eul_wid: upu-be
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Hymn 19 To Pan by Hymnic Collection Anonymous

Homeric Hymn 19, "To Pan," is a brief hexameter poem from the anonymous collection of Greek hymns traditionally attributed to Homer. It celebrates the rustic god Pan, vividly depicting his hybrid physical form as a goat-horned, goat-footed deity, his wild mountainous habitat, and his divine birth. The hymn narrates how his father, Hermes, joyfully presents the startling infant to the gods on Olympus, where he is welcomed with delight for his laughter and monstrous appearance. The poem describes Pan's constant movement through dense thickets and rocky heights, his hunting of wild beasts, and his musical play, which blends with the songs of mountain nymphs and the echoing landscape.

The hymn survives intact within the medieval manuscript tradition of the Homeric Hymns, primarily preserved in the 15th-century Laurentian manuscript and the 13th-century Moscow manuscript. Composed after the Persian Wars as the cult of Pan spread from Arcadia, the poem reflects popular pastoral religion and the integration of a distinctly rustic, theriomorphic divinity into the broader Olympian framework. As a constituent part of the Homeric Hymns, it served to standardize the literary portrayal of Pan, significantly influencing subsequent Greek and Roman bucolic poetry and enduring European conceptions of nature deities.

Εἰς Πᾶνα
Ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε Μοῦσα,
αἰγιπόδην δικέρωτα φιλόκροτον ὅς τʼ ἀνὰ πίση
δενδρήεντʼ ἄμυδις φοιτᾷ χοροήθεσι νύμφαις
αἵ τε κατʼ αἰγίλιπος πέτρης στείβουσι κάρηνα
Πᾶνʼ ἀνακεκλόμεναι νόμιον θεὸν ἀγλαέθειρον
αὐχμήενθʼ, ὃς πάντα λόφον νιφόεντα λέλογχε
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κέλευθα.
φοιτᾷ δʼ ἔνθα καὶ ἔνθα διὰ ῥωπήϊα πυκνά,
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
ἄλλοτε δʼ αὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
πολλάκι δʼ ἀργινόεντα διέδραμεν οὔρεα μακρά,
πολλάκι δʼ ἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων
ὀξέα δερκόμενος· τότε δʼ ἕσπερος ἔκλαγεν οἶον
ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
ὄρνις ἥ τʼ ἔαρος πολυανθέος ἐν πετάλοισι
θρῆνον ἐπιπροχέουσʼ ἀχέει μελίγηρυν ἀοιδήν.
σὺν δέ σφιν τότε νύμφαι ὀρεστιάδες λιγύμολποι
φοιτῶσαι πυκνὰ ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
μέλπονται, κορυφὴν δὲ περιστένει οὔρεος ἠχώ·
δαίμων δʼ ἔνθα καὶ ἔνθα χορῶν τοτὲ δʼ ἐς μέσον ἕρπων
πυκνὰ ποσὶν διέπει, λαῖφος δʼ ἐπὶ νῶτα δαφοινὸν
λυγκὸς ἔχει λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
ἐν μαλακῷ λειμῶνι τόθι κρόκος ἠδʼ ὑάκινθος
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
οἷόν θʼ Ἑρμείην ἐριούνιον ἔξοχον ἄλλων
ἔννεπον ὡς ὅ γʼ ἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι
καί ῥʼ ὅ γʼ ἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
ἐξίκετʼ, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
ἔνθʼ ὅ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλʼ ἐνόμευεν
ἀνδρὶ πάρα θνητῷ· θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
νύμφῃ ἐϋπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
ἐκ δʼ ἐτέλεσσε γάμον θαλερόν, τέκε δʼ ἐν μεγάροισιν
Ἑρμείῃ φίλον υἱὸν ἄφαρ τερατωπὸν ἰδέσθαι,
αἰγιπόδην δικέρωτα πολύκροτον ἡδυγέλωτα·
φεῦγε δʼ ἀναΐξασα, λίπεν δʼ ἄρα παῖδα τιθήνη·
δεῖσε γὰρ ὡς ἴδεν ὄψιν ἀμείλιχον ἠϋγένειον.
τὸν δʼ αἶψʼ Ἑρμείας ἐριούνιος εἰς χέρα θῆκε
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
ῥίμφα δʼ ἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ·
πὰρ δὲ Ζηνὶ καθῖζε καὶ ἄλλοις ἀθανάτοισιν,
δεῖξε δὲ κοῦρον ἑόν· πάντες δʼ ἄρα θυμὸν ἔτερφθεν
ἀθάνατοι, περίαλλα δʼ ὁ Βάκχειος Διόνυσος·
Πᾶνα δέ μιν καλέεσκον ὅτι φρένα πᾶσιν ἔτερψε.
Καὶ σὺ μὲν οὕτω χαῖρε ἄναξ, ἵλαμαι δέ σʼ ἀοιδῇ·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.