eul_wid: fci-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Against Athenogenes by Hypereides the Orator

Against Athenogenes is a forensic oration composed by the Athenian logographer Hypereides, likely between 330 and 324 BCE. Delivered in a private lawsuit, the speech was written for a client named Epicrates, who brought a case against a resident alien, Athenogenes. The dispute centred on the sale of a perfume business, which included three enslaved individuals. Epicrates alleged that Athenogenes had fraudulently concealed substantial debts attached to the enterprise, transferring crippling liabilities along with the assets. Hypereides constructs his argument by weaving together technical legal points regarding contractual fraud and misrepresentation with a compelling narrative and pointed emotional appeals. The orator strategically contrasts the character of the Athenian citizen plaintiff with that of the foreign defendant, a rhetorical technique designed to elicit sympathy and sway the jury.

The text survives only in a fragmentary state, preserved on a papyrus roll from the second century CE discovered at Oxyrhynchus in Egypt. This source, comprising approximately thirty columns, lacks both its opening and concluding sections. Despite its incomplete condition, the speech remains a crucial document. It offers critical insight into the practical application of Athenian commercial law, particularly regarding the complexities of sale, contract, and financial liability. Furthermore, it serves as a prime example of professional logography, illustrating the sophisticated rhetorical strategies employed in Athenian courts, and provides a vivid glimpse into the social and economic relations of the period.

ΚΑΤΑ ΑΘΗΝΟΓΕΝΟΥΣ Α.

αὐτήν. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι. καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῶι ἤθει ὡς ἔνι μάλιστα, καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας, ὥστʼ ἐμὲ ὦ ἄνδρες δικασταί — ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές — ταῦτα πεπεῖσθαι. οὕτως ὡς ἔοικεν ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῆι ἔτι εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα. ἴσως μὲν οὖν ὦ ἄνδρες δικασταὶ οὐδὲν θαυμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν ὥς φασιν ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα … π … τ … θν … οἶκον τοῦ Χολλείδου οὐδενὸς ἐλάττω ὄντα ἀνήιρηκεν. καίτοι ὅπου καθʼ ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεσθʼ αὐτὴν νῦν ἐννοεῖν, προσλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον Αἰγύπτιον; τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν, ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει. συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη συνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν, ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόναι. «καὶ νῦν» ἔφη «ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι, ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ» ἔφη «τὸ ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων· ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῆι καὶ πράσει, ἵνα πρῶτον μὲν μηδείς σε ἐνοχλῇ μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον. τὸ δὲ μέγιστον· νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῆι καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῆι, ἀφῆις αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλωι καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα» ἔφη «σὺ ἀναδέξηι. ἔστιν δὲ μικρὰ κομιδῆι, καὶ πολλῶι πλείω φορτία ἐστὶν τούτων ἐν τῶι ἐργαστηρίωι, μύρον καὶ ἀλάβαστροι καὶ ζμύρνα», καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, «ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥαιδίως». ἦν δὲ ὦ ἄνδρες δικασταὶ ὡς ἔοικεν ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίαι καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῶι, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῆι καὶ πράσει, ὁμολογήσας αὐτῶι τὰ χρέα ἀναδέξασθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, ἐπάξειν μοι ἔμελλεν ὕστερον τοὺς χρηστὰς καὶ τοὺς πληρωτὰς τῶν ἐράνων, ἐν ὁμολογίαι λαβών· ὅπερ ἐποίησεν. ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν· ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι. καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ, ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα. ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοεῖ· τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρησταί, οἷς ὠφείλετο παρὰ τῶι Μίδαι, καὶ οἱ πληρωταὶ τῶν ἐράνων, καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα. ὡς δʼ ἠισθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον, καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν, ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο· ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν, ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῶι ἐργαστηρίωι· τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ ὀνομάτων ἀλλʼ ἐν προσθήκης μέρει, ὡς οὐδὲν ὄντα· «καὶ εἴ τωι ἄλλωι ὀφείλει τι Μίδας». καὶ τῶν ἐράνων εἷς μὲν οὖν ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι ἐφʼ οἷς εἰλήφει πάντα ὁ Μίδας — νεοσύλλογοι δʼ ἦσαν —, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο. βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι, καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν, εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν, ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων συλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῆι ἀγορᾶι τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτὸν κελευόντων τε ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ὠιόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς συνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας. ΣΥΝΘΗΚΑΙ.Τὰ μὲν τοίνυν πεπραγμένα ὦ ἄνδρες δικασταὶ καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης, ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρωι ὁμολογήσῃ, κύρια εἶναι. τά γε δίκαια ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθηκας καὶ περίφοβον πεποίηκας, μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἆλλα πάντα ποιησάμενον. ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῆι ἀγορᾶι, πάντων οἶμαι παράγγελμα κάλλιστον παραγγέλλων. σὺ δὲ ψευσάμενος ἐν μέσηι τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου· ἐπεὶ ἐὰν δ … ων ἐμοὶ τοὺς ἐράνους … ἐν ταῖς συνθήκαις, ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι, ἀλλʼ ὁμολογῶ ὀφείλειν. μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν ὁμολογοῦντες ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῆι ἀνδράποδον, προλέγειν, ἐάν τι ἔχηι ἀρρώστημα· εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσηι τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοι ἐστίν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν· ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε. σκέψαι δὲ ὦ Ἀθηνόγενες μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες, ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες, οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῶι νομοθέτηι τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῶι νόμωι· ἣν ἂν ἐγγυήσηι τις ἐπὶ δικαίοις δάμαρτα, ἐκ ταύτης εἶναι παῖδας γνησίους, καὶ οὐκ· ἐάν τις ψευσάμενος ὡς θυγατέρα ἐγγυήσηι ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν. ἔτι δὲ καὶ ὁ περὶ τῶν διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν τις βούληται, πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν ἐμῶν συνθεμένωι τοιαῦτα δεῖ κύρια εἶναι; καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ, ἄκυροι ἔσονται· εἰ δʼ ἐγὼ τῆι Ἀθηνογένους ἑταίραι ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίστην βοήθειαν τὴν ἐν τῶι νόμωι γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰσχυρίζηι, ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐσημήνασθε, καὶ ὑπὸ … βουλεύσεως ὑμᾶς κε … ς εἶναι, ἐπὶ τούτοις προσεδεξάμην οἷς ἐγράψατε· καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με, ὥσπερ ὑπὸ … ποδοστράβηι κατειλημμένον. Ἐρεῖ δʼ ἴσως Ἀθηνογένης ὡς οὐκ ᾔδει … Μίδαν ἀλ … σθέντα λ … σ … εἰς τὰ ἐν ἀγορᾶι, ἀτρέμα δʼ ἔχων, ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην· οὗτος δὲ ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῆι ἀγορᾶι ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καὶ τινὰ μὲν τῶν χρεῶν ὡς ἔοικεν ἤιδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται. ὁ δὲ τοιοῦτος αὐτοῦ λόγος ὦ ἄνδρες δικασταὶ οὐκ ἀπολόγημά ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν· ὅταν γὰρ φῆι μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῶι δήπου τόδʼ εἰπεῖν, ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος, ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ἤιδεις ὦ Ἀθηνόγενες ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα, οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰ … τὰ χρέα ὄντα ἱκανὸν … νο … οὐ μὲν δὴ ἐγὼ … τῶι λόγωι σοῦ τούτωι … ος καὶ οὐκ εἰλ … νος καὶ τωι … τουτονὶ τὸν τρόπον. εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι; ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος, ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν ἀλλʼ ὁ δημοτικώτατος Σόλων· ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει, ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀναλώματα διαλύειν τὸν δεσπότην παρʼ ὧι ἂν ἐργάσωνται οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξηι ἢ ἐργασίαν εὕρηι ὁ οἰκέτης, τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι· σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων. Καὶ πρὸς τούτοις ὦ ἄνδρες δικασταὶ τῷ τε πατρὶ τῶι ἐμῶι καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν, ὡς … ἐθέλ … δωρεὰν … κε … τὸν δὲ Μίδαν κελεύσας ἐᾶν αὑτῶι καὶ μὴ ὠνεῖσθαι, ἐμὲ δʼ οὐκ ἐθέλειν, ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν φασιν μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥσπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν. τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι· φανήσεται γὰρ ἀκόλουθον ὂν τῆι ἄλληι αὐτῶν ἐπιβουλῆι. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα, ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν. ἤδη δʼ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν τριῶν ὄντων τὸ ἀργύριον, προσελθὼν ὁ Ἀθηνογένης πρός τινας τῶν φίλων τῶν ἐμῶν, «τί βούλεται», ἔφη, «Ἐπικράτης πράγματα ἔχειν, ὧι ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαι … τὴν μὲν συκοφαντίαν … ἐποιεῖτο, τῶι δὲ λ … ἀδικημάτων κα … ἐπίστευσα ὡς ἐγὼ … τὸν μὲν παῖδα διι … ν οὐκ ἤθελον … γοῦν τετταράκοντα μνᾶς … πέντε τάλαντα … δ … ο … οὔτε μυροπώλης εἰμὶ οὔτʼ ἄλλην τέχνην ἐργάζομαι, ἀλλʼ ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρία … ταῦτα γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐστιν ὦ Ἀθηνόγενες ἐμὲ τῆς σῆς τέχνης ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, ἢ σὲ καὶ τὴν ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. Διόπερ ὦ ἄνδρες δικασταὶ ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτʼ ἀπατηθῆναι … καὶ ἀτυχῆσαι τοιούτωι ἀνθρώπωι περιπεσόντα, Ἀθηνογένει δὲ ... ενε … πάντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ· καὶ τὸν μὲν Μίδαν τὸν τολ … ξαι, ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτον … λαβεῖν· τοῦ δὲ παιδός, ὃν τότε προῖκά μοί φησιν διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλʼ ὥστε ὑφʼ ὑμῶν τῆι ψήφωι ἐλεύθερον ἀφίεσθαι. αὐτὸς μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι ὑπʼ Ἀθηνογένους. καὶ γὰρ ἂν δεινὸν συμβαίνοι μοι ὦ ἄνδρες δικασταί, εἰ μ … τ … ος … εισ … ον ἥμαρτον … διε … κοσ … μία δὲ κ … ου … ιος ἠδίκηκεν ο … ρε … ἀδικήσαντ … τιμήματι δι … ται πολιτ … νος ἐνίοτε … μώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι. ἐν δὲ τῶι πολέμωι τῶι πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε τὴν πόλιν, καὶ μεθʼ ὑμῶν μὲν οὐ συνεστρατεύσατο εἰς Χαιρώνειαν, ἐξώικησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῶι πολέμωι, ἐὰν πάλιν ἔλθηι. καὶ ταῦτα ἐποίει τὴν μὲν ἐκείνων πόλιν ὡς ἔοικε περιέσεσθαι ὑπολαμβάνων, τῆς δʼ ἡμετέρας θάνατον καταγνούς. καὶ τὰς θυγατέρας ἐν τῆι παρʼ ὑμῖν εὐδαιμονίαι ἐκθρέψας … ἐξέδωκε … δ … ὡς πάλιν η … σπ … ἐργασόμενος, ἐπεὶ εἰρήνη γέγονεν· ταῦτα γὰρ ὑμῖν … ασιν οἱ χρησ … οὗτοι ποι … τῆι εἰρήνηι τ … ρπων … ἐν τοῖς κινδύνοις … ριπ … μὲν ἐν Πλαταιαῖς … δήσαντες ο … Ἀθηνογένης π … χειν … νω … το … υθ … τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβάς, ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα, ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας, οὗτος ἂν τῶν πρὸς ἐμὲ ἐφρόντιζεν. ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος, ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπʼ ἐκείνου κατασταθεὶς ἄρχων ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐνθάδε γὰρ φεύγουσιν. καὶ ὑμεῖς μὲν ὦ ἄνδρες δικασταὶ ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε, καὶ πολίτας ἐποιήσασθε, καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον διʼ ἐτῶν πλειόνων ἢ πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους, τούτους ἀτυχοῦντας περιποιηθῆναι ὑφʼ ὑμῶν· οὗτος δὲ ὁ μιαρός, ὁ ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον, ἄλλʼ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν ἐχρήσατο, ὥστε μετα … το ἐν τῆι ἐκκλησίαι … κατὰ τοῦτο … ι … ραν δεδιὼς … ιν κατέφυγεν. καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾶι τοὺς μετοίκους ἐξοικεῖν ἐν τῶι πολέμωι, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων ψήφισμα, ὃ ἐψηφίσαντο τῆι πόλει τῆι ὑμετέραι, διʼ ὃ ὑμεῖς αὐτοὺς ὑπέδεξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι. [ΝΟΜΟΣ] ΜΑΡΤΥΡΙΑ. [ΨΗΦΙΣΜΑ].Λα[βὲ δή μοι καὶ τὴ̣]ν τοῦ κηδ[ε̣στ̣]οῦ αὐτοῦ μ[α̣ρτυρίαν.....]μεν οὐσι̣α....ιλατ̣... πα[..........κα]ταλειφ[θέν̣τ̣.....]ν̣... ἀδ[........... ἑ̣]ξῆς πα...ω̣....ε̣α̣... π̣ρ̣...........ν̣ Ἀντιγ[ό̣ν̣.......... ε.............. μαρτ[υρ.............. .......[πραχθέντα, καὶ ὃν [τρ]όπον ἐ[πιβεβούλευκέν μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖ[ν̣ π̣ρ̣οσενήνεκται. τὸν δὴ καὶ ἰδία[ι] πονηρὸν [καὶ τῆς πόλεως τὴν σωτηρίαν ἀπελπίσαν[τα καὶ ὑμᾶς ἐγκαταλιπόντα καὶ παρʼ οὓς ἐξ[ώικησεν ἀναστάτους ποιήσαντα, [τ̣οῦ̣τον ὑμεῖς συνειληφότες οὐ κολάσε̣τε; κ[αὶ ἐγὼ ὦ ἄνδρες δ̣[ι]κ̣α̣σ̣ταὶ δέομαι ὑμῶν [καὶ ἀντιβολῶ ἐλεῆσαί] με, ἐκεῖνο σκεψαμέ[νους, ὅτι προσήκει ἐν τα]ύ̣τηι τῆι δίκηι τ̣............ .......σιν ἐλεεῖν οὐ τὸν φ̣......... ....... ἐὰ]ν̣ ἁλῶι, οὐδὲν πάσχε̣[ιν.... ..........δε τοτ̣..τι παλ......... ....... δʼ ἂν ἀ̣π̣[οφ]ύ̣γηι μο̣........... ..... ἀπολο]ῦμαι. οὐ γὰρ ἂν δ[υ̣ν̣αίμην... ..........ν̣ οὐδὲ [π]ολλο̣στ[ὸν μέρος ... ..........ψ..ν....α̣ι ἀχρ̣........ ....... ὦ] ἄνδρ[ες δικ̣]αστ[αί.......... .......υ̣ς ἐξ α̣[ὐτ]ῶν .π.............