eul_wid: gyu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Tragic Lament by Anonymous Tragic Fragments

The Fragments of Tragic Lament constitute a modern corpus of 992 anonymous tragic fragments, classified as laments or thrēnoi. These verses, drawn from otherwise lost Greek tragedies of the Classical and Hellenistic periods, represent the formal expression of grief, a conventional and powerful element within tragic drama. Compiled from scattered quotations found in later Greek authors, grammarians, anthologists like Stobaeus, and papyrus discoveries, the fragments are now assembled in modern editions such as Fragments of the Greek Tragedians. Their content explores profound grief, mourning, and despair, often framed as confrontations with inexorable heimarmenē, divine will, and human mortality. The laments frequently mourn social and familial ruin, fallen houses, and lost heroes, sometimes coupled with calls for justice or vengeance. While the original dramatic contexts of these anonymous pieces are almost entirely lost, they remain vital for scholarship, offering essential insights into the thematic and poetic breadth of tragic literature beyond the surviving complete plays. Although their direct influence is untraceable, the genre of tragic lament they exemplify markedly shaped the development of later Greek and Roman literary expressions of sorrow.

ΑΘΑΜΑΣ
βρυαζούσης λεαίνης
ΑΠΟΠΛΟΥΣ
ΕΛΛΗ …
ΕΠΙΓΟΝΟΙ
ὀλόμενε παίδων, ποῖον εἴρηκας λόγον;
ΕΥΡΥΠΥΛΟΣ
ΙΞΙΩΝ
τοῦ μὲν δικαίου τὴν δόκησιν ἄρνυσο,
τὰ δʼ ἔργα τοῦ πᾶν δρῶντος ἔνθα κερδανεῖ.
ἐχθρὸς μὲν ἁνήρ, ἀλλὰ τὴν δίκην σέβω.
ΚΙΝΥΡΑΣ
ΜΗΔΕΙΑ
ὀλόμαν ὀλόμαν ἀποχηρωθείς
ΝΙΟΒΗ
λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις
θάλπουσα καὶ ψύχουσα καὶ πόνῳ πόνον
ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθʼ ἡμέραν
ΟΔΥΣΣΕΥΣ ΨΕΥΔΑΓΓΕΛΟΣ
ΟΙΔΙΠΟΥΣ
οἰκτρῶς θανεῖν μʼ ἄνωγε σύγγαμος πατήρ
ΠΑΡΘΕΝΟΠΑΙΟΣ
ΠΤΩΧΕΙΑ
ΣΚΥΛΛΑ
ΣΚΥΡΙΟΙ
σὺ δʼ ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,
ξαίνεις ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;
ΦΙΛΟΚΤΗΤΗΣ
τίς δʼ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα
δέξαιτʼ ἄν; εὖ γοῦν ὡς γαμεῖν ἔχεις τάλας.
ΦΙΝΕΙΔΑΙ
ΩΡΑΙ …
πᾶν εὐμαρὲς θεοῖσι κοὐδαμῇ μακράν.
ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν
σωτῆρες ἔνθα κἀγαθοὶ παραστάται
μάτην ἀδήλους ἐλπίδας καραδοκῶν
ὦ δαῖμον ὅς μʼ εἴληχας, ὡς πονηρὸς εἶ.
σιγῶ· σιωπὴ δʼ ἐστὶ τοῦ θυμοῦ τροφή.
ἐν βροτοῖς αὐδώμενος
ἀείζων πένθος
ἀντίον δορὸς ὀρνύμενος Ἀχιλλέως
μισῶ παρʼ ἐχθρῶν θῶπας εὐειδεῖς λόγους.
πρὸς σὲ πελάζω
τὸν ὀπισθοβάτην πόδα γηροκομῶν.
καὶ γὰρ τὸν ἄλλον ὧδε θνητοῖσιν νόμον
ὄψει διαθρῶν· οὐδὲν ἦν πάντῃ καλὸν
οὐδʼ αἰσχρόν, ἀλλὰ ταὔτʼ ἐποίησεν λαβὼν
ὁ καιρὸς αἰσχρὰ καὶ διαλλάξας καλά.
τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα.
μισῶ τὸν ἄνδρα τὸν διπλοῦν πεφυκότα,
χρηστὸν λόγοισι, πολέμιον δὲ τοῖς τρόποις.
οὐκ οἶδʼ ὅπως χρὴ .. σαφῶς κατειδότα
τῆς Ἡρακλείας φροντίδος κατηγορεῖν.
οὐκ οἶδα· τἀληθὲς γὰρ ἀσφαλὲς φράσαι.
οὐκ ἀξιῶ μικρῶν σε, μεγάλα δʼ οὐκ ἔχω.
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθʼ οἱ θεοὶ
..... δοῖεν
πυρὸς δʼ ἐξ ὀμμάτων
ἔλαμπεν αἴγλην
οἴκημα καμπαῖς πολυπλόκοις
ἤτοι στρατεύσεις ἢ μένων ἔσῃ κακός.
μαίνεται δʼ ὅστις βροτῶν
ψυχῆς νομίζει τοὺς φίλους ὑπερτέρους.
κακοῦ γὰρ ἀνδρός ἐστι τοὺς καινοὺς φίλους
τιμᾶν, ἀτιμάζειν δὲ τοὺς παλαιτέρους.
ὦ Ἡράκλεις
..... ἔφορος οἰάκων ..
φίλων γὰρ ἄρξεις μὴ κρατῶν ὅσον θέλεις.
στυγῶν μὲν ἄστυ, τὸν δʼ ἐμὸν δῆμον ποθῶν
δυσπινῆ πεπλώματα
ὦ Ζεῦ πανόπτα καὶ κατόπτα πανταχοῦ
ἄπελθε λαΐνων σταθμῶν
ὦ κλεινὸν ὄμμα, νῦν πανύστατόν σʼ ἰδὼν
λείπω φάος τόδʼ· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.
τί δῆτα χεῖρες οὐκ ἂν ἐργασαίατο;
ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
ὦ μῶρε μῶρε, μὴ θεῶν κίνει φρένας
.. γυναικῶν θηλύφρων ξυνουσία
οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσʼ· ὅμως δʼ οὖν ἐστι καρτερητέον.
Οὐλύμπου νόμον
λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.
Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.
τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων;
ὦ πότνιʼ Εἰλείθυια
ναὶ ναί, καταιδέσθητι πατρῷον Δία.
τί δʼ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου
καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν Ἥλιον,
ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον
χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο.
ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς.
ποντίῳ σάλῳ
κάμνοντας ἐν χειμῶνι καὶ ναυαγίαις
θάσσεις τάσδε τυμβήρεις ἕδρας
βάυζε τοὐμὸν σῶμα βάλλουσα ψόγῳ.
..... στρέψον ἀνταυγεῖς κόρας.
τί δʼ ἔστιν, ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
καλεῖν δίκαιον ὅστις ἄν ....
ἄγʼ ὦ μεγαλώνυμα τέκνα
τοῦ θαλασσίου θεοῦ
νόσῳ βιασθεὶς ἢ φίλων ἀχηνίᾳ;
μαρτύρομαι δὲ Ζηνὸς ἑρκείου ..
ἐς Οἰδίπου δὲ παῖδε, διπτύχω κόρω,
Ἄρης κατέσκηψʼ, ἔς τε μονομάχου πάλης
ἀγῶνα νῦν ἑστᾶσιν.
ἄκων κτενῶ σε, τέκνον.
ἐγώ σʼ ἔθηκα δοῦλον ὄντʼ ἐλεύθερον.
ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφος
ἅλις ἐγὼ δυστυχῶν.
μόχθος οἱ τηλοῦ φίλοι.
οἵ τοι πέρα στέρξαντες οἵδε καὶ πέρᾳ
μισοῦσιν.
ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν.
εἴπερ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν
ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν,
οὐδʼ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά,
προσῆκον οἶμαι τῷδʼ ὀφείλεσθαι χάριν.
καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ·
Οἰνεὺς δʼ ἄρʼ οὐχὶ κλεινὸν ἀπολέσας γόνον;
πολλοῖς ὁ δαίμων οὐ κατʼ εὔνοιαν φρενῶν
μεγάλα δίδωσιν εὐτυχήματʼ, ἀλλʼ ἵνα
τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας.
λιμένας εἰς Ἀχαϊκούς
λόγχην ἣν φοροῦσι γηγενεῖς
σπείρων θεοκτίσταν φλόγα
Ἀχιλλέως πέρι
στέψατε δώματα
οὐ κατθανεῖν γὰρ δεινόν, ἀλλʼ αἰσχρῶς θανεῖν.
καὶ τὴν μὲν ἐξηντλοῦμεν, ἣ δʼ ἐπεισρέει.
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος,
κρατῆρά τʼ αἴρου καὶ τὸν ἥδιστον κέρα.
ἀπόλωλα· πέπλων μʼ ὤλεσαν περιπτυχαί.
κακός σε δαίμων καὶ κακὴ τύχη λάβοι.
μέλη πάραυλα κἀκρότητα κύμβαλα
τηλοῦ φίλοι ναίοντες οὐκ εἰσὶν φίλοι.
πᾶσιν δὲ θνητοῖς βούλομαι παραινέσαι
τοὐφήμερον ζῆν ἡδέως· ὁ γὰρ θανὼν
τὸ μηδέν ἐστι καὶ σκιὰ κατὰ χθονός·
μικροῦ δὲ βιότου ζῶντʼ ἐπαυρέσθαι χρεών.
ἴσχειν κελεύω χεῖρα διψῶσαν φόνου.
λαβὼν ἀριστόνικον ἐν μάχῃ κράτος
ἐγὼ δὲ φεύξομαί γʼ ἐλεύθερος γεγώς.
πῶς οὖν τάδʼ εἰσορῶντες ἢ θεῶν γένος
εἶναι λέγωμεν ἢ νόμοισι χρώμεθα;
πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον
σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.
τὸ μέλλον οὐδεὶς ἀσφαλῶς ἐπίσταται·
ἡ γὰρ τύχη βραχεῖαν ἢν λάβῃ ῥοπήν,
καὶ τοὺς ταπεινοὺς .......
καὶ τοὺς ἀφʼ ὕψους εἰς ζόφον κατήγαγεν.
Αἴσωνος υἱὸς Κρηθέως ἀφʼ αἵματος
δέδοικα δὴ
μή τοι νοήσῃς, Οἰδίπου
ἄλλοις ἐν ἐσθλοῖς τόνδʼ ἀπωθοῦνται ψόγον
ἡ δεῦρʼ ὁδός σοι τί δύναται, θεοπρόπε;
πολλοὶ μαθηταὶ κρείσσονες διδασκάλων.
ἄπερρε· μή μοι στέφανον ἀμφιθῇς κάρᾳ.
Μιλησία
σμάραγδος ἐμπόλημα τιμαλφέστατον
οὐκ ἦν ἄρʼ οὐδὲν πῆμʼ ἐλευθέραν δάκνον
ψυχὴν ὁμοίως ἀνδρὸς ὡς ἀτιμία.
οὕτως πέπονθα καί με συμφορᾶς ἀεὶ
βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει
λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.
.. ἔμοιγε νῦν τε καὶ πάλαι δοκεῖ·
παῖδας φυτεύειν οὔποτʼ ἀνθρώπους ἐχρῆν
πόνους ὁρῶντας εἰς ὅσους φυτεύομεν.
ὦ δυστυχεῖν φὺς καὶ κακῶς πεπραγέναι,
ἄνθρωπος ἐγένου καὶ τὸ δυστυχὲς βίου
ἐκεῖθεν ἔλαβες, ὅθεν ἅπασιν ἤρξατο
τρέφειν ὅδʼ αἰθὴρ ἐνδιδοὺς θνητοῖς πνοάς·
μή νυν τὰ θνητὰ θνητὸς ὢν ἀγνωμόνει.
πόλλʼ ἀπιστία δέδρακεν ἀγαθὰ καὶ πίστις κακά.
ἃ δʼ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός,
οὔτʼ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου
δεινὸν καθιεὶς πρίονʼ εἰς ἄκρους πόδας
πύθοιʼ ἄν, οὐδʼ εἰ δεινὰ πάντα προσβάλοις.
τοῦ σώματος γὰρ εἵνεχʼ οἱ πολλοὶ πόνοι,
τοῦδʼ εἵνεκʼ οἶκον στεγανὸν ἐξηυρήκαμεν
λευκόν τʼ ὀρύσσειν ἄργυρον σπείρειν τε γῆν,
τά τʼ ἄλλʼ ὅσʼ ἡμεῖς ὀνόμασιν γιγνώσκομεν.
ὁθούνεκʼ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη
οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει,
αὐτὴ δʼ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.
ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερές
τίς ὧδε μῶρος καὶ λίαν ἀνειμένος
εὔπιστος ἀνδρῶν ὅστις ἐλπίζει θεοὺς
ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης,
ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα,
χαίρειν ἀπαρχαῖς καὶ γέρας λαχεῖν τόδε;
τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος·
ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ,
δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν σαφές.
ὦ παῖ, φυλάσσου μὴ σφαλῇς· ἡ γλῶσσά τοι
αὐτὴ μὲν οὐδέν, ἡνίκʼ ἂν λέγῃ, πονεῖ,
ὅταν δʼ ἁμάρτῃ, πολλὰ προσβάλλει κακά.
ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φιλῶ.
κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με.
κακὸν κακῶς σέ γʼ ἀπολέσειαν οἱ θεοί.
σοφὴ μὲν ἤμην, ἀλλὰ πάντʼ οὐκ εὐτυχής.
ἔμελλεν αἰσχρὰ κερδανεῖν θεάματα
ποῖ μεταστρέφεσθʼ, ὦ κακοὶ
κἀνάξιοι τῆς ἐμῆς σπορᾶς,
Αἰτωλίδος ἀγάλματα μητρός;
φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον
καὶ μεγάλων πεδίων ἀρούρας,
φρονεῖθʼ ὑπερβαλλόμενοι
δόμων δόμους, ἀφροσύνᾳ
πρόσω βιοτὰν τεκμαιρόμενοι.
ὃ δʼ ἀμφιβάλλει ταχύπουν
κέλευθον ἕρπων σκοτίαν,
ἄφνω δʼ ἄφαντος προσέβα
μακρὰς ἀφαιρούμενος ἐλπίδας
θνατῶν πολύμοχθος Ἅιδας.
Κόρινθος ἄστρον οὐκ ἄσημον Ἑλλάδος
ὦ χρυσέ, βλάστημα χθονός,
οἷον ἔρωτα βροτοῖσι φλέγεις,
πάντων κρατιστεύων τύραννε·
πολέμοις δʼ Ἄρεως
κρείσσονʼ ἔχων δύναμιν,
τᾷ πάντα θέλγεις· ἐπὶ γὰρ Ὀρφείαις μὲν ᾠδαῖς
εἵπετο δένδρεα καὶ
θηρῶν ἀνόητα γένη,
σοὶ δὲ καὶ χθὼν πᾶσα καὶ πόντος καὶ ὁ παμμήστωρ Ἄρης.
πότνια σοφία, σύ μοι ἅνδανε·
ὄλβου δʼ ἐμοὶ μὴ χρυσέου φαεννὰν
ἀκτῖνα δαίμων διδοίη
πάρος σοφίας ἢ τυραννίδα.
Διὸς ἀπωτάτω
κεῖται καλὸς θησαυρὸς ὅτῳ προσέβαλε.
Αἰγύπτου πότμος
ἄκων μέν, ὡς Ζεὺς οἶδεν
ἅπαντα τοῖς καλοῖσιν ἀνδράσιν πρέπει.
ἢν μὴ καθάρῃς κἀλέσῃς, οὐ μὴ φάγῃς.
μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης.
λέγε δὲ σὺ κατὰ πόδα νεόχυτα μέλεα.
ποίαν δῆθʼ ὁρμάσω; ταύταν
ἢ κείναν; κείναν ἢ ταύταν;
ἐπεὶ σχολὴ πάρεστι, παῖ Μενοιτίου
ὦ Ζηνὸς καὶ Λήδας κάλλιστοι σωτῆρες
Ἴακχε θρίαμβε, σὺ τῶνδε χοραγέ
κέχυται πόλις ὑψίπυλος κατὰ γᾶν
οἳ δʼ ἐπείγοντο πλωταῖς ἀπήναισι χαλκεμβόλοις.
σοὶ Φοῖβε μούσαις τε σύμβωμοι
τίνʼ ἀκτάν, τίνʼ ὕλαν δράμω; ποῖ πορευθῶ;
ἀκταῖνον μένος
ἦ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών;
ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ.
δίφρου τέτυκται βλῶσις εὔζυγον τέρας
ὦ Ζεῦ, γενέσθαι τῆσδέ μʼ ἐξάντη νόσου.
... ᾔδη ταῦτʼ ἐγὼ φράσαι καλῶς
Χρυσεὺς δʼ ὁ μάντις
λαθραίαν κύπριν, αἰσχίστην νόσων
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.
ὑπέρ τε πόντου χεῦμʼ ὑπέρ τε Πλειάδα
ἐπεὶ δʼ ὁ λαμπρὸς ἐξέλαμψεν ἥλιος
ἀνὴρ ἐς οὐδὲν χρεῖος
πανοῦχον ἅψαντες φλόγα
χρόαν δὲ τὴν σὴν ἥλιος λάμπων φλογὶ
αἰγυπτιώσει
Κίλιξ δὲ χώρα καὶ Σύρων ἐπιστροφαί
ἄτρυτος ἐν πόνοις
ὃς τόνδʼ ἔχεις τὸν σηκόν, ἵλεως γενοῦ.
ἣ δὲ προυκαλεῖτό με
βαυβᾶν μεθʼ αὑτῆς
μικρόν γʼ ἔλεξας βασιλικοῦ σηκὸν τάφου·
διπλάσιος ἔστω. τοῦ καλοῦ δὲ μὴ σφαλεὶς
δίπλαζʼ ἕκαστον κῶλον ἐν τάχει τάφου.
τῶν εὐτυχούντων ἀνταγωνιστὴς φθόνος.
θεὸς οὐχὶ ληπτός· εἰ δὲ ληπτός, οὐ θεός.
εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη·
εἰ δʼ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ Τύχη.
σιγᾶν γε μέντοι πολλὰ πολλαχοῦ καλόν.
τὴν εὐγένειαν, ἢν θέλῃς ἀνασκοπεῖν,
ἐν τοῖς καλῶς φρονοῦσιν εὑρήσεις βροτῶν.
τοῦ λαμβάνειν γὰρ πάντες ἡσσῶνται βροτοί.
οὐκ ἔστιν ἐπιτήδευμα χρησιμώτερον
τῆς πραότητος.
εἴθʼ ὤφελεν τὸ κάλλος ὅ με διώλεσεν
κακῶς ὀλέσθαι.
ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρʼ ἄνω.
πηδῶν δʼ ὁ θυμὸς ἔνδοθεν μαντεύεται.
σὺ μὲν βάδιζε τὰς ἐπʼ Ἰνάχου ῥοάς,
σὺ δʼ ἀμφὶ Θήβας στεῖχε τὰς Καδμηίδας.
εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο
ἀνώμαλοι πλάστιγγες ἀστάτου τύχης.
πολλοί σε μισήσουσιν, ἢν σαυτὸν φιλῇς.
ἔα με κερδαίνοντα κεκλῆσθαι κακόν·
κρεῖσσον γὰρ ἢ σέβοντα τοὺς θεῶν νόμους
πένητα ναίειν δόξαν ἠμποληκότα.
μίʼ εὐγένεια τὸν τρόπον χρηστὸν φορεῖν.
οὗτος μὲν οὖν μοι δεῦρʼ ἀεὶ τείνει λόγος.
κλύειν μαίεται
τὸν ἐγχώριον
πλήρει γὰρ ὄγκῳ γαστρὸς αὔξεται Κύπρις.
δισσὰ πνεύματα πνεῖς, Ἔρως
ὦ Ζεῦ, γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.
νοσσιὰν τέκνων
Αἴαντε δʼ ὁρμήσαντες ἐκ ξυνωρίδος
ἦλθεν δὲ λαοὶ μυρίοι πρὸς ᾐόνα.
χεῖρας δὲ Τρώων ὅπλʼ ἔδωκαν Ἑλλάδος
τιμᾶν Μακεδόνων εἵνεκʼ εὐανδρησίας
ἐγάμησεν Ἑλένη τὸν θεοῖς στυγούμενον
γαμεῖ δʼ ὃ μὲν δὴ Τυνδάρεω κόρην μίαν
αὐλῶνά θʼ ἣν ἄρδουσι
τοίων γὰρ ἀνδρῶν σπέρμʼ ἔδωκεν Ἑλλάδος
ἄλλη συνωρίς
ἀργῆν ἔπεφνεν
ἄσειρος ἵππος
αὐτόχθων ἑστία
Ἀχίλλειον πλάκα
βαθυρρίζου πέτρας
Βάκχου Διώνης
γλῶσσαν οὐκ ἐμπήξετε
δεσπότην κεκαρμένοι
διʼ ἔνδειαν φρενῶν
ἐμπεδὴς γαμόρος μάρψεν Ἀίδης
.. ἔνορχιν λαόν
ἐπʼ ἀστράβης ὄχημʼ ἀκινδύνως φέρων
ἐς μέσον συνίεσαν
ὄχος γὰρ οὐδὲ τοῖσιν εὐόργοις ἔπος.
εὔπλουτον κανοῦν
ἱππικὴ βάσις
θώμιγγα νευρῶν ἱππικήν
.. καταῖθυξ ὄμβρος
ἀλλά σʼ αἰδεσθεῖεν οἱ θεοί.
καταλλαγὴν δορός
κενὸν φάους
κεχήλευμαι πόδας
Κιμμερὶς θεά
κλῃδοῦχος γυνή
κλύετʼ οἰμωγῆς
κνάπτειν κελεύω γλῶσσαν
Κνώσια κῶλα
οὔτʼ εἶπον οὐδὲν πρὸς σὲ κῦρον, ὦ γύναι.
λαιθάργῳ ποδί
λακὶς χθονός
Λερναία χολή
λεοντόκρανον ὅπλον
βοὸς λεπάργου
λιβρὸν σέλας
Λίβυς τʼ ἀηδών
λιτῆρα θαλλόν
λύθρον μαστιγοφόνον
.. λωτοβοσκὸν φῦλον
μέγʼ ἀχήσεται
ὡς οἰνοπλῆγες καὶ μεθυστάδες γάμων
μοναστραβὴς ὄχος
νεόφθιτος κόρη
χρόνου
πολλοῦ νόστον προμαθόντες
ὅδιος οἰωνός
ὁμόπαιδα κάσιν Κασάνδρας
ὀρείοις ποσί
ὀρσίπους βοή
ὁσίους θαλάμους
ὄτοβος ἅλιμος
οὐκ ἄμοιρος ἦν
οὐκ εὐθυσκόπου
ὀχεῖα πόντια
παμβῶτις ἐλπίς
παρεμβάλοιτο κλῆρον
περισπερχοῦς βοῆς
πηκτὸς θάνατος
ποιναῖς ἐφικταῖς
πολλὴ φαρέτρα
πόντια ῥάκη
πρέμνον ἑστίας
.. προσαιθρίζουσα πόμπιμον φλόγα
νοτὶς προσαυρίζουσα χερσαίᾳ τροχῇ
Πυθίων ἀνακτόρων
σαρκήρη στάχυν
σαυροβριθὲς ἔγχος
σηματίζονται πέδον
τετραέλικτον ἅλμαν
τέχνης γὰρ οὐχ ἥμαρτες
τίεσκε μύθους
Τιρύνθιον πλίνθευμα, κυκλώπων ἕδος
τραπεζίτην Πάριν
φοινικελίκτην καὶ λόγων ἀλαζόνα
χαλκόδοντας στόλους
χθονίαν λώβαν
χθονίους Ἰναχίδας
.. χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ
χυτλὸς δὲ κρατὸς ὄγκος εὔσκιος παρῆν
..... Ψυλλικὸς γύης ..
ὥσπερ ὀφθαλμὸς Διός
οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.
τίς ἆρʼ ἐμοῦ γένοιτʼ ἂν ἀθλιώτερος;
ἐν γῆς φίλης μυχοῖσι κρυφθῆναι καλόν.
ἔξεστʼ ἐρωτᾶν πότνιά σʼ ἢ σιγὴν ἔχω;
γύναι, τί μοι τραχεῖα κοὐκ εἰθισμένως
λαλεῖς;
ἄπολις ἄοικος, πατρίδος ἐστερημένος,
πτωχὸς πλανήτης, βίον ἔχων τοὐφʼ ἡμέραν
τάδʼ ἔστʼ ὀνείρων νυκτέρων φαντάσματα.
ὡς Πριαμίδαισιν ἐμφερὴς ὁ βουκόλος.
ἀκριβὲς οἰάκισμα πρὸς σταθμὸν βίου
οὐ μνημονεύω· μὴ λίαν μʼ ἡγοῦ σοφόν.
ἐξῆλθον Ἕκτορές τε καὶ Σαρπηδόνες.
λακιστὸν ἐν πέτραισιν εὑρέσθαι μόρον
χαῖρʼ, ὦ δυνάστα τῆσδε γῆς Τιρυνθίας.
οὐκ οἶσθʼ, ἐπεί τοι κἂν ἐκώκυες μέγα.
χρυσὸς γάρ ἐστιν ὃς βροτῶν ἔχει κράτη.
δεινόν γε τὴν μὲν μυῖαν ἀλκίμῳ σθένει
πηδᾶν ἐπʼ ἀνδρῶν σώμαθʼ, ὡς πλησθῇ φόνου,
ἄνδρας δʼ ὁπλίτας πολέμιον ταρβεῖν δόρυ.
ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά,
τοῦτʼ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται φρενῶν
τὸν νοῦν τὸν ἐσθλόν· εἰς δὲ τὴν χείρω τρέπει
γνώμην, ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει.
οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον,
ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν.
ἀγὼν γὰρ οὐ μέλλοντος ἀθλητοῦ μένει
ἀλκήν.
ἔνεισιν ἐν δειλοῖσιν ἀνδρεῖοι λόγοι.
ἐν τοῖς ἐμαυτοῦ δικτύοις ἁλώσομαι.
σφάλλειν σὺν ἐχθροῖς καὶ φίλους κέρδος φέρει.
τὸν μέγαν Ἀγαμέμνονα
θεόθεν δὲ πνέοντʼ οὖρον ἀνάγκη
τλῆναι καμάτοις ἀνοδύρτοις.
δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.
ἀγαθὴν τιθήνην καὶ τροφὸν γνώμης νέας
οὐκ ἂν γένοιτʼ ἐρῶντος ἀθλιώτερον
οὐδὲν γέροντος.
νῦν δʼ ἔρρʼ ἀπʼ οἴκων τῶνδε
ἄνθρωπον ὄντα δεῖ φρονεῖν ἀνθρώπινα.
γνώμης γὰρ ἐσθλῆς ἔργα χρηστὰ γίγνεται.
ἐχθροῖς ἀπιστῶν οὔποτʼ ἂν πάθοις βλάβην.
ζῆλος γυναικὸς πάντα πυρπολεῖ δόμον.
θεῷ μάχεσθαι δεινόν ἐστι καὶ τύχῃ.
θεῶν ὄνειδος τοὺς κακοὺς εὐδαιμονεῖν.
κακοῖς ὁμιλῶν καὐτὸς ἐκβήσῃ κακός.
κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ.
λίαν φιλῶν σεαυτὸν οὐχ ἕξεις φίλον.
λόγῳ μʼ ἔπεισας φαρμάκῳ σοφωτάτῳ.
τῷ γὰρ καλῶς πράσσοντι πᾶσα γῆ πατρίς.
τὸ πολλὰ τολμᾶν πόλλʼ ἁμαρτάνειν ποεῖ.
ταὐτόματον ἡμῶν καλλίω βουλεύεται.
φιλίας μέγιστος δεσμὸς αἱ τέκνων γοναί.
Λυδῶν τῶν πολυχρύσων ἄναξ
δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς
πολλῷ δὲ κρεῖσσόν ἐστι μὴ δεδοικότα
παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα.
πάσης μὲν ὠμότητος ἀνάπλεων φόνον,
παντὸς δὲ θανάτου δυσποτμώτερον μόρον
οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ.
ἐγὼ δʼ ἐμαυτοῦ καὶ κλύειν ἐπίσταμαι
ἄρχειν θʼ ὁμοίως, τἀρετῇ σταθμώμενος
τὰ πάντα.
.. κεραυνοῦν πυριβόλους μὲν .. πλάκας
μηδὲ σὺ ζήτει πυθέσθαι
οὐδὲν φρονεῖ δίκαιον ... ἀνήρ.
οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νεκρόν.
ἄνδρες Ἑλλήνων ἄριστοι
περισφάτως ἔχων
τὴν ἐμὴν κάμνειν νόσον
τυφλῶν ὀνείρων
ἀκύματος δὲ πορθμὸς ἐν φρίκῃ γελᾷ.
ἄψυχον ἄνδρα λαμβάνειν συνέμπορον
δισχιδὴς ὁδός
δυσμάραντον κακόν
δυσήλιον θέρος
διχόρροπος γνώμη
ἐλαφρὸν παραινεῖν τῷ κακῶς πεπραγότι.
εὔορνις τύχη
οὐδὲν κακὸν γὰρ ῥᾳδίως ἀπόλλυται.
σκοτεινὸς ὀργήν
χωρὶς γὰρ οἰκοῦσʼ ἁρεταὶ τῶν ἡδονῶν.
φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι.
ἐάν τι δέλτος ἐν πτυχαῖς πόντου πάθῃ
ὦ μηχάνημα λυγκὸς αἰολώτερον
τί δῆτα θύειν δεῖ σε κατθανούμενον;
ἄμεινον οὐδεὶς κάματος εὐσεβεῖν θεούς.
ὦ Ζεῦ, τίς εἶναι φησὶ σοῦ σοφώτερος;
εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων
κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς.
Ζεὺς γὰρ τὰ μὲν μέγιστα φροντίζει βροτῶν,
τὰ μικρὰ δʼ ἄλλοις δαίμοσιν παρεὶς ἐᾷ.
τόδʼ ἐστὶ τὸ ζηλωτὸν ἀνθρώποις, ὅτῳ
τόξον μερίμνης εἰς ὃ βούλεται πέσῃ.
πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα;
ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος.
φόβος τὰ θεῖα τοῖσι σώφροσιν βροτῶν.
τῆς δειλίας γὰρ αἰσχρὰ γίγνεται τέκνα.
Ἀλκμέων ἀνδροκτόνου γυναικὸς ὁμογενὴς ἔφυς.
Ἄδραστος σὺ δʼ αὐτόχειρ γε μητρὸς ἥ σʼ ἐγείνατο.
ἰὼ τυραννὶ βαρβάρων ἀνδρῶν φίλη.
ἡ βροτῶν τʼ εὐπραξία
τῶν τἀλάχιστα γίγνεται λυπουμένων.
κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν
ἐρρέτω φίλος σὺν ἐχθρῷ
οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ.
γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει.
παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή,
νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ
ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ.
σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος
αὑτόν τε πράσσων εὖ τίθησιν εἰς μέσον,
τοῦ δυστυχοῦς τε λαγχάνων οὐκ ἄχθεται.
ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε.
τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποεῖν.
λιμὴν γὰρ Ἀίδας ἀνιᾶν.
Ἅιδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς.
μηδεὶς φοβείσθω θάνατον ἀπόλυσιν πόνων.
ποῦ γὰρ τὰ σεμνὰ κεῖνα; ποῦ δὲ Λυδίας
μέγας δυνάστης Κροῖσος ἢ Ξέρξης βαθὺν
ζεύξας θαλάσσης αὐχένʼ Ἑλλησποντίας;
ἅπαντʼ ἐς Ἅιδην ἦλθε καὶ Λήθης δόμους.
... θαλέθοντι βίῳ
βλάσταις τε τέκνων βριθομένα
γλυκερὸν φάος ὁρῶσα
ὦ τλῆμον ἀρετή, λόγος ἄρʼ ἦσθʼ· ἐγὼ δέ σε
ὡς ἔργον ἤσκουν· σὺ δʼ ἄρʼ ἐδούλευες τύχῃ.
ἀλλʼ εἴτʼ ἔνυπνον φάντασμα φοβῇ
χθονίας θʼ Ἑκάτης κῶμον ἐδέξω
δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ
δούλοις γενέσθαι δεσπότας τε δυσχερεῖς
λαβεῖν.
φεύγει μέγα λαῖφος ὑποστολίσας
ἐρεβώδεος ἐκ θαλάσσης
Φοίβου ποτʼ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
εἴκει γὰρ ἤδη θυμὸς οὐδʼ ἔτʼ ἀντέχει
θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ.
ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτηται βρόχοις,
πνεῖ δʼ οὖρος, ἡμῖν δʼ οὐ κρατεῖ τὰ πείσματα.
οὔτοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες
καὶ θὥπλα λάζευ καὶ γνάθους εὐθημόνει.
ἄνδρʼ ἠδίκησας· ἄνδρʼ ἀνεκτέον τόδε;
καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή,
παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ
κλίνοι παλαιστοῦ παντὸς εὐμαρέστερον.
φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος
μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ.
ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὴν χεῖρʼ ἔχει.
οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας
ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν.
ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
κωκυτὸς ἐμπέπτωκεν
ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς.
οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος.
πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω
θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ.
Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι
μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς.
σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν
ὅς με ῥάκη τʼ ἤμπισχε κἀξηνάγκασεν
πτωχὸν γενέσθαι καὶ δόμων ἀνάστατον.
κακῶν κατάρχεις τήνδε μοῦσαν εἰσάγων.
ἥ τʼ ἄγνος ἀνθεῖ χὡ βότρυς πεπαίνεται.
λήγει δὲ Κύπρις θαλίαι τε νέων,
οὐδʼ ἔτι θύρσος φύλλα βακχείου
ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις,
ἔξειπε
τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους
ἡμῶν τε θρέψαι.
ἐγένοντο, τοῦ μὲν Ἡρακλῆς, τοῦ δʼ Ἴφικλος.
μισεῖς· ἐγὼ δὲ ῥᾳδίως μισήσομαι
πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν.
βίᾳ δʼ ἔπραξας χάριτας ἢ πείσας κόρην;
γλυκεῖʼ ὀπώρα φύλακος ἐκλελοιπότος.
τόδʼ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών.
οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας,
οὐ μάντιν οὐδʼ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα
ψυχαῖς
τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν;
ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας
πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος
περᾶν ἕτοιμος
ὕβρις τάδʼ, οὐχὶ Κύπρις ἐξεργάζεται.
πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ,
.. μήτι παυσώμεσθα δρῶντες εὖ βροτούς.
φιλῶ τέκνʼ, ἀλλὰ πατρίδʼ ἐμὴν μᾶλλον φιλῶ.
δεινὸς κολαστὴς πέλεκυς αὐχένος τομεύς.
μικρὸν δὲ ποδὸς
χαλάσαι μεγάλῃ κύματος ἀλκῇ
ἄκραντα γάρ μʼ ἔθηκε θεσπίζειν θεός,
καὶ πρὸς παθόντων κἀν κακοῖσι κειμένων
σοφὴ κέκλημαι, πρὶν παθεῖν δὲ μαίνομαι.
στείχει πολίταις ὄμμʼ ἔχων ἰδεῖν πικρόν.
κραταιῷ περιβαλὼν βραχίονι
εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον.
ὅδʼ αὖτʼ ἐκείνου φθόγγος ἐξωλέστερος.
κλίθητι καὶ πίωμεν· οὐ καὶ σιτία
πάρεστιν; ὦ δύστηνε, μὴ σαυτῷ φθόνει.
οἳ δʼ εὐθὺς ἠλάλαξαν, ἐν δʼ ἐκίρνατο
οἶνος, φέρων δὲ στέφανον ἀμφέθηκέ τις.
ὑμνεῖτο δʼ αἰσχρῶς κλῶνα πρὸς καλὸν δάφνης
ὁ Φοῖβος οὐ προσῳδά· τήν τʼ ἐναύλιον
ὠθῶν τις ἐξέκλαγξε σύγκοιτον φίλην.
Κρητικοὺς αὐλοὺς θανούσης κῶλα ποικίλης νεβροῦ
σύμμικτον ὥστε γλεῦκος ὑλιστήριον
ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθʼ ὁρᾷ.
σοφοὶ σοφοὺς σῴζουσιν, ἢν ὦσιν σοφοί.
ἄδοξον, ἄκραν γλῶσσαν ἠκονημένον
ἁγνὸν εἰς σηκὸν θεοῦ
ἔργων μυστικῶν προφάντιδες
ῥινηλάτην κύνα
στηρίγματʼ οἴκου
χωρίτης λεώς
ἀπτέρῳ τάχει
ὁ δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων.
θεοὺς δὲ καὶ λαθεῖν ἀμήχανον.
ὡς πάντα πράγματʼ, ἢν καλὰς ἀρχὰς λάβῃ,
καλῶς τελευτᾶν καὶ μεσοῦν φιλεῖ βροτοῖς.
... δῶρα καὶ θεοὺς παρήπαφεν.
ἀλλʼ ἕπου χώρας τρόποις.
δοῦλε, δεσποτῶν ἄκουε καὶ δίκαια κἄδικα.
κρεισσόνων γὰρ καὶ δίκαια κἄδικʼ ἔστʼ ἀκουστέα.
μετὰ γὰρ νοσούντων, φασί, μαίνεσθαι καλόν.
πρὸς μάντιν οὐδεὶς εὐτυχὴς ἀπέρχεται.
ταὐτὸ πρὸς τύμβον τε κλαίειν καὶ πρὸς ἄνδρα νήπιον.
τοῖς δευσοποιοῖς φαρμάκοις ξανθίζεται
χρημάτων τε γάργαρα
ἄλλος γυναικὸς κόσμος, ἄλλος ἀρσένων
γνησίων ἐπὶ σπορᾷ
παίδων
ἐν πρώτοις ἄγω
Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας.
ὡς αἰσχρόν ἐστι μὴ καλῶν ἀπʼ ὀμμάτων
κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν.
θεὸς δʼ ἐπὶ σμικροῖσιν οὐ θερμαίνεται,
ἀλλʼ ὡς λέβης τις μείζονος δεῖται πυρός.
ὅ τοι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός.
τραύματʼ ἐξόπισθʼ ἔχων
τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους.
ἄνθρωπον ἦθος
ἥλιος,
ὅτου διʼ αὐγῆς πάντα βλαστάνει βροτοῖς
φθίνει τε.
καὶ παιδὶ καὶ γέροντι προσφέρων τρόπους
σφαγὰς δὲ Δαναοῦ παρθένων Λυγκεὺς φυγὼν
Ἄβαντα φύει διάδοχον τυραννίδος.
ὅταν δʼ ὁ δαίμων ἀνδρὶ πορσύνῃ κακά,
τὸν νοῦν ἔβλαψε πρῶτον ᾧ βουλεύεται.
μόνος οὐ δέχεται γλυκερᾶς μέρος ἐλπίδος
ἐν τῷ λαλεῖν δεῖ μηδὲ μηκύνειν λόγον.
ἀεὶ δʼ ὁρῶντί τʼ ὀξὺ καὶ τυφλὸς ἦν·
θυσίας γὰρ ἀπαρχὰς κρέας ἐπέμπομεν πατρὶ
.. περισσὸν ὦμον ἔκκριτον γέρας.
τὸ δή γε σῦν κόψαντες, οὐ μεμνημένοι,
λήσειν δοκοῦντες, ἀντὶ τοῦ κεκομμένου
ἐπέμψαμεν βόειον. ὃ δὲ λαβὼν χερὶ
ἔγνω ἐπαφήσας εἶπέ τʼ ἐκ θυμοῦ τάδε·
τίς μοι τόδʼ ἀντόμοιον μισητὸν κρέας
πέμπων; γέλωτα δή με ποιοῦνται κόροι
θύοντες ὕβρει· «τυφλὸς οὔτι γνώσεται»,
οὕτω λέγοντες. ὦ θεοί, μαρτύρομαι
ἐγὼ τάδʼ ὑμᾶς καὶ κατεύχομαι κακὰ
αὐτοῖσιν ἀντὶ τῶνδε δὶς τόσα σχεθεῖν.
χαλκῷ δὲ μαρμαίροντες ἀλλήλων χρόα
σφάξειαν ἀμφὶ κτήμασιν τυραννικοῖς.
ὡς ὁ μὴ τοὔργον δεδοικὼς οὐ δέδοικε τὸν λόγον.
καὶ τοῦτο τοὔπος ἐστὶν ἀνδρὸς ἔμφρονος,
ὅταν καλῶς πράσσῃ τις, ἐλπίζειν κακά.
δεινόν γε ταὐτὸν τοῖς μὲν ἁνδάνειν βροτῶν,
τοῖς δʼ ἔχθος εἶναι.
σωτῆρες εὐσέλμων νεῶν
κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.
τολμῶ κατειπεῖν, μήποτʼ οὐκ εἰσὶν θεοί·
κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήσσουσί με.
σημεῖα γάρ τοι ταῦτα γίγνεσθαι φιλεῖ,
ὅταν τι ναοῖς ἐγκατασκήψῃ μύσος.
Ἀκτίτου πέτρα
Βαρκαῖον αἶπος
Φασιανὸν νάπος
ἔπειτα πάσης Ἑλλάδος καὶ ξυμμάχων
βίον διῴκησʼ ὄντα πρὶν πεφυρμένον
θηρσίν θʼ ὅμοιον. πρῶτα μὲν τὸν πάνσοφον
ἀριθμὸν ηὕρηκʼ ἔξοχον σοφισμάτων.
ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος.
Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν
θεοῦ θέλοντος μετὰ πάντα γίγνεται.
τί δʼ οὐ γένοιτʼ ἂν θεοῦ ἐφιέντος τύχῃ;
γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα.
Ζεὺς ἔσθʼ ὁ πέμπων τὴν ἐφήμερον τροφήν.
ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει.
θείᾳ προνοίᾳ πάντʼ ἐγέννησεν φύσις.
θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας.
πάντῃ πάρεστι πάντα τε βλέπει θεός.
θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί,
ὅθεν λαβόντες αἱ κακῶς πεπραγότες
σωτηρίαν ἀπῆλθον ἐκ δυσπραξίας.
νῦν οὐκέτι μοι δίχα θυμός,
ἀλλὰ σάφʼ οἶδʼ ὅτι πάντα βροτοῖς
Ζεὺς ἐπικάρσια τέμνει,
καθελὼν μὲν δοκέοντʼ,
ἀδόκητον δʼ ἐξαείρων.
ὁρῶ γὰρ χρόνῳ
δίκαν πάντʼ ἄγουσαν εἰς φῶς βροτοῖς.
φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν.
οὐχ εὕδει Διὸς
ὀφθαλμός, ἐγγὺς δʼ ἐστὶ καίπερ ὢν πρόσω.
οὐ γάρ τις οὐδὲ χρημάτων ὑπεργέμων
νόμον μιαίνων ἀσφαλῶς γηράσεται,
ἀλλʼ ἡμέρας ἢ νυκτὸς ἡ Δίκη ποτὲ
τῷ δυσσεβοῦντι σῖγʼ ἔχουσʼ ἐνήλατο.
τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς.
δαίμων βροτοῖσι πόλλʼ ἀνευρίσκει κακά.
λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ
τοῖσιν διδοῦσιν οὓς ἂν ἐχθαίρωσʼ, ἐπεὶ
οὔ σφιν πονηρόν ἐστιν
τιμωρίαν ἔτεισεν ὧν ἔρξεν κακῶν.
ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντʼ ἰδεῖν.
ἔσθʼ, ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον
τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον
δαιμόνιον, ᾧ μέλει τι τοῦ θνητοῦ βίου.
ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην
εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
ἑξῆς δʼ ὀπαδεῖ δόχμιον, ἄλλοθʼ ὕστερον.
οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐχέγγυος.
μόνη ἐστὶν ἀπαραίτητος ἀνθρώποις Δίκη.
μὴ μουσοποίει πρὸς τὸ νηπιώτερον·
πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν βλέπει.
ὅστις λέγει κάκʼ εὖ φρονῶν σιγῇ στένει.
ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην.
τὸ δὲ θεῶν κράτος μέγα κατʼ ἀνθρώπους·
ἄφρονες δʼ ὁπόσοι τὸ δίκαιον ἄγουσʼ
ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές·
μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνουσʼ
ἀμοιβὰς κακῶν.
Δίκας δʼ ἐξέλαμψε θεῖον φάος
ὁσίᾳ δʼ ἀνάγκη πολεμιωτάτη θεός.
οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος.
μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται
μοῖρʼ οὐδʼ ἐν ἀνθρώποισιν, ἀλλʼ αὐτὴ κρατεῖ.
ὦ μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι
ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντʼ ἐπισκοποῦσʼ ἀεὶ
καὶ νέμουσʼ ἡμῶν ἑκάστῳ τὴν κατʼ ἀξίαν τύχη
πάντων τύραννος ἡ τύχη ἐστὶ τῶν θεῶν,
τὰ δʼ ἄλλʼ ὀνόματα ταῦτα πρόσκειται μάτην·
μόνη διοικεῖ γοῦν ἅπανθʼ ᾗ βούλεται.
ὦ δέσποτʼ ἄναξ ἔστι τοῖς σοφοῖς βροτῶν
χρόνῳ σκοπεῖσθαι τῆς ἀληθείας πέρι.
μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.
χρόνος αὖ χρόνος ἅμα κραταιᾷ
χρημοσύνᾳ βίου
πόλλʼ ἀνευρίσκει σοφὰ μαιομένοις.
οὐκ ἔστι πράσσοντάς τι μοχθηρὸν λαθεῖν·
ὀξὺ βλέπει γὰρ ὁ χρόνος, ὃς τὰ πάνθʼ ὁρᾷ.
χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.
ἀλλὰ ταῦτα μὲν χρόνος
δείξει· μόνος γάρ ἐστιν ἀνθρώπων κριτής.
ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί·
οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.
τῷ λόγῳ μὲν εὖ διέρχῃ πάντα, τῷ δʼ ἔργῳ κακῶς.
καὶ τῷδε δηλώσαιμʼ ἄν, εἰ βούλοιο σύ,
τἀληθές, ὡς ἔγωγε καὐτὸς ἄχθομαι,
ὅστις λέγειν μὲν εὐπρεπῶς ἐπίσταται,
τὰ δʼ ἔργα χείρω τῶν λόγων παρέσχετο.
μελέτη χρονισθεῖσʼ εἰς φύσιν καθίσταται.
ἀεί τι βούλου χρήσιμον προσμανθάνειν.
ἃ δεῖ παρὼν φρόντιζε, μὴ παρὼν ἀπῇς.
οὐχ ὡς νομίζεις, τὸ φρονεῖν εἶπας κακῶς.
τό τοι κράτιστον πανταχοῦ τιμητέον.
οὐ χρὴ ποδώκη τὸν τρόπον λίαν φορεῖν.
ἔμβα, πορθμίδος ἕρμα.
θάλλουσα λυπῇ τοὺς ἄγαν ὑπέρφρονας
ὅσοι δὲ φιλοσοφοῦντες ἐκμοχθοῦσί τι,
ἐνταῦθʼ ὑπάρχει τῷ βίῳ γαστρὸς κρατεῖν·
διδάσκαλος γὰρ ηὑτέλεια τῶν σοφῶν
καὶ τῶν ἀρίστων γίγνεται βουλευμάτων.
πόλλʼ ἐστὶν ὀργῆς ἐξ ἀπαιδεύτου κακά.
ἐν τοῖς κακοῖσι δʼ εὐγένειʼ ὅταν παρῇ
τραχεῖα κὠξύθυμος, ἀμαθίαν ἔχει.
ἀφροδίσιος γὰρ ὅρκος οὐκ ἐμποίνιμος.
ἅπανθʼ ὁ τοῦ ζητοῦντος εὑρίσκει πόνος.
θεὸς δὲ τοῖς ἀργοῦσιν οὐ παρίσταται.
κακὸν γὰρ αἰδώς, ἔνθα τἀναιδὲς κρατεῖ.
αἰσχρόν γʼ ὅταν τις ἐπὶ γλώσσῃ φυεὶς
γλώσσῃ ματαίους ἐξακοντίσῃ λόγους.
ἀεὶ τὰ σεμνὰ πάντα κέκτηται φθόνον.
ἅπαν τὸ λίαν συνετόν ἐστʼ ἐπίφθονον.
ἀδικώτατον πρᾶγμʼ ἐστὶ τῶν πάντων φθόνος.
εἰσίν τινες νῦν οὓς τὸ βασκαίνειν τρέφει.
οὐδεὶς ἂν εἴποι κεῖνον ἀνθρώπων κακῶς,
οὐδʼ εἰ φθόνου γένοιτο δυσμενέστερος.
χρὴ δʼ ἢ λέγειν τι χρηστὸν ἢ λέγουσιν εὖ
μὴ δυσμεναίνειν τῷ φθόνῳ νικώμενον.
σὺ δʼ ἐγγενὴς ὢν τήνδε δουλώσας ἔχεις.
κρεῖττόν τʼ ἀμύνειν· κατθανεῖν γὰρ εὐκλεῶς
ἢ ζῆν θέλοιμʼ ἂν δυσκλεῶς γε κατθανών.
τὸ νέον ἅπαν ὑψηλόν ἐστι καὶ θρασύ.
γνῶμαι γὰρ ἔργων τῶν ἐν ἀνθρώποις τροφοί.
βουλαὶ τάδʼ ἐξέπραξαν, οὐ χερῶν σθένος.
εἰ μὲν πρὸς αὐγὰς ἡλίου, χρυσωπὸν ἦν
νώτισμα θηρός· εἰ δὲ πρὸς νέφη βάλοι,
κυανωπὸν ὥς τις Ἶρις ἀντηύγει σέλας.
καινοῦ
δαίμονος ἄρχει, καινοῦ πότμου.
οὐκ ἐν γυναιξὶ φύεται πιστὴ χάρις.
τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει,
ἡσσημένῳ δὲ δόξα νικητήριος.
τοὺς εὖ γεγονότας καὶ τεθραμμένους καλῶς
κἀν τοῖς κακοῖς δεῖ λόγον ἔχειν εὐφημίας.
ἐγὼ γάρ, εἰ νοῦν εἶχʼ ἔμʼ ὁ σπείρας πατήρ,
ἠπιστάμην ἂν μουσικὴν παρεὶς πονεῖν,
ὡς εὐτυχήσων καὶ κακῶς πράξων ποτέ.
πρῶτον μέν, ἐξ ὧν πάντα γίγνεται βροτοῖς,
εὔογκος εἶναι γαστρὶ μὴ πληρουμένῃ
στέργειν θʼ ὑδρηλοῖς ὥστε θὴρ ἀεὶ ποτοῖς,
χειμῶνί τʼ ἀσκεῖν σῶμα θερμά θʼ ἡλίου
τοξεύματʼ αἰνεῖν μὴ σκιατραφούμενος.
νῦν δʼ οὐκ ἐθισθεὶς τοῦτʼ ἐπίσταμαι μὲν οὔ,
φέρειν δʼ ἀνάγκη· τὸν γὰρ Ὀρφέα λαβὼν
αὐτῶν τε μουσῶν ἐννεάφθογγον μέλος,
οὐκ ἂν πίθοιμι γαστέρʼ, ἀλλὰ δεῖ βίου.
τὰ μεγάλα δῶρα τῆς τύχης ἔχει φόβον
καὶ τὸ πάνυ λαμπρὸν οὐκ ἀκίνδυνον κυρεῖ,
οὐδʼ ἀσφαλὲς πᾶν ὕψος ἐν θνητῷ γένει·
ἡ δὲ μεσότης ἐν πᾶσιν ἀσφαλεστέρα.
ἢν γὰρ πέσῃ τις ἐξ ἐλάσσονος μέτρου,
εὐπερικάλυπτον ἔσχε τὴν δυσπραξίαν·
ὄγκου δὲ μεγάλου πτῶμα γίγνεται μέγα.
πρὸς γὰρ τὸ λαμπρὸν ὁ φθόνος βιάζεται,
σφάλλει δʼ ἐκείνους οὓς ἂν ὑψώσῃ τύχη.
σὺ δʼ ὦ τεκοῦσα
μὴ τὴν σὴν λιβάσι κατάσπενδε παρηίδα.
γέροντι δʼ οὐχ οἷόν τε μηκύνειν χρόνον.
μακρὸς γὰρ αἰὼν συμφορὰς πολλὰς ἔχει.
.. πολύς τοι μόχθος ἐν μακρῷ χρόνῳ.
ἐσθλοῦ γὰρ ἀνδρὸς γῆρας εὐπροσήγορον.
ἔχω· τὸ γὰρ πρᾶγμʼ αὐτό μοι καλῶς ἔχον
καλοὺς παρασχεῖν τοὺς λόγους δυνήσεται.
ἐλευθέρα γὰρ γλῶσσα τῶν ἐλευθέρων.
ἐλευθερία Διὸς ὄλβιον τέκος
αἰδὼς ἀπώλεσʼ αὐτόν, ἐρρέτω, κακή·
πολλὴν γὰρ αὐτὴν δειλὸς ὢν ἐκτήσατο.
τοῖς γὰρ κακῶς πράσσουσιν οἱ σεμνοὶ λόγοι
κόσμον μὲν ἂν δοίησαν· ἡ δʼ εὐπραξία
ξὺν τοῖς ἀναισχύντοισιν ὥρισται βίου.
ὦ παῖ, τὸ δεῖσθαι τῶν πέλας θνητοῖς μέγα
διδασκαλεῖον τῆς ἀναιδείας ἔφυ.
εἰς Φᾶσιν, ἔνθα ναυσὶν ἔσχατος δρόμος.
χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα.
ᾗ μήποτʼ, ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλοις
γλώσσαργον ἦθος
Ἰνάχειον ἄστυ
ὀπισθόπους δίκη
αὔρα, θεῶν ὄχημα τιμιώτατον
πάντας σοφὸς νοῦς ἐξ ἀμηχάνων ἄγει
καὶ πάντα κηλεῖ, κἂν ἀπώμοτός τις ᾖ.
ὅρκων ἐρῶσιν οὐδὲν εὐχερέστερον.
κλύδωνα σαυτῷ προσφέρεις αὐθαίρετον.
Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ
ὑπὲρ τάφρου πηδῶντας ἔστησεν Φρύγας.
οἶνός μʼ ἔπεισε δαιμόνων ὑπέρτατος.
παρʼ οὐδενὸς γὰρ οὐδὲν ἡρμηνεύμεθα.
τοῖς καιρίοις γὰρ δεῖ λέγειν τὰ καίρια.
ὅστις καθʼ ἑτέρου δόλια μηχανεύεται,
αὐτὸς καθʼ αὑτοῦ τοῦτο λανθάνει ποιῶν.
ἅπαντα θάλλει καὶ πάλιν μαραίνεται.
ἄστυλος οἶκος
αἱροῦντες ᾑρήμεσθα
.. ἅπαντα τοῖς σοφοῖσιν εὔκολα.
εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθας.
κουρήτων στόμα
φόνου πτερόν
καὶ ζῶν ὁ φαῦλος καὶ θανὼν κολάζεται.
ἃ δεῖ γενέσθαι, ταῦτα καὶ γενήσεται.
ἀγένειος
ἀλεκτορίς
ἀμφίκαυτις
ἀνώπια
ἐριούνης
εὐναία
Ἥρυλλος
καθηγητής
μαγείαν
μαίμακον
οἰκοδέγμων
πέλλη
περίστασις
πολυβέλεμνοι
στολοκρατές
ταλαπείριος
ὑπέρτερος
χορταιοβάμων
ψυχορροφεῖν