ΦΙΛΟΓΕΛΩΣ ΕΚ ΤΩΝ ΙΕΡΟΚΛΕΟΥΣ ΚΑΙ ΦΙΛΑΓΡΙΟΥ ΓΡΑΜΜΑΤΙΚΟΥ
Σχολαστικὸς ἀργυροκόπῳ ἐπέταξε λύχνον ποιῆσαι. τοῦ δὲ ἐξετάσαντος, πηλίκον ποιήσει, ἀπεκρίνατο· Ὡς πρὸς ὀκτὼ ἀνθρώπους.
Σχολαστικὸς κολυμβῶν παρὰ μικρὸν ἐπνίγη· ὤμοσε δὲ εἰς ὕδωρ μὴ εἰσελθεῖν, ἐὰν μὴ μάθῃ πρῶτον καλῶς κολυμβᾶν.
β Σχολαστικὸς κολυμβᾶν βουλόμενος παρὰ μικρὸν ἐπνίγη· ὤμοσεν οὖν μὴ ἅψασθαι ὕδατος, ἐὰν μὴ πρῶτον μάθῃ κολυμβᾶν.
Σχολαστικῷ τις ἰατρῷ προσελθὼν εἶπεν· Ἰατρέ, ὅταν ἀναστῶ ἐκ τοῦ ὕπνου, ἡμιώριον ἐσκότωμαι καὶ εἶθʼ οὕτως ἀποκαθίσταμαι. καὶ ὁ ἰατρός· Μετὰ τὸ ἡμιώριον ἐγείρου.
Σχολαστικοῦ ἵππον πιπράσκοντος ἠρώτησέ τις, εἰ πρωτοβόλος ἐστίν. τοῦ δὲ εἰπόντος δευτεροβόλον εἶναι, εἶπε· Πῶς οἶδας; ὁ δὲ ἀπεκρίνατο· Ὅτι ἅπαξ ἐμὲ ἔβαλε κάτω καὶ ἅπαξ τὸν πατέρα μου.
Σχολαστικῷ τις ἀπαντήσας ἔφη· Κύριε σχολαστικέ, καθʼ ὕπνους σε εἶδον. ὁ δέ· Μὰ τοὺς θεούς, εἶπεν, ἀσχολῶν οὐ προσέσχον.
β Σχολαστικὸς φίλον συναντήσας εἶπε· Καθʼ ὕπνους σε ἰδὼν προσηγόρευσα. ὁ δέ· Σύγγνωθί μοι, ὅτι οὐ προσέσχον.
Σχολαστικὸς ἰδὼν τὸν κατὰ συνήθειαν αὐτοῦ ἰατρὸν ἐρχόμενον περιεστέλλετο αὐτῷ ὀφθῆναι. ἐπερωτηθεὶς δὲ παρά τινος αὐτοῦ ἑταίρου, διὰ τί αὐτὸ ποιεῖ, ἀπεκρίθη· Πολὺς χρόνος ἐστὶν ἀφʼ οὗ οὐκ ἐνόσησα, καὶ ἐντρέπομαι αὐτόν.
β Σχολαστικὸς ἰατρὸν συναντήσας ὑπὸ τοῖχον ἐκρύβη. τινὸς δὲ πυθομένου τὴν αἰτίαν ἔφη· Καιρὸν ἔχω μὴ ἀσθενήσας καὶ αἰσχύνομαι εἰς ὄψιν ἐλθεῖν τοῦ ἰατροῦ.
Σχολαστικῷ τὴν σταφυλὴν τμηθέντι παρήγγειλεν ὁ ἰατρὸς μὴ λαλεῖν. ὁ δὲ τῷ δούλῳ αὐτοῦ ἐπέταξεν ἀντασπάζεσθαι ἀντʼ αὐτοῦ τοὺς προσαγορεύοντας. εἶτα αὐτὸς πρὸς ἕκαστον ἔλεγε· Μὴ πρὸς ὕβριν αὐτὸ δέξῃ, εἰ ὁ δοῦλός μου ἀντʼ ἐμοῦ ἀσπάζεταί σε· ἐκέλευσε γάρ με ὁ ἰατρὸς μὴ λαλεῖν.
Σχολαστικὸς θέλων πιάσαι μῦν συνεχῶς τὰ βιβλία αὐτοῦ τρώγοντα κρέας δακὼν ἐν τῇ σκοτίᾳ ἐκάθισεν.
Σχολαστικὸς θέλων αὐτοῦ τὸν ὄνον διδάξαι μὴ τρώγειν οὐ παρέβαλεν αὐτῷ τροφάς. ἀποθανόντος δὲ τοῦ ὄνου ἀπὸ λιμοῦ ἔλεγε· Μεγάλα ἐζημιώθην· ὅτε γὰρ ἔμαθε μὴ τρώγειν, τότε ἀπέθανεν.
β Σχολαστικὸς θέλων τὸν ἵππον αὐτοῦ διδάξαι μὴ τρώγειν πολλὰ οὐ παρέβαλλεν αὐτῷ τροφάς. ἀποθανόντος δὲ τοῦ ἵππου τῷ λιμῷ ἔλεγε· Μεγάλως ἐζημιώθην· ὅτε γὰρ καλῶς ἔμαθε μὴ τρώγειν, τότε ἀπέθανεν.
Σχολαστικὸς ἵππον πιπράσκων ἠρωτήθη, μὴ δειλὸς εἴη. ὁ δὲ εἶπεν· Οὐ μὰ τὴν τοῦ πατρός μου σωτηρίαν· ἐν τῷ σταύλῳ γὰρ μόνος ἔστηκεν.
Σχολαστικὸς θέλων ἰδεῖν, εἰ πρέποι αὐτῷ κοιμᾶσθαι, καμμύσας ἐνωπτρίζετο.
Σχολαστικῷ ἀποδημοῦντι φίλος αὐτοῦ ἔλεγεν· Ἀξιῶ σε δύο παῖδας ἀγοράσαι μοι, ἑκάτερον πεντεκαίδεκα ἐτῶν. ὁ δὲ εἶπεν· Ἐὰν τοιούτους μὴ εὕρω, ἀγοράσω σοι ἕνα τριάκοντα ἐτῶν.
Σχολαστικοὶ δύο πατραλοῖαι ἐδυσφόρουν πρὸς ἀλλήλους ἐπὶ τῷ τοὺς πατέρας αὐτῶν ζῆν. τοῦ δὲ ἑνὸς εἰπόντος· Θέλεις οὖν ἀποπνίξει ἕκαστος ἡμῶν τὸν ἴδιον; Μὴ γένοιτο, εἶπεν ὁ ἄλλος, ἵνα μὴ πατραλοῖαι ἀκούσωμεν. ἀλλʼ εἰ βούλει, σὺ τὸν ἐμὸν σφάξον, κἀγὼ τὸν σόν.
Σχολαστικὸς οἰκίαν πριάμενος, εἶτα διὰ τῆς θυρίδος. παρακύψας ἠρώτα τοὺς παρερχομένους, εἰ πρέπει αὐτῷ.
Σχολαστικὸς καθʼ ὕπνους ἧλον πεπατηκέναι δόξας τὸν πόδα περιέδησεν. ἑταῖρος δὲ αὐτοῦ πυθόμενος τὴν αἰτίαν καὶ γνούς· Δικαίως, ἔφη, μωροὶ καλούμεθα. διὰ τί γὰρ ἀνυπόδητος κοιμᾶσαι;
β Σχολαστικὸς κατʼ ὄναρ ἰδὼν ἧλον πεπατηκέναι καὶ δόξας ἀλγεῖν, τὸν πόδα περιεδήσατο. ἕτερος δὲ μαθὼν τὴν αἰτίαν ἔφη· Διὰ τί γὰρ ἀνυπόδητος κοιμᾶσαι;
Σχολαστικὸς βιβλίον αὐτοῦ ἐπιζητῶν ἐπὶ πολλὰς ἡμέρας καὶ μὴ εὑρίσκων, ὡς κατὰ τύχην μαρούλια ἤσθιεν, ἐπιστραφεὶς ἐπί τινος γωνίας εἶδε κείμενον τὸ βιβλίον. ὕστερον δὲ φίλῳ ἀπαντήσας ὀδυρομένῳ, ὡς τὴν στολὴν τῶν ἱματίων αὐτοῦ ἀπολέσαντι· Μὴ δυσφόρει, ἔφη, ἀλλὰ μαρούλια ἀγοράσας καὶ ἐσθίων αὐτὰ πρὸς τὴν γωνίαν ἐπιστραφεὶς πρόσσχες, καὶ εὑρήσεις αὐτά.
Σχολαστικῷ ἑταῖρος ἀποδημῶν ἔγραψεν, ἵνα αὐτῷ βιβλία ἀγοράσῃ. ὁ δὲ ἀμελήσας, ἐπανελθόντι αὐτῷ ἀπαντήσας· Τὴν ἐπιστολήν, εἶπεν, ἣν περὶ τῶν βιβλίων ἀπέστειλας, οὐκ ἐδεξάμην.
β Σχολαστικῷ φίλος ἔγραψεν εἰς Ἑλλάδα ὄντι, βιβλία αὐτῷ ἀγοράσαι. τοῦ δὲ ἀμελήσαντος, ὡς μετὰ χρόνον τῷ φίλῳ συνωψίσθη, εἶπεν· Τὴν ἐπιστολήν, ἣν περὶ τῶν βιβλίων ἀπέστειλάς μοι, οὐκ ἐκομισάμην.
Σχολαστικῷ τις ἀπαντήσας εἶπεν· Ὁ δοῦλος, ὃν ἐπώλησάς μοι, ἀπέθανε. —Μὰ τοὺς θεούς, ἔφη, παρʼ ἐμοὶ ὅτε ἦν, τοιοῦτον οὐδὲν ἐποίησεν.
Σχολαστικὸς ἰδὼν πολλοὺς στρουθοὺς ἐπὶ δένδρου ἑστῶτας, ἁπλώσας τὸν κόλπον ἔσειε τὸ δένδρον ὡς ὑποδεξόμενος τοὺς στρουθούς.
β Σχολαστικὸς ἰδὼν στρουθοὺς ἐπὶ δένδρου, λάθρα ὑπεισελθών, ὑφαπλώσας τὸν κόλπον ἔσειε τὸ δένδρον ὡς ὑποδεξόμενος τὰ στρουθία.
Σχολαστικοὶ δύο ἀπὸ δείπνου ἀλλήλους ἀποκαθιστῶντες κατὰ τιμὴν οὐκ ἐκοιμήθησαν.
Σχολαστικὸς καθευδῆσαι βουλόμενος, μὴ ἔχων προσκεφάλαιον ἐκέλευσε τῷ δούλῳ κεράμιον ὑποθεῖναι. τοῦ δὲ εἰπόντος, ὅτι σκληρόν ἐστι, πτερῶν αὐτὸ γεμισθῆναι ἐκέλευσεν.
Σχολαστικὸς ἀπαντήσας τινὶ φίλῳ αὐτοῦ εἶπεν· Ἤκουσα, ὅτι ἀπέθανες. ὁ δὲ ἀπεκρίνατο· Ἀλλʼ ὁρᾷς με ζῶντα. καὶ ὁ σχολαστικός· Καὶ μὴν ὁ εἰπών μοι κατὰ πολὺ σοῦ ἀξιοπιστότερος ἦν.
Σχολαστικὸς ὑπαντήσας γνωρίμῳ εἶπεν· … Καὶ μὴν ὁ εἰπών με κατὰ πολὺ σοῦ ἀξιοπιστότερός ἐστιν.
β Σχολαστικὸς σχολαστικῷ συναντήσας εἶπεν· Ἔμαθον, ὅτι ἀπέθανες. κἀκεῖνος· Ἀλλʼ ὁρᾷς με ἔτι, ἔφη, ζῶντα. καὶ ὁ σχολαστικός· Καὶ μὴν ὁ εἰπών μοι πολλῷ σοῦ ἀξιοπιστότερος ὑπάρχει.
Σχολαστικὸς κατὰ πρώτην ἄνοιξιν τοῦ βαλανείου εἰσελθὼν καὶ μηδένα εὑρὼν ἔσω λέγει πρὸς τὸν δοῦλον αὐτοῦ· Ἐξ ὧν βλέπω, οὐ λούει τὸ βαλανεῖον.
Σχολαστικὸς μαχόμενος τῷ πατρὶ λέγει πρὸς αὐτόν· Κακὲ δοῦλε, οὐχ ὁρᾷς, οἶά με ἐζημίωσας; εἰ γὰρ σὺ μὴ ἐγεννήθης, ἐγὼ ἂν τὸν πάππον μου ἐκληρονόμησα.
Σχολαστικὸς ἐν τῷ πλέειν χειμῶνος ὄντος σφοδροῦ καὶ τῶν οἰκετῶν κλαιόντων· Μὴ κλαίετε, ἔφη· πάντας γὰρ ὑμᾶς ἐν διαθήκαις ἐλευθέρους ἀφῆκα.
Σχολαστικὸς ἐρευνῶν, ποῦ ὀφείλει κτίσαι ἑαυτῷ οἴκημα, εἰπόντων δὲ τινῶν, ὅτι καλὸν εἴη ὧδέ που, ἔφη· Ἀλλὰ νοσώδης ὁ τόπος.
Σχολαστικὸς νοσῶν συνετάξατο τῷ ἰατρῷ, εἰ θεραπευθείη, μισθὸν δώσειν. ὡς οὖν οἶνον ἐν τῷ πυρέττειν πίνοντι αὐτῷ ἐπετίμα ἡ γυνή· Σὺ δὲ βούλει με ὑγιάναντα, ἔφη, ἀναγκασθῆναι τῷ ἰατρῷ τὸν μισθὸν ἐκτῖσαι;
Σχολαστικοῦ τὸν ἀντίχειρον κύων ἔδακεν. ὁ δὲ εἶπεν· Εἰ τὸ ἱμάτιον ἐπίασεν, ἐσχισμένον ἂν εἴη.
Διδύμων ἀδελφῶν ὁ ἕτερος ἐτελεύτησεν. σχολαστικὸς οὖν ἀπαντήσας τῷ ζῶντι ἠρώτα· Σὺ ἀπέθανες ἢ ὁ ἀδελφός σου;
Σχολαστικὸς ναυαγεῖν μέλλων ᾔτει πινακίδας, ἵνα διαθήκας γράψῃ.
β Σχολαστικὸς ναυαγεῖν μέλλων πινακίδας ᾔτει, ἵνα διαθήκας γράψῃ. τοὺς δὲ οἰκέτας ὁρῶν ἀλγοῦντας διὰ τὸν κίνδυνον ἔφη· Μὴ λυπεῖσθε· ἐλευθερῶ γὰρ ὑμᾶς.
Σχολαστικὸς διαπερᾶσαι ποταμὸν βουλόμενος ἀνέβη εἰς τὸ πλοῖον μετὰ τοῦ ἵππου ἐποχούμενος. πυθομένου δέ τινος, διὰ τί οὐ κάτεισι· Σπουδάζω, ἔφη.
β Σχολαστικὸς ποταμὸν βουλόμενος περᾶσαι ἀνῆλθεν εἰς τὸ πλοῖον ἔφιππος. πυθομένου δέ τινος· Διὰ τί οὐ κατέβης; ἔφη σπουδάζειν.
Σχολαστικὸς ἐπὶ δεῖπνον κληθεὶς οὐκ ἤσθιεν. ἐρωτήσαντος δέ τινος τῶν κεκλημένων· Διὰ τί οὐκ ἐσθίεις; ἔφη· Ἵνα μὴ τοῦ φαγεῖν ἕνεκα δόξω παρεῖναι.
Σχολαστικοῦ υἱὸς ἐσφαίριζε. πεσούσης οὖν εἰς φρέαρ τῆς σφαίρας, παρακύψας καὶ ἰδὼν τὴν ἑαυτοῦ σκιὰν ᾔτει τὴν σφαῖραν. εἶτα πρὸς τὸν πατέρα κατηγόρει ὡς μὴ ἀπολαβὼν αὐτήν. ὁ δὲ προκύψας εἰς τὸ φρέαρ καὶ ἰδὼν τὴν ἑαυτοῦ σκιὰν· Οἰκοδέσποτα, φησίν, ἀπόδος τῷ παιδὶ τὴν σφαῖραν.
Σχολαστικὸς νοσοῦντα ἑταῖρον ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς νόσου. τοῦ δὲ μὴ ἀποκρινομένου ὀργισθείς· Ἐλπίζω, εἶπε, κἀγὼ νοσῆσαι, καὶ οὐκ ἀποκρινοῦμαί σοι.
Σχολαστικὸς νοσοῦντα ἕτερον ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς ὑγίας. τοῦ δὲ ἐκ τοῦ πυρετοῦ καταχθονηθέντος καὶ λαλεῖν μὴ δυναμένου ὀργισθεὶς ἐξιὼν ἔλεγεν· Ἐλπίζω κἀγὼ νοσῆσαι καὶ ἐλθόντος σου μὴ ἀποκρίνασθαι.
β Σχολαστικὸς νοσοῦντα ἐπισκεπτόμενος ἠρώτα περὶ τῆς ὑγείας. ὁ δὲ οὐκ ἠδύνατο ἀποκριθῆναι. ὀργισθεὶς οὖν ἐξήλεγχεν· Ἐλπίζω κἀγὼ νοσῆσαι καὶ ἐλθόντι σοι μὴ ἀποκριθῆναι.
Σχολαστικὸς κλεψιμαῖα ἀμφῶτα πριάμενος, ἵνα μὴ γνωσθῶσιν, ἐπίσσωσεν αὐτά.
Σχολαστικὸς τῶν ἀπαντώντων τὰ ἱμάτια ἐτιμᾶτο. τούτου δὲ τοῦ πατρὸς παρά τινων τοῦτο ἀκούσαντος καὶ ἐπιτιμῶντος αὐτῷ· Πάτερ, εἶπεν, ὑπὸ διαβολῆς πέπεισαι τοῦτο, καὶ ἴσως οὐδʼ ὑπὸ ἀνθρώπου. τοῦ δὲ εἰπόντος· Ὁ δεῖνά μοι εἴρηκε—Καὶ σύ, ἔφησεν, ἐκείνῳ προσέχεις, ὃς οὐδὲ πεντήκοντα δραχμῶν ἱμάτιον ἔχει;
Σχολαστικὸς ἵππον ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ καταμανθάνοντος αὐτοῦ τὸν βόλον εἶπεν πρὸς αὐτόν· Τί τοὺς ὀδόντας αὐτοῦ καταμανθάνεις; εἴθε ὡς τρώγει, οὕτως καὶ περιεπάτει.
Σχολαστικὸς πρεσβύτου πατρὸς σφόδρα νοσοῦντος τοὺς ἑταίρους ἠξίωσε στεφάνους φέρειν ἐπʼ ἐκφορᾷ. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ βέλτιον αὐτοῦ σχόντος, ὡς ἠγανάκτουν οἱ ἑταῖροι· Κἀγώ, ἔφη, αἰσχύνομαι ζημιουμένων ὑμῶν. αὔριον οὖν φέρετε τοὺς στεφάνους· τοῦτον γὰρ ὡς ἂν ἔχῃ ἐξοίσω.
Σχολαστικοὶ δύο ὁμοῦ ἐβάδιζον. ἰδὼν οὖν ὁ ἕτερος αὐτῶν μέλαιναν ὄρνιν· Ἀδελφέ, φησίν, ἴσως ταύτης ὁ ἀλεκτρυὼν ἀπέθανεν.
β Σχολαστικοὶ δύο ἐβάδιζον. ἰδὼν δὲ αὐτῶν ὁ εἷς μέλαινα ὄρνιν εἶπεν· Ἀδελφέ, ἴσως ταύτης ὁ ἀλέκτωρ ἀπέθανε, καὶ διὰ τοῦτο μέλαινα ἐνεδύσατο.
Σχολαστικὸς μικρὸν υἱὸν ἀπολέσας, θεασάμενος πολλοὺς ἐπὶ τὸ κῆδος ἀπαντήσαντας διὰ τὴν ἐξουσίαν αὐτοῦ ἔλεγεν· Αἰδοῦμαι μικρὸν παιδίον εἰς τοσοῦτον ὄχλον ἐκφέρων.
β Σχολαστικοῦ παιδίον ἀπέθανεν. ἰδὼν οὖν πλῆθος λαοῦ συνελθὸν ἔλεγεν· Αἰσχύνομαι εἰς τοσοῦτον ὄχλον μικρὸν παιδίον προφέρειν.
Σχολαστικὸς οἰκίαν πωλῶν λίθον ἀπʼ αὐτῆς εἰς δεῖγμα περιέφερεν.
Σχολαστικῶν δύο ὁδευόντων ὁ ἕτερος τῆς γαστρὸς ἀναγκαζούσης μικρὸν ἀπελείφθη. εὑρὼν δὲ ἐν τῷ μιλίῳ ἐπιγεγραμμένον παρὰ τοῦ ἑτέρου· Κατάλαβέ με …
Σχολαστικὸς ἀκούσας παρά τινων ὅτι Ὁ πώγων σου ἤδη ἔρχεται—ἀπελθὼν εἰς τὴν πύλην ἐξεδέχετο αὐτόν. ἕτερος δὲ τὴν πρόφασιν ἐρωτήσας καὶ γνούς· Εἰκότως, εἶπε, μωροὶ νομιζόμεθα· πόθεν γὰρ οἶδας, εἰ διὰ τῆς ἑτέρας πύλης ἔρχεται;
Σχολαστικὸς μετὰ τοῦ πατρὸς καθεύδων, ἀνιστάμενος ἐπὶ τῆς κλίνης νυκτὸς ἔτρωγε σταφυλὰς ὑπεράνω κρεμαμένας. τοῦ δὲ πατρὸς αὐτοῦ ὑπὸ χύτραν λύχνον κρύψαντος, εἶτα, ὅτε ἀνέστη, τὸ φῶς ἄφνω δείξαντος, ὁ δὲ ὀρθὸς ἑστὼς ἔρεγχε καθεύδειν προσποιούμενος.
β Σχολαστικὸς μετὰ τοῦ πατρὸς κοιμώμενος, τῇ νυκτὶ ἀπὸ τῆς κλίνης ἀνιστάμενος τὰς σταφυλὰς ἔτρωγεν ἐπάνω κρεμαμένας. τοῦ δὲ πατρὸς σκανδαλισθέντος καὶ ὑπὸ χύτραν λαμπάδα κρύψαντος, ἐν τῷ ἐκεῖνον τῇ νυκτὶ ἀναστῆναι πρὸς τὸ ἔθος ὁ πατὴρ ἄφνω τὸ φῶς ἔδειξε. κἀκεῖνος ἑστὼς καμμύων ἔτρεχε κοιμᾶσθαι προσποιούμενος.
Σχολαστικὸς νυκτὸς ἐπανέστη τῇ μάμμῃ αὐτοῦ. πληγὰς δὲ διὰ τοῦτο ὑπὸ τοῦ πατρὸς λαβών· Σύ, εἶπεν, τοσοῦτος χρόνος ἐστὶν ἐξ οὗ τὴν μητέρα μου ὀχεύεις, μηδὲν ὑπʼ ἐμοῦ παθών, καὶ νῦν ὀργίζῃ ἐπὶ τῇ μητρί σου ἅπαξ με εὑρών;
Σχολαστικῷ πραγματευτὴς ἀπήγγειλεν, ὅτι τὸ χωρίον αὐτοῦ ὁ ποταμὸς ἔλαβεν. ὁ δὲ ἀνακραγὼν ἀπεκρίνατο λέγων· Βιάζεται ἡμᾶς.
β Σχολαστικῷ πραγματευτὴς εἶπεν, ὅτι Ποταμὸς ἔλαβε τὸν ἀγρόν σου. κἀκεῖνος ἔφη· Καὶ τί λέγω;
Σχολαστικὸς διὰ χρόνου εἰς τὸν ἀγρὸν παραγενόμενος ἐθεάσατο τὰ θρέμματα ἐξιόντα ἐπὶ βόσκησιν. καὶ ὡς εἴωθε βληχώμενα ἰδὼν ἠρώτα τὴν αἰτίαν. τοῦ δὲ οἰκονόμου προσπαίξαντος καὶ εἰπόντος· Ἀσπάζονταί σε—Τὴν ἐμήν σοι σωτηρίαν, φησίν, ἐμοῦ ἕνεκα ἀργίαν αὐτοῖς δὸς καὶ τρεῖς ἡμέρας μὴ ἐξαγάγῃς αὐτὰ εἰς νομήν.
Σχολαστικὸς καινὰ ὑποδήματα ὑπεδήσατο. τριζόντων οὖν αὐτῶν ἐπισχών· Μὴ τρίζετε, εἶπεν, ἐπεὶ τὰ σκέλη ὑμῶν κλάσετε.
Σχολαστικὸς τὴν σελήνην ἰδὼν ἐπυνθάνετο τοῦ πατρός, εἰ καὶ ἐν ταῖς ἄλλαις πόλεσιν τοιαῦται σελῆναί εἰσιν.
β Σχολαστικὸς ἐν τῇ πόλει ὢν καὶ τὴν σελήνην ἰδὼν ἐπυνθάνετο τοῦ πατρός, εἰ καὶ αἱ λοιπαὶ πόλεις ἔχουσι τοιαύτην σελήνην.
Σχολαστικὸς δανειστὴς ναυκλήρῳ χρεώστῃ ἐνετέλλετο σορὸν αὐτῷ κομίσαι καὶ δύο παιδικὰς τοῖς ὀκταέτεσι παιδίοις αὐτοῦ, δικαίου μέτρου ὡς εἰς αὔξησιν.
Σχολαστικὸς ἰδὼν ἐν τῷ ἀγρῷ αὐτοῦ φρέαρ ἠρώτα, εἰ καλὸν ἦν τὸ ὕδωρ. τῶν δὲ γεωργῶν εἰπόντων, ὅτι Καλόν· καὶ γὰρ οἱ γονεῖς σου ἐντεῦθεν ἔπινον—Καὶ πηλίκους, φησίν, εἶχον τραχήλους, ἵνα ἀπὸ τοσούτου βάθους πίνειν ἐδύναντο;
β Σχολαστικὸς ἐν τῷ ἰδίῳ ἀγρῷ ἐξιὼν ἠρώτα πιεῖν ὕδωρ εἰ καλὸν ἐν τῷ αὐτόθι φρέατι. τῶν δὲ φησάντων, ὅτι Καλόν· καὶ γὰρ καὶ οἱ γονεῖς σου ἐξ αὐτοῦ ἔπινον—Καὶ πηλίκους, ἔφη, εἶχον τραχήλους, ὅτι εἰς τοσοῦτον βάθος πίνειν ἐδύναντο;
Σχολαστικὸς εἰς λάκκον πεσὼν συνεχῶς ἐβόα ἀνακαλῶν ἑαυτῷ βοηθούς. ὡς δʼ οὐδεὶς ὑπήκουε, λέγει πρὸς ἑαυτόν· Μωρός εἰμι, ἐὰν μὴ ἀνελθὼν πάντας μαστιγώσω, ἵνα αὐτῶ γοῦν μοι ὑπακούσωσι καὶ κλίμακα κομίσωσιν.
β Σχολαστικὸς εἰς λάκκον ἐμπεσὼν συνεχῶς ἔκραζε βοήθειαν ζητῶν. ὡς δὲ οὐδεὶς ὑπήκουεν, ἔφη· Μωρός εἰμι, ἐὰν μὴ ἀνελθὼν πάντας τύψω, ἵνα κἂν οὕτως δραμόντες κλίμακά μοι κομίσωσιν.
Σχολαστικὸς συνδειπνῶν τῷ πατρὶ παρακειμένης θριδακίνης μεγάλης καὶ ἐχούσης πολλοὺς θύρσους καλούς· Σύ, πάτερ, ἔφη, φάγε τὰ τέκνα, καὶ ἡμεῖς τὴν μητέρα.
Σχολαστικὸς γράφων πρὸς τὸν πατέρα ἀπὸ τῶν Ἀθηνῶν καὶ ἐναβρυνόμενος, ὅτι πεπαίδευται, προσέθηκεν· Εὔχομαι δέ σε εὑρεῖν κεφαλικὴν ἔχοντα δίκην, ἵνα σοι δείξω τὸν ῥήτορα.
Σχολαστικὸς εὐτράπελος ἀπορῶν δαπανημάτων τὰ βιβλία αὐτοῦ ἐπίπρασκε· καὶ γράφων πρὸς τὸν πατέρα ἔλεγε· Σύγχαιρε ἡμῖν, πάτερ, ἤδη γὰρ ἡμᾶς τὰ βιβλία τρέφει.
Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς συνοδεύοντες καὶ ἔν τινι ἐρημίᾳ μείναντες συνέθεντο πρὸς τέσσαρας ὥρας ἀγρυπνῆσαι καὶ τὰ σκεύη ἕκαστος τηρῆσαι. ὡς δὲ ἔλαχε τῷ κουρεῖ πρώτῳ φυλάξαι, μετεωρισθῆναι θέλων τὸν σχολαστικὸν καθεύδοντα ἔξυρεν καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. ὁ δὲ σχολαστικὸς ψήχων ὡς ἀπὸ ὕπνου τὴν κεφαλὴν καὶ εὑρὼν ἑαυτὸν ψιλόν· Μέγα κάθαρμα, φησίν, ὁ κουρεύς· πλανηθεὶς γὰρ ἀντʼ ἐμοῦ τὸν φαλακρὸν ἐξύπνισεν.
β Σχολαστικὸς καὶ φαλακρὸς καὶ κουρεὺς συνοδεύοντες συνέθεντο πρὸς τέσσαρας ὥρας βιγλεῦσαι. ἔλαχεν οὖν πρῶτον τῷ κουρεῖ. ὁ δὲ μετεωριζόμενος τὸν σχολαστικὸν κοιμώμενον ἐξύρισεν καὶ τῶν ὡρῶν πληρωθεισῶν διύπνισεν. ὁ δὲ κνηθόμενος ἀπὸ ὕπνου τὴν κεφαλὴν καὶ εὑρὼν αὐτὴν ψιλὴν ἔφη· Μέγα κάθαρμα ὁ κουρεύς· πλανηθεὶς γὰρ ἀντὶ ἐμοῦ τὸν φαλακρὸν διύπνισεν.
Σχολαστικῷ ἐκ δούλης τεκνώσαντι ὁ πατὴρ συνεβούλευε τὸ παιδίον ἀποκτεῖναι. ὁ δέ· Πρῶτον, ἔφη, σὺ τὰ τέκνα σου κατόρυξον, καὶ οὕτως ἐμοὶ συμβούλευε τὸν ἐμὸν ἀνελεῖν.
Σχολαστικοῦ εἰς βαλανεῖον εἰσελθόντος παραχύτης θερμὸν τοῖς ποσὶ προσέχεεν. ὁ δέ· Κάθαρμα, εἶπε, ψυχρῷ ἀνθρώπῳ θερμὸν προσχεῖς;
Σχολαστικὸς ἀκούσας τινός, ὅτι καλὴν ὄρνιν ἕωλον σιτευτὴν ἐδείπνησε, προσελθὼν τῷ σιτευταρίῳ ἔλεγεν· Ἕωλον μοι ὄρνιν θῦσον.
Σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων, ἵνʼ αὐτὸ ἐγγύτερον ποιήσῃ, ἑπτὰ μίλια κατέβαλεν.
Σχολαστικὸς χαμαιδιδάσκαλος ἄφνω ἀποβλέψας εἰς τὴν γωνίαν ἐβόησε· Διονύσιος ἐν τῇ γωνίᾳ ἀτακτεῖ. εἰπόντος δέ τινος, ὅτι οὔπω πάρεστιν, ὁ δὲ ἔφη· Ὅταν ἔλθῃ.
Σχολαστικὸς τῇ ἐτηρίδι, ἣ διὰ χιλίων ἐτῶν ἄγεται ἐν Ῥώμῃ, ἡττηθέντα ἀθλητὴν καὶ δακρύοντα ἰδών, παραμυθούμενος· Μὴ λυποῦ, ἔφη, τὴν γὰρ ἄλλην χιλιετηρίδα σὺ νικήσεις.
Σχολαστικὸς συνεκάθητο ἡγεμόνι δεξιοπήρῳ. εἰς ἐώραν οὖν ἐξελθόντος αὐτοῦ καὶ ἐπαινοῦντος τὰς ἐν τοῖς ἀριστεροῖς μέρεσιν ἀμπέλους· Ὅταν ἐπανερχώμεθα, φησί, καὶ τὰ ἄλλα μέρη ἀρέσει σοι.
Σχολαστικὸς βράκας ἀγοράσας, ἐπὶ δὲ στενὰς οὔσας μόγις ὑπεδύσατο, ἐδρωπακίσατο.
Σχολαστικοῦ υἱὸς ὑπὸ τοῦ πατρὸς εἰς τὸν πόλεμον ἐκπεμπόμενος ὑπέσχετο κεφαλὴν ἑνὸς τῶν ἐχθρῶν ἔχων ἐλεύσεσθαι. ὁ δὲ ἔφη· Κἂν χωρίς σε κεφαλῆς ἐλθόντα ἴδω, εὐφρανθήσομαι.
β Σχολαστικοῦ υἱὸς ὑπὸ τοῦ πατρὸς εἰς πόλεμον ἐκπεμπόμενος ὑπέσχετο ἑνὸς τῶν ἐχθρῶν κεφαλὴν ἀγαγεῖν. ὁ δὲ ἔφη· Εὔχομαι καὶ χωρὶς κεφαλῆς σε ἐλθόντα, μόνον ὑγιᾶ ὄντα ἰδεῖν καὶ εὐφρανθῆναι.
Σχολαστικὸς ἐν ποταμῷ θεασάμενος ἁλιάδα σίτου μεστὴν καὶ βεβαρημένην· Ἐὰν μικρόν, εἶπεν, ὁ ποταμὸς αὐξήσῃ, βυθισθήσεται.
Σχολαστικὸς ἐξ ἀποδημίας ἐπανερχομένῳ τῷ πενθερῷ ἀπαντήσας, πυνθανομένου ἐκείνου, πῶς πράττοι αὐτοῦ ὁ συμφοιτητής, ὁ δέ· Πάνυ, ἔφη, αὐτῷ καλῶς ἐστι νῦν καὶ εὐθυμεῖ· τὸν γὰρ πενθερὸν αὐτοῦ κατώρυξεν.
Σχολαστικὸς γράψας δίκην ὑπέρ τινος, δημοσίᾳ προανεγίνωσκε. τοῦ δὲ συνηγορουμένου εἰπόντος, ὅτι ἄτοπον ποιεῖ τὰ ἀπόρρητα τῆς δίκης τοῖς ἀντιδίκοις φανερὰ ποιῶν· Κάθαρμα, εἶπε, μὴ γάρ τι τῶν συνεκτικῶν λέγω;
Σχολαστικὸς ἀποθανόντος συμφοιτητοῦ ἐπεσκέπτετο τοὺς γονέας. τοῦ δὲ πατρὸς αὐτοῦ ὀδυρομένου καὶ λέγοντος· Τέκνον, ἠπόρησάς με—τῆς δὲ μητρὸς λεγούσης· Τέκνον, ἐτύφλωσάς με— ὁ σχολαστικὸς πρὸς τοὺς ἑταίρους εἶπεν· Εἰ ταῦτα αὐτῷ πέπρακται, ἐχρῆν αὐτὸν καὶ ζῶντα καυθῆναι.
Σχολαστικὸς νοσοῦντα φίλον ἀπῆλθεν ἐπισκέψασθαι. τῆς γυναικὸς δʼ αὐτοῦ εἰπούσης, ὅτι ἐκεῖνος ἤδη ἔξω ἐστίν· Ἐὰν οὖν ἐπανέλθῃ, φησίν, ἐρεῖς παραγεγενῆσθαί με.
Σχολαστικὸς ὑπόδειγμα λαβὼν μήκους καὶ πλάτους ἐπὶ τῷ ἀκρόπτυχα εἰσκομίσαι ἐπυνθάνετο, ποῖόν ἐστι τὸ μῆκος καὶ ποῖον τὸ πλάτος.
Σχολαστικὸς ἐν γάμοις ἑστιαθεὶς εἶτα ἀναχωρῶν· Εὔχομαι, εἶπεν, εὐτυχῶς καὶ ἀεὶ ταῦτα ὑμᾶς ποιεῖν.
Ὁ αὐτὸς τὸ Σκρηβωνίας μνῆμα καλὸν ἔφη καὶ πολυτελὲς εἶναι, ἀλλὰ ἐπινόσῳ τόπῳ οἰκοδομῆσθαι.
Σχολαστικῷ λεπτὸν ἵππον ἔχοντι προσελθών τις· Ὁ ἵππος σου, ἔφη, εἰς Ἅιδου ὁρᾷ. καὶ ὁ σχολαστικός· Κἀγὼ βλέπω.
Σχολαστικὸς νοσῶν, εἶτα πεινῶν, ὡς οὐδέπω τετάρτην ὥραν ἀπηγγέλη, ἀπιστῶν πρὸς ἑαυτὸν τὸ ὡρολόγιον ἐκέλευσε κομισθῆναι.
Σχολαστικῷ εἰς τὸ Σαραπεῖον ἀνελθόντι θαλλὸν ὁ ἱερεὺς διδούς· Ἵλεώς σοι, εἶπεν, ὁ κύριος. καὶ ὁ σχολαστικός· Ἵλεως, ἔφη, ὁ κύριος τῷ παρίω μου· ἐγὼ γὰρ ἐλεύθερός εἰμι.
Σχολαστικὸς ἐκκομίσας τὸν υἱόν, ἀπαντήσας τῷ διδασκάλῳ αὐτοῦ· Σύγγνωθι, ἔφη, ὅτι οὐκ ἦλθεν ὁ υἱός μου εἰς τὴν σχολήν· ἀπέθανε γάρ.
Σχολαστικὸς εἰκόνας ἀρχαῖα ζωγραφήματα ἐχούσας ἀπὸ Κορίνθου λαβὼν καὶ εἰς ναῦς ἐμβαλὼν τοῖς ναυκλήροις εἶπεν· Ἐὰν ταύτας ἀπολέσητε, καινὰς ὑμᾶς ἀπαιτήσω.
Σχολαστικῷ ὑπερζέουσαν κύλικα ὁ οἰνοχόος ὤρεξεν. ὁ δὲ ἐπὶ τῆς τραπέζης αὐτὴν θείς· Οὕτω μενέτω, ἔφη, μέχρι ὁ παιδαγωγός σου ἐλθὼν εὕρῃ αὐτὴν ζέουσαν.
Σχολαστικοῦ πλέοντος ἐκινδύνευεν ὑπὸ χειμῶνος τὸ πλοῖον. τῶν δὲ συμπλεόντων ἀπορριπτούντων ἐκ τῶν σκευῶν, ἵνα κουφισθῇ τὸ πλοῖον, κἀκείνῳ τὸ αὐτὸ ποιεῖν παραινούντων, ὁ δὲ ἔχων χειρόγραφον ἑκατὸν πεντήκοντα μυριάδων, τὰς πεντήκοντα ἀπαλείψας· Ἴδε, φησίν, ὅσοις χρήμασιν ἐπεκούφισα τὴν ναῦν.
Σχολαστικὸς ἐν πλοίῳ χειμαζομένων καὶ κλαιόντων τῶν συμπλεόντων· Τί γάρ, ἔφη, μικρολόγοι ἐστέ; ἐγὼ δὲ δέκα Ἀττικὰς πλείονας δοὺς κινδύνῳ τοῦ κυβερνήτου πλέω.
Σχολαστικῷ ἀναβαίνοντι ἐπὶ τεῖχος ἐν μάχῃ χύτραν τις μεστὴν κοπρίων ἐπέβαλεν. ὁ δὲ βοῶν· Οὐ θέλεις, εἶπε, καθαρῶς πυκτεῦσαι;
Σχολαστικός, ὡς ἐν τῷ Ῥήνῳ ποταμῷ ναῦς ἐπώκειλεν, ὑπὸ τὸ κατάστρωμα τῆς νεὼς ὑποβὰς ἀνωθεῖσθαι ἐνόμιζεν αὐτὴν εἰς τὸ ἄνω οὐ συνείς, ὅτι τοῖς ποσὶν αὐτὴν ὑπερείδων μᾶλλον εἰς τὸ βάθος κατῆγεν.
Ὁ αὐτὸς τοῖς στρατιώταις· Αὔριον, εἶπε, μακρὰν ὁδὸν ὁδοιπορῆσαι ἀναγκαῖον· σήμερον οὖν πλεονάκις καθέσθητε.
Σχολαστικὸς εἰς οἰκίαν καινὴν μετοικισθεὶς καὶ τὰ πρὸ τοῦ πυλῶνος καθήρας ἐπέγραψεν· Ὃς ἂν ὦδε κόπρια βάλῃ, ἀπόλλυσιν αὐτά.
Σχολαστικὸν ὁ πατὴρ ἀπολέσαντα δηνάριον ἐβούλετο τυπτῆσαι. ὁ δέ· Μὴ ὀργίζου, ἔφη, κἀγὼ ἐκ τῶν ἐμῶν ἀγοράζω τὸ δηνάριον.
Σχολαστικὸς ἐπὶ τῆς οἰκίας σεκούτορος σχῆμα λαβὼν ἔπαιζεν. ἄφνω δέ τινος ἀπαγγείλαντος αὐτῷ παρουσίαν τοῦ πατρός, ῥίψας τὸ ὅπλον ἔλυε τὴν κνημῖδα. φθάσαντος δὲ τοῦ πατρὸς αὐτοῦ ἐπιστῆναι, ἔχων τὴν περικεφαλαίαν βιβλίον ἀνεγίνωσκεν.
Σχολαστικὸς ἐπανερχόμενος, ὅθεν ἀπεδήμησεν, καὶ ἀναβαίνων ὑψηλὴν ἀνάβασιν ἐθαύμαζε λέγων· Ἐνταῦθα ὅτε πρῶτον παρῄειν ὁδεύων, κατάβασις ἦν· καὶ πῶς νῦν ταχέως ἠλλάγη καὶ ἀνάβασις γέγονε;
Σχολαστικὸς πλέων ἐπύθετο τοῦ κυβερνήτου, πόστη εἴη ὥρα. τοῦ δὲ μὴ γινώσκειν φήσαντος ἠρώτησε, πόσος εἴη χρόνος, ἀφʼ οὗ τὴν ναῦν κυβερνᾷ. τοῦ δὲ τρία ἔτη φήσαντος· Πῶς οὖν ἐγώ, ἔφη, πρὸ ἓξ μηνῶν οἰκίαν πριάμενος, ὅταν εἰς τὴν αὐλὴν κατέλθῃ ὁ ἥλιος, τὴν ὥραν στοχάζομαι, σὺ δὲ ἀπὸ τοῦ πλοίου τεκμήρασθαι οὐ δύνασαι τοσούτῳ χρόνῳ αὐτὸ κυβερνῶν;
Σχολαστικὸς σοφιστὴς ἀξιούμενος τῶν ἀποθνῃσκόντων ἐπιταφίους λέγειν ἑνὸς ἔτι ζῶντος ἔγραψεν ἐπιτάφιον· ὃς ἐνεκάλει αὐτῷ ἐπὶ τούτῳ. ὁ δέ· Ἂν οὖν ὑμεῖς, φησί, μὴ προλέγητε, ὅταν ἀποθνῄσκητε, ἐγὼ ἐξ αὐτοσχεδίου λέγων βούλεσθε ἵνʼ ἀσχημονήσω;
Σχολαστικὸς συμφοιτητὰς ἐπὶ δεῖπνον καλέσας, ἐπαινεσάντων αὐτῶν ὑὸς κεφαλὴν καὶ ἀξιωσάντων καὶ τῇ ὑστεραίᾳ παρʼ αὐτῷ ἑστιαθῆναι, ἀπελθὼν πρὸς τὸν μάγειρον· Δός μοι, ἔφη, ἀπὸ τοῦ αὐτοῦ χοίρου κεφαλὴν ἑτέραν· ἡ γὰρ χθὲς ἡμῖν πάνυ ἤρεσεν.
Σχολαστικὸς ἠρώτα τὸν πατέρα· Ἡ πεντακότυλος λήκυθος πόσον χωρεῖ;
Σχολαστικὸς μαθὼν περὶ κλίμακός τινος, ὅτι ἀναβαινόντων ἔχει βαθμοὺς εἴκοσιν, ἐπύθετο, εἰ καὶ καταβαινόντων τοσοῦτοί εἰσιν.
Σχολαστικὸς διαλεγομένων τινῶν περὶ ἀπεψίας, ἔλεγε μηδεπώποτε ἠπεπτηκέναι. τῶν δὲ πυνθανομένων, εἰ μηδέποτε ἠρεύξατο πικρὸν ἢ ἀηδές· Τοῦτο, εἶπε, ποιῶ καθʼ ἑκάστην ἡμέραν.
Σχολαστικῷ υἱὸς ἐγεννήθη. πυνθανομένων δέ τινων αὐτοῦ, ποῖον ὄνομα αὐτῷ θήσεται· Τὸ ἐμὸν ἕξει, ἔφη, ὄνομα, κἀγὼ τέως οὕτω μενῶ.
Δύο σχολαστικοὶ δειλοί, ὁ μὲν ἔκρυψεν εἰς φρέαρ αὑτόν, ὁ δὲ εἰς καλαμῶνα. χαλασάντων οὖν κράνος τῶν στρατιωτῶν ἐπὶ τὸ ὕδωρ ἀρύσασθαι, νομίσας στρατιώτην κατιέναι, ἱκετεύων ἐλήφθη. ὡς δὲ ἔφασαν οἱ στρατιῶται, ὅτι, εἰ ἐσιώπησε, παρῆλθον ἂν αὐτόν, ὁ ἐν τῷ καλαμῶνι κρυβόμενος· Οὐκοῦν, εἶπεν, ἐμὲ παρέλθατε· σιωπῶ γάρ.
Σχολαστικὸς τῆς γυναικὸς αὐτοῦ ἀποθανούσης σορὸν ἠγόραζε καὶ περὶ τῆς τιμῆς ἐζυγομάχει. τοῦ δὲ πωλοῦντος ὀμόσαντος μὴ ἔλαττον πέντε μυριάδων πωλήσειν, ὁ δέ· Ἐπειδή, ἔφη, προσείληψαι τῷ ὅρκῳ, λάβε μὲν τὰς πέντε μυριάδας, εἰς προσθήκην δέ μοι μικρὸν σορίδιον δός, ἵνα, ἐάν μου χρεία παιδίῳ γένηται, ἕτοιμον ᾖ.
Σχολαστικῷ ἑταῖρος ἀπαντήσας· Συγχαίρω σοι, εἶπεν, ὅτι σοι παιδίον ἐγεννήθη. ὁ δὲ ἀπεκρίνατο· Τοῦτο ὑμεῖς οἱ φίλοι ποιεῖτε.
Σχολαστικῷ τις λέγει· Χρῆσόν μοι βίρρον μέχρις ἀγροῦ. ὁ δέ· Μέχρι σφυροῦ, εἶπεν, ἔχω· μέχρι δὲ ἀγροῦ οὐκ ἔχω.
Σχολαστικὸς ἐπʼ ὀχήματος ὥδευεν. ἐπεὶ δὲ ἀτονήσασαι αἱ ἡμίονοι οὐκ ἠδύναντο βαδίζειν, ὑπέλυσεν αὐτὰς ὁ ἡνίοχος, ἵνα μικρὸν ἀναλάβωσιν. λυθεῖσαι οὖν ἔφυγον. καὶ ὁ σχολαστικὸς πρὸς τὸν ἡνίοχον· Κάθαρμα, εἶπεν, ὁρᾷς, ὅτι αἱ μὲν ἡμίονοι τρέχουσι, τὸ δὲ ὄχημά ἐστιν αἴτιον τὸ δραμεῖν μὴ δυνάμενον;
Σχολαστικὸς ἀδελφοὺς διδύμους ἰδὼν θαυμαζόντων τινῶν τὴν ὁμοιότητα αὐτῶν· Οὐχ οὕτως, φησίν, ὅμοιός ἐστιν οὗτος ἐκείνῳ, ὡς ἐκεῖνος τούτῳ.
Σχολαστικῷ τις λέγει· Δημέα, τρίτην ἡμέραν σε ἐνθάδε ἐν ὕπνοις εἶδον. ὁ δέ· Ψεύδῃ, εἶπεν, ἐν ἀγρῷ γὰρ ἤμην.
Σχολαστικὸς μετὰ δύο ἑταίρων διελέγετο. τοῦ ἑνὸς οὖν εἰπόντος, ὅτι μὴ δίκαιόν ἐστι πρόβατον σφάζεσθαι· γάλα γὰρ καὶ ἔριον φέρει· καὶ τοῦ ἄλλου εἰπόντος, ὅτι μηδὲ βοῦν προσήκει ἀναιρεῖσθαι γάλα παρέχουσαν καὶ ἀροτριῶσαν· ὁ σχολαστικὸς ἔφη μηδὲ χοῖρον δίκαιον εἶναι ἀναιρεῖσθαι ἧπαρ παρέχοντα καὶ οὖθαρ καὶ βουλβάν.
ΠΕΡΙ ΦΙΛΑΡΓΥΡΩΝ
Φιλάργυρος διαθήκας γράφων ἑαυτὸν κληρονόμον ἔταξεν.
Φιλάργυρος ἐρωτώμενος, διὰ τί ἄλλο οὐθὲν ἢ μόνον ἐλαίας ἐσθίει, ἔφη· Ἵνα τὸ μὲν ἔξωθεν ἀντὶ ὄψου ἔχω, τὸ δὲ ὀστοῦν ἀντὶ ξύλου· φαγὼν δέ, εἰς τὴν ἑαυτοῦ κεφαλὴν σφογγισάμενος λουτροῦ οὐκ ἐπιδέομαι.
β Φιλάργυρος ἐρωτηθείς· Διὰ τί οὐδὲν ἄλλο ἐσθίεις εἰ μὴ ἐλαίας; εἶπεν· Ἵνα τὸ μὲν ἔξωθεν ὄψον ἔχω, τὸ δὲ ὀστοῦν ἀντὶ ξύλου· καὶ ἵνα φαγὼν μὴ ἀπονίψωμαι, ἀλλὰ εἰς τὴν κεφαλήν μου ἐκμαξάμενος, …
Πεπανόπτωχος εἰωθὼς τὴν φίλην αὐτοῦ ἐξαπατᾶν ὡς εὐγενὴς ὢν καὶ πλούσιος, εἰς τοὺς γείτονας σιτευόμενος ὡς εἶδεν ἄφνω τὴν φίλην, στραφεὶς ἐφώνει· Πέμψον δέ μοι καὶ τὸ φιβλατώριον.
Ἄλλος ὁμοίως μεγαλαυχούμενος, τελείως τε πενητεύων καὶ κατὰ τύχην νοσήσας, τῆς δὲ φίλης αὐτοῦ αἰφνίδιον ἐπεισελθούσης καὶ εὑρούσης αὐτὸν ἐπὶ ψιάθου κείμενον, ἐντραπεὶς ᾐτιᾶτο τοὺς ἰατροὺς λέγων· Οἱ καλοὶ ἰατροὶ καὶ δόκιμοι τῆς πόλεως ἐκέλευσάν με ψιαθισθῆναι.
Ἀλαζὼν ἐν ἀγορᾷ παῖδα ἑαυτοῦ θεασάμενος ἐκ τοῦ ἀγροῦ νεωστὶ ἐληλυθότα εἶπε· Τί ποιοῦσι τὰ πρόβατα; ὁ δὲ εἶπε· Τὸ μὲν καθεύδει, τὸ δὲ ἵσταται.
Μωρὸς ἀκούσας, ὅτι ἐν Ἅιδου δίκαια κριτήρια, πρᾶγμα ἔχων ἀπήγξατο.
ΑΒΔΗΡΙΤΑΙ
Ἐν Ἀβδήροις διῃρεῖτο ἡ πόλις εἰς δύο μέρη, οἵ τε πρὸς ἀνατολὰς οἰκοῦντες καὶ οἱ πρὸς δύσιν. πολεμίων οὖν ἄφνω τὴν πόλιν ἐφορμησάντων καὶ πάντων θορυβουμένων οἱ πρὸς τὸ ἀνατολικὸν οἰκοῦντες μέρος πρὸς ἀλλήλους ἔλεγον· Ἡμεῖς μὴ θορυβηθῶμεν· οἱ γὰρ πολέμιοι ἐπὶ τὰς δυσικὰς εἰσέρχονται πύλας.
Ἐν Ἀβδήροις ὄνος λαθὼν εἰς τὸ γυμνάσιον εἰσῆλθε καὶ τὸ ἔλαιον ἐξέχεεν. οἱ δὲ συνελθόντες καὶ μεταπεμψάμενοι πάντας τοὺς ὄνους τοὺς ἐν τῇ πόλει καὶ εἰς ἕνα συναγαγόντες τόπον πρὸς τὸ ἀσφαλίσασθαι ἐνώπιον αὐτῶν τὸν ὄνον ἐμαστίγωσαν.
Ἀβδηρίτης ἀπάγξασθαι βουλόμενος καὶ τοῦ σχοινίου διαρραγέντος τὴν κεφαλὴν ἐπλήγη. λαβὼν οὖν ἔμπλαστρον παρὰ τοῦ ἰατροῦ καὶ θεὶς κατὰ τοῦ τραύματος, ἀπελθὼν πάλιν ἀπήγξατο.
Ἀβδηρίτης ἰδὼν κηλίτην ἀπὸ ἐμβάσεως ἐξιόντα εἶπεν· Ἀποκένωσον, ἐπεὶ τῷ παραχύτῃ λέγω.
Ἀβδηρίτης εὐνοῦχον ἰδὼν ἐπύθετο αὐτοῦ, πόσα παιδία ἔχει. ἑτέρου δὲ εἰπόντος τὸν ὄρχεις μὴ ἔχοντα μὴ δύνασθαι τέκνα γεννῆσαι, ὑπολαβὼν …
Ἀβδηρίτης εὐνοῦχον ἰδὼν γυναικὶ ὁμιλοῦντα ἠρώτα ἄλλον, εἰ ἄρα γυνὴ αὐτοῦ ἐστι. τοῦ δὲ εἰπόντος εὐνοῦχον γυναῖκα ἔχειν μὴ δύνασθαι ἔφη· Οὐκοῦν θυγάτηρ αὐτοῦ ἐστιν.
Ἀβδηρίτης εὐνοῦχος δυστυχήσας κήλην ἐποίησεν.
Ἀβδηρίτης μετὰ κηλίτου κοιμώμενος καὶ τῇ νυκτὶ πρὸς ἑαυτὸν ἀναστὰς ἐν τῷ ἐπαναστρέφειν σκοτίας οὔσης ἄκων τὴν κήλην ἐπάτησε. τοῦ δὲ κηλίτου κατακράξαντος, αὐτῷ ἔφη· Διὰ τί γὰρ κατακέφαλα κοιμᾶσαι;
Ἀβδηρίτης περιπατῶν εἶδε κηλίτην οὐροῦντα καὶ εἶπεν· Οὗτος ἕως ἑσπέρας οὐ μὴ ἐξουρήσῃ.
Ἀβδηρίτης ἰδὼν κηλίτην ἀπὸ κολύμβου ἐξιόντα, μόλις δὲ περιπατοῦντα, πρὸς αὐτὸν εἶπε· Τί γὰρ ἀπλήστως ἐγόμωσας, μὴ δυνάμενος γενναίως βαστάσαι;
Ἀβδηρίτης ἀκούσας, ὅτι κρόμυα καὶ βολβοὶ φυσῶσιν, ἐν τῷ πλέειν αὐτὸν γαλήνης οὔσης πολλῆς, σάκκον πλήσας ἀπὸ τῆς πρύμνης ἐκρέμασεν.
Ἀβδηρίτης ἰδὼν δρομέα ἐσταυρωμένον εἶπε· Μὰ τοὺς θεοὺς οὗτος οὐκέτι τρέχει, ἀλλὰ πέτεται.
Ἀβδηρίτης λεκάνην ἐπώλει μὴ ἔχουσαν ὠτία. τινὸς δὲ ἐρωτήσαντος, διὰ τί ἦρεν αὐτῆς τὰ ὠτία, ἀπεκρίνατο· Ἵνα μὴ ἀκούσασα, ὅτι πωλεῖται, φύγῃ.
Ἀβδηρίτης τὸν πατέρα τελευτήσαντα κατὰ τὸν νόμον καύσας, δραμὼν εἰς τὴν οἰκίαν πρὸς τὴν μητέρα αὐτοῦ νοσοῦσαν εἶπεν· Ὀλίγα ἔτι περιττεύει ξύλα· ἐὰν οὖν βούλῃ καὶ δύνασαι, τοῖς αὐτοῖς κατακαύθητι.
Ἀβδηρίτης κατʼ ὄναρ χοιρίδιον ἐπώλει καὶ ἐζήτει δηνάρια ἑκατόν. διδόντος δέ τινος πεντήκοντα μὴ βουλόμενος λαβεῖν διύπνισε. καμμύσας οὖν καὶ τὴν χεῖρα προτείνας εἶπε· Δὸς κἂν τὰ πεντήκοντα.
Ἀβδηρίτου στρουθίον ἀπέθανε. μετὰ οὖν χρόνον ἰδὼν στρουθοκάμηλον εἶπεν· Ἐὰν ἔζη τὸ στρουθίον μου, ἤδη ἂν τηλικοῦτον ὑπῆρχεν.
Ἀβδηρίτης εἰς Ῥόδον ἀποδημήσας ὡς ἐκ τοῦ ὀνόματος τοὺς τοίχους ὠσμᾶτο.
Ἀβδηρίτης ὀνάριόν τινι χρεωστῶν καὶ μὴ ἔχων παρεκάλει, ἵνα ἀντʼ αὐτοῦ δύο ἡμιόνους παράσχῃ.
ΣΙΔΟΝΙΟΙ
Σιδόνιος ἔπαρχος ἐπὶ ὀχήματος ὥδευεν. ἐπεὶ δὲ ἀτονήσασαι αἱ ἡμίονοι οὐκ ἠδύναντο βαδίζειν, ἀπέλυσεν αὐτὰς ὁ ἡνίοχος, ἵνα μικρὸν βοσκηθεῖσαι ἀναλάβωνται. λυθεῖσαι οὖν ἔφυγον. καὶ ὁ ἔπαρχος πρὸς τὸν ἡνίοχον ἔφη· Ὁρᾷς, κάθαρμα, ὅτι αἱ μὲν ἡμίονοι τρέχουσι, τὸ δὲ ὄχημα δραμεῖν μὴ δυνάμενον ἵσταται.
Σιδόνιος ῥήτωρ μετὰ δύο ἑταίρων διελέγετο. τοῦ δὲ ἑνὸς λέγοντος, ὅτι οὐκ ἦν δίκαιον πρόβατα σφάζεσθαι διὰ τὸ φέρειν γάλα καὶ ἔριον, καὶ τοῦ ἄλλου εἰπόντος, ὅτι μηδὲ βοῦν προσήκει ἀναιρεῖσθαι γάλα παρέχουσαν καὶ ἀροτριῶσαν, ὁ ῥήτωρ ἔφη μηδὲ χοῖρον εἶναι δίκαιον σφάζεσθαι ἧπαρ παρέχοντα καὶ οὖθαρ καὶ νεφρία.
Σιδόνιος σοφιστὴς κατὰ πρώτην ἄνοιξιν τοῦ βαλανείου λουόμενος καὶ μηδένα ἔσωθεν εὑρὼν λέγει πρὸς τοὺς ἰδίους οἰκέτας· Καθὼς βλέπω, οὐ λούει.
Σιδόνιος σχολαστικὸς ἀπὸ πολλῶν μιλίων χωρίον ἔχων καὶ θέλων αὐτὸ ἐγγύτερον ποιῆσαι ἑπτὰ κίονας μιλίων κατέστρεψεν.
Σιδόνιος πραγματευτὴς μετὰ ἑτέρου ὥδευε. τῆς δὲ γαστρὸς ἀναγκαζούσης μικρὸν ἀπολειφθῆναι προσαπέμεινεν. ὁ δὲ συνοδοιπόρος ἀφῆκεν αὐτὸν γράψας ἔν τινι κίονι τῶν μιλίων· Τάχυνον, φθάσον με. ὁ δὲ ὡς ἀνέγνω, ἐπέγραψε κάτωθεν· Καὶ αὐτὸς μεῖνόν με.
Σιδονίῳ ἁλιεῖ λέγει τις· Ἔχει τὸ κυρτίν σου παγούρους; ὁ δὲ μανεὶς ἀπεκρίνατο· Ἔχει τὸ στῆθός σου καρκίνους;
Σιδόνιος ἑκατόνταρχος τοῖς στρατιώταις ἔλεγεν· Σήμερον πολλὰ καθίσατε· αὔριον γὰρ πολλὰ μέλλετε ὁδοιπορεῖν.
Σιδονίῳ κηρουλαρίῳ λέγει τις· Ἔχεις, κῦρι, ἀποκαύματα; ὁ δὲ ὀργισθεὶς ἀπεκρίνατο· Ἔχεις, κῦρι, ἀνθρακώματα;
Σιδόνιος γραμματικὸς ἠρώτα τὸν διδάσκαλον· Ἡ πεντακότυλος λήκυθος πόσον χωρεῖ; ὁ δὲ εἶπεν· Οἶνον λέγεις ἢ ἔλαιον;
Σιδονίῳ μαγείρῳ λέγει τις· Δάνεισόν μοι μάχαιραν ἕως Σμύρνης. ὁ δὲ ἔφη· Οὐκ ἔχω μάχαιραν ἕως ἐκεῖ φθάζουσαν.
Σιδόνιος κεντουρίων ἰδὼν ζευγηλάτην διὰ τῆς ἀγορᾶς ἅμαξαν φέροντα ἐκέλευσεν αὐτὸν τυφθῆναι. τοῦ δὲ εἰπόντος ὅτι Ῥωμαῖός εἰμι, καὶ οὐ χρὴ τύπτεσθαί με διὰ τὸν νόμον—τοὺς βόας ἐκέλευσεν ὁ κεντουρίων μαστιγωθῆναι.
Σιδόνιος ἰατρὸς λεγάτον ὑπὸ ἀρρώστου αὐτοῦ χιλίας δραχμὰς μετὰ τὸ ἀποθανεῖν αὐτὸν κομισάμενος, ἐκφερομένου δὲ αὐτοῦ τῇ κηδείᾳ ἀκολουθῶν ἐνεκάλει, ὡς ὀλίγον αὐτῷ λεγάτον κατέλιπεν. ἐπεὶ οὖν καὶ ὁ υἱὸς τοῦ τελευτήσαντος εἰς νόσον ἐμπαρεὶς παρεκάλει αὐτὸν ἐπισκεπτόμενον ἀνταγωνίσασθαι τῇ νόσῳ, ὁ ἰατρὸς ἔφη· Ἐὰν πεντακισχιλίας δραχμὰς εἰς λεγάτον καταλείψῃς, ἐγώ σε ἰατρεύσω ὡς τὸν πατέρα σου.
ΕΥΤΡΑΠΕΛΟΙ
Εὐτράπελος ἰδὼν γραμματοδιδάσκαλον ἀφυῆ διδάσκοντα προσελθὼν ἠρώτα, διὰ τί κιθαρίζειν οὐ διδάσκει. Τοῦ δὲ εἰπόντος· Ὅτι οὐκ ἐπίσταμαι—εἶπε· Πῶς οὖν γράμματα διδάσκεις οὐκ ἐπιστάμενος;
Εὐτράπελος κυβερνήτης ἐρωτηθείς, τί φυσᾷ, εἶπε· Φάβα καὶ κρόμυα.
Εὐτράπελον ὀφθαλμιῶντα ἰατρὸς κλέπτης δανείσας λύχνον ἔκλεψε. μιᾷ οὖν ταῦτα ἠρώτα αὐτόν· Πῶς ἔχεις εἰς τοὺς ὀφθαλμούς; καὶ ὁ εὐτράπελός φησιν· Ἀφʼ οὗ μοι ἐδάνεισας, τὸν λύχνον οὐ βλέπω.
Εὐτραπέλῳ ἰατρῷ λέγει τις· … Ἐὰν κτήσῃ ἀγγεῖον, θερμόν σε οὐ λείψει.
β Εὐτράπελός τις ἰατρῷ λέγει· Πολλοὺς ἄνθρακας ἔχω. κἀκεῖνος ἔφη· Ἐὰν χαλκεῖον ἔχῃς, θερμόν σοι ποτὲ οὐ λείψει.
Εὐτράπελος ἀργὸν δρομέα ἰδὼν εἶπεν· Οἶδα, τί χρῄζει ὁ κύριός μου οὗτος. τοῦ δὲ ἀγωνοθέτου ἐρωτήσαντος· Τί ἐστιν; εἶπεν· Ἵππου χρῄζει· ἄλλως γὰρ τοὺς ἀνταγωνιστὰς καταλαβεῖν οὐ δύναται.
Εὐτράπελος κάπηλος εὑρὼν ταξεώτην ἐπὶ τῇ γυναικὶ αὐτοῦ εἶπεν· Εὗρον, ὃ οὐκ ἐζήτουν.
Εὐτράπελος χοῖρον κρύψας ἔφευγεν. ἐπεὶ δὲ κατελαμβάνετο, θεὶς αὐτὸν χαμαὶ καὶ δέρων ἔλεγεν· Ἐκεῖ ὄρυττε καὶ μὴ παρὰ τὰ ἐμά.
β Εὐτράπελος χοῖρον κλέψας ἔφευγεν. ἐπεὶ δὲ κατελαμβάνετο, θεὶς αὐτὸν ἔτυπτε λέγων· Ἄλλων ὄρυγε καὶ μὴ τὰ ἐμά.
Εὐτράπελος ἰδὼν κακόηχον καὶ κακόφωνον κιθαρῳδὸν ἠσπάσατο λέγων· Χαῖρε, ἀλεκτρυών. τοῦ δὲ πυθομένου, διὰ τί αὐτὸν οὕτως προσηγόρευσεν, ἔφη· Ὅτι, ὅταν σὺ κοκκύσῃς, πάντες ἐγείρονται.
Εὐτράπελος φλυάρου κουρέως ἐρωτήσαντος· Πῶς σε κείρω; —Σιωπῶν, ἔφη.
Εὐτράπελος ἐν βαλανείῳ ὑπό τινος ὀριγισθεὶς μάρτυρας προσέφερε τοὺς παραχύτας. τοῦ δὲ ἀντιδίκου ἀποβαλλομένου ὡς μὴ ὄντας ἀξιοπίστους ἔφη· Εἰ μὲν ἐν τῷ Δουρείῳ ἵππῳ ὑβρίσθην, προήγαγον ἂν μάρτυρας τοὺς περὶ Μενέλαον καὶ Ὀδυσσέα καὶ Διομήδην· ἐν δὲ τῷ βαλανείῳ τῆς ὕβρεως γενομένης ἀνάγκη τοὺς παραχύτας τὸ πραχθὲν μᾶλλον εἰδέναι.
β Ὕβρεως ἐν βαλανείῳ γενομένης εὐτράπελος ῥήτωρ κατηγόρει καὶ μάρτυρας ἐκάλει τοὺς περιχύτας. τῶν δὲ ἀποβαλλομένων ὡς μὴ ὄντων … ἔφη· Εἰ μὲν ἐν τῷ Δουρίῳ ἵππῳ ἦν, παρέσχον ἂν μάρτυρας Μενέλαον καὶ Ὀδυσσέα καὶ Διομήδην· εἰ δὲ ἐν βαλανείῳ, ἀνάγκη τοὺς περιχύτας τὸ πραχθὲν μᾶλλον εἰδέναι.
Εὐτράπελος, δύο ξύστρων παρʼ αὐτοῦ ἐν βαλανείῳ ἐπιζητουμένων, ὑπὸ ἑνὸς μὲν ἀγνωρίστου, ὑπὸ δὲ ἑτέρου γνωρίμου μὲν ἀλλὰ κλέπτου, ὁ εὐτράπελος ἔφη· Σὲ μὲν γνωρίζων οὐ δώσω· σὲ δὲ μὴ γνωρίζων οὐ δώσω.
Εὐτράπελος ἰδὼν πορνοβοσκὸν μισθοῦντα μέλαιναν ἑταιρίδα εἶπε· Πόσου τὴν νύκτα μισθοῖς;
Εὐτράπελος ἰδὼν ἰατρὸν κόρην ὑπαλείφοντα ἔφη· Ὅρα, νεανίσκε, μὴ τὴν ὄψιν θεραπεύων τὴν κόρην διαφθείρῃς.
β Εὐτράπελος ἰδὼν ἰατρὸν νεάνιδα ὑπαλείφοντα ὡραίαν ἔφη· Μὴ τὴν ὄψιν θεραπεύων τὸ βάθος φθείρῃς.
Εὐτράπελοι δύο πατραλοῖαι πρὸς ἀλλήλους ἐδυσφόρουν πρὸς τὸ φονεῦσαι τοὺς ἑαυτῶν γονεῖς. ὁ δὲ ἕτερος πρὸς τὸν ἄλλον ἔφη· Ἵνα μὴ πατροκτόνοι παρά τισι λογισθῶμεν, σὺ φόνευσον τὸν ἐμὸν πατέρα, κἀγὼ τὸν σόν· καὶ κακῆς φεύγομεν φήμης.
β Δύο εὐτραπέλων πρὸς ἀλλήλους δυσφορούντων ἐπὶ τὸ φονεῦσαι τοὺς ἑαυτῶν γονεῖς ἔφη ὁ εἶς πρὸς τὸν ἕτερον· Ἐὰν αὐτοχείρως τοῦτο πράξωμεν, πατραλοῖαι λογισθῆναι ἔχομεν. ἀλλὰ σὺ μᾶλλον διαχείρισαι τὸν ἐμόν, κἀγὼ τὸν σόν· καὶ κακῆς φήμης ἐκφύγομεν.
Εὐτράπελος παλαίων εἰς πηλὰ ἐνέπεσε καὶ ἵνα μὴ δοκῇ ἀπάλαιστος εἶναι, περιστραφεὶς καὶ διʼ ὅλου πηλωθεὶς ἀνέστη ἐναβρυνόμενος.
ΚΥΜΑΙΟΙ
Ἐν Κύμῃ ἐπισήμου τινὸς κηδευομένου προσελθών τις ἠρώτα τοὺς ὀψικεύοντας· Τίς ὁ τεθνηκώς; εἶς δὲ Κυμαῖος στραφεὶς ὑπεδείκνυε λέγων· Ἐκεῖνος ὁ ἐπὶ τῆς κλίνης ἀνακείμενος.
Κυμαίῳ ἵππον πιπράσκοντι προσελθών τις ἠρώτα, εἰ πρωτοβόλος ὁ ἵππος. τοῦ δὲ εἰπόντος, ὅτι δευτεροβολεῖ, ἔφη· Πῶς οἶδας; ὁ δὲ εἶπεν· Ὅτι ἅπαξ ἐμὲ κάτω ἔβαλε καὶ ἅπαξ τὸν πατέρα μου.
Κυμαῖος οἰκίαν πωλῶν λίθον ἐξ αὐτῆς ἐκβαλὼν εἰς δεῖγμα περιέφερεν.
Κυμαῖος ἵππον πιπράσκων ἠρωτήθη, μὴ δειλὸς εἴη. ὁ δὲ ἀπεκρίνατο· Οὐ μὰ τὴν σωτηρίαν μου· ἐν τῇ φάτνῃ γὰρ μόνος εἱστήκει.
Κυμαῖος κλεψιμαῖα ἱμάτια ἀγοράσας διὰ τὸ μὴ γνωρισθῆναι ἐπίσσωσεν αὐτά.
Κυμαῖος ἵππον ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ καταμανθάνοντος αὐτοῦ τὸν βόλον εἶπε· Τί τοὺς ὀδόντας αὐτοῦ καταμανθάνεις; εἴθε ὡς τρώγει, οὕτως καὶ περιεπάτει.
Κυμαῖος ἅλωνα μεγάλην ποιήσας ἔστησεν ἄντικρυς τὴν γυναῖκα αὐτοῦ καὶ ἠρώτα, εἰ βλέπει αὐτόν. τῆς δὲ εἰπούσης, ὅτι μόλις αὐτὸν βλέπει, ἔφη ἐκεῖνος· Ἀλλʼ ἐγὼ εἰς καιρὸν τηλικαύτην ποιήσω ἅλωνα, ἵνα μήτε ἐγὼ σὲ μήτε σὺ ἐμὲ ἴδῃς.
Κυμαῖος ἐπιζητῶν φίλον ἐκάλει αὐτὸν πρὸ τῆς οἰκίας ὀνομαστί. ἑτέρου δὲ εἰπόντος· Ὑψηλότερον φώνησον, ἵνα ἀκούσῃ —ἀφεὶς τὸ ὄνομα, ὃ ᾔδει, ἐβόα· Ὑψηλότερε.
Κυμαῖος δανειστοῦ οἰκίᾳ ἐπιβουλεύων καὶ θέλων τὰ μείζονα δάνεια κλέψαι τὰ βαρύτερα χαρτία ἐπελέγετο.
Κυμαίων τὴν πόλιν τειχιζόντων εἷς τῶν πολιτῶν Λολλιανὸς καλούμενος δύο κορτίνας ἰδίοις ἐτείχισεν ἀναλώμασι. πολεμίων δὲ ἐπιστάντων ὀργισθέντες οἱ Κυμαῖοι συνεφώνησαν, ἵνα τὸ Λολλιανοῦ τεῖχος μηδεὶς φυλάξῃ ἀλλʼ ἐκεῖνος μόνος.
Κυμαῖοι προσδοκῶντες ἐξ ἀποδημίας φίλον αὐτῶν ἀξιότιμον καὶ βουλόμενοι αὐτὸν ἐν τῷ βαλανείῳ διὰ καθαροῦ ὕδατος τιμῆσαι, μίαν ἔχοντες κολυμβήθραν, ταύτην ὕδατος θερμοῦ καθαροῦ πλήσαντες ἐν μέσῳ αὐτῆς κάγκελλον τρητὸν ἔβαλον, ὅπως τὸ ἥμισυ τοῦ ὕδατος καθαρὸν τῷ προσδοκωμένῳ τηρῆται φίλῳ.
Κυμαῖος ἐν τῷ κολυμβᾶν βροχῆς γενομένης διὰ τὸ μὴ βραχῆναι εἰς τὸ βάθος κατέδυ.
Κυμαῖος θυρίδας ἀγοράζων ἠρώτα, εἰ δύνανται πρὸς μεσημβρίαν βλέπειν.
Κυμαῖος ὄνῳ ἐπικαθήμενος παρὰ κῆπον ὥδευεν. ἰδὼν οὖν κλάδον συκῆς ὑπερέχοντα σύκων ὡρίμων πεπληρωμένον ἐπελάβετο τοῦ κλάδου. τοῦ δὲ ὄνου ὑπεκδραμόντος ἀπεκρεμάσθη, καὶ τοῦ κηπουροῦ ἐρωτήσαντος, τί ἐκεῖ ποιεῖ κρεμάμενος, ἔλεγεν· Ἐκ τοῦ ὄνου ἔπεσα.
Κυμαῖος ἰδὼν πρόβατον συμπεποδισμένον καὶ οὕτω κειρόμενον εἶπεν· Εὐχαριστῷ τῷ κουρεῖ μου, ὅτι οὐδέποτέ με δήσας ἔκειρεν.
Κυμαῖος τοῦ πατρὸς αὐτοῦ ἀποδημήσαντος εἰς βαρὺ ἔγκλημα πεσὼν θανάτῳ κατεδικάσθη. ἀπιὼν δὲ παρεκάλει πάντας, ἵνα ὁ πατὴρ μὴ γνῷ, ἐπεὶ μέλλει αὐτῷ θανασίμους πληγὰς ἐπιφέρειν.
Ὁ αὐτός, τινὸς αὐτῷ εἰπόντος ὅτι Ἐσύλησάς με— Μὴ ὑποστρέψω, ἔφη, ἔνθεν ἄπειμι, εἰ ἐσύλησα.
Κυμαίου τις ἐπύθετο, ποῦ μένει Δρακοντίδης ὁ ῥήτωρ. ὁ δέ· Μόνος εἰμί, εἶπεν· εἰ δὲ θέλεις, τήρει τὸ ἐργαστήριον, κἀγὼ ἀπελθὼν δείξω σοι.
Κυμαῖος ἐπʼ Ἀλεξανδρείᾳ τοῦ πατρὸς αὐτοῦ ἀποθανόντος τὸ σῶμα τοῖς ταριχευταῖς δέδωκε. μετὰ δὲ χρόνον ἐζήτει αὐτὸ ἀπολαβεῖν. τοῦ δὲ ἔχοντος καὶ ἄλλα σώματα καὶ ἐρωτῶντος, τί σημεῖον ἔχει ἡ τοῦ πατρὸς αὐτοῦ θήκη, ἀπεκρίθη· Ἔβησσεν.
Κυμαῖος πύκτην ἰδὼν πολλὰ τραύματα ἔχοντα ἠρώτα, πόθεν ἔχει ταῦτα. τοῦ δὲ εἰπόντος· Ἐκ τοῦ μύρμηκος—ἔφη· Διὰ τί γὰρ χαμαὶ κοιμᾷ;
Κυμαῖος μέλι ἐπίπρασκεν. ἐλθόντος δέ τινος καὶ γευσαμένου καὶ εἰπόντος, ὅτι πάνυ καλόν, ἔφη· Εἰ μὴ γὰρ μῦς ἐνέπεσεν εἰς αὐτό, οὐκ ἂν ἐπώλουν.
Κυμαῖον νοσοῦντα ἀπήλπισεν ἰατρός. ὁ δὲ ὑγιάνας περιέκαμπτε τὸν ἰατρόν. ἐρωτηθεὶς οὖν τὴν αἰτίαν ἀπεκρίνατο· Εἰπόντος σου, ὅτι ἀποθνῄσκω, αἰσχύνομαι ζήσας.
Κυμαῖος ἰατρὸς ἄρρωστον τριταΐζοντα εἰς ἡμιτριταῖον περιστήσας τὸ ἥμισυ τοῦ μισθοῦ ἀπῄτει.
Κυμαίῳ ἰατρῷ σχολαστικὸς προσελθὼν εἶπε· Σοφιστά, ὅταν ἐκ τοῦ ὕπνου ἀναστῶ, ἐπὶ ἡμιώριον — — —μετὰ τὸ ἡμιώριον διύπνισον.
Κυμαῖος ἰατρὸς ἀπεγνωσμένον ἄρρωστον ἐνημάτισεν, ἐκέλευσε δὲ τὰ ἐκκεχωρημένα … ἰδεῖν. τοῦ δὲ δείξαντος καὶ εἰπόντος, ὅτι ἀπέθανεν, ὁ ἰατρὸς μεθʼ ὅρκου ἀπεκρίνατο· Οὗτος εἰ μὴ ἐκλύσθη, ἐλάκησεν ἄν.
Κυμαῖος ἰατρὸς τέμνων τινὰ δεινῶς ἀλγοῦντα καὶ βοῶντα ἀμβλυτέραν σμίλην μετέλαβεν.
Κυμαῖοι δύο ἰσχάδων κεράμια δύο ἐπρίαντο. τούτων δὲ ὁ ἕτερος τὸν ἕτερον λανθάνων οὐκ ἐκ τοῦ ἰδίου, ἀλλʼ ἐκ τοῦ ἑτέρου κατήσθιεν. ὡς δὲ τοῖς ἀλλήλων κατεχρήσαντο, ἕκαστος ἐπὶ τὸ ἴδιον ἐπιστρέψας εὗρεν αὐτὸ κενόν. ἀλλήλων οὖν ἐπιλαβόμενοι ἤγοντο ἐπὶ τὸν ἄρχοντα. διαγνοὺς δὲ ὁ ἄρχων ἐκέλευσε τὰ κενώματα ἀλλάξαι καὶ τὰς τιμὰς ἀλλήλοις ἀποδοῦναι.
Ἐν Κύμῃ δημαγωγὸς ἐν ἐκκλησίᾳ κατηγορηθείς· Ἄνδρες, ἔφη, πολῖται, εἰ μὲν κατεψευσμένοι μου τὰς διαβολάς εἰσιν οὗτοι, γένοιτο αὐτοῖς παρʼ ὑμῶν καταγνωσθῆναι· εἰ δέ τι ἐγὼ τούτων πεποίηκα, πάντων ὑμῶν καθημένων ἐμοὶ μόνῳ τὸ θέατρον ἐπιπέσοι.
Κυμαῖος ἄρχων τοιαῦτα κηρύγματα ἐκήρυξεν· Οἱ ἔφοροι μετὰ τὴν θυσίαν παραχρῆμα τὰς ἑαυτῶν βύρσας ἀναφερέτωσαν πρὸς τὸν ἱερέα. Οἱ δὲ βουλευταί, ἔλθετε εἰς τὸ βουλευτήριον καὶ μὴ βουλεύεσθε. Οἱ δὲ μάγειροι τὰ ἴδια ὀστέα ὑπὲρ τὸ τεῖχος βαλλέτωσαν. Οἱ δὲ σκυτεῖς μικροὺς καλάποδας μὴ ἐχέτωσαν.
Κυμαῖοι εἰς ψηφοφορίαν ἀπαντήσαντες καὶ γνόντες πολλοὺς ἐκ τῶν ἄλλων πόλεων ἀπολειφθέντας, αἰτιωμένους τὴν ἀτραπόν· Μὴ μωροί, ἔφασαν, ἐὰν καὶ ἡμεῖς εἰς τὸ μέλλον οὐκ ἐρχόμεθα;
Κυμαῖος ἰατρὸς τετρωμένην κεφαλὴν τέμνων ὕπτιον θεὶς τὸν πάσχοντα ὕδωρ εἰς τὸ στόμα ἐνέβαλεν, ἵνα ἴδῃ, πότε διὰ τοῦ χειρουργηθέντος ἐκρεύσει.
ΔΥΣΚΟΛΟΙ
Δυσκόλῳ ἰατρῷ προσελθών τις εἶπε· Σοφιστά, ἀνακεῖσθαι οὐ δύναμαι οὔτε ἑστάναι, ἀλλʼ οὐδὲ καθῆσθαι. καὶ ὁ ἰατρὸς εἶπεν· Οὐδέν σοι λείπει ἢ κρεμασθῆναι.
Δυσκόλῳ ἰατρῷ τις λέγει· Τί ποιήσω, ὅτι αἶμα κάθημαι καὶ χολάς; κἀκεῖνος πρὸς αὐτὸν εἶπεν· Ἐὰν καὶ τὰ ἔντερά σου ἐκβάλῃς, ἐγὼ οὐ χολῶ.
β Δυσκόλῳ ἰατρῷ λέγει τις· Τί ἐστιν, ὅτι αἶμα χέζω καὶ χολάς; κἀκεῖνος ἔφη· Ἐὰν καὶ τὰ ἔντερά σου χέσῃς, ἐγὼ οὐ χολῶ.
Δύσκολος ἰατρὸς ἑτερόφθαλμος ἠρώτα νοσοῦντα· Πῶς ἔχεις; ὁ δὲ εἶπεν· Ὡς βλέπεις. ὁ δὲ ἰατρὸς ἔφη· Ἐὰν ὡς ἐγὼ βλέπω ἔχῃς, τὸ ἥμισύ σου ἀπέθανεν.
β Δύσκολος ἰατρὸς ἑτερόφθαλμος ἀρρώστῳ ἔφη· Πῶς ἔχεις; ὁ δέ· Ὡς βλέπεις. εἶπε δὲ ἐάν.
Πρὸς δύσκολον ἰατρὸς προσελθὼν καὶ ἁψάμενος αὐτοῦ εἶπε· Κακὰ πυρέττεις. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἰ δύνασαι σὺ κρείττω πυρέττειν, ἰδοὺ κλίνη· ἀναπεσὼν πύρεττε.
Δύσκολος ἀστρολόγος παιδὸς νοσεροῦ γένεσιν λέγων, πολυχρόνιον αὐτὸν τῇ μητρὶ ὡς ἐπαγγειλάμενος ᾔτει τὸν μισθόν. τῆς δὲ εἰπούσης· Ἐλθόντι σοι αὔριον δώσω—ἔφη· Τί οὖν, ἐὰν τὴν νύκτα ἀποθάνῃ καὶ ἐγὼ τὸν μισθὸν ἀπόλλω;
β Δύσκολος ἀστρονόμος παιδὸς νοσεροῦ γέννησιν εἰπών, πολυχρόνιον ἔσεσθαι ἐπαγγειλάμενος ᾔτει τὸν μισθόν. τῆς δὲ μητρὸς εἰπούσης· Αὔριον δώσω—Τί οὖν, ἔφη, ἐὰν τῇ νυκτὶ ἀποθάνῃ; ἐγὼ τὸν μισθὸν ἀπολέσω;
Δυσκόλου κεράμιον μέλιτος ἀγοράσαντος καὶ ὑπό τινος ἐρωτηθέντος, πόσου ἠγόρασεν, καταστρέφων τὸ κεράμιον ἔλεγεν· Οὕτω μου ἐκχυθῇ τὸ αἷμα, ἐὰν εἴπω ὑμῖν.
β Δύσκολος μέλιτος κεράμιον ἀγοράσας συνεχῶς ἠρωτᾶτο, πόσου ἠγόρασε. καταστρέφων οὖν τὸ κεράμιον ἔφη· Οὕτως χυθήτω μου τὸ αἷμα, ἐὰν εἴπω ὑμῖν.
Πρὸς δύσκολον ἄρρωστον ἰατρὸς προσελθὼν προσέταξε ψιχία μετὰ στρουθίου φαγεῖν. καὶ ὁ δύσκολος εἶπε· Πῶς δύναμαι εἰς τὸ κλουβίον εἰσελθεῖν, ἵνα φάγω μετὰ τοῦ στρουθίου τὰ ψιχίδια;
Δυσκόλου ταυλίζοντος κατεπέτασσέ τις ἀργὸς καθήμενος. ὁ δὲ θυμούμενος ἠρώτησεν αὐτόν· Ποίας τέχνης; καὶ διὰ τί ἀργεῖς; ἐκείνου δὲ εἰπόντος ὅτι Ῥάπτης εἰμί, ἔργον δὲ οὐκ ἔχω—διαρρήξας αὐτοῦ τὸν χιτῶνα καὶ ἐπιδοὺς εἶπε· Λαβὼν ἐργάζου καὶ σιώπα.
β Δυσκόλου ταυλίζοντος κατεπήδησε τις. ὁ δὲ θυμωθεὶς ἠρώτησεν, εἰ τέχνην οἶδε καὶ διὰ τί ἀργεῖ. τοῦ δὲ φήσαντος· Ῥάπτειν οἶδα, ἔργον δὲ οὐκ ἔχω—διαρρήξας τὸ ἱμάτιον αὐτοῦ εἶπε· Λάβε καὶ ἐργάζου καὶ σιώπα.
Δύσκολόν τις ἠρώτα· Ποῦ μένεις; ὁ δὲ εἶπεν· Ἐκεῖθεν μεταβαίνω.
Δυσκόλῳ τις ναυκλήρῳ ἀπαντήσας εἶπε· Τὸν ἐπίπλουν σου εἶδον ἐν Ῥόδῳ. κἀκεῖνος ἀπεκρίνατο· Κἀγώ σου εἶδον τὸ ἧπαρ ἐν Σικελίᾳ.
Δύσκολόν τις ἐζήτει. ὁ δὲ ἀπεκρίνατο· Οὐκ εἰμὶ ὧδε. τοῦ δὲ γελάσαντος καὶ εἰπόντος· Ψεύδῃ· τῆς γὰρ φωνῆς σου ἀκούω—εἶπεν· Ὦ κάθαρμα, εἰ μὲν ὁ δοῦλός μου εἶπεν, εἶχες ἂν αὐτῷ πιστεῦσαι· ἐγὼ δέ σοι οὐ φαίνομαι ἀξιοπιστότερος ἐκείνου εἶναι;
β Δυσκόλῳ τις ἐφώνει· ὁ δὲ ἀπεκρίνατο· Οὐκ εἰμὶ ἐγώ. τοῦ δὲ εἰπόντος ὅτι Ψεῦδος· τῆς φωνῆς σου γὰρ ἀκούω—ἔφη· Ὦ κάθαρμα, εἰ μὲν ὁ παῖς μου εἶπεν, ἐπείσθης ἄν· ἐγὼ δὲ οὐ φαίνομαί σοι ἀξιοπιστότερος εἶναι;
Δύσκολος σκάλαν καταβαίνων σφαλεὶς κατέπεσε. τοῦ δὲ οἰκοκυροῦ εἰπόντος· Τίς ἔνι ἐκεῖ; ἀπεκρίνατο· Ἐγὼ τοῦ ἐνοικίου μου ἐλάκησα. τί πρὸς σέ;
β Δύσκολος ἀπὸ σκάλας καταβαίνων ἔπεσε. τοῦ δὲ αὐθέντου εἰπόντος· Ἐκεῖ τίς ἔπεσεν; ἔφη· Ἐγὼ τοῦ ἐνοικίου μου. τί πρὸς σέ;
Δυσκόλῳ τις συγκλητικῷ ἔλεγε· Μικρόν σε ποθῶ ἰδεῖν καὶ συντυχεῖν. ὁ δὲ ἀπεκρίνατο· Κἀγὼ σὲ ἰδεῖν θέλω τυφλὸν καὶ χωλόν.
ΑΦΥΕΙΣ
Ἀφυὴς γραμματικὸς ἐρωτηθείς· Πῶς δεῖ λέγειν, τοῖς δύο ἢ τοῖς δυσί; ὁ δὲ τὴν χεῖρα προτείνας τοὺς δύο ὑπεδείκνυε δακτύλους.
Ἀφυὴς γραμματικὸς ἐρωτηθείς· Ἡ μήτηρ Πριάμου τίς ἐκαλεῖτο; ἀπορῶν ἔφη· Ἡμεῖς κατὰ τιμὴν κυρίαν αὐτὴν καλοῦμεν.
Ἀφυὴς κουρεὺς τοῖς ὑπʼ αὐτοῦ πληττομένοις ἔμπλαστρα προσετίθει. ἑνὸς δὲ αἰτιασαμένου αὐτὸν ἔφη· Ἀχάριστε, μάτην ἀγανακτεῖς· ἑνὸς γὰρ δηναρίου ξυράμενος τεσσάρων δηναρίων ἔμπλαστρα ἔλαβες.
Ἀφυὴς μαθητὴς κακῶς τινα κείρας καὶ παρωνυχίδας ποιήσας καὶ διὰ τοῦτο ὑπὸ τοῦ ὀνυχιζομένου ἀπωσθεὶς ἀνεβόησεν· Ἐπιστάτα, τί οὐκ ἀφίησί με μαθεῖν;
Ἀφυὴς μαθητὴς ὑπὸ τοῦ ἐπιστάτου κελευσθεὶς ὀνυχίσαι οἰκοδεσπότην ἐδάκρυσε. τοῦ δὲ τὴν αἰτίαν ἐρωτήσαντος ἔφη· Φοβοῦμαι καὶ κλαίω· μέλλω γὰρ τραυματίσαι σε, καὶ παρωνυχίδας ποιήσεις, καὶ τύψει με ὁ ἐπιστάτης.
Ἀφυεῖ μάντει προσελθών τις ἐξ ἀποδημίας ἀνιὼν ἠρώτα περὶ τῶν οἰκείων. ὁ δὲ εἶπεν· Ὑγιαίνουσι πάντες, καὶ ὁ πατήρ σου. τοῦ δὲ εἰπόντος ὅτι Ὁ πατήρ μου δέκατον ἔτος ἔχει ἀφʼ οὗ ἀπέθανεν —ἀπεκρίνατο· Οὐδὲν γὰρ οἶδας τὸν κατὰ ἀλήθειάν σου πατέρα.
Ἀφυὴς μαθηματικὸς παιδίου γένεσιν λέγων εἶπεν· Οὗτος ἔσται ῥήτωρ, εἶτα ἔπαρχος, εἶτα ἡγεμών. τεθνηκότος οὖν τοῦ παιδὸς τούτου ἡ μήτηρ ἀπαντήσασα εἶπεν· Ὃν ἔλεγες ῥήτορα ἔσεσθαι καὶ ἄρχοντα καὶ ἡγεμόνα, ἀπέθανεν. ὁ δὲ ἔφη· Μὰ τὴν αὐτοῦ μνήμην, ἐὰν ἔζησε, πάντα ταῦτα ἂν ἐγένετο.
Ἀφυεῖ μάντει προσελθών τις ἠρώτα, εἰ ὁ ἐχθρὸς αὐτοῦ ἐξ ἀποδημίας ἥξει. ὁ δὲ εἶπεν, ὅτι οὐκ ἔρχεται. ὡς δὲ ἔμαθε μεθʼ ἡμέρας παραγενόμενον αὐτόν, ἔφη· Οὐδὲν αὐτοῦ ἀχρωμότερον.
Ἀφυὴς μαθηματικὸς μοιρολογῶν τινα ἔφη· Οὐκ ἦν σοι κατὰ γένος τεκνῶσαι. τοῦ δὲ εἰπόντος ὅτι Ἑπτὰ παῖδας ἔχω— εἶπεν· Οὐκοῦν πρόσεχε αὐτοῖς.
Ἀφυὴς μάντις ἐμπεσὼν εἰς πολεμίους καὶ εἰπὼν ὅτι Μάντις εἰμί—μελλούσης πρὸς ἀντιπάλους μάχης συνάπτεσθαι· Νικήσετε, εἶπε, τοὺς πολεμίους, ἐὰν τὰς ἐξόπισθεν τρίχας τῶν κεφαλῶν ὑμῶν ἐν τῇ παρατάξει τῆς μάχης μὴ βλέψωσιν.
ΔΕΙΛΟΙ
Δειλὸς ἐρωτηθείς· Ποῖα τῶν πλοίων ἀσφαλέστερα, τὰ μακρὰ ἢ τὰ στρογγύλα; ἔφη· Τὰ νενεωλκημένα.
Δειλὸς κυνηγὸς συνεχῶς τὴν νύκτα ὑπὸ ἄρκτου διωκόμενος ἐν ὕπνῳ, κύνας μισθωσάμενος μετʼ αὐτοῦ ἐκοίμιζεν.
Δειλῷ πύκτῃ λέγει τις· Μετὰ τίνος ἔχεις πυκτεῦσαι; κἀκεῖνος τὸν ἀντίπαλον ὑποδείξας ἔφη· Μετὰ τοῦ κυρίου μου τοῦδε.
Δειλὸς πύκτης συνεχῶς ὑπὸ ἀντιδίκου κοσκινιζόμενος ἀνεβόησε· Δέομαι ὑμῖν ἅμα πᾶσιν.
Δειλὸς πύκτης χωρίον ἀγοράζων κατηρώτα τοὺς ἐντοπίους, μὴ ἔχει μύρμηκας.
ΟΚΝΗΡΟΙ
Ὀκνηρῶν δύο ὁμοῦ κοιμωμένων εἰσελθών τις κλέπτης τὸν σάγον ὑποσύρας ἔκλεψε. τοῦ δὲ ἑνὸς αἰσθομένου καὶ πρὸς τὸν ἕτερον εἰπόντος· Ἀναστὰς φθάσον τὸν κλέψαντα τὸν σάγον—εἶπεν· Ἄφες· ὅταν ἔλθῃ ἐπᾶραι τὴν στήλην, κρατοῦμεν αὐτόν.
β Ὀκνηρῶν δύο κοιμωμένων εἰσελθών τις κλέπτης τὸ σαγίον αὐτῶν ἔλαβε. τοῦ δὲ ἑνὸς νοήσαντος καὶ εἰπόντος πρὸς τὸν ἕτερον· Ἀνάστα, δίωξον αὐτόν—ἔφη· Ἄφες· ὅταν ἔλθῃ λαβεῖν τὴν τύλην, κρατοῦμεν αὐτὸν οἱ δύο.
Ὀκνηρῷ υἱῷ ἐκέλευσεν ὁ πατὴρ εἰς τὸν γείτονα ἀπελθεῖν καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη· Οὐ δίδει. τοῦ δὲ πατρὸς ἐπιμένοντος ἀπεκρίνατο· Ἐγώ εἰμι ὁ γείτων καὶ ἀξίνην οὐκ ἔχω.
β Ὀκνηρῷ υἱῷ ἐπέταξεν ὁ πατὴρ ἀπελθεῖν εἰς τὸν γείτονα καὶ χρήσασθαι ἀξίνην. ὁ δὲ ἔφη· … Ἐγώ εἰμι ὁ γείτων, ἀξίνην οὐκ ἔχω.
Ὀκνηρὸς ὀκνηρῷ δηνάριον ἐχρεώστει. ὑπαντήσας δὲ αὐτῷ ᾔτει τὸ δηνάριον. τοῦ δὲ εἰπόντος· Ἔκτεινόν σου τὴν χεῖρα καὶ λῦσόν μου τὸ μάπουλον καὶ ἆρον τὸ δηνάριον—ἐκεῖνος ἔφη· Πορεύου ἔνθεν· οὐδέν μοι χρεωστεῖς.
β Ὀκνηρὸς ὀκνηρῷ ὤφειλε δηνάριον. ὑπαντηκὼς δὲ αὐτὸν ᾔτει τὸ δηνάριον. ὁ δέ φησιν· Εἰς τὸ μάπουλόν μου δέδεται· λύσας ἆρον. ὁ δέ· Ἄπελθε, φησίν, ἐπληρώθην.
ΦΘΟΝΕΡΟΙ
Φθονερὸς εἰς γναφεῖον εἰσελθὼν καὶ μὴ θέλων οὐρῆσαι ἀπέθανεν.
Φθονερὸς οἰκοδεσπότης τοὺς ἐνοίκους ἰδὼν εὐτυχοῦντας ἐκ τοῦ οἴκου αὐτοῦ ἐξεδίωξεν.
Φθονερὸς ἰδὼν τὸν γείτονα θηριομαχοῦντα λέγει τῷ κυβερνήτῃ· Ἄρκος.
Ἄλλος διὰ δειλίαν ἐπέγραψεν ἐπὶ τοῦ μετώπου· Ὁ τόπος τῶν καιρίων. παιόμενος οὖν συνεχῶς εἶπε πρὸς τοὺς παρόντας· Μή τι οὗτος γράμματα οὐκ οἶδεν καὶ ἀναιρεῖ με;
Δειλὸς πύκτης συνεχῶς παιόμενος ὑπὸ τοῦ ἀντιδίκου ἀνεβόησε· Δέομαι ὑμῶν, μὴ πάντες ὁμοῦ.
ΛΙΜΟΞΗΡΟΙ
Λιμόξηρος λιμοξήρῳ θυγατέρα ἐκδιδοὺς καὶ ἐρωτώμενος, τί αὐτῇ δίδωσιν εἰς προῖκα· Οἰκίαν, ἔφη, δίδωμι, ἧς αἱ θυρίδες εἰς τὸ ἀρτοκοπεῖον βλέπουσιν.
Λιμόξηρος παιδοτρίβης ἰδὼν ἄρτον κρεμάμενον εἶπε· Καταβαίνεις; ἀπαγγέλλεις; ἢ ἀναβαίνω καὶ ἀπαρτίζω σε.
β Λιμόξηρος παιδαγωγὸς ἰδὼν ἄρτον ἔν τινι ὕψει κρεμάμενον εἶπε· Καταβαίνεις καὶ ἀπαγγέλλεις; ἢ ἀναβαίνω καὶ ἀπαρτίζω σε.
Λιμόξηρος ἰατρὸς ἰδὼν ἄρτον εἰς τρύπην κείμενον ἐκσυρτικὸν ἔμπλαστρον ἐπέθηκεν.
β Λιμόξηρος ἰατρὸς ἰδὼν ἄρτον διά τινος τρύπης ἐκσυρτικὸν ἔμπλαστρον ἐτίθει.
Λιμόξηρον ἄρρωστον ἰατρὸς ἐπισκεψάμενος ἐκέλευσεν ἅληκα αὐτῷ εἰς πόμα γενέσθαι. εἰ δὲ μὴ εὕροι ἅληκα, ποιῆσαι αὐτῷ ὁμοίως τράγον. ὁ δὲ λιμόξηρος ἔφη· Ἐὰν μὴ εὕρω τράγον, φάγω δύο ἐρίφια.
Λιμόξηρος ἰδὼν ἄρτον ἐν ὑπερθύρῳ κείμενον εἶπε· Θεέ, ἢ ἐμὲ ὕψωσον ἢ ἐκεῖνον ταπείνωσον.
β Λιμόξηρος ἰδὼν ἄρτον ἐν ὑπερθύρῳ κείμενον ἔφη· Κύριε, ἢ ἐκεῖνον ταπείνωσον ἢ ἐμὲ ἐξάλειψον.
Λιμόξηρος ἀπελθὼν εἰς κηπουρὸν ἔδωκε τέσσαρα δηνάρια, ἵνα σῦκα, ὅσα θέλει, φάγῃ. τοῦ δὲ καταφρονήσαντος καὶ εἰπόντος· Ἀπὸ τῶν παρακειμένων δένδρων φάγε, ὅσα δύνασαι—ἀνελθὼν εἰς μεγάλας συκᾶς καὶ ἀπὸ κορυφῆς ἀρξάμενος πάντα κατήσθιε. μετὰ δὲ πολλὴν ὥραν ἀναμνησθεὶς ὁ κηπουρὸς ἐπεζήτει αὐτόν. ὡς δὲ εἶδεν εἰς ὕψος σαλεύοντα τοὺς κλάδους καὶ ἐσθίοντα, ἀγανακτήσας εἶπε· Κάτω ἑστὼς οὐκ ἠδύνω ἐκ τῶν ἐπικειμένων κλάδων φαγεῖν; ὁ δὲ ἀπεκρίνατο· Ἐκεῖνα, ὡς καταβαίνω, τρώγω.
Λιμόξηρος ἀρτοπράτῃ προσελθὼν ᾔτει δοῦναι δηνάρια δύο, ἵνα ἄρτου χορτάσῃ. τοῦ δὲ λογισαμένου ἕνα ἄρτον τούτῳ ἀρκέσειν καὶ λαβόντος τὰ δηνάρια ἤρξατο τρώγειν. ὁ δὲ τοῦ κοφίνου ἀρξάμενος ἑστὼς τὸ ἥμισυ ἔφαγε. τοῦ δὲ ἀρτοπράτου θαμβηθέντος καὶ εἰπόντος ὅτι Κάθισον καὶ οὕτως φάγε—ἀπεκρίνατο· Τοὺς ἐν τῷ κοφίνῳ ἄρτους βούλομαι ἑστὼς φαγεῖν, τοὺς δὲ ἐν τῇ προβολῇ καθήμενος.
Λιμόξηρος κωμῳδίας ὑποκριτὴς τὸν ἀγωνοθέτην πρὸ τοῦ εἰσελθεῖν ἄριστον ᾔτει. τοῦ δὲ ἐπιζητοῦντος, διὰ τί προαριστῆσαι θέλει· Ἵνα, ἔφη, μὴ ἐπιορκήσω λέγων· ἐγὼ μὲν ἠρίστησα νὴ τὴν Ἄρτεμιν μάλʼ ἡδέως.
ΜΕΘΥΣΟΙ
Μεθύσῳ ἐν καπηλείῳ πίνοντι ἐπιστάς τις ἔφη· Ἡ γυνή σου ἀπέθανεν. ὁ δὲ ἀκούσας πρὸς τὸν κάπηλον ἔφη· Οὐκοῦν, αὐθέντα, ἐκ τοῦ μελανοῦ κέρασον.
β Σχολαστικῷ ἐν καπηλείῳ πίνοντι ἐπιστάς τις εἶπεν· Ἡ γυνή σου ἀπέθανεν. ὁ δὲ ἔφη· Οὐκοῦν, πραγματευτά, μέλαινα οἶνόν μοι κέρνα.
Μέθυσος ὀνειδιζόμενος ὑπό τινος, ὅτι πολλὰ πίνων οὐ φρονεῖ, ὁ δὲ ἀπὸ τοῦ οἴνου καλῶς βλέπειν μὴ δυνάμενος ἀπεκρίνατο· Ἐγὼ μεθύω ἢ σὺ ὁ δύο ἔχων ὄψεις;
Μέθυσος ἀτυχὴς ἀμπελῶνα κτησάμενος τῷ τρυγητῷ ἀπέθανεν.
β Ἀτυχὴς μέθυσος ἀμπελῶνα κληρονομήσας ἐν καιρῷ τοῦ τρυγητοῦ ἀπέθανεν.
Μέθυσος καπηλεῖον ἀνοίξας εἰς τὸ πρόθυρον ἄρκτον ἔδησεν.
ΟΖΟΣΤΟΜΟΙ
Ὀζόστομος θέλων ἰδίῳ θανάτῳ ἀποθανεῖν περικαλυψάμενος ἐχασμᾶτο.
Ὀζόστομος συνεχῶς τὴν γυναῖκα αὐτοῦ καταφιλῶν ἔλεγεν· Ἡ κυρία μου, ἡ Ἥρα μου, ἡ Ἀφροδίτη μου. κἀκείνη ἀποστρεφομένη ἔλεγεν· Ὀζεύς μου, ὀζεύς μου.
Ὀζόστομος κωφῷ ὑπαντήσας ἔλεγε· Χαῖρε—κἀκεῖνος εἶπε· Φῦ. τοῦ δὲ εἰρηκότος· Τί γὰρ εἶπον; ἔφη· Ἔβδεσας.
Ὀζόστομος τὴν γυναῖκα ἠρώτα λέγων· Κυρία, τί με μισεῖς; κἀκείνη ἀπεκρίνατο λέγουσα· Ὅτι σύ με φιλεῖς.
Ὀζόστομος ἰατρῷ ὑπαντήσας λέγει· Κύριέ μου, ἴδε· ἡ σταφυλή μου κατέβη. καὶ χανόντος ὁ ἰατρὸς ἀποστρεφόμενος ἔλεγεν· Οὐχὶ ἡ σταφυλή σου κατέβη, ἀλλʼ ὁ κῶλός σου ἀνέβη.
Ὀζόστομος τὸ τέκνον αὐτοῦ κολακεύων, μασώμενος ἐνεβρωμάτισεν αὐτό. τὸ δὲ ἀποστρεφόμενον ἔλεγεν· Οὐ θέλω· τατὰ κακά.
Ὀζόστομος λουκάνικον ὀπτῶν καὶ ἐπὶ πολὺ προσφυσῶν, ἡνίκα αὐτὸ ἀπειργάσατο, αὐτὸς συνεχῶς βδέων οὐκ ἐπιστεύετο.
Ὀζόστομος ἀπελθὼν εἰς ὀπωροπώλην ἠρώτα· Ἔχεις, κῦρι, σχάδας; ὁ δὲ ἀποστραφείς· Οὐδὲ φοινίκια ἔχω.
Νεανίσκος τραγῳδὸς ἠγαπήθη ὑπὸ γυναικῶν δύο, ὀζοστόμου καὶ ὀζοχρώτου. καὶ τῆς μιᾶς λεγούσης· Δός μοι, κῦρι, φιλήματα—τῆς δὲ ἄλλης· Δός μοι, κῦρι, περιπλοκάς—ἐκεῖνος ἀνεβόησεν· Οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.
β Εὐτράπελος τραγῳδὸς ὑπὸ δύο ἠγαπᾶτο γυναικῶν, ὀζοστόμου καὶ εὐοχνώτου. καὶ τῆς μὲν εἰπούσης· Δός μοι φίλημα—τῆς δὲ εἰπούσης· Δός μοι περιπλοκάς—ἀνεβόησεν· Οἴμοι, τί δράσω; δυσὶ κακοῖς μερίζομαι.
Ὀζόστομος καὶ ὀζόχρωτος, ὁμοῦ ἐν θεάτρῳ καθεζομένων, συνέβη μέσον αὐτῶν κατὰ τύχην νεανίσκον καθεσθῆναι. αἰσθομένου δὲ αὐτοῦ τῆς δυσωδίας, στραφεὶς πρὸς τὸν ὀζόστομον ἠρώτα· Τίς ἔβδεσεν; εὑρηκὼς δὲ ἐκ τοῦ στόματος αὐτοῦ τὴν αἰτίαν, στραφεὶς τῷ ἑτέρῳ εἰς τὸ οὖς διελέγετο. γνοὺς δὲ κἀκείνου τὴν δυσωδίαν ἀναστὰς ἔφυγεν.
Μωρὸς κωφῷ συγκαθεύδων ἔβδεσε. τοῦ δὲ τὴν δυσωδίαν αἰσθομένου καὶ κατακράξαντος ἔφη· Ἴδε, πῶς ἀκούεις· ἀλλʼ ἐμπαίζεις μοι.
Ὀζόστομος συνεχῶς εἰς οὐρανὸν βλέπων πολλὰ ηὔχετο. παρακύψας ὁ Ζεὺς λέγει· μία μία χαρεῖς· καὶ κάτω θεοὺς ἔχεις.
Λείξουρος εἰς τρύγην ὑπὸ φίλου κληθεὶς καὶ ἀπλήστως φαγὼν σῦκα καὶ σταφυλάς, τῇ νυκτὶ ὑπὸ τῆς γαστρὸς αὐτοῦ νυχθεὶς ἔδοξεν ὁρᾶν ἐπὶ συκῆς τὸν φίλον αὐτοῦ καθήμενον καὶ τοῦτον προσκαλεῖσθαι, ἵνα φάγῃ σῦκα. ἀναστάντος δὲ ἤρεσεν αὐτοὺς ἀπὸ τῆς συκῆς χέσαι ἄνωθεν. βιαζόμενος οὖν τὰ στρώματα κατέχεσεν. ὡς δὲ ἐξυπνίσας ἐπέγνω, τὰ στρώματα πλύνας πάλιν ἐκοιμήθη. καὶ θεωρεῖ πάλιν καθʼ ὕπνους τὸν φίλον ἐπὶ τῆς συκῆς καθήμενον καὶ τοῦτον ὁμοίως ἀνελθεῖν προτρεπόμενον. ὁ δὲ πρὸς αὐτὸν ἀναβλέψας εἶπε· Πάλιν μοι θέλεις ἐμπαῖξαι, ἵνα ἀπὸ τῆς συκῆς ἄνωθεν δόξας χέζειν τὰ στρώματα ῥυπώσω. ἀλλʼ ἐγὼ ἀπάρτι οὐ μὴ ἐμπαιχθῶ· πρῶτον γὰρ χέσω καὶ οὕτως ἀνέλθω. βιαζόμενος οὖν πάλιν τὰ στρώματα κατετίλησεν.
ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ
Νεανίσκος πρὸς τὴν γυναῖκα οὖσαν ἀσελγῆ εἶπε· Κυρία, τί ποιοῦμεν; ἀριστοῦμεν ἢ ἀφροδισιάζομεν; κἀκείνη πρὸς αὐτὸν ἔφη· Ὡς θέλεις· ψωμὶν οὐκ ἔστιν.
β Νεανίσκος πρὸς τὴν ἑαυτοῦ γυναῖκα ἀσελγῆ οὖσαν εἶπεν· Κυρία, τί ποιοῦμεν; ἀριστοῦμεν ἢ ἀφροδισιάζομεν; κἀκείνη ἔφη· Ὡς θέλεις· ψωμὴν οὐκ ἔχομεν.
Νεανίσκος γραίας δύο καπριώσας ἐκάλεσε, πρὸς δὲ τοὺς οἰκείους διακόνους ἔφη· Τὴν μίαν κεράσατε, τὴν δὲ θέλουσαν ἀφροδισιάσατε. αἱ δὲ ὑφʼ ἓν εἶπον· Ἡμεῖς οὐ διψῶμεν.
β Γραΐδας ἐρωτευομένας νεανίσκος ξενοδοχήσας πρὸς τοὺς παῖδας αὐτοῦ ἔφη· Τὴν θέλουσαν κεράσατε καὶ τὴν θέλουσαν ἀφροδισιάσατε. κἀκεῖναι εἶπον· Ἡμεῖς οὐ διψῶμεν.
ΠΕΡΙ ΜΙΣΟΓΥΝΑΙΚΩΝ ΑΝΔΡΩΝ
Μισογύναιος στὰς ἐν τῇ ἀγορᾷ ἔλεγε· Πωλῶ μου τὴν γυναῖκα ἀτελώνητον. τινῶν δὲ εἰπόντων· Διὰ τί; εἶπεν· Ἵνα στερέσιμος γένηται.
Μισογύναιος, τῆς γυναικὸς αὐτοῦ ἀποθανούσης, ἐπὶ τῷ θάψαι ἐκήδευε. τινὸς δὲ ἐρωτήσαντος· Τίς ἀνεπαύσατο; ἔφη· Ἐγὼ ὁ ταύτης στερηθείς.
β Μισογυναίκου τὴν γυναῖκα κηδεύοντος ἠρώτησέ τις· Τίς ἀνεπαύσατο; ὁ δὲ ἔφη· Ἐγὼ ὁ ταύτης στερηθείς.
Μισογύναιος νοσήσας ἐν ἀπογνώσει, τῆς δὲ γυναικὸς αὐτῷ εἰπούσης· Ἐάν τι πάθῃς, ἀπάγξομαι—ἀναβλέψας πρὸς αὐτὴν εἶπε· Ζῶντί μοι τοῦτο χάρισαι.
β Μισογύναικος ἀρρωστῶν καὶ τῆς γυναικὸς εἰπούσης αὐτῷ· Ἐὰν ἀποθάνῃς, ἀπάγξομαι—ἀναβλέψας εἶπε· Ζῶντί μοι τοῦτο χάρισαι.
Μισογύναιος γυναῖκα ἔχων γλωσσώδη καὶ λοίδορον, τελευτησάσης δὲ αὐτῆς, ἐπὶ θυρεοῦ ἐξέφερε. τινὸς δὲ ἰδόντος καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἀπεκρίνατο· Μαχίμη γὰρ ἦν.
Νεανίσκος ἐρωτηθείς, εἰ ὑπὸ τῆς γυναικὸς αὐτοῦ κελεύεται ἢ πείθεται αὐτῷ ἐκείνη πάντα, ἐναβρυνόμενος ἔφη· Οὕτως με φοβεῖται ἡ γυνή μου· ἐὰν χάνω, χέζει.
Οἰκοδέσποινα μωρὸν οἰκέτην ἔχουσα ἐμφανῆ καὶ ἰδοῦσα αὐτὸν ἁδροκέφαλον, ἐπιθυμήσασα αὐτοῦ, φιμάριον εἰς τὸ πρόσωπον βαλοῦσα, ἵνα μὴ ἐπιγνωσθῇ, συνέπαιζεν αὐτῷ. ὁ δὲ ἐν τῷ παίζειν συνεισῆλθεν αὐτῇ. καὶ τῷ δεσπότῃ συνήθως προσγελῶν εἶπε· Κῦρι, κῦρι, τὸν ὀρχηστὴν ἐβίνησα, καὶ ἡ κυρὰ ἦν ἔσωθεν.
Ἀτυχὴς εὐνοῦχος κήλην ἐποίησεν.
Σχολαστικὸς ἰατρῷ συναντήσας· Συγχώρησόν μοι, εἷπε, καὶ μή μοι μέμψῃ, ὅτι οὐκ ἐνόσησα.
Σχολαστικὸς Ἀμιναίαν ἔχων ἐσφράγισεν αὐτήν. τοῦ δὲ δούλου κάτωθεν τρήσαντος καὶ τὸν οἶνον αἴροντος ἐθαύμαζεν, ὅτι τῶν σημάντρων σώων ὄντων ὁ οἶνος ἐλαττοῦται. ἕτερος εἶπεν· Ὅρα, μὴ κάτωθεν ἀφῃρέθη. ὁ δέ· Ἀμαθέστατε, εἶπεν, οὐ τὸ κάτωθεν λείπει, ἀλλὰ τὸ ἄνωθεν μέρος.
Σχολαστικὸς μαθών, ὅτι ὁ κόραξ ὑπὲρ τὰ διακόσια ἔτη ζῇ, ἀγοράσας κόρακα εἰς ἀπόπειραν ἔτρεφεν.
Σχολαστικὸς εἰς χειμῶνα ναυαγῶν καὶ τῶν συμπλεόντων ἑκάστου περιπλεκομένων σκεῦος πρὸς τὸ σωθῆναι, ἐκεῖνος μίαν τῶν ἀγκυρῶν περιεπλέξατο.
Σχολαστικὸς υἱὸν θάψας καὶ συναντήσας τῷ διδασκάλῳ αὐτοῦ εἶπεν· Προσῆλθεν ὁ παῖς; ὁ δέ φησιν· Οὔ. καὶ ὁ σχολαστικός· Λοιπὸν οὖν, καθηγητά, τέθνηκεν.
Σχολαστικὸς παιδοτρίβης ἀκούσας περὶ μαθητοῦ, ὅτι νοσεῖ, τῇ δὲ ἑξῆς, ὅτι πυρέττει, ὕστερον δὲ παρὰ τοῦ πατρὸς ἀκούσας, ὅτι ἀπέθανεν, ἔφη· Οὕτω προφασιζόμενοι οὐκ ἐᾶτε τοὺς παῖδας μανθάνειν.
Σχολαστικὸς ἀγοράσας κρέας βαστάζων αὐτὸ ἀπήρχετο εἰς τὸν οἶκον αὐτοῦ. λούπης δὲ ῥήξας ἥρπασεν αὐτὸ ἐκ τῆς χειρὸς αὐτοῦ. ὁ δὲ ἔφη· Ὡς σὺ γένωμαι, ἂν μὴ κἀγὼ ποιήσω αὐτὸ ἄλλῳ.
Λιμόξηρος ὕπαρχος τὸ βῆμα αὐτοῦ ἐκέλευσε πρὸς ἀρτοκοπεῖον γενέσθαι.
Εὐτράπελος ἀποδημήσας καὶ κηλίτης γενόμενος, ἐπανελθὼν ἠρωτᾶτο ὑπὸ τῆς γυναικός, τί ἤγαγεν. ὁ δέ· Σοὶ μέν, εἶπεν, οὐδέν, τοῖς δὲ μηροῖς σου προσκεφαλᾴδιον.
Εὐτράπελόν τις ἐλοιδόρει, ὅτι Σοῦ τὴν γυναῖκα δωρεὰν ἔσχον. ὁ δὲ εἶπεν· Ἐμοὶ μὲν ἀνάγκη τοσούτου κακοῦ ἀνέχεσθαι· σοὶ δὲ τίς ἀνάγκη;
Εὐτράπελος ἐπὶ ἡγεμόνος ἐδικάζετο. τοῦ δὲ νυστάζοντος ἐβόησεν· Ἐκκαλοῦμαι. ὁ δὲ ἔφη· Ἐπὶ τίνα; κἀκεῖνος· Ἐπὶ σὲ γρηγοροῦντα.
Σχολαστικοῦ ἐρωτηθέντος, πόσους ξέστας ὁ ἀμφορεὺς ἔχει, ἀπεκρίνατο· Οἴνου λέγεις ἢ ὕδατος;