν δὲ λέξιν δεῖ εἶναι ἄπλαστον καὶ ἀκαλλώπιστον· τὸ γὰρ καλλωπίζειν οὐ τοῦ θρηνοῦντος, τὴν δὲ σύνθεσιν μᾶλλον ἄνετον, τὰ δὲ σχήματα γοργότερα καὶ ἀκμαιότερα. καὶ ταῦτα μὲν ἀμυδρότερα, ἴδωμεν δὲ καὶ καθ’ ἕκαστα. Πάθος ποιοῦσιν αἱ ἀντεξετάσεις μάλιστα πρὸς τὰ πρότερα, οἷον πρότερον μὲν ἐν ᾧ ἦν ἡ τύχη καὶ ὅτι λαμπροτέρα, νῦν δὲ οἵοις περιπέπτωκεν, ὡς παρ’ Εὐριπίδῃ, πρῶτον μὲν οὖν μοι τἀγάθ’ ἐξᾷσαι φίλον· πρὸς γὰρ κακοῖσι πλείον’ οἶκτον ἐμβαλῶ. Πάθος ποιοῦσι καὶ αἱ παραθέσεις πρὸς ἕτερον· οἷον εἰ λέγοις ἐν ἐκείνῳ τῷ ζητήματι· οἱ Ἀθηναῖοι πρεσβεύονται ἐπὶ τῶν τριάκοντα πρὸς Λακεδαιμονίους ἀξιοῦντες ὑφ’ ἑνὸς τυραννεῖσθαι· εἰ οὖν λέγοις, οὐδὲν τοσοῦτον ἡ λοιμώδης νόσος, οὐχ ἡ Σικελία ἤνεγκε ταῖς Ἀθήναις πάθος, ὅσον οἱ τριάκοντα. ἐκεῖνα μὲν γὰρ εἴς γε μοῖράν τινα τῆς δυνάμεως ἐλυμήναντο, οἱ δὲ διὰ πάντων διήκουσι. Πάθος ποιοῦσι καὶ αἱ ὑπερβολαὶ ἐν τῷ ἀορίστῳ· τούτων δὲ δεινότερα οὐ γέγονεν οὐδὲ μείζω πράγματα ἐφ’ ἡμῶν ἐν τοῖς Ἕλλησιν, οἶμαι δὲ οὐδ’ ἐν τῷ πρόσθεν χρόνῳ. Πάθος ποιοῦσι καὶ αἱ ποιότητες τῶν προσώπων ἐξεταζόμεναι, τίς ὢν δεινὰ πέπονθεν, οἷον ὅτι καλὸς κἀγαθός, ἢ ὅτι εὐεργέτης· ὡς περὶ τῶν Φωκέων ὁ Δημοσθένης· τίνες ὄντες ταῦτα πεπόνθασι. καὶ μὴν ὅτι τὴν ἐναντίαν ποτὲ Θηβαίοις ὑπὲρ ἡμῶν ἔθεντο. πάθος γίνεται καὶ ἀπὸ τοῦ ἐναντίου· οὐ μόνον τίς ὢν πέπονθεν, ἀλλὰ καὶ ὑπὸ τίνος, ὡς ἐν τῷ περὶ Στράτωνος λόγῳ Δημοσθένης· „καὶ ταῦτα πέπονθεν ὑπὸ Μειδίου καὶ τοῦ Μειδίου πλούτου.
406 “ Ἐν τοῖς πάθεσι καὶ αἱ διαπορήσεις χρήσιμοι εὐθὺς ἐν ἀρχῇ· τί πρῶτον ἢ τί τελευταῖον εἴπω; ἢ οὕτως· ἀπορῶ τί χρὴ δρᾶσαι; πότερον μεθεῖναι ἀμνημόνευτα; ἀλλ’ ἀλυσιτελὲς τοῦτό γε· ἀλλὰ διεξελθεῖν δεῖ; ἀλλ’ οὐ ῥᾴδιον ἀδακρυτὶ τοῦτο δρᾶν. Πάθος ποιοῦσιν καὶ αἱ δεινώσεις· „θέαμα δεινόν.“ πάθος ποιοῦσι καὶ οἱ σχετλιασμοί, φεῦ καὶ οἴμοι· πάθος ποιεῖ καὶ τὰ ἀνακλητικά· „θέαμα δεινόν, ὦ γῆ καὶ θεοί.“ πάθος ποιοῦσι καὶ οἱ διπλασιασμοί, Θῆβαι δὲ Θῆβαι. Ἐν τοῖς πάθεσιν οὐ πολὺν δεῖ εἶναι τὸν κόσμον, οὐδ’ ἐπεμβάλλεσθαι τὰς ἐννοίας, ἀλλὰ κομματικὰ τὰ πλείω. ἐὰν μὲν βουληθῇς συνέχειαν ποιῆσαι ἐν τῷ πάθει, κατὰ τὸ ἀσύνδετον εἰσάξεις· „οἰκίαι κατεσκαμμέναι, τείχη περιῃρημένα·“ ἐὰν δὲ βουληθῇς ἔτι μᾶλλον αὐξῆσαι, τοῖς δικαστικοῖς σχήμασι χρήσῃ· οὐ τοίνυν τοῦτο ἀπέχρησε μόνον, ἀλλ’ ἐκεῖνο τούτου οἰκτρότερον συνέβη. Πάθος δὲ κινήσομεν οὐ μόνον ἐφ’ οἷς προπεπόνθαμεν, ἀλλὰ καὶ ἐφ’ οἷς δέος ἐστὶ μὴ πάθωμεν, ὡς ἐν τῇ Πλαταιέων δημηγορίᾳ· τὰ γὰρ συμβησόμενα ἐν πάθει εἰσάγει· μηδὲ τὴν Πλαταιΐδα Θηβαΐδα ποιήσητε, μηδὲ ἱερὰ καὶ τάφους προπατόρων ἀτιμωρήτους, καὶ ὅσα ἄλλα παθαινόμενος λέγει. Ἐν τοῖς πάθεσι καὶ αἱ πλάσεις ἐνίοτε, οἷα εἰκὸς εἰρηκέναι ἐχθρὸν ἐπεμβαίνοντα, οἵας φωνὰς ἀφεῖναι τὸν πάσχοντα. τὰ πάθη ὑποπτά ἐστι τοῖς ἀκούουσι· δοκεῖ γάρ τις οὐ θαρρῶν τοῖς λογισμοῖς ἐξ ἐπιβουλῆς ἐπὶ τὸ ἐλεεινὸν καταφεύγειν· διὸ δεῖ ἐμφαίνειν, ὅτι καὶ τοῖς λογισμοῖς τεθαρρήκαμεν, καὶ τὸ πάθος δὲ ἀναγκαῖόν ἐστι λεχθῆναι. δεῖ δὲ τὸ πάθος ἐν τῷ πολιτικῷ μέτρον ἔχειν, ἵνα μὴ εἰς τραγῳδίαν ἐμπέσῃ, πλὴν εἰ μὴ ἡ ὑπόθεσις τραγικὴ εἴη.