ἔνθʼ αὖ: τότε, ὅτε καὶ πολλοὶ ἀπώλλοντο.
ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ: πῶς ἐν τῷ Καταλόγῳ δεύτερον εἰπὼν Ἀχιλλέως Αἴαντα τὴν πρώτην ἀριστείαν οὐ τούτῳ, τῷ δὲ Διομήδει ἀνατίθησιν; ἢ ὅτι ὁ μὲν δυσκίνητος καὶ μεγαλόφρων τὴν φύσιν ὑπάρχων κατὰ πᾶσαν μάχην ἦν ἄριστος, ὁ δὲ ὀξὺς καὶ φιλότιμος ὢν ὑπὸ τῆς Ἀγαμέμνονος προτροπῆς ἀνεπτέρωται — οἱ γὰρ νεανίσκοι καὶ θυμοειδεῖς ὑπερεθισθέντες εἰς μεγάλην τὴν ἐπίδοσιν ἀναφέρονται —, ἢ ὅτι εἰς τὸν μείζονα κίνδυνον αὐτὸν φυλάττει τὸν περὶ τῶν νεῶν· ἥττων γὰρ ἐπʼ ἀδείας καὶ διὰ τὸ δέος Ἀχιλλέως καὶ διὰ τὴν ἐκ τῶν ὅρκων ὑποψίαν.
ἔνθʼ αὖ Τυδεΐδῃ Διομήδεϊ: καλῶς Διομήδης προτρέπεται ἰδίᾳ· ἡ γὰρ κοινὴ πρὸς τὸ πλῆθος προτροπὴ τὸν καθʼ ἕνα ἀμελέστερον ἐργάζεται, ἡ δὲ πρὸς ἕνα τινὰ συμμαχίαν.
μένος καὶ θάρσος: τὸ μένος ἐστὶ—θράσος δὲ τοὐναντίον. δεόντως οὖν φησι μένος καὶ θάρσος, ἐπεὶ οὔτε ἡ δύναμίς τί ἐστιν ἄνευ θάρσους οὔτε τὸ θάρσος ἄνευ δυνάμεως. ἑκάτερον θατέρου χωριζόμενον ἄπρακτον. οὐχ ὡς πρότερον δὲ μὴ ἔχοντος, ἀλλὰ τὸ ἔμφυτον ηὔξησεν. Θαρσὼ δὲ παρά τισιν ἡ Ἀθηνᾶ τιμᾶται. θάρσος δὲ τὸ ὑπὸ θεοῦ ἔπαρμα τῆς ψυχῆς. συνεκτικώτατα δὲ πρὸς ἀνδρείαν ἀμφότερα.
ἵνʼ ἔκδηλος: ἐπεσκοτεῖτο γὰρ ὑπὸ τῆς Ἀχιλλέως ἀρετῆς. ἢ ὅτι πρώτην ἐγεώργει τὴν Θρᾴκην.
μετὰ πᾶσιν: ἀντὶ τοῦ ἐν πᾶσιν, ὡς τὸ «σφῶϊ μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας».
ἄροιτο: ἀπὸ τοῦ αἴρω μέσος δεύτερος ἀόριστος.
δαῖέ οἱ ἐκ κόρυθος: ἄλλο φῶς ἀντὶ Ἀχιλλέως ἤστραψεν Ἕλλησιν ὁ ποιητής.
δαῖέ οἱ: ἀντὶ τοῦ φαντασίαν—τοῖς Τρωσίν.
ἀκάματον: Ζωΐλος—οὐκ ἰδικῶς πῦρ.
ἀστέρʼ ὀπωρινῷ ἐναλίγκιον, ὅς τε μάλιστα: ὅτι τὸν Κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός.
ἀστέρʼ ὀπωρινῷ: τὸν Ἀρκτοῦρον ἢ τὸν Κύνα.
ἀστέρα δὲ ἐνταῦθα τὸν Ἀρκτοῦρον λέγει.
ἀστέρʼ ὀπωρινῷ: ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου— καὶ νότιος καλεῖται.
παμφαίνῃσι λελουμένος Ὠκεανοῖο: ὅτι ἀντὶ τοῦ παμφαίνει. πλεονάζει δὲ Ἴβυκος τῷ τοιούτῳ. ἐλλείπει δὲ ἡ ἔξ.
Ὠκεανοῖο: λείπει ἡ ἔξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, καὶ ἐπὶ ἡλίου· «πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάς».
τοῖόν οἱ πῦρ δαῖεν: ἀντὶ τοῦ λαμπηδόνα τῶν ὤμων αὐτοῦ ἀπολάμπειν ἐποίει ὡς πυρός, ὡς καὶ ἀλλαχοῦ «ὣς οἱ μὲν μάρναντο δέμας πυρός» ἀντὶ τοῦ ὥς δέμας· εἰ γὰρ πῦρ, ἐκινδύνευεν ἂν ὁ ἥρως καταφλεχθῆναι. ἀλλʼ οὖν τοῖς θεοῖς πάντα εὐχερῆ.
πῦρ ἐνταῦθα τὴν λαμπηδόνα καλεῖ.
ὦρσε δέ μιν κατὰ μέσσον: ἐκεῖ γὰρ τὸ τῆς μάχης ἤνθει. καὶ ἀλλαχοῦ «δινεύοι κατὰ μέσσον».
ἐκεῖ γὰρ ἡ μάχη τὰ τῶν πολεμιστῶν ἄνθη συναγείρει ἀεί.
ἦν δέ τις ἐν Τρώεσσι Δάρης: τοῦτο τὸ εἶδος διήγησις λέγεται. τρεῖς δὲ ἀρεταὶ διηγήσεως, σαφήνεια, συντομία, πιθανότης, ἅπερ ἐνέθηκεν τὸ ἔθνος, τὸ ὄνομα, τὸν τρόπον, τὴν τύχην, τὴν ἀρχήν, τῶν παίδων τὰ ὀνόματα καὶ τὴν ἀρετήν.
Δάρης: ὡς Χάρης. ὁμολογεῖ καὶ ἡ γενική· «Δάρητος» γὰρ ὡς Χάρητος· εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγίνετο Δαροῦς ὡς σαφοῦς, ὅτι τὰ εἰς ης δισύλλαβα ὀξύτονα, ἓν ἔχοντα σύμφωνον, εἰς ους περατοῦται κατὰ τὴν γενικήν, σαφοῦς, πρηνοῦς, πρυλοῦς, φραδοῦς, «φραδέος νόου ἔργα». τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματος κλίσις. περὶ δὲ τοῦ ψιλῆτος παρʼ Αἰσχύλῳ καὶ τοῦ «Κουρῆτές τʼ ἐμάχοντο» καὶ τοῦ κριτής ἐν τοῖς Περὶ ὀνομάτων ἀποδώσομεν τὸν λόγον. γέγονε δὲ τὸ Δάρης ἤτοι παρὰ τὸ δείρω καὶ ἐκδείρω — ἐοικὸς γὰρ ἱερεῖ —, καὶ ἐχρῆν γε αὐτὸ εἶναι Δέρης ὡς Φέρης· ἐτράπη οὖν τὸ ε εἰς α. ἢ παρὰ τὸ δαίω τὸ καίω ἐν πλεονασμῷ τοῦ ρ.
Δάρης: παρὰ τὸ τὰ θύη ἐκδέρειν.
ἀφνειὸς ἀμύμων: τοῦτο λελυμένον φασίν.
ἰρεύς: ἀπὸ τοῦ ἱερεὺς συνήλειπται ὡς πόλιες πόλις. ψιλοῦται δέ, ἐπεὶ τὸ ι μακρὸν ψιλοῦται μὴ ἐκ κλίσεως ὂν μηδὲ ἐκτεινόμενον διὰ χρείαν.
ἐναντίον ὡρμηθήτην: θρασεῖς γὰρ οἱ Τρῶες.
οἱ δʼ ὅτε δὴ σχεδὸν ἦσαν: Διομήδης καὶ οἱ νέοι.
ἐπʼ ἀλλήλοισιν: ἀντὶ τοῦ ἐπʼ ἀλλήλους.
Φηγεύς ῥα πρότερος: πρότερος Διομήδους· οἰκεῖον δὲ τῷ προπηδῶντι καὶ προακοντίζειν. ἀεὶ δὲ τοὺς πρώτους εἰσάγει ἐπὶ τὸ πλεῖστον ὀλλυμένους. ἅμα δὲ παρίστησιν ὅτι θρασεῖς οἱ Τρῶες.
οὐδʼ ἔβαλʼ: ἀντὶ τοῦ οὐκ ἐπέτυχεν.
μεταμάζιον: οὕτως μεταμάζιον ἓν ποιητέον ὡς τὸ «μετάφρενον» καὶ «ἐνώπιον» παρῆκται δὲ παρὰ τὸ μαζός καὶ τὴν μετά, ὡς παρὰ τὸ χθονός καὶ τὴν ἐπί «ἐπιχθόνιος», παρὰ ποταμὸν παραποτάμιος· γίνεται γὰρ καὶ ἀπὸ δύο λέξεων κατὰ παράθεσιν ἕν τι παράγωγον, ὡς τὸ Νεαπολίτης καὶ ἄλλα μυρία.
Ἰδαῖος δʼ ἀπόρουσε: κατηγορεῖ καὶ τούτου—κατὰ τοῦ πολεμίου.
λιπὼν περικαλλέα δίφρον: ἵνα ἀσχολίαν λίπῃ Διομήδει τὸ λάφυρον πρὸς τὸ αὐτὸς ἀποφυγεῖν.
οὐδʼ ἔτλη περιβῆναι: κατακερτομεῖ αὐτὸν ὀνειδίζων τὴν δειλίαν. Ὀδυσσεὺς δὲ ὑπὲρ Λεύκου ἀγωνίζεται ἑταίρου μόνον ὄντος
περιβῆναι: πρὸς τὴν περίβασιν, ὅτι κατὰ μεταφορὰν τὸ ὑπερμαχῆσαι, καὶ τὸ «ὃς Χρύσην ἀμφιβέβηκας» τοιοῦτόν ἐστι.
οὐδὲ γὰρ οὐδέ κεν αὐτός: συνέστησε Διομήδεα καὶ μὴ φονεύσαντι δίδωσι τὴν ψῆφον τῆς σφαγῆς.
οὐδὲ γὰρ οὐδέ κεν: ἡ μία περισσὴ ἀπόφασις· «οὐδὲ γὰρ οὐδὲ βίη», «οὐδὲ γὰρ οὐδὲ Δρύαντος», καὶ ἔστιν ἡ μία μὲν ἐπὶ τοῦ πράγματος, θατέρα δὲ ἐπὶ τοῦ προσώπου.
ἀλλʼ Ἥφαιστος ἔρυτο: ηὔξηται μὲν Διομήδης ἀντιτασσομένου θεοῦ, πεπαιδεύμεθα δὲ ἡμεῖς εὐσεβεῖν· καὶ γὰρ Ἑλλήνων ὁ θεὸς ὅμως ἀμείβεται τὸν θεράποντα. εὐχάριστος δὲ ὁ Ἥφαιστος καὶ περὶ Θέτιν.
ὡς δή οἱ μὴ πάγχυ γέρων ἀκαχήμενος εἴη: καὶ μὴν ἵσταται Δάρης. ἀλλʼ ἐμφαίνει ὅτι παίδων ἑτέρων οὐκ εἶχεν ἐλπίδα.
ἀκαχήμενος: ὡς «τιθήμενος» «ὀνήμενος» Αἰολικῶς.
ἵππους δʼ ἐξελάσας: ἱππομανὴς ἀεὶ ὁ Διομήδης· Ἀργεῖος γάρ, «ἱππόβοτον» δὲ ἀεὶ τὸ Ἄργος καλεῖ
κατάγειν κοίλας ἐπὶ νῆας: ἐν ταπεινῷ γὰρ τὸ ναύσταθμον. ἡ δὲ πόλις «ἠνεμόεσσα» καὶ «οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν».
ἐπεὶ ἴδον υἷε Δάρητος τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον: πρὸς τὸ σχῆμα· ἔδει γὰρ «τῶν υἱῶν Δάρητος τὸν μὲν ἀλευόμενον, τὸν δὲ κτάμενον».
παρʼ ὄχεσφι: τὸ παρʼ ὄχεσφι προσδιδόασί τινες τοῖς ἑξῆς, ἵνʼ ᾖ παρʼ ὄχεσφι «πᾶσιν ὀρίνθη θυμός», καὶ λέγῃ τοὺς ἁρματηλάτας τεταράχθαι· καὶ ἀλλαχοῦ ἱππηλάσθαι φησὶν ἤδη τὰ ἅρματα. βέλτιον δὲ τοῖς ἄνω αὐτὸ προσδιδόναι καὶ νοεῖν ἐκ τοῦ παρʼ ὄχεσφι τὸν τόπον τῶν ἁρμάτων. ἢ καὶ κυρίως· τὰ γὰρ ἅμα γινόμενα οὐ δυνατὸν ἅμα λέγεσθαι.
παρʼ ὄχεσφι: καὶ μὴν ἀπήλαστο τὸ ἅρμα. ἢ τῷ τόπῳ τῶν ἁρμάτων φησίν· διό τινες ἔλεγον παρʼ ὄχεσφι «πᾶσιν ὀρίνθη θυμός», ἵνʼ ᾖ τοῖς ἁρματηλάταις ὁ θυμὸς ὠρίνθη προσδοκῶσι τὸ δεινὸν καὶ ἐφʼ ἑαυτοὺς ἥξειν. τὰ δὲ ἐπείγοντα πρῶτον εἰπὼν ἐπιφέρει καὶ τὸ τῶν Τρώων πάθος.
Ἆρες Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα:ἐπαναλαβὴ ὁ τρόπος. Ἰξίων δὲ τὸ δεύτερον ὀξύνει, ἵνʼ ᾖ ἀντὶ τοῦ βλαπτικέ· οὐδέποτε γὰρ κλητικὴ ἀναδιπλασιάζεται παρὰ τῷ ποιητῇ. οὐχ οὕτως δὲ ἔχει ἡ παράδοσις. τὸ δὲ ἀλαζονικὸν τοῦ δαίμονος ἐξαίρει τοῖς ἐπιθέτοις.
Ἆρες Ἄρες: παλιλλογία.
μιαιφόνε: ἰαιφόνε.
τειχεσιπλῆτα: ὅτι Ζηνόδοτος γράφει «τειχεσιβλῆτα», ὁ τείχη καταβάλλων. Ποσειδῶνος δὲ ἔργον τὸ ἐκ θεμελίων καταβάλλειν καὶ τὰ ἐπίγεια σείειν, Ἄρεος δὲ τοῖς τείχεσι προσπελάζειν· καὶ ἔστιν ἐπίθετον ἀνάλογον τῷ παρὰ Στησιχόρῳ «πυλεμάχῳ».
οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν: ἀγωγὸν τὸ ἐρωτηματικῶς καὶ μὴ προστακτικῶς λέγειν.
ἀγωγὸν τὸ ἐρωτηματικόν, τὸ δὲ προστακτικὸν καὶ λυπηρόν.
μάρνασθαι: πυρώδης γὰρ ὁ πόλεμος, καὶ μαραίνει τὰ σύμπαντα.
θοῦρον: θείως ὀρούοντα.
Τρῶας δʼ ἔκλιναν Δαναοί: εἰκότως ἐπὶ τῇ Ἄρεος ἀπουσίᾳ καὶ τῇ ταραχῇ, ᾗ παρέσχον οἱ Δάρητος παῖδες.
ἔκλιναν: ὅτι ἀντὶ τοῦ εἰς κλίσιν ἤγαγον καὶ κλιθῆναι ἐποίησαν.
πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων: ἄτοπον γὰρ τὸν πρώην ἐγκαλοῦντα πᾶσιν ἀργὸν εἶναι, καὶ ταῦτα κλινομένων τῶν βαρβάρων.
ἄτοπον γὰρ εἶναι ἀργὸν καὶ τοῖς ἄλλοις ἐγκαλοῦντα.
ἀρχὸν Ἁλιζώνων: τῆς Παφλαγονίας, διὰ τὸ ὑπεζῶσθαι τῇ ἁλί. καὶ ἐπὶ μὲν τῶν Δαρητιδῶν προετύπωσε τὴν μάχην, νῦν δὲ λεληθότως ἐπεῖπε· «πρώτῳ γὰρ στρεφθέντι».
Ἁλιζώνων: δασυντέον τὸ Ἁλιζώνων· οὕτω γὰρ ἱστοροῦνται λεγόμενοι. Ἁλιζώνων: ἔθνους Θρακῶν—οἰκούντων Περσῶν.
ΟΔΙΟΝ: πρὸ τέλους ἡ ὀξεῖα, ἐπεὶ κύριόν ἐστιν. τὸ δὲ προσηγορικὸν ὅδιος ὡς «σκότιος»· βούλονται γὰρ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων μὲν παροξύνειν, ἐπὶ δὲ προσηγορικῶν προπαροξύνειν, «Τυχίος», «Δολίος» κἂν μὴ ἔχῃ διαστολήν, ὡς τὸ «Χρομίος» Πτολεμαῖος μέντοι γε κἀν τῇ Ὀδυσσείᾳ ἀνεγίνωσκεν· «Ἀλκίνοος δʼ Ἁλίον», πρὸ τέλους ποιῶν τὴν ὀξεῖαν. ἔστι μέντοι γε διαπεφευγότα τινά, ὡς τὸ Ἄνιος καὶ Εὐφορίωνος «Ξένιος», καὶ ἐν τῇ συνηθείᾳ τὸ Κρόνιος. ἡ δὲ διπλῆ πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀδίου.
τὸ κύριον παροξύνεται, τὸ δὲ προσηγορικὸν προπαροξύνεται.
μεταφρένῳ: μεθʼ ὅ εἰσιν αἱ φρένες. οὐδένα δὲ τῶν Ἀχαιῶν οὕτω φονεύει, εἰ μὴ τὸν ἔκδοτον ὑπὸ θεῶν Πάτροκλον
Ἰδομενεὺς δʼ ἄρα Φαῖστον: Ἰδομενεὺς παρὰ τὴν Ἴδην. δεύτερος δὲ Ἀγαμέμνονος ἀριστεύει ὡς ὑποσχόμενος αὐτῷ. εἶτα Μενέλαος· οὐ γὰρ εἴα συνανδραγαθεῖν τῷ ἀδελφῷ τὸ τραῦμα.
Φαῖστον: προπερισπᾶται ἐπὶ τοῦ ἥρωος, ἐπὶ δὲ τῆς πόλεως ὀξύνεται, «ἐς Φαιστόν, μικρὸς δὲ λίθος».
Τάρνης: Τάρνη ἐστὶν ἡ νῦν καλουμένη Σάρδις.
πόλις Λυδίας, ἡ νῦν Σάρδεις.
ἵππων ἐπιβησόμενον: ἐφαψάμενον αὐτὸν τοῦ ἅρματος καὶ μέλλοντα τελειῶσαι τὴν βάσιν ἔφθασεν ἡ τοῦ πολεμίου πληγή.
ἵππων ἐπιβησόμενον: πρὸς τὸ φυγεῖν δηλονότι.
ἐσύλευον θεράποντες: ἐν ἀκμῇ γὰρ τὰ τῆς συμβολῆς· Ἐλεφήνωρ γοῦν παρὰ καιρὸν τοῦτο ποιῶν ἀναιρεῖται σῴζεται δὲ καὶ τὸ ἀξίωμα τοῦ βασιλέως.
Σκαμάνδριον: οἰκεῖον κυνηγῷ τὸ ὄνομα· ποταμοὶ γὰρ αὐτοῖς ἡ διαγωγὴ καὶ ὗλαι.
Ἀτρείδης Μενέλαος ἕλʼ ἔγχει: καταπλήττει τοὺς πολεμίους καὶ θαρσύνει τοὺς Ἀχαιοὺς ὑπογύως τρωθεὶς καὶ μαχόμενος.
ὀξυόεντι: οὐκ ἀπὸ ὀξύας· μελίνοις γὰρ ἐχρῶντο.
δίδαξε γὰρ Ἄρτεμις: τὰς ἐν ταῖς τέχναις ἐξοχὰς προσάπτουσι θεοῖς· «κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Ἑρμείας».
βάλλειν: ὅτι σαφῶς τὸ βάλλειν ἀντὶ τοῦ τυγχάνειν.
ἀλλʼ οὔ οἱ τότε χραῖσμε: δείκνυται τὸ ἀπαράβατον τοῦ μοιριδίου καὶ διὰ τούτου.
δείκνυται διὰ τούτου τὸ τοῦ μοιριδίου ἀπαράβατον.
χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα: ὅτι Ζηνόδοτος γράφει «χραῖσμεν θανάτοιο πέλωρα». ἀδιανόητον δὲ γίνεται τὸ λεγόμενον.
ἑκηβολίαι: οὕτως ἑκηβολίαι ὡς εὐστοχίαι· ἔφαμεν γὰρ ὅτι τὸ ἀναδιδόναι τὸν τόνον τῶν μεταγενεστέρων ἐστὶν Ἀττικῶν, ὅτε περὶ τοῦ «πῇ δὴ συνθεσίαι» διελαμβάνομεν.
μετάφρενον οὔτασε: ἀσθενὴς γὰρ ἡ βολὴ Πανδάρου, ἣν ἐβλήθη Μενέλαος. ἢ διὰ τὴν ἀσέβειαν τῶν Τρώων ἐξῆπται προθυμίᾳ ἢ διὰ τὴν ἐπικουρίαν τῶν θεῶν.
ἤριπε δὲ πρηνής: ὅτι ἀπὸ τῆς πληγῆς πέπτωκε φεύγων καὶ τετραμμένος ἐπὶ στόμα.
ἤριπε δὲ πρηνής: ἀπὸ τῆς βίας τοῦ δόρατος ἀνατραπείς. ἔδειξε δὲ ἡμῖν ὅπλα κραδαινόμενα τῇ πτώσει τοῦ τεθνηῶτος.
Φέρεκλον: Φέρεκλος ὁ φέρων κλόνον διὰ τῶν νέων.
Τέκτονος υἱόν Ἁρμονίδεω: ὄνομα κύριον ὁ Ἁρμονίδου.
ὁ δὲ ἁρμονίδης ὄνομά ἐστι κύριον.
ὃς χερσὶν ἐπίστατο— ὃς καὶ Ἀλεξάνδρῳ: ὁ Ἁρμονίδης, οὐχ ὁ Φέρεκλος, ἐπεὶ πρὸς τὰ δεύτερα ὑπαντᾷ. καὶ οἱ ἱστορικοί. ὁ δὲ δεύτερος ὅς ἐπὶ Φερέκλου, ὡς καὶ Λυκόφρων· «τράμπις σʼ ὀχήσει καὶ Φερέκλειοι πόδες».
Ἁρμονίδεω: ὅτι ὀνοματοθετικὸς ὁ ποιητής, καὶ ἐν Ὀδυσσείᾳ παραπλησίως ποιεῖ· οἰκεῖον γὰρ τέκτονος τὸ ἁρμόζειν, κἀκεῖ· «Τερπιάδης δέ τʼ ἀοιδός». καὶ ὅτι ἀμφίβολον, πότερον ὁ Φέρεκλος ἔπηξεν τὰς ναῦς ἢ ὁ Ἁρμονίδης, ἐφʼ ἃ καὶ Ἀρίσταρχος φέρεται.
δαίδαλα πάντα: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου «δαίδαλα πολλά».
δαίδαλα πάντα: Ἀρίσταρχος δὲ «δαίδαλα πολλά».
δαίδαλα: ἀπὸ τῆς δαήσεως.
ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη: ἡ ὀργανική. διδάσκει δὲ μὴ κακῶς κεχρῆσθαι τοῖς παρὰ θεῶν δώροις μηδὲ συμπράττειν ἀδίκοις.
νῆας ἐΐσας: ἴσας τὰς ναῦς φησιν, ὅτι ἀντιρρόπως πορεύονται. ἀντίρροπος δέ ἐστι ναῦς ἡ ἔχουσα ἴσα τὰ πλευρὰ κατὰ τὸ μέγεθος καὶ σχῆμα καὶ βάρος.
οἷ τʼ αὐτῷ: ἀθετεῖται, ὅτι οὐχ ὑγιῶς ἐξενήνοχεν, «αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο» ἑαυτῷ τε· ἔδει γὰρ αὐτῷ τε. ἡ δὲ οἷ ὀρθοτονεῖται νῦν διὰ τὴν ἀρχήν, οὐ πάντως δὲ εἰς σύνθετον μεταληφθήσεται. ὅμοιον δέ ἐστι τὸ «ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κάλλιον ἠδὲ οἷ αὐτῷ».
οἷ τʼ αὐτῷ: αὐτῷ τε.
ᾔδη: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, ᾔδη.
ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμονίους φασὶ λιμῷ πιεζομένους τὸ αἴτιον ἀνακρίνειν τὸν θεόν. τὸν δὲ εἰπεῖν ἐξιλάσκεσθαι τοὺς Τεύκρων δαίμονας, Χιμαιρέα τε καὶ Λύκον. τὸν δὲ Μενέλαον ἀπελθόντα εἰς Ἴλιον ἐπιτελεῖν τὰ προσταχθέντα καὶ συμμίξαντα Ἀλεξάνδρῳ ἅμα αὐτῷ ἀπιέναι εἰς θεοὺς ἐρησόμενον περὶ παίδων γονῆς· ἐρωτᾶν δὲ καὶ Ἀλέξανδρον, ὅπως ἂν ἁρπάσοι τὴν Ἑλένην. τὸν δὲ θεὸν εἰπεῖν· «Τίπτε δύω βασιλῆες, ὁ μὲν Τρώων, ὁ δʼ Ἀχαιῶν, οὐκέθʼ ὁμὰ φρονέοντες ἐμὸν ποτὶ νηὸν ἔβητε, ἤτοι ὁ μὲν γενεὴν ἵππου διζήμενος εὑρεῖν, αὐτὰρ ὁ … τί νυ μήσεαι, ὦ μάκαρ ὦ Ζεῦ;» τοὺς δὲ μὴ νοήσαντας ὑποστρέψαι. τοῦτο οὖν λέγει ὁ ποιητὴς ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη. ἐπεὶ οὔτι θεῶν ἐκ θέσφατα ᾔδη: Λακεδαιμόνιοι λοιμῷ—αὐτοὺς δὲ καὶ τὴν πόλιν.
γλουτόν: τοῦ ἰσχίου τὸ μέρος.
ἀντικρὺ κατὰ κύστιν: αἰσχρὸν τὸ τραῦμα τοῦ τῆς πορνείας ναυπηγοῦ. βία δὲ δηλοῦται τῆς πληγῆς· ὀστέοις γὰρ σκέπεται ἡ κύστις, ἃ παρῆλθε τὸ δόρυ.
γνὺξ δʼ ἔριπʼ οἰμώξας: ὅτι καὶ οὗτος οὐκ ἐπὶ τὴν πληγὴν πέπτωκε.
γνὺξ δʼ ἔριπε: τὸ εἰς γόνατα πεσεῖν. πιθανὸν σπασμοῦ γεγονότος συννεῦσαι τὸν τρωθέντα.
Πήδαιον: Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκράτησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην ὡς πολλάκις τὰ τοιαῦτα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι τὸ βέβαιος — παρὰ γὰρ τὸ βέβηκα —, ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος· οὐ γάρ, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχηματίσθαι.
Πήδαιον: Ἀρίσταρχος πῆδον παρὰ τὸ πηδῶν.
ὅς ῥα νόθος μὲν ἔην: ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων γυναικῶν παιδοποιεῖσθαι.
ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανώ: βάρβαρον ἔθος τὸ ταῖς πολλαῖς γυναιξὶ μίγνυσθαι· Λαέρτης γοῦν «χόλον δʼ ἀλέεινε γυναικός». ἢ τάχα ἥγνευεν αὐτὴ διὰ τὴν ἱερωσύνην. νόμον δὲ τοῦτον ὑπογράφει ταῖς γυναιξὶν ὁ ποιητής· σώφρονος γὰρ γυναικὸς τὸ γεγονὸς ἁμάρτημα τοῦ ἀνδρὸς σκέπειν. φησὶ δὲ καὶ τὸ Εὐριπίδειον «σοὶ καὶ ξυνήρων». νόθος δὲ ὀνοτός τις ὢν ἢ νωθὴς τῷ γένει.
πύκα δʼ ἔτρεφε: δείκνυσιν ὡς ἀγαθὸς τρόπος περιγίνεται τῶν παθῶν τοῦ λογισμοῦ. ἕκαστον δὲ σαφηνίζει τοὺς βάλλοντας καὶ πίπτοντας αὔξων καὶ τὸ προσκορὲς ἀφανίζων.
Θεανώ: παρὰ τὸ θέαινα.
ἰνίον: τὸ κοῖλον τοῦ τένοντος—τὸν αὐχένα.
ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός: ὑπὸ τὴν γλῶσσαν ἰὼν ὁ χαλκὸς τοὺς ὀδόντας ἀνέτεμεν. ὀξέως δὲ διʼ ἀναίμων ὀστέων διϊόντος τοῦ σιδήρου «ψυχρόν» αὐτὸν ὀνομάζει. ἀλλαχοῦ δὲ «πᾶν δʼ ὑπεθερμάνθη ξίφος».
ἤριπε δʼ ἐν κονίῃς: ἐν ἄλλῳ «ἤριπε δʼ ἐξ ὀχέων».
ἤριπε δʼ ἐν κονίῃσι: εἰκότως τελευτᾷ· ἠνέχθη γὰρ τὸ δόρυ, καθὸ λήγει ὁ ἐγκέφαλος καὶ ὁ νωτιαῖος μυελὸς ἄρχεται. ἴσον δὲ τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ δύναται ὧι οὐ τοῦτο τὸ μέρος. δῆλον δὲ ἐκ τῶν ἱερείων, ἃ τιτρωσκόμενα κατὰ τὸ ἰνίον διαλύεται.
ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσι: ἤτοι κυρίως διὰ τὸ— τοῖς ὀδοῦσι ἔλαβεν.
Εὐαιμονίδης: ψιλοῖ ὁ Ἀσκαλωνίτης ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ «Μελάνιππος». ἔστι μὲν οὖν ὃ λέγει πιθανόν—διὰ τοῦτο γοῦν καὶ τὸ «ΠΟΛΥΜΝΙΑ» πῇ μὲν ψιλοῦμεν πῇ δὲ δασύνομεν, καὶ τὸ «Εὐρύαλος», «ΑΓΧΙΑΛΟΣ» —, οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πάνορμος δασυνόμενον καὶ Ἔφιππος ὁ κωμικός.
Ὑψήνορα δῖον: δύο Ὑψήνορες· καὶ ἀλλαχοῦ γάρ φησιν «Ἱππασίδην Ὑψήνορα».
θεὸς δʼ ὣς τίετο δήμῳ: διδάσκει, πῶς χρὴ διακεῖσθαι πρὸς τοὺς ἱερεῖς.
Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός: πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος
μεταδρομάδην—ἀΐξας: τὸ ἑξῆς μεταδρομάδην ἀΐξας, ἐπιδιώξας τὸν φεύγοντα.
ἀπὸ δʼ ἔξεσε χεῖρα: τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπών, οὐκ ἀπέκοψεν.
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε: οἶκτον ἔχει ἡ χεὶρ δίχα παντὸς τοῦ σώματος κειμένη· ὑπʼ ὄψιν γοῦν ἤγαγε τὸ πάθος.
πορφύρεος θάνατος: ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὁπλίτου. λέγει δὲ πορφύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· «πορφύρεον δʼ ἄρα κῦμα» ἀναλόγως τῷ «μέλαν δέ ἑ κῦμα κάλυψεν».
πορφύρεος θάνατος: ὁ μέλας, καὶ «πορφύρεον δʼ ἄρα κῦμα», «μέλαν δέ ἑ κῦμα κάλυψεν».
ὣς οἱ μὲν πονέοντο: ὡς καὶ ἄλλων τινῶν ἀσήμων ἐνεργησάντων.
Τυδεΐδην δʼ οὐκ ἂν γνοίης: ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώπου, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται.
Τυδεΐδην δʼ οὐκ ἂν γνοίης: ἡδὺ τὸ τῆς ἀποστροφῆς ὡς πρὸς πρόσωπον· «φαίης κεν ζάκοτόν τέ τινʼ ἔμμεναι». ἡ δὲ τῆς ἑρμηνείας θερμότης τὸν βεβακχευμένον Διομήδεα δείκνυσιν.
θῦνε γάρ: ἐνθουσιωδῶς μετά τινος ὁρμῆς ἐφέρετο. ἐπιτείνει δὲ αὐτὸν τῷ «χειμάρρῳ», εἰκονίσας ἡμῖν, τί ἐστι χειμάρρους, καὶ τῷ πλήθοντι.
ἐκέδασσε γεφύρας: καλῶς κἀκ τῶν πασχόντων τοῦ ποταμοῦ τὴν βίαν ηὔξησεν.
τὸν δʼ οὔτʼ ἄρ τε γέφυραι: ἡδὺ τὸ τῆς ἐναλλαγῆς τῆς πτώσεως ἐν τῇ ἐπαναλήψει, καὶ πάλιν ἐν τῇ γενικῇ «πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε».
ἐεργμέναι: Ἀρίσταρχος «ἐερμέναι».
χωρὶς τοῦ γ «ἐερμέναι».
ἀλωάων: τῶν ἀμπελοφύτων.
ἔργα κατήριπε κάλʼ αἰζηῶν: ἀντὶ τοῦ ἀνθρώπων· «μινύθει δέ τε ἔργα ἀνθρώπων». ἐμφαντικῶς δὲ καὶ τὰ ὑπὸ νεανιῶν οἰκοδομηθέντα παρασύρεσθαί φησιν.
αἶψʼ ἐπὶ Τυδεΐδῃ— καὶ βάλʼ: καλῶς τιτρώσκει Διομήδεα, «ἐπεί ῥέζοντά τι καὶ παθεῖν ἔοικεν»
ἐπαΐσσοντα τυχών: συνήργησεν ἡ Διομήδους ὁρμὴ πρὸς τὴν δίοδον τοῦ βέλους.
ἡ δὲ ὁρμὴ ἡ Διομήδους καὶ τῷ βέλει συνήργησεν.
θώρηκος γύαλον: ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύαλον διὰ τὴν ποικιλότητα λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γύαλον, ὅταν ἐπίθετον ᾖ, ὀξύνεται· «εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσασθαι»
θώρηκος: τοῦτον ἐγκωμιάζων Ἕκτωρ ἡφαιστότευκτον οἶδε καλεῖν ἐπεὶ καὶ τὸ Πανδάρου τόξον Ἀπόλλωνος
θώρηκος γύαλον: πρὸς ἀντιδιαστολὴν τῶν χειρίδων θώρηκος γύαλόν φησι τὸ περὶ τὸν ὦμον μέρος. λέγει δὲ τὸ κοίλωμα.
γύαλον δὲ τὸ περὶ τὸν ὦμον κοῖλον τοῦ θώρακος μέρος.
ἀντικρύ: ὀξύνεται καὶ ἐκτείνεται. ὅταν δὲ ἔχῃ τὸ ς, συστέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ Περὶ ἐπιρρήματος ἐροῦμεν.
ἐπὶ μακρὸν ἄϋσε: οὐδεὶς τῶν βαλλόντων ἢ μόνος οὗτος ὁ ἀλαζὼν ἐφθέγξατο· διὸ ὥσπερ ἐλέγχων αὐτοῦ τὸ φλύαρόν φησι «τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν». οὐ φθέγγεται δὲ τρώσας Μενέλαον, ὅτι ἡ πρᾶξις αἰσχρά, καὶ ἔλεγχον βασιλείας ἔχει, ἢ βουλόμενος ἑαυτὸν μὴ φανερὸν ποιῆσαι τοὺς ὅρκους παραβῆναι ἐν τοῖς Τρωσίν.
βέβληται γὰρ ἄριστος Ἀχαιῶν: ἀντὶ τοῦ ἀριστεύς — Αἴας γὰρ μετʼ Ἀχιλλέα· ἢ διὰ τὴν εὐδαιμονίαν, «ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν»· ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησίν.
δῆθʼ ἀνσχήσεσθαι: Ἀρίσταρχος δῆθʼ ἀνσχήσεσθαι.
βέλος: Ἀρίσταρχος βέλος.
Λυκίηθεν: ὅτι τῆς Τρωϊκῆς Λυκίας.
Λυκίηθεν: Λυκίας χώρας—ἐβασίλευε Πάνδαρος.
ἀλλʼ ἀναχωρήσας: ἐπὶ τὸ ἀναχωρήσας βραχὺ διασταλτέον.
πρόσθʼ ἵπποιϊν καὶ ὄχεσφιν ἔστη: γενναῖον ἦθος Διομήδους, ὃς οὐκ οἴχεται καιρίαν λαβὼν τὴν πληγήν.
γενναῖον τὸ Διομήδους ἦθος, ὅτι μὴ τελείως ἀναχωρεῖ καίπερ καιρίαν λαβὼν τὴν πληγήν.
ὄρσο, πέπον—ὀϊστόν: οὐδὲν ἀποιμώζει πρὸς τὴν πληγήν, ἀλλὰ γενναίως τὴν χρείαν μόνην φησίν.
Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε: πρεπόντως καὶ Σθένελος οὐδὲν ἐπιζητεῖ· καὶ γὰρ ἀνοίκειον τῷ καιρῷ.
πὰρ δὲ στάς: ἐπὶ τὸ στάς βραχὺ διασταλτέον.
διαμπερὲς ἐξέρυσʼ ὤμου: αὕτη ἐστὶν ἡ κατὰ διωσμὸν βελουλκία, ἵνα μὴ πάλιν τιτρώσκοιτο ταῖς ἀκίσιν ὑποστρεφούσαις.
αἷμα δʼ ἀνηκόντιζε: ἐμφαντικὴ ἡ μεταφορὰ τοῦ αἵματος ἀναθέοντος μετὰ βίας· ἀρτηριώδης γὰρ καὶ φλεβώδης ὁ τόπος.
εἴ ποτέ μοι—πολέμῳ: ταῦτα τοῖς ἑξῆς βέλτιον προσνέμειν.
εἴ ποτέ μοι καὶ πατρί: ἀντὶ τοῦ μού. προῳκονόμησε δὲ τὸν Τυδέα ὁ ποιητής
δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι: ὑποστικτέον ἐν τῷ πολέμῳ. ἄμεινον δὲ ὀρθοτονεῖν τὸ ἐμέ, ἵνʼ ᾖ· καὶ ἐμὲ ὡς ἐκεῖνον.
δὸς δέ τέ μʼ ἄνδρα: οὕτως ἔν τισιν ἡρωδιανός. ἡ δὲ γραφὴ «τόνδε τέ μʼ ἄνδρα».
δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν: οὐ περὶ τῆς ἰάσεως, ἀλλὰ τῆς τοῦ βαλόντος εὔχεται τιμωρίας. οἰκείως δὲ τοῖς παθήμασιν οἱ εὐχόμενοι τοῖς θεοῖς τὰ ἐπίθετα ποιοῦνται· καὶ νῦν μὲν ὁ καταπονούμενος «Ἀτρυτώνην» ἡ δὲ ἑκάτη εὐχομένη τὴν Ἴλιον σῴζεσθαι ἐπικαλεῖται τὴν «ἐρυσίπτολιν» οἱ δὲ τὴν λείαν λαβόντες ἀνατιθέασι τῇ «ληΐτιδι».
καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν: τουτέστιν διὰ δόρατος ἀγωνίσασθαι, μὴ τόξοις μακρόθεν, καὶ ὑπʼ ἐμοῦ ἀναιρεθῆναι. ἢ ἐμὲ ποίησον ἐλθεῖν πρὸς ἄφεσιν δόρατος, τουτέστιν δύνασθαι ἀφεῖναι δόρυ· κάμνει γὰρ ἤδη. ἢ εἰς τὴν ὁρμὴν τοῦ ἐμοῦ ἔγχους ποίησον αὐτὸν ὑπαντῆσαι.
καὶ ἐς ὁρμὴν ἔγχεος: ἢ ἐμὲ ἰσχῦσαι πάλλειν τὸ δόρυ κατὰ τοῦ βαλόντος, ἢ αὐτὸν ἀντιστῆναι τῇ ὁρμῇ τοῦ ἐμοῦ δόρατος. μόνον δὲ πλησιάσαι αὐτὸν εὔχεται· πέποιθε γὰρ ὡς αἱρήσων τὸν Πάνδαρον.
ὅς μʼ ἔβαλε φθάμενος: καλῶς ἐπὶ τὴν τύχην, οὐκ ἐπὶ τὴν ἀρετὴν τοῦ βαλόντος ἀνήνεγκε τὴν ἀνδραγαθίαν.
καὶ ἐπεύχεται: ἅπτεται τῶν μειζόνων ἡ τῶν χειρόνων μεγαλαυχία.
ὣς ἔφατʼ εὐχόμενος: ὅτι κατὰ τὴν ἡμετέραν χρῆσιν νῦν τὸ εὐχόμενος.
γυῖα δʼ ἔθηκεν ἐλαφρά: ὁ ἀστερίσκος, ὅτι ἐντεῦθεν μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα ἐπʼ Ὀδυσσέως τρέχοντος
γυῖα δʼ ἔθηκεν ἐλαφρά: οἰκείως· τρωθεὶς γὰρ ἐβεβάρητο. οὐκ ἔχομεν οὖν εἰπεῖν· «πῶς ἀριστεύει πάλιν;»
μάχεσθαι: ἀντὶ τοῦ μάχου.
ἄτρομον, οἷον ἔχεσκε: φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μελανίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι. Ἀμφιάρεων δὲ κτείναντα τὸν Μελάνιππον δοῦναι τὴν κεφαλὴν Τυδεῖ. τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφᾶν τὸν ἐγκέφαλον ἀπὸ θυμοῦ. κατʼ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν ἀθανασίαν αὐτῷ φέρουσαν ἐξ οὐρανοῦ καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. τὸν δὲ θεασάμενον παρακαλέσαι κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. ἱστορεῖ Φερεκύδης
ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον: παιδευτικῶς ἐδογμάτισεν ἀχλὺν ἐπικεχύσθαι τοῖς ἀνθρώποις, ὅπως ἀεὶ δοκοῖμεν ἡμῖν παρεστάναι καὶ τὸ θεῖον.
ἀχλὺν αὐτοι καὶ: τὴν ἀορασίαν—τὸν Γλαῦκον.
ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: θεὸν ὁμοιωθέντα ἀνδρί, ἵνα διακρίνῃς καὶ τὸν ὄντως ἄνδρα· τοῦτο γὰρ δηλοῖ ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
ὅπως εὖ διακρίνοιο καὶ τὸν ἄτρεπτον θεὸν καὶ τὸν ὡς ἄνδρα πάλιν θεόν.
ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα: ὅτι Ζηνόδοτος γράφει «ἠμὲν θεὸν ἠδʼ ἄνθρωπον». ἰδίως δὲ εἴρηκεν ἄνδρα διὰ τὸ καὶ ἄνδρας πολεμεῖν.
πειρώμενος: ἀπόπειραν—μορφῇ.
ἀντικρὺ μάχεσθαι: ἐνθάδε βούλονται τοῦ ἀντικρύ τὴν τελευταίαν συστέλλειν διὰ τὸ μέτρον.
Ἀφροδίτη … τήν γʼ οὐτάμεν: ἡ πρακτικὴ φρόνησις καταφρονεῖν αὐτὸν τῶν ἡδονῶν παρασκευάζει.
ἀτὰρ εἴ κε: ἐὰν δέ. μόνην δὲ βούλεται—ἀμύνει. κατὰ χεῖρα τιτρώσκεται ἡ Ἀφροδίτη, ὅτι—τῇ Ἑλένῃ καὶ ἄλλως ἠρέθισται ἀκούουσα· ἡ πρακτικὴ φρόνησις καταφρονεῖν τὸν Διομήδη ἡδονῶν παρασκευάζει.
τήν γʼ οὐτάμεν: Ζηνόδοτος «τὴν οὔτασαι».
διχῶς Ἀρίσταρχος, καὶ οὕτως καὶ χωρὶς τοῦ γέ, «τὴν οὐτάμεν».
τήν γʼ οὐτάμεν: καὶ μετὰ τοῦ γ καὶ χωρὶς τοῦ γ. Ζηνόδοτος δὲ «τὴν οὐτάσαι».
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ: «ὣς ἄρα φωνήσασʼ».
ἕλεν μένος: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ Περὶ τῆς ὁπλοποιΐας διὰ τοῦ χ προφέρεται, «ἔχεν μένος».
Πτολεμαῖος διὰ τοῦ χ «ἔχεν μένος».
ὥστε λέοντα—φοβεῖται: καλῶς τῶν μὲν τετραπόδων τὰ ἀσθενέστερα παρείληφε, τὰ πρόβατα, τῶν δὲ θηρίων τὸν ἀλκιμώτατον λέοντα, καὶ τὸν μὲν ὑπὸ τῆς πληγῆς ἠρεθισμένον, τὰ δὲ ἔρημα τοῦ φυλάττοντος.
ὀΐεσσιν: ἀντὶ τοῦ ταῖς ἐπαύλεσιν, ὡς τὸ «ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη».
χραύσῃ: τύψῃ ἢ τρώσῃ. εὖ δὲ τὸ μὴ φάναι τύψῃ ἢ βάλῃ, ἀλλὰ θίξῃ διὰ τὴν ἐπιπολαίαν πληγήν.
χραύσῃ: ξύσῃ, ψαύσῃ.
ὑπεράλμενον: Διονύσιος ἀναστρέφει τὴν ὑπέρ, ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον.
ἀλλὰ κατὰ σταθμοὺς δύεται· τὰ δʼ ἐρῆμα φοβεῖται: ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν ἐπαύλεις, καὶ ὅτι ἐπὶ τὸ συνώνυμον εἴληφεν· ἄνω γὰρ εἴρηκεν «εἰροπόκοις ὀΐεσσι», νῦν δὲ τὰ δʼ ἐρῆμα φοβεῖται.
ὅτι πρὸς τὸ σημαινόμενον καὶ οὐ πρὸς τὸ ῥητὸν τοῦτο ἐπήγαγε.
ἀλλὰ κατὰ σταθμοὺς δύεται: ἐναργῶς τὸν δεδιότα ἐσήμανεν.
αἱ μέν τʼ ἀγχηστῖναι ἐπʼ ἀλλήλοισι κέχυνται: οὕτω γὰρ συνέρχονται ἀλλήλαις, ἐπειδὰν πτοηθῶσιν. ἤτοι δὲ αἱ ζῶσαι ἢ αἱ καταβαλλόμεναι.
κέχυνται: τὸ πλῆθος δηλοῖ· διὸ καὶ «μελισσάων ἀδινάων» φησὶ καὶ «μῆλʼ ἀδινά». ἐναργῶς δὲ τὸ τῶν δεδιότων ἐσήμανε σχῆμα.
ἐξάλλεται αὐλῆς: ἔξω ὢν ἅλλεται κατὰ τῆς αὐλῆς. ἢ ἀντὶ τοῦ καθάλλεται. ἢ ὑπεράλλεται τῆς αὐλῆς, ὡς ἐξωγκῶσθαι λέγομεν τὸ ὑπερυψῶσθαι. ἔμφασις δέ, εἴγε καὶ ὑψηλῶς οὔσης τῆς αὐλῆς ἅλλεται αὐτήν. ἔστι δὲ ὡς τὸ «Τρώων ὁρμήσειαν»· οὐ γὰρ ἀναχωροῦντι τῷ λέοντι εἴκασεν αὐτόν. ἢ ἐξάλλεται ἐκ τῆς αὐλῆς, ἐκ τοῦ σταθμοῦ.
βαθέης ἐξάλλεται αὐλῆς: ἔνιοι τὸ ἔξ ἀντὶ τοῦ ἔξω ἀκούουσιν· ἔξω ὢν βαθέης αὐλῆς ἅλλεται εἰς τὸ ἐντός. ὁ μέντοι Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεως ἓν λέγει εἶναι τὸ ἐξάλλεται.
ὣς μεμαὼς Τρώεσσι: δηλονότι τῆς προθυμίας ἐποιήσατο τὴν ὁμοίωσιν. οὐκέτι δὲ καθʼ ἕνα, ἀλλὰ σὺν δύο ἀναιρεῖ. ὅρα δὲ τὴν ποικιλίαν τῆς ἑρμηνείας.
βαλών: ὅτι τὴν πόρρωθεν τρῶσιν βολὴν λέγει.
τὸν δʼ ἕτερον: ὅτι Ζηνόδοτος γράφει «τοῦ δʼ ἑτέρου». ὁ δὲ ποιητὴς οὕτως λέγει «ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα».
κληῗδα παρʼ ὦμον: πρώτη μέν τις ἀπεκόπη τῆς χειρός. οὕτως δὲ διήιρηται· κρεμᾶται ἡ χείρ. κληῗδα: τὴν κατακλεῖδα—Δημοσθένης φησί· «τὴν κλεῖν κατεαγότα».
πλῆξεν: πρὸς τὴν διαφορὰν τοῦ πλῆξε καὶ «ἔβαλεν», ὅτι ἐκ χειρὸς ἐπάταξεν.
πλῆξε: ἀπὸ μετοχῆς τῆς «βαλών» εἰς ῥῆμα, ὡς τὸ «ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον».
τοὺς μὲν ἔασʼ, ὁ δʼ Ἄβαντα μετῴχετο καὶ Πολύϊδον: πρὸς τὴν ὁμωνυμίαν· καὶ γὰρ Ἀργείων ἐβασίλευε Πολύϊδος ὁ τὸν Μίνωος ἀνευρὼν παῖδα μάντις. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «Αἴθρη Πιτθῆος θυγάτηρ».
ὀνειροπόλοιο: ὅτι ὀνειροπόλος ὁ διὰ τῶν ἰδίων ὀνείρων μαντευόμενος, οὐχ ὁ ὀνειροκρίτης.
τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατʼ ὀνείρους: ἡ διπλῆ πρὸς τὴν ἑρμηνείαν. τὸ δὲ ὅλον· οἷς τισι μὴ ἐπανιοῦσι τοῦ πολέμου ὁ γέρων ἔκρινε τοὺς ὀνείρους· ἔστι γὰρ—ἀναιρεθήσονται.
τοῖς οὐκ ἐρχομένοις ὁ γέρων ἐκρίνατʼ ὀνείρους: ἐρχομένοις εἰς τὴν μάχην οὐκ ἐμαντεύσατο. ὅμοιον δέ ἐστι τῷ «ἀλλʼ οὔ οἱ τότε γε χραῖσμʼ Ἄρτεμις ἰοχέαιρα».
ἄμφω τηλυγέτω: ὅτι καὶ ἐπὶ δύο τὸ τηλύγετος.
ἄμφω τηλυγέτω: μεθʼ οὓς οὐκ ἐπαιδοποίησεν ὁ πατήρ, οἱ τῆλε τῆς ἡλικίας γενομένῳ τῷ πατρὶ γεννηθέντες.
ὁ δὲ τείρετο γήραϊ λυγρῷ: ἐλέγχει τοὺς οἰομένους δεῖν ἐπὶ γήρᾳ παιδοποιεῖν, ὅπως διαδόχοις χρήσωνται, ὡς κακῶς οἰομένους· νικᾷ γὰρ ἡ πήρωσις.
ἀμφοτέρω: ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν «ἀμφοτέρων». οὕτως δὲ λέγει, ἀμφοτέρους ἀφείλετο τὸν θυμόν· τὸ γὰρ ἀμφοτέρω νῦν ἀμφοτέρους σημαίνει. ὁμοίως δὲ λέγεται καὶ κατὰ τὸ ἑνικὸν «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες».
χηρωσταί: ὡς ἀθληταί. οὕτως καὶ ὁ Ἀσκαλωνίτης· τὰ γὰρ εἰς της λήγοντα ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύνεται, τορευτής βραβευτής ἀθλητής ποιητής «ὀρχηστής» χρυσωτής. οὕτως οὖν καὶ παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα» τὸ ἑεδνωτής, καὶ παρὰ τὸ «χήρωσας δὲ γυναῖκα» τὸ χηρωστής. μάχεται τὸ «κυβερνήτης»· τὸ γὰρ ἀήτης ἄλλως γέγονε. τὸ δὲ παρὰ Σοφοκλεῖ ἐν Ἀλεξάνδρῳ «στείχων δʼ ἀγρώστην ὄχλον» παρώνυμον.
χηρωσταί: οἱ τὸν χῆρον οἶκον διανεμόμενοι κληρονόμοι. χηρωσταί δὲ ὡς ἀθληταί. ἢ ἀγχιστεῖς ἢ κληρονόμοι.
χηρωσταί: οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι.
διὰ κτῆσιν δατέοντο: προληπτικῶς· οὔπω γὰρ ἀπέθανεν ὁ γέρων.
ἐξ αὐχένα ἄξει: ἔμφασιν διακοπῆς ἔχει ἡ ὑπέρθεσις ὡς τὸ «λέων κατὰ ταῦρον ἐδηδώς».
ἐν βουσὶ θορὼν—πόρτιος ἠὲ βοός: εἰπὼν τὸ γενικὸν ἐπὶ τὰ ἰδικὰ ἔρχεται. ὁ δὲ ἠέ ἀντὶ τοῦ καί, ὡς «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων».
πόρτιος ἠὲ βοός: ὅτι Ζηνόδοτος γράφει «βουκόλου ἠὲ βοός». παραλλήλως δὲ τὸ εἶδος τῷ γένει τέταχεν.
πόρτιος: νέου βοός, μόσχου.
ξύλοχον: τόπον σύνδενδρον, οἱ δὲ κοίτην θηρίου.
ἀέκοντας: στέρησίς ἐστι τοῦ ἑκόντα τὸ ἀέκοντα· διὸ δασυντέον τὸ ε. πταίει οὖν Νικίας ψιλῶν τὸ ε· οἴεται γὰρ τῷ ἀκόντα ἐπεντίθεσθαι τὸ ε, ὅπερ οὐκ ἔστι· τὸ γὰρ ἄκοντα συναλιφή ἐστι τοῦ ἀέκοντα. διὰ τί δὲ τὸ α ἐψιλώθη, ἐν ἑτέροις
τὸν δʼ ἴδεν Αἰνείας: τὸ ὁμοειδές τε ἐκκλίνει καὶ πρόθυμον Πάνδαρον ποιεῖ ἀθυμοῦντα ἐπὶ Διομήδει.
ἀλαπάζοντα: ἀναλίσκοντα.
Πάνδαρον … διζήμενος: αὐτὸς ἔξω κινδύνων στὰς τοξότην ἀντικαθίστησιν αὐτῷ· οὐ γὰρ ἐθέλει κινδυνεύειν Αἰνείας.
εὗρε Λυκάονος υἱόν: πρὸς τὸ ἀσύνδετον.
ποῦ τοι τόξον—ἀμείνων: ἡ τοξεία. οἰκεῖα δὲ τὰ ἐγκώμια τῇ προτροπῇ, ὡς εἰς αὐτὸν μόνον σαλευούσης τῆς σωτηρίας τῶν Τρώων.
οὐδέ τις ἐν Λυκίῃ: ὅτι τὴν Τρωϊκὴν Λυκίαν λέγει.
εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν: πρὸς τὸ ἀμφίβολον, εἰ μὴ οὗτος αὐτὸς θεός ἐστιν ὁ ἐναντιούμενος, ἢ εἰ μή τις θεὸς ἐγκοτῶν τοῖς Τρωσὶ τῷ πολεμίῳ ἀρήγει …
εἰ μή τις θεός ἐστι: οἰκείως ὑπονοεῖ θεὸν ὁ προελθὼν ἐκ θεᾶς. ἅμα δὲ καὶ ἦθος ὁ λόγος ἔχει.
ἐπιμῆνις: Ἀρίσταρχος παρολκὴν οἴεται τῆς ἐπί, ὁμοίως τῷ «ἐπισμυγερῶς» καὶ «βοῶν ἐπιβουκόλος ἀνήρ». ὅταν δὲ παρέλκῃ ἡ πρόθεσις, οὐ ποιεῖται ἐξαλλαγὴν τόνου. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν ὁμοίως τῷ «ἐπεὶ οὔ τοι ἔπι δέος», ἵνα τὸ ἔπεστι σημαίνηται. ἄλλοι δὲ «ἐπίμηνις», ἓν μέρος λόγου ποιοῦντες. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι.
κατὰ παρολκήν ἐστιν ἡ ἐπί πρόθεσις· διὸ οὐκ ἀμείβει τὸν τόνον.
Τυδείδῃ μιν ἔγωγε: Ἀρίσταρχος διχῶς, καὶ μίν καὶ «μέν», Τυδείδῃ μιν ἐγώ.
Τυδείδῃ μιν: διχῶς, καὶ μίν καὶ «μέν».
Τυδείδῃ μιν … πάντα ἐΐσκω: καὶ πῶς γινώσκει τοῦ πυρὸς καιομένου; ἢ οὐ πάντα τὸν καιρὸν καίεται.
Τυδείδῃ μιν—τρυφαλείῃ: καὶ πῶς γινώσκει πολέμιον ὄντα; ὅτι ἔστιν ὅτε καὶ κατʼ αὐτὸν τὸν πόλεμον συναντῶσιν ἀλλήλοις καὶ γνωρίζονται, ἔστι δʼ ὅτε μὴ ὄντος πολέμου κατοπτεύοντες βλέπουσι τοὺς ἀλλήλων ἀριστεῖς.
αὐλώπιδί τε τρυφαλείῃ: εἶδος περικεφαλείας λόφον εἰς ὀξὺ ἀνατεταμένον ἐχούσης. τρυφαλὴς δὲ τρυφάλεια.
ἵππους τʼ εἰσορόων. σάφα δʼ οὐκ οἶδʼ, εἰ θεός ἐστιν:ἀθετεῖται, ὅτι δεξάμενός τις, «εἰ μή τις θεός ἐστιν» ὁ ἐναντιούμενος ἐνέγραψεν αὐτόν. οὐ διστάζει δέ, ἀλλʼ ἐπίσταται σαφῶς ὅτι Διομήδης ἐστί· διὸ λέγει «Τυδείδῃ μιν ἔγωγε δαΐφρονι πάντα ἐΐσκω ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ».
εἰλυμένος ὤμους: ἀπὸ μέρους τὸ πᾶν.
ὃς τούτου βέλος ὠκὺ κιχήμενον ἔτραπεν ἄλλῃ:ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν· οὐ γὰρ ἐτράπετο ἄλλῃ τὸ βέλος, ἀλλʼ ἔτυχεν αὐτοῦ. οὐ λέγει δὲ ὅτι καθόλου ἀπέτυχεν, ἀλλʼ ὅτι ἐπὶ καίριον τόπον φερόμενον παρέτρεψεν.
ἔτραπεν: ἀντὶ τοῦ ἔτρεψεν.
ἐφῆκα βέλος καί μιν βάλον ὦμον: καὶ προηκάμην, φησί, καὶ ἔτρωσα τὸν ὦμον.
θώρηκος γυάλοιο: ὅτι περιφραστικῶς πάλιν τοῦ κύτους.
ἔμπης δʼ οὐκ ἐδάμασσα· θεὸς νύ τίς ἐστι κοτήεις: ὅτι εὐκρινὲς γίνεται τὸ ἐν τοῖς ἐπάνω ἀμφίβολον ὅτι συνεργὸν λέγει τῷ πολεμίῳ θεόν.
θεός νύ τίς ἐστι κοτήεις: ἐν ἤθει τοῦτο διὰ τὸ μὴ ἀνῃρῆσθαι αὐτόν.
ἐπιβαίην: ἵνα φύγῃ.
ἀλλά που ἐν μεγάροισι: κερτομεῖ αὐτοῦ τὸ φιλάργυρον ὡς ἀμελοῦντος τῆς ἰδίας σωτηρίας ἀναλωμάτων φειδοῖ.
καλοὶ πρωτοπαγεῖς νεοτευχέες: ὅτι Ζηνόδοτος μετέθηκεν ὡς ταυτολογοῦντος πρωτοπαγεῖς νεοτευχέες, ἀγνοῶν ὅτι ἐνίοτε παραλλήλως τάσσει τὰς ἰσοδυναμούσας λέξεις.
πρωτοπαγεῖς: πρώτως παγέντες, ὅ ἐστιν ἐξόχως· ἢ νέοι.
πρωτοπαγεῖς νεοτευχέες: τὸν φειδωλὸν ὅρα καὶ ἀχράντους φυλάξαντα ὡς ἀναθήματα τοὺς δίφρους καὶ ταῦτα πλῆθος ἔχοντα συνωρίδων· «ἕνδεκα δίφροι».
παρὰ δέ σφιν ἑκάστῳ: σφίν ἀντὶ τοῦ σφῶν.
δίζυγες ἵπποι: ὅτι δύο ἵπποις ἐχρῶντο.
κρῖ λευκόν: κριθάς. ἀποκοπὴ τὸ πάθος. εἰδέναι δὲ δεῖ καὶ ζητεῖν, πότερον ἐκ τοῦ κρῖμνον ἢ ἀπὸ τῆς κριθῆς ἀποκέκοπται τὸ κρῖ· εἰ μὴ γὰρ ἦν τὸ κρῖ οὐδετέρου γένους, οὐκ ἐποιεῖτο τὴν σύνταξιν μετὰ τοῦ λευκόν οὐδετέρου, οἷον κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας· καὶ αὐτὸ γὰρ τὸ κρῖμνον οὐδετέρου γένους ἐστίν. φαίη τις πρὸς τοῦτο· «οὐδὲν μέγα· δύναται γὰρ καὶ ἐπὶ θηλυκοῦ λαμβάνεσθαι, οἷον τὴν κρῖ λευκὸν οὖσαν ἀντὶ τοῦ ὥσπερ τὴν λευκὴν θεόν, τὴν δοῦλον, ἅπερ εἰσὶν Ἀττικά». πρὸς ὃ λέγομεν ὅτι ὃν πείσει οὐδέτερον καὶ μόνον ὂν ἐνταῦθα τὸ «εὐρυφυὲς κρῖ λευκόν». κρῖμνον δέ ἐστι τὸ λεπτὸν ἄχυρον τῆς κριθῆς. ἀποδέδεικται οὖν ὅτι τὸ κρῖ ἐκ τοῦ κρῖμνον καὶ οὐκ ἐκ τοῦ κριθή ἐστι γεγονός.
ἐρεπτόμενοι: κυρίως ἀπὸ τῆς ἔρας λαμβάνοντες· οὕτω γὰρ δηλοῖ διαιρουμένη ἡ λέξις.
ἦ μέν μοι μάλα πολλὰ γέρων—ἔδμεναι ἄδην: ἐπιτείνει τὴν φειδωλίαν· τοὐναντίον γὰρ ἔδει· τὸ φιλότιμον γὰρ τῶν νέων ἐπέχουσιν οἱ γέροντες, ὁ δὲ καὶ τοῦ γέροντος ὤφθη σμικρολογώτερος.
αἰχμητά: ὅτι ἀντὶ τοῦ αἰχμητής, ὡς «αὐτὰρ ὁ αὖτε Θυέστα».
ἐμβεβαῶτα: ἐμβεβηκότα. οὕτως Ἀρίσταρχος.
ἀρχεύειν Τρώεσσι: ὅτι οἱ τὴν Ζέλειαν οἰκοῦντες ὑπὸ τὴν Ἴδην καὶ ὑπὸ Πάνδαρον Τρῶες ἐλέγοντο.
φορβῆς: ὡς τροφῆς· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ μετὰ συμφώνου δισύλλαβα ὀξύνεται, τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ, οἷον στρέφω στροφή, τροπή τροφή ῥοπή σπονδή νομή ὁλκή πλοκή. οὕτως καὶ φορβή. προσέθηκα «τῷ ε παραληγομένων μόνῳ», ἵνα νῦν ἐκφύγω τὸ πόρπη· τοῦτο γὰρ παρὰ τὸ πείρω.
ἄδδην: Νικίας διὰ δύο δδ γράφει διὰ τὸ μέτρον, ὁμοίως τῷ «κύον ἀδδεές», καὶ ψιλοῖ. Ἀρίσταρχος δὲ διʼ ἑνὸς δ καὶ βραχέως καὶ δασέως· τὸ γὰρ α πρὸ τοῦ δ δεκτικὸν μὲν ψιλοῦται, ὡς τὸ ἀδολέσχης ἀδρανής, μὴ οὕτως δὲ ἔχον δασύνεται· «ἅδε δʼ Ἕκτορι», «ἅδος τέ μιν ἵκετο θυμόν», Ἅδωνις· καὶ τοῦτο γὰρ παρὰ τὸ ἥδω. μάχεται τὸ ἁδράφαξυς, δεκτικὸν ἔχον τὸ α καὶ δασυνόμενον. ἄδδην δὲ εἰς κόρον.
Ἀρίσταρχος «ἅδην», ἄλλοι δὲ ἄδδην διὰ δύο δδ.
ἤδη γὰρ δοιοῖσιν ἀριστήεσσιν: ὡς πρὸς φίλον ὁμολογεῖν ὑπὸ μεγαλαυχίας ἐξέλκεται τὰ ἀπόρρητα.
ὡς πρὸς φίλον ὁμιλῶν ἐξέλκεται ὑπὸ μεγαλαυχίας καὶ τὰ ἑαυτοῦ ὁμολογεῖν ἀπόρρητα.
ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών: ὅτι τρώσας, καὶ οὐ ῥίψας ἁπλῶς τὸ βέλος.
ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών: στικτέον μετὰ τὸ βαλών.
ἀτρεκὲς αἷμʼ ἔσσευα βαλών: ἀντὶ τοῦ ἀτρεκέως εἶδον αὐτό, οὐκ ἠπάτημαι. διαστολὴ δὲ εἰς τὸ βαλών.
Ἴλιον εἰς ἐρατεινήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ: ὅτι ἀντὶ τοῦ Τρώων τῶν ὑπὸ τὴν Ἴδην, χαριζόμενος δὲ τῷ Ἕκτορι. τινὲς δὲ ἀγνοοῦντες ὅτι λέγονται καὶ οἱ ὑπὸ Πάνδαρον Τρῶες, μεταγράφουσι «Τρώεσσι φέρων χάριν ἱπποδάμοισιν».
φέρων χάριν Ἕκτορι δίῳ: ἔν τισι «φέρων χάριν ἱπποδάμοισιν».
ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ: μετὰ τὸ Τρώεσσιν ἀναπαύσασθαι δεῖ· ἡγούμην τῶν Τρώων χάριν φέρων τῷ Ἕκτορι. τὸ δὲ Τρώεσσιν ἤτοι καθολικῶς ὡς «Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν» καὶ τοῖς ὑφʼ Ἕκτορι τεταγμένοις «Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ». ἢ καὶ τοῖς Ζελείταις, «οἱ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης, Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱός Πάνδαρος».
ἡγέομην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ: τοῖς Ζελείταις. τινὲς δὲ μὴ θέλοντες Τρῶας εἶναι τοὺς Ζελείτας τὸ Ἕκτορι ἀντὶ τοῦ διʼ Ἕκτορά φασιν, ὡς τὸ «σοὶ πάντες μαχόμεσθα», οὐκ εὖ.
εἰ δέ κε νοστήσω: ἀντὶ τοῦ νοστήσαιμι, ὡς «πληθὺν δʼ οὐκ ἂν ἐγὼ ὀνομήνω». περιττεύει δὲ καὶ ὁ κέ σύνδεσμος.
εἰ μὴ ἐγὼ τάδε: συναπτέον ὡς ἐν τῇ Β «εἰ μὴ ἐγώ σε λαβών».
χερσὶ διακλάσσας: διὰ τῆς ἀναδιπλασιάσεως τοῦ ς τὸν ἀπὸ τῆς συντρίψεως τῶν κεράτων γινόμενον κτύπον ἐμιμήσατο.
ἀνεμώλια γάρ μοι: ἀνέμοις ἀπολέσθαι ὀφείλοντα· ἀλλαχοῦ φησιν «ἀνηρείψαντο θύελλαι».
ἀνέμοις ἀπολέσθαι ὀφείλοντα, οἷον ἀλλαχοῦ φησιν «ἅρπυιαι ἀνηρείψαντο», τουτέστι θύελλαι, ἄνεμοι νειφώδεις.
Αἰνείας Τρώων ἀγός: καὶ Δαρδάνιοι γὰρ τῶν Τρώων.
νώ: τὸ νώ βαρυτονητέον. ἅπαξ δὲ ἐν Ἰλιάδι, καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ ἐχρήσατο κατʼ αἰτιατικὴν πτῶσιν, ὥσπερ καὶ ἐνθάδε, «νὼ ἀναβησάμενοι». ὁπότε μέντοι γε σὺν τῷ ι λέγεται, καὶ ἐπʼ εὐθείας αὐτὸ τάσσει καὶ ἐπʼ αἰτιατικῆς καὶ προπερισπᾶται· «νῶϊ δʼ ἐγὼ Σθένελός τε» καὶ «οὐδʼ ἂν νῶϊ διαδράκοι ἠέλιός περ». περὶ δὲ τῆς τάσεως τοῦ μονοσυλλάβου, διὰ τί οὐ περιεσπάσθη, ἐν τῷ Περὶ ἀντωνυμιῶν δηλοῦται. καὶ τάχα ἐπεὶ οὐδὲν δυϊκὸν εἰς ω λῆγον περισπᾶται· οὕτως γὰρ ἔχει καὶ τὸ σφώ, τασσόμενον καὶ ἐπʼ εὐθείας καὶ ἐπʼ αἰτιατικῆς. καὶ παρʼ αὐτῷ «σφὼ δὲ μάλʼ ἠθέλετον», «Ζεὺς σφὼ εἰς Ἴδην».
πρίν γʼ ἐπὶ νὼ τῷδʼ ἀνδρί: πρὶν νὼ ἐπὶ τῷδε τῷ ἀνδρί. ἐνταῦθα δὲ μόνον κέχρηται τῷ νώ καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ, «νὼ ἀναβησάμενοι».
οἷοι Τρώϊοι ἵπποι: τοῦτο κοινόν, εἰ μὴ καὶ τοὺς ἀπὸ Τρωὸς λάβοιμεν.
πεδίοιο: ὅτι ἐλλείπει ἡ διά· διὰ πεδίου γάρ.
κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα: συνέτεμε τὸ ἐγκώμιον πρὸς εἰδότα λέγων. Διομήδης δὲ ἐξέτεινεν ὅπως μὴ καταφρονήσῃ ὁ Σθένελος.
φέβεσθαι: ὅτι τοῦτό ἐστι τὸ «φόβον Ἄρηος φορεούσας», τὴν ἐν πολέμῳ φυγήν. καὶ ὅτι τὸ φοβεῖσθαι καὶ φέβεσθαι ἐπὶ τοῦ φεύγειν Ὅμηρος τίθησιν, οὐκ ἐπὶ τοῦ κατὰ ψυχὴν δέους.
φέβεσθαι: φοβεῖσθαι. τοῦτο δὲ ἐπὶ τὸ «φόβον Ἄρηος φορεούσας».
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον: ὅτι δύο ἵπποι.
τὼ καὶ νῶϊ πόλιν δὲ σαώσετον: πιθανῶς ἀλαζονευόμενος ἐπʼ αὐτοῖς στέρεται αὐτῶν καὶ πρὸ πείρας φυγὴν προσδοκᾷ. Διομήδης δὲ τοὐναντίον.
σιγαλόεντα: ἤτοι εὐδιάσειστα, ἢ λαμπρὰ—σιγηλόεντά τινα ὄντα.
σιγαλόεντα δέξαι: δέξαι ἀπὸ τοῦ ἡνιόχου. σιγαλόεντα δὲ τὰ σῖγα ἁλλόμενα.
ἐγὼ δʼ ἵππων ἀποβήσομαι: Ἀρίσταρχος. ἀποβήσομαι δὲ ἵππων ἔφη, οἷον τῆς τῶν ἵππων φροντίδος· ἐπιφέρει γοῦν «ἠὲ σὺ τόνδε δέδεξο», τὸν Διομήδη. Ζηνοδότειος δὲ ἡ διὰ τοῦ ε, «ἐπιβήσομαι».
οὕτως Ἀρίσταρχος ἀποβήσομαι διὰ τοῦ α, τῆς φροντίδος τῆς περὶ αὐτούς.
ἐγὼ δʼ ἵππων ἀποβήσομαι: Ζηνόδοτος «ἐπιβήσομαι»· φησὶ γοῦν «εἰς ἅρματα ποικίλα βάντες». ἐὰν δὲ γράψῃς ἀποβήσομαι, ἀντὶ τοῦ ἐκστήσομαι τῆς ἐπιμελείας αὐτῶν.
δέδεξο: ὅτι εἴωθε περιττεύειν τῇ συλλαβῇ, ὡς ἐπὶ τοῦ πεπίθωνται, «λελάχωσιν».
τεὼ ἵππω: ὅτι δυοῖν ἵπποις ἐχρῶντο· διὸ καὶ δυϊκῶς λέγει.
μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι: ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς.
εἰωθότι: οὕτως εἰωθότι καὶ Ἀρίσταρχος καὶ σχεδὸν ἅπαντες· μᾶλλον γάρ φησιν ὑπὸ τῷ ἐθάδι καὶ συνήθει ἡνιόχῳ οἴσειν τοὺς ἵππους τὸ ἅρμα. καὶ τὴν αἰτίαν ἐπιφέρει «μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδʼ ἐθέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντες». τοιοῦτό ἐστι καὶ τὸ ἐν τῇ Δολωνείᾳ «ἀήθεσσον γὰρ ἔτʼ αὐτόν». διὰ τοῦτό φασιν ἔνιοι καὶ τὸν Τηλέμαχον τῷ Πεισιστράτῳ κελεύειν ζεῦξαι τοὺς ἵππους εἴη δʼ ἂν ὁ τοῦ Αἰνείου ἡνίοχος κατὰ τὸ σιωπώμενον καταβεβηκώς, καὶ ἔστι παρʼ Ὁμήρῳ πολλὰ τοιαῦτα.
ὑφʼ ἡνιόχῳ εἰωθότι: ὡς ἄπειρος προφασίζεται, ἐπεὶ Κεβριόνου ἀποθανόντος ἄλλον Ἕκτωρ δίδωσιν ἡνίοχον. καὶ Διομήδης σὺν αὐτοῖς ἀγωνίζεται καὶ Μενέλαος Αἴθῃ τῇ Ἀγαμέμνονος ἵππῳ μόνως διὰ τοῦ ι τὸ εἰωθότι.
μὴ τὼ μὲν δείσαντε ματήσετον οὐδʼ ἐθέλητον: ὅτι πεπλεόνακεν κατὰ τὸν τόπον τοῦτον τοῖς δυϊκοῖς σχήμασιν.
μὴ τὼ μὲν δείσαντε ματήσετον: οὐδὲ περὶ αὐτῶν τι χρηστὸν μαντεύεται. Δημοσθένης δέ φησιν· «Δεῖ δὲ τοὺς ἀγαθοὺς ἄνδρας ἐγχειρεῖν μὲν ἅπασιν ἀεὶ τοῖς καλοῖς, τὴν ἀγαθὴν προβαλλομένους ἐλπίδα, φέρειν δʼ ἃ ἂν ὁ θεὸς διδῷ γενναίως».
τέʼ ἅρματα καὶ τεὼ ἵππω: τὸ πλῆρές ἐστι τεά· διὸ βαρυτονητέον· ἐπιφέρει γοῦν καὶ τεὼ ἵππω.
δεδέξομαι: ὅτι ἀντὶ τοῦ δέξομαι, ἐπιτηρήσω, ὡς «λελάχωσιν» ἀντὶ τοῦ λάχωσιν.
τοὺς δὲ ἴδε Σθένελος: ὡς ἀπὸ τοῦ δίφρου ὑψηλότερος ὢν ἐθεᾶτο. ἢ ὡς ἀσχολουμένου Διομήδους περὶ τοὺς πολεμίους.
αἶψα δὲ Τυδείδην: ἐπείγει γὰρ τοὺς λόγους ὁ καιρός.
ἶνʼ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδώς: ἡ διπλῆ πρὸς τὴν ἰδιότητα τῆς φράσεως· ἀκόλουθον γὰρ ἦν εἰπεῖν τὸν μὲν τόξων εὖ εἰδότα. στικτέον δὲ ἐπὶ τὸ ἔχοντας, ἵνα μὴ σολοικισμὸς γένηται, ἐὰν συνάπτωμεν. λείπει δὲ τὸ ἐστίν. τὸ πέλεθρον ἔχει πήχεις ἑξήκοντα ἓξ δίμοιρον.
ἶνʼ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδώς: ἀντὶ τοῦ τὸν μέν, ὡς «ἀστράπτων ἐπιδέξιʼ ἐναίσιμα» καὶ «ἐξ ὁμόθεν πεφυῶτε, ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης».
ἶνʼ ἀπέλεθρον ἔχοντας: στιγμὴ εἰς τὸ ἔχοντας. λείπει δὲ τῷ ἑξῆς τὸ ἐστίν· οὐ γὰρ δύναται σχῆμα εἶναι, ὡς Νικάνωρ φησίν. ἀπέλεθρον δὲ λέγει τὴν ἀνάριθμον. τὸ δὲ πλέθρον πήχεις ἔχει ἑξήκοντα ἓξ δίμοιρον.
Πάνδαρος—Ἀφροδίτη: οὐκ ἀκαίρως γενεαλογεῖ· συνίστησι γὰρ ἐκ προγόνων αὐτούς, οὐκ εὐχερῆ τὴν πρὸς αὐτοὺς μάχην δεικνύς. καὶ ἐπὶ μὲν τοῦ πατρὸς εὔχεται, ἐπὶ δὲ τῆς μητρὸς ἐστίν, ὡς τὸ «μήτηρ μέν τέ μέ φησιν».
υἱὸς μεγαλήτορος Ἀγχίσαο: ἐν ἄλλῳ «υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο».
ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων: οὕτως Ἀρίσταρχος «ἐφʼ ἵππων», ὡς εἰ ἔλεγεν ἐπʼ Ἀθηνῶν ἀντὶ τοῦ ἐπʼ Ἀθήνας· λέγει γὰρ ἐπιστραφῶμεν ἐπὶ τοὺς ἵππους, καὶ μὴ κινδύνευε πεζὸς πρὸς τὸν ἐφʼ ἅρματος ὀχούμενον.
χαζώμεθʼ ἐφʼ ἵππων: ἀντὶ τοῦ εἰς ἵππους, ὡς ἐπὶ Ἀθηνῶν πλεῖν φαμεν· καὶ «πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων».
ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων: ὅτι Ἀττικῶς ἐξενήνοχεν ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς ἵππους. δοκεῖ δὲ Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθετηκέναι.
χαζώμεθʼ ἐφʼ ἵππων: οὐκ ἀναχωρεῖν αὐτῷ τῆς μάχης παραινεῖ ἐπὶ τῶν ἵππων, ἀλλʼ ἀναβῆναι ἐπὶ τὸ ἅρμα καὶ μὴ πεζὸν πρὸς ἱππέας μάχεσθαι.
μή τι φόβον δʼ ἀγόρευε: ὅτι πάλιν φόβον τὴν φυγὴν εἶπεν.
οὐδὲ σέ: ὁ Ἀσκαλωνίτης τὸν δέ ὀξύνει, ἵνα ἐγκλιτικῶς ἀναγνῷ. οὐκ ἀναγκαῖον δέ, ἀλλʼ ὀρθοτονεῖν· καὶ γὰρ δύναται συνδεδέσθαι.
μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω: ὡς γενναῖος καὶ τὴν ἐπὶ τὸ ἅρμα ἀνάβασιν φυγὴν ὁρίζει καὶ τὸ μετακινῆσαί τι τῆς στάσεως, ἐν οἵᾳ κατελείφθη. ἠθικὸν δὲ τὸ ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω, τὸν πάνυ φίλον· ἠθικὸν δὲ καὶ τὸ οἴω.
γενναῖον: σημειοῦνταί τινες ὅτι οὕτως εἴρηται ἐγγενές, πάτριον.
ἀλυσκάζοντι: φεύγοντι.
ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν: σημειοῦνται δὲ καὶ τὸ ὀκνείω δʼ ἵππων ἀντὶ τοῦ ὀκνηρῶς ἔχω. τινὲς δὲ ἐπὶ τοῦ φόβου τιθέασι τὸν ὄκνον.
ἀλλὰ καὶ αὔτως: ἀλλὰ καίπερ πεζὸς ὑπάρχων.
τρεῖν μʼ οὐκ ἔα Παλλὰς Ἀθήνη: καὶ ἀνδρείου καὶ εὐσεβοῦς πείθεσθαι θεῷ. τὸ δὲ οὐκ ἔα ἀπὸ τοῦ ἐάᾳ τρίτον πρόσωπόν ἐστι κατʼ ἀποκοπήν· «οὐκ ἐάᾳ Κρονίδης».
ἀνδρείου δὲ καὶ εὐσεβοῦς τὰ τοιαῦτα ῥήματα τῷ πάντα τῇ θείᾳ ἀνατιθέναι προνοίᾳ.
ἔα: συστέλλεται τὸ α καὶ βαρύνεται. τὸ μὲν οὖν ἐντελὲς τοῦ ἐνεστῶτός ἐστιν ἐῶ ἐᾷς ἐᾷ, σὺν τῷ ι γραφόμενον, ὡς τιμῶ τιμᾷς τιμᾷ, τοῦ δὲ παρατατικοῦ εἴων εἴας εἴα, οὐ προσγραφομένου τοῦ ι, «οὔ μʼ εἴας μακάρεσσι», καὶ τὸ τρίτον ἐν Ἰωνικῇ παραγωγῇ «τὸν δʼ οὔτι πατὴρ εἴασκε μάχεσθαι» καὶ «τόνδε δʼ ἔασκεν». καὶ προστακτικὸν «ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν». εἰ τοίνυν ἐστὶ τοιοῦτο τρεῖν μʼ οὐκ ἔα, μόνον συνεστάλη τὸ ἄλφα καὶ ὁ παρατατικός ἐστιν ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ὁ ἐνεστὼς ἀεί ἐστι περισπώμενος καὶ σὺν τῷ ι γραφόμενος, δῆλον ὅτι πολλὰ πάθη· συστολὴ γὰρ τοῦ α καὶ ἐκβολὴ τοῦ ι καὶ μεταβολὴ τοῦ τόνου, εἰ μὴ ἄλλως ἐκδεξαίμεθα ὅτι ἔθος αὐτῷ ταῦτα τὰ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύειν εἰς δύο αα, ὧν τὸ μὲν πρότερον συνεσταλμένον ἐστί, τὸ δὲ δεύτερον ἐκτεταμένον καὶ σὺν τῷ ι γραφόμενον, ὁρᾷς «οὐχ ὁράᾳς οἷος κἀγώ», καὶ ἐπὶ τοῦ τρίτου «ἰσχανάᾳ δακέειν», «ἥτʼ ἐκπεράᾳ μέγα λαῖτμα», «οὐκ ἐάᾳ Κρονίδης». τοῦτο τοίνυν τὸ ἐάᾳ δύναται κατὰ ἀποκοπὴν εἰρῆσθαι, τρεῖν μʼ οὐκ ἔα͝. ἔνθεν καὶ συνέσταλται τὸ α, καὶ βαρύνεται. οὐκ ἄηθες δὲ καὶ ἐνεστῶτας ἀποκόπτεσθαι καὶ ἄλλους χρόνους, ὡς ἔχει τὸ «οὖτα καταὶ λαπάρην». εἰ δέ τις ἐπιζητήσειεν ὁμοιότητα ἀπὸ τῶν εἰς ω περισπωμένων ἢ βαρυτόνων ἐνεστῶτος ἐπὶ τρίτου ἀποκοπὴν καὶ μὴ εὑρὼν μηδὲ τοῦτο παραδέξαιτο, ἑαυτὸν λήσει· περὶ γὰρ πάθους διαλαμβάνομεν.
συστέλλεται τὸ α καὶ βαρύνεται, ἵνʼ ᾖ παρατατικοῦ εἴων εἴας εἴα, καὶ τὸ προστακτικὸν «ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας». ποιητικῶς οὖν συνέσταλται τὸ α καὶ ἔστιν παρατατικὸς ἰσοδυναμῶν ἐνεστῶτι. εἰ δὲ ἐνεστώς ἐστιν, ἔθει Ὁμηρικῷ λυθήσεται· τὰ γὰρ τῆς δευτέρας συζυγίας κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον πολλάκις διαλύει εἰς δύο α, ὧν τὸ μὲν πρῶτον συνέσταλται, τὸ δὲ δεύτερον ἐκτέταται καὶ σὺν τῷ ι γράφεται· «οὐχ ὁράᾳς οἷος κἀγώ», «ἰσχανάᾳ δακέειν», «ἥτʼ ἐκπεράᾳ μέγα λαῖτμα», «οὐκ ἐάᾳ Κρονίδης». τοῦτο τοίνυν τὸ «ἐάᾳ» ἀποκέκοπται, ἔνθεν καὶ συνέσταλται τὸ α, καὶ βαρύνεται. ὡς τὸ «σὲ γάρ φη Ταργήλιος» παρὰ Ἀνακρέοντι
πάλιν αὖτις: ὅτι οὐ τὸ αὐτὸ λέγει διὰ τοῦ πάλιν καὶ αὖτις, ἀλλὰ τὸ μὲν αὖτις ἀντὶ τοῦ πάλιν, τὸ δὲ πάλιν τοπικόν, ἀντὶ τοῦ εἰς τοὐπίσω.
τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον: πολὺ τὸ διάφορον αὐτοῦ τε καὶ τῶν Πανδάρου λόγων.
εἴ γʼ οὖν: οὕτως εἴ γ' οὖν διὰ τοῦ γ Ἀρίσταρχος, εἰ δὴ ἕτερος αὐτῶν φύγῃ.
εἰ γοῦν ἕτερός γε φύγῃσι: γενναῖον τὸ λῆμμα, εἰ μὴ ἀμφοτέρων, τοῦ ἑτέρου κρατήσειν πεπεισμένου. ἅμα δὲ καὶ ἀνθρωπίνως οὐ περὶ τῶν δύο ἀποφαίνεται, τὸ δὲ ὅλον τῇ Ἀθηνᾷ ἀνατίθησιν
αἴ κέν μοι πολύβουλος Ἀθήνη: ἐξέκοψε διὰ τῆς θεοῦ τὸ ἑαυτοῦ καὶ Σθενέλου ἀλαζονικόν. παιδευτικὸς δὲ ὁ λόγος.
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους: ὅτι περισσὸς ὁ δέ σύνδεσμος.
σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους—Ἀχαιούς: νηφαλίως ἅπαντα προορᾷ οὐκ ἐκκρουόμενος ὑπὸ τοῦ προσδοκωμένου κινδύνου, εἴγε ὁ μὲν θεᾶς υἱός, ὁ δὲ τοξότης ἄριστος, ὃς ἤδη καὶ ἔβαλεν αὐτόν. πολεμικοῦ δὲ ἀνδρὸς ἀντιποιεῖσθαι τῶν πρὸς τὸν πόλεμον χρησίμων· καὶ ὁ Ἕκτωρ γοῦν τὸν Διομήδους θώρακα σπεύδει λαβεῖν καὶ «ἀσπίδα Νεστορέην».
αὐτοῦ ἐρυκακέειν: ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ ἐρύκακε.
ἐξ ἄντυγος ἡνία τείνας: ἵνα δοκῶσιν ὑπό τινος ἄγχεσθαι.
Αἰνείαο δʼ ἐπαΐξαι: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ ἐχρήσατο. Ζηνόδοτος δὲ «αἰνείω» γράφει.
μεμνημένος: μεμνημένος μου.
ἐκ δʼ ἐλάσαι: διὰ τὴν αὐτὴν αἰτίαν.
τῆς γάρ τοι γενεῆς: ὁ μὲν Αἰνείας τὸ φορτικὸν ἐκκλίνων ἐπετέμετο τὸν ἔπαινον ὁ δὲ ἐπιμελέστερον ἐπαινεῖ παραγγέλων τὸν Σθένελον. πόθεν δὲ οἶδεν; ἐξ αἰχμαλώτων δηλονότι, ὅθεν καὶ Ἰδομενεὺς ἔμαθε τὰ περὶ Ὀθρυονέως δύναται δὲ καὶ ὡς Ἀργεῖος εἰδέναι ταῦτα, εἴγε Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Τροίαν.
υἷος: προπερισπαστέον· ἀπὸ γὰρ εὐθείας ἐστὶ μὴ εἰρημένης τῆς υἷϊς, ἧς γενικὴ ὤφειλεν εἶναι τρισύλλαβος ὡς μάντιος. αὕτη τοίνυν συναλιφὴν παθοῦσα καὶ δισύλλαβος γενομένη βαρύνεται, ἧς ἀκόλουθος δοτικὴ «Νηληΐῳ υἷϊ ἐοικώς». καὶ αἰτιατικὴ «ἀλλʼ υἷα Κλυτίοιο σαώσομεν» καὶ πληθυντικὴ εὐθεῖα «υἷες ὁ μὲν Κτεάτου» καὶ αἰτιατικὴ «υἷάς τʼ ὀλλυμένους». ἀποδείξομεν δὲ καὶ τὸ «υἱάσι δὲ Πριάμοιο» παρὰ τοῦτο κεκλίσθαι ἐν τοῖς Περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆς καθολικῆς κινήσεως τοῦ ὀνόματος διαλαμβάνωμεν.
προπερισπαστέον τὸ υἷος· ἀπὸ γὰρ τοῦ ὕϊος ἦν καὶ κατὰ κρᾶσιν υἷος.
ποινὴν—οὕνεκʼ: ὅτι ἰδίως τῷ ποινή κέχρηται· κυρίως γὰρ ἐπὶ φόνου, «ποινὴν δεξαμένῳ». καὶ ὅτι τὸ οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.
ἵππων, ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε: ὁ τρόπος περίφρασις.
τῆς γενεῆς ἔκλεψεν: ἀντὶ τοῦ ταύτης. καὶ λείπει τὸ ἄρθρον, ἵνʼ ᾖ ταύτης τῆς γενεῆς.
λάθρῃ Λαομέδοντος: περισπούδαστοι γὰρ ἦσαν αὐτῷ. πῶς οὖν παρὰ τῷ Πριάμῳ τὸ γένος τῶν ἵππων οὐ σῴζεται; ὅτι τοὺς Λαομέδοντος Ἡρακλῆς ἀπήγαγε πορθήσας τὴν Ἴλιον.
ὑποσχών: ἀντὶ τοῦ ὑποστήσας. καὶ «ὑπέστημεν» ὑπεσχόμεθα.
θήλεας ἵππους: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ἵνα ἀπʼ εὐθείας τῆς θῆλυς ᾖ κεκλιμένον· «θῆλυς ἐέρση», «Ἥρη θῆλυς ἐοῦσα», «θῆλυν ὑπόρρηνον». οὕτως Ἀρίσταρχος καὶ ὁ Ἀσκαλωνίτης
προπαροξυτόνως ἀπὸ τοῦ ἡ θῆλυς, ὡς «θῆλυς ἐέρση» καὶ «γυνὴ δὲ θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν». οἶδε δὲ καὶ τὸ θήλεια· «ἄμφω θηλείας».
θήλεας: ὅτι οἱ περὶ Ἑλλάνικον ἀνεγίνωσκον «θηλέας» ὡς ταχέας, ὡς Δωρικῶς ἐκτιθεμένου τοῦ ποιητοῦ. τὸ δὲ τοιοῦτο παρʼ Ἡσιόδῳ πλεονάζει, Ὅμηρος δὲ οὐ χρῆται.
τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων … τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν: οὐχ ὡς ἀποθανόντος Ἀγχίσου φησὶ «τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα». ἔστιν οὖν ὅτε ἦν ἔφηβος· νῦν γὰρ διὰ γῆρας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστίν. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί.
οὐχ ὡς ἀποθανὼν Ἀγχίσης κατέλιπεν αὐτὰς τῷ υἱῷ, ἀλλʼ ὅτε κἀκεῖνος ἔφηβος ἦν. νῦν δὲ γηράσας ἐν Δαρδανίᾳ διάγει· διὸ οὐδὲ μετὰ τῶν δημογερόντων ἐστί. διδάσκει δέ, πῶς δεῖ μερίζεσθαι ζῶντι πατρί.
τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν, μήστωρε φόβοιο: ὅτι δύο ἵπποις ἐχρῶντο. ἡ δὲ ἀναφορὰ πρὸς τὸ τέτρωρον «Ξάνθε τε καὶ σύ, Πόδαργε καὶ Αἴθων Λάμπε τε δῖε». καὶ ὅτι φόβον τὴν φυγὴν λέγει.
μήστωρε: οὕτως Ἀρίσταρχος μήστωρε δυϊκῶς· ἐπὶ γὰρ τῶν ἵππων.
καρτερόθυμε, δαΐφρον: εἰρωνικός ἐστιν ὁ ἔπαινος.
καὶ ὁ ἔπαινος τοῦ ἀεὶ ἀλαζόνος εἰρωνικός ἐστιν.
η μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός: πρὸς τὴν ἑρμηνείαν· ἦ μάλα σε οὐκ ἐδάμασε τὸ βέλος, ὅ ἐστιν ὁ ὀϊστός. περισπαστέον δὲ τὸν η· ἔστι γὰρ μᾶλλον βεβαιωτικός. ὑποστιγμὴ δὲ κατὰ τὸ τέλος τοῦ στίχου· κεῖται γὰρ ὁ η ἀντὶ τοῦ εἴ καὶ βαρύνεται. οἱ δὲ περισπῶντες στίζουσι κατὰ τὸ τέλος.
ἀντὶ τοῦ εἴ.
ἢ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο, πικρὸς ὀϊστός: ὁ ἤ ἀντὶ τοῦ εἴ, καὶ τὸ ὀϊστός ὑποστιχθήσεται· εἰ γὰρ περισπάσομεν τὸν η, ἀνηθοποίητον ἔσται.
βέλος ὠκὺ … πικρὸς ὀϊστός: βέλος κοινόν, ὀϊστός εἰδικόν.
νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι: εἰκὸς κατὰ τὸ σιωπώμενον ἐντεθωρακίσθαι αὐτόν.
αἴ κε τύχωμι: ἐν πλεονασμῷ ἐστι τὸ μι.
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσεν: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. καὶ εἰ πρὸς τὸ ἄρθρον δὲ συνετάττετο, οὐκ ἀνεστρέφετο, διʼ ὃν προείπομεν πολλάκις λόγον ὡς ὅτι, ἐὰν μεταξὺ πέσῃ μέρος λόγου, οὐ γίνεται ἀναστροφὴ τῆς προθέσεως, ἐὰν μὴ τελευταία στίχου τεθῇ.
τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἄϋσε φέρεται. ἀλλʼ οὐδʼ εἰ πρὸς τὸ ἄρθρον ἐφέρετο, ἀνεστρέφετο· ἐὰν γὰρ μεταξὺ πέσῃ μέρος λόγου, οὐκ ἀναστρέφεται, εἰ μὴ ἐν τέλει, ὡς τὸ «ἔπτυσε πολὺ κάτα»
βέβληαι κενεῶνα: ἄκρως ἀλαζὼν ὁ Πάνδαρος, ὃς ἑστῶτος τοῦ πολεμίου καὶ περὶ τοῦ τόπου τῆς πληγῆς ὁρίζεται.
κενεῶνα: τὸν ὑπὸ τὰς πλευρὰς—ὀστέων.
οὐδʼ ἔτυχες: οὐ γὰρ ἔτυχες, οἷον οὐκ ἐπέτυχες.
ταλαύρινον πολεμιστήν: ὅτι παρηγμένως λέγει ταλαύρινον πολεμιστήν, καὶ ἕν ἐστιν ἐξ ἀμφοτέρων, ὑπομενητικὸν ἐν τῇ μάχῃ.
ταλαύρινον: Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γάρ, φησί, σύνθετον δεῖ νοεῖν τὸν σχηματισμόν, ἀλλὰ κατὰ ἁπλῆν ἔννοιαν· τὸν γὰρ εὔτολμον καὶ ἰσχυρόν. ὁμοίως δὲ καὶ Ἀριστοφάνης. Τρύφωνι δὲ ἀρέσκει ὁ σχηματισμὸς σύνθετος εἶναι παρὰ τὸ ταλαόν καὶ τὸ ῥινόν. εἴτε δὲ λεκτὸν ἔχει τὸ ἐπὶ τέλους εἴτε παρέλκει, ὀφείλει φυλάττεσθαι τὸ πνεῦμα· οὕτως γὰρ διελάβομεν περὶ τοῦ «μελιηδέος οἴνου» ᾧ καὶ αὐτὸς συγκατατίθεται. ἡ μέντοι παράδοσις ἐπείσθη Ἀριστάρχῳ.
ταλαύρινον: ἰσχυρόχρωτα. Ἀρίσταρχος ψιλοῖ τὸ ρ· οὐ γὰρ σύνθετον αὐτὸ ἐκδέχεται, ἀλλὰ καθʼ ἁπλῆν ἔννοιαν τὸν εὔτολμον, καὶ πέπεισται αὐτῷ ἡ παράδοσις. Τρύφων δὲ σύνθετον αὐτὸ ἐκδέχεται παρὰ τὸ ταλαόν καὶ τὴν ῥινόν ὁμοίως τῷ ταναόποδα «ταναύποδα».
βέλος δʼ ἴθυνεν Ἀθήνη ῥῖνα παρʼ ὀφθαλμόν, λευκοὺς δʼ ἐπέρησεν ὀδόντας: καὶ πῶς, φασίν, πεδόθεν πολεμῶν τοιαύτην τῷ ἱππεῖ τὴν πληγὴν ἐπήνεγκε; λύεται γοῦν διὰ τῆς ἐνεργείας τῆς Ἀθηνᾶς· ἢ εἰκὸς τὸν Πάνδαρον κύψαι πρὸς τὸ ἐκκλῖναι τὴν βολήν.
βέλος δʼ ἴθυνεν Ἀθήνη καὶ τὰ ἑξῆς: ζητεῖται πῶς Διομήδης—ἀφʼ ὕψους βεβληκέναι. ὅτι δηλωθεὶς τῇ ὁρμῇ τοῦ ἥρωος ὁ Πάνδαρος συνεκάθισεν.
πρυμνήν: ὡς «πυκνήν». ἐπίθετον γάρ. ὅταν δὲ ἰδίως ἐπὶ τοῦ πλοίου, βαρύνομεν, ὡς λεύκη καὶ «λευκή». ὀξύνεται δὲ ὁ πρυμνός, ἐπεὶ τὰ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου τριγενῆ ἁπλᾶ ὀξύνεται, συχνός πυκνός. οὕτως «πρυμνός».
πρυμνὴν τάμε τὸ ἔσχατον. παρὰ νείατον δὲ ἀνθερεῶνα παρὰ τὸ ἔσχατον μέρος. πρυμνή τὸ ἐπίθετον ὀξύνεται, ἐπὶ δὲ τοῦ πλοίου βαρύνεται. πρυμνὴν δὲ τάμε τὴν πρὸς τῇ ῥίζῃ.
τὴν πρὸς τῇ ῥίζῃ. τοῦτο μὲν οὖν ὡς ἐπίθετον ὀξύνεται· τὸ δὲ ἐπὶ τῆς νηὸς βαρύνεται.
πρὸς τὸ τοῦ ἀνθερεῶνος ἔσχατον μέρος.
ἐξελύθη: οὕτως Ἀρίσταρχος ἐξελύθη, ἄλλοι δὲ «ἐξεσύθη»
ἐξελύθη: τῆς ὁρμῆς ἐπαύσατο. ἐξελύθη Ἀρίσταρχος, Ζηνόδοτος δὲ «ἐξεσύθη».
ἀπόρουσε: χρησίμως, ἵνα ὑπεκστῶσιν οἱ ἵπποι, καὶ μὴ δύνηται ἐπιβεβηκὼς αὐτοῖς ὑπερμαχεῖν Αἰνείας.
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε: ἦν γὰρ τόπος τῶν ὅπλων τοῦ ἡνιόχου. φησὶ περὶ Αὐτομέδοντος· «ὣς εἰπὼν εἰς δίφρον ἑλὼν ἔναρα βροτόεντα».
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ: Ἡλιόδωρος στίζει ἕως τοῦ ἀπόρουσεν, εἶτα ἄρχεται ἀπὸ τοῦ σὺν ἀσπίδι δουρί τε μακρῷ· ἃ γὰρ εἶχε, φησί, πρότερον, ταῦτα τῷ Πανδάρῳ μετέδωκεν. αἴρει γοῦν, φησί, τὴν ἀσπίδα ἀπὸ τοῦ νεκροῦ καὶ καθοπλίζεται καὶ τὸ βληθὲν ὑπὸ τοῦ Διομήδους δόρυ. τοῦτο δὲ οὐκ ἔστιν ἀληθὲς ὡς ὅτι ἀπὸ τοῦ Πανδάρου ὁ Αἰνείας αἴρει τὰ ὅπλα· οὐ γὰρ ἐδήλωσεν ὁ ποιητής, ἀπίθανόν τε αὐτὸν εἶναι τὸν Αἰνείαν γυμνὸν παραδεδωκέναι τοῖς πολεμίοις, ὑπόψυχρόν τε τὸ ἐκδέχεσθαι τὸν Διομήδη ἕως οὗ καθοπλίσηται ὁ Αἰνείας καὶ μὴ εὐθέως αὐτὸν ἀνελεῖν· διὸ καὶ ὁ Ἀσκαλωνίτης συνάπτει ὥστε ἐπὶ τοῦ Αἰνείου κεῖσθαι τὸ σὺν ἀσπίδι δουρί τε μακρῷ· καὶ δῆλον ὅτι ὁ Πάνδαρος ὑπʼ ἄλλου κατὰ τὸ σιωπώμενον καθώπλιστο, ὁ δὲ Αἰνείας εἰς τὸ μετάφρενον μετενηνόχει τὴν ἀσπίδα, εἶχε δὲ τὸ δόρυ παρακείμενον, ᾗ ἔκειτο ἐν τῷ δίφρῳ, ὥσπερ καὶ Νέστωρ ἡνιοχῶν Διομήδει, ὡς σαφὲς ἐκ τοῦ Ἕκτορος προσώπου «αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην». οὕτως δὲ καὶ Αὐτομέδων ἡνιοχεῖ τῷ Πατρόκλῳ· παραδοὺς οὖν τὰς ἡνίας Ἀλκιμέδοντι πολεμεῖ τοῖς ἰδίοις ὅπλοις ταῦτα Ἡρωδιανὸς ἐν τῇ Προσῳδίᾳ
Ἡλιόδωρος ἔστιξεν εἰς τὸ ἀπόρουσε· παρεδεδώκει γὰρ, φησίν, ὁ Αἰνείας τὰ ἴδια ὅπλα τῷ Πανδάρῳ ὡς μέλλων ἡνιοχεῖν, εἶθʼ οὕτω κατελθὼν ἐκδιδύσκει τὸν νεκρὸν καὶ τούτοις ὁπλίζεται· ὅπερ ἄτοπον, τὸ ἐπιτηρεῖν Διομήδεα, ἄχρις οὗ ὁπλισθῇ Αἰνείας. ἀλλὰ μᾶλλον, ὡς καὶ Ἡρωδιανῷ δοκεῖ, κατὰ μὲν τὸ σιωπώμενον Πάνδαρος ὁπλίζεται, παράκειται δὲ τὰ ὅπλα τῷ Αἰνείᾳ παρὰ τὸν δίφρον ὡς καὶ Νέστορι· δῆλον γάρ, ἐξ ὧν φησιν Ἕκτωρ «αἴ κε λάβωμεν ἀσπίδα Νεστορέην». καὶ Αὐτομέδων παραδοὺς Ἀλκιμέδοντι τὰς ἡνίας αὐτὸς πολεμεῖ. ἦν οὖν τόπος τῶν ὅπλων τοῦ ἡνιόχου ἐν τῷ ἅρματι, ἵνʼ εἰ χρεία γένοιτο, μαχέσωνται.
Αἰνείας δʼ ἀπόρουσε σὺν ἀσπίδι δουρί τε μακρῷ:ὅλον συναπτέον τὸν στίχον, ὡς Νικάνωρ
συναπτέον ὅλον τὸν στίχον.
οἱ: ὅτι ἀντὶ τοῦ αὐτοῦ.
ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνε: ὅτι ἀπὸ τῶν τετραπόδων ἡ μεταφορά, πρὸς τὸ «ὃς Χρύσην ἀμφιβέβηκας».
ἀλκί: ἀλκί ὡς σαρκί, καὶ ἔστι κατὰ μεταπλασμὸν ἀπὸ τοῦ ἀλκή. τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ αὐτό φασιν· τοῖς γὰρ εἰς η παράκειται εἰς ις, ὡς «ἑορτή» καὶ ἑορτίς καὶ ἐν ὑπερθέσει ἔροτις ὤφειλε δὲ ἐκτείνειν τὸ ι. εἴτε ἀπʼ εὐθείας τῆς ἄλξ πεποίηται, ὡς οἴεται ὁ Ἀσκαλωνίτης. Τρύφων δὲ ἐν τῷ Περὶ τῆς ἀρχαίας ἀναγνώσεως φησὶν ὅτι Ἀρίσταρχος λέγει ὅτι ἔθος αὐτοῖς ἐστι λέγειν τὴν ἰωκὴν «ἰῶκα» καὶ τὴν κρόκην «κρόκα» καὶ τὴν ἀλκὴν ἄλκα ὡς σάρκα. εἰ δὲ σάρκα ὡς ἄλκα, καὶ ἀλκί ὡς σαρκί.
ἀλκί: ἐκ τοῦ ἄλκιμος ἐστὶ κατὰ ἀποκοπήν. τινὲς δὲ ἀπὸ τοῦ ἀλκίς Αἰολικοῦ. ἐγὼ δέ φημι κατὰ μεταπλασμὸν τοῦ η εἶναι, ἐπειδὴ καὶ τὸ μακρὸν εἰς βραχὺ μεταπέπλασται.
οἱ: ὅτι πάλιν ἀντὶ τοῦ αὐτοῦ.
ἰάχων: βαρύνειν δεῖ τὴν ἰάχων· ἐνεστῶτος γάρ ἐστι καὶ παρατατικοῦ. οὐ μέντοι περισπασθήσεται, ὡς οἴεται Τυραννίων. διδάσκει τὰ κινήματα· «ἡμεῖς δὲ ἰάχοντες»· εἰ γὰρ περιεσπᾶτο, ὡς νοοῦντες ἐγίνετο· «ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε», «τρὶς δʼ ἄϊεν ἰάχοντος». οὕτως οὖν καὶ τὸ «φθέγξομʼ ἐγὼν ἰάχουσα» ὀφείλομεν προπαροξύνειν.
σμερδαλέα ἰάχων: διὰ τῆς βοῆς ἀποτρέπων τοὺς ἐπιόντας ἢ πρὸς συμμαχίαν καλῶν.
ὁ δὲ χερμάδιον λάβε χερσίν Τυδείδης: φθάσας γὰρ τῷ δόρατι προὔτυψεν.
ἀποστέλλει τὸν λίθον, ὅτι φθάσας τὸ δόρυ προὔπεμψεν.
οἷοι νῦν βροτοί εἰσι: πολλῷ κατωτέρω τῶν ἡρωϊκῶν ἐστι· διὸ τῷ διαστήματι τοῦ χρόνου πιστοῦται τὰς ὑπεροχὰς τῶν ἡρώων.
ῥέα πάλλε: καὶ διὰ τοῦ ῥέα καὶ διὰ τοῦ πάλλε τὸ εὐμεταχείριστον ἐδήλωσεν.
κατʼ ἰσχίον—κοτύλην δέ τέ μιν καλέουσι: ἰσχίον τὸ πᾶν ὀστέον. κοτύλη τὸ κοῖλον τοῦ ὀστέου, ἔνθα ἡ κεφαλὴ τοῦ μηροῦ ἐνστρέφεται. ἰσχίον: τὸ ὑπὸ τὴν ὀσφὺν—κοιλότητα.
θλάσσε δέ οἱ κοτύλην: ἐδήλωσε, τί ἐστι κοτύλη.
ἄμφω ῥῆξε τένοντε: οὕτω τὰ τεταμένα νεῦρα, ὡς δύο τινῶν πλατέων νεύρων συνεχόντων τὴν κοτύλην.
ὦσε δʼ ἀπὸ ῥινόν: οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ἀναστραφήσεται ἡ πρόθεσις, ἐπεὶ τὸ ἑξῆς ἐστιν ἀπῶσε· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ.
ἔστη γνὺξ ἐριπών: ὅτι ἔστη ἀντὶ τοῦ ἔμεινεν ἐπὶ τὰ γόνατα πεσών.
τὸ δὲ ἔστη ἀντὶ τοῦ ἔμεινεν ἢ τὸ ἐριπὼν ἀντὶ τοῦ κατενεχθείς.
ἔστη γνὺξ ἐριπών: πιθανῶς οὐκ ἀνατρέπεται, ἀλλʼ οὕτω σχηματίζεται πρὸς τὸ εὐμετακόμιστον τῆς ἁρπαζούσης μητρός.
γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε: ὅτι οὐκ ὀρθῶς ἐπὶ Ἕκτορος λέγεται μετενεχθεὶς ἐντεῦθεν.
καί νύ κεν ἔνθʼ ἀπόλοιτο: καὶ ὁ χρόνος καὶ τὸ ῥῆμα ἐνήλλακται, ἀντὶ τοῦ ἀπώλετο ἄν.
καί νύ κεν ἔνθʼ ἀπόλοιτο: οὐχ ὡς καιρίας οὔσης τῆς πληγῆς πρὸς θάνατον, ἀλλʼ ἴσως δεύτερον τραῦμα ὑπὸ τῶν πολεμίων πληγείς. καὶ ἡ Ἀφροδίτη τοῦτο δέδοικε, «μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο». τὸ δὲ ἀπόλοιτο ἀντὶ τοῦ ἀπώλετο.
ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν—βελέων: οὐχ ἵνα μὴ τρωθῇ· πῶς γὰρ ἐνόμισεν ἄτρωτον τὸν ἑαυτῆς πέπλον εἶναι τιτρωσκομένων καὶ τῶν θεῶν; ἀλλʼ ὑπʼ οὐδενὸς αὐτὸν τῶν πολεμίων ὁραθῆναι θέλει· ὡς γὰρ αὐτοὶ οἱ θεοὶ τοῖς ἀνθρώποις εἰσὶν ἀφανεῖς, οὕτω καὶ ἡ ἐσθὴς αὐτῶν ἀόρατος. πῶς οὖν ἐπιφέρει «μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕληται» ἀπὸ τοῦ ἡγουμένου ἐδήλωσε τὸ ἑπόμενον· εἰ γὰρ ὤφθη, ἴσως ἂν ἐτρώθη, καὶ τρωθεὶς ἀπέθανεν. Διομήδης δὲ μόνος ἐπιδιώκει· τὴν ἀχλὺν γὰρ ἦν ἀφῃρημένος.
ἐχεύατο πήχεε λευκώ: τὸ τρυφερὸν τῆς θεοῦ διὰ τοῦ ἐχεύατο παρέστησεν.
πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν:ἔμπροσθεν δέ φησιν αὐτοῦ τὸν πέπλον ἐπέτασε πρὸς τὸ καλύψαι αὐτόν.
πρόσθε δέ οἱ: ἔμπροσθεν—κρύψῃ αὐτόν.
πτύγμα: πτύγμα δὲ τὸ περίσσευμα.
ἕρκος ἔμεν βελέων: ἕρκος ὡς ἀφανείας ποιητικόν.
ἕλοιτο: Ἀρίσταρχος ὄλοιτο.
οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων: τὸ σπουδαῖον Διομήδους τὸ περὶ τοὺς ἵππους ἐνέφηνε σπουδάζοντα ποιῶν τὸν ἡνίοχον.
συνθεσιάων: ὅτι ἰδίως συνθεσιάων ἀντὶ τοῦ ἐντολῶν.
νόσφιν ἀπὸ φλοίσβου: οὐκ ἀναστρεπτέον· δύναται γὰρ καὶ τῇ γενικῇ συντάττεσθαι καὶ σημαίνειν τὸ ἄποθεν, ἵνα ὅμοιον ᾖ τῷ «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος». ἢ καὶ παρέλκεται.
ἐξ ἄντυγος ἡνία τείνας: ἐξ οὐδενὸς γὰρ ἦν ἐᾶσαι αὐτοὺς ἐν τῷ πεδίῳ· ἵνα τε δοκῶσιν ὑπό τινος ἄγχεσθαι.
Αἰνείαο: ὅτι Ζηνόδοτος γράφει «αἰνείω». οὐκ ἔστι δὲ Αἰνείως ὡς Πετεώς.
ὃν περὶ πάσης: οὐκ ἀναστρεπτέον· κεῖται γὰρ ἀντὶ τῆς ὑπέρ. δεδήλωται δὲ ἡμῖν ἐν τῇ Α ἐντελῶς, ὁπότε διελαμβάνομεν περὶ τοῦ «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων».
ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη: ὁ μὲν Σθένελος ὡς Ἕλλην τὰ ψυχικὰ προτιμᾷ, οἱ δὲ βάρβαροι τὸν Δημοκόωντα «ὁμῶς Πριάμοιο τέκεσσι τῖον, ἐπεὶ θοὸς ἔσκε μετὰ πρώτοισι μάχεσθαι».
νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐλαύνειν: ὅπως ἠθάδες αὐτῶν γένωνται· ἀπειρόκαλον γὰρ τὸ εὐθέως ἐναβρύνεσθαι τοῖς ἀλλοτρίοις ὡς Ἕκτωρ
αἶψα δὲ Τυδεΐδην μέθεπε κρατερώνυχας ἵππους:ὅτι Ζηνόδοτος γράφει «κρατερωνύχεσʼ ἵπποις». βίαιος δʼ ἔφη συναλιφή. τὸ δὲ ἑξῆς ἐστιν· αἶψα δὲ Τυδείδην μέθεπε τοὺς ἵππους, τουτέστι κατόπιν ἐλαύνειν.
αἶψα δὲ Τυδείδην μέθεπε—ἵππους: ἐπὶ Τυδείδην εἰ πρόεστιν ἤλαυνεν. ἢ ἀντὶ τοῦ μετεδίωκεν.
Κύπριν: οἱ μὲν τὴν ἐπιθυμίαν, οἱ δὲ τὴν βαρβαρικὴν ἀφροσύνην αὐτὴν εἶναι λέγουσιν.
γινώσκων ὅτʼ ἄναλκις ἔην θεός: οὐ διὰ τοῦτο ἐδίωκεν, ἀλλὰ διὰ τὴν τῆς Ἀθηνᾶς ἐντολήν. ἐγίγνωσκε δὲ ὅτι τούτου χάριν ἐκείνη ἐπέτρεπεν αὐτὴν τρωθῆναι.
πόλεμον κατακοιρανέουσιν: ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται κατὰ πόλεμον. δύναται δὲ ἔμφασις γενέσθαι, εἰ συνάπτοιτο τῷ κοιρανέουσιν ὡς «ἀνακοιρανέοντα» καὶ ἔστιν ὅμοιον τὸ «Ἰθάκην κατακοιρανέουσιν».
ἔμφασιν σημαίνει ἡ κατά, εἰ συνάπτοις τῷ κοιρανέουσιν.
οὔτε πτολίπορθος Ἐνυώ: ὅτι πολεμικὴ ἡ θεός.
Ἐνυώ: ἀνθρωποπαθῶς πέπλασται ὡς Δεῖμος καὶ Ἔρις. εἰ δὲ ἦν θεός, ποῦ ἦν ἐν τῇ θεομαχίᾳ; Ἐνυὼ δὲ παρὰ τὸ ἐναύειν, ὃ σημαίνει τὸ ἐμφωνεῖν. τινὲς δὲ παρὰ τὸ ἔνω, ὅ ἐστι φονεύω, ἔνθεν καὶ αὐτοέντης. παρʼ αὐτῆς δὲ καὶ ὁ Ἐνυάλιος.
Ἐνυώ: κακῶς ὅσοι δασύνουσι τὸ υ τοῦ Ἐνυώ· ἄμεινον γὰρ ψιλοῦν. ἀναπέπλασται γὰρ πολεμικὴ θεός, ἧς οἱ νεώτεροι —μητρωνυμικῶς.
ἀλλʼ ὅτε δή ῥʼ: τὸ πλῆρές ἐστι δή ῥα, οὐχ ὡς οἴεται ὁ Ἀσκαλωνίτης ὅτι τὸ δή ἐπλεόνασε τῷ ρ· διὸ βαρύνει.
ἀλλʼ ὅτε δή ῥʼ ἐκίχανε πολὺν καθʼ ὅμιλον ὀπάζων:μέμνηται ἑαυτοῦ ὁ ποιητής· εἶπε γὰρ «ὑπεξέφερεν πολέμοιο». προκόψασαν οὖν μεταθέων αὐτὴν κατέλαβεν. ὀπάζων: ἡ λέξις αὕτη πλείονα—καθʼ ὅμιλον ὀπάζων.
ἔνθʼ ἐπορεξάμενος—μετάλμενος ὀξέϊ δουρί: τοῦτο πρὸς τὸ μέγεθος τῆς θεοῦ· καὶ ἐπάλμενος γὰρ μόγις τὴν ἄκρην χεῖρα ἔτρωσεν, ὅτι μετέωρος ἦν ἡ θεός. νῦν δὲ οὐκ ἐνεργεῖ ἡ Ἀθηνᾶ· εὐτελὴς γὰρ ἡ Ἀφροδίτη. ἔοικε δὲ Διομήδης ἐπιθυμίας ἅμα καὶ θυμοῦ κρατεῖν, Ἄρεως καὶ Ἀφροδίτης.
ἀβληχρήν: ἀβληχρὸν τὸ ἰσχυρόν, οἱ δὲ τὴν εὐώνυμον.
βληχρὸν τὸ ἰσχυρόν καὶ στερήσει τοῦ α ἀβληχρόν. οἶδε δὲ τὴν εὐώνυμον ἐνταῦθα χεῖρα.
εἶθαρ: τινὲς κατʼ ἰθὺ ἢ ἀντὶ τοῦ ταχύ. ἀντετόρησε δὲ χροός ἀντὶ τοῦ τὸν χρόα διέτρησεν.
τὸ δὲ εἶθαρ οἱ μὲν τὸ εὐθύς, οἱ δὲ τὸ κατʼ ἰθύ, ὃ καὶ ἄμεινον. ἀντετόρησε δὲ τὸν χρόα δηλονότι διέτρησεν.
ἀμβροσίου διὰ πέπλου: καὶ πῶς αὐτὸν προβάλλεται; οὐχ ὡς ἄτρωτον, ἀλλʼ ὡς ἀφανείας ποιητικόν. Διομήδης δὲ ὁρᾷ αὐτὸν ὑπὸ Ἀθηνᾶς συνεργούμενος.
πρυμνὸν ὕπερ θέναρος: ὑπὲρ τὸ ἔσχατον τοῦ θέναρος εἰς τὴν πρὸς τὸν καρπὸν συνάφειαν. θέναρος δὲ τὸ τῆς χειρὸς κοῖλον.
ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο: ἔρρεε δὲ τῆς θεοῦ ὁ ἰχὼρ ὡς αἷμα· λείπει γὰρ τὸ ὥς, ὡς «Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον».
ῥέε δʼ ἄμβροτον αἷμα θεοῖο: καταχρηστικώτερόν ἐστι τὸ ῥέεν, ὡς τὸ «νέκταρ ἐῳνοχόει».
ἰχώρ: οὐχ οἷον ἡμεῖς οἴδαμεν, ἀλλʼ ἄλλης τινὸς οὐσίας παρὰ τὸ αἷμα· διὸ καὶ ἐπήγαγεν· οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.
οὐ γὰρ σῖτον ἔδουσʼ, οὐ πίνουσʼ αἴθοπα οἶνον: καὶ μὴν πολλὰ τῶν ζῴων οὐ σῖτον ἔδουσιν, οὐ πίνουσιν οἶνον καὶ οὔτε ἄναιμα οὔτε ἀθάνατά εἰσιν. δεῖ τοίνυν προσυπακούειν τῷ οὐ σῖτον, ἀλλʼ ἀμβροσίαν, οὐ πίνουσιν οἶνον, ἀλλὰ νέκταρ.
τοὔνεκʼ ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται:ἀναίμονες μέν, ἐπεὶ οὐ τρέφονται, ἀθάνατοι δέ, ὅτι ἀναίμονες· ὁ γὰρ θάνατος ψύξει τοῦ θερμοῦ γίνεται.
ἡ δὲ μέγα ἰάχουσα: Τυραννίων προπερισπᾷ τὸ ἰάχουσα, κακῶς.
καὶ τὸν μὲν μετὰ χερσὶν ἐρύσατο Φοῖβος Ἀπόλλωνκυανέῃ νεφέλῃ: ἢ τῇ μετὰ χερσὶ νεφέλῃ· ἢ πρῶτον χερσίν, ἔπειτα νεφέλῃ.
εἶκε, Διὸς θύγατερ: προπαρασκευάζει μηκέτι φανῆναι αὐτὴν ἐν τῇ θεομαχίᾳ.
ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας: τινὲς ἀναφέρουσιν ἐπὶ τὴν Ἑλένην.
εἰ δὲ σύ γʼ ἐς πόλεμον: ἔν τισι γράφεται «εἰ δὲ καὶ ἐς πόλεμον».
ἀλύουσα: ψιλωτέον τὸ ἀλύουσα· παρὰ γὰρ τὴν ἄλην γέγονεν· οἱ γὰρ λυπούμενοι ἐν πλάνῃ ἔχουσι τὴν ψυχήν, ὁμοίως καὶ οἱ λίαν χαίροντες. ὁ δὲ Ἀσκαλωνίτης δασύνει «ἁλύεις» τὸ ἐπιχαίρεις. τὸ δὲ ἀλύουσα ἀντὶ τοῦ λύσιν οὐχ εὑρίσκουσα τῶν δεινῶν· διὸ οὐδὲ φθέγγεται.
τὴν μὲν ἄρʼ Ἶρις ἑλοῦσα: ὡς κοινῶς ἅπασι τοῖς θεοῖς ὑπηρετοῦσα ἢ ὡς ἐρωτική. οὐκ ἀπέστη δὲ ἀφʼ οὗ «Τρωσὶν ἄγγελος ἦλθεν».
εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα: καὶ ἐπὶ Ἕκτορος «ἐπεί ῥα μάχης ἐπʼ ἀριστερά» τοῦ ναυστάθμου.
ἠέρι δʼ ἔγχος ἐκέκλιτο: ἔγχος ἀπὸ μέρους τὸ πᾶν. τὸ δὲ ἐκέκλιτο ἀπὸ τοῦ κλίνω· καὶ «σάκεʼ ὤμοισι κλίναντες» καὶ «στήλῃ κεκλιμένος ἀνδροκμήτῳ».
ἡ δὲ γνὺξ ἐριποῦσα—ᾔτεεν ἵππους: διαστολὴ εἰς τὸ ἐριποῦσα, καὶ τὸ ἑξῆς κασιγνήτοιο ἵππους. οἰκεῖον δὲ τὸ γνύξ τῇ ἀνάλκιδι ὡς τὸ «ἡ δʼ ἐν γούνασι πῖπτε Διώνης».
πολλὰ λισσομένη χρυσάμπυκας ᾔτεεν ἵππους: οὐκ εὖ, φασὶν ἔνιοι, πρόσκειται τὸ πολλά· καὶ γὰρ ἐραστὴς καὶ ἀδελφός, καὶ τοῖς αὐτοῖς βοηθεῖ. ῥητέον δὲ ὅτι τὸ γυναικεῖον καὶ ἀσθενὲς ἐμφαίνει ἡ πολλὴ δέησις καὶ τὸ γονυπετεῖν ἄμπυξ δέ, ᾧ τὰς τρίχας περιλαμβάνουσιν.
ἡ δʼ ἐν γούνασι πῖπτε Διώνης—κατέρεξεν: βιωτικὰ ταῦτα, τὸ καὶ τοὺς προβεβηκότας τῶν παίδων ὡς μικροὺς ὑπὸ τῶν γονέων θωπεύεσθαι. διὰ δὲ τὸ τρυφερὸν τῆς δαίμονος πῖπτεν εἶπεν, ἅμα δὲ καὶ τὴν ἐκ τοῦ τραύματος παρειμένην ἐμφῆναι θέλων.
τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων:φίλον Οὐρανιώνων ἢ τίς Οὐρανιώνων.
μαψιδίως: ἴδιον γονέων ἀδικοῦσι παισὶν ὑπερασπίζειν.
ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ: οἷον ἐν ὄψει ἀδικοῦσαν.
ὑπέρθυμος: ἀλόγιστος καὶ μεστὸς θυμοῦ.
οὕνεκʼ ἐγὼ φίλον υἱόν: ηὔξησε τὸ θράσος Διομήδους εὔλογον ἔχουσα τὴν αἰτίαν.
ἀλλʼ ἤδη Δαναοί γε καὶ ἀθανάτοισι μάχονται: ὡς Τρωσὶ βοηθοῦσα κοινοποιεῖται τὸ πταῖσμα, καὶ ἵνα μὴ δοκῇ μόνη ἀδικεῖσθαι.
ἐξ ἀνδρῶν, χαλέπʼ ἄλγεʼ ἐπʼ ἀλλήλοισι τιθέντες:τινὲς συνάπτουσιν, ἵνʼ ᾖ διʼ ἀνδρῶν ἀλλήλους κακοποιοῦντες.
τλῆ μὲν Ἄρης: ἐπίτηδες μύθους συλλέξας Διώνῃ περιτίθησιν ὁ ποιητής, διʼ ὧν τῆς οἰκείας ἀπολύεται βλασφημίας ὡς οὐ καινίσας, ἀλλὰ παλαιαῖς παραδόσεσι πεισθείς. οὐδὲν δὲ ἄτοπον τοὺς Ποσειδῶνος δῆσαι Ἄρεα
τλῆ μὲν Ἄρης: Ἀδώνιδος τοῦ Κινύρου ἐρασθεῖσα Ἀφροδίτη καὶ τὸν φθόνον ὑφορωμένη παρέθετο τοῖς περὶ Ὦτον καὶ Ἐφιάλτην, οἳ θέσει μὲν ἦσαν Ἀλωέως, φύσει δὲ Ποσειδῶνος καὶ Ἰφιμεδείας. τοῦτον θηρολετοῦντα ἐν τῷ Λιβάνῳ τῆς Ἀραβίας ἀναιρεῖ Ἄρης. οἱ δὲ ὀργισθέντες ἐπὶ τρισκαίδεκα μῆνας ἀποκλείσαντες τὸν Ἄρεα εἶχον ἐν εἱρκτῇ. ἡ δὲ τούτων μητρυιὰ Ἠερίβοια, ἡ Εὐρυμάχου τοῦ Ἑρμοῦ, ἀπήγγειλεν Ἑρμῇ. ὁ δὲ καὶ ταύτῃ χαριζόμενος καὶ τῇ Ἥρᾳ κλέπτει τὸν Ἄρεα. ὁ δὲ φυγὼν ἧκεν εἰς Νάξον καὶ κατέκρυψεν ἑαυτὸν εἰς τὴν σιδηροβρῶτιν καλουμένην πέτραν. ἐκεῖνοι δὲ ἐρασθέντες τῶν Ἥρας καὶ Ἀρτέμιδος γάμων ἀλλήλους ἐν κυνηγεσίοις ἀπέκτειναν· κατὰ πρόνοιαν γὰρ Ἀρτέμιδος ἔλαφος διὰ μέσου αὐτῶν διῆλθε, καθʼ ἧς ῥίψαντες ἄμφω ἀλλήλους διεχρήσαντο.
καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης: ἢ ὑπερβολικῶς εἶπεν, ἢ ἀντὶ τοῦ ἀφανὴς ἐγένετο, ὥσπερ φαμὲν «ἀπόλωλεν ὁ παῖς».
ἀπόλοιτο: ἀντὶ τοῦ ἀπώλετο.
ἆτος: ἀκόρεστος.
τλῆ δʼ Ἥρη—κῆδε δὲ θυμόν: φιλόσοφος Ἡρακλῆς καὶ σοφίας οὐρανίου μύστης, ὃς ὡσπερεὶ κατὰ βαθείας δεδυκυῖαν ἀχλύος φιλοσοφίαν ἐφώτισε. τὸν θολερὸν τοίνυν ἀέρα καὶ πρὸς τὴν ἑκάστου διάνοιαν ἐπαχλύοντα πρῶτος Ἡρακλῆς θείῳ διήρθρωσε λόγῳ τὴν ἑκάστου τῶν ἀνθρώπων ἄνοιαν πολλαῖς νουθεσίαις κατατρώσας· ὅθεν ἀπὸ γῆς εἰς οὐρανὸν ἀφίησι τὰ βέλη· πᾶς γὰρ φιλόσοφος ἐν ἐπιγείῳ σώματι πτηνὸν ὥσπερ τι βέλος τὸν νοῦν εἰς τὰ μετέωρα διαπέμπεται. διὰ δὲ τοῦ τριγώνου βέλους ἡ τριμερὴς ἡμῖν φιλοσοφία δεδήλωται. μετὰ δὲ Ἥραν τοξεύει Ἅιδην· οὐδεὶς γὰρ ἄβατος φιλοσοφίᾳ χῶρος, ἀλλὰ μετὰ τὸν οὐρανὸν ἐζήτηκε τὴν κατωτάτω φύσιν· διὸ καὶ ἀνεληλυθέναι τὸν Ἅιδην φησί, μόνον οὐχὶ συνάπτων ἄμφω τὰς γνώσεις· καὶ τὸν ἀλαμπῆ πᾶσιν ἀνθρώποις τόπον ὁ τῆς φιλοσοφίας ὀϊστὸς εὐστόχως βληθεὶς διευκρίνησεν.
τλῆ δʼ Ἥρη—λάβεν ἄλγος: οἱ μὲν ἐν τῇ πρὸς Πυλίους μάχῃ, οἱ δὲ διὰ τὸ μὴ ἐᾶσαι αὐτὴν νήπιον ὄντα σπάσαι τὸν ἴδιον μαζόν. διὰ μειζόνων δὲ προσώπων παρεμυθήσατο τὴν Ἀφροδίτην.
ἡ δὲ ἱστορία ὅτι ἐν τῇ πρὸς Πυλίους μάχῃ αὐτὴν ἔτρωσεν. οἱ δέ φασιν ὅτι, διότι νήπιον ὄντα οὐκ εἴασεν αὐτὸν σπάσαι τὸν ἴδιον μαζόν, ἔτρωσεν αὐτήν. διὰ μειζόνων δὲ προσώπων παραμυθεῖται ἀφροδίτη.
τότε καί μιν: ἐν τῇ ἑτέρᾳ «τότε κέν μιν».
τλῆ δʼ Ἀΐδης—ὀδύνῃσιν ἔδωκεν: φασὶν Ἡρακλέα ἐπιταχθέντα ὑπὸ Πλούτωνος ἄνευ ἀσπίδος καὶ σιδήρου χειρώσασθαι τὸν Κέρβερον, τῇ μὲν δορᾷ χρήσασθαι ἀντὶ ἀσπίδος, τοῖς δὲ βέλεσι λιθίνας ἀκίδας κατασκευάσαι. μετὰ δὲ τὴν νίκην πάλιν ἐναντιουμένου τοῦ θεοῦ τὸν Ἡρακλέα ὀργισθέντα τοξεῦσαι αὐτόν.
ἐν Πύλῳ ἐν νεκύεσσι: Ἀρίσταρχος «πύλῳ» ὡς «χόλῳ» καὶ ἑσπέρῳ. ἀλλὰ πληθυντικῶς ἀεὶ λέγει· «ὠΐγνυντο πύλαι», «πύλας Ἀΐδαο». ἐν τῇ Πύλῳ οὖν φησιν.
κῆρ ἀχέων, ὀδύνῃσι πεπαρμένος: κατὰ μέτρον ἡ ἀνάπαυσις.
τῷ δʼ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσωνἠκέσατʼ: πρὸς τὸ πεῖσαι τὴν θυγατέρα ἐναργῶς περὶ τοῦ πλήγματος διαλέγεται. οὐκ ἀναστρεπτέον δὲ τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.
οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· τῷ γὰρ ἑξῆς συντέτακται.
τῷ δʼ ἐπὶ Παιήων—ἐτέτυκτο: ηὔξησε τὴν ἰατρικήν, εἴγε καὶ θεοὶ δέονται αὐτῆς. παραμυθεῖται δὲ τὴν παῖδα ὡς οὐδὲν ἐκ τῆς πληγῆς πεισομένην. διάφορος δὲ παρʼ Ἀπόλλωνα ὁ Παιήων.
καταθνητός: περισσὴ ἡ κατα.
ὀβριμοεργός: Ἀρίσταρχος «αἰσυλοεργός».
ὃς οὐκ ὄθετʼ: διὰ τοῦ τ «ὅτʼ οὐκ ὄθετʼ».
ὃς τόξοισιν ἔκηδε θεούς: οὐκ οἶδεν αὐτὸν ῥοπάλῳ χρώμενον. τὸ δὲ ἔκηδε ἀντὶ τοῦ ἐκάκου.
οὐδέποτε οἶδεν ὁ ποιητὴς Ἡρακλέα ῥοπάλῳ χρώμενον.
σοὶ δʼ ἐπὶ τοῦτον ἀνῆκε—Ἀθήνη: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἀνῆκε συντέτακται. οὐχ ὑπὸ θνητοῦ δὲ τέτρωται, ἀλλʼ ὑπὸ θεοῦ ἰσοτίμου. καὶ ὁ ὑπηρετήσας δὲ οὐκ ἀβλαβὴς ἐκφέρεται
νήπιος, οὐ δὲ τὸ οἶδε κατὰ φρένα Τυδέος υἱός: ἡδὺ τὸ τῆς ἐξαλλαγῆς. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
μάλʼ οὐ δηναιός: οὐ μάλα δηναιός. εἰς εὐσέβειαν δὲ ἡμᾶς διὰ τούτων παρακαλεῖ.
δηναιός: πολυχρόνιος.
οὐδέ τί μιν παῖδες ποτὶ γούνασι παππάζουσιν:λανθάνει τὸ ταπεινὸν τῆς λέξεως καὶ διὰ τὸ λέγον πρόσωπον καὶ διὰ τὸ ἀκοῦον· οὐ γὰρ ἐξ ἄρσενος λέγεται, οὐχ ἥρωος, οὐ θεοῦ, ἀλλʼ ὑπὸ θεᾶς καὶ μητρὸς καὶ ἐναγκαλισαμένης τὴν παῖδα.
οὐδέ τί μιν: διχῶς, καὶ «οὐδέ τέ μιν». σεμνύνει δὲ τὴν παιδοποιΐαν, τοὺς ἀσεβοῦντας κολάζεσθαι λέγων ἀτεκνίᾳ. εἰ δὲ λέγοις καὶ μὴν «τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργει», ἴσθι ὡς οἱ ἑταῖροι ὑπέστρεψαν, οὐ Διομήδης.
παππάζουσιν: πατέρα καλοῦσιν.
μή τίς οἱ ἀμείνων σεῖο μάχηται: περὶ Ἄρεος προλέγει.
μὴ δὴν Αἰγιάλεια: ἄμεινον τὸ δήν χρονικὸν ἐπίρρημα ἐκδέχεσθαι, ἵνʼ ᾖ τὸ ἑξῆς οὕτως· μὴ ἀμείνων σεῖό τις ἀντιμάχηται καὶ μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτῷ ἡ γυνὴ θρηνοῦσα.
τὸ δὲ δήν ἄμεινον εἶναι χρονικὸν ἐπίρρημα, ἵνʼ ᾖ τὸ ἑξῆς οὕτω· φραζέσθω, μή πώς τις αὐτῷ ἀμείνων σεῖο μάχηται καὶ μὴ δήν, ὅ ἐστιν ἐπὶ πολύ, μείνῃ αὐτὸν ἡ γυνὴ θρηνοῦσα.
μὴ δὴν Αἰγιάλεια: φασὶν Αἰγιάλειαν τὴν νεωτέραν τῶν Ἀδρηστίδων γυναῖκα Διομήδους οὖσαν σφόδρα αὐτὸν ἐπιποθεῖν καὶ ἀπολοφύρεσθαι καὶ κατὰ τὰς νύκτας. ὕστερον δὲ κατὰ μῆνιν Ἀφροδίτης πάσῃ τῇ νεολαίᾳ τῶν Ἀργείων αὐτὴν συγκωμάσαι, ἔσχατον δὲ καὶ σθενέλῳ τῷ κομήτου, ὃς ἦν ὑπὸ Διομήδους πιστευθεὶς τὰ κατʼ οἶκον. ἥκοντα δὲ αὐτὸν μέλλων ἀνελεῖν ἐφείσατο διὰ τὸ καταφυγεῖν εἰς τὸν τῆς Ἀθηνᾶς βωμόν· ὅθεν αὐτὸν φυγόντα φασὶν ἥκειν εἰς ἰβηρίαν κἀκεῖ, ὡς μέν τινες, δολοφονηθῆναι ὑπὸ Δαύνου τοῦ βασιλέως, ὡς δὲ ἔνιοι, ἀπολέσθαι ὑπὸ Ἰουνίου τοῦ Δαύνου παιδὸς ἐν κυνηγεσίοις· ὅθεν αὐτὸν μὲν ἀπεθέωσεν Ἀθηνᾶ, τοὺς δὲ ἑταίρους εἰς ἐρωδιοὺς μετέβαλεν. τὸν Κομήτου πόθον Αἰγιαλείας οὐκ οἶδεν ὁ ποιητής.
μὴ δὴν Αἰγιάλεια—ἐγείρῃ: βουλευέσθω, μή πως ἡ Αἰγιάλεια ποθοῦσα αὐτόν, ἀκούσασα δὲ τὴν αὐτοῦ ἀπώλειαν, θρηνοῦσα ἐκ τοῦ ὕπνου τοὺς οἰκείους ἀνεγείρῃ. οὐκ οἶδε δὲ ὁ ποιητὴς τὸν τοῦ Κομήτου πόθον.
μὴ δὲ ἐὰν ἀπολομένου αὐτοῦ, φησί, τοὺς οἰκείους ἀνεγείρῃ θρηνοῦσα αὐτὸν ἡ γαμετή· τὸν γὰρ Κομήτου πόθον οὐκ οἶδεν.
οἰκῆας: τοὺς ἐν οἴκῳ τρεφομένους.
τὸν ἄριστον Ἀχαιῶν: ἐν εἰρωνείᾳ, τὸν φρόνημα ἔχοντα ὅτι ἄριστός ἐστιν. ἢ ὡς αὐτὴ λέξει θρηνοῦσα. ἢ καὶ πρὸς παραμυθίαν τῆς Ἀφροδίτης λέγεται ὅτι ὁ τρώσας αὐτὴν ἄριστός ἐστιν.
ἦ ῥα, καὶ ἀμφοτέρῃσιν ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ: ἡ Ἀριστάρχου ἑνικῶς, ἡ Ζηνοδότου «χερσίν». Ἀττικῶς δὲ τὸ ἰχῶ. τὸ δὲ ὀμόργνυ ἀντὶ τοῦ ἀπέψησεν.
ἀπʼ ἰχῶ χειρὸς ὀμόργνυ: Ἀττικόν ἐστι κατὰ ἀποκοπὴν τοῦ ρ καὶ α, ἢ κατὰ συναίρεσιν, ἰχῶρα ἰχῶ. ἡ δὲ ἀπό πρὸς τὸ ὀμόργνυ ἢ πρὸς τὸ χειρός.
ἄλθετο χείρ: ἔδειξεν ἐπὶ ποίῳ τραύματι ἤσχαλλεν Ἀφροδίτη, ὅπου οὐκ ἐδέησεν ἰατροῦ. καὶ ὅτι τὸ λάλον ἐνδείκνυται τῶν γυναικῶν, πῶς καὶ τὰ δοκοῦντα μικρὰ μεγάλα διὰ τὸ λάλοι εἶναι ποιοῦσιν. ἄλθετο δὲ τὸ ὑγιοῦτο, ἐκ τοῦ ἄλθω τὸ αὔξω· τὰ γὰρ ὑγιῆ καὶ αὔξεται.
κερτομίοις ἐπέεσσι Δία Κρονίδην ἐρέθιζον: ἐπεὶ ἐκερτόμησεν αὐτὰς ὁ Ζεὺς «δοιαὶ μὲν Μενελάου», τρωθείσης Ἀφροδίτης ἀντικερτομοῦσι τὸν Δία. τοῦτο καὶ ὁ Ζεὺς συνεὶς ἐμειδίασεν. ἅμα δὲ τὴν κατὰ Διομήδους ὀργὴν μαλάσσουσιν, ἃ μέλλουσι κατηγορεῖσθαι, ταῦτα προδιασύρουσαι.
τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη: εὖ τὸ τῇ Ἀθηνᾷ τὴν εἰρωνείαν περιθεῖναι· ἡ γὰρ Ἥρα μείζονος ἀξιώματός ἐστιν.
ἦ μάλα δή τινα Κύπρις—κατεμύξατο χεῖρα ἀραιήν: ὡς προκαταρχούσης τῆς εἰς Ἑλένην ὕβρεως. διὰ δὲ τοῦ κατεμύξατο λεληθότως ἀπολογεῖται.
καταμύξατο χεῖρα ἀραιήν: διὰ τοῦ α Ἀρίσταρχος καταμύξατο. τὸ δὲ χεῖρα ἀραιήν πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ.
πρὸς τὸ ἀσθενὲς τῆς πληγῆς. Ἀρίσταρχος δὲ τὸ ἀραιήν ἐπὶ μὲν τοῦ ἀσθενῆ δασύνει, ἐπὶ δὲ τοῦ ἐπιβλαβῆ ψιλοῖ. τὸ δὲ κατεμύξατο «καταμύξατό» φησι διὰ τοῦ α.
οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα: τὸ «γνῶθι σαυτόν» φησιν. οὐδὲν δέ φησιν· οἶδε γὰρ αὐτὴν τὴν αἰτίαν ἔχουσαν διὰ τὴν ἁρπαγὴν Ἀλεξάνδρου, ἣν ταῖς αὐτῆς βουλαῖς ἐποιήσατο· διὸ οὐδὲ αὐτὴ φθέγγεταί τι ὡς ἡμαρτηκυῖα, ἀλλὰ μᾶλλον ἀσκεῖ σιωπήν. πᾶς γὰρ ἁμαρτὼν ἀνταιρεῖν οὐ δύναται.
ἔργα γάμοιο: τὰ περὶ τὸν ἔρωτά φησι καὶ τοὺς ἐργαζομένους τὸν γάμον, ἐπεί τοι Ἥρα ζυγία ἐστίν.
ταῦτα δʼ Ἄρηϊ θοῷ: καὶ πῶς ὕστερον ὑβρίζει αὐτόν; ὅτι τὸ δίκαιον ὑπερέβαινεν, οὐ βοηθῶν, ἀλλὰ καὶ αὐτουργῶν κατὰ τῶν Ἀχαιῶν· Περίφαντα γοῦν ἀπέκτεινεν
ἀλλʼ ὁ γὰρ οὐδὲ θεὸν μέγαν ἅζετο: οὐδὲν πράσσει, δεικνὺς ὡς οὐδὲ τὸ κατὰ Ἀφροδίτην αὐτοῦ ἦν.
ἐστυφέλιξε: ἔρριψεν.
χαμαὶ ἐρχομένων: πρὸς τὰ πτηνὰ ἡ σύγκρισις τὰ διὰ τοῦ ἀέρος πορευόμενα.
ἀνεχάζετο τυτθὸν ὀπίσσω: ἐμφαίνει τὴν ἀρετὴν Διομήδους διὰ τοῦ τυτθόν. ἐπὶ δὲ Πατρόκλου «πολλὸν ὀπίσσω»· ὑπʼ οὐδενὸς γὰρ θεοῦ βοηθεῖται καὶ τὸν Ἀπόλλωνα δέδοικεν.
τυτθόν: Ἀρίσταρχος τυτθόν, οὐ «πολλόν».
ἀλευάμενος: οὕτως Ἀρίσταρχος διὰ τοῦ ο.
Περγάμῳ ἐν ἱερῇ, ὅθι οἱ νηός γʼ ἐτέτυκτο: καὶ Ἀθηνᾶς δὲ ἦν αὐτόθι ναός· «νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα».
ἤτοι τὸν Λητώ τε καὶ Ἄρτεμις—ἀκέοντο: θεοὺς γὰρ εἰς ἀνθρώπους πάντα πράσσειν πέφυκεν.
κύδαινόν τε: λόγῳ παρεμυθοῦντο. ἀκολούθως δὲ τοῖς ἰατρικοῖς παραγγέλμασι τοὺς τραυματίας λόγῳ θεραπεύει· ἄλλως τε καὶ Ἀφροδίτης ἦν υἱὸς καὶ τῶν Τρώων ἄριστος μεθʼ Ἕκτορα.
αὐτὰρ ὁ εἴδωλον—τοῖον: εἴδωλον μὲν ἄκουε πᾶν τὸ δημιούργημα τοῦ κόσμου, ὅπερ τύπος ὂν τοῦ ὄντως ὄντος ὑπὸ πάντων μὲν τῶν ἐγκοσμίων θεῶν κοσμεῖται, προηγουμένως δὲ ὑπὸ τοῦ Ἡλίου, ὅς ἐστιν ἡγεμὼν παντὸς γεννητοῦ τε καὶ ὁρατοῦ. οὐδὲν δὲ ἧττον Αἰνείου ἐστὶ τὸ εἴδωλον, υἱοῦ Ἀφροδίτης καὶ Τρωός, ὅ ἐστι τὸ ἐγχώριον κάλλος· πᾶν γὰρ ἐξ Ἀφροδίτης κάλλος ἐστι, περὶ ὃ αἱ ὑλικώτεραι τῶν ψυχῶν οὐκ ἀπαλλάσσονται συντριβόμεναι.
αὐτὰρ ὁ εἴδωλον τεῦξε—τοῖον: ἵνα φιλοτιμοτέρως μάχωνται Τρῶες τὸ πτῶμα σῶσαι θέλοντες.
ἀμφὶ δʼ ἄρʼ εἰδώλῳ … δῄουν ἀλλήλων: καὶ πῶς Διομήδης οὐ μηνύει τοῖς Ἀχαιοῖς ὅτι εἴδωλον ἦν; ἀφῄρηται γὰρ τὴν ἀχλύν· «ὄφρʼ εὖ γινώσκῃ θεὸν ἠδὲ καὶ ἄνδρα». ῥητέον ὅτι τὸ εἴδωλον ἀμφοῖν ἐστέρηται.
λαισήϊα: οἱ μὲν τοὺς ἐπιμήκεις θυρεούς, οἱ δὲ ἐκ τριχωδῶν δερμάτων γεγονότα, οἱ δὲ παρὰ τὸ λάσια αὐτὰ εἶναι. ἢ λαισήϊα τὰ τῇ λαιᾷ φερόμενα.
θοῦρον Ἄρηα προσηύδα Φοῖβος: φυλάσσεται μὲν αὐτὸς τὴν πρὸς Ἀθηνᾶν ἔχθραν, πείθει δὲ τὸν ἀλλοπρόσαλλον.
μάχης ἐρύσαιο: λείπει ἡ ἔξ.
Κύπριδα μὲν πρῶτα: τὴν ἐρωμένην σοι.
Τρῳὰς δὲ στίχας: ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστίζειν εἰς τὸ στίχας. εἰ δὲ γράφει τρωὰς ἢ εἰς τὸ στίχας ὑποστικτέον, ἵνʼ ᾖ Τρῶας ἀντὶ τοῦ Τρώων, ὡς «ἐρινεὸν τάμνε νέους ὄρπηκας» ἢ εἰς τὸ δέ ὑποστικτέον, ἵνʼ ᾖ τὸ ἑξῆς Τρῶας ὤτρυνε τὰς στίχας μετελθών.
ἀντὶ τοῦ Τρωϊκάς· καὶ δεῖ ὑποστίζειν εἰς τὸ στίχας. εἰ δὲ γράφει «Τρῶας», ὑποστικτέον εἰς τὸν δέ, ἵνʼ ᾖ τὰς δὲ στίχας — ἤτοι τάξεις — ὁ οὖλος Ἄρης μεταβὰς τοὺς Τρῶας ὤτρυνεν.
Τρῳὰς δὲ στίχας: ἐν τῇ Σινωπικῇ καὶ Κυπρίᾳ καὶ Ἀντιμάχου Τρῳάς εἶχε σὺν τῷ ι, ὡς «ἵππους δὲ Τρῳούς». ἡ μέντοι κοινή, ᾗ συντίθεται καὶ ὁ Ἀσκαλωνίτης, «Τρῶας» ὡς Κᾶρας· καὶ τὸ ἑξῆς οὕτω· Τρῶας δὲ Ἄρης ὤτρυνε, στίχας μετελθών, ἀντὶ τοῦ ὑπερβὰς τὰς τάξεις. ἢ οὕτω· τοὺς Τρῶας μετελθὼν ὁ Ἄρης τὰς στίχας ὤτρυνεν.
εἰδόμενος … ἡγήτορι Θρῃκῶν: τιμᾶται γὰρ ὁ θεὸς παρὰ Θρᾳξίν.
ἐς τί ἔτι: τὸ ἔς ἀντὶ τοῦ ἕως, τὸ δὲ τί ἀντὶ τοῦ τίνος· διὸ καὶ εἰς τὸ τί ἡ ὀξεῖα. καὶ ἔστι πρόθεσις ἀντὶ ἐπιρρήματος. τὸ πᾶν οὖν ἕως τίνος.
ἢ εἰσόκεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται:ὅμοιόν ἐστι τῷ «ἢ μένετε Τρῶας». «ποιητοῖσι» δὲ Ἀρίσταρχος, Ζηνόδοτος δὲ ποιητῇσι.
κεῖται ἀνὴρ—Ἀγχίσαο: οὐκ ἀγνοῶν τὰ περὶ αὐτοῦ τοῦτο λέγει, ἀλλὰ παρορμῶν.
υἱὸς … Ἀγχίσαο: εὖ τὸ μὴ Ἀφροδίτης νῦν φάναι, ἀλλʼ Ἀγχίσου, ἵνα ἐμφανῇ ὅτι συγγενής ἐστιν αὐτῶν ὁ ἀνῃρημένος.
Ἕκτορ, πῇ δή τοι μένος: ἀνεδύετο γὰρ τὴν μάχην, οὐ διὰ δειλίαν, ἀλλὰ τὴν τῶν ὅρκων σύγχυσιν, οὓς αὐτὸς ἐπεπρυτανεύκει.
φῆς που: ὑπέλαβες· οὐ γὰρ ἂν Ἕκτωρ ἐφθέγξατό τι τοιοῦτον εἰς τοὺς συμμάχους.
ἄτερ λαῶν: τῶν τῆς πόλεως.
οὔ τινʼ ἐγὼ ἰδέειν δύναμαι: εἰς τὸν Πάριν, ὃς ἥρπασται.
κύνες ὣς ἀμφὶ λέοντα: περιττὴ ἡ ἀμφί.
ἔνειμεν: οὕτως αἱ Ἀριστάρχου. τὸ ἁπλοῦν ἐστιν εἰμέν. πᾶν δὲ ῥῆμα ὀξυνόμενον ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον.
μάλα τηλόθεν ἥκω: ὅμοια τοῖς Ἀχιλλέως· «ἐπειὴ μάλα πολλὰ μεταξύ οὔρεά τε σκιόεντα».
τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: ὅλον τὸν στίχον συναπτέον.
Λυκίη Ξάνθῳ ἐπὶ δινήεντι: προσέθηκε τὸ Ξάνθῳ, ὅπως διαστείλῃ ταύτην τὴν Λυκίαν ἀπὸ τῆς ἐν Ἴδῃ Λυκίας.
ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν: ὅτι τῶν φιλτάτων προὔκρινα τὴν σὴν φιλίαν, οὐκ ἀστυγείτονας δεδιὼς οὐδὲ πόθῳ χρημάτων ἁλούς.
κὰδ δὲ κτήματα πολλά, τά τʼ ἔλδεται ὅς κʼ ἐπιδευής:ἔχω, φησί, τὰ πρὸς ζωήν, ὥστε μὴ μάτην ὑπὲρ ἀλλοτρίων κινδυνεύειν.
καὶ μέμονʼ αὐτός ἀνδρὶ μαχέσσασθαι: ἀντιπαραβαλὼν ἑκατέρους τοὺς λαλοῦντας ὄψει, πόσον πρὸς αἰσχύνην ὁρῶσιν οἱ λόγοι.
τύνη δʼ ἕστηκας, ἀτὰρ οὐδʼ ἄλλοισι κελεύεις: πῶς γὰρ ἂν ἀμελῶν αὐτὸς τοὺς ἄλλους πείσειε κινδυνεύειν·
τύνη: ἀπὸ τοῦ τύ ἐν παραγωγῇ τύνη, ὡς ἐγώνη καὶ «ἐμίνη»
καὶ ἀμυνέμεναι ὤρεσσι: ταῖς ὑμῶν. ὅμοιον δέ ἐστι τῷ «ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν». αὔξει δὲ τὸν γάμον.
ὤρεσσι: ἀπὸ τοῦ ὀαρίζειν κατὰ συγκοπήν· καὶ «ὀάρων ἕνεκα σφετεράων».
ἀψῖσι: ψιλωτέον τὸ ἀψῖσι εἰς ἰδιότητα. ὅτε δὲ βαρύνεται, συμμεταβάλλεται καὶ τὸ πνεῦμα καὶ ὁ χρόνος.
ἁλόντε: ὑμεῖς καὶ αἱ γυναῖκες. ἀλλοτριοῖ δὲ τῶν κινδύνων ἑαυτόν, ὡς περὶ τῶν ἐκείνοις συμφερόντων λαλῶν. ἡ δὲ τοῦ λίνου ὁμοίωσις οἰκεία, πολλῶν καὶ διαφόρων ἀνθρώπων ὡς ἰχθύων περιληφθέντων.
εὖ ναιομένην: ἢ ἀπὸ τοῦ ὁμοῦ ναίειν.
σοὶ δὲ χρὴ— ἀρχοὺς λισσομένῳ: ὀνειδιστικῶς· ὃν ἐχρῆν τοὺς ἄλλους ὀτρύνειν, ὑπὸ τῶν συμμάχων προτρέπεται.
ἐχέμεν: ἀντὶ τοῦ φυλάσσειν. «ἔχες δʼ ἀλόχους». κρατερὴν δʼ ἀποθέσθαι ἐνιπήν: τοιοῦτος γὰρ Ἕκτωρ· «οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον». ἀπὸ κοινοῦ δὲ τὸ «χρή». ἀποθέσθαι ἀντὶ τοῦ ἀποτίθεσθαι. ἐνιπήν: πληγήν.
δάκε: ἠνίασεν· καὶ «θυμοδακὴς γὰρ μῦθος».
αὐτίκα δʼ ἐξ ὀχέων: ἔδει γὰρ ἔργοις, οὐ λόγοις ἀπολογεῖσθαι. ὡς τὸ τάριχος δέ, οὕτω καὶ τὸ ὄχος.
πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ:καὶ εἰς τὸ δοῦρα δύναται καὶ εἰς τὸ στρατόν εἶναι στιγμή· εὐκρινὲς γὰρ κατʼ ἄμφω τὸ νόημα.
ἀλῳάς: ἀλῳάς ὡς ἀγαθάς· ἀπὸ γὰρ τοῦ ἀλῳή, ὃ σὺν τῷ ι γράφεται· παρὰ γὰρ τὸ ἀλοιῶ ἐστιν.
ἀνδρῶν λικμώντων, ὅτε τε ξανθὴ Δημήτηρ: Πτολεμαῖος τοὺς δωδεκασυλλάβους στίχους ἐκτιθείς φησι καὶ τοῦτον οὕτω γράφεσθαι «εὖτʼ ἂν ξανθὴ Δημήτηρ».
αἱ δʼ ὑπολευκαίνονται: καλῶς ἡ ὑπό· οὐ γὰρ ἀθρόα ἡ τῶν ἀχύρων πτῶσις ἐπὶ τὴν ἅλω, κατʼ ὀλίγον δὲ ἑτεροιοῦται τὸ χρῶμα τοῦ ἐπιδεχομένου αὐτὰ χωρίου. ὁμοίως δὲ καὶ τοῖς μαχομένοις κατʼ ὀλίγον προσεκάθιζεν ὁ κονιορτός.
ἀχυρμιαί: κατʼ ὀξεῖαν τὸ ἀχυρμιαί· Ἰωνικώτερον γάρ ἐστιν ὡς τὸ «ἀγυιαί», «θαμειαί», «ταρφειαί». εἰσὶ δὲ οἱ τόποι, ἔνθα ἐκτινάσσεται τὰ ἄχυρα.
ἂψ ἐπιμισγομένων: ἐκ δευτέρου τῶν Τρώων προσμιγνύντων τοῖς Ἀχαιοῖς.
ὑπὸ δʼ ἔστρεφον ἡνιοχῆες οἱ δὲ μένος χειρῶν ἰθὺς φέρον: οἱ μὲν ἡνίοχοι ἐπιστρέφουσι τοὺς ἵππους, οἱ δὲ ἐπιβάται τὸ μένος φέρουσιν. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
ἀμφὶ δὲ νύκτα θοῦρος Ἄρης: σκέπει αὐτούς, ὡς εἰ καὶ θέλοιεν, μὴ δύναιντο φυγεῖν, ὡς «πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν». ἢ ἑαυτὸν ἐσκέπασεν, ὡς μὴ ὁρῷτο κακῶν τοὺς Ἕλληνας. ἢ ἵνα οἱ μὲν λευκανθέντες ὁρῷντο, οἱ δὲ σκέποιντο.
μάχῃ Τρώεσσι ἀρήγων: τινὲς ἀντὶ μάχῃ Τρώων. οἱ δὲ εἰς τὸ μάχην στίζουσιν.
στιγμὴ δὲ εἰς τὸ μάχῃ.
Ἀπόλλωνος χρυσαόρου: τινὲς τιμίως λαλοῦντος, διὰ τὴν λύραν.
ἀρηγών: Ἀρίσταρχος ὀξυτόνως· καὶ δῆλον ἐκ τῆς πλαγίου «δοιαὶ μὲν Μενελάου ἀρηγόνες».
ὅτι προενεκτέον ἀρηγών ὡς ἀηδών· λέγει γὰρ καὶ ἀλλαχοῦ «ἀρηγόνες» ὡς ἀηδόνες.
οἰχομένην· ἡ γάρ ῥα πέλεν Δαναοῖσιν: πιθανῶς τοῦτο, ἵνα μὴ προλάβῃ ἡ θεομαχία.
πιθανῶς αὐτοὶ τῆς ἀδικίας προάρχουσιν, ἵνα μὴ προλάβῃ ἡ Διομήδους θεομαχία.
πίονος ἐξ ἀδύτοιο: τοῦ κεκνισσωμένου καὶ λελιπασμένου.
ἀρτεμέα: πρὸς τὸ ἄρτιον.
μετάλλησάν γε μὲν οὔτι: πιθανῶς τὸ ψυχρὸν τῆς δισσολογίας περιεῖλε, τὴν διάθεσιν ἤδη ἐμφήνας. τὸ δὲ μετάλλησαν ἀντὶ τοῦ ἠρώτησαν.
ἄμοτον: ἄπληστον ἢ σφοδρόν.
τοὺς δʼ Αἴαντε δύω καὶ Ὀδυσσεὺς καὶ Διομήδης: ἱκανὸν πρὸς αὔξησιν. ἄλλως τε καὶ τὴν παρὰ τῶν ἀκουόντων εὔνοιαν κτῶνται ἔρημοι θεῶν ὄντες Ἕλληνες. καὶ δικαίως ἐπάξει τῷ Ἄρει τὴν Ἀθηνᾶν.
νεφέλῃσιν ἐοικότες: διὰ τί μὴ πύργοις ἢ ὄρεσιν; ὅτι ὕστερον κινηθήσονται.
νηνεμίης: ποικίλως ἄνω μὲν ἀπὸ ταραχῆς ἀνέμου ἔλαβε τὴν εἰκόνα, ὧδε δὲ ἀπὸ νηνεμίας.
ἀτρέμας ὄφρʼ εὕδῃσι: τὸ ἀτρέμας καὶ τοῖς ἄνω δύναται καὶ τοῖς κάτω συνάπτεσθαι.
ὄφρʼ εὕδῃσι: ἐν ὅσῳ. εὕδῃσι ὡς «παμφαίνῃσι».
τὸ ἐν ὅσῳ ἐνταῦθα δηλοῖ, τὸ δὲ εὕδησιν τὸ εὕδει.
ἀέντες: ὡς τιθέντες· ἀπὸ γὰρ τοῦ ἄημι. τὸ δὲ παρʼ Ἡσιόδῳ «ἄλλοτε δʼ ἄλλοι ἄεισι» Αἰολικόν.
Ἀτρείδης δʼ ἀνʼ ὅμιλον ἐφοίτα πολλὰ κελεύων: ἄνω παραλιπὼν αὐτὸν ἰάσατο διὰ τοῦ πολλά τὸ ἐλλεῖπον, ὅ ἐστι ταῦτα.
ἀνέρες ἔστε: οὐκ εἶπεν ἀνδρεῖοι, ἀλλὰ μὴ προδῶτε τὴν φύσιν.
ἀλλήλους τʼ αἰδεῖσθε: εἰκότως· κατὰ φῦλα γάρ εἰσιν· δογματίζει δὲ ὅτι χρήσιμον αἰδὼς οὐ μόνον ἐν εἰρήνῃ, ἀλλὰ καὶ ἐν πολέμῳ. μετρίως δὲ οὐ λέγει αἰσχύνθητε ἐμέ, ἀλλʼ ἀλλήλους.
κατὰ κρατερὰς ὑσμίνας: τελεία εἰς τὸ ὑσμίνας.
αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι: οὐ γὰρ τὸ περὶ αὐτοῦ μόνον σκοπεῖ, αὐτός τε χωρίζεται συμμαχίας καὶ τοὺς ἄλλους χωρίζει.
ἦ καὶ ἀκόντισε δουρὶ θοῶς: καλῶς τοῖς κελεύσμασι πρῶτος ὑπακούει, τύπον ἑαυτὸν τοῖς ἄλλοις παρεχόμενος.
ὁμῶς: προκατάρχει τοῦ ὁμῶς τὸ ὁμός καὶ ὁμή καὶ ὁμόν· διὸ περισπᾶται ὡς «καλῶς».
ὁμῶς: παραπλησίως.
ἔρυτο: ἀντὶ τοῦ ἐφύλαξεν.
διὰ πρὸ δὲ εἴσατο: διῆλθε.
νειαίρῃ δʼ ἐν γαστρί: τῷ παχεῖ ἐντέρῳ ἢ τῇ κύστει.
Αἰνείας Δαναῶν ἕλεν ἄνδρας ἀρίστους: δικαίως, ἐπεὶ καὶ ἀριστεὺς καὶ παροξύνεται διὰ τὸν ἑταῖρον καὶ προθυμίαν ἔχει παρὰ τοῦ Ἀπόλλωνος.
υἷε Διοκλῆος: Ἑλληνικὸν καὶ φιλάδελφον τὸ συναποθνῄσκειν τοὺς ἀδελφούς, οὐχ οἷον τὸ Ἰδαίου ἦθος τοῦ ἀδελφοῦ τοῦ Φηγέως
Κρήθωνά τε Ὀρσίλοχόν τε: ὁ πρόγονος διὰ τοῦ τ, ὁ παῖς διὰ τοῦ ς· καὶ ἐν Ὀδυσσείᾳ οὖν διὰ τοῦ τ.
Φηρῇ: Μεσσήνης. καὶ Φηρὰς αὐτὴν καλεῖ Φεραὶ Θεσσαλίας
ἐνὶ Φηρῇ: γράφεται «ἐφηρῃ».
ἀφνειὸς βιότοιο: προσυνίστησιν αὐτοὺς αὔξων τὴν περὶ αὐτῶν μάχην. οὐ μέμνηται δὲ αὐτῶν ἐν τῷ Καταλόγῳ, ἐπεὶ μεσήνιοί εἰσιν οἵτινες ὑπὸ Μενελάῳ ἐτέλουν δῶρα, «τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας», «τὼ δʼ ἐν μεσήνῃ ξυμβλήτην οἴκῳ ἐν Ὀρτιλόχου». διὰ τοῦτο καὶ πεσόντας αὐτοὺς οὐδεὶς ἄλλος ἢ ὁ Μενέλαος ἐλεεῖ
ἡβήσαντε: ηὔξησε τὸ πάθος καὶ ὅτι ἡβῶντες καὶ ὅτι δίδυμοι ἦσαν δηλώσας, καὶ εἰς οἶκτον κινεῖ τὸν ἀκροατήν.
ἡβήσαντε: ἡμᾶς ὤτρυνε διὰ τοῦ παθητικοῦ, τῆς ἥβης, τῆς τιμῆς, ὅτι δίδυμοι.
οἵω τώ γε λέοντε: λέοντε μὲν διὰ τὸ εὐγενὲς ἄνωθεν καὶ εἰς ἀλκὴν προκόπτον, ἀτελεῖς δὲ διὰ τὸ μήπω θαρρεῖν τῇ δυνάμει. ἄλλως τε ἡ λέαινα δύο τίκτει δύο μαζοὺς ἔχουσα, οἳ ἀμύξαντες τὴν μήτραν τοῦ λοιποῦ ποιοῦσι τὴν μητέρα στεῖραν. ἡ δὲ πόρδαλις τέσσαρα τίκτει.
τάρφεσιν: ὡς «βέλεσιν», ἀπὸ τοῦ τάρφος. ὅτε δὲ ἀπὸ τοῦ ταρφοῦς, ὡς «ὀξέσιν».
τὼ μὲν ἄρʼ ἁρπάζοντε: ἁρπάζειν λέγεται ἀπὸ τῶν κωλυομένων λαβεῖν. διὰ μιᾶς οὖν λέξεως ἐδήλωσε καὶ τῶν πασχόντων τὴν ἄμυναν καὶ τῶν ἁρπαζόντων τὴν βίαν.
σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτώ ἀνδρῶν ἐν παλάμῃσιν: πιθανῶς ἐπὶ μὲν τῶν πασχόντων τὸ τῶν ἀνθρώπων ἔθηκεν ὄνομα, ἐπὶ δὲ τῶν κτεινόντων τὰ θηρία τὸ τῶν ἀνδρῶν.
ἐοικότες: δυϊκῶς «ἐοικότε» Ἀρίσταρχος.
ἐλάτῃσιν ἐοικότες ὑψηλῇσιν: περιπαθῶς τὸ ἐλάτῃσιν ὑψηλῇσι διά τε τὸ κάλλος καὶ τὴν ἥβην.
τὼ δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Μενέλαος: ὡς Λάκων, καὶ Ἀντίλοχος ὡς τῆς Τριφυλίας ὤν· ἡμερήσιός τε ἡ ἀπόστασις οἴκου Ὀρτιλόχου καὶ Μενελάου, ὃ πόρρω δηλῶν ὁ ποιητὴς γυμνάζει τὸν ἀκροατήν.
τοῦ δʼ ὤτρυνεν μένος Ἄρης: ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς, πλέον πάντων τὸν ἀλλοπρόσαλλον Ἄρεα.
τὸν δʼ ἴδεν Ἀντίλοχος: ἐν τοῖς καιροῖς ἀεὶ ὀξὺς ὁ Ἀντίλοχος. τιμᾷ δὲ αὐτὸν διὰ Νέστορα τιμῶντα τοὺς βασιλεῖς καὶ ὑπʼ αὐτῶν τιμώμενον. καὶ ὁ μὲν Ἀλέξανδρος ὡς ἠδικηκὼς τοῖς Τρωσὶν «ἶσον ἀπήχθετο κηρὶ μελαίνῃ», ὁ δὲ Μενέλαος εὐνοεῖται ὑπὸ τῶν Ἑλλήνων ὡς ἠδικημένος.
σφας: συσταλτέον διὰ τὸ μέτρον.
ἀποσφήλειε: ἀποτυχεῖν ποιήσειεν· «αὐτίκα γάρ», φησί, «μνήσονται Ἀχαιοί».
Αἰνείας δʼ οὐ μεῖνε … ὡς εἶδεν δύο φῶτε: δείκνυσιν, ὅσον αἰδὼς καὶ φιλαλληλία, ἣν ἔχειν συνεβούλευσεν Ἀγαμέμνων
τὼ μὲν ἄρα δειλώ: καλῶς τὸ δειλώ· προεῖπε γὰρ τὸ ἐμπαθὲς τῆς ἡλικίας, τῆς ὁμογενείας, τοῦ θανάτου, τῆς περὶ τοὺς φίλους σπουδῆς· μηδέπω γὰρ καλοῦντος τοῦ καιροῦ ἧκον ἐπίκουροι.
ἔνθα Πυλαιμένεα ἑλέτην: σκόπει τὴν φράσιν, ἕλετο ἑλέτην ἐπόρθησαν, διὰ τὸν ἡνίοχον καὶ τοὺς ἵππους· ἢ συλληπτικῶς, ὡς «τώ τε Θρῄκηθεν ἄητον». πῶς οὖν τῷ υἱῷ ἕπεται δάκρυα λείβων ἐν τῇ ἐπὶ ταῖς ναυσὶ μάχῃ, «ἔνθα οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος» ἔστιν οὖν ὁμωνυμία. καὶ ὁ μὲν ἀρχηγὸς ὡς «Ἴασος αὖτʼ ἀρχὸς μέν», ὁ δὲ βασιλεύς· διὸ πολλὴ γίνεται περὶ αὐτὸν σπουδὴ τῶν Παφλαγόνων καὶ τοῦ Ἀλεξάνδρου· πῶς δὲ ὁ Ἁρπαλίων ἐνταῦθα οὐκ ἐπήμυνε τῷ πατρί, εἰ τούτου ἦν υἱὸς τοῦ Πυλαιμένεος; Πυλαιμένεα δὲ ὡς «Διομήδεα».
ὁ δʼ ὑπέστρεφε μώνυχας ἵππους: τοῦτο διὰ μέσου.
χερμαδίῳ ἀγκῶνα: ἐπώδυνος ἡ πληγή· διὸ καὶ τὰς ἡνίας ἀπέβαλε καὶ φεύγειν οὐκ ἔχων εὐάλωτος γέγονεν.
ἡνία λεύκʼ ἐλέφαντι: λείπει τὸ ὥς, ἵνʼ ᾖ λευκὰ ὡς ἐλέφας. οἱ δὲ ἐξ ἐλεφαντίνων λελευκασμένα ὀστῶν· ἔχουσι γὰρ αἱ ἡνίαι ἐλεφαντίνους ἀστραγάλους ἑκατέρωθεν, διʼ ὧν ἕλκουσιν οἱ ἡνίοχοι.
ξίφει ἤλασε κόρσην: πῶς ἐπὶ τοῦ ἅρματος ἑστηκὼς τὴν κεφαλὴν ξίφει πλήττεται; τάχα οὖν τὰς ἡνίας ἀναλαβεῖν ἐθέλων ἢ ναρκήσας ὑπὸ τῆς πληγῆς κατέκυψεν.
κύμβαχος: τῆς κυνῆς ὁ λόφος. ἔνιοι τὸ ἐπὶ κεφαλῇ.
βρεχμόν: βρεχμὸς λέγεται ἡ τοῦ αὐχένος σπονδυλώδης ἀρχή, καὶ βρέχμα ἀπόπτυγμα ἀπὸ θώρακος.
δηθὰ μάλʼ εἱστήκει: οὐκ ἀπίθανον τοῦτο· ἠνέχθη γὰρ μεταξὺ τῶν ἵππων καὶ τοῦ ἅρματος, καὶ ἦν ἡ μὲν κεφαλὴ βυθισθεῖσα, οἱ δὲ ὦμοι ἑδραῖοι ὄντες μετὰ τοῦ σώματος, οἱ δὲ πόδες τῷ ἅρματι ἐρειδόμενοι. γέγονε δὲ τοῦτο διὰ τὸ τοῦ θανάτου αἰφνίδιον· ψυχορραγῶν γὰρ ἔτι ἔπνει καὶ ἐνήλατο. ἀκριβῶς δὲ τὸ «κύμβαχος» διὰ τούτου ἐπεξηγήσατο.
ἀμάθοιο: διάφορος ἡ σημασία ἐπὶ τῆς ἀμάθου καὶ ψαμάθου.
ἡ μὲν ἔχουσα ΚΥΔΟΙΜΌΝ: ἡ δύναμιν ἐν αὑτῇ θορυβώδη ἔχουσα, ἢ ὡς φίλη τῆς χειρὸς κατέχουσα, ἢ ὡς «τέρας πολέμοιο μετὰ χερσὶν ἔχουσα».
ῥίγησε: ἐπεὶ ἀπείρητο αὐτῷ μὴ συνάπτειν τινὶ τῶν ἄλλων θεῶν πόλεμον.
ἀπάλαμνος: ἄπειρος· καὶ Διομήδης γὰρ ἄπειρος τῆς πρὸς Ἄρεα ἀντιπαρατάξεως.
στήῃ ἐπʼ ὠκυρόῳ ποταμῷ ἅλα δὲ προρέοντι: αἰφνιδίως ἐπιστὰς τῷ ποταμῷ πλημμυροῦντί τε καὶ ὑπὸ τῆς θαλάσσης ἀνακρουομένῳ.
μορμύροντα: ὀνοματοποιΐα ὁ τρόπος· ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου.
ὦ φίλοι, οἷον δὴ θαυμάζομεν Ἕκτορα δῖον—μάχεσθαι: ἄμφω ποιεῖ, τῷ θεῷ εἴκειν παραινεῖ καὶ τὸν πόλεμον μὴ δεδιέναι προτρέπεται.
ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε: κατʼ ὀλίγον ὑποχωρεῖτε ὑποποδίζοντες. διδάσκει δέ, πῶς δεῖ τὰς τροπὰς ποιεῖσθαι.
Μενέσθην Ἀγχίαλόν τε: Ἀρίσταρχος «Μενεσθῆν» ὡς Ἀπελλῆν. τινὲς δὲ διὰ τοῦ τ «Μενέστην» ὡς «Ὀρέστην». τινὲς δὲ Ἐλωρέα τὸν Ἡφαίστου κατʼ ἐπίκλησιν οὕτω φασὶ κεκλῆσθαι. τὸ δὲ Ἀγχίαλον ψιλωτέον· κύριον γάρ.
Μενέσθην: ὡς ὄρος Ὀρέστης, οὕτω μένος Μενέστης, καὶ μεταβολῇ Μενέσθης.
Παισῷ: Ἀπαισός ἐστιν, ἣν διὰ τὸ μέτρον Παισὸν εἶπεν, ὡς Σπληδόνα.
πολυκτήμων πολυλήϊος· ἀλλά ἑ Μοῖρα: διδάσκει τοὺς πλουσίους θνητὰ φρονεῖν καὶ τὸν θάνατον νομίζειν μηδὲν ἧττον παρεῖναι, ἀλλὰ μὴ πλούτῳ ἐπῆρθαι.
σάκος δʼ ἀνεδέξατο πολλά: τὸ πλῆθος τῶν βληθέντων δοράτων καὶ τὴν ἀνδρίαν τοῦ βληθέντος δηλοῖ.
λὰξ προσβάς: λὰξ λέγεται τὸ πλατὺ τοῦ ποδός, ὁμωνύμως δὲ καὶ ἡ ἀπὸ τούτου πληγὴ λὰξ καλεῖται. ἐλάκτισε δὲ προσελθών.
ἔτʼ ἄλλα: τινὲς ὡς τὰ ὅλα, κακῶς.
ὦρσεν ἐπʼ ἀντιθέῳ Σαρπηδόνι: φασὶν Εὐρώπῃ τῇ Φοίνικος ἀνθολογούσῃ φανῆναι τὸν Δία ἐν σχήματι ταύρου κρόκον ἐκ τῶν ῥινῶν βλαστάνοντος. ἐπικαθεσθείσης δὲ τοῖς νώτοις τῆς κόρης πρὸς ἀπανθισμόν, ἁρπάσας εἰς Κρήτην ἐκόμισεν· ἀφʼ ἧς φασι Σαρπηδόνα γενέσθαι.
ἰόντες: ἐν τῇ ἑτέρᾳ «ἰόντε» κεῖται.
υἱός θʼ υἱωνός τε Διός: ταχέως ἄμφω ἐδήλωσεν· τὸν μὲν γὰρ ἴσμεν διὰ τοῦ Καταλόγου τὸν δὲ γνωσόμεθα. πῶς δὲ συγγενεῖς ὄντες μάχονται; οὐκ ἐδόκει μιαρὸς εἶναι ὁ ἐν πολέμῳ θάνατος· ἄλλως τε καὶ ἀρνοῦνται τὴν συγγένειαν· «ψευδόμενοι δέ σέ φασι Διὸς γόνον».
τίς τοι ἀνάγκη πτώσσειν ἐνθάδʼ ἐόντι μάχης ἀδαήμονι φωτί: τίς σοι ἀνάγκη πτώσσειν καὶ δειλιᾶν ἐνθάδε ἐόντι, δηλονότι ἐν τῷ πολέμῳ, ὡς ἀπείρῳ ὄντι τῆς μάχης. λείπει τὸ ὥς. εἰ δὲ σημαίνει τὸ πτώσσειν ἀντὶ τοῦ ἐπέρχεσθαι, ἔστιν ἡ ἑρμηνεία οὕτως· ποία σοὶ ἀνάγκη ἐνθάδε ἐπέρχεσθαι ἐν τῷ πολέμῳ ὄντι σοι ἀμαθεῖ καὶ ἀπείρῳ τῆς μάχης; ὃ καὶ κρεῖττον. ἢ καὶ ἄλλως· ὄντι σοὶ τῆς μάχης ἀπείρῳ ἀνδρὶ τίς σοι ἀνάγκη εἰς τοὺς Ἕλληνας ἐμβάλλειν;
πτώσσειν: πτήσσειν.
ψευδόμενοι δέ σέ φασι Διὸς γόνον: ἀλλοτριοῖ αὐτὸν ἐκείνου, ἐφʼ ᾧ αὐτὸς αὐχεῖ. ἄλογος δὲ ὁ μηδὲν ἑαυτοῦ διεξιών, ἀλλὰ τοῦ πατρός. ἠρέμα οὖν ἐλέγχει ὁ ποιητὴς τοὺς ἐπὶ πατράσιν αὐχοῦντας καὶ τούτου χάριν ἐθέλοντας πρωτεύειν· διὸ καὶ ἀποκτείνει Τληπόλεμον.
ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην: ὅτι τὸ οἷον ἐπὶ θαυμασμοῦ. τινὲς δὲ «ἀλλοῖον» παρὰ τοὺς νῦν. Ζηνόδοτος δὲ καὶ ἀμέτρως γράφει «Ἡρακλεΐην».
ἀλλʼ οἷόν τινα: ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς πάντως ἀναγνωστέον, ἐάν τε δασύνωμεν τὸ οἷον, ὡς Ἀριστοφάνης καὶ Ἀρίσταρχος, ἐάν τε ψιλῶμεν, ὡς Παρμενίσκος. μᾶλλον δὲ ἐκ τοῦ δασυνομένου ὁ θαυμασμὸς νοεῖται καὶ μάλιστα, ὅτι πρόσκειται τὸ τινά.
ἀλλʼ οἷον: Νικίας ψιλοῖ ἐκδεχόμενος τὸ μόνον. ἄλλοι δὲ δασύνουσι θαυμαστικῶς ἐκδεχόμενοι, ὡς καὶ Ἡρακλέων ἵνα ὅμοιον ᾖ τῷ «ἀλλʼ οἷον τὸν Τηλεφίδην». κέχρηται μὲν οὖν αὐτῷ καὶ ὁμοιωματικῶς «οἷόν τε κρομύοιο λοπόν» καὶ ἀντὶ τοῦ ὥς, «οἷον ἀναΐξας». Τυραννίων δὲ «ἀλλοῖον» ἀναγινώσκει ὡς ἑτεροῖον, ὁμοίως τῷ «ἀλλοῖός μοι, ξεῖνε». ἡμῖν δὲ δοκεῖ θαυμαστικώτερον ἀναγινώσκειν, ὥσπερ καὶ τοῖς περὶ Ἡρακλέωνα, ἵνα ὅμοιον ᾖ τῷ «ὁσσάτιόν τε καὶ οἷον» καὶ «ἀλλʼ οἷον τόδʼ ἔρεξεν», «οἷον τὸν Τηλεφίδην». οὕτως ἀρέσκει καὶ Φιλοξένῳ
ἀλλʼ οἷον: ἀλλʼ οἷον, οὐχ οἷος σύ. οὕτω Πῖος· τί γὰρ βούλεται ὁ ἀλλά; δασυντέον δὲ τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφʼ ἕν «ἀλλοῖον», ἵνʼ ᾖ οὕτω· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, ἀλλοῖον δέ φασι καὶ ὑπὲρ πάντας εἶναι τὸν Ἡρακλέα.
δασυντέον τὸ οἷον· θαυμαστικὸν γάρ. τινὲς δὲ ψιλοῦσι καὶ ἐκδέχονται ἀντὶ τοῦ μόνον. οἱ δὲ ὑφʼ ἓν «ἀλλοῖον», ἵνʼ ᾖ οὕτως· πάντες μὲν ἀγαθοὶ οἱ ἀπὸ Διός, ἐξηλλαγμένον δὲ καὶ ὑπὲρ πάντας φασὶν εἶναι τὸν Ἡρακλέα. ὁ δὲ Πῖος ἀντὶ τοῦ ὁποῖον, οὐχ ὡς εἶ σύ, φησίν, ἀλλʼ οἷος ὁ Ἡρακλῆς: οὕτω γάρ, φησί, βούλεται ὁ ἀλλά.
θρασυμέμνονα: τοὺς θρασεῖς ὑπομένοντα. φασὶ δὲ ἀεὶ Λυκίους Ῥοδίοις ἐχθρεύειν.
θρασυμέμνονα: τολμηρόν, —ἐν τῇ μάχῃ.
ὅς ποτε δεῦρʼ ἐλθών: εὖ τὸ παράδειγμα τῆς Ἡρακλέους ἀρετῆς, ὅτι οὐκ ἄλλοθεν αὐτὸ φέρει ἢ ἐκ τῆς νῦν πολεμουμένης πόλεως. Μενεκλῆς δέ φησιν ἐψεῦσθαι τὴν ἐπὶ Ἴλιον στρατείαν.
χήρωσε δʼ ἀγυιάς: αὕτη ἡ μεταφορὰ τὴν μετὰ λύπης ἐδήλωσεν ἐρημίαν.
ἀλλʼ ὑπʼ ἐμοὶ δμηθέντα: ἄξιοι θανάτου οἱ λόγοι.
ἀπώλεσεν Ἴλιον … ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος— εὖχος ἐμοὶ δώσειν: ηὐτέλισε τὴν δύναμιν Ἡρακλέους τὴν ἀδικίαν ἐκείνου αἰτίαν εἶναι λέγων τῆς ἁλώσεως. ἔδει δὲ ἐπαγαγεῖν· σὺ δὲ ἀδίκως πολεμῶν ἁλώσειν, οὐχ αἱρήσεις ἡμᾶς δικαίως πολεμοῦντας· ὁ δὲ θυμῷ φερόμενος ἐκομμάτισε τὸν λόγον. ἢ ἠθικὸς ὁ λόγος· ἐκεῖνος μὲν τὴν Ἴλιον εἷλεν, ἐγὼ δὲ σέ· τὰ δὲ ἐν μέσῳ πρὸς μείωσιν Ἡρακλέους. ἀγαυοῦ δὲ Λαομέδοντος τῷ σώματι.
Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
οὐδʼ ἀπέδωχʼ ἵππους: ἐξ ἀμφοῖν δηλοῦται ἡ ἱστορία· ὁ μὲν γάρ φησιν ὅτι διʼ ἵππους ὁ δὲ διὰ ποίους ἵππους. τελειοῦται ἐν τῷ «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος».
κλυτοπώλῳ: ἐνδόξους ἵππους—ἁρπαγήν. ἢ κλυτοπώλῳ τῷ ἱππικῷ. ἁρμόδιον τὸ ἐπίθετον τῷ ἅμα νοήματι τὰ πανταχοῦ ζῷα καταλαμβάνοντι.
ἁμαρτῇ: τὸ ἁμαρτῇ δασέως. περισπᾷ δὲ καὶ ὁ Ἀσκαλωνίτης καὶ οἱ πλείους. ὀξύνει δὲ ὁ Ἀρίσταρχος βουλόμενος αὐτὸ τοῦ ἁμαρτήδην ἀποκεκόφθαι· διὸ καὶ κατʼ αὐτὸν χωρὶς τοῦ ι γεγράψεται. ἐπικρατεῖ μέντοι τὸ περισπώμενον, γενόμενον παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ.
ἁμαρτῇ: Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ ἀποξύνει· ἀποκοπὴν γὰρ ἐκδέχεται ἀπὸ τοῦ ἁμαρτήδην. ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ πλείους περισπῶσι παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον ἐκδεχόμενοι, ὃ καὶ ἐπεκράτησεν. τὸ δὲ ἁμαρτῇ ὁμοῦ ἢ κατʼ ἐπακολούθησιν.
ὁ μὲν Ἀρίσταρχος τὸ ἁμαρτῇ χωρὶς τοῦ ι γράφει καὶ ὀξύνει, οἱ δὲ περὶ Ἡρωδιανὸν περισπῶσι καὶ προσγράφουσι, παρὰ τὸ ἅμα καὶ τὸ ἀρτῶ περισπώμενον. οὕτως δὲ αὐτὸ καὶ ἡ συνήθεια δέχεται, καὶ τοῦτο ἐπεκράτησεν.
ἐκ χειρῶν ἤϊξαν: ὅτι τὰ δόρατα ἤϊξαν.
αὐχένα μέσσον: ὅτι ἐπὶ τοῦ ἐμπροσθίου αὐχένα φησίν.
βάλεν αὐχένα μέσσον—ἐκάλυψε: τοῦ βρόγχου διαιρεθέντος καὶ τῆς ἀναπνοῆς εἰργομένης ταχὺς ὁ θάνατος ἐπεγένετο.
αἰχμὴ δὲ διαμπερές: ὑπὸ συγγενοῦς ἀναιρεῖται, ἐπεὶ καὶ συγγενῆ ἀνεῖλε τὸν Λικύμνιον· «φίλον» γὰρ «μήτρωα κατέκτα».
βεβλήκει: Ἀρίσταρχος μετὰ τοῦ ν «βεβλήκειν».
μαιμώωσα: πλεονάζει τὸ μ· ἔστι γὰρ αἱμώωσα.
μαιμώωσα: ἐνθουσιῶσα—τοῦ μ πλεονάζοντος.
μαιμώωσα ὀστέῳ ἐγχριμφθεῖσα: ὅτι ἀκαταλλήλως· ἔδει γὰρ εἰπεῖν «μαιμώωσα ὀστέῳ ἐγχριμφθῆναι».
πατὴρ δʼ ἔτι λοιγὸν ἄμυνεν: προαναφωνεῖ μὲν τὸν θάνατον τοῦ Σαρπηδόνος διὰ τοῦ ἔτι, παραμυθεῖται δὲ τὴν ἧτταν τοῦ πολεμίου ἀργὸν ποιήσας Σαρπηδόνα.
ἐξέφερον—βάρυνε δέ μιν δόρυ μακρόν: πολὺ τὸ ἐναργὲς φερομένου μὲν τοῦ Σαρπηδόνος, συρομένου δὲ τοῦ δόρατος. γραφικῶς οὖν καὶ ταῦτα.
τὸ μὲν οὔτις: ἔν τισι «τό οἱ οὔτις».
ἑλκόμενον τὸ μὲν οὔτις ἐπεφράσατʼ οὐδʼ ἐνόησε:στικτέον ἐπεφράσατο· ἢ βραχὺ διασταλτέον, ἵνʼ ᾖ ἐκ παραλλήλου τὸ ἐπεφράσατο καὶ ἐνόησεν.
τὸ μὲν οὔτις ἐπεφράσατʼ οὐδʼ ἐνόησε: ἔν τισι «τό οἱ οὔτις». τελεία δὲ εἰς τὸ ἐπεφράσατο. δύναται δὲ καὶ ὅλον ἓν εἶναι ἕως τέλους.
ὄφρʼ ἐπιβαίη σπευδόντων: συναπτέον, οἷον ἐπειγομένων αὐτὸν ἐπιβῆναι.
ὄφρʼ ἐπιβαίη σπευδόντων· τοῖον γὰρ ἔχον πόνον: ἐπʼ αὐτῷ ταρασσομένων. ἢ οἷον σπευδόντων αὐτὸν ἐπιβῆναι. ὁ μὲν Τληπόλεμος πρότερον καυχησάμενος ἀναιρεῖται, ὁ δὲ Σαρπηδὼν μόνον τιτρώσκεται, ἐπεὶ ἀνταλαζονεύεται.
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες: πάλιν πρὸς τὸν πόνον.
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον: ἄκρος μιμητὴς τῆς ἀληθείας ὁ ποιητής· πολλὰ γὰρ παρορῶμεν σπεύδοντες.
τλήμονα: ὅτι οἱ νεώτεροι τλήμονα τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν ὑπομενητικόν, ἀπὸ τοῦ τλῆναι.
μαίμησε δέ οἱ: συνεπάθησεν ἐπὶ τῷ νεκρῷ.
μερμήριξε δʼ ἔπειτα: διδάσκει διὰ τοῦ Ὀδυσσέως καὶ τοῖς κινδύνοις φρονήσει δεῖν χρῆσθαι, μὴ θυμῷ καὶ πάθει.
ἢ προτέρω Διὸς υἱόν ἦ ὅ γε τῶν πλεόνων: ὁ μὲν πρότερος κεῖται ἀντὶ τοῦ πότερον· διὸ ἐγκλιτέον. τὸν δὲ δεύτερον περισπαστέον.
προτέρω ... διώκοι: προσωτέρω διώκοι.
ἀπὸ τοῦ προσσωτέρω γέγονεν ἐν συγκοπῇ.
Χρομίον ... Ἅλιον: Χρομίον παροξυτόνως, Ἅλιον προπαροξυτόνως. εἴπομεν τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεσθαι καὶ ἐσημειούμεθα τὸ Ἅλιος Ξένιος Κρόνιος. ἐπεκράτησε δὲ καὶ κατὰ τὴν Ὁμηρικὴν ἀνάγνωσιν τὸ Ἅλιος προπαροξυνόμενον.
Χρομίον καὶ Ὁδίον καὶ τὰ τοιαῦτα τριβράχεα ἐπὶ κυρίων παροξύνεσθαί φησι πλὴν τοῦ Ἄνιος Ξένιος Κρόνιος Ἅλιος.
ἔπος δʼ ὀλοφυδνόν: οἰκτρὸν καὶ ταπεινὸν διὰ τὸ ἐπιθυμεῖν ἐν τῇ σφετέρᾳ ἀποθανεῖν. ἐπιρραπίζει δὲ διὰ τούτων ὁ ποιητὴς τοὺς οἰομένους τὸ μὴ ἐν τῇ οἰκείᾳ ἀποθανεῖν τὸ μηδὲν εἶναι.
Πριαμίδη—νήπιον υἱόν: ἀντιπαράβαλε τὰ Μενελάου, καὶ εὑρήσεις τὸ διάφορον.
ἕλωρ Δαναοῖσιν: ὅτι οὐ πάντως βρῶμα· πρὸς τὸ «ἑλώρια τεῦχε κύνεσσιν».
ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἔγωγε νοστήσας: ἐντέχνως ὑπομιμνῄσκει τῆς συμμαχικῆς χάριτος τὸν Ἕκτορα.
τὸν δʼ οὔτι προσέφη: πέπονθε γὰρ τῇ ὄψει καὶ τῷ λόγῳ· καὶ οὐκ ἦν ἀδολεσχίας ὁ καιρός.
λελιημένος: τῷ θυμῷ θερμαινόμενος καὶ ὑποκαιόμενος· λιαρὸν γὰρ τὸ θερμόν.
εἶσαν ὑπʼ αἰγιόχοιο Διὸς περικαλλέϊ φηγῷ: ἀπαγαγὼν ἡμῶν τὸν νοῦν τῆς μάχης ὑπὸ ἀνθηρὰν καθίζει δρῦν τὸν τραυματίαν. καλῶς δὲ αὕτη ἱερὰ τοῦ Διός, ἐπεὶ βαλάνοις πρώην ἐχρῶντο, καὶ ἵνα ὑπὸ τοῦ πατρὸς ἰαθῇ· πλησιάζον γὰρ ἦν καὶ ἱερόν, εἰς ὃ παρεγένετο, εἰ καὶ ἐπὶ δρῦν φησιν.
Πελάγων: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου διὰ τοῦ ς «Σελάγων»
Πελάγων: Πτολεμαῖος διὰ τοῦ ς γράφει «Σελάγων».
τὸν δʼ ἔλιπε ψυχή: ψυχὴ τὸ ἐκπνεόμενον πνεῦμα. διὰ τὴν αἱμορραγίαν δὲ ὠλιγώρησε πάντως.
τὸν δʼ ἔλιπε ψυχή: ψυχὴ τὸ πνεῦμα. διὰ τὴν αἱμορραγίαν.
ἀμπνύνθη: ἔν τισι διὰ τοῦ ε «ἐμπνύνθη» γράφεται.
αὖτις δʼ ἀμπνύνθη: ἀνέλαβε τὸ πνεῦμα. ἔν τισι δὲ διὰ τοῦ ε γράφεται «ἐμπνύνθη».
περὶ δὲ πνοιὴ Βορέαο ζώγρει ἐπιπνείουσα κακῶς κεκαφηότα θυμόν: ὃ ἐνέλιπε τῷ πνεύματι, προσεπορίζετο ὁ ἄνεμος. κάπος δὲ τὸ πνεῦμα.
κεκαφηότα: ἐκπεπνευκότα· κάφος γὰρ— τόπος.
οὔτε ποτὲ προτρέποντο μελαινάων ἐπὶ νηῶν: οὕτως Ἀρίσταρχος ἀμφότερα διὰ τοῦ ε, προτρέποντο καὶ ἐπὶ νηῶν· λέγει γὰρ οὔτε προτροπάδην ἔφευγον ἐπὶ τὰς ναῦς. ἡ δὲ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι Ἀττικῶς ἐξενήνοχε, οὐκ ἔφευγον προτροπάδην ἐπὶ τὰς ναῦς. ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν «ἀπὸ νηῶν». γίνεται δὲ ἀδιανόητον· οὐ γὰρ ἀπὸ τῶν νεῶν φεύγειν ἔμελλον.
οὔτε ποτὲ προτρέποντο: τὸ προτροπάδην φεύγειν ὄνειδος ἡγεῖται. ἐπεξηγεῖται δὲ αὐτὸ διὰ τοῦ «αἰὲν ὀπίσσω χάζοντο».
οὔτε ποτʼ ἀντεφέροντο μάχῃ, ἀλλʼ αἰὲν ὀπίσσω χάζοντο: τοῦτο ἐδήλωσε τὸ πρώην. διασταλτέον δὲ τὸ ἀντεφέροντο· οὐ γάρ ἐστιν «ἀλλʼ ἀντεφέροντο».
ἐξενάριξαν: οὕτως διὰ τοῦ α τὸ ἐξενάριξαν, ὅ τε Ἄρης δηλονότι καὶ ὁ Ἕκτωρ.
Ἀρίσταρχος διὰ τοῦ α, ἐξενάριξαν.
ἐξενάριξεν: διὰ τοῦ α τὸ ἐξενάριξεν.
ἐξενάριξεν Ἕκτωρ—Ἄρης: οὐκ ἀτόπως οὖν τρωθήσεται φονεύων διʼ ἑαυτοῦ ὁ Ἄρης. αὔξων δὲ τὴν τοῦ Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει.
αὔξων τὴν Ἕκτορος ἀρετὴν συνέζευξεν αὐτὸν τῷ Ἄρει. οὐκ ἀτόπως δὲ τρωθήσεται καὶ διʼ ἑαυτοῦ φονεύων ὁ Ἄρης.
ἐπὶ δὲ πλήξιππον Ὀρέστην: ἡ διπλῆ πρὸς τὴν ὁμωνυμίαν, ὅτι ὁμώνυμος οὗτος τῷ Ἀγαμέμνονος υἱῷ.
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε: ὅτι Ζηνόδοτος γράφει «Ὕδῃ». ἔστι δὲ τῆς Λυδίας ἡ Ὕδη, ὁ δὲ ἀνὴρ Βοιωτὸς καὶ κώμη Βοιωτίας ἡ Ὕλη. καὶ ὅτι οὐ συνεσταλμένως λέγεται ἡ πόλις, ἐκτέταται δὲ ἐν τῷ Καταλόγῳ διὰ μέτρον.
ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε: τὸ Ὕλη ἐνταῦθα μὲν συστέλλει, ἐν δὲ τῷ Καταλόγῳ ἐκτείνει, «ἠδʼ Ὕλην καὶ Πετεῶνα».
μέγα πλούτοιο μεμηλώς: διὰ γεωργίας ἐπιμελώμενος, ὅπως πλουτῇ.
μεγάλως τῆς γεωργίας ἐπιμελόμενος, ὅπως ἐκ ταύτης κτήσαιτο πλοῦτον.
λίμνῃ κεκλιμένος Κηφισίδι: ἀντὶ τοῦ παρακείμενος, ὡς «αἵ θʼ ἁλὶ κεκλίαται». Κηφισίδι δὲ ἢ τῇ λίμνῃ ἢ τῷ ποταμῷ.
εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα: πρὸ πολλοῦ θεραπεύει τὴν κατὰ Ἄρεος ἁμαρτίαν ὁ ποιητής.
ἔντυεν ἵππους: ἀπὸ τῶν εἰς πόλεμον εὐτρεπιζομένων.
Ἥβη δʼ ἀμφʼ ὀχέεσφι: ὑπηρετικήν τινα τὴν Ἥβην παρεισάγει ὁ ποιητής. καὶ ἀνωτέρω μὲν εὐωχουμένοις τοῖς θεοῖς διηκόνει, ἐν δὲ τοῖς ἑξῆς λούει τὸν Ἄρεα· παρθενικὸν γὰρ τὸ τοιοῦτον, ὡς «Τηλέμαχον Πολυκάστη».
κύκλα: οἱ τροχοί.
Ἥβη δʼ ἀμφʼ ὀχέεσφι—κάλʼ ἔβαλε χρύσειʼ: τὸν δίφρον τῆς Ἥρας οὕτως ἡ Δημὼ φυσιολογεῖ· Ἥραν γάρ φησιν εἶναι τὸν ἀέρα. τὴν δὲ φύσιν ἐκτιθέμενον τοῦ στοιχείου φησὶ τὸν ποιητὴν τὰ μὲν περίγεια αὐτοῦ μέρη, ἅπερ ἐστὶ ζοφωδέστερα καὶ πολὺ τὸ γεῶδες ἔχοντα, ταῖς παχυτέραις ὕλαις εἰκάζει, χαλκῷ τε καὶ σιδήρῳ. «καὶ χρυσὸν μερικῶς ἐγκατέμιξεν, ἴσως διὰ τὸ ποσῶς ὑπὸ ἡλίου φωτίζεσθαι. τὰ μέντοι μετεωρότερα — τὸν ῥυμόν φημι — ἀργύρεον λέγει, τὸ δὲ πάντων ἀνωτέρω καὶ συναφὲς τῷ αἰθέρι χρύσεον ζυγόν — συνέζευκται γὰρ τῷ αἰθέρι —, ἱμάντας δὲ χρυσέους καὶ ἀργυροῦς τοὺς ἐξ ἡλίου καὶ σελήνης φωτισμούς, δύο δὲ ἄντυγας τὸ ὑπόγειόν τε καὶ ὑπέργειον ἡμισφαίριον.»
χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι: τὰ γὰρ ἐνεργῆ μέρη τοῦ ἅρματος ταῖς στερεαῖς ὕλαις κοσμεῖ, τὰ δὲ ἄλλα ταῖς πολυτελέσιν.
ὀκτάκνημα: κνῆμαι καλοῦνται αἱ ἀπὸ τῆς χοινικίδος ἕως τοῦ τροχοῦ ῥάβδοι.
ἄξονι: ἄξων τὸ ὑποκείμενον τῷ ἅρματι ξύλον, περὶ ὃ στρέφονται οἱ τροχοί.
ἄξονι: ἄξων τὸ εἰς τὰς χοινικίδας ἐμβαλλόμενον ἑκατέρου τροχοῦ.
ἴτυς: ἡ ἁψίς, εἰς ἣν αἱ κνῆμαι αἱ ἀπὸ τῆς χοινικίδος ἐμπήγνυνται, ἤγουν ἡ τοῦ τροχοῦ περιφέρεια παρὰ τὸ ἰέναι.
ἐπίσσωτρα: ἔν τισι γράφεται «ὀπίσσωτρα» διὰ τοῦ ο.
ἔν τισι διὰ τοῦ ο «ὀπίσσωτρα».
ἐπίσσωτρα: οἱ σιδηροῖ κύκλοι οἱ ἄνωθεν περιβαλλόμενοι τοῖς τροχοῖς καὶ ἐφαπτόμενοι τῆς γῆς, οἱ καλούμενοι κανθοί.
ἐπίσσωτρα: ἐπίσσωτρον τὸ εἰς γῆν κυλινδούμενον ἤτοι τοῦ παντὸς περιφεροῦς τὸ τελευταῖον.
πλῆμναι: τὰ μέσα τῶν συριγγίων, εἰς ἃς ἐντίθεται ὁ ἄξων, αἱ καλούμεναι χοινικίδες.
πλῆμναι δʼ ἀργύρου εἰσί: καλῶς τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. πλῆμναι δὲ αἱ χοινικίδες. πλῆμναι δὲ εἴρηνται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. ταύτας δὲ ἔνιοι χνείσας ὀνομάζουσιν.
πλῆμναι λέγονται διὰ τὸ πλήσσεσθαι ὑπὸ τοῦ ἄξονος. ταύτας δὲ ἔνιοι χήσας ὀνομάζουσι. καλῶς δὲ καὶ τὸ εἰσί πρὸς ἀληθείας ὑπόληψιν. εἰσὶ δὲ πλῆμναι αἱ χοινικίδες.
δίφρος: ἐφʼ οὗ ἑστᾶσιν ὅ τε ἡνίοχος καὶ ὁ παραβάτης.
δίφρος: παρὰ τὸ δύο φέρειν.
ἄντυγες: αἱ περιφέρειαι τοῦ δίφρου, αἱ ἁψῖδες, ὧν ἀντιλαμβάνονται οἱ ἀναβαίνοντες ἐπὶ τὸ ἅρμα.
ἄντυγες: τὰ ἐπὶ τοῦ δίφρου ἡμικύκλια, ὅθεν καὶ τὰ ἡνία ἐξάπτονται.
τοῦ δʼ ἐξ ἀργύρεος ῥυμὸς πέλεν: ὅτι ὅταν εἴπῃ «ἐν πρώτῳ ῥυμῷ», τῷ ἄκρῳ λέγει· εἷς γάρ ἐστι ῥυμός. τὸ δὲ πέλεν ἀντὶ τοῦ πέλει.
ῥυμός: τὸ ἀπὸ τοῦ δίφρου μέχρι τοῦ ζυγοῦ ξύλον, ἀπὸ τοῦ ἐρύειν.
ζυγός: τὸ ἐπικείμενον τοῖς τραχήλοις τῶν ἵππων, παρὰ τὸ δύο εἰς ἓν ἄγειν αὐτόν.
λέπαδνα: ὡς κόπτω κόπανον, λέπω λέπαδνον. εἰσὶ δὲ τὰ περιτραχήλια τῶν ἵππων.
λέπαδνα: πλατεῖς ἱμάντες, οἷς ἀναδεσμοῦνται οἱ τράχηλοι τῶν ἵππων πρὸς τὸν ζυγόν. ὡς κόπτω κόπανον, λέπω λέπαδνον.
πέπλον μὲν κατέχευεν—Διὸς νεφεληγερέταο: οἱ ἀστερίσκοι, ὅτι ἐνταῦθα μὲν καλῶς κεῖνται, ἐν δὲ τῇ κόλῳ μάχῃ μηδεμιᾶς φαινομένης ἀριστείας οὐ δεόντως. ὁ δὲ Ζηνόδοτος τούτους μὲν ἀθετεῖ, ἐκείνους δὲ καταλείπει. τῷ δὲ τρίτῳ παράκειται καὶ διπλῆ, ὅτι δασύνειν δεῖ τὸ ἡ δέ· ἐπανέλαβε γάρ, ὡς ἔθος αὐτῷ, τὸν περὶ τῆς Ἀθηνᾶς λόγον.
πέπλον μὲν κατέχευεν: τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκεν. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως ἐνέφηνεν. πρέπω δὲ πρέπαλος πέπαλος πέπλος.
πρέπω πρέπαλος πέπαλος πέπλος. τὸ δὲ κατέχευεν ἀντὶ τοῦ τὰς περόνας λύσασα καταφέρεσθαι ἀφῆκε. γυμνὴν δὲ ἡμῖν τὴν Ἀθηνᾶν διὰ τῆς λέξεως παρέστησεν.
πέπλον: γυναικεῖον ἔνδυμα—ἐπερονῶντο. ἀρθεισῶν—ἔδαφος. πρέπω πρέπαλος, κατὰ συγκοπὴν πέπαλος καὶ κατὰ δευτέραν συγκοπὴν πέπλος.
ἡ δέ: δασυντέον τὸ η· ἄρθρον γάρ ἐστιν ἀντωνυμικόν. τινὲς δὲ ψιλοῦσι σύνδεσμον ἐκδεχόμενοι τὸν «ἠδέ», κακῶς.
χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο: οὗτος γὰρ μᾶλλον ἐπιτήδειος ἐν πολέμῳ, καὶ ὅτι ἴση παραβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος
οὗτος δὲ ὁ χιτὼν ἐπιτήδειός ἐστιν ἐν πολέμῳ, ἵνʼ ᾖ ἴση περιβολὴ Διὸς καὶ Ἀθηνᾶς ὡς Ἀχιλλέως καὶ Αἴαντος.
Διὸς νεφεληγερέταο: τὸ ἡμιστίχιον ἢ τοῖς ἐπάνω ἢ τοῖς ἑξῆς προσδοτέον. ἐὰν μὲν οὖν τοῖς ἐπάνω, μόνος ὁ θώραξ ἔσται τοῦ Διός· ἐὰν δὲ τοῖς ἑξῆς, πάντα ἔσται τὰ ὅπλα αὐτοῦ τοῦ Διός, ὅπερ καὶ πιθανόν. οὕτως δὲ καὶ Ἀρίσταρχος.
ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο: τὸ Διὸς νεφεληγερέταο τινὲς τῷ πρώτῳ, οἱ δὲ τῷ ἑξῆς … ἵνʼ ᾖ ὅλα τὰ ὅπλα τοῦ Διός. κοινὸν δὲ καὶ ἐπὶ τοῦ πρώτου.
τεύχεσιν: τεύχεα δὲ τὴν αἰγίδα καὶ τὴν περικεφαλαίαν λέγει.
τεύχεσι δὲ λέγει τῇ αἰγίδι καὶ τῇ περικεφαλαίᾳ.
δεινήν: διὰ τὸ δυνάμεις ἀρεϊκὰς ἐντετυπῶσθαι ἐν αὐτῇ.
ἣν πέρι μὲν πάντῃ Φόβος ἐστεφάνωται: ἀναστρεπτέον τὴν πρόθεσιν, ἵνα πρὸς τὸ ἥν συντάττηται.
ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται: ὅσος ἦν, κύκλῳ εἴχετο. ἀναστρεπτέον δὲ τὴν περί.
κύκλῳ περιείχετο. ἀναστρεπτέον δὲ τὴν περί.
ἐν δʼ Ἔρις, ἐν δʼ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή:ἄδηλον, πότερον εἴδωλα ταῦτά ἐστιν ἢ διαθέσεις, ὡς τὸ «ἔνθʼ ἔνι μὲν φιλότης».
κρυόεσσα ἰωκή: πολέμου ἐπιφορά.
ἐν δέ τε γοργείη κεφαλή: οἷον κατάστημά τι γοργότητος δεινὸν καὶ βλοσυρόν· Ἡσίοδος γὰρ διέπλασε τὸν μῦθον τῶν Γοργόνων.
σμερδνή: καταπληκτική, φοβερά. ὡς ἀλαπάζω ἀλαπαδνός, οὕτω μερίζω μεριδνός μερδνός καὶ σμερδνός· καὶ «ὣς ἐδαΐζετο θυμός».
ἀμφίφαλον: φάλοι οἱ κατὰ—ἀσπιδίσκοι. τετραφάληρον: φάλαρα οἱ ἐν ταῖς παραγναθίσι κρίκοι, διʼ ὧν αἱ παραγναθίδες καταλαμβάνονται τῆς περικεφαλαίας.
πρυλέεσσʼ: ὅτι πεζοὶ οἱ πρυλέες ὅπλα ἔχοντες.
πρυλέεσσʼ: πεζοῖς ὁπλίταις. πρύλις, ὡς δαμάσω δάμαλις, περύω πέρυλις καὶ πρύλις.
ἑκατὸν πόλεων πρυλέεσσʼ ἀραρυῖαν: εἶχεν ἐν ἑαυτῇ πολίτας τετυπωμένους πόλεων ἑκατόν. ὑποτυποῖ δὲ ἡμῖν τὸ μέγεθος τῆς φορούσης καὶ αὐτὴν τὴν κόρυθα ἑκατὸν πόλεων ὁπλίτας δύνασθαι κατακαλύπτειν φησίν. εἰ δὲ ἡ κόρυς τοσαύτη, πόσον τὸ μέγεθος τῆς περικειμένης τὸ κράνος; καὶ ἐπὶ Ποσειδῶνος «ὅσον τʼ ἐννεάχιλοι»· οὐ γὰρ εἶπε τὸ μέγεθος αὐτοῦ ὥσπερ οὐδὲ τὸ τῆς Ἀθηνᾶς, κατʼ ἔμφασιν δὲ ἔδωκε συλλογίζεσθαι, πηλίκος ἦν ὁ τὴν τοιαύτην φωνὴν ἔχων. πρυλέες δὲ ὁπλῖται ἢ πρόμαχοι ἢ ἀθρόοι.
ἐς δʼ ὄχεα φλόγεα: ὀξέα κατὰ τὴν κίνησιν ὡς πῦρ, ἢ μᾶλλον ἀεί.
βριθὺ μέγα—ὀβριμοπάτρη: ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν μετάκεινται.
δάμνησι: ὁ Σιδώνιος ἄνευ τοῦ ι τὸ δάμνησι, ὁ δὲ Ἀρίσταρχος σὺν τῷ ι.
τῷ δάμνησι στίχας ἀνδρῶν: οὐκ ἄνδρας εἶπεν, ἀλλʼ ὑπερφυῶς στίχας ἀνδρῶν.
τοῖσίν τε: αἱ Ἀριστάρχου ἄνευ τοῦ τ «οἷσίν τε.»
ἐπεμαίετʼ ἄρʼ ἵππους: ἀντὶ τοῦ ἐπέψαυσεν.
ἵππους: ἀντὶ τοῦ τῶν ἵππων.
αὐτόματοι δὲ πύλαι μύκον οὐρανοῦ: ὅτι πύλαι οὐρανοῦ τὰ νέφη· ὁ γὰρ ὑπὲρ ταῦτα τόπος ὁμώνυμος τῷ στερεμνίῳ οὐρανὸς καλεῖται.
πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι: ἐπεὶ τὴν τῶν οὐρανίων τάξιν καὶ τοὺς καιροὺς διοικοῦσιν· ἐμφαίνεται δὲ καὶ τὸ ἀξίωμα τῶν θεῶν, εἴγε ἑκοῦσαι αἱ πύλαι εἴκουσιν αὐταῖς. οὐρανὸν δὲ τὸν ὑπὲρ τὰ νέφη τόπον.
κεντρηνεκέας: τοὺς οὕτω φέροντας ἑαυτοὺς καὶ τοὺς ἐπιβάντας ὡς ὑπὸ κέντρου μαστιζομένους, παρὰ τὸ κέντρον καὶ τὸ ἐνεγκεῖν.
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο: ὅτι ὄρος ὁ Ὄλυμπος, καὶ ὅτι ὑπερθετικὸν ἀντὶ ἁπλοῦ, ἀκροτάτῃ ἀντὶ τοῦ ἄκρᾳ. οὐ ζητητέον οὖν, πῶς τὸν ὑπὲρ τὰ νέφη τόπον ἀκροτάτην εἴρηκε κορυφήν· λέγει γὰρ ἄκραν οἱανδήποτε.
οὐ νεμεσίζῃ Ἄρῃ: χαριέντως τὸν υἱὸν ἁμαρτάνοντα παρὰ γνώμην τοῦ κυρίου κολάζειν οὐκ ἐπιχειρεῖ. πῶς οὖν Ἀθηνᾶ τοῦτο οὐκ ἀναμένει; ὅτι οὐκ ἴδιον Ἀφροδίτης πόλεμος· καὶ Ζεὺς «οὔ τοι, τέκνον ἐμόν, δέδοται πολεμήϊα ἔργα».
τάδε καρτερὰ ἔργα: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «τάδε ἔργʼ ἀΐδηλα».
ἕκηλοι: δασυντέον· παρὰ γὰρ τὸ εἴκων ἐγένετο, ὅπερ ἐστὶ σημαντικὸν τοῦ ὑποχωρῶν καὶ ἡσυχάζων. ὁ δὲ ὑποχωρῶν καὶ ἡσυχάζει. ἄλλως τε τὸ ε πρὸ τοῦ κ δασύνεται μὴ ὂν ἐκ κλίσεως ἢ προθέσεως ἢ μεμελετηκὸς ἀφαιρεῖσθαι, οἷον «ἑκάς», Ἑκάτη. οὕτως ἄρα καὶ ἕκηλος. μάχεται τὸ ἐκεχειρία, ὅπερ οὐκ ἔχει γνήσιον τὸ κ, ἀπὸ τοῦ ἔχειν γενόμενον.
ἕκηλοι: δασυντέον· τὸ γὰρ ε πρὸ τοῦ κ δασύνεται, εἰ μὴ ἐκ κλίσεως εἴη, σεσημειωμένου τοῦ ἐκεχειρία.
τέρπονται Κύπρις τε: πιθανῶς, ἵνα μὴ δοκῇ μάτην τετρῶσθαι.
πεπληγυῖα: ὅτι ἀντὶ τοῦ πλήσσουσα τῷ παθητικῷ.
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:ὅτι ἔνιοι γράφουσι «τὴν δʼ αὖτε προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε».
ἔπορσον Ἀθηναίην: ἄνωθεν κατασκευάζει τὴν τρῶσιν Ἄρεως. ἄλλως τε τὸν ταραχώδη ἡ τῆς συνέσεως προεστηκυῖα καταλύει.
ἄγρει: λαβέ, φέρε, ἄγε.
ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν—ὑψηχέες ἵπποι: διὰ τοῦ ὀξυτάτου τοῦ ἐν ἡμῖν ἐδήλωσε τὸ τάχος τῶν ἵππων· ὅσον γάρ τις ἐκτείνει τὴν ὄψιν εἰς τὸν παρὰ θάλασσαν ἀτενίζων ἀέρα μηδενὸς ἀντικόπτοντος, ἀλλὰ τοῦ ὁρωμένου παντὸς ἀέρος ὄντος, τοσοῦτόν ἐστι τὸ βῆμα τῶν θείων ἵππων ὁρμώντων.
ἠεροειδές: τὸ τοῦ ἀέρος εἶδος.
ἠεροειδές: ἀναπεπταμένου—ἐμποδίζοντος· ἢ ἀερῶδες σκοτεινόν.
ὑψηχέες ἵπποι: ὑψαύχενες ἤτοι εἰς ὕψος ἀειρόμενοι μετὰ ἤχου· ἄριστοι γὰρ οἱ κυμβαλίζοντες ἵπποι.
ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος: ὅτι τὸ κατʼ ἀμφοτέρων ῥῆμα μεταξὺ τῶν ὀνομάτων τέταχεν· ἔδει γὰρ «ἧχι ῥοὰς Σιμόεις καὶ Σκάμανδρος συμβάλλετον». τούτῳ δὲ τῷ ἔθει πεπλεόνακε καὶ Ἀλκμάν· διὸ καὶ καλεῖται Ἀλκμανικόν, οὐχ ὅτι αὐτὸς πρῶτος ἐχρήσατο, ἀλλʼ ὅτι τῷ τοιούτῳ ἔθει πεπλεόνακε. τὸ δὲ σχῆμα προεπίζευξις· προθεὶς γὰρ ἓν ὄνομα δυϊκὸν ἐπάγει πληθυντικὸν καὶ λοιπὸν ἀναπληροῖ τῇ ἐπαγωγῇ· «ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη», «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε», «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων». ἀλλαχοῦ δὲ «μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων».
ἠέρα πουλύν: ὅτι ἀντὶ τοῦ πολλὴν σκοτίαν.
ἠέρα πουλύν: ἀντὶ τοῦ πολλήν· ἀεὶ γὰρ θηλυκῶς φησι καὶ τὸ σκότος δηλοῖ. τὸ δὲ ἐπὶ τοῦ συνήθους ἅπαξ εἶπε «διʼ ἠέρος αἰθέρʼ ἵκανεν».
τοῖσιν δʼ ἀμβροσίην Σιμόεις: ποιητικοῦ κάλλους ἴδια ταῦτα, ὡς καὶ ἐπὶ τοῦ λέχους τοῦ Διός καλῶς δὲ οὐχ ὁ Σκάμανδρος ἀνέτειλεν· Τρωσὶ γὰρ βοηθὸς οὗτος.
τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι: τὴν ὁρμὴν καὶ τὴν πτῆσιν· ἄτοπον γὰρ τρυφερῶς βαδίζειν τὰς εἰς πόλεμον ἐσκευασμένας. ἄλλως· καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ τὰ τῶν περιστερῶν ἴχνη καὶ Ἀριστοτέλης λέγει. ἄλλως· πρὸς τὸ καθαρὸν καὶ ταχύ· ὅτι γὰρ καὶ ταχύ, δῆλον ἀφʼ οὗ τὴν κομιδὴν τῆς ἀμβροσίας πεπίστευται
στᾶσʼ: περισπαστέον· ἔστι γὰρ τὸ πλῆρες στᾶσα.
Στέντορι: ὅτι ἐνταῦθα μόνον μνημονεύει τοῦ Στέντορος.
Στέντορι: τινὲς αὐτὸν Θρᾷκά φασιν, Ἑρμῇ δὲ περὶ μεγαλοφωνίας ἐρίσαντα ἀναιρεθῆναι· αὐτὸν δὲ εὑρεῖν καὶ τὴν διὰ κόχλου μηχανὴν εἰς τὰς μάχας. ἀλλʼ ἔθος Ὁμήρῳ τοῖς παροῦσιν εἰκάζειν τοὺς θεούς. τινὲς δὲ Ἀρκάδα φασὶν εἶναι τὸν Στέντορα καὶ ἐν τῷ Καταλόγῳ πλάττουσι περὶ αὐτοῦ στίχους.
ὃς τόσον αὐδήσασχʼ ὅσον ἄλλοι πεντήκοντα: ἔν τισιν οὐκ ἦν ὁ στίχος διὰ τὴν ὑπερβολήν.
ἐλέγχεα: ἐλέγχεα ὡς «τείχεα»· οὐ γὰρ νῦν ἐπιθετικόν.
κάκʼ ἐλέγχεα: Ἀρίσταρχος «κακκελέχεες». τὸ δὲ ἑξῆς διχῶς, «εἶδος ἄριστοι» καὶ εἶδος ἀγητοί.
κάκʼ ἐλέγχεα: ὡς καὶ Ἀλέξανδρον «λώβην».
εἶδος ἀγητοί: τῷ εἴδει μόνον θαυμαστοί.
πωλέσκετο δῖος Ἀχιλλεύς: οὐκ ἐᾷ λήθῃ δίδοσθαι τὸ ὄνομα τοῦτο ὁ ποιητής.
πυλάων Δαρδανιάων: τῶν Σκαιῶν· φησὶ γὰρ «ἀλλʼ ὅσον ἐς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανον».
οἴχνεσκον: ἐπορεύοντο.
ἕλκος ἀναψύχοντα: γυμνοῦντα πρὸς τὸ ἀποψῆν τὸν λύθρον.
ἕλκος … τό μιν βάλε Πάνδαρος ἰῷ: οὐ τὸ ἕλκος ἔβαλεν, εἰργάσατο δὲ ἕλκος βαλών, ὡς τὸ «νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς», ὅ ἐστι κτανὼν νεκρὸν εἰργάσατο. ἀνδρείου δὲ καὶ καρτερικοῦ τὸ μὴ ἀναχωρῆσαι εἰς τὰς ναῦς μετὰ τὸ τραῦμα.
ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ: ὅτι ἰδίως εἴρηκεν ἀντὶ τοῦ ὃ βαλὼν ἕλκος ἐποίησεν.
ὑπὸ πλατέος τελαμῶνος: ὅτι τελαμῶσιν ἐπὶ τῶν ἀσπίδων ἐχρῶντο.
τῷ τείρετο: Ἀρίσταρχος τῷ τείρετο, ἄλλοι δὲ «τῷ τρίβετο».
Ἀρίσταρχος τείρετο, αἱ δὲ κοιναὶ «τρίβετο».
ἴσχων: ὡς λέγων, ἔχων· οὐδὲ γὰρ δύναται ὀξύνεσθαι ὡς δευτέρου ἀορίστου· ἄνευ γὰρ τοῦ ι ἐλέγετο ἂν σχών. ζητεῖται, πότερον ἴσχων ὡς τρέχων ἢ ὡς νοῶν· εὑρέθη γὰρ ἴσχηκα ὁ παρακείμενος. ἀλλὰ τοῦτο οὐδὲν συμβάλλεται πρὸς τὴν Ὁμηρικὴν ἀνάγνωσιν· παρʼ αὐτῷ γὰρ πάντα τὰ κινήματα ὡς ἀπὸ βαρυτόνου «ἴσχεσθʼ Ἀργεῖοι», «ἴσχον γὰρ πυργηδόν», ἥ τε πληθυντικὴ μετοχὴ «χεῖρας ἀνίσχοντες».
ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο: ἄκρως τὸ ἀνθρώπινον ἦθος μεμίμηται· τοῦτο γὰρ γίνεται καὶ νῦν.
ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς: ὅτι οὐ λέγει κατά τι ὅμοιον, ἀλλʼ ἀντὶ τοῦ οὐδὲ ὅλως ὅμοιον. τὸν δὲ ἦ περισπαστέον· βούλονται γὰρ αὐτὸν ἰσοδυναμεῖν τῷ δή καὶ βεβαιωτικὸν εἶναι· τοιοῦτος γὰρ ὁ κατʼ ἀρχὴν η. τὴν δὲ ἀντωνυμίαν ὀρθοτονοῦσιν, ἐπεὶ εἰς σύνθετον μεταλαμβάνεται.
Τυδεύς: τῇ ἐπαναλήψει τοῦ ὀνόματος ηὔξησε τὸν Τυδέα.
καί ῥʼ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον—Καδμείωνας: καὶ ὅτε ἐγὼ αὐτὸν ἀπετρεπόμην, ἐκεῖνος ὅμως μαχητὴς ἦν, ἡνίκα ἦλθεν ἄγγελος εἰς Θήβας. τὸ δὲ ἑξῆς ἀσύνδετον.
οὐδʼ ἐκπαιφάσσειν—ἐνίκα: φανεροῦν ἑαυτόν, ἀλλʼ ἐν ἀγγέλου σχήματι μένειν. δύναται δὲ εἰς τὸ ἐκπαιφάσσειν εἶναι στιγμή, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ὅτε τʼ ἤλυθεν ἐς Θήβας, ἐκέλευον μὲν ἐγὼ δαίνυσθαι, ὁ δὲ ἐπολέμει. τὸ δὲ ἐκπαιφάσσειν γίνεται παρὰ τὸ φῶ τὸ φαίνω φάσσω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πτῶ πταίνω παπταίνω.
αὐτὰρ ὁ θυμὸν ἔχων κρατερόν—ἐνίκα: ὑπερβολή, εἴγε καὶ ὑπὸ τῆς πολεμικωτάτης θεοῦ κελεύεται ἡσυχάζειν, ὁ δὲ οὐκ εἴκει, ἀλλὰ πολεμεῖ, ὡσὰν ἄμετρον ἔχων ὁρμήν.
κούρους Καδμείων προκαλίζετο, πάντα δʼ ἐνίκα: ὅτι Ζηνόδοτος ὑποτάσσει τούτῳ στίχον «ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα». ἐναντιοῦται δέ· ἡ γὰρ Ἀθηνᾶ οὔ φησι παροτρύνειν, ἀλλὰ κωλύειν κατήχθη δὲ οὐ δεόντως ἐκ τοῦ Ἀγαμέμνονος λόγου
πάντα δʼ ἐνίκα ῥηϊδίως—ἦα: πάντα κοῦρον· ἢ τὰ ἀγωνίσματα. οὐ καθόλου δὲ εὑρέθη ἐν τοῖς Ἀριστάρχου τὸ ῥηϊδίως· τοίη τοι ἐγὼν ἐπιτάρροθος ἦα· ἐναντίον γάρ ἐστι τοῖς προκειμένοις.
ῥηϊδίως· τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα: τοῦτον τὸν στίχον οὐχ εὑρῆσθαι καθόλου φασὶν ἐν ταῖς Ἀριστάρχου· καὶ γὰρ ἀντιπράττει καὶ πρὸς τὸ «δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον», καὶ οὐχ οἷόν τε ἐπιφέρειν «σοὶ δʼ ἤτοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι ἠδὲ φυλάσσω».
σοὶ δʼ ἦ τοι μὲν ἐγὼ παρά θʼ ἵσταμαι: ἐκ τῆς ἀντιπαραθέσεως ἤλεγξεν αὐτόν· φησὶ γὰρ «καί σε προφρονέως κέλομαι Τρώεσσι μάχεσθαι».
κάματος πολυᾶϊξ γυῖα δέδυκεν: ἐκ γὰρ πολλῆς κινήσεως ὁ κάματος. τὸ δὲ δέδυκεν ἀντὶ τοῦ ἐκάκωσεν.
ἤ νύ σέ που: ὁ ἤ ὀξύνεται· διαζευκτικὸς γάρ. φυλάσσεται δὲ ἡ ὀξεῖα διὰ τὸ ἐπιφερόμενον νύ ἐγκλιτικόν, ὃ καὶ αὐτὸ ἔσχεν ὀξεῖαν διὰ τὴν σέ ἐγκλιτικὴν οὖσαν.
ἀκήριον: ἄψυχον, ἀσθενές. σημαίνει δὲ καὶ ὑγιὲς καὶ ἄνοσον καὶ ἀθάνατον, νῦν δὲ εἰς ἀψυχίαν ἄγον.
ἔκγονος: ὁ υἱός, ἔγγονος ὁ υἱωνός.
τὴν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης: ὅτι ἔνιοι «τὴν δʼ αὖτε προσέειπε … ».
σῶν: Ἀρίσταρχος «σέων» γράφει.
μάχην ἀνὰ κοιρανέοντα: οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται ἀνὰ τὴν μάχην. Ἀρίσταρχος δὲ παρῃτήσατο τὴν ἀνά ἀναστρέψαι, ὁπότε μὴ σημαντικὴ εἴη τοῦ ἀνάστηθι, ἵνα μὴ συνεμπέσῃ τῷ «Ζεῦ ἄνα Δωδωναῖε». ἔστι δὲ καὶ νῦν ἐκεῖνον προσθεῖναι τὸν λόγον ὡς ὅτι ὅταν πρόθεσις ἀντὶ ἑτέρας προθέσεως παραλαμβάνηται, οὐκ ἀναστρέφεται, «ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι», «θεῖναι Ἀθηναίης ἐπὶ γούνασι». οὕτως οὖν κἀνθάδε δύναται ἡ ἀνά ἀντὶ τῆς κατά.
μάχην ἀνὰ κοιρανέοντα: αἱ προθέσεις ἀντιπαραλαμβανόμεναι ἀλλήλων τοὺς οἰκείους τόνους τηροῦσιν.
τὸ ἀνά ἀντὶ τῆς κατά.
μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον: οὐ καθολική, ἀλλὰ πρὸς τὸ παρὸν προτρεπτικὴ ἡ παραίνεσις.
τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα: ἐγγύθεν αὐτοῦ, πλησίον. οὕτως αὐτοῦ καταφρόνησον, μὴ μακρόθεν ἐπʼ αὐτὸν βαλών.
τυκτὸν κακόν: οὐ φυσικόν, ἀλλὰ κατʼ ἐπιτήδευσιν.
οὐ μόνον, φησί, φυσικόν, ἀλλὰ καὶ ἐπιτηδευτόν.
ἀλλοπρόσαλλον: σύνθετόν ἐστι· διὸ οὐ κατʼ ἰδίαν ὁ τόνος τῆς πρώτης λέξεως λέγεται, ὁμοίως δὲ τῷ «ἀλλοθρόους», «ἀλλοειδέας»
στεῦτʼ: πρὸς τὸ στεῦτο, ὅτι τὸ κατὰ διάνοιαν διωρίζετο ἡ λέξις σημαίνει.
νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ: ὅτι ἀντὶ τοῦ ἐν τοῖς Τρωσίν ἐστι μετὰ τῶν Τρώων.
πάλιν: ὅτι ἀντὶ τοῦ εἰς τοὐπίσω.
ἐμμαπέως: συντόμως παρὰ τὸ μάρψαι, ἢ ἐρρωμένως.
ἐμμεμαυῖα θεὰ—ἄνδρα τʼ ἄριστον: ἀθετοῦνται στίχοι δύο, ὅτι οὐκ ἀναγκαῖοι καὶ γελοῖοι καί τι ἐναντίον ἔχοντες. τί γάρ, εἰ χείριστοι ἦσαν ταῖς ψυχαῖς, εὐειδεῖς δὲ καὶ εὔσαρκοι;
μέγα δʼ ἔβραχεν ἄξων: ἐμψύχως, ὡς καὶ ἐπὶ τοῦ «ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοί».
ἄνδρα τʼ ἄριστον: διὰ τοῦ δέ αἱ Ἀριστάρχου, «ἄνδρα δʼ ἄριστον».
ἤ τοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν: ὅτι ἀπὸ τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ, καὶ ὅτι τινὲς γράφουσιν «ἐξενάριξεν». συντελικὸν δὲ γίνεται, δεῖ δὲ παρατατικῶς· καὶ γὰρ ἐπιφέρει «τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος» ἀντὶ τοῦ ἀνῄρει.
Ὀχησίου: Ὀχήσιος υἱὸς Οἰνέως, ὡς Νίκανδρος ἐν τοῖς Αἰτωλικοῖς. κατὰ Διομήδους οὖν ἡ τοῦ Ἄρεως πρᾶξις.
δῦνʼ Ἄϊδος κυνέην: ἐπὶ τῷ πρὸ τῆς πληγῆς λαθεῖν. ἀμέλει μετὰ τὴν πληγὴν ὁρᾶται ὡς καὶ τὸν Ἄρεα λέγειν κατʼ αὐτῆς πρὸς τὸν Δία
Ἄϊδος κυνέην: νέφος, διʼ οὗ οἱ θεοὶ ἀλλήλοις ἀφανεῖς γίνονται.
ἰθὺς Διομήδεος: ὡς «εὐθὺ τῆς σωτηρίας»
οἱ δʼ ὅτε δὴ σχεδὸν—Διομήδης: δύναται μὲν Ἄρει μονομαχεῖν Ἀθηνᾶ, φυλάσσει δὲ τὸν πόλεμον εἰς ἄλλον καιρὸν ὁ ποιητής.
ὠρέξαθʼ ὑπὲρ ζυγόν: τινὲς ἀντὶ τῆς ὑπό, ἵνα λαθὼν αὐτὸν τρώσῃ.
ἑλέσθαι: γράφεται «ὀλέσσαι».
ἔγχεϊ: εἴρηται περὶ τῶν τοιούτων δοτικῶν, πότε κατὰ διάστασιν, ὡς νῦν, καὶ πότε κατὰ συναλιφήν, καὶ ὅτι τὸ μέτρον πολλάκις αἴτιον· καὶ τὰ ἀντικείμενα, καίτοι γε μέτρου μὴ ἐμποδίζοντος, ὡς τὸ «πλήθει πρόσθε βαλόντες».
ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη: μόνον ὁρμᾶται καὶ μόνον ὄνομα τρώσεως ἔχει ὁ Διομήδης. δύο οὖν παρίστησι, καὶ τοὺς ἀσθενεῖς τῶν κρειττόνων ποιῶν κρατεῖν κατὰ προστασίαν θεῶν καὶ τοὺς ἀτακτοῦντας κολάζων.
νείατον ἐς κενεῶνα: κατὰ τὸ ἔσχατον τῆς λαγόνος ἤτοι τὸ ἐνδότατον. εἰ οὖν ἑπταπέλεθρος ὁ Ἄρης πῶς φθάνει τὸ δόρυ Διομήδους τρία πλέθρα; ὅτι νῦν ἀνδρὶ εἴκασται· «καὶ νῦν οἱ πάρα κεῖνος Ἄρης βροτῷ ἀνδρὶ ἐοικώς».
νείατον ἐς κενεῶνα, ὅθι ζωννύσκετο μίτρην: ὅτι κατὰ τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν· καὶ ἔστιν διδασκαλικὸς ὁ τόπος. ὁ δὲ Ἀρίσταρχος «μίτρῃ» κατὰ δοτικήν. ἐν δέ τισι τῶν ὑπομνημάτων «ὅθι στελέσκετο μίτρῃ».
ὅθι ζωννύσκετο μίτρην: αἱ Ἀριστάρχου κατὰ δοτικὴν τὸ μίτρη. ἔν τισι δὲ τῶν ὑπομνημάτων «ὅθι τελέσκετο μίτρη».
τὸ δὲ μίτρην κατὰ δοτικὴν Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ μετὰ τοῦ ν, ὃ καὶ βέλτιον.
τοὺς δʼ ἄρʼ ὑπὸ τρόμος εἷλεν: βαρυτονητέον τὴν ὑπό· παρέλκεται γάρ.
ἔβραχʼ Ἄρης, ἆτος πολέμοιο: ἐψόφησεν, ἐφώνησεν. ἆτος δὲ ὁ βλαπτικός.
οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ: πρὸς τὴν πλοκὴν τοῦ ἑξῆς λόγου, οἵα φαίνεται ἀὴρ ἐκ νεφέων δυσαέος ἀνέμου ὀρνυμένου ἐκ καύματος.
οἵη δʼ ἐκ νεφέων ἐρεβεννὴ φαίνεται ἀήρ — ὀρνυμένοιο: ὅταν γὰρ καυματώδους οὔσης τῆς ἡμέρας πρὸς ἀνατολὴν ἢ δύσιν ὁ ἀὴρ μέλας δοκῇ, προσδοκῶσιν ἄνεμον. τὸ δὲ ἑξῆς οὕτως· ἐκ καύματος ἀνέμου ὁρμήσαντος δυσαέος, ὅ ἐστι σφοδροῦ.
καύματος ἒξ ἀνέμοιο: γίνονται γὰρ καὶ καυσωνικαὶ πνοαὶ κατὰ τὰς ἐαρινὰς καὶ θερινὰς ὥρας, ὅτε νότοι πνέουσιν.
τοῖος Τυδείδῃ— φαίνεθʼ: γραφικῶς ἔχει Διομήδης τὴν ἄνοδον θεώμενος Ἄρεος.
φαίνεθʼ ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν:διασταλτέον ἐπὶ τὸ νεφέεσσιν· οὐ γὰρ σὺν τοῖς νέφεσιν εἰς οὐρανὸν ἀνῄει, ἀλλὰ κατʼ αὐτὰ γενόμενος ἑωρᾶτο, ἐξ οὗ τὸ τάχος παρίστησι καὶ τοῦ θεοῦ τὴν δύναμιν. δύναται δὲ ὅλος συναπτόμενος ὁ στίχος δηλοῦν ὅτι νέφεσι κεκαλυμμένος ἀπὸ γῆς ἀνήρχετο.
ὁμοῦ νεφέεσσιν ἰὼν εἰς οὐρανὸν εὐρύν: εἰς τὸ νεφέεσσιν διαστολή, ἵνʼ ᾖ ἐγγὺς τῶν νεφῶν. Δημοσθένης· «Ἀθηναῖοι δέ εἰσιν ὁμοῦ δισμύριοι.» οἱ δὲ συνάπτουσιν ὅλον, ἀντὶ τοῦ ὑπὸ νεφῶν κεκαλυμμένος καὶ ἀνιὼν εἰς οὐρανόν.
ἄμβροτον αἷμα: οὐκέτι προσέθηκε τὸ «ἰχώρ»· προεδίδαξε γὰρ ἡμᾶς τί ἐστιν ἰχώρ.
καί ῥʼ ὀλοφυρόμενος: κυρίως ὁ μετὰ τίλσεως τριχῶν θρῆνος παρὰ τὸ ὀλόψαι.
κυρίως ὀλοφυρμὸς ὁ μετὰ τίλσεως τριχῶν θρῆνος, παρὰ τὸ τὰς οὔλας, ὅ ἐστι τὰς τρίχας, φύρειν.
καρτερὰ ἔργα: γράφεται «ἔργʼ ἀΐδηλα», ὅ ἐστι φθοροποιά.
ῥίγιστα: κακά, ἄνομα.
χάριν δʼ ἄνδρεσσι: οὕτως Ἀρίσταρχος μετὰ τοῦ δέ, χάριν δʼ ἄνδρεσσι.
Ἀρίσταρχος δὲ σὺν τῷ δέ γράφει.
χάριν ἄνδρεσσι φέροντες: χαριζόμενοι ἀνθρώποις ἀλλήλους διατίθεμεν κακῶς, οὐχ ὑπʼ ἀνθρώπων δὲ πάσχομεν· ἀσθενεῖς γὰρ οὗτοι.
σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην: ὅτι ἀντὶ τοῦ διὰ σέ, καὶ ὅτι ἐμφαίνει ὡς ἐκ μόνου τοῦ Διὸς γενομένης τῆς Ἀθηνᾶς.
σοὶ πάντες μαχόμεσθα: ἢ διὰ σέ, ἢ σὺ πᾶσι πολέμιος εἶ ταύτην ἐπιτρέπων ἀδεῶς καθʼ ἡμῶν.
σὺ γὰρ τέκες: ἁπλοϊκῶς. καὶ ἐπὶ Ἡφαίστου «ἀλλὰ τοκῆε δύο».
ἀήσυλα: ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλα, τὰ μὴ εὐφραίνοντα.
ἥδω ἥσω ἥσυλον καὶ ἀήσυλον. δηλοῖ δὲ τὰ μὴ τέρποντα καὶ ἥδοντα, μᾶλλον δὲ λυποῦντα.
ἄλλοι μὲν γὰρ πάντες … σοί τʼ ἐπιπείθονται: τῇ ἀντιπαραθέσει χαλεπωτέραν ἐποιήσατο τὴν κατηγορίαν. διὰ δὲ τοῦ πειθηνίου τοὺς ἄλλους θεοὺς ἐπάγεται.
σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: πρὸς τὸ σχῆμα· ἔδει γὰρ πειθόμεθα καὶ δεδμήμεθα ἕκαστος.
σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος: περὶ πρόσωπον τὸ σχῆμα, ὡς παρὰ Εὐριπίδῃ· «διαπρεπεῖς ἐγένοντο Φρύγες», ἕκαστος καλῶς μαχόμενος.
προτιβάλλεαι: ὑπερβάλλεις, νικᾷς, ὅπως ὑπακούοι σοι.
ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παῖδʼ ἀΐδηλον:τοῦτο δέδωκεν ἀφορμὴν Ἡσιόδῳ εἰπεῖν «αὐτὸς δʼ ἐκ κεφαλῆς»· νῦν γὰρ τὸ αὐτός ἀντὶ τοῦ μόνος φησίν, ὅπερ οὐκ οἶδεν ὁ ποιητής, ἀλλὰ λέγει ἀνίεις αὐτήν, ἐπεὶ ἀΐδηλον σὺ αὐτὴν ἐγέννησας, ὅ ἐστι φθοροποιόν.
ὑπέρθυμον: αἱ Ἀριστάρχου «ὑπερφίαλον», οὐχ ὑπέρθυμον, ὥσπερ αἱ δημώδεις.
Ἀρίσταρχος «ὑπερφίαλον».
μαργαίνειν: ἐνθουσιᾶν, μαίνεσθαι.
Κύπριδα μὲν πρῶτον: ῥητορικὸν τὸ μὴ ἐκ τῶν οἰκείων ἄρχεσθαι κατηγοριῶν, ἀλλʼ ἐξ ἑτέρων ὡμολογημένων.
ἐπέσσυτο δαίμονι ἶσος: ἐπιφθόνως καὶ κινητικῶς τοῦτό φησιν· ἢ ἀλαζονικῶς, ἵνα μὴ δοκῇ ὑπὸ τοῦ τυχόντος τετρῶσθαι, ὡς καὶ ἑξῆς «ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες».
ἤ—ἤ: διαζευκτικοὶ ἀμφότεροι· διὸ ὀξύνονται διὰ τὰ ἐπιφερόμενα ἐγκλιτικά, χωρὶς εἰ μὴ ὁ δεύτερος βεβαιωτικός· καὶ γὰρ τοῦτο μᾶλλον αἰτεῖ ἡ διάνοια.
ἦ τέ κε δηρόν—τυπῇσι: καὶ πῶς ἂν ὁ Ἄρης ἔπασχε δεινὰ ἐν τοῖς νεκροῖς κείμενος; εἰ μὲν γὰρ ζῶν, πῶς ἐπιφέρει διαστέλλων ἤ κεν ζὼς ἀμενηνὸς ἔα εἰ δὲ καὶ τεθνηκώς, πῶς θεὸς ἀποθανεῖν ἠδύνατο, ὡς καὶ ἀποθανὼν ἔπασχε δεινά; λύσις γὰρ τῶν δεινῶν ὁ θάνατος. ῥητέον οὖν ὅτι ὁ δεύτερος ἤ ἀντὶ τοῦ εἴ συναπτικοῦ κεῖται, ὡς τὸ «ὄφρα καὶ Ἕκτωρ εἴσεται, ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν». καὶ ὁ λόγος γίνεται· δεινὰ ἂν ἔπασχον ἐν τοῖς νεκροῖς κείμενος, εἰ ζῶν ἀσθενὴς διὰ τὸ τραῦμα ἦν.
αὐτοῦ πήματʼ ἔπασχον: αὐτόθι δεινὰ ἂν ἔπασχον.
ζώς: τὸ ζώς ὁ Ἀσκαλωνίτης ἀξιοῖ περισπᾶν, οὐχ ὑγιῶς· μόνον γὰρ τὸ «σῶς» ἐστι περισπώμενον μονοσύλλαβον εἰς ως λῆγον, ἀρσενικόν, γεγονὸς ἢ ἐκ τοῦ σόος, ὡς οἴεται Φιλόξενος ἢ ἐκ τοῦ σάος, ὅπερ κρεῖττον. εἰ δὲ ὁ Ἀσκαλωνίτης ἀξιοῖ αὐτὸ ἐκ τοῦ ζωός, ἴστω ὅτι τὸ μὲν προκείμενον βαρύτονον ἦν, ἔνθεν περιεσπᾶτο τὸ σῶς· τὸ δὲ ζώς ἐξ ὀξυνομένου, ὥς φησι, τοῦ ζωός ἄμεινον δὲ ὀξύνειν, ἐγκλίνειν δὲ ἐν ταύτῃ τῇ ἀναγνώσει. ἡ μέντοι κλίσις αὐτοῦ ἰσοσύλλαβος εὑρέθη.
ὀξυντέον τὸ ζώς.
ζώς: ἡ γενικὴ ζωοῦ· ἀπὸ γὰρ τοῦ ζωός ἐστιν ἡ συναίρεσις.
ἀμενηνός: ἀσθενής.
ἔα: τὸ ἔα Ἰωνικόν ἐστιν, ἐκ τοῦ ἦ γεγονός· διὸ συσταλτέον τὸ ἄλφα ὁμοίως τῷ «τοῖος ἔα ἐν πολέμῳ»· ὃ καὶ διὰ τοῦ η λέγεται «τοῖς ἦα φιλοπτόλεμος». τὸ δὲ μέτρον οὐ κωλύεται· ἀπήρτισε γὰρ εἰς μέρος λόγου καὶ ἐπέχει τόπον μακρᾶς ὁμοίως τῷ «ἀμφηρεφέα τε φαρέτρην».
τυπῇσιν: ὡς «πληγῇσιν». δοκεῖ δὲ ὡς πρὸς τὴν ἀναλογίαν σημειοῦσθαι· τὰ γὰρ εἰς πη μονογενῆ δισύλλαβα φιλεῖ βαρύνεσθαι. εἰ δέ τι ὀξύνεται, ἔχει πρὸ τέλους ἢ ι ἢ ο. πῶς οὖν τὸ τυπή μόνον ὀξυνόμενον τῷ υ παρελήχθη;
ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν·αἰεὶ γάρ τοι ἔρις τε φίλη: ἀπαλλάσσει ἡμᾶς τῶν τοιούτων ὁ ποιητής, καὶ πάτριόν τι μεμισῆσθαι διὰ ταῦτα λέγων τῷ Διῒ τὸν Ἄρεα. ἄχθεται δὲ αὐτῷ οὐχ ὅτι ἔριδι χαίρει—ἐπεὶ αὐτὸς γελᾷ, «ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας»—, ἀλλʼ ὅτι ἀεὶ καὶ πάνυ. καὶ οἰνόφλυξ λέγεται ὁ οἴνῳ χαίρων καὶ σφόδρα καὶ ἀεί. τινὲς δέ, ἐπεὶ ὑποκατιὼν ὁ Ἄρης ἐπισκοτεῖ τῷ ἀστέρι τοῦ Διός.
αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε: ὅτι ἐντεῦθεν μετενήνεκται ἐν τῇ πρώτῃ ῥαψῳδίᾳ ἐπὶ τὸν πρὸς Ἀχιλλέα ὑπὸ Ἀγαμέμνονος λόγον.
μητρός τοι: ἡ διπλῆ, ὅτι σαφῶς Ἥρας ὁ Ἄρης, οὐκ Ἐνυοῦς, ὥς τινες.
μητρός τοι μένος ἐστὶν ἀάσχετον: τῆς Ἥρας μέγας ὁ θυμὸς κατὰ σοῦ. ἢ ἀνίκητός σού ἐστιν ἡ μήτηρ, πρὸς ἣν ἀντιτάσσῃ.
σπουδῇ: ὅτι μετὰ σπουδῆς καὶ κακοπαθείας.
ἀλλʼ οὐ μάν σʼ—μήτηρ: ἔδειξεν ἦθος πατέρων διὰ τούτου τοῦ σχήματος.
καί κεν δὴ πάλαι ἦσθας ἐνέρτερος Οὐρανιώνων:ὅτι Ζηνόδοτος γράφει «ἐνέρτατος». οὐ δεῖ δέ· ἡ γὰρ σύγκρισίς ἐστι πρὸς τοὺς Τιτᾶνας ἀνομοιογενεῖς καὶ ἐν ἑνὶ κατηγμένους τόπῳ. τούτων οὖν ἐνέρτερος ὁ μὴ κατὰ γένος ὢν ἐξ αὐτῶν.
ἐνέρτερος: οὕτως Ἀρίσταρχος, ὁ δὲ Ζηνόδοτος «ἐνέρτατος».
ἐνέρτερος Οὐρανιώνων: τῶν Τιτάνων. εἰ μὴ ὅτι ὡς πατὴρ σὸς ἐπέχω αὐτὴν τῆς κατὰ σοῦ ὀργῆς, πάλαι ἄν, φησίν, ἦς τῶν ποτε οὐρανίων Τιτάνων ὑποχθονιώτερος.
Παιήονʼ: ὅτι ἰατρὸν τῶν θεῶν ἕτερον παρὰ τὸν Ἀπόλλωνα παραδίδωσι τοῦτον.
φάρμακʼ ἔπασσεν: Ἰακῶς «φάρμακα πάσσεν».
ὡς δʼ ὅτʼ ὀπὸς γάλα λευκὸν ἐπειγόμενον συνέπηξεν:οὕτω καὶ τὸ φάρμακον ἔπηξε τὸ αἷμα καὶ ἐσάρκωσε τὴν πληγήν. ταχέως δὲ παρῆλθε τὸν τῆς ἰάσεως τρόπον· ὁ μὲν γάρ ἐστι θεὸς καὶ τὴν τέχνην ἔχων, ὁ δὲ θεὸς καὶ τὴν ἴασιν φθάνων. λευκὸν δὲ γάλα τὸ μὴ ποιοῦν σκιάν.
κυκόωντι: δοτικὴ ἀντὶ γενικῆς· κυκόωντι γὰρ ἀντὶ τοῦ ὑπὸ κυκόωντος.
τὸ δὲ κυκόωντι ἀντὶ ὑπὸ κυκόωντος.
τὸν δʼ Ἥβη λοῦσεν: ὅτι παρθενικὸν τὸ λούειν. οὐκ οἶδεν ἄρα ὑφʼ Ἡρακλέους αὐτὴν γεγαμημένην, ὡς ἐν τοῖς ἠθετημένοις ἐν Ὀδυσσείᾳ
τὸν δʼ Ἥβη λοῦσεν: ὡς ὑπηρέτις οὖσα παρθένος· καὶ Ὀδυσσέα γὰρ ἡ ἀμφίπολος λούει τὸ δὲ ἐπὶ Πολυκάστῃ «λοῦσεν» ἀντὶ τοῦ λουτροῦ ἐπεμελήθη· «ἀλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν», «καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκεν».
πὰρ δὲ Διῒ Κρονίωνι καθέζετο: ὅτι οὐ δεόντως ἐκ τοῦ περὶ Βριάρεω λόγου ἐνθάδε μετάκειται ὁ στίχος· οὐ γὰρ καὶ κύδους ἄξιον πέπρακται αὐτῷ. καὶ ὅτι ἄτοπον ἐπὶ τῷ κύδει γαυριᾶν τὸν ὑπὸ θνητοῦ ἡττημένον.
καθέζετο κύδεϊ γαίων: ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθεν. Ἀρίσταρχος δὲ ἀθετεῖ.
ὡς ἀλλοπρόσαλλος ἤδη ἐπιλέλησται ὧν πέπονθε· διὸ τὸ ἔπος Ζηνόδοτος ἀθετεῖ.
αἱ δʼ αὖτις πρὸς δῶμα Διὸς μεγάλοιο νέοντο: καλῶς οὐ πάρεισιν, ὅτε ἐνετύγχανεν Ἄρης, ἵνα μήτε ἀδολεσχοῖεν μήτε κατὰ δειλίαν δοκοῖεν σιωπᾶν. οὐ διὰ τῶν ἵππων δὲ ὑποστρέφουσιν· προετερατολόγησε γὰρ αὐτοὺς ὁ ποιητής
παύσασθαι παύσασθαι συλληπτικῶς.
Ἄρην: οὕτως Ἡρωδιανός φησι μετὰ τοῦ ν Ἄρην.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.