eul_wid: vta-aew
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book XXIII by Scholia on the Iliad and Odyssey

Achilles leads the Myrmidons' mourning for Patroclus as Book XXIII begins; a papyrus note cites Tryphon, and a later one traces ptolin to the Cypriots of Salamis. At the chariot race Idomeneus watches from a height and quarrels with Ajax son of Oileus, and Chamaeleon is cited on the horse with a moon-shaped mark. Achilles gives Agamemnon the javelin prize uncontested, for Talthybius to carry to the king's tent.

Part of Scholia on the Iliad

〈ἔρριψε:〉 τὸ ῥῖψαι ἐν τ̣ῶ̣[ι] ι γράφεται· [ εἴρηται γ(άρ), φ[η]σὶν ὁ Τρύφω̣[ν], [ παρὰ τὸ ῥῖμμ̣α κ(αὶ) ῥίπτειν.

〈ἰόεντα σίδηρον:〉 σεσημείωτ[αι [ σίδηρον .[

στενάχοντο: ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν, οὐκ ἂν οὕτως ἔλεγεν στενάχοντο· ἀλλʼ ὥσπερ ἀπὸ τοῦ φέρων ἐφέροντο, οὕτως ἀπὸ τοῦ «στενάχων» στενάχοντο λέγει.

πτόλιν: Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις· κεῖται δὲ καὶ παρὰ κωμικῷ Ἀναξανδρίδῃ ἐν Σωσίππῳ

ὅτι τὸ πτόλις καὶ παρὰ κωμικοῖς.

νῆας: τὸν τόπον τῶν νηῶν.

Ἑλλήσποντον: τὴν μέχρι Σιγείου θάλασσαν.

ἐσκίδναντο: ἀπʼ ἀλλήλων ἐχωρίζοντο.

ἀποσκίδνασθαι: ἀφʼ ἑαυτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς ἐν τῷ «ἀπητίμησεν». ἢ ἐγκλίνεται.

Μυρμιδόνες ταχύπωλοι: καὶ ὁ θεὸς ἐν τῷ πρὸς Αἰγιεῖς χρησμῷ «ἵππον Θεσσαλικήν»

μὴ δή πω: ὅτι ἀντὶ τοῦ μηδέ πω.

μὴ δή πω: μηδέπω. Λοκροὶ δὲ οἱ πρὸς τῇ Ἰταλίᾳ χρῶνται τῷ η ἀντὶ τοῦ ε.

ὑπʼ ὄχεσφι λυώμεθα μώνυχας ἵππους: τοὺς ὑπὸ τοῖς ὀχήμασι μονώνυχας ἵππους.

αὐτοῖς ἵπποισι: λείπει ἡ σύν, ὡς τὸ «αὐτῷ γωρυτῷ».

ὃ γὰρ γέρας: ὅτι ἀντὶ τοῦ «τὸ γὰρ γέρας». ἢ περισσὸς ὁ γάρ.

τεταρπώμεσθα γόοιο: Αἰσχύλος· «οἵ τοι στεναγμοὶ τῶν πόνων ἰάματα».

οἱ δʼ ᾤμωξαν ἀολλέες, ἦρχε δʼ—ἵμερον ὦρσε: ἰάσατο τὸ ἀπρεπὲς τοῦ κλαίειν ἐνόπλους στρατιώτας διὰ τῆς Θέτιδος. καὶ ἦρχεν Ἀχιλλεὺς τῆς οἰμωγῆς, οἱ δὲ συνῴμωξαν, ὥσπερ ἐνδόσιμον λαβόντες ὑπὸ τοῦ Ἀχιλλέως.

μετὰ δέ σφι Θέτις γόου ἵμερον ὦρσε: ἢ καὶ αὐτὴ ἀναβαλλομένη, ἢ θείᾳ δυνάμει ἐμπνεύσασα συμπάθειαν αὐτοῖς.

δεύοντο ψάμαθοι, δεύοντο δὲ τεύχεα φωτῶν δάκρυσι: ἐπὶ τὸ τεύχεα τινὲς διαστέλλειν ἀξιοῦσιν, ἵνα, φασί, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται· τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα. ἡ διπλῆ δέ, ὅτι ὡς «σπάρτα λέλυνται».

τοῖον: ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς οἱ Γλωσσογράφοι ἀξιοῦσιν, ἀγαθόν.

τοῖον αὐξητικῶς κατὰ ἔμφασιν. οἱ δὲ Γλωσσογράφοι ἀντὶ τοῦ ἀγαθόν ἤκουσαν.

μήστωρα φόβοιο: μήσασθαι φυγὴν πολεμίοις δυνάμενον.

ἀδινοῦ ... γόοιο: ἀθρόου, οἰκτροῦ· δεῖ γὰρ ἐν τοῖς θρήνοις προϊέναι μὲν ἀθρόον τὸ πνεῦμα, μὴ δυνάμενον δὲ φέρειν ὑπεκλύεσθαι.

χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου:πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ.

χεῖρας ἐπʼ ἀνδροφόνους—ἑταίρου: δίχα δύναται, ἐάν τε αὐτὸς ᾖ ὁ τὰς χεῖρας ἐπιτιθεὶς τῷ φίλῳ, ἐάν τε τὰς ἐκείνου χεῖρας τοῖς στήθεσι λέγῃ τὸν Ἀχιλλέα ἐπιτιθέναι.

ἀνδροφόνους: οὕτως Ἀρίσταρχος σὺν τῷ ς, ἀνδροφόνους.

χαῖρέ μοι, ὦ Πάτροκλε, καὶ εἰν Ἀΐδαο δόμοισι:οἴκτου κινητικὸν ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεύς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησι «καὶ εἰν Ἀΐδαο δόμοισιν ὢν ὅμως χαῖρε», οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι, ταύτην δέχου παρʼ ἡμῶν.

τελέω: ὅσον οὔπω τελέσω.

δάσασθαι: οἱ μὲν ἕκτορα δάσασθαι λείποντος τοῦ ι οἱ δὲ μερίσασθαι. εἰώθασι δὲ κύνες ἄλλος ἄλλοθεν ἀποσπᾶν καὶ μερίζεσθαι τὸ σῶμα.

δάσασθαι: ἔδει μέλλοντος εἶναι δάσεσθαι.

ἀεικέα μήδετο ἔργα: ἀπεοικότα διετίθει ἔργα. τοῦτο δέ ἐστι τὸ ἐπὶ στόμα ἐκτεῖναι τὸ σῶμα καὶ ἐνυβρίζειν τῷ οὐκ ἀντιλαμβανομένῳ «κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων». ἢ τοῦτο ἀεικὲς τὸν μείζω παρὰ τῇ τοῦ ἥσσονος ἐρρῖφθαι σκηνῇ

μήδετο: νῦν ἀντὶ τοῦ εἰργάζετο, ἐποίει.

οἱ δʼ ... ἕκαστος: ἀντὶ τοῦ «τῶν δὲ ἕκαστος».

ἕκαστος: γράφεται «ἕκαστοι».

λύον δʼ ὑψηχέας ἵππους: γράφεται «λύοντο δὲ μώνυχας ἵππους».

ὑψηχέας: ὑψοῦ ἠχοῦντας· φησὶ γοῦν· «οὐρανὸν ἐς πολύχαλκον ἐπέπληγον πόδες ἵππων». ἢ ὑψοῦ ἀνέχοντας ἑαυτούς· φησὶ γοῦν· «ὑψοῦ δὲ κάρη ἔχει».

παρὰ νηΐ: λείπει «καὶ σκηνῇ», ὡς «παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ»· φησὶ γοῦν· «ὅς μοι ἐνὶ κλισίῃ δεδαϊγμένος ὀξέϊ χαλκῷ κεῖται».

αὐτὰρ ὁ τοῖσι τάφον μενοεικέα δαίνυ: ὅτι τάφον τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον.

τάφον ... δαίνυ: ἰδίως νῦν ἐπὶ τοῦ μὴ ταφέντος· φησὶ γοῦν· «χεύαντες δὲ τὸ σῆμα πάλιν κίον· αὐτὰρ ἔπειτα εὖ συναγειρόμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα», καὶ ἐπʼ Αἰγίσθου· «δαίνυ τάφον Ἀργείοισιν αὐτῆμαρ δέ οἱ ἦλθεν»· εἰ δὲ εὑρήκει αὐτόν, οὐκ ἂν εἴασε ταφῆναι· φησὶ γοῦν· «τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν». εἰ μὴ τὸ δαίνυ ἀντὶ τοῦ παρεσκεύαζεν. Κύπριοι δὲ τάφον τὸν φόνον· «πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας», ὅ ἐστι φόνῳ.

ἢ τὴν μετὰ τὸν τάφον εὐωχίαν, ἵνʼ ᾖ τὸ δαίνυ ἀντὶ τοῦ παρεσκεύαζεν, ἢ τὴν πρὸ τοῦ τάφου, ἵνα δύο εὐωχίαι ὦσιν, ἡ μὲν πρὸ τοῦ τάφου πρὸς τὸ προθύμως ὑπουργῆσαι τῇ ταφῇ, ἡ δὲ μετὰ τὸν τάφον διὰ τὸν ἐκ τῆς ταφῆς κόπον καὶ εἰς εὔκλειαν τοῦ ταφέντος.

πολλοὶ μὲν βόες ..., πολλοὶ δʼ ὄϊες ..., πολλοὶ δʼ ἀργιόδοντες ὕες: ἡ ἐπανάληψις τοῦ πολλοί τὸ πλῆθος ἐμφαίνει καὶ τὸ ἀόριστον.

πολλοὶ μὲν βόες ἀργοὶ ὀρέχθεον ἀμφὶ σιδήρῳ σφαζόμενοι—αἶγες: τινὲς ἀθετοῦσιν ὡς οὐκ ὄντος σιδήρου τότε. τί οὖν φησι «πολιόν τε σίδηρον»;

βόες ἀργοί: ταχεῖς· ἀλλὰ εἰλίποδες. λευκοί· ἀλλʼ οὐ θύεται λευκὸν τοῖς τεθνεῶσι· δῆλον ἐκ τοῦ «ἔνθʼ ὄϊν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν» καὶ «ὄϊν ἱερευσέμεν οἴῳ παμμέλαινα». ἢ οὖν μετὰ τὸ ἐκδαρῆναι διὰ τὴν πιμελήν. ἢ ὅτι οὐ τῷ Πατρόκλῳ, ἀλλʼ εἰς τὸ περίδειπνον τῶν ζώντων τοὺς βόας ἔθυον. ἢ ἀργῶς, ὅ ἐστι ταχέως, ὡς «ταχέες δʼ ἱππῆες ἄγερθεν». τινὲς δὲ ἀργοὶ συνεχεῖς, ταχεῖς, ἀδιάλειπτοι. ἢ «ἀργῷ … σιδήρῳ» τῷ πολιῷ.

ἄλλως· ὀρέχθεον: κατὰ μίμησιν ἤχου τραχέος πεποίηται τὸ ῥῆμα, ἀντὶ τοῦ ἔστενον ἀναιρούμενοι. ἢ ἐξετείνοντο ἀποθνῄσκοντες, ὡς τὸ «κεῖτο μέγας μεγαλωστί».

πολλοὶ δʼ ὄϊες καὶ μηκάδες αἶγες: οὐκέτι «ὀρέχθεον», ἀλλʼ ἐμήκαζον.

εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο: ἀντὶ τοῦ τὴν πιμελὴν ἐτήκοντο.

ἄλλως: εὑόμενοι: εὕειν τὸ τὰς τρίχας ἀποκαίειν, «εὗσέ τε μίστυλλέν τε». τὸ δὲ τανύοντο διὰ φλογὸς Ἡφαίστοιο ἐκτεταμένοι ὠπτῶντο.

ἀμφὶ νέκυν κοτυλήρυτον ἔρρεεν αἷμα: οὐχ ὅτι ἥπτετο τοῦ νεκροῦ — κεῖται γὰρ ἐν τοῖς λέχεσιν —, ἀλλὰ περὶ αὐτόν.

κοτυλήρυτον: ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον· οὐ γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλʼ ἀπὸ τοῦ ἀρύσαι· κοτύλη δὲ εἶδος ποτηρίου κοίλου. Ἀρίσταρχος πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι.

κοτυλήρυτον: δαψιλές, κοτύλῃ ἀρυόμενον. καθόλου δὲ κοτύλας ἐκάλουν τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα· «ὁ δὲ χαλκοδέτοις κοτύλαις στοβεῖ». ἔστι δὲ καὶ ὄνομα ποτηρίου ἡ κοτύλη· «κοτύλην τις τυτθὸν ἐπέσχε», «πύρνον καὶ κοτύλην». καὶ τὸ περὶ τὸν μηρόν, καὶ τὸ τῶν πολυπόδων, καὶ τὸ κοῖλον τῆς χειρός. καὶ παιδιὰ δέ τις ἐν κοτύλῃ λέγεται, ἐπειδὰν τὰς χεῖρας κοιλάναντες εἰς τοὐπίσω δεχώμεθά τινα ἐπιβεβηκότα μὲν τοῖς γόνασιν αὐτοῦ, ταῖς δὲ χερσὶ τοὺς ὀφθαλμοὺς κατειληφότα. ταύτην δὲ οἱ μὲν ἐπιδιφρισμὸν καλοῦσιν, οἱ δὲ κρικαδίαν, οἱ δὲ ἀπόρραξιν. καὶ κοτυλίσκον κρατῆρα, ὃν στέφοντες παρατιθέασι Διῒ ἐν ταῖς θυσίαις.

ἄλλως· κοτυλήρυτον: παρὰ τὸ ἀρύσω ἀρυτός, κοτυλάρυτος.

κοτυλήρρυτον δὲ τὸ δαψιλές, τὸ κοτύλῃ ἀρυόμενον. παρὰ τὸ ἀρύω ἀρύσω ἀρυτόν, κοτυλάρυτον. καθόλου δὲ κοτύλας ἐκάλουν πάντα τὰ κοῖλα. καὶ Αἰσχύλος ἐν Ἠδωνοῖς τὰ κύμβαλα· «ὁ δὲ χαλκοδέτοις κοτύλαις ἤχει». ἔστι δὲ καὶ τὸ μικρὸν ποτήριον, ὡς τὸ «κοτύλην τις τυτθὸν» καὶ «πύρνον καὶ κοτύλην ὀρέξῃ». καὶ αἱ τῶν πολυπόδων φολίδες, ὡς τὸ «πρὸς κοτυληδονόφιν πυκιναὶ λάϊγγες ἔχονται». καὶ τὸ κοῖλον τῆς χειρός. καὶ κοτυλίσκος ὁ μικρὸς κρατήρ.

εἰς Ἀγαμέμνονα: σημείωσαι ὅτι τῇ εἴς ἐπὶ ἐμψύχων· ὤφειλε γὰρ τὴν πρός.

εἰς Ἀγαμέμνονα: ἀντὶ τοῦ πρός.

σπουδῇ παρπεπιθόντες ἑταίρου χωόμενον κῆρ: ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθείας. καὶ ἐλλείπει ἡ πρόθεσις· ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεόμενον. τὸ πεπιθόντες ὡς καταλαβόντες· ἔστι γὰρ δεύτερος ἀόριστος.

σπουδῇ: μόγις. παροξυτόνως δὲ τὸ πεπιθόντες· ἔστι γὰρ δευτέρου ἀορίστου.

χωόμενον: συγκεχυμένον καὶ λυπούμενον.

κέλευσαν: Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς.

κέλευσαν πληθυντικῶς, οἱ βασιλεῖς ἐκέλευσαν. οὕτως Ἀρίσταρχος.

ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, εἰ πεπίθοιεν:φιλικῶς ἄγαν· προειλήφασι μὲν γὰρ ὅτι οὐκ ἐθελήσει, παρασκευάζονται δὲ ὅμως. τοῦτο δὲ δηλοῖ διὰ τοῦ εἰ πεπίθοιεν.

βρότον: τὸ ἀπὸ φόνου αἷμα. οἱ δὲ τὸν πηλόν.

βρότον αἱματόεντα: τὸν ἐξ αἵματος μολυσμόν.

ἠρνεῖτο: παρὰ τὸ αἴρειν τὰς χεῖρας.

στερεῶς: ἀνενδεῶς.

ὁλοσχερῶς, ἀπαρακλήτως.

οὐ μὰ Ζῆνα: ἔτι τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ ἔθηκεν.

θεῶν ὕπατος καὶ ἄριστος: δυνάμει καὶ τιμῇ προὔχων τῶν θεῶν.

καρήατος: ἀπὸ τῆς κάρηαρ, ὡς ἧπαρ ἥπατος.

ἄλλως· καρήατος: λείπει τὸ ἐμοῦ· ἀσεβεῖν γὰρ οἱ φιλόστοργοι νομίζουσι τὴν τοῦ σώματος ἐπιμέλειαν προτιθέντες τῆς κηδείας.

ἐπεὶ οὔ μʼ ἔτι: ἐν ἄλλῳ «ἐπεὶ οὔ τί με».

νῦν μὲν στυγερῇ πειθώμεθα δαιτί: οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα, οὐ «τερπώμεθα».

οὕτως πειθώμεθα, οὐ «τερπώμεθα».

πειθώμεθα: ἄκρως διὰ τοῦ πειθώμεθα τὸ παρὰ βίαν δείκνυσιν.

παρά τε σχεῖν ὡς ἐπιεικές: παρασχεῖν, ὡς ἁρμόζει καὶ καθῆκόν ἐστιν.

θᾶσσον ἀπʼ ὀφθαλμῶν: ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς ὄψεως ἡμῶν γένηται.

ἐπὶ ἔργα τράπωνται: ὡς ἐπὶ τιμῇ τοῦ νεκροῦ ἀργίας κατεχούσης τὸ στράτευμα.

ἐσσυμένως—ἕκαστοι δαίνυντο: οὐ παρέλκει νῦν τὸ ἐσσυμένως, ἀλλʼ ἑσπέρας οὔσης καὶ κομίσαι τὴν ὕλην παρασκευαζομένους ἔδει ταχῦναι τὸ δεῖπνον. ἀποσιωπᾷ δὲ τὴν περὶ τὸ δεῖπνον διάθεσιν· ἐν πένθει γὰρ καὶ κατηφείᾳ τὰ πράγματα.

δόρπον ἐφοπλίσσαντες ἕκαστοι δαίνυντο: οὐχ οἱ Μυρμιδόνες· τούτοις γὰρ τὸν τάφον ἐδαίνυ

ἰστέον οὖν ὡς τὸ μὲν πρῶτον οἱ Μυρμιδόνες εὐωχοῦνται μόνοι, νῦν δὲ καὶ τὸ Ἑλλήνων πλῆθος.

οἱ μὲν κακκείοντες ἔβαν κλισίην δὲ ἕκαστος: ὅτι σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων

ἐπὶ θινί: πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ καὶ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

κλύζεσκον: διχῶς.

κλύζεσκον: τινὲς ἐπέκλυζον.

νήδυμος: ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα.

ὅτι μετὰ τοῦ ν ἡ λέξις.

μάλα γὰρ κάμε φαίδιμα γυῖα: δικαίως οὖν προῳκονόμει τὸν δρόμον Ἀχιλλέως, ὅπως περιπαθὲς ἐπεισόδιον ἐνέγκῃ· πῶς γὰρ ἂν ὁ ἔμφροντις οὕτω βαθεῖ ἐβλήθη ὕπνῳ;

Ἕκτορʼ ἐπαΐσσων: τὸ πλῆρές ἐστι Ἕκτορι, ὡς «Κίρκῃ ἐπήϊξα».

Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

ἦλθε δʼ ἐπὶ ψυχὴ Πατροκλῆος δειλοῖο: πιθανὴ ἡ περιπέτεια· μετὰ γὰρ τοὺς Ἀχιλλέως θρήνους ἐξεῦρέ τι καινότερον, καὶ τῷ τετελευτηκότι λόγους περιτιθεὶς διὰ τοῦ ὀνείρου.

Πατροκλῆος: ὅτι ἀπʼ εὐθείας τῆς ὁ Πατροκλῆς. καὶ τὸ δειλοῖο δειλαίου.

πάντʼ αὐτῷ μέγεθός τε καὶ ὄμματα κάλʼ εἰκυῖα:ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασι. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματός φησιν αὐτὰς σφαιροειδεῖς γενέσθαι.

καὶ φωνήν, καὶ τοῖα περὶ χροῒ εἵματα ἕστο: ἄκρως ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος.

εὕδεις, αὐτὰρ ἐμεῖο λελασμένος ἔπλευ, Ἀχιλλεῦ:πλήρης φιλοστοργίας ὁ λόγος καὶ ἠθικῆς μέμψεως.

λελασμένος ἔπλευ: λελασμένος ὑπάρχεις ἀντὶ τοῦ ἐπιλέλησαι. ὡς «ληρεῖς ἔχων»

οὐ μέν μευ ζώοντος ἀκήδεις, ἀλλὰ θανόντος:περιπαθὲς τὸ ἀναμνῆσαι τῆς φιλίας. μαρτυρῶν δὲ αὐτοῦ τὴν ἐν τῷ ζῆν ἐπιμέλειαν καὶ νῦν ἐπὶ τὰ ἴσα προτρέπεται.

ἀκήδεις: ἄμεινον βαρύνειν ὡς ἐνόεις, τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ «ἤκουσα» «ἄκουσα», οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις.

θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω: ὅτι λείπει τὸ ἵνα ἢ ὅπως. τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται προσδίδοσθαι.

πύλας Ἀΐδαο: πύλας Ἅιδου τὸν Ἀχέροντα· ἐκεῖ γάρ εἰσιν αἱ τῶν κολαζομένων ψυχαί, οὗ τοὺς περὶ Τιτυὸν εἶδεν Ὀδυσσεύς ὁμοίως καὶ Πάτροκλος ἐκεῖνο Ἅιδην καλεῖ. ἴσως δὲ πρὸς τὸ πεῖσαι φαντάζει· πῶς γὰρ ἄταφοι οἱ μνηστῆρες διαβαίνουσιν

τῆλέ με: ἀπόλυτος ἡ μέ.

ψυχαί, εἴδωλα καμόντων: ὥρισε, τί ἐστιν ψυχή.

οὐδέ μέ πω μίσγεσθαι ὑπὲρ ποταμοῖο ἐῶσιν: ἀπόλυτός ἐστιν ἡ ἀντωνυμία· διὸ ἐγκλιτικῶς ἀναγνωστέον. ἡ διπλῆ δέ, ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς καὶ μὴ ἐπιμισγομένας ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετούμενα ἐν τῇ δευτέρᾳ Νεκυίᾳ

εὐρυπυλές: τὸ πᾶσιν ἡπλωμένον.

καί μοι δὸς τὴν χεῖρʼ, ὀλοφύρομαι: ὅτι τὸ ἵνα λείπει, καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι.

οὐ γὰρ ἔτʼ αὖτις νείσομαι ἐξ Ἀΐδαο, ἐπήν με πυρὸς λελάχητε: οὐκ ἐλεύσομαί σοι εἰς ὄψιν· οὐδέποτε γὰρ κηδευθεῖσα ψυχὴ παρʼ αὐτῷ φαντάζεται. ἴσως δὲ τοῦτο ποιεῖ, τοὺς ἐναγισμοὺς τῶν πολλῶν ἀποτρέπων.

νίσομαι ἐξ Ἀΐδαο ἐπήν με πυρὸς λελάχητε: λαχεῖν ποιήσετε. παρὰ δὲ τοῖς τραγικοῖς μετὰ τὴν ταφὴν ἐπιφαίνονται.

οὐ μὲν γὰρ ζωοί γε: ἔν τισι τῶν πολιτικῶν «οὐ γὰρ ἔτι ζωοί γε».

γράφεται «οὐ γὰρ ἔτι».

βουλὰς ἑζόμενοι βουλεύσομεν: γενναίως οὐδενὸς τῶν ἡδέων ἐμνήσθη, ἀλλʼ ἐν οἷς περὶ τῶν συμφερόντων ἐβουλεύοντο.

ἀμφέχανε: κατέπιεν· «εἰ δʼ ἄμμε χάνοι περὶ πάντας ὄλεθρος» ἀντὶ τοῦ καταπίοι.

κατέφαγε καὶ κατέπιεν.

ἥ περ λάχε γεινόμενόν περ: ὅθεν μία τῶν Μοιρῶν Λάχεσις. παρείληφε δὲ ὅτι τῇ γενέσει συνδιατάσσεται καὶ ὁ τῆς τελευτῆς καιρός· ὅθεν Ζηνόδοτος ὁ Κρατήτειος Χαλδαῖον τὸν Ὅμηρον φησίν.

καὶ δὲ σοὶ αὐτῷ μοῖρα—ἀπολέσθαι: εὐαγγελίζεται αὐτῷ μετʼ οὐ πολὺ συνέσεσθαι αὑτῷ, ὅπως μὴ ἀμελῇ τῆς κηδείας.

εὐηγενέων: ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους «εὐηφενέων» διὰ τοῦ φ, εὖ τῷ ἀφένει χρωμένων, ὡς Κλέαρχος ἐν ταῖς Γλώτταις

εὐηγενέων: τῶν καλοὺς ἀγροὺς ἐχόντων. οἱ δὲ «εὐηφενέων» παρὰ τὸ ἄφενος, τῶν εὖ τῷ ἀφένει χρωμένων.

καὶ ἐφήσομαι: ὅθεν Ἀχιλλεύς φησι· «καί μοι ἕκαστʼ ἐπέτελλεν».

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέα: τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· τὸ γὰρ ἀπαρέμφατον κεῖται ἀντὶ προστακτικοῦ τοῦ τίθει.

μὴ ἐμὰ σῶν ἀπάνευθε τιθήμεναι ὀστέα: εἶτα ἐπιφέρει· «ἀλλʼ ὁμοῦ». ἐμφαίνεται δὲ ἦθος τοῦ ἄγαν ἐπιθυμοῦντος διὰ τοῦ σαφέστερον τὴν ἐπιθυμίαν ἐπαναλαβεῖν.

τιθήμεναι: Λάκωνες τὸ θάπτειν τιθήμεναι φασίν.

ἀλλʼ ὁμοῦ: οἶδε γὰρ αὐτὸν αὐτίκα θανούμενον.

ἐτράφην περ: γράφεται «ἐτράφημεν».

ἀνδροκτασίης: καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλεν, ὃν οἱ μὲν Κλεισώνυμον, οἱ δὲ Αἰανῆ, οἱ δὲ Λύσανδρον καλεῖσθαι. ἀπέκτεινε δὲ αὐτὸν παρὰ Ὀθρυονεῖ τῷ γραμματιστῇ, ὥς φησιν Ἀλέξανδρος ὁ Αἰτωλὸς ἐν Ἀστραγαλισταῖς

καταχρηστικῶς· παῖδα γὰρ ἀνεῖλε τὸν Ἀμφιδάμαντος τὸν Λύσανδρον παρʼ ὀθρυωνεῖ τῷ γραμματιστῇ ἐν παιδιᾷ ἀστραγάλων.

ὅτε παῖδα κατέκτανον Ἀμφιδάμαντος: τοῦτον Κλεισώνυμον Φερεκύδης στορεῖ.

ἀμφʼ ἀστραγάλοισι χολωθείς: αἱ πλείους τῶν κατὰ ἄνδρα «ἀμφʼ ἀστραγάλῃσιν ἐρίσσας». καὶ ἔστιν Ἰωνικώτερον· «ἀστραγάλαι δʼ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί», Ἀνακρέων

αἱ πλείους «ἀμφʼ ἀστραγάλῃσιν ἐρίσσας». καὶ ἔστιν Ἰωνικὸν τὸ ἀστραγάλη.

ἀμφʼ ἀστραγάλοισι χολωθείς: ὅτι ἅπαξ τῆς διὰ τῶν ἀστραγάλων παιδιᾶς μέμνηται.

ἔνθα με δεξάμενος ἐν δώμασιν ἱππότα Πηλεύς:οἱ νεώτεροί φασι διὰ τὸν Εὐρυτίωνος τοῦ Ἴρου φόνον.

ὀνόμηνεν: καλεῖσθαι ἐποίησεν, ὅ ἐστιν εἶναι· «σὴ παράκοιτις κέκλημαι» ἀντὶ τοῦ εἰμί.

σορός: ὅτι ἅπαξ ἡ σορός.

σορός: ἡ ἔσω ὠροῦσα, ὅ ἐστι φυλάττουσα.

σορὸς δέ ἐστι κιβώτιον, οὗ ἔσω ὀροῦσαι ἔστιν.

χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ:ἀθετεῖται, ὅτι εἰ σορὸν δέδωκεν, ἣν ἐν ἄλλοις λάρνακα καλεῖ, «καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν», πρὸς τί καὶ ἀμφιφορῆα; μετενήνεκται οὖν ἐκ τῆς δευτέρας Νεκυίας … φησὶν αὐτὸν μετενηνέχθαι· τὸ γὰρ οἴκοθεν ἐπάγεσθαι δυσοιώνιστον.

χρύσεος ἀμφιφορεύς, τόν—μήτηρ: ἐν πάσαις οὐκ ἦν ὁ στίχος. καὶ Ἀρίσταρχος ἐκ τῆς δευτέρας Νεκυίας αὐτὸν ἐσπάσθαι φησίν· «δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα», ἀλλʼ ἐκεῖ εὐλόγως πρὸς ὕψωσιν τῆς ταφῆς.

χρύσεος ἀμφιφορεύς, τόν τοι πόρε πότνια μήτηρ:τοῦτόν φασι Διόνυσον παρὰ Ἡφαίστου λαβόντα ἐν Νάξῳ Θέτιδι χαρίσασθαι, ἐπειδὴ διωκόμενον ὑπὸ Λυκούργου ἐδέξατο

χρύσεος ἀμφιφορεύς: Διόνυσος Ἥφαιστον—τὰ ὀστᾶ.

ἄλλως· χρύσεος ἀμφιφορεύς, τόν—μήτηρ: οὐ σορὸν δέδωκεν ἡ μήτηρ — δυσοιώνιστον γὰρ ἐπὶ πόλεμον ἐξιόντι —, ἀλλʼ ἴσως μεστὸν οἴνου, ὃν ἀξιοῖ σορὸν γενέσθαι.

τίπτε μοι, ἠθείη κεφαλή, —ὡς σὺ κελεύεις: βραχὺς ὁ λόγος καὶ ἐμφαίνων τὸν σπεύδοντα πρὸς τὴν ἀμοιβήν. μῆκος δὲ λόγου ὄκνον χάριτος ἀναδέχεται.

ἠθείη κεφαλή: προσφώνησις νέου πρὸς πρεσβύτερον. δῆλον οὖν ὅτι πρεσβύτερος Ἀχιλλέως ὁ Πάτροκλος. Χαμαιλέων γράφει «ὦ θείη κεφαλή». γελοῖον δὲ ἐπὶ νεκρῷ τὸ «ὦ θείη». διὸ ἡ διπλῆ.

ὡς σὺ κελεύεις: ἐν ἄλλῳ «ὥς με κελεύεις».

ἀλλά μοι ἆσσον στῆθι· μίνυνθά περ ἀμφιβαλόντεἀλλήλους ὀλοοῖο τεταρπώμεσθα γόοιο: ἑκατέρωσε δύναται προσδίδοσθαι τὸ ἀλλήλους. καὶ ἐνταῦθα δέ, ὡς εἴρηται λείπει τὸ ἵνα· ὁ γὰρ λόγος «ἀλλά μοι πλησίον στῆθι ἐπʼ ὀλίγον γε, ἵνα ἀλλήλους περιπτυξάμενοι ὀδυρώμεθα».

ἀμφιβαλόντες: ἀμφιχυθέντες· «ἀμφιχυθεὶς πατέρʼ ἐσθλόν».

ὀλοοῖο: ἐν ἄλλῳ «κρυεροῖο».

ὠρέξατο χερσὶ φίλῃσιν: ἐπεθύμησε ταῖς χερσί, τὰς χεῖρας ὤρεξεν.

ψυχὴ δὲ κατὰ χθονὸς ἠΰτε καπνός: διὰ τὸ λεπτὸν καὶ πνευματῶδες· ἢ πρὸς τὴν κίνησιν. Ζωΐλος δέ φησιν ὅτι ἀλλʼ ὁ καπνὸς ἄνω φέρεται.

τετριγυῖα: ἐλεεινὰ βοῶσα, ὡς ἐπὶ τῶν νεοσσῶν

χερσί τε συμπλατάγησεν: ἐπὶ τῇ παραδόξῳ φαντασίᾳ τὰς χεῖρας συνέκρουσεν.

ἔπος ... ὀλοφυδνόν: ὁ μετὰ τιλμοῦ τῶν τριχῶν οἶκτος· «ὤλοψας δὲ βίηφι»

ψυχὴ καὶ εἴδωλον, ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: ἐμφρόνως καὶ συνετῶς διείλεκται πάντα ὁ Πάτροκλος. ἐνσέσεισται οὖν ἐκ τῆς Ὀδυσσείας ὁ στίχος· ἐκεῖ γὰρ τὰς ψυχὰς εἴδωλα σκιώδη φρονήσεως ἀμέτοχα ὑπέθετο. ἢ φρένας λέγει οὐ τὸ διανοητικόν, ἀλλὰ μέρος τι τῶν ἐντὸς σώματος, ὡς καὶ ἀλλαχοῦ «ἔν τε φρένες ἧπαρ ἔχουσι» καὶ πάλιν «ἔνθʼ ἄρα τε φρένες ἔρχαται». ἔστιν οὖν ἀπὸ μέρους τὸ ὅλον σῶμα. οὕτως Ἀριστοφάνης ὁ γραμματικός. ἡ διπλῆ δέ, ὅτι τὰς τῶν ἀτάφων ψυχὰς Ὅμηρος ἔτι σωζούσας τὴν φρόνησιν ὑποτίθεται.

ἀτὰρ φρένες οὐκ ἔνι πάμπαν: φρένες τινὲς σῶμα· μέρος γὰρ σώματος αἱ φρένες. τοῦτο δὲ εἶπε, παρʼ ὅσον ἐκταθεὶς οὐκ ἔλαβε. κάλλιον δέ, ὅτι φρένας οἱ τεθνεῶτες οὐκ ἔχουσιν· ἐμέμφετο γὰρ ὡς ἠμελημένος καὶ μὴν οἱ ἄταφοι προμαντεύονται. ἢ εἰσὶ μέν, οὐ μὴν πάμπαν.

πάμπαν: γράφεται καὶ «πᾶσαι».

ἐφεστήκει: ὁ Ἀρίσταρχος ἐφεστήκει χωρὶς τοῦ ι.

θέσκελον: θεοείκελον, ὡσεὶ θεοῦ τὴν ὁμοιότητα κατασκευάσαντος.

τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο: ὑπερβολὴ πένθους ἐστίν, ὥστε οἱ τὰς παραμυθίας ὀφείλοντες προσφέρειν αὐτοὶ κατάρχονται δακρύων.

ἀμφὶ νέκυν ἐλεεινόν: Ἀττικῶς ἐξέτεινε τὸ νέκυν.

οὐρῆάς τʼ ὤτρυνε: ὅτι σαφῶς οὐρῆες οἱ ἡμίονοι, πρὸς τὸ «οὐρῆας μὲν πρῶτον ἐπῴχετο». κατὰ δὲ πολλὰ τῶν ἀντιγράφων «οὐρῆας ὤτρυνεν», ἔξω τοῦ τέ.

ἄλλως· ἐν πολλοῖς χωρὶς τοῦ τέ.

οὐρῆάς τʼ ὤτρυνεν: «οἱ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπόν».

Μηριόνης: Κρήτη γὰρ ὀρεινὴ καὶ δενδροφόρος· ὅθεν Μηριόνης.

πάραντα: μήτε ἀνωφερῆ μήτε κατωφερῆ, ἀλλʼ εὐθύτομα. δόχμια δὲ τὰ ἐκ πλαγίου.

πολυπίδακος: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «πολυπιδάκου».

πολυπιδάκου: «πίδακος ἀμφʼ ὀλίγης». οὕτως οὖν «πολυπίδακος».

κτυπέουσαι πῖπτον: ὅτι τὸ ἐναντίον ἔφη· πίπτουσαι γὰρ κτύπον παρεῖχον.

κτυπέουσαι πῖπτον: ἤλλακται ἡ τάξις.

διαπλήσσοντες: οὕτως διαπλήσσοντες διὰ τοῦ η αἱ Ἀριστάρχου ἀντὶ τοῦ διακόπτοντες. παρασημειώσαιτο δʼ ἄν τις τοῦτο πρὸς τὸ ἐν τῇ Ὀδυσσείᾳ «τῷ οἱ ἀποπλήξας κεφαλήν», ἀντὶ τοῦ ἀποκόψας.

διαπλήσσοντες: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «διαπλίσσοντες» διὰ τοῦ ι.

διαπλήσσοντες: διακόπτοντες πρὸς τὴν συμμετρίαν· καὶ «τῷ οἱ ἀποπλήξας κεφαλήν». τὸ δὲ διαπλήσσοντες τοῖς ποσὶ διαβάντες.

ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο: διέκοπτον ταῖς ὁπλαῖς τὸ ἔδαφος. ἢ διεμερίζοντο τοῖς ποσὶ τὴν γῆν· μερισμῷ γὰρ ὅμοιόν ἐστιν, ἄλλοτε ἄλλῃ τιθεμένων τῶν ποδῶν.

ποσσὶ δατεῦντο: ἐμέριζον βαδίζουσαι· μερισμῷ γάρ τινι ὅμοιον γίνεται κατὰ τὴν πορείαν, ἄλλοτε ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων.

ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο ἐλδόμεναι πεδίοιο διὰ ῥωπήϊα πυκνά: βραχὺ διασταλτέον ἐπὶ τὸ πεδίοιο· τὸ γὰρ ἑξῆς ἐστι ταὶ δὲ χθόνα ποσσὶ δατεῦντο, διὰ ῥωπήϊα πυκνὰ ἐλδόμεναι πεδίοιο· οὐ γὰρ τοῦ πεδίου τὰ ῥωπήϊα λέγει, ἀλλʼ εἰς τὸ πεδίον αὐτὰς ἐπείγεσθαι ἀπὸ τῶν ῥωπῶν.

πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον: νόμος στρατιωτικὸς μὴ κούφους ἐν ταῖς χρείαις διατελεῖν.

ἐπισχερώ: ἐφεξῆς, παρὰ τὸ ἄλλο ἐπʼ ἄλλῳ τὴν σχέσιν ἔχειν.

ἠρίον: παρὰ τὴν ἔραν.

ἠδὲ καὶ αὐτῷ: ἴσως ἐφʼ ἑαυτοῦ τοῦτο ἀναπεφώνηκεν ὁ ποιητής.

χαλκὸν ζώννυσθαι: Ἀριστοτέλης φησὶ τοὺς πρυλεῖς Ἀχιλλέως … τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς Κύπρον κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται πυρριχίζων ὁ στρατός.

ἐν τεύχεσσιν: ἀντὶ τοῦ εἰς τὰ τεύχη.

ἐν δίφροισι: ἀντὶ τοῦ εἰς τοὺς δίφρους.

παραιβάται: ὅτι νῦν παραιβάτας εἴρηκε τοὺς ὁπλίτας.

παραιβάται: ὧδε μόνον αὐτοὺς ὠνόμασεν, ἐκεῖ δὲ σημαίνει· «Ἄντιφος αὖ παρέβασκε περικλυτός».

πρόσθε μὲν—ἑταῖροι: τὸ πλῆθος διὰ τοῦ νέφους ἐδήλωσε καὶ τὸ σχῆμα, καὶ πῶς ἐπορεύοντο.

μυρίοι: πρὸς τὸ σχῆμα, ὅτι «νέφος … πεζῶν», μυρίοι.

θριξὶ δὲ πάντα νέκυν καταείνυον: τὸ πλῆθος ἐμφαίνει τῶν κειρομένων.

θριξὶ δὲ πάντα νέκυν καταεἵνυον: κατεκάλυπτον —δάκρυ παρειῶν. δασέως δὲ τὸ εἵνυον· ἀπὸ γὰρ τοῦ εἱνύω ἐστὶ θέματος, ὃ παρῆκται παρὰ τὸ ἕω δασυνόμενον. ἔν τισι δὲ «καταείλυον», τουτέστιν εἴλουν. Ἀρίσταρχος δὲ «καταείνυσαν» ἡ διπλῆ δέ, ὅτι τὸ πάντα ἀντὶ τοῦ ὅλον, πρὸς τὸ «πᾶσαι δʼ ὠΐγνυντο πύλαι».

ἄλλως· καταείνυον: »καταείλυον» εἴλουν. κατα- είνυον δὲ περιεκάλυπτον ἀντὶ τοῦ ἕννυον. δασύνεται δὲ τὸ εἵνυον. Ἀρίσταρχος δὲ «καταείνυσαν».

κάρη ἔχε: ἔθος φασὶ παρὰ Λινδίοις τοῦτο.

Ἄϊδος δέ: οὕτως Ἄϊδος δέ, οὐκ «Ἄϊδος δῶ». ὁ Ἡρωδιανός φησιν ἐν τῷ ιθʹ τῆς Καθόλου

οὕτως Ἡρωδιανός. ἄλλοι δὲ «Ἄϊδος δῶ».

ἵκοντο: γράφεται «ἵκανον».

μενοεικέα ... ὕλην: ὅτι τινὲς τὸ μενοεικές πολὺ ἀπέδοσαν. ἔστι δὲ τὸ τῷ μένει ἐοικός, οἷον τὸ ἀρεστόν, ἐξ οὗ τὴν ἱκανὴν βούλεται σημᾶναι.

μενοεικέα … ὕλην: τὴν ἀρεσκομένην Ἀχιλλεῖ, ἢ τὴν πρέπουσαν τῇ πυρᾷ· φησὶ γοῦν «παρά τε σχεῖν ὡς ἐπιεικές». μετήνεκται δὲ ἀπὸ τῶν ζώντων· κυρίως γὰρ ἂν εἴποι τις μενοεικὲς τὸ τῷ τε μένει ἀρεστὸν καὶ καταθύμιον.

χαίτην: καὶ ὁ Πάρις εἶχε χαίτην ἀλλʼ ἐπὶ γυναιμανίᾳ καὶ ἀπάτῃ.

τήν ῥα Σπερχειῷ ποταμῷ τρέφε τηλεθόωσαν:τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται. καὶ τοῖς γαμοῦσι δὲ λουτρὸν ἐξ αὐτῶν ἐκόμιζον γονὴν οἰωνιζόμενοι, καὶ τοῖς πρὸ γάμων τελευτῶσιν ἡ λουτροφόρος κάλπις ἐπετίθετο. ὅτι δὲ τὸ ὑγρὸν αὔξει, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ. τινὲς δὲ τρόφιμόν φασι τὸ ὕδωρ καὶ τοὺς βουλιμιῶντας πίνοντας κορέννυσθαι.

τοῖς ποταμοῖς ἔτρεφον τὰς κόμας, ἐπεὶ κουροτρόφοι νομίζονται διὰ τὸ αὐξητικὸν τὸ ὑγρὸν εἶναι. ὅτι δὲ αὐξητικόν ἐστι, καὶ παῖδες πρώτῃ τροφῇ χρῶνται τῇ ὑγρᾷ.

ἄλλως· Σπερχειῷ: ὡς συγγενεῖ· Πολυδώραν γὰρ εἶχε τὴν Πηλέως θυγατέρα ἢ ὅτι ἀπὸ Φθίου τοῦ Σπερχειοῦ Φθία. δῆλον δὲ ὅτι ἐν Τροίᾳ ἔκειρε διὰ τὸ περὶ αὐτοῦ λόγιον.

ὀχθήσας: στενάξας.

ἰδὼν ἐπὶ οἴνοπα πόντον: ὡς ἐπὶ τὴν πατρίδα καὶ τὸν Σπερχειὸν ἀποβλέψας.

ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς: ἔθος ἦν τοῖς ἀρχαίοις—ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θεσσαλίας. ἡ ἱστορία παρὰ τοῖς Ἀργολικοῖς συγγραφεῦσιν.

ἄλλως: ἀντὶ τοῦ μάτην, ὡς καὶ Εὐριπίδης ἐν Μηδείᾳ· «ἄλλως ἄρʼ ὑμᾶς, ὦ τέκνʼ, ἐξεθρεψάμην, ἄλλως δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις». καὶ παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι· «τί κινυρόμεθʼ ἄλλως;». καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἀντὶ τοῦ μάτην ἐχρῶντο οἱ Ἀττικοὶ τῷ ἄλλως· καὶ γὰρ παρὰ Θουκυδίδῃ συνεχῶς ἔστιν αὐτὸ εὑρεῖν κείμενον.

σοί τε κόμην κερέειν: καὶ Ἀντίμαχος φησὶ τῷ Κηφισσῷ κατὰ τὴν Λίλαιαν τεθυκέναι τὴν κόμην.

πεντήκοντα δʼ ἔνορχα ... μῆλʼ ἱερεύσειν: ἔνορχα τοῖς ποταμοῖς καὶ Ποσειδῶνι δέ, διὰ τὸ ἐκ τοῦ ὑγροῦ τὴν γένεσιν εἶναι· «Ὠκεανόν τε, θεῶν γένεσιν». σκεπτέον δέ, μὴ μῆλα νῦν τοὺς ταύρους φησίν· τούτους γὰρ τοῖς ποταμοῖς καθʼ Ὅμηρον θύουσι, «δηθὰ πολεῖς ἱερεύετε ταύρους», «ταῦρον δʼ Ἀλφειῷ».

δυνάμεως καὶ αὐξήσεως αἴτιον τὸ ὕδωρ· ὅθεν ἔνορχα θύουσιν, οἱονεὶ τὰ εὐθαλέστερα καὶ δυνάμει προὔχοντα, τοῖς αἰτίοις τοῦ δύνασθαι.

παρʼ αὐτόθι: ἐν ἄλλῳ «παραυτίκα».

κόμην … θῆκεν: παθητικῶς, οὐχ ὡς οἱ λοιποὶ ἐπέρριψεν.

εἰ μὴ Ἀχιλλεὺς αἶψʼ—παραστάς: τοσοῦτος ὁ θρῆνος, ὅτι καὶ Ἀχιλλεὺς ἔγνω τὴν ἀμετρίαν.

αἶψʼ Ἀγαμέμνονα εἶπε παραστάς: ὅτι ἔξωθεν τὴν πρός ληπτέον· ἔστι γὰρ πρὸς Ἀγαμέμνονα.

πείσονται: ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκεν, ὁ λαὸς πείσονται.

γόοιο μὲν ἔστι καὶ ἆσαι: λείπει τὸ ὕστερον, ἵνʼ ᾖ «ἔστι καὶ ὕστερον ἆσαι γόοιο». ἐνέφηνε δὲ αὐτὸ διὰ τοῦ «νῦν δʼ ἀπὸ πυρκαϊῆς σκέδασον».

ἄλλως· γόοιο μὲν ἔστι καὶ ἆσαι: ἐπαγγελτικῶς προενεκτέον τὸ ἔστι, ὡς «ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκός».

δεῖπνον: τὴν πρὸ τοῦ δόρπου τροφήν. ὑπερβολικῶς οὖν εἶπε τὸ «καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος».

κηδεός: τινὲς ἐβάρυναν ὥστε εἶναι γενικήν. ἄμεινον δὲ ὀξύνειν, ἵνα ᾖ ῥηματικὸν ἀπὸ τοῦ κηδεύω· τὰ γὰρ εἰς ος λήγοντα ὀνόματα, παρὰ ῥῆμα γινόμενα, καθαρεύοντα καὶ τῷ ε παραληγόμενα ὀξύνεσθαι θέλει, φωλεύω φωλεός, ὀχεύω ὀχεὸς καὶ ἐν πλεονασμῷ τοῦ ς ὀσχεός. καὶ παρὰ τὸ σωρεύω δὲ ὁ σωρεός· τὸ δὲ σωρός κατὰ συγκοπὴν ἀπετελεῖτο. καὶ παρὰ τὸ λοχεύω δὲ ὁ λοχεός ἔσται κατʼ ὀξεῖαν τάσιν· «ὁ δʼ ἐκ λοχεοῖο πάϊς»· ἀλλʼ οὖν γε βαρυτόνως οἱ πλείους ἀνέγνωσαν, πλεονασμὸν ἐκδεξάμενοι τοῦ ε ὥστε παρὰ τὴν λόχου γενικὴν—«ἐκ λόχου ἀμπήδησε»—λόχοιο γενέσθαι καὶ λοχέοιο. οὕτως δὲ κατὰ τὸν προειρημένον κανόνα, ῥήματος ὄντος τοῦ κηδεύω, τὸ παρʼ αὐτὸ ὄνομα, λέγω δὲ τὸ κηδεός, ὀξυτονηθήσεται.

κηδεός: ὀξυτόνως παρὰ τὸ κηδεύω, ὡς λοχεύω λοχεός. οἱ δὲ πλείους «λοχέοιο» ἀναγινώσκουσιν, ὡς «ἀνθρώποιο».

ἄλλως· κηδεός: κηδεύσιμος ἢ κήδιστος.

παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων: τὸ ἑξῆς ἐστι παραμενέτωσαν· διὸ φυλακτέον τὸν τόνον τῆς προθέσεως. Διονύσιος δὲ ἡγεῖτο πλεονάζειν τὸν τέ σύνδεσμον καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ σχεδὸν ἅπαντες, παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου· διὸ καὶ ἐγὼ συγκατατίθεμαι.

τὸ δὲ ἑξῆς παραμενόντων ἄμμι οἱ ἀγοί.

μενόντων: ὅτι ἀντὶ τοῦ μενέτωσαν.

κηδεμόνες: οἱ μάλιστα ἀνιώμενοι διὰ τοῦτο καὶ φροντίζοντες.

κηδεμόνες: οἱ εἰς τοῦτο τεταγμένοι πρὸς τὸ ἀδιασπάστως φροντίζειν αὐτοῦ παρὰ τοὺς ἄλλους.

ἑκατόμπεδον: ἑκατὸν ποδῶν ἔχουσαν πλευράν, ὡς καὶ τετράπους λίθος, ὥστε ἑκάστην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν.

ἔνθα καὶ ἔνθα: ἐκ παντὸς μέρους.

ἐν δὲ πυρῇ ὑπάτῃ: ἐν τῷ ἀνωτάτω αὐτῆς καὶ μέσῳ, ὡς τὸ «ῥινὸς ὕπερ πυμάτης».

δημὸν ἑλὼν ἐκάλυψε νέκυν: πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξαφθῆναι τοῦτο ποιεῖ ὁ Ἀχιλλεύς.

περὶ δὲ δρατὰ σώματα νήει: περὶ αὐτὸν ἐσώρευεν ὑπὲρ τοῦ καὶ τὴν ἀπʼ ἐκείνων πιμελὴν συμπράσσειν τι πρὸς τὴν καῦσιν. ἅμα δὲ καὶ τοῦ περὶ τὸν νεκρὸν εὐσχήμονος ἕνεκεν· συνσπᾶσθαι γὰρ τὰ καιόμενα τῶν σωμάτων εἴωθεν.

δρατά: τὰ πολλὰ τῶν ὑπομνημάτων διὰ τοῦ ε «δρετά», καὶ τάχα ἀπὸ τοῦ δέρειν. ἡ διπλῆ δὲ πρὸς τὴν μετάθεσιν ὅτι ἀντὶ τοῦ δαρτά.

ἐν ἐνίοις δὲ γράφεται «δρετά».

δρατά: τὰ ἐκδαρτὰ κατὰ ἀντιστροφήν.

δρατά: «ταυτὶ δέδραται» Ἀριστοφάνης

ἐν δʼ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆαςπρὸς λέχεα κλίνων: ἀντὶ τοῦ πρὸς τὸ σῶμα αὐτοῦ, ὅτι θερμαινόμενα ἀναζέουσι καὶ προχέονται ἐπὶ τὸν νεκρόν.

πρὸς τὸ σῶμα αὐτοῦ, ἢ πρὸς τὰς πλευράς, ἢ πρὸς ὃν ἔκειτο τόπον.

πίσυρας … ἵππους: κατὰ πλευρὰν ἕνα· οἰκεῖος δὲ τῶν νεκρῶν ὁ ἴσος ἀριθμός. διὰ τοῦτο τῷ Ποσειδῶνι ἐννέα θύουσιν

ἐνέβαλλε πυρῇ δύο—χαλκῷ δηϊόων: ἴσως τὸ ὠμὸν αὐτοῦ εἰδὼς ὁ πατὴρ μουσικὴν αὐτὸν ἐδίδαξεν πλέον δὲ αὐτὸν ἠγρίωσεν ὁ Πατρόκλου θάνατος ὡς τοὺς κύνας καὶ τοὺς Τρῶας καίειν· διὸ ὥσπερ ἀγανακτῶν ὁ ποιητής φησι κακὰ δὲ φρεσὶ μήδετο ἔργα

πυρὸς μένος … σιδήρεον: ἄμφω γὰρ τμητικά, πῦρ καὶ σίδηρος.

νέμοιτο: ἐμφαντικῶς ἀντὶ τοῦ φάγοι· φησὶ γοῦν· «τοὺς ἅμα σοὶ πάντας πῦρ ἐσθίει».

χαῖρέ μοι: ἀντὶ τοῦ ἥδου, ὅτι σοι τὰ πρὸς ἡδονὴν ἀπεπλήρωσα.

τελέω τὰ πάροιθεν ὑπέστην: ἐν ἄλλῳ «τετελεσμένα ὥσπερ ὑπέστην».

δώδεκα μὲν Τρώων μεγαθύμων υἱέας ἐσθλούς: συναπτέον τῷ ἑξῆς στίχῳ· τὸ γὰρ «τούς» κεῖται ἀντὶ τοῦ τούτους, ἵνʼ ᾖ ὁ λόγος «δώδεκα μὲν Τρώων υἱοὺς τούτους σὺν σοὶ τὸ πῦρ ἐσθίει», δεικτικῶς. ἐὰν δὲ στίζωμεν ἐπὶ τὸ ἐσθλούς … ἔσται τὸ «τούς» ἀντὶ ὑποτακτικοῦ ἄρθρου τοῦ οὕς.

δώσω Πριαμίδην πυρὶ δαπτέμεν, ἀλλὰ κύνεσσιν: ὅτι ἀπὸ κοινοῦ τὸ δαπτέμεν.

ἀπειλήσας: συνήθως ἡμῖν, ὡς τὸ «ἀπείλησαν γὰρ οἱ ἄλλοι». διὰ δὲ τῆς ἀναφωνήσεως ἐθεράπευσε τὸν ἀκροατήν· ἤδη γὰρ συνέπασχε τῇ τοῦ Ἕκτορος αἰκίᾳ.

ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ: ὅτι μύρου τὴν μὲν ὀνομασίαν ἀγνοεῖ, τὴν δὲ σκευασίαν οἶδεν· τὸ γὰρ ῥόδινον οὕτως νῦν εἶπεν ἔλαιον ῥοδόεν.

ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ: τὴν χρῆσιν μὲν τοῦ μύρου οἶδεν, οὐ μὴν τὸ ὄνομα. οἰκεῖον δὲ τὸ ἀλείφειν τῇ θεῷ

χρῖεν ἐλαίῳ: ἰσχυροποίησε τὸ σῶμα διὰ τῆς χρίσεως, ἵνα μὴ ἑλκόμενον ὑπʼ Ἀχιλλέως ἀποξέοιτο.

ἑλκυστάζων: ὡς «νευστάζων».

μὴ πρὶν μένος ἠελίοιο σκήλειʼ ἀμφὶ περὶ χρόα: μὴ πρὶν ἀπολυθῆναι τοῖς οἰκείοις τὸ σῶμα σκελετοποιήσειεν. οἱ δὲ τὸν περὶ τοῖς μέλεσι χρόα

σκήλειεν: εὐκτικῶς.

σκήλειε: σκληροποιήσειεν.

οὐδὲ πυρὴ Πατρόκλου καίετο: τὴν ἔμφασιν τῶν ὑγρῶν ἐμφαίνει, νικησάντων τὸ πῦρ.

δοιοῖς ἠρᾶτʼ ἀνέμοισι Βορέῃ καὶ Ζεφύρῳ: οὐκ ἄτοπον θεοὺς καλεῖν ἐπὶ τεθνεῶσιν, ὅπου καὶ ἐν πολέμοις καλοῦσι καὶ αὐτὸς ὁ Ἀπόλλων νεκροφορεῖ

Βορέῃ καὶ Ζεφύρῳ: ὡς Θρᾳξί· Θρᾴκη δὲ πλησίον τῆς Τροίας.

ΔΕΠΑΙ ἐλλιτάνευεν: ὅτι συνῃρημένως. ἀλλαχοῦ δὲ «ἐν δέπαϊ χρυσέῳ».

ἐλθέμεν: γράφεται «ἐλθεῖν».

φλεγεθοίατο: Εὐφορίων κακῶς τῷ ῥήματι ἑνικῶς χρῆται.

ὕλη τʼ ἐσσεύαιτο: ἐν ἄλλῳ «ὕλη τε σεύαιτο». οὕτως δὲ ἔξω τοῦ ν ὕλη.

ὕλη τʼ ἐσσεύαιτο καήμεναι: ὁρμὴν λάβοι· ἀπὸ δὲ τῶν ἐμψύχων μετῆκται. χωρὶς δὲ τοῦ ν τὸ ὕλη. οἱ δὲ «ὕλην τε σεύαιντο» ἀντὶ τοῦ ὁρμήσειαν οἱ ἄνεμοι καίειν τὴν ὕλην.

ἀντὶ τοῦ ὁρμὴν λάβοι ἡ ὕλη τοῦ καῆναι, ἵνʼ ᾖ «ὕλη τʼ ἐσσεύοιτο καήμεναι». εἰ δὲ ᾖ «ὕλην τε σεύαιντο καήμεναι», ἀντὶ τοῦ ἵνʼ ὁρμήσειαν οἱ ἄνεμοι τὴν ὕλην καίειν.

μετʼ ἄγγελος ἦλθʼ ἀνέμοισιν: Ἰωνικῶς, ἀντὶ τοῦ πρὸς ἀνέμους ἦλθεν, ὡς Ἀρχίλοχος· «μετέρχομαί σε σύμβολον ποιεύμενος». οὐκ ἐποίησε δὲ ἐκείνους ἀκούοντας, ἐπειδὴ τοῦτο κατὰ δόξαν ἦν.

δυσαέος: οὐκ ἀεί, ἀλλὰ χειμῶνι· ἔστι γὰρ χειμῶνος μὲν δυσαής, θέρους δὲ προσηνής. «Ζεφυρίη πνείουσα τὰ μὲν φύει».

βηλῷ: τῷ βαθμῷ.

πάντες ἀνήϊξαν: ἔστι γὰρ ἐρωμένη Ζεφύρου· ἀφʼ ὧν καὶ τὸν Ἔρωτά φασιν. ἴσως δὲ ἀκροθώρακες ὄντες ἐρῶσιν αὐτῆς.

οὐχ ἕδος: οὐχ ἑδραστέον.

αὖθι: γράφεται «αὖτις».

Αἰθιόπων ἐς γαῖαν: πρὸς ἀπαλλαγὴν τῶν ἐνοχλούντων ψεύδεται· χθὲς γὰρ θεαταὶ ἦσαν τῆς μάχης, καὶ ἕωθεν φιλονεικοῦσι περὶ Ἕκτορος.

ἄλλως· Αἰθιόπων ἐς γαῖαν: χάριεν ἐν παρέργῳ δεδήλωκεν ὅτι ἀπηλλάγησαν οἱ θεοὶ τοῦ πολέμου καὶ ὥσπερ ἐκ τῆς φροντίδος κατέστησαν, πέρας ἐχόντων ἤδη τῶν περὶ τὴν Ἀχιλλέως βούλησιν· διὸ παρὰ τοῖς Αἰθίοψί φησι πανηγυρίζουσιν.

ἐς γαῖαν· γράφεται «ἐς δῆμον», ὡς αἱ ἀπὸ τῶν πόλεων.

κελαδεινόν: ὃν ἄνω δυσαῆ εἶπεν.

τὸν δυσαῆ νῦν κελαδεινὸν εἶπεν. ἔστι δὲ ταὐτὸν ἐκ παραλλήλου.

πόντον: τὸν Θρᾴκιον πόντον καὶ Ἑλλήσποντον.

ἀήμεναι: πνέειν.

ἔβαλλον: τῷ πνεύματι ἔβαλλον.

ὁ δὲ πάννυχος—χαμάδις χέε: πολὺ τὸ ἑταιρικὸν τοσαύτην φέροντος ἀγρυπνίαν καὶ χοὰς χεομένου.

ἑλών: ἐν ἄλλῳ «ἔχων».

ψυχὴν κικλήσκων Πατροκλῆος δειλοῖο: ὅτι δωδεκασύλλαβος καὶ ἐκ σπονδείων.

ὡς δὲ πατὴρ οὗ παιδὸς—ἀκάχησε τοκῆας: αὐξητικῶς ὅλη ἔχει ἡ παραβολή· εἰς γὰρ ἔνδειξιν στοργῆς ἑταιρικῆς παραβέβληται. ἀλλʼ οὐκ ἤρκεσεν Ὁμήρῳ τὰ τῆς εἰκόνος· οὐ γὰρ τὴν τυχοῦσαν ἡλικίαν τοῦ παιδὸς παρέλαβεν, ἀλλὰ νυμφίον, τέλειον μέν, παίδων δὲ οὔπω πατέρα, ὥστε καὶ παῖδας ὄψεσθαι τοῦ παιδὸς προσδοκήσας μετὰ τῆς δευτέρας ἐλπίδος καὶ τὴν πρώτην ἀπολώλεκεν.

νυμφίου: δηλοῖ ἡ λέξις καὶ τὸν ἤδη πατέρα παίδων· «νυμφίον, ἐν μεγάροις μίαν οἴην παῖδα λιπόντα».

ὣς Ἀχιλλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊήν, ἀδινὰ στεναχίζων: βραχὺ διασταλτέον καίων, πυρκαϊήν· μᾶλλον γὰρ οὕτως ἐμφαίνει.

ἑρπύζων … στεναχίζων: διὰ τῶν παρατατικῶν τὸ ἀδιάλειπτον τῆς λύπης σημαίνει.

ἄλλως· ἑρπύζων: ἡ βαρεῖα κίνησις τὴν ταπείνωσιν Ἀχιλλέως δηλοῖ.

βαρεῖά τις καὶ μογηρὰ κίνησις διὰ τοῦ ἑρπύζειν δηλοῦται. τοῦτο δὲ πρὸς τὸ ταπεινὸν Ἀχιλλέως διὰ τὴν λύπην.

ἑωσφόρος: λείπει ἀστήρ.

ἑωσφόρος: ὁ κατὰ τὴν ἡμέραν—Ἀφροδίτης.

εἶσι φόως ἐρέων ἐπὶ γαῖαν: ἡ ἐπί πρὸς τὸ εἶσιν. οὐκ ἀναστρέφεται δὲ διὰ τὸ μεταξὺ τεθεῖσθαι ἕτερον μέρος λόγου.

φόως ἐρέων: ὅτι μεταφορικῶς ἐρέων ἀντὶ τοῦ ἀπαγγελῶν. τοῦτο δέ ἐστι προσημανῶν· οὐ γὰρ διὰ λόγου τοῦτο ποιεῖ, ἀλλὰ διʼ ἐπιτολῆς.

φόως ἐρέων: «ὅς τε μάλιστα ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης».

πυρκαϊὴ ἐμαραίνετο: καὶ ἐκεῖ οὖν «φλὸξ ἐμαράνθη» γραπτέον.

οἱ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι:εἰ οὖν αὐτεξούσιοι οἱ ἄνεμοι, τετεράτευται τὰ περὶ τοῦ Αἰόλου

κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν:ἐξέφρασε τὸν μετὰ πολλὴν ἀγρυπνίαν εἰς ὕπνον ὀλίγον ἀποκλίναντα.

ὄρουσεν: διὰ τοῦ ὄρουσε τὸ τάχος ἐνεφάνισε τοῦ ὕπνου, διὰ πολλὴν ἐπελθόντος ἀγρυπνίαν.

τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν:τῶν γὰρ λυπουμένων ἐπιπολῆς ὁ ὕπνος.

ὀστέα … λέγωμεν: τοῖς ἄλλοις τὸ σβέσαι ἐπιτάσσει συμπεριλαμβάνει δʼ ἑαυτὸν εἰς τὴν ὀστολογίαν.

φιάλῃ: ἀγγείῳ λεβητοειδεῖ ἐκπεπλατυσμένῳ ἄνωθεν· φησὶν οὖν «ἀμφίθετον φιάλην ἀπύρωτον». δημῷ δὲ τὰ ὀστᾶ καλύπτει πρὸς τὸ λιπαινόμενα μὴ εὔσηπτα εἶναι.

δίπλακι: ὅτι ἀρσενικῶς.

θείομεν: ὅτι συνέσταλκεν ἀντὶ τοῦ θείωμεν. καὶ ὅτι κατὰ συγκοπὴν κλεύθωμαι ἀντὶ τοῦ κελεύθωμαι, οἷον πορεύωμαι.

αὐτὸς ἐγών: ἐν ἄλλῳ «αὐτὸς ἰών».

κλεύθωμαι: ἀντὶ τοῦ κελεύθωμαι, πορεύωμαι. τινὲς δὲ «κεύθωμαι», οὐκ εὖ.

πολλόν: μέγαν· «πολλὸς γάρ τις ἔκειτο».

πονέεσθαι: ὅτι τὸ πονέεσθαί ἐστιν ἐνεργεῖν.

ἐπιεικέα τοῖον: ἠθικῶς τὸ τοῖον, ἀντὶ τοῦ τοιοῦτον σύμμετρον.

δεύτεροι: ὕστεροι· καὶ «δεύτατος ἦλθεν» ἀντὶ τοῦ ἔσχατος. γενναίως οὐκ οἰκτίζεται τὸν θάνατον.

κάππεσε τέφρη: ἐν ἄλλῳ «κάππεσεν ὕλη».

λιτί: ἀποικίλτῳ. τοιοῦτο δὲ καὶ Ἀνδρομάχη φησίν· «ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς».

λιτί: λιτί ὡς «φωτί». οὕτως καὶ Ἀρίσταρχος· πᾶσα γὰρ δοτικὴ δισύλλαβος ἐπʼ ὀνομάτων εἰς τι λήγουσα ὀξύνεται. χρωτί, «δαιτί», Κρητί· τούτῳ γὰρ τῷ λόγῳ καὶ βλητί ὀφείλομεν κατʼ ὀξεῖαν τάσιν ἀναγινώσκειν· «νύμφα φίλη, καὶ βλητὶ λίθῳ ἐνὶ δάκρυον ἧκας». οὕτως οὖν καὶ λιτί, ἵνα ᾖ μεταπλασμὸς τῆς λιτῷ δοτικῆς, ὡς ἡ κλαδί τῆς κλάδῳ. ὁμοίως δὲ καὶ ἡ αἰτιατικὴ ἡ «λῖτα» μεταπέπλασται ἐκ τῆς λιτόν, ὡς καὶ ἡ κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ «κάθηράν τε ῥύπα πάντα», εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγίνετο τῇ λιτόν αἰτιατικῇ ἡ «λῖτα», ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς «τινά» κατʼ ἀόριστον προφοράν.

ἄλλως· λιτί: ὀξυτόνως· μεταπλασμὸς γάρ ἐστι τοῦ λιτῷ. τὸ «λῖτα» αἰτιατική ἐστι μεταπλασθεῖσα ἀπὸ τοῦ λιτόν, ἐπεὶ οὐδεμία αἰτιατικὴ εἰς α λήγουσα ὠξύνθη εἰ μὴ ἡ «τινά» ἀόριστος οὖσα πρὸς τὴν «τίνα» πευστικήν.

τορνώσαντο δὲ σῆμα: ὡς ὁ ζωγράφος προϋπογράφει πρῶτον, οὕτω καὶ οὗτοι προδιέγραψαν τὸ σχῆμα τοῦ τάφου. τὸ δὲ τορνογραφεῖν κυκλοτερῆ δείκνυσι τὸν τάφον.

θεμείλιά τε προβάλοντο ἀμφὶ πυρήν: τοῦτο ποιοῦσιν, ὅπως καὶ τὰ ὑπὸ τοῦ πυρὸς διαφθαρέντα μὴ ἐκτὸς ἐαθῇ. τὸ δὲ προβάλοντο ἀντὶ τοῦ πρὸ τῆς πυρᾶς ἔβαλον, ὅ ἐστι κύκλῳ τῆς πυρᾶς.

χυτήν: ὅτι οὐ πᾶσα γῆ χυτή, ἀλλʼ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.

ἵζανεν εὐρὺν ἀγῶνα: καθεσθῆναι ἐποίησε τὸ πολὺ πλῆθος. ἢ εἰς εὐρύχωρον τόπον, ἵνα λίπῃ ἡ εἴς.

ἀγῶνα τὸν τόπον, ἵνα ἀγωνίζονται· ἵνα λείπῃ ἡ εἴς.

νηῶν δʼ ἔκφερʼ ἄεθλα—σίδηρον: καὶ παρὰ Ἀριστοφάνει ἠθέτηται τοῦτο.

νηῶν: τοῦ τόπου, ἔνθα ἦσαν· ἐν νεωλκηθείσῃ γὰρ νηῒ οὐδὲν τίθεται, οὐδὲ διατρίβει τις ἐν αὐτῇ· φησὶ γοῦν «οἰσέμεναι κλισίηθεν».

ἱππεῦσιν μὲν πρῶτα ποδώκεσιν ἀγλάʼ ἄεθλα:τινὲς «ἵπποισι»· κατὰ τούτων γὰρ τὸ ἐπίθετον, οὐ τῶν ἱππέων.

ποδώκεσιν: βαρύνειν δεῖ τὸ ποδώκης, καὶ εἴρηται περὶ αὐτοῦ

θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν: πρὸς τὴν ἀμφιβολίαν, πότερον ἀμύμονα γυναῖκα ἢ ἀμύμονα ἔργα. καὶ ὅτι συνεκδέξασθαι δεῖ τῷ καὶ τρίποδʼ ὠτώεντα τὸ φέρεσθαι· ἀκριβὴς γὰρ ὁ ποιητὴς περὶ τὰ ἀκτὰ καὶ φορητά.

γυναῖκα—τρίποδα: γυναῖκα μὲν τεχνῖτιν τίθησι τῷ νικήσαντι, ὅτι σοφίας δεῖ πρὸς τὴν νίκην, τρίποδα δὲ διὰ τὴν στάσιν.

δυωκαιεικοσίμετρον: ὑφʼ ἕν, οἶον καὶ τὸ «δυωκαιεικοσίπηχυ».

τῷ δευτέρῳ ἵππον ἔθηκεν—καλόν: ὁ μετὰ τὸν ἡνίοχον δεύτερος ὁ ἵππος. τῷ δὲ τρίτῳ ἀνεῦρον τὸν τρίποδα.

ἑξετέα: ὁ Ἀσκαλωνίτης ἐνθάδε προπαροξύνει ὁμοίως τῷ «ὄτριχας οἰέτεας». εἰσὶ δέ, οἳ παροξύνουσιν ὁμοίως τῷ εὐγενέα, καὶ οὕτως ἐπείσθη ἡ παράδοσις. προείρηται δὲ περὶ τῆς προσῳδίας

οἱ πλείους παροξυτόνως τὸ ἑξετέα ἀνέγνωσαν, οἷς καὶ ἡ παράδοσις ἐπείσθη.

βρέφος: ἐναντίως ἡμῖν τὸ ἔμβρυον, τὸ δὲ τεχθὲν «ἔμβρυον»· βρύειν γὰρ τὸ αὔξεσθαι, «καί τε βρύει ἄνθεϊ λευκῷ».

τριτάτῳ: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ τρίτῳ. καὶ ὅτι ἄπυρον τὸν ἀναθηματικόν, ἕτερον τοῦ «ἐμπυριβήτου»

τέσσαρα μέτρα: ὅτι ὥριστο τὸ μέτρον.

κεχανδότα: ἀντὶ τοῦ χανδάνοντα. λευκὸν δὲ καινόν.

τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα: πῶς τῷ τετάρτῳ μεῖζον πάντων τίθησιν; φησὶν οὖν Ἀριστοτέλης οὐκ εἶναι τὸ τάλαντον ὡρισμένον τότε τοῖς παλαιοῖς· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου, ἐν δὲ ταῖς Λιταῖς ὡς μέγιστον. ἔστιν οὖν ἀντὶ μέτρου· καὶ Ἀλκίνους φησί· «φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα καὶ χρυσοῖο τάλαντον ἐνείκατε», αὐτὸς δὲ ὡς μεῖζον δώσων· «τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω». νῦν δὲ ἑκατὸν εἴκοσι δραχμὰς ἔχει τὸ τάλαντον, τὸ δὲ παλαιὸν ὁ μὲν Πολέμαρχος τεσσάρων δραχμῶν, Θεόφραστος δὲ δεκατεσσάρων, Τίμαιος δὲ εἴκοσι τεσσάρων.

πῶς τῷ τετάρτῳ πάντων μεῖζον τίθησι; φησὶν οὖν ὁ Ἀριστοτέλης μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσόν, ἀλλὰ καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου λαμβάνεται, ἐν δὲ ταῖς Λιταῖς ὡς μεῖζον. εἶχε δὲ ποτὲ μὲν ἑκατὸν δραχμάς, ποτὲ δὲ πεντήκοντα, ποτὲ δὲ τριάκοντα, ποτὲ εἰκοσιτέσσαρας, ποτὲ τέσσαρας, ὥς φησι Τίμαιος, καὶ τὸ τελευταῖον μίαν.

τῷ δὲ τετάρτῳ θῆκε δύο χρυσοῖο τάλαντα: ὅτι οὐκ ἴσον τῷ καθʼ ἡμᾶς ταλάντῳ τὸ παρὰ τοῖς ἀρχαίοις ἦν· ὡς γὰρ ἧσσον τοῦ τρίποδος καὶ τοῦ ἵππου καὶ τοῦ λέβητος τίθεται.

ἀμφίθετον φιάλην: ὅτι οὐ τὸ παρʼ ἡμῖν ποτήριον, ἀλλὰ γένος τι λέβητος ἐκπέταλον, ἐκ παντὸς μέρους δυνάμενον ἕδραν ἔχειν· διὸ ἀμφίθετον.

ἀμφίθετον φιάλην: οἱ μὲν ἐξ ἀμφοῖν μεροῖν αἰρομένην, οἱ δὲ πανταχόθεν ἱσταμένην. χαλκίον δὲ λεβητῶδες ἦν, δύο ὦτα ἀμφοτέρωθεν ἔχον, διʼ ὧν ἐβαστάζετο.

ἀπύρωτον: διὰ τί ἀπύρωτον; ὡς δὴ καὶ ἀναθεματιαίων οὐσῶν τοιούτων φιαλῶν, ὡς εἰς ἣν ἐτέθη τὰ ὀστᾶ Πατρόκλου

στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν: οὐ διὰ κήρυκος· οὐ γὰρ πρὸς πάντας φησίν, ἀλλὰ πρὸς τοὺς ἀριστεῖς. ὥστε οὕτως κατὰ τὰ ἔθη τὰ παλαιά.

ἐϋκνήμιδες Ἀχαιοί: γράφεται «καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν».

ἱππῆας τάδʼ ἄεθλα δεδεγμένα κεῖτʼ ἐν ἀγῶνι: ὅτι τὸ δεδεγμένα ἀντὶ τοῦ προσδεχόμενα, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν ἐμψύχων. τινὲς δὲ γράφουσιν «ἱππεῦσιν τάδʼ ἄεθλα».

δεδεγμένα: διχῶς Ἀρίσταρχος, δεδεγμένα καὶ «δεδεχμένα».

δεδεγμένα: διχῶς· εἰ μὲν διὰ τοῦ γ, ἀντὶ τοῦ ἐπιδεδειγμένα· εἰ δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ ἐκδεχόμενα, ὡς ἐπὶ ἐμψύχων.

εἰ μὲν νῦν ἐπὶ ἄλλῳ ἀεθλεύοιμεν Ἀχαιοί: συσταλτέον τὸ νῦν· ἀντὶ γὰρ τοῦ δή.

πρῶτα: πρωτεῖα.

περιβάλλετον: ὅτι δυϊκῶς περιβάλλετον· συνωρίσι γὰρ ἐχρῶντο.

ἀθάνατοί τε γάρ εἰσι: πρὸς τὸν φθόνον· οὐ γὰρ αἰσχρὸν ἀθανάτοις ἡσσᾶσθαι.

Ποσειδάων: ὁ ἵππιος θεός.

τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο: λαβόμενος μικρᾶς ἀφορμῆς πάλιν ἐπὶ τὴν μνήμην ἔρχεται τοῦ φίλου.

κλέος: γράφεται «τοίου γὰρ σθένος».

ἡνιόχοιο: ὅτι ἡνίοχος Πάτροκλος Ἀχιλλέως.

ὅ σφωϊν: ἐγκλιτικῶς τὴν σφωϊν ἀντωνυμίαν ἀναγνωστέον· ἔστι γὰρ τρίτου προσώπου. οὕτως καὶ διʼ ἑνὸς ς, ὡς τὸ «ὅ σφιν ἐϋφρονέων ἀγορήσατο».

διʼ ἑνὸς ς, ὡς τὸ «ὅ σφιν ἐϋφρονέων». ἐγκλιτικὸν δὲ τὸ σφωϊν· ἔστι γὰρ τρίτου προσώπου.

ὑγρὸν ἔλαιον: ἤτοι τὸ σωμάτων—τὸ θερμόν.

ὑγρὸν ἔλαιον —λοέσσας ὕδατι λευκῷ: ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τοῦ ἵππου καταπλύνειν ὕδατι ἀξιοῖ καὶ τὸ προκόμιον. τρίτον δὲ κοτύλης ἐλαίου τὸ πᾶν ἀνθρώπου τέγγει σῶμα.

ἐντεῦθεν Ξενοφῶν τὴν κεφαλὴν τῶν ἵππων ὕδατι πλύνειν ἀξιοῖ καὶ τὸ προκόμιον, ὁμοίως δὲ καὶ τῶν βοῶν· καὶ ἐλαίῳ τῷ ἀρκοῦντι λιπαίνειν.

ἄλλοι δὲ στέλλεσθε κατὰ στρατὸν ὅς τις Ἀχαιῶνἵπποισίν τε πέποιθε: τὸ κατὰ στρατόν ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἑξῆς.

ταχέες δʼ ἱππῆες ἄγερθεν: οὕτως «ἔγερθεν» διὰ τοῦ ε αἱ Ἀριστάρχου, οἷον ἠγέρθησαν, ἀνέστησαν, ὡς ἑξῆς «καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν». ἡ διπλῆ δέ, ὅτι ἀντὶ μεσότητος τοῦ ταχέως, οὐ κατὰ τῶν ἱππέων.

ταχέες δʼ ἱππῆες ἄγερθεν: ἀντὶ τοῦ ταχέως, ὡς καὶ τὸ «λῦσε δʼ ἀγορὴν αἰψηρήν».

ἄγερθεν: οὕτως Ἀρίσταρχος «ἔγερθεν», ἄλλοι δὲ ἄγερθεν.

ὦρτο πολὺ πρῶτος—Εὔμηλος: ὡς Θετταλικὰς ἵππους ἔχων καὶ ὑπὸ Ἀπόλλωνος τραφείσας.

ἱπποσύνῃ ἐκέκαστο: οὐ μόνον οὖν ἀρετῇ ἵππων θαρρῶν ἀνέστη πρῶτος, ἀλλὰ καὶ τέχνῃ ἱππικῇ.

ἵππους δὲ Τρῳοὺς—ἀπηύρα: ἐπιδείκνυται αὐτοὺς ἐξ ἀριστείας ληφθέντας, οὐ κλαπέντας· ἄλλως τε ὅτι μέλλουσι νικᾶν τοὺς Ἀπολλωνοτραφεῖς τούτους παρέλαβεν. πῶς δὲ ὁ ἔναγχος τρωθεὶς ἀγωνίζεται; ὅτι εἶχον τὰ σώματα διαφορώτερα τῶν νῦν καὶ τοὺς Ἀσκληπιάδας ἰατρεύοντας.

ἵππους δὲ Τρῳούς: Τρῳοὺς ὡς «πολλοὺς» ἀνεγνώσθη. προείπομεν δὲ περὶ τῆς προσῳδίας

οὕς ποτʼ ἀπηύρα Αἰνείαν: ὡς τὸ «ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ».

Ἀτρείδης ὦρτο ξανθὸς Μενέλαος: εἰς τιμὴν Ἀχιλλέως. ἄτοπος δʼ ἦν ἡσσώμενος Ἀγαμέμνων. τὸ δὲ μηδέτερον τῶν βασιλέων ἀγωνίσασθαι ἀπρεπές.

Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον: ὄνομα τῆς ἵππου, πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν. ἡ διπλῆ δέ, ὅτι ἐντεῦθεν παρῴδηται τὰ ὀνόματα τῶν Ἕκτορος ἵππων, Αἴθων καὶ Πόδαργος· οὐ γὰρ εἰσάγει τετρώρῳ χρωμένους.

Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον: ἔπαινος τοῦ δυναμένου κατευθύνειν τὸ ἐξ ἀνομοίων ζεῦγος. ἰσχανόωσά τε τοῦ δρόμου ἡ Αἴθη οὐκ ἐδίδου ἀνοχὴν τῷ Ποδάργῳ τοῦ θηλυμανεῖν. καὶ ὁ τὴν Τιτανομαχίαν δὲ γράψας δύο ἄρρενάς φησιν Ἡλίου καὶ δύο θηλείας. καὶ ὑπαινίττεται ὁ ποιητὴς ὡς ὅτι περὶ τὰ παιδουργὰ μόρια μόνον διαφέρειν ὀφείλουσιν ἄρρεν καὶ θῆλυ, κατὰ δὲ τὴν ἀρετὴν καὶ τὸ πρακτικὸν τοῦ βίου οὐδεμία αὐτοῖς διαφορά.

ἄλλως· Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον: ἵνα τρόπον τινὰ κοινῇ ἀγωνίζοιντο. πρὸς δὲ τὸ φιλάδελφον· οὐκ ἐντυγχάνοντα περὶ τῆς ἵππου πεποίηκεν αὐτὸν τἀδελφῷ, ἀλλὰ ἐπʼ ἐξουσίας ὑποζεύγνυσιν Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε.

Πόδαργον: οὕτως ἐκαλεῖτο ὁ ἵππος Μενελάου.

Ἀγχισιάδης ἘΧΕΠΩΛΟΣ: ὅτι ἄδηλον, ποῖον τὸ κύριον ὄνομα, μᾶλλον δὲ τὸ Ἐχέπωλος.

Ἐχέπωλος: τύραννος Σικυώνιός τις ἦν ὑπὸ Ἀγαμέμνονα.

ἄλλως· Ἀγχισιάδης Ἐχέπωλος: Ἀκουσίλαος ἐν τρίτῳ Γενεαλογιῶν κύριον ἤκουσε τὸ Ἐχέπωλος οὕτως: «Κλεωνύμου δʼ Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.» καὶ Φερεκύδης ἐν τῷ γʹ· «Κλεώνυμος δὲ ὁ Πέλοπος ᾤκει Κλεωνῇσι καταστήσαντος Ἀτρέως· τοῦ δὲ γίνεται Ἀγχίσης, τοῦ δὲ Ἐχέπωλος.»

δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον: ἀπεσέμνυνε τὴν ἵππον· δῆλον γὰρ ὅτι οὕτως ἦν εὐγενὴς ὥστε καὶ λύτρον ἀστρατείας δοθῆναι.

δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον: κρεῖττον ἡγήσατο πολεμιστὴν ἵππον ὑπὲρ ἀπόλεμον ἄνθρωπον Ἀγαμέμνων.

χρησιμώτερον γὰρ ἐνόμιζε πολεμικὸν ἵππον ἢ ἀστράτευτον ἄνδρα λαβεῖν.

Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

τὴν ὅ γʼ ὑπὸ ζυγόν: ἐν ἄλλῳ «τὴν τόθʼ ὑπὸ ζυγόν».

Ἀντίλοχος ... ὁπλίσαθʼ ἵππους: οὐ μάτην καὶ Ἀντίλοχος ἀγωνίζεται· ἱππικοῦ γὰρ πατρός ἐστι καὶ παρέξει τῷ πατρὶ ἀφορμὴν ὑποθήκας τινὰς ὑπὲρ τῆς ἡνιοχείας παραδοῦναι: ἄλλως τε καὶ ἀπόγονός ἐστιν ἱππίου θεοῦ Ποσειδῶνος.

Πυληγενέες: τινὲς γράφουσι «παλαιγενέες». «ἄμφω γὰρ ἀτέμβονται νεότητος». τὸ δὲ «ὠκύποδες» ἐπὶ νεότητος, ὡς «ἐϋμελίω Πριάμοιο» καὶ πεδίῳ «Σκαμανδρίῳ ἀνθεμόεντι».

ὠκύποδες φέρον ἅρμα: ὅτι κοινότερον κατακέχρηται τῷ ἐπιθέτῳ· ἐπιφέρει γοῦν «βάρδιστοι θείειν».

μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ:βραχὺ διασταλτέον ἤτοι ἐπὶ τὸ ἀγαθά ἢ ἐπὶ τὸ φρονέων ἢ ἐπʼ ἀμφότερα. ἐὰν μὲν οὖν συνάπτωμεν, ἔσται ὁ λόγος «εἰς ἀγαθὰ φρονέων», οἷον εὐνοῶν. ἐὰν δὲ χωρίζωμεν, μυθεῖτʼ εἰς ἀγαθά, ἔλεγεν ἐπʼ ἀγαθῷ, ὡς καὶ ἐν ἄλλοις· «ὅτʼ ἄν τινα θυμὸν ἀνώγῃ εἰπεῖν εἰς ἀγαθόν», ὃ καὶ βέλτιον· καὶ ἡ ἑξῆς διαστολὴ λόγον τινὰ ἔχει, «φρονῶν αὐτός, φρονοῦντι καὶ αὐτῷ».

εἰς ἀγαθά: ἐπὶ τὸ ἀγαθὸν αὐτὸν σωφρονίζων καὶ ἐμβιβάζων αὐτὸν εἰς νίκην. καλῶς δὲ προδιδάσκει περὶ τῆς ἱππικῆς, ἐν ὅσῳ Μηριόνης εὐτρεπίζεται

ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν: τὸ μὲν φιλεῖν ἐπʼ ἀμφοτέρων δεκτέον, τὸ δὲ τῆς ἱππικῆς ἐπὶ μόνου Ποσειδῶνος. συλληπτικῶς δὲ εἴρηται, ὡς ἐπὶ τοῦ «Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες». ἴσως δὲ διὰ τὸ τάχος τῶν νηῶν, «αἵ θʼ ἁλὸς ἵπποι», ἵππιος νομίζεται.

Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξεν:ὅτι Ζηνόδοτος γράφει «ἐδίδαξαν», Ἀρίσταρχος δὲ ἑνικῶς ἐδίδαξεν, ἐπὶ τοῦ Ποσειδῶνος· ἵππειος γάρ.

ἐδίδαξεν: οὕτως ἑνικῶς ἐπὶ μόνου Ποσειδῶνος.

θείειν: οὕτως θείειν.

τῷ τʼ οἴω: τὸ τέλειον «τῷ τοι οἴω»· σπανία δὲ παρʼ Ὁμήρῳ ἡ συναλιφή. τινὲς δὲ τὸν «τέ» οἴονται, καὶ ἔστι περισσός.

ἀφάρτεροι: πρὸς τὸ ἀφάρτεροι, ὅτι ἅπαξ ἐνταῦθα. καὶ ἐσχημάτισται παρὰ τὸ ἄφαρ, ὅ ἐστι ταχέως.

ἀφάρτεροι: παρὰ τὸ ἄφαρ, ὃ σημαίνει τὸ εὐθέως, οἱ εὐθεῖς καὶ ταχύτατοι.

οὐδὲ μέν: ὁ δε παρέλκει, ὁ δὲ μέν ἀντὶ τοῦ μήν, ὅ ἐστιν «οὐ μήν».

οὐδὲ μὲν αὐτοί πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι: οὐκ εἶπεν ὅτι κρείσσων αὐτῶν τυγχάνεις, ἀλλʼ ὅτι οὐδὲ ἥσσων.

ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα: οὐχ ὡς ἀμοίρου ἄθλου αὐτοῦ ἐσομένου, ἀλλʼ ἵνα μὴ πέμπτος μείνῃ· εἰ γὰρ ἄεθλόν ἐστι τὸ ἐπὶ τῇ νίκῃ διδόμενον, ἄρα τὸ πέμπτον οὐκ ἔστιν ἄεθλον.

μήτι τοι δρυτόμος—ἡνιόχοιο: τῇ ἐπαγωγῇ πρῶτος Ὅμηρος χρῆται.

μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι: ἵνα κατὰ τὴν φύσιν τοῦ ξύλου καὶ ἁρμονίαν κόπτῃ, καὶ μὴ κατὰ τὸ ἐναντίον τοῦ ἀνέμου, ἀλλὰ πρὸς τὸ πνεῦμα, ὅπως ἀποκλῷ τὸ λειπόμενον. καλῶς δὲ ἔδειξεν ὅτι, ὃ μάλιστα βίας ἔργον εἶναι δοκεῖ, τοῦτο τέχνης δεῖται.

μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι: τάχα βραχὺ διαστέλλοντες ἐπὶ τὸ κυβερνήτης σαφέστερον ἂν ποιοῖμεν τὸν λόγον.

μήτι δʼ αὖτε κυβερνήτης—ἀνέμοισι: μέγας ἐστὶ κυβερνήτης ὁ ἐν χειμῶνι ὀρθὴν ἄγων τὴν ναῦν.

ἐρεχθομένην: ἐρεθομένην, ὅ ἔστιν ἐρεθιζομένην, ὡς τὸ «θυμὸν ἐρέχθων» ἀντὶ τοῦ ἐρεθίζων. ἢ «ἐεργομένην» ἀντὶ τοῦ συνεχομένην.

ἐρεχθομένην δὲ οἱονεὶ ἐρεθομένην ἤτοι ἐρεθιζομένην. γράφεται δὲ καὶ «ἐεργομένην» ἤτοι συνεχομένην καὶ κωλυομένην.

ἀλλʼ ὃς μέν θʼ ἵπποισι—τὸν προὔχοντα δοκεύει: ἐναντιότητος ἔλαβεν ἐνθυμήματα, τέχνης ἐπιτυχίαν καὶ ἁμάρτημα ἐπιτυχίας· οἱ μὲν γάρ, φησίν, ἀτεχνεῖς ὄντες, ἵππων δὲ γενναίων ἐπιτυχόντες τὴν ἐπιτυχίαν εἰς ἧτταν ἐκτήσαντο, οὐ περιγινόμενοι τῶν ἵππων, ἀλλὰ διὰ τὸ μὴ εὐθυδρομεῖν πλείστην εἱλοῦνται ὁδόν· ὁ δὲ τεχνίτης, κἂν βραδεῖς ἔχοι ἵππους, τάχιον τοῦ τέλους ἐφικνεῖται εὐθυδρομῶν.

ἀλλʼ ὅς: δασυντέον τὸ ὅς· ἔστι γὰρ ἄρθρον. οὕτω καὶ ὁ Ἀσκαλωνίτης. Ἀντίγονος μέντοι «ἄλλος» ἀνεγίνωσκεν, οὐ παραδεχόμενος τὸ ἄρθρον.

ἄλλος μέν: τινὲς μὲν δασύνοντες ὡς ἄρθρον ἀντὶ τοῦ «ὅς μέν», ὡς «ὅς τʼ ἄλκιμος, ἐξεφαάνθη».

ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ εἰδῇ ἢ μετὰ τὸ ἵππους τίθεσθαι ὀφείλει.

κέρδεα: τέχνην· «κέρδεσιν, οὔτι τάχει γε, παραφθάμενος».

στρέφει ἐγγύθεν: κάμπτει ἐγγὺς τοῦ καμπτῆρος, ἵνα μὴ ἐξαγώνιος τοῖς ἵπποις γένηται ὁ δρόμος.

οὐδέ ἑ λήθει: οὐ λήθει αὐτόν, ἐὰν ἔξω τοῦ καμπτῆρος τρέχωσιν. ἢ οὐ λήθει αὐτὸν τὸ ἐγγὺς τοῦ καμπτῆρος στρέφειν τοὺς ἵππους.

αὖον: δασυντέον καὶ προπερισπαστέον. προείπομεν δὲ καὶ περὶ τούτου

ὑπὲρ αἴης: ἔν τισιν «ὄργυιʼ ἐνὶ γαίῃ».

οὐ καταπύθεται ὄμβρῳ: Θεόφραστος φησὶν αὐτὸ κατορυσσόμενον ἢ ἐν λίμναις βρεχόμενον μὴ σήπεσθαι, ἐν δὲ θαλάσσῃ σήπεται.

ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφίς:καλῶς ἡ συνήθεια στίζει μετὰ τὸ ὁδοῦ· φησὶ γὰρ τὸν καμπτῆρα εἶναι ἐν τῷ μέσῳ καὶ στενοτάτῳ τῆς ὁδοῦ — τοῦτο γὰρ συνοχὰς εἴρηκεν —, λεῖον δὲ εἶναι τὸ πλησίον τοῦ καμπτῆρος χωρίον, ὃ καὶ ἱππόδρομον εἶπε — κἀν τοῖς ἑξῆς Ψ· «σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς τηλόθεν ἐν λείῳ πεδίῳ» —, τοῦ ἀμφίς σημαίνοντος τὸ πέριξ.

ἐν ξυνοχῇσιν ὁδοῦ: ταῖς συμπτώσεσι ταῖς ἀπὸ εὐρυχωρίας εἰς στενὸν ἀγμὸν συγκλειομέναις· καὶ «ἐπὶ στῆθος συνοχωκότε». τὸ σιγματοειδὲς οὖν τῶν σταδίων συνοχήν φησιν.

ἀμφίς: ἀμφὶς μετὰ τὴν ἀποστένωσιν. οἱ δὲ χωρίς, μετὰ τὴν τελευτήν.

ἀμφὶς δὲ χωρὶς ἤγουν ἐκτὸς τῆς στενώσεως.

ἢ τό γε νύσσα—Ἀχιλλεύς: Ἀρίσταρχος γράφει «ἢ τό γε σκῖρος ἔην· νῦν αὖ θέτο τέρματʼ Ἀχιλλεύς». σκῖρον δὲ τὴν ῥίζαν διὰ τὸ ἐσκιάσθαι· ὅθεν τὸ σκιάδειον Ἀττικοὶ σκίρον καλοῦσιν.

αὐτὸς δὲ κλινθῆναι— ἦκʼ ἐπʼ ἀριστερὰ τοῖϊν: καλῶς ἡ συνήθεια στίζει ἐπὶ τὸ τοῖϊν· τῶν γὰρ ἵππων δεῖν φησιν αὐτὸν ἐπʼ ἀριστερὸν κλιθῆναι.

αὐτὸς δὲ κλινθῆναι ἦκʼ ἐπʼ ἀριστερὰ τοῖϊν: κλιθῆναι ἠρέμα πρὸς τὸ μήτε στρέψαι τὸν δίφρον, ἀλλὰ καὶ κουφισθῆναι τὸν δεξιὸν καὶ περιδραμεῖν. ὁ δὲ ἀριστερὸς σχολαίτερον ἀνύει.

ἠρέμα κλιθῆναι πρὸς τὸ μὴ στρέψαι τὸν δίφρον καὶ τὸν δεξιὸν ἵππον κεντρίσαι πρὸς τὸ δραμεῖν.

ἦκʼ ἐπʼ ἀριστερά: τὸ πλῆρές ἐστιν ἦκα.

εἶξαί τέ οἱ ἡνία χερσίν: ὅτι εἶξαι ἀντὶ τοῦ χαλάσαι.

ἐν νύσσῃ δέ τοι— ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι κύκλου ποιητοῖο: ἐν δὲ τῷ καμπτῆρί σοι—ὁ παρὰ τὸν καμπτῆρα τροχός.

δοάσσεται: φαντασθῇ, νομισθῇ.

λίθου: τοῦ προειρημένου λίθου· «λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ».

ἐπαυρεῖν: ὡς λαβεῖν.

ἔσσεται: τινὲς δίχα τοῦ τ.

εἶναι: ἀντὶ τοῦ ἔσο. ἢ λείπει τὸ σπεῦδε.

οὐκ ἔσθʼ, ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ: οὐδεὶς μετὰ σὲ ὁρμῶν καταλάβοι σε οὐδὲ παρελεύσεται.

οὐκ ἔσθʼ, ὅς κέ σʼ ἕλῃσι: ὅτι ἀντὶ τοῦ ὃς ἂν ἕλοι σε.

Ἀρείονα: ἴσως ἐπεὶ ἐν Σικυῶνι γέγονεν ὁ Ἀρείων, οὗ ἐδόκει ἡ Αἴθη ἀπόγονος εἶναι.

Ἀρίονα: Ποσειδῶν ἐρασθεὶς—ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς

δῖον: διὰ τὸ λίαν ταχὺ τοῦ δρόμου καὶ τὸ κάλλος τοῦ εἴδους θειοτέρας αὐτὸν ὑπερβολικῶς ἔφησε φύσεως.

Ἀδρήστου ταχὺν ἵππον … ἢ τοὺς Λαομέδοντος: ὑπερβολικῶς καὶ τὰ ἐν ἑκατέρᾳ ἠπείρῳ διαφέροντα γένη τῶν ἵππων παρέλαβεν.

ὃς ἐκ θεόφιν γένος ἦεν: Ὅμηρος μὲν ἁπλῶς ὅτι θειοτέρας ἦν φύσεως, οἱ δὲ νεώτεροι Ποσειδῶνος καὶ Ἁρπυίας αὐτὸν γενεαλογοῦσιν, οἱ δὲ ἐν τῷ Κύκλῳ Ποσειδῶνος καὶ Ἐρινύος· καὶ Ποσειδῶν μὲν αὐτὸν Κοπρεῖ τῷ Ἁλιαρτίῳ δίδωσιν. ὁ δὲ Κοπρεὺς Ἡρακλεῖ, ὃς καὶ Κύκνον ἀνεῖλεν ἐν Παγασαῖς ἐπʼ αὐτοῦ μαχόμενος. ἔπειτα αὐτὸν δίδωσιν Ἀδράστῳ.

τὲ τράφεν: ἐπὶ παθητικοῦ «τέτραφεν».

τέτραφεν: τῷ τέτραφεν ἐπὶ παθητικοῦ χρῆται, ὡς ἐκεῖ· «ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι, ὃς ἐνθάδε τέτραφʼ ἄριστος».

πείρατα: τὰ ἀποβησόμενα ἀπὸ τῆς ἐμπειρίας.

Μηριόνης: οὐδὲ ὁ Μηριόνης αὐτῷ ἀσκόπως πρὸς τὴν ἀγωνίαν παρείληπται, ἀλλʼ ἵνα διάθηται τὰ περὶ τὸν Ἰδομενέα περιέχοντα φιλονεικίαν ὄχλῳ πρέπουσαν

ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο—Τυδείδης: ἐναγώνιον συνίστησι τὸν ἀγῶνα, εἴγε ὁ πρῶτος ὕστερος καὶ ὁ ὕστερος πρῶτος ὁρᾶται. ἦν δὲ ὁ δρόμος οὐ δόλιχος· κάμπτουσι γάρ, ἀλλʼ οὐδὲ πολλάκις κάμπτουσιν· ἔδει γὰρ πολλάκις εἶναι τὸν καμπτῆρα. δίαυλος οὖν ἐστι μακρότατος· διὸ καὶ σκοπὸς κάθηται Φοῖνιξ καὶ σημαίνει τὸ τέρμα τηλόθεν μή ποτέ τις ἐντὸς δρόμου κάμψῃ· ἅπαξ γὰρ ὁρῶνται ἐπὶ τοῦ αἰγιαλοῦ καὶ ἅπαξ φιλονεικοῦσι περὶ αὐτῶν. εἰ δὲ λέγει «ἀλλʼ ὅτε δὴ πύματον», τῶν δύο τὸν ἔσχατόν φησιν.

στὰν δὲ μεταστοιχί: ὅτι ἀντὶ τοῦ ἐπὶ στοίχων· οὐ γὰρ ἀπὸ ταὐτοῦ τέρματος ὥσπερ ἐπὶ τῶν δρομέων ἡ ἄφεσις γίνεται· διὸ καὶ κληροῦνται περὶ τῆς στάσεως. οὐ δεόντως οὖν ἐπὶ τῶν δρομέων μετάκειται ὁ στίχος ἐντεῦθεν.

μεταστοιχεί: ἐπὶ στοῖχον, ὡς τὸ «μετὰ Ξάνθον» ἀντὶ τοῦ ἐπὶ Ξάνθον. στοῖχος δὲ ἡ ἐπὶ τὸ βάθος στάσις τῶν χορευτῶν· οὐ γὰρ κατὰ μέτωπον ἔστησαν· ἐπεὶ διὰ τί ὁ κλῆρος ἐπάλθη; οὐ γὰρ ἔγραφον τοὺς στίχους ὡς νῦν ἡμεῖς κατὰ μέτωπον, ἀλλὰ κατὰ βάθος· ἕνα γὰρ γράψαντες ἕτερον ἔγραφον καὶ τρίτον καὶ τέταρτον.

ἀντὶ τοῦ μετὰ στοιχειώσεως καὶ τάξεως.

μεμνέῳτο δρόμου: προπαροξυτονητέον τὸ μεμνέῳτο. γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτως δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται, ἐν Κύρου Παιδείας πρώτῳ· «ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τῶν θεῶν μεμνῷτο». τὸ δὲ ἀνάλογον διὰ τοῦ η, προσκειμένου τοῦ ι, παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ· «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου». καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ διέλαβον καὶ περὶ γραφῆς τῆς κατὰ γενικήν, λέγω δὲ τῆς δρόμου, ἢ αἰτιατικῆς πληθυντικῆς τῆς «δρόμους».

προπαροξυτονητέον καὶ μετὰ τοῦ ι γραπτέον τὸ μεμνέῳτο.

ἄλλως· μεμνέῳτο: ἐπιμελοῖτο· «μεμνῆσθαι πατρὸς καὶ μητρός».

δρόμου: «δρόμους» πληθυντικῶς Ἀρίσταρχος.

πληθυντικῶς δὲ προενεκτέον τὸ «δρόμους».

οἱ δʼ ἅμα πάντες—κονίοντες πεδίοιο: πᾶσαν φαντασίαν ἐναργῶς προβέβληται ὡς μηδὲν ἧττον τῶν θεατῶν ἐσχηκέναι τοὺς ἀκροατάς.

ἄρα: γράφεται «οἱ δʼ ἅμα».

διέπρησσον πεδίοιο: ὅτι λείπει ἡ διά, διὰ πεδίου.

νόσφι νεῶν: ἤρξαντο μὲν ἀπὸ Σιγείου, ἔνθα ἦν Ἀχιλλεύς, ἔτρεχον δὲ ἐπὶ Ῥοίτειον· νόσφιν οὖν νεῶν τῶν πρὸς τῷ αἰγιαλῷ νεωλκηθεισῶν. κατὰ δὲ Ἀρίσταρχον ὁ δρόμος γέγονεν ἐν τῷ ἀπὸ τοῦ τείχους διαστήματι ἄχρι τῆς θαλάσσης πεντεσταδίῳ.

ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ,ἄλλοτε δʼ ἀΐξασκε μετήορα: ἐν μὲν τῇ πεδιάδι χθονὶ πίλνατο. ἐν δὲ τοῖς πετρώδεσιν ᾔρετο.

οὐδὲ καὶ τὰ ἅρματα ἐν τοῖς πετρώδεσιν αἴρεται.

ἕστασαν ἐν δίφροισι: βεβαία αὐτῶν ἡ στάσις, οὐ πιπτόντων τῇ ἀναβολῇ τῶν ἁρμάτων.

οἱ δʼ ἐπέτοντο: πρὸς γὰρ τῷ τέλει τῆς νίκης ταχύνουσι πλέον.

κονίοντες: κονιορτούμενοι ἢ ἐγκονοῦντες.

κονίοντες πεδίοιο: ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

ἐφʼ ἁλός: οὕτως Ἀρίσταρχος, αἱ δὲ πλείους «ἀφʼ ἁλός».

αἱ πλείους «ἀφʼ ἁλός»· καὶ μήποτε λόγον ἔχει.

τὰς δὲ μετʼ ἐξέφερον: οὐκ ἀναστρεπτέον τὴν μετά· πέπτωκε γὰρ μέσος ὁ δέ.

οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς: ὅτι δὶς τὸ αὐτό.

οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν—ἐγγύς: φιλονεικίαν κινεῖ τοῖς ἀκούουσι τὸ ἐφάμιλλον τῶν ἀγωνιστῶν.

καὶ νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν:συναγωνιᾶν αὐτοῖς ποιεῖ τοὺς θεατὰς κατὰ Πίνδαρον· «πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ».

ἀμφήριστον: ἀμφισβητήσιμον.

κοτέσσατο Φοῖβος Ἀπόλλων: σεμνοποιῆσαι θέλων τὸν ἀγῶνα, καὶ θεοὺς συμφιλονεικοῦντας εἰσάγει. κατὰ Διομήδους δὲ χωρεῖ ὁ Ἀπόλλων, ὅτι «οὐδὲ θεὸν μέγαν ἅζετο», καὶ ὡς ἱπποβουκόλος Ἀδμήτου.

εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων: δεόντως τῶν Εὐμήλου ἵππων—πατρί, ὡς μὲν Εὐριπίδης ἐν Ἀλκήστιδι, διὰ τὸ φονεῦσαι Κύκλωπας, ὡς δὲ Καλλίμαχος, διὰ τὸ ἐρασθῆναι Ἀδμήτου.

χωομένοιο: ὅτι ἀντὶ τοῦ συγκεχυμένου.

χωομένοιο: συγχεομένου ἐπὶ τῇ ἀτυχίᾳ.

οἱ δέ: οἱ ἵπποι.

οἱ δέ οἱ ἐβλάφθησαν: ὁ Ἀσκαλωνίτης ἐκδέχεται τὸ πλῆρες εἶναι ἑοί, καὶ μεταλαμβάνει εἰς τὸ ἴδιοι, καὶ μήποτε ὑγιῶς· ὡς γάρ φαμεν οἱ ἐμοὶ ἐβλάφθησαν ἵπποι, οἱ σοὶ ἐβλάφθησαν, οὕτως οἱ οἳ ἐβλάφθησαν, τουτέστιν οἱ αὐτοῦ. τινὲς μέντοι εὐλαβηθέντες, ὧν ἐστι καὶ Ἀρίσταρχος, τῷ τὴν οἷ ὀρθοτονουμένην ἀντωνυμίαν πολλάκις εἰς σύνθετον μεταλαμβάνεσθαι ἐγκλιτικῶς ἀνέγνωσαν, οὐκέτι ἐκδεχόμενοι πληθυντικὴν κτητικὴν εὐθεῖαν, ἀλλʼ ἑνικὴν δοτικὴν μονοσύλλαβον, ὁμοίως τῷ «οἱ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην», καὶ δηλονότι δοτικὴν ἀντὶ γενικῆς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.

ἐγκλιτέον τὴν οι. ἔστι δὲ ἀντὶ τοῦ αὐτοῦ.

ἐλεφηράμενος: μετὰ παραλογίας βλάψας.

ἡ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσα βεβήκει: δεῖ οὖν καὶ τὰς ἐπικουρίας παραπεφυλαγμένως ποιεῖσθαι, ὅπως μὴ μᾶλλον, ὧν προϊστάμεθα, τούτους βλάψωμεν.

ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν: ἐτάχυνε τὴν ἀπαγγελίαν μιμούμενος ψόφον ἁρμάτων κλωμένων.

ἀμφὶς ὁδοῦ δραμέτην: τῆς προκειμένης ὁδοῦ χωρὶς ἔδραμον.

ἐλύσθη: συνερρύη, κατειλήθη, ὡς «λασίην ὑπὸ γαστέρʼ ἐλυσθείς».

θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι: ἡ ὀνοματοποιΐα τοῦ θρυλίχθη τὴν ταραχὴν τοῦ θραυσθέντος προσώπου δηλοῖ.

θαλερή: σύντονος καὶ μεγάλη.

παρατρέψας: νηφαλιωτάτη ἡ προσθήκη· τοῦτο γὰρ ἦν δεξιοῦ ἡνιόχου, τὸ μὴ ἐπενεχθῆναι τῷ συντετριμμένῳ δίφρῳ.

τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρείδης εἶχε ξανθὸς Μενέλαος:ἐπέκειτο τούτῳ Μενέλαος. εἰκότως δὲ τοῦτον τρίτον παρέλαβεν, οὗ καὶ τοὺς ἵππους κατονομασίας ἠξίωσεν.

ἔμβητον καὶ σφῶϊ: ὅτι ὑγιῶς κεῖται ἡ ἀντωνυμία χωρὶς τοῦ ν.

καὶ σφῶϊ: ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης, ὅπου καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι.

ἠθικὴ ἡ προσφώνησις καὶ συνήθης· καὶ γὰρ οἱ ἐν πολέμῳ καὶ ὀνόματα αὐτοῖς εἰώθασι τιθέναι διὰ τὸ μὴ ξενοφωνοῦντας ἵστασθαι.

τιταίνετον: ἀντὶ τοῦ τιταίνεσθε.

Τυδείδεω ἵπποισι δαΐφρονος—ἔθηκεν: ἀθετοῦνται οἱ δύο· πῶς γὰρ τὸ ἐκ τῆς Ἀθηνᾶς γενόμενον οἶδεν ὁ Ἀντίλοχος; καὶ τὸ Τυδείδεω ἵπποισι δῆλον ὅτι περὶ τοῦ Διομήδους ἐστὶν ὁ λόγος.

οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος—ἔθηκεν: τὴν ἐκ τῆς Ἀθηνᾶς βοήθειαν στοχάζεται ὡς οὐκ ἀσύνετος. καὶ Αἴας· «ἦ μʼ ἔβλαψε θεὰ πόδας, ἣ τὸ πάρος περ μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται».

ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μηδὲ λίπησθον, καρπαλίμως: τὸ ἑξῆς κιχάνετε καρπαλίμως. τὰ δὲ ἄλλα διὰ μέσου.

μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ: ὅτι σφῶϊν ὑμῖν ἢ ὑμῶν. ἄνω δὲ «ἔμβητον καὶ σφῶϊ, τιταίνετον» ἀντὶ τοῦ ἔμβητε ὑμεῖς.

μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ: αἰδοῖ καὶ φόβῳ διεγείρει αὐτούς.

οὐ σφῶϊν κομιδή: ἔν τισι «βιοτή». ἡ διπλῆ δὲ πρὸς τὸ σφῶϊν, ὅτι ὑμῖν.

αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον: ὅτι ἔδει ἀποκηδησάντων ὑμῶν. ἢ ἀποκηδήσαντε ἐγώ τε καὶ ὑμεῖς.

ἀποκηδήσαντε: ἀφροντιστήσαντες, ἀμελήσαντες.

ἐφομαρτεῖτον: Ἀρίσταρχος «ἐφωμαρτεῖτον».

διχῶς, καὶ «ἐφαμαρτεῖτον».

ὑποδδείσαντες: διὰ τοῦ ἑτέρου δ τὸ ὑποδδείσαντες.

στεῖνος: βαρυτονητέον τὸ στεῖνος, ἐπεὶ οὐδὲν οὐδέτερον ὄνομα εἰς ος λῆγον ὀξύνεται. οὕτως εἶχε καὶ τὸ μάκρος παρʼ Ἀριστοφάνει βαρυνόμενον καὶ μὴ ὁμοτονοῦν τῷ ὀξυνομένῳ ἀρσενικῷ. ἐπίσταται δὲ ὁ ποιητὴς καὶ τὴν δοτικήν· «στείνει ἐν αἰνοτάτῳ».

βαρυντέον τὸ στεῖνος, ὡς τὸ μάκρος παρὰ Ἀριστοφάνει· «ὦ Πόσειδον, τοῦ μάκρους».

ἄλλως· στεῖνος ὁδοῦ: τοῦτο γενικώτερον προέταξεν ὅτι ἦν στενὴ ἡ ὁδός, εἶτα ἐπάγει «ῥωχμὸς ἔην», ὅ ἐστι χάσμα ἐκ ῥύακος γενόμενον.

ἄλλως· στεῖνος ὁδοῦ κοίλης: στένωμα κοιλάδας ἔχον παρακειμένας.

ῥωχμὸς ἔην γαίης: ἔκρηξίς τις ἦν μικρὸν ἀνωτέρω τοῦ καμπτῆρος. ἐν δεξιᾷ ταύτης Μενέλαος ἤλαυνεν.

ῥωχμὸς: ὁ Ἡρωδιανὸς ἐν τῇ ἀρχῇ τοῦ ζʹ διὰ τοῦ γ φησὶ «ῥωγμός». ῥωχμὸς δέ ἐστι τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος.

ἐξέρρηξεν ὁδοῖο: Ἀττικῶς ἀντὶ τοῦ ὁδόν.

χῶρον ἅπαντα: Ἀριστοφάνης «χῶρον ἔνερθεν».

τῇ ῥʼ εἶχεν: Ἀρίσταρχος χωρὶς τοῦ τ «ᾗ ῥʼ εἶχεν».

τῇ ῥʼ εἶχεν: χωρὶς τοῦ τ «ᾗ ῥʼ εἶχεν». ἢ ὅπου, ὑπὸ τῇ στενῇ ὁδῷ.

ἁματροχιάς: δασέως τὴν ἄρχουσαν. ὀξύνεται δὲ ὁμοίως τῷ «φυταλιάς»

ἁματροχιάς: τὰς εἰς ταὐτὸ συνόδους τῶν τροχῶν.

παρατρέψας: ἐκ τῆς ὁδοῦ εἰς τὰς ῥωγάδας ἑαυτὸν δούς.

παρατρέψας: ἵνα παρελάσῃ τὸν ἐντὸς ἔχων δρόμον ὀρθότερον καὶ φθάσῃ ἐπὶ τὸν καμπτῆρα. ὁ δὲ Μενέλαος ἐξωτέρω τὸν ἀσφαλέστερον ἤλαυνε δρόμον.

παρακλίνας: ἐν ἄλλῳ «παρακλινθείς».

ἀφραδέως: ἀπείρως· οὐ γὰρ οἶδεν ὅτι κακουργεῖ.

ἄνεχε: ἄνω ἔχε, μὴ ἐπίκεισο.

τάχα δʼ εὐρυτέρῃ παρελάσσεις: «εὐρυτέρη παρελάσσαι». λείπει τὸ ἔσται· ὅταν παρέλθῃς τὸ στενόν, ἔσται ταχέως εὐρυτέρα, ὥστε παρελάσαι.

κύρσας: συρράξας, συμπεσών, συμβαλών.

ὡς οὐκ ἀΐοντι ἐοικώς: προσποιούμενος μὴ ἀκούειν.

δίσκου … κατωμαδίοιο: τοῦ κατὰ τοῦ ὤμου βαλλομένου· ἄνωθεν γὰρ αὐτὸν ῥίπτουσιν.

οὖρα ... πέλονται: πρὸς τὸ σχῆμα ὅτι οὖρα πέλονται καὶ οὐ πέλεται.

οὖρα: ὁρμήματα, ὡς «ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν».

αἱ δʼ ἠρώησαν: αἱ τοῦ Μενελάου.

αἱ δέ: «τοὶ δέ»· θήλεια γὰρ καὶ ἄρσην

ἠρώησαν: ὑπεχώρησαν.

ἔρρʼ ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι: ὅτι ἀκολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί· οὐ γὰρ φρόνιμος ὁ ἀδικῶν.

ὁ γὰρ ἀδικῶν οὐ λογισθήσεται φρόνιμος εἰκότως.

φάμεν: παρατατικός ἐστιν ἀντὶ τοῦ ἔφαμεν. Ἰωνικῶς οὖν ἀναγνωστέον τὴν φα συλλαβὴν ὀξύνοντας.

ἀτέμβονται νεότητος: στέρονται, ἐνδεεῖς εἰσι καὶ χρείαν ἔχοντες ἥβης.

ἀτέμβονται: στέρονται. οἱ δὲ Γλωσσογράφοι μέμφονται.

ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ:φιλικῶς ἄγαν· ἀγωνιᾷ γὰρ διὰ τὸν φίλον, καὶ διὰ τοῦτο εἰς τὴν περιωπὴν ἄνεισιν ὡς σκοπήσων, ὃ συμβαίνει.

ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ: καὶ πῶς ἐκτὸς ὄντας ἀγῶνος ὁ ἀγωνοθετῶν Ἀχιλλεὺς διαλύει ἴσως οὖν αἰσθόμενος διαπληκτιζομένων ἀναστὰς κωλύει. περιωπὴ δέ, ὅθεν ἔστι πάντας ἰδεῖν ἢ ὑπὸ πάντων ὁρᾶσθαι διὰ τὸ ὕψος.

τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος: χωρὶς ὄντος τοῦ ὁμοκλητῆρος, τουτέστι μακρὰν ἀπόντος τοῦ ἡνιόχου.

ὃς τὸ μὲν ἄλλο τόσον: ὅτι οὕτως εἴωθε λέγειν τὸ παρὰ μικρόν, ἀντὶ τοῦ «ὃς τὸ μὲν λοιπὸν σῶμα».

ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν: τόσον ἀντὶ τοῦ ὅλον· οὕτω γάρ φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα. οἱ δὲ Γλωσσογράφοι τόσον ἀντὶ τοῦ τὸ σῶμα. Χαμαιλέων δέ φησι τοὺς τοιούτους ἵππους ἀρίστους εἶναι.

σῆμʼ ἐτέτυκτο: οὕτως Ἰακῶς «σῆμα τέτυκτο» ὁ Ἀρίσταρχος.

ἠΰτε μήνη: ὅτι πάντων μήτηρ.

οἶος ἐγὼν … αὐγάζομαι: καὶ ταῦτα εἰωθότα ἐν τοῖς ἀγῶσι· θρύπτονται γὰρ ὡς ἀκριβέστερον θεώμενοί τινες καὶ ἐν ἤθει καταλαζονεύονται τῶν πολλῶν.

ἦε καὶ ὑμεῖς: τοῦτο ἠθικῶς.

παροίτεροι: πρὸς τὸ παροίτεροι, ὅτι τοπικῶς ἀντὶ τοῦ πρότεροι κατὰ τὸν δρόμον.

παροίτεροι: παρὰ τὸ πάρος καὶ πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ «μυχοίτατος». οἱ δὲ ἀπὸ τοῦ πάροιθεν τοπικοῦ.

κεῖσε: Ζηνόδοτος καὶ Ἀριστοφάνης «κεῖθι»· καὶ ἔστιν ἀναλογώτερον.

Ζηνόδοτος δὲ γράφει «κεῖθι».

αἳ κεῖσέ γε φέρτεραι ἦσαν: εἰς ἐκεῖνον τὸν τόπον πορευόμεναι. ἔστι δὲ ὡς τὸ «τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν» ἀντὶ τοῦ τηλόθι, καὶ «πεύθετο γὰρ Κύπρον δὲ».

ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσαςνῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν: ὑποστικτέον ἐπὶ τὸ βαλούσας, περισσεύοντος τοῦ ἐπιφερομένου συνδέσμου. ὁ δὲ λόγος· ἃς τὸ πρῶτον εἶδον καμπτούσας, νῦν οὐ δύναμαι ἰδεῖν.

τὰς πρῶτα ἴδον— νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν: καμπτούσας μὲν γὰρ αὐτὰς εἶδεν, οὐκέτι δὲ μετὰ τὸ κάμψαι· ἐκεῖ γὰρ αὐτὸς ἔπεσεν.

νῦν δʼ οὔ πῃ: οὕτως διὰ τοῦ η νῦν δʼ οὔ πῃ Ἀριστοφάνης.

νῦν δʼ οὔ πω δύναμαι ἰδέειν: περισσὸν τὸ πω· τὸ γὰρ πη τὴν εἰς τόπον δηλοῖ σχέσιν, οὐ τὸ πω.

παπταίνετον: αἱ Ἀριστάρχου «παπταίνεται».

ἦε: ἐρωτηματικῶς· διὸ προπερισπᾶται.

τὸν ἡνίοχον: τὸν ἱππέα.

καὶ οὐκ ἐτύχησεν ἑλίξας: ἀπέτυχε τοῦ ἑλίξαι καὶ συστρέψαι τοὺς ἵππους.

σύν θʼ ἅρματα: γράφεται «κατά θʼ ἅρματα».

ἐξηρώησαν: ἔξω ὥρμησαν τοῦ δρόμου κουφισθεῖσαι τοῦ ἡνιόχου.

Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει:ἀθετεῖται, ὅτι τὸ ἐπεξηγεῖσθαι ποιητικόν, οὐχ ἡρωϊκοῦ προσώπου. ἄλλως· ἀθετεῖται ὡς ληρώδης. ἢ πρὸς τῷ τέλει τῆς ποιήσεως γεγονὼς διασαφεῖν ἐθέλει τὸν προγνωσθέντα Διομήδην;

Ἰδομενεῦ, τί πάρος λαβρεύεαι: πρόγλωσσος ἀεὶ καὶ θρασὺς Αἴας καὶ νῦν τὸ ἴδιον νόσημα φυσικῶς ἑτέρῳ ἐπιτίθησι· διὸ ἐπὶ τῆς γλώσσης κολάζεται νῦν τε καὶ ἐν τῷ ναυαγίῳ

λαβρεύεαι: λάβρως καὶ οὐ μετʼ ἐπιστάσεως λαλεῖς.

πολέος πεδίοιο δίενται: ὅτι διὰ πολλοῦ πεδίου.

δίωνται: ὡς λάβωνται. εἴπομεν δὲ ἤδη ὡς ἔστι καὶ δίω βαρυνόμενον, ὃ σημαίνοι ἂν τὸ διώκω· ἔνθεν τὸ «τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον» καὶ τὸ «κνώδαλον, ὅττι δίοιτο»· καὶ περισπώμενον, ἔνθεν τὸ δίημι ἐγένετο, παρʼ ὃ τὸ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ τὸ «αὔτως ἐνδίεσαν».

δίενται: ἐλαύνονται.

οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον:ἀγροικώδης μὲν ἡ λοιδορία, ἀλλὰ μιμεῖται διαθέσεις θεατῶν· δέδοκται γὰρ τῷ ποιητῇ πᾶν εἶδος κινεῖν πρὸς ψυχαγωγίαν.

οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε:οὔτε ἔκδηλον καὶ πολὺ ὁ ὀφθαλμός σου ὁρᾷ. ὀξύτατον δέ, ὅτι τμητική ἐστιν ἡ θέα τοῦ ὑποκειμένου ἀέρος.

μύθοις λαβρεύεαι: ἐμφαντικῶς μετήνεγκεν ἀπὸ τῶν λάβρως ἐσθιόντων.

ἄλλως· οὐδέ τί σε χρή: ἀπὸ κοινοῦ τὸ λαβρεύεσθαι· ὃ μὴ νοήσας τις προσέθηκε τὸν ἑξῆς στίχον

λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι: ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· πρόκειται γὰρ τὸ «ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι». καὶ τὸ πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι οὐ δεόντως ἐπιλέγεται· οὐ γὰρ ἀμεινόνων ἔργον τὸ λαβρεύεσθαι.

πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι: εἰς τὸ λαβρεύεσθαι. τινὲς δὲ «οὔτε τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε», πάρα γὰρ καὶ ἀμείνονες. καὶ πῶς δύναται ὑπερθετικῷ ἐπῆχθαι συγκριτικόν;

πάρα: τὸ πάρα ἀντὶ τοῦ πάρεισι· διὸ τὴν πρώτην ὀξυτονητέον, ὁμοίως τῷ «πάρα δʼ ἀνήρ, ὃς καταθήσει».

παροίτεραι: ὅτι ἐπὶ τόπου ἀντὶ τοῦ πρῶται.

τοπικῶς.

αἳ τὸ πάρος περ: πάρος χρονικῶς.

εὔληρα: ὅτι ἅπαξ τὰς ἡνίας οὕτως κέκληκεν ἐνταῦθα.

εὔληρα: ἅπαξ χρῆται τῇ λέξει. ὁ δὲ Παριανὸς φησὶ καὶ ἐπὶ ἱματίων καὶ δεσμῶν τίθεσθαι τὴν λέξιν. ἔστι δὲ παρὰ τὸ εἰλῶ εἴληρα καὶ εὔληρα. δηλοῖ δὲ τὰ ἡνία.

νείκει ἄριστε: Ἀρίσταρχος «νεῖκος ἄριστε», ὡς «εἶδος ἄριστε».

κακοφραδές: κακὰ ἐπιλογιζόμενε.

δεῦρό νυν: ὅτι ἀντὶ τοῦ ἄγε τὸ δεῦρο.

δεῦρό νυν: δεῦρο καὶ εἰς τοῦτον τὸν τόπον, «ἢ δεῦρο μὲν ἕποντο». καὶ ἐγκελευστικῶς, «δεῦρʼ ἄγʼ ἰών».

δεῦρό νυν ἢ τρίποδος περιδώμεθον: ἐνθάδε τὸ νῦν συσταλτέον διὰ τὸ μέτρον. τὸ δὲ περιδώμεθον ἐστὶν ἕν, ἐπεὶ δηλοῖ τὸ συνθήκας ποιησώμεθα.

συσταλτέον δὲ ἐνθάδε τὸ νῦν διὰ τὸ μέτρον.

τρίποδος περιδώμεθα: συνθώμεθα. καὶ λείπει ἡ περί, περὶ τρίποδος.

ἵστορα: ὅτι ἀντὶ τοῦ μάρτυρα, οἷον συνθηκοφύλακα.

ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων:ὁ νοῦς «ἵνα τὸ ἐπιτίμιον διδοὺς γνῷς, ὁπότεραί εἰσιν ἵπποι πρότεραι».

ἵνα γνῷς, φησίν, ἀποδιδοὺς καὶ ζημιούμενος, ὁποῖαι πρῶται ἵπποι.

γνώῃς, πότεροι ἵπποι πρῶτοι.

καὶ νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετο: εἰς τοὔμπροσθεν ἂν διέβη τὰ τῆς ἔριδος.

εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο: ὡς ἀγωνοθέτης γὰρ προΐσταται τῆς εὐκοσμίας.

καὶ φάτο μῦθον: ἐν ἄλλῳ «καὶ κατέρυκε».

κακοῖς: ἄμεινον ἀντʼ αὐτοῦ γράφειν «ἄναξ»· προεῖπε γὰρ «χαλεποῖσιν».

τότε δὲ γνώσεσθε: τοιοῦτοι καὶ ἐν τοῖς νῦν ἀγῶσί τινες πρεσβυτικοὶ καὶ εὐσταθεῖς θεαταί, μηδὲν πρὸ τοῦ καιροῦ προλαμβάνειν ἀξιοῦντες.

μάστι: ἀπὸ τῆς μάστιος Ἰωνικῶς ὡς «Θέτι», καὶ «μάστιν βάλε» φησίν.

κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων τὴν μάστιγα ἐπαίρων, ὡς τὸ «δίσκου ... κατωμαδίοιο».

ὑψόσʼ ἀειρέσθην· τοῦτο πρὸς τὸ γαῦρον καὶ εὔρυθμον τῶν ποδῶν.

πρήσσοντε κέλευθον: κατεχρήσατο.

αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον: ἡνίοχον τὸν Διομήδην, ὡς «θρασὺν ἡνίοχον φορέοντες Ἕκτορα». τί οὖν ἄτοπον, εἰ τοὺς ἡνιόχους καὶ «ἱππῆας» ἐν τῇ Λ καλεῖ; ἔστι δὲ τὸ αἰεί ὡς τὸ «αἰεὶ δὲ πυραὶ νεκύων καίοντο».

ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον: διὰ τῆς πολυτελείας θαυμαστὴν δείκνυσι τὴν θέαν. ἐψύχωσε δὲ αὐτά, ὡς καὶ αὐτῶν ὁρμώντων αὐτοκινήτως.

ἐπέτρεχον: ὅτι τὰ ἅρματα ἐπέτρεχον καὶ οὐκ ἐπέτρεχεν. οὕτως δὲ διὰ τοῦ ο.

οὐδέ τι πολλή γίνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν: ὡς μὴ πάνυ χαράσσειν τὴν γῆν. μέτρον δὲ ἔχουσα ἡ ὑπερβολὴ πιστεύεται.

μετὰ τάχους γὰρ διαβαίνοντες οἱ τροχοὶ οὐ πάνυ τὴν γῆν ἐχάρασσον.

ἐν λεπτῇ κονίῃ: μᾶλλον ἐμφαίνει τὴν κουφότητα.

πετέσθην: ἐν ἄλλῳ «πέτεσθον».

στῆ: ἀντὶ τοῦ τοῦ δρόμου ἐπαύσατο.

ἀγῶνι: τῷ ἀθροίσματι.

δίφροιο ... παμφανόωντος: ὅτι τοῦτο διακρίνει τὴν ἐν ἄλλοις ἀμφιβολίαν, «ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα»· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα.

ὥστε καὶ ἐκεῖ τὸ «παμφανόωντα» τῶν ἁρμάτων ἐπίθετον.

οὐδʼ ἐμάτησεν: οὐ μάταιον ἡγήσατο τὸ λαβεῖν τὸ ἆθλον, ἐξ οὗ τὸ οὐκ ἠφροντίστησεν, ἀφʼ οὗ τὸ οὐκ ἠμέλησε νοητέον.

δῶκε δʼ ἄγειν—γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν: πρὸς τὴν διαφορὰν τοῦ ἄγειν καὶ φέρειν

ὅτι διεσάφησε τὸ ἄγειν πρὸς τὸ φέρειν.

Ἀντίλοχος Νηλήϊος: ὅτι ἀπὸ τοῦ προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεύς, τοῦ Ποσειδῶνος.

Ἀντίλοχος Νηλήϊος: ἀπὸ πάππου· Νηλεὺς γὰρ θεοῦ. τὸ οὖν «ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο» Ἀγαμέμνονος, οὐκ Ὀρέστου, καὶ τὸ «μέγʼ ἄρισται ἔσαν Φηρητιάδαο» τοῦ Ἀδμήτου.

ἤλασεν ἵππους, κέρδεσιν, οὔ τι τάχει γε παραφθάμενος Μενέλαον: βραχὺ διασταλτέον ἐπὶ τὸ ἵππους πρὸς τὸ σαφέστερον.

κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον:Ἀντίλοχος μὲν διδαχθεὶς ἐκ Ποσειδῶνος παρατρέχει, ὁ δὲ ταχεῖς ἵππους ἔχων μέλλει παραδραμεῖν.

ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται— θέοντος: προσφυεστάτῃ εἰκόνι χρῆται· τὰ γὰρ διαστήματα τῶν ἁρμάτων ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα.

προσφυεστάτη ἡ εἰκών· χρῆται γὰρ τοῖς διαστήμασι τῶν ἁρμάτων, καὶ ἀπὸ τῆς ὁμοίας χρείας δέχεται τὴν εἰκόνα.

ἕλκῃσιν πεδίοιο: ὅτι διὰ πεδίου.

ὁ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλή χώρη μεσσηγύς: ὅσον γὰρ διαβαίνει ὁ ἵππος τρέχων, τοσοῦτον ἕπεται ὁ τροχός.

πεδίοιο θέοντος: ὅτι διὰ πεδίου.

λείπει ἡ διά.

δίσκουρα: σημειοῦνταί τινες, ὅτι ἃ ἄνω εἶπε «δίσκου οὖρα», νῦν συνθέτως δίσκουρα.

δίσκουρα: Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς «λίπουρα». καὶ Ἀρίσταρχος δέ φησιν· «ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν “ὅσσα δὲ δίσκου οὖρα”, τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν». κἀγὼ δὲ συγκατατίθεμαι.

δίσκουρα: τινὲς δύο μέρη κατὰ συναλιφήν, ἐπειδή φησιν «ὅσσα δὲ δίσκου οὖρα»· ἄμεινον δὲ τὸ σύνθετον. καὶ γὰρ ἀπὸ τῶν κατὰ τοῦ ὤμου φησὶ «κατωμαδίοιο».

ὀφέλλετο γὰρ μένος ἠΰ: ὡς τὸ «τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄφελλεν».

οὐδʼ ἀμφήριστον ἔθηκεν: ὅτι Ζηνόδοτος γράφει «ἢ ἀμφήριστον ἔθηκεν», οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος διὰ δὲ τούτου βούλεται λέγειν «οὐδʼ ὅλως ἀμφήριστον».

λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν: τὴν ἔκτασιν, ὡς τὸ «ἐρωήσει περὶ δουρί».

ἔκτασιν καὶ ὁρμὴν δόρατος πορευομένου.

ἤκιστος: ὅτι τὸ ἤκιστος τῶν ἅπαξ εἰρημένων ἐστί. γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. ἔστι δὲ ἐναντίον τὸ ἥκιστα τῷ μάλιστα.

ἤκιστος: παρὰ τῷ ποιητῇ τὸ ἤκιστος ψιλοῦται καὶ δηλοῖ τὸ ἐλάσσων, παρὰ δὲ Ἀττικοῖς δασύνεται καὶ σημαίνει τὸ οὐδʼ ὅλως.

ἤκιστος: παρὰ τὸ ἦκα, ὃ δηλοῖ τὸ ἡσυχῆ· ἀφʼ οὗ καὶ τὸ ἥκιστα, ὃ ἐναντίον ἐστὶ τῷ μάλιστα. οἱ δὲ παρὰ τὸ ἔχω, ὅ ἐστιν ἐπέχω. τινὲς δὲ ἀπὸ τοῦ ἧσσον, ἀμαθῶς.

ἕλκων ἅρματα καλά, ἐλαύνων πρόσσοθεν ἵππους: οὕτως ἐλαύνων πρόσσοθεν. κατεαγότος δὲ τοῦ δίφρου ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν ἀγωγέων περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐχένα καὶ τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον καὶ οὐ κυρίως. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει «ἐλαύνων ὠκέας ἵππους», ὡς ἡνιοχοῦντος αὐτοῦ. συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, τὰς πλευρὰς τῶν ἵππων τύπτων. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ καλά πρὸς τὸ σαφέστερον. τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ συνεστάλη τὸ ω εἰς τὸ ο.

ἐλαύνων πρόσσοθεν ἵππους: τῶν ἔμπροσθεν αὐτοὺς ἕλκων, ὅ ἐστι διὰ τῶν ἀγωγέων αὐτοὺς ἕλκων, καὶ τῇ μάστιγι τοὺς αὐχένας τύπτων.

πρόσσοθεν: συστολή ἐστι τοῦ πρόσωθεν καὶ ὁ αὐτὸς τόνος.

συγκέκοπται δὲ ἀπὸ τοῦ πρόσσωθεν, τὸν δὲ τόνον ἐφύλαξεν,

λοῖσθος ἀνὴρ ὤριστος—δῶμεν ἀέθλιον: διδάσκει τοὺς παρὰ τὴν ἀξίαν ἀτυχοῦντας ἐλεεῖν καὶ μὴ τῆς ἀρετῆς ἐᾶν ὑπερτερεῖν τὴν τύχην· ἄλλως τε καὶ Θεσσαλὸς ὁ Εὔμηλος.

δεύτερʼ, ἀτὰρ τὰ πρῶτα φερέσθω Τυδέος υἱός: ἵνα μὴ δοκῇ ὕπουλος εἶναι Διομήδει διὰ τὴν ὑποψίαν τὴν φθάσασαν ἐγγενέσθαι αὐτοῖς. καὶ ἐν τῇ πρὸς Αἴαντα μάχῃ, τοῦ πλήθους ἐπίσης ἀπαλλάξαντος αὐτούς δίδωσι τὸ ξίφος αὐτῷ

δεύτερα: φιλτάτῳ γὰρ ὄντι Ἀντιλόχῳ οὐκ οἴεται λύπην παρέξειν ἐν τούτῳ.

δεύτερʼ· ἀτὰρ—υἱός: ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ· «τὰ τρίτα δʼ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος». χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικόν, ἔτι καὶ πρὸς οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως.

τινὲς δὲ τῶν ἀντιγράφων καὶ τούτους τοὺς εὐτελεῖς φασὶ δύο στίχους· «τέτρατα ξανθὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος».

ὡς ἐκέλευε: ἐν ἄλλῳ «ἠδὲ κέλευον».

ἐπῄνησαν γὰρ Ἀχαιοί: ἐν ἄλλῳ «ἐπῄνησαν γὰρ οἱ ἄλλοι».

ὦ Ἀχιλεῦ, μάλα τοι κεχολώσομαι, αἴ κε τελέσσῃς: Νέστορος υἱός ἐστιν λέγειν τε καὶ πρᾶξαι δυνατός· τὸ μὲν γὰρ κεχολώσομαι ἁπλουστάτης διαθέσεώς ἐστι καὶ φιλεταιρίας, τὸν δὲ Μενέλαον ἠπιότητι νικᾷ. καὶ μεμίμηται νέου χρηστὸν τρόπον ὁ ποιητής.

κεχολώσομαι: σημειοῦνταί τινες, ὅτι ἀντὶ τοῦ μηνίσω.

μέλλεις: ὅτι ἀντὶ τοῦ ἔοικας.

ἀλλʼ ὤφελεν ἀθανάτοισιν εὔχεσθαι: ἐναντιώσει οὖν τοῖς θεοῖς, εἰ ὃ ἀφῄρηνται ἐκεῖνοι, αὐτὸς δώσεις.

φίλος: οὕτως διὰ τοῦ ς φίλος πᾶσαι εἶχον.

φίλον: «φίλος» ὀφείλει.

ἔστι τοι ἐν κλισίῃ χρυσὸς πολύς, ἔστι δὲ χαλκός:ἐπαγγελτικῶς τὸ ἔστι· διὸ ὀξέως.

τῶν οἱ ἔπειτʼ ἀνελὼν δόμεναι καὶ μεῖζον ἄεθλον ἠὲ καὶ αὐτίκα νῦν: ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας».

μεῖζον ἄεθλον: οὐδετέρως. εἴωθε δὲ καὶ ἀρσενικῶς λέγειν ὁ ποιητής.

χαίρων Ἀντιλόχῳ: λείπει ἡ ἐπί. ὅσῳ δὲ διατέταται πρὸς αὐτόν, τοσούτῳ πλέον δέδεικται τὸ γνήσιον τῆς εἰς αὐτὸν ἑταιρίας, καὶ οὐκ ἀναβάλλεται τὸ δῶρον

εἰ μὲν δή με κελεύεις οἴκοθεν ἄλλο Εὐμήλῳ ἐπιδοῦναι, ἐγὼ δέ κε καὶ τὸ τελέσσω: ὑποστικτέον μετὰ τὸ ἐπιδοῦναι, τοῦ ἑπομένου συνδέσμου περιττεύοντος.

ᾧ ΠΕΡΙ χεῦμα … ἀμφιδεδίνηται: εἰσὶν οἳ ἀνέστρεψαν τὴν περί. ὁ μέντοι Ἀσκαλωνίτης καὶ οἱ πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναστρέφουσιν.

ἴσως οὖν περισσεύει ἡ περί· διὸ οὐκ ἀναστρεπτέον αὐτήν.

ᾧ περὶ χεῦμα φαεινοῦ κασσιτέροιο ἀμφιδεδίνηται: ἐδήλωσε τὸν ἐκκεχυμένον τε καὶ πεπηγμένον τῷ θώρακι κασσίτερον.

θυμὸν ἀχεύων: οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος οὖν ἐστι περὶ τὴν νίκην. ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωϊκὴν ἁπλότητα πανουργήσαντι. καὶ Ἀχιλλεὺς «ἐκ γὰρ δή μʼ ἀπάτησε καὶ ἤλιτεν».

χειρὶ σκῆπτρον ἔθηκε: πρὸς τοὺς δημηγοροῦντας ὅτι σκῆπτρα ἔλαβον.

χειρὶ σκῆπτρον ἔθηκε: σκῆπτρον δέχεται διὰ τὸ μέλλειν δημηγορεῖν, «σκῆπτρον δέ οἱ ἔμβαλε χειρί κῆρυξ Πεισήνωρ». ὁ δὲ Ἀντίλοχος πρὸς μόνον Μενέλαον διαλέγεται

χειρί: γράφεται «χερσί».

πρόσθεν πεπνυμένε: φρόνιμον αὐτὸν εἰπὼν ἔδειξεν ὡς ἑκὼν ἥμαρτεν. οὕτω δὲ καὶ τὸ ἔγκλημα μεῖζον ἀποφανεῖται.

οἵ τοι πολὺ χείρονες ἦσαν: οἱ Ἀντιλόχου.

ἐς μέσον ἀμφοτέροισι δικάσσατε: ὅτι οὐκ εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί· διὸ ἐπιφέρει μηδʼ ἐπʼ ἀρωγῇ.

ἐς μέσον … δικάσσατε: μέσοι γένεσθε, μὴ ἑτεροβαρεῖς.

ἄλλως· ἐς μέσον ... δικάσσατε: ἐξ ἴσου, καὶ ἐκ παραλλήλου ἐπιφέρει μηδʼ ἐπʼ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὑτῷ καταχαρίσασθαι ἀξιοῖ, ἵνα μὴ δόξῃ διὰ τὸ ἀξίωμα.

ἐξ ἴσου, ἐκ παραλλήλου, μὴ ἑτεροβαρῶς. καὶ ἐπιφέρει μηδʼ ἐπʼ ἀρωγῇ. καὶ ἔστιν ἡ διάνοια θαρροῦντος τῷ δικαίῳ· οὐδένα γὰρ αὑτῷ διὰ τὸ ἀξίωμα καταχαρίσασθαι ἀξιοῖ.

ψεύδεσσι: ὡς ψεύσμασιν.

αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι ἄλλον ἐπιπλήξειν Δαναῶν: ἔδειξεν ὅτι τῷ εἰς ὅρκον προκαλουμένῳ οὐκέτι δεῖ ἀπώσασθαι ἱκέτην.

Ἀντίλοχʼ, αἲ δʼ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί: ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ.

Ἀντίλοχʼ, εἰ δʼ ἄγε δεῦρο, διοτρεφές, ἣ θέμις ἐστί: ὁ στίχος περισσός. ἀλλά φασι «θωπεύει Νέστορα». ἀλλʼ οὐ πρέπει τῷ φλεγμαίνοντι θωπεῦσαι.

διοτρεφές: περισσὸν τὸ ἐπίθετον, ὡς «δῖον Ἀλέξανδρον», «Ἀνδρομάχη λευκώλενος», «ὄρσεο, κυλλοπόδιον».

στὰς ἵππων προπάροιθε καὶ ἅρματος, αὐτὰρ ἱμάσθλην χερσὶν ἔχε ῥαδινὴν—πεδῆσαι: διαστολαὶ ἐπὶ τὸ ἅρματος, ἔλαυνες καὶ ἁψάμενος· μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι ἤρτηται ὁ λόγος.

ῥαδινήν: λεπτήν, ἐπιμήκη.

ὄμνυθι: εἰκότως ἐπὶ ὅρκον καταφεύγει· οὐ γὰρ ἐπὶ τοῦ πλήθους γενομένης τῆς ἐπιθέσεως οὐδʼ ὄντων μαρτύρων, ἐπὶ τὸ συνειδὸς ἔρχεται τοῦ Ἀντιλόχου.

ἄνσχεο: ἐν ἄλλῳ «ἴσχεο».

ἄνσχεο: οὕτως Ἀρίσταρχος. ὁ δὲ Σιδώνιος διὰ δύο σσ, ὡς τὸ «καδδραθέτην».

ὑπερβασίαι: αἱ παραβάσεις τοῦ δέοντος. ἔγνω δὲ ὡς οἱ εἴκοντες νικῶσι τοὺς φίλους. τὸ δὲ συγγνώμην δεχόμενον εἰς ἀπολογίαν φέρει, τὴν ἡλικίαν.

κραιπνότερος μὲν γάρ τε νόος, λεπτὴ δέ τε μῆτις:ὀξύτερος κατὰ κίνησιν καὶ πρᾶξιν, ἡ δὲ βουλὴ ἀσθενής.

ἵππον δέ τοι αὐτός δώσω: φιλοτίμως τὴν μὲν νίκην προσποιεῖται, τοῦ δὲ ἄθλου φησὶν ἐξίστασθαι ἑκών· ὁ γὰρ λέγων αὐτός δώσω κατασκευάζει ὅτι ἐμὴν οὖσαν λήψῃ αὐτήν, οὐκ ἐκ μέσου ἀλλὰ παρʼ ἐμοῦ. τούτῳ συνᾴδει καὶ τὸ «εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἐπαιτήσειας»· διὰ γὰρ τοῦ «ἄλλο» διδάσκει ὅτι καὶ τοῦτο οἴκοθέν ἐστι καὶ ἤδη ἐμὸν ἴδιον.

εἰ καί νύ κεν οἴκοθεν ἄλλο μεῖζον ἀπαιτήσειας, ἄφαρ κέ τοι αὐτίκα δοῦναι βουλοίμην: ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας

μεῖζον ἐπαιτήσειας: ἐπὶ τῷ ἵππῳ αἰτήσειας μεῖζόν τι.

διοτρεφές: θεραπευτικῶς ἀγαθὸν καὶ θεοφιλῆ αὐτὸν καὶ ἰσόθεον ἀποδείκνυσι· πρὸς μὲν οὖν Ἀχιλλέα τῇ δικαιολογικῇ στάσει ἐχρήσατο, νῦν δὲ τῇ παρορμητικῇ, ἀφιστάμενος μὲν τοῦ δικαιολογεῖν, θεραπείᾳ δὲ καὶ τιμῇ ὁμιλητικῶς ἀνακτώμενος.

ἐκ θυμοῦ πεσέειν: πιθανῶς τὴν ἔχθραν ἔκπτωσιν τῆς φιλίας φησίν.

καὶ ἵππον ἄγων: ἠθικὸν τὸ αὐτοχειρὶ ἄγοντα παραδοῦναι

θυμός ἰάνθη: ἐπὶ τῇ τιμῇ.

ἰάνθη ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση: καὶ οἱ γεωργοὶ μεταφέροντες γελᾶν τὰ φυτὰ καὶ ἱλαρὰ εἶναι λέγουσιν.

ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση: ὥσπερ τὸ λήϊον περιχυθὲν τῇ δρόσῳ φαιδρύνεται, ἐκ τῆς πρωϊνῆς στυγνότητος μεταβαῖνον.

ὅτε φρίσσουσιν ἄρουραι: ὅτε τελειοῦνται οἱ στάχυες· τότε γὰρ φανερὰ γίνεται ἡ δρόσος, οὐχ ὅτε εἰσὶ ταπεινοί. ἢ ὅτε ὀρθοῦνται ἢ κινοῦνται.

φρίσσουσιν ἄρουραι: ἀντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς στάχυας.

ὣς ἄρα σοι, Μενέλαε, μετὰ φρεσὶ θυμὸς ἰάνθη:ἔστι δὲ καὶ πρὸς πολεμίους πρᾷος Μενέλαος

χωόμενος, ἐπεὶ οὔ τι παρήορος: ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων αὐτάς. καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος.

ἀεσίφρων: ἀνεμώλια φρονῶν· ἢ βλαψίφρων.

ματαιόφρων, δολιόφρων· ἢ βλαψίφρων.

νεοίη: ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ τοῦ νεότης.

νεοίη: οἱ περὶ Ἀντίμαχον «νόημα» γράφουσι.

νεοίη: νεότης. οἱ δὲ περὶ Ἀντίμαχον γράφουσι «νόημα».

νεοίη: νεοίη ὡς «ὁμοίη». οἱ μέντοι μετʼ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεόειαν λέγουσι. περὶ δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ Προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει.

δεύτερον αὖτʼ ἀλέασθαι ἀμείνονας ἠπεροπεύειν:δείκνυσιν ὡς σκαιοῦ μὲν τὸ μὴ συγγνῶναι καθάπαξ ἁμαρτάνοντι, ἀσθενοῦς δὲ τὸ πολλάκις.

δεύτερον: γράφεται «ὕστερον».

σός τε πατὴρ ἀγαθὸς καὶ ἀδελφεὸς εἵνεκʼ ἐμεῖο:διὰ τούτου καὶ τὴν πρὸς ἅπαντας ὁμολογεῖ χάριν.

δώσω ἐμήν περ ἐοῦσαν: ἄκρως ἐλέγχει Ὅμηρος τὰς φύσεις τῶν ἀνθρώπων ὅτι καὶ νέοις καὶ πρεσβυτέροις ἐνέστακται τὸ φιλότιμον· ὅρα γάρ, μεθʼ ὅσους λόγους ἀντιποιεῖται τῆς νίκης, παραχωρεῖν δὲ τοῦ ἰδίου ἄθλου φησὶν ἑκών.

Νοήμονι δῶκεν ἑταίρῳ: Νοήμονι ὄνομα κύριον, ὃ καὶ ἐν Ὀδυσσείᾳ· «υἱὸς Φρονίοιο Νοήμων». δεῖ δὲ τοιοῦτον εἶναι τὸν Ἀντιλόχου ἑταῖρον.

ἀμφίθετος φιάλη: τὴν Νέστορι δῶκεν Ἀχιλλεύς:πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα. καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. βέλτιον δὲ στίζειν ἐπὶ τὸ φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεύς ἀντὶ τοῦ ταύτην.

τὴν Νέστορι δῶκεν Ἀχιλλεύς: ἀγαθός ἐστι νομοθέτης ἀξιῶν καὶ φρονήσεως ἆθλα τίθεσθαι. παρʼ Ὁμήρου τοίνυν διδαχθεὶς Ἰσοκράτης ἐπιτιμᾷ τοῖς μὴ τιθεῖσιν ἆθλα συνέσεως. ὥσπερ δὲ τὸν βασιλέα οὕτω καὶ τὸν συνετὸν ἀκονιτὶ στεφανοῖ.

φέρων: ηὔξησε τὴν φιλοτιμίαν οὐ διὰ θεράποντος διδούς.

Πατρόκλοιο τάφου: τῆς ταφῆς, ὡς ἕσπερον καὶ «πύλον» ἢ τοῦ ἐπιταφίου, ὡς «ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα».

οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις: ὅτι προτάσσει τὴν πυγμὴν ὡς καὶ ἐν Ὀδυσσείᾳ· «οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί». ὁ αὐτὸς ἄρα ποιητής.

ἐνδύσεαι: Ἀρίσταρχος «ἐσδύσεαι».

οὕτως «ἐσδύσεαι» σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος τῇ ἔν ἀντὶ τῆς εἴς κέχρηται.

ἐπείγει: γράφεται καὶ «ὀπάζει» καὶ «ἱκάνει» καὶ «ἔπεισι».

χαίρων: ἐπὶ τῇ τιμῇ δηλονότι.

ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες:εἰπόντος Ἀχιλλέως «οὐ γὰρ πύξ γε μαχήσεαι» ἠθικῶς φησιν ὅτι ἀληθῶς λέγεις· οὐ διʼ ἄλλο ἢ τὸ γῆρας.

οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα, φίλος, πόδες οὐδέ τι χεῖρες: ὅτι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν προτάξας· καὶ ὅτι ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ φίλος, ὅτι — ὡς εἴρηται — ἐπεξηγεῖται τὰ γυῖα ὅτι πόδες καὶ χεῖρες.

οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα … πόδες οὐδʼ ἔτι χεῖρες: ἐξηγεῖται, τί ἐστι γυῖα.

οὐ γὰρ ἔτʼ ἔμπεδα—ἐπαΐσσονται ἐλαφραί: ὅταν γὰρ ἐξασθενήσῃ τὸ κινοῦν πνεῦμα, βαρέα γίνεται τὰ μέλη.

ὡς ὁπότε κρείοντʼ Ἀμαρυγκέα θάπτον Ἐπειοί: ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ.

ὡς ὁπότε κρείοντʼ—Ἐπειοί: ἀεὶ οἰκείοις παραδείγμασι χρῆται· ὅταν μὲν γάρ τινα ἐπὶ μονομάχιον ἐξαναστῆσαι θέλῃ, τὰ περὶ Ἐρευθαλίωνα λέγει, ὅταν δὲ Ἀχιλλέα ἐπὶ τὴν μάχην, τὰ περὶ τὸν Ἠλειακὸν πόλεμον· καὶ ἐν τοῖς ἐπὶ Πατρόκλῳ ἄθλοις παλαιοῦ ἐπιταφίου μέμνηται ἀγῶνος.

παῖδες δʼ ἔθεσαν βασιλῆος ἄεθλα: ἢ περὶ βασιλέως, ἢ οἱ τοῦ βασιλέως παῖδες.

οὔτʼ Αἰτωλῶν: τινὲς τῶν Ἠλείων ἀπὸ Ὀξύλου. ψευδὲς δέ· οὐ γὰρ ἐπὶ Νέστορος ἡ κάθοδος, τῶν «Ἐπειῶν» τοὺς Ἠλείους δηλοῖ, «Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί». Αἰτωλῶν δὲ τῶν ἀσπαζομένων· φησὶ γοῦν· «Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον».

πὺξ μὲν ἐνίκησα Κλυτομήδεα— Ἀγκαῖον δὲ πάλῃ: ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμάτων.

Κλυτομήδεα: οἰκεῖον πύκτῃ τὸ ὄνομα· δεῖ γὰρ αὐτὸν μηχανᾶσθαι.

Ἀγκαῖον δὲ πάλῃ ΠΛΕΥΡΩΝΙΟΝ, ὅς μοι ἀνέστη: παρὰ τὸ «ἀγκὰς ἀλλήλων λαβέτην». μεγάλας γὰρ εἶχε χεῖρας. ἴσως δὲ καὶ παρὰ τὰς πλευρὰς ΠΛΕΥΡΩΝΙΟΣ. ἴσως δὲ ἀπὸ τῆς θέας ἀναστὰς ἠγωνίσατο τοῦ κήρυκος βοήσαντος. καὶ ἐν Ὀδυσσείᾳ· «μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ».

πάλῃ: Ἀρίσταρχος σὺν τῷ ν «πάλην».

ὅς μοι ἀνέστη: πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον.

Ἴφικλον: παρὰ τὸ ἰφίκωλός τις εἶναι. ἴσως δὲ τὸν Φυλακίδην φησίν

Φυλῆα: τὸν Αὐγέου φησὶν ἴσως υἱόν. ἄκραν δὲ εὐεξίαν σώματος ἔχει, εἴγε τὰ κοῦφά τε ἅμα καὶ τὰ βαρέα νικᾷ.

οἴοισιν μʼ ἵπποισι παρήλασαν Ἀκτορίωνε πλήθει πρόσθε βαλόντες—μάστιγι κέλευεν: σεσημείωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γάρ, τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες, καὶ ὁποῖοί τινες ἦσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπʼ αὐτῶν οἱ δʼ ἄρʼ ἔσαν δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος καὶ τί τὸ τῆς νίκης αἴτιον. — Ἀντίδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν ἁρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθετοῦντας· διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τοῦτʼ ἔστι τὸ πλήθει πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις· οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν σαφηνίζεσθαι ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοί· καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες

ἀγασσάμενοι: ἔν τισι διὰ τοῦ ω «ἀγασσαμένω».

οὕνεκα δὴ τὰ μέγιστα παρʼ αὐτόφι λείπετʼ ἄεθλα: συναπτέον τοῖς ἡγουμένοις τοῦτον τὸν στίχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ μέγιστα ἆθλα παρʼ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. οὕτως δὲ παρʼ αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρʼ αὐτοῖς.

παρʼ αὐτόφι: παρʼ αὐτοῖς.

δίδυμοι: συμφυεῖς, ὡς Ἀρίσταρχος· οὐκ ἔστι δέ.

ἀντὶ τοῦ συμφυεῖς καὶ ἅμα γεγενημένοι.

ἔμπεδον ἡνιόχευε: πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ

ἔμπεδον ἡνιόχευε: ἀντὶ τοῦ ἑδραίως καὶ ἀσφαλῶς. πολλὴν δὲ ἔχει ἡ ἐπανάληψις ἔμφασιν.

ἔον: ἀπὸ τοῦ ἔω.

ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι: ὅτι τὰ καθʼ ἡλικίαν ἀεὶ ποιεῖν ἁρμόζει.

νομοθετεῖ καθʼ ἡλικίαν ἀεὶ ποιεῖν καὶ μὴ ὑπὲρ ὅ τις δύναται σπεύδειν φαίνεσθαι.

ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ: ὅτι ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν τῆς προφορᾶς.

ἄλλως· ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ: ἐπιτέτευκται ὁ στίχος ταῖς κοιναῖς, ὥστʼ ἢν θέλωμεν καὶ ἴαμβος ἔσται, ὡς τὸ «σμύρνης ἀκράτου καὶ κέδρου νηλέϊ καπνῷ»

σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε: γεραρὸν αὐτοῦ τὸν νέκυν ἄθλοις ποίει. παρὰ τὸ κτέρας, ὅ ἐστι κτῆμα· «τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον».

γέραιρε καὶ δόξαζε τὸν σὸν φίλον τοῖς ἄθλοις. γίνεται δὲ παρὰ τὸ κτέρας, ὃ δηλοῖ τὸ κτῆμα· «τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον».

ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος οὐδέ σε λήθω τιμῆς: τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ Ὁμηρικὸν τὸ ὑπερβατόν, ἵνα ᾖ τὸ ἑξῆς οὐδέ σε λήθω ἐνηέος τιμῆς. ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτό, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσομεν τὸ ὥς, ἵνʼ ᾖ ὡς ἐνηέος. ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε λήθω

ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος: ἀντὶ τοῦ ἐνηῶς. ἢ ὡς τὸ «οἶκον ἄτιμον ἔδεις» μετʼ ἀτιμίας, οὕτω καὶ νῦν μετὰ προσηνείας.

τιμῆς, ἧς τέ μʼ ἔοικε τετιμῆσθαι: ὕψωσεν ἑαυτὸν ὡς ὀφείλοντα τιμᾶσθαι εὐλόγιστον ἀποδείξας τὸν τιμήσαντα· τίνος γὰρ ἄλλου ἐδεῖτο πρεσβύτης διηνυκὼς μὲν τοσαῦτα ἐπὶ νεότητος, εἰς χάριν δὲ φίλων στρατεύων νῦν, ἐπʼ ἀξιώματος δὲ ὢν τοιούτου καὶ παίδων πατὴρ καὶ οἴκου εὐδαίμονος δεσπότης; ἴσως δὲ τὸ τιμῆς νῦν ὡς ἐπὶ ὠνίων.

σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν:βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί.

ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο: εὖ τὸ ὑπομεῖναι τὴν φλυαρίαν τοῦ γέροντος εἰς τὴν ἐκείνου τιμήν.

αἶνον: τὸν ἀπόκρυφον καὶ ἐσχηματισμένον λόγον, ἐπεὶ ἐδόκει αὐτῷ ἐν ὑπονοίᾳ εἶναι· νυνὶ δὲ τεθεράπευκεν, ὡς τὸ «αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας»· οὐ γὰρ τὸν ἔπαινόν φησιν.

πυγμαχίης ἀλεγεινῆς: πολυφρόντιδος καὶ πολλῆς ἐπισκέψεως δεομένης.

ἡμίονον ταλαεργόν: πρὸς τὴν ὑπομονὴν τοῦ πύκτου καὶ ὁ ἆθλος.

ταλαεργόν: ὑπομένουσαν πρὸς τὰ ἔργα· διὸ καὶ τὸ «ἀλγίστη δαμάσασθαι»· σφριγῶσα γὰρ οὐκ εἴκει τῷ ζυγῷ.

τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας: οἰκείως τὸ δέπας τῷ νικωμένῳ πρὸς ἀνάκτησιν δίψους, ἀφʼ οὗ μάλιστα νικῶνται. ἢ ὅτι οἱ πόται ἡσσῶνται ἔργων τοιούτων.

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω:ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς καλεῖ. καὶ τοῦτο ἐπὶ πάντων τάττει.

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω:τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· οὐ τοσοῦτον ἐπὶ ἰδιώτῃ ὅσον ἐπὶ μεγάλῳ ἀγωνιῶμεν. ἰσαρίθμους δὲ τοῖς κειμένοις καλεῖ, ὅπως μηδὲ εἷς ἀτιμάζοιτο δίχα ἐπάθλου ἀναχωρῶν.

τοὺς ἀρίστους καλεῖ διὰ τὸ ἐναγώνιον· ᾤετο γὰρ τῶν ἐπισήμων τινὰς ἀναστήσεσθαι.

πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν: δυνατωτέρα γὰρ ἡ πυγμὴ ἄνωθεν ἐπαγομένη. τὸ δὲ πεπληγέμεν πλήσσειν.

ᾧ δέ κʼ Ἀπόλλων δώῃ καμμονίην: Φόρβας ἀνδρειότατος—ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς

καμμονίην: ὅτι οὐκ ἔστιν ἓν ἀνθʼ ἑνὸς καμμονίη νίκη, ὡς οἱ Γλωσσογράφοι, ἀλλʼ ἡ ἐκ καταμονῆς· διὸ ἐπὶ δρομέων οὐ τάσσει, ἀλλʼ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων· διὰ γὰρ καταμονῆς.

τὴν ἐκ καταμονῆς νίκην· οὐκ ἂν οὖν εἴποι αὐτὸ ἐπὶ δρομέων.

φερέσθω: ἐν ἄλλῳ «νεέσθω».

μέγας: τὸ γὰρ μῆκος συμβάλλεται πρὸς τὸ σφοδρὸν τῆς ἄνωθεν πληγῆς.

εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός: Πανοπεὺς στρατεύσας σὺν Ἀμφιτρύωνι κατὰ Τηλεβοῶν ἐκ τῶν κοινῶν λαφύρων κεκλοφὼς Λαγαρίαν ἴσχει υἱὸν Ἐπειόν, ὃς ὑδροφόρει τοῖς Ἀχαιοῖς· ἐλεήσασα δὲ ἡ Ἀθηνᾶ … ἐν τοῖς χορευταῖς· «φημὶ τὸν οὐκ ἐθέλοντα φέρειν τέττιγος ἄεθλον», ἀντὶ τοῦ νίκην μοι περιποιῆσαι, «τῷ Πανοπηϊάδῃ δώσειν μέγα δεῖπνον Ἐπειῷ» ζημίαν.

εἰδὼς πυγμαχίης ... Ἐπειός: οὐκ ἄρα τῶν ἀρχόντων μόνων ὁ ἀγών. ἀλλὰ καὶ τῶν ἀρχομένων. ἦν δέ, ὡς ἔοικε, καὶ τέχνη παρʼ αὐτοῖς τῆς πυγμῆς, οὐ μόνον ἡ δύναμις.

ἥψατο δʼ ἡμιόνου—δαμέντα: πολὺ τὸ ἦθος καὶ ἀγωνιστικόν. πάντας δὲ τοὺς μεγάλους ἡσσῶν τοῦτον στέφει, προδιατυπῶν ἡμῖν τὸ πρόσωπον πρὸς τὴν τοῦ ἵππου κατασκευήν. ἢ τάχα ὅτι αἱ χεῖρες τετυλωμέναι τῶν τοιούτων.

μάχης ἐπιδεύομαι: τὸ ὁμολογεῖν ἐφʼ οἷς τις ἡσσᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.

τὸ δὲ καί: γράφεται «καὶ μήν τετελεσμένον ἔσται».

ἀντικρύ: ἐξ ἐναντίου ἀγωνιζόμενος· οὐ γὰρ κλέπτων τὴν μάχην πέποιθα ἐμαυτῷ.

κηδεμόνες: οἱ κηδόμενοι αὐτοῦ.

ἐξοίσουσιν: φοράδην δηλονότι.

ἀκὴν ἐγένοντο σιωπῇ: διὰ τὸ ὑπερήφανον τῆς ἀπειλῆς.

Εὐρύαλος: τρίτος ἐστὶ βασιλεὺς Ἀργείων μετὰ Διομήδην καὶ Σθένελον· ἔστι γὰρ Μηκιστέως, Μηκιστεὺς δὲ καὶ Ἄδραστος Ταλαοῦ παῖδες γεγόνασιν.

δέ οἱ οἶος ἀνίστατο: οὕτως ἔχει καὶ τὸ «Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, ὅς μοι ἀνέστη».

ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο: ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ ἐπὶ τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης. καὶ ὅτι οἱ νεώτεροι παρὰ τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ Γλωσσογράφοι γὰρ ἓν ἀνθʼ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· «δούπησεν δὲ πεσών». ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος ὁ θάνατος μετὰ ψόφου.

ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο: ὅτι βασιλεύοντα ἐν Θήβαις φησὶν ἀπολέσθαι, οὐχ ὡς οἱ νεώτεροι. καὶ Ἡσίοδος δέ φησιν ἐν Θήβαις αὐτοῦ ἀποθανόντος Ἀργείαν τὴν Ἀδράστου σὺν ἄλλοις ἐλθεῖν ἐπὶ τὴν κηδείαν αὐτοῦ.

ἄλλως· ὅς ποτε Θήβας δʼ ἦλθε: ὁ Μηκιστεύς· πρὸς γὰρ τὸ δεύτερον ὑπαντᾷ, καὶ συνᾴδει ἡ ἡλικία.

Θήβας δʼ ἦλθε: οὕτως Θήβας δέ, εἰς Θήβας.

δεδουπότος Οἰδιπόδαο: ἢ ὡς ὑπερπαθήσαντος καὶ ῥίψαντος ἑαυτὸν ἐξ ὕψους. ἢ καταχρηστικῶς ἀποθανόντος, ὡς τὸ «ὁ δʼ Ἀτρείδην ἐναρίζοι», κυρίως δὲ τὸ σκυλεύοι.

τάφον: ἐπιτάφιον.

πάντας ἐνίκα: ἢ πάντας τοὺς πύκτας, ἢ τὸν ἄριστον νικήσας πάντων περιγέγονεν.

τὸν μὲν Τυδείδης ... ἀμφεπονεῖτο θαρσύνων ἔπεσιν: οἶδε καὶ τὰς παραινέσεις τῶν παιδοτριβῶν ὁ ποιητής.

ἄλλως· τὸν μὲν Τυδείδης— θαρσύνων: διὰ τὴν συγγένειαν· ἔστι γὰρ Δηϊπύλης τῆς Ἀδράστου καὶ γαμεῖ Αἰγιάλειαν τὴν Ἀδράστου. ὁ δὲ Εὐρύαλος Μηκιστέως ἐστὶ τοῦ ἀδελφοῦ τοῦ Ἀδράστου.

διὰ τὴν συγγένειαν· ἔστι γὰρ αὐτοῦ συγγενὴς μητρῷος ἐξ Εὐρυάλου.

ζῶμα δέ οἱ πρῶτον: ζῶμα νῦν περίζωμα. πρῶτον δὲ ἔθος ἦν—γυμνοὺς τρέχειν.

ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν: ἡ διπλῆ πρὸς τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο.

ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν: κατὰ τὴν δεκάτην καὶ τετάρτην Ὀλυμπιάδα ἐφʼ Ἱππομένους Ἀθήνησιν ἄρχοντος Ὀλυμπίασι στάδιον θεόντων ἐν περιζώμασι συνέβη ἕνα αὐτῶν Ὄρσιππον ἐμποδισθέντα ὑπὸ τοῦ περιζώματος πεσεῖν καὶ τελευτῆσαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνίζεσθαι· ὅθεν καὶ γυμνάσια οἱ τόποι, ἐν οἷς διεπονοῦντο. νεώτερος οὖν Ἡσίοδος γυμνὸν εἰσάγων Ἱππομένη ἀγωνιζόμενον Ἀταλάντῃ.

περιζώματα γὰρ ἕως τῶν ποδῶν διήκοντα ἐφόρουν πρὸς τὸ μὴ εὐκόλως πλήττεσθαι. ὕστερον δὲ Ἀθήνησί τινων ἀγωνιζομένων ἄρχοντος Ἱππομένους συνέβη ἕνα αὐτῶν πεσόντα πρὸς τὸ ἐμποδισθῆναι ὑπὸ τοῦ περιζώματος τελευτῆσαι· ὅθεν ἐθεσπίσθη γυμνοὺς ἀγωνίζεσθαι μέχρι τοῦ νῦν· διὸ καὶ οἱ τόποι, ἐν οἷς ἔκτοτε ἐπονοῦντο, γυμνάσια καλοῦνται. νεώτερος οὖν Ἡσίοδος γυμνοὺς εἰσάγων ἀγωνιστάς.

δῆσεν ἱμάντας: οὗτοι γὰρ οἱ ἱμάντες βαρεῖς καὶ ἐπιτήδειοι …

ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω σύν ῥʼ ἔπεσον: βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομένω ἢ ἐπὶ τὸ στιβαρῇσιν

ἀνασχομένω: ἀνατεινάμενοι καὶ οἷον διατιναχθέντες.

χερσὶ στιβαρῇσιν: τοῦτο πλεονέκτημα πύκτου.

χρόμαδος: ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρίζουσιν οἱ πύκται ἐπάγοντες τὴν πληγήν.

κόψε δὲ παπτήναντα παρήϊον: προδεδειχότι τὸ παρήϊον ἐπειοῦ περιεβλέψατο καὶ οὕτως ἐπλήγη. «ὤρνυτο» οὖν ἐπῆρτο. καὶ Θεόκριτος φησίν· «ἐτώσια χερσὶ προδεικνύς».

ἑστήκειν: οὕτως ἔξω τοῦ ι ἑστήκειν. ἔστι δὲ Ἰωνικόν.

ὑπήριπε φαίδιμα γυῖα: εἰκότως· ὀστώδης γὰρ ὁ τόπος καὶ διασεῖσαι πᾶσαν τὴν κεφαλὴν δυνάμενος.

ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω— ὣς πληγεὶς ἀνέπαλτο: ὅταν ἀρχομένου πνεῖν ἀνέμου ἐπιστίζηται τὸ πέλαγος, τότε ἅλλονται οἱ ἰχθύες· καὶ ἐκεῖ· «μέλαιναν φρῖχʼ ὑπαλύξει». ἐναργὲς δὲ τὸ τῆς εἰκόνος· ἀναπηδᾷ γὰρ ἑκάτερος καὶ πάλιν καταφέρεται.

ὑπὸ φρικός: οἱ δὲ γράφουσιν «ὑπαὶ ῥιπῆς».

θίνʼ ἐπί: τὸ τέλειον ἐπὶ θινί.

ἄλλως· θίνʼ ἐν φυκιόεντι: τὸ τέλειον θινί. καὶ ὅτι ἀρσενικῶς.

μέγα δέ ἑ: γράφεται «μέλαν τέ ἑ».

χερσὶ λαβὼν ὤρθωσε: καὶ ἄχρι νῦν τὸ ἔθος τὸ μὴ πεσόντα πλήσσειν πύκτην.

αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε:παχὺ πολύ· τὸ γὰρ ὀλίγον τῷ σιέλῳ λεπτύνεται. ἐναργῶς δὲ αὐτὸν παρέστησεν.

βάλλονθʼ ἑτέρωσε: ἐν ἄλλῳ «βαλόνθʼ ἑτέρωσε».

κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν: ἡ κατά πρὸς τὸ εἷσαν.

ἀλλοφρονέοντα: ὡς σωφρονέοντα. τὴν δὲ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.

δεικνύμενος: φιλοτιμούμενος.

Δαναοῖσι: γράφεται «λαοῖσι».

τρίποδʼ ἐμπυριβήτην: οὐκ ἀναθεματικόν, ἀλλὰ πρὸς τὸ μετὰ τοὺς ἱδρῶτας ἀπολούσασθαι.

τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί:ἀπετιμῶντο τὸν τρίποδα δωδεκάβοιον.

ἐνὶ σφίσι τῖον Ἀχαιοί: καὶ ταύτην τὴν ἀντωνυμίαν ὀρθοτονητέον, ὁμοίως τῇ προκειμένῃ

νικηθέντι γυναῖκα: διὰ τὸ μαλακὸν καὶ ἀσθενές.

τίον: συνετίμων.

ὄρνυσθʼ, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον: ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις δύο καλεῖ.

ὄρνυσθʼ, οἳ ... πειρήσεσθον: ἐοίκασι τὸ παλαιὸν δύο μόνοις προτίθεσθαι πυγμῆς καὶ πάλης ἀγῶνας· διὸ μόνοι δύο ἀνίστανται ἀγωνιούμενοι.

ὦρτο δʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις ἀνίστατο κέρδεα εἰδώς: ὅτι ἐφάμιλλος ἀνδρία τέχνης.

ἂν δʼ Ὀδυσεύς: ἴσως ὑπὸ Ἀθηνᾶς ἰάθησαν τὰ ἕλκη

ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσινὡς ὅτʼ ἀμείβοντες, τούς τε—ἀλεείνων: συναπτέον πάντα ἕως τοῦ βίας ἀνέμων ἀλεείνων, βραχὺ δὲ παντελῶς διασταλτέον ἐπὶ τὸ στιβαρῇσι καὶ ἀμείβοντες. εἰ δέ τις ἀναγινώσκοι ἀφʼ ἑτέρας ἀρχῆς ὡς ὅτʼ ἀμείβοντες, ἁμαρτάνει· ἡ γὰρ ἀνταπόδοσις οὐκ ἐπιφέρεται, ἀλλὰ προαποδέδοται. ἀμείβοντες δὲ δοκοὶ μεγάλαι, ἀλλήλαις προσπίπτουσαι ὥστε βαστάζειν τὴν ὀροφήν, αἵτινες καὶ συστάται καλοῦνται.

ἀγκὰς δʼ ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσιν ὡς ὅτʼ ἀμείβοντες: παλαιὸς καὶ ἀγροικώδης ὁ τρόπος· τὴν γὰρ εὐώνυμον ἑκάτερος ὑπὸ τὴν πλευρὰν ὑπέβαλε τοῦ ἀγωνιστοῦ, τῇ δὲ δεξιᾷ κρατεῖ τὴν ὑποβεβλημένην ἑκάτερος τοῦ λαιοῦ ἀγκῶνος τοῦ ἐναντίου ἐλάβετο, τοῖς δὲ μετώποις ἀντηρείδοντο. ποτὲ δὲ τὸ ἀγκάς περιβολὴν χειρῶν δηλοῖ.

ἀλλήλων: ἀντὶ τοῦ ἀλλήλω, ὡς «ἄμφω δʼ ἑζομένων» ἀντὶ τοῦ ἑζομένω.

ὡς δʼ ὅτʼ ἀμείβοντες— δώματος ὑψηλοῖο: οἱ συστάται· ἀποτελοῦσι δὲ τὸ σχῆμα τοῦ Λ στοιχείου. οἱ δέ, ὅτι τιθεῖσι τὰς δοκοὺς τὰς παχείας πρὸς τὰς λεπτάς.

τετρίγει δʼ ἄρα νῶτα— ἑλκόμενα στερεῶς: τοῦτο πρὸς τὸ βίαιον τῆς διατάσεως καὶ τὸ τῶν σωμάτων στερεόν.

πυκναὶ δὲ σμώδιγγες—ἀνέδραμον: τοσοῦτον ἦν βίαιος ἡ πρόστριψις. δεινὴ δὲ ἡ καρτερία καὶ τῶν ὑπομενόντων καὶ τῶν σφιγγόντων. δηλοῖ δὲ ὡς ἡ αὐτὴ μὲν ἦν αὐτοῖς στάσις, μετέστησαν δʼ ἐπὶ πολλὰ μέρη τοῦ σώματος· ἐπεὶ πῶς ὁ πολὺς ἱδρὼς ἔρρει

τρίποδος περὶ ποιητοῖο: ἔφαμεν περὶ τῶν τοιούτων, πότερον δεῖ ἀναστρέφειν τὰς προθέσεις μεταξὺ κειμένας δύο ὀνομάτων ἢ οὔ, ὡς ἐπὶ τοῦ «μάχῃ ἘΝΙ κυδιανείρῃ», καὶ ὡς οἱ πλείους θέλουσι τοῖς ἐπιθετικοῖς συντάσσειν αὐτάς· διὸ καὶ ὁ Ἀσκαλωνίτης ἐνθάδε οὐκ ἀναστρέφει. δύναται μέντοι ἐνθάδε ἡ ΠΕΡΙ ἰσοδυναμεῖν τῷ περισσῶς, τουτέστιν «ἐξαιρέτως πεποιημένου»· διὸ οὐκ ἀναστρεπτέον.

οὐκ ἀναστρεπτέον τὴν περί· δύναται γὰρ ἰσοδυναμεῖν τῷ περισσῶς, ἵνʼ ᾖ ἀντὶ τοῦ «ἐξαιρέτως πεποιημένου».

ἲς Ὀδυσῆος: ἡ μετὰ τέχνης· τούτῳ γὰρ ἐνίκα, οὐ βίᾳ· ἔστι γὰρ ὁ Ὀδυσσεὺς παλαιστὴς ἐπιστήμων, εἴγε καὶ τὸν Φιλομηλείδην κατεπάλαισεν

ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: ὅτι ἀντὶ τοῦ εἰς ἀνίαν ἦγον καὶ ἐχρόνιζον. τοῦτο δὲ μὴ νοήσαντές τινες μετέγραψαν «ἐϋκνήμιδες Ἀχαιοί».

ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: ἡ γραφὴ ἐϋκνήμιδας Ἀχαιούς. καὶ τὸ ἀνίαζον εἰς ἀνίαν ἦγον, ὡς «Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς», εἰς κλίσιν ἦγον.

ἀνίαζον ἐϋκνήμιδας Ἀχαιούς: οὐδὲν γὰρ ἀηδέστερον θεαταῖς ἐστιν ἢ παλαισταὶ διʼ ὅλης τῆς ἡμέρας ἐφαμίλλως ἰσορροποῦντες.

εἰς ἀνίαν ἦγον· ἀηδὲς γάρ ἐστι θεαταῖς τὸ ἐπὶ πολὺ τῶν παλαιστῶν ἢ πυκτῶν ἰσόρροπον.

ἤ μʼ ἀνάειρʼ ἢ ἐγὼ σέ: εἰκότως προκαλεῖται· πέποιθε γὰρ αὐτὸν ἀγωνίσασθαι τῇ ἰσχύϊ. εἰώθασι δὲ ἐν τοῖς ἀγῶσι τοῦτο ποιεῖν, ὃ καλεῖται λαβή, καὶ ἀντιδιδόναι ἀλλήλοις ἢ τὸν νῶτον ἢ τὸν αὐχένα ἢ τὸν πόδα πολλάκις.

ὣς εἰπὼν ἀνάειρε: ὡς εἰωθότων τῶν πρώην ἰσχύϊ καταγωνίσασθαι καὶ οὐ δόλῳ.

δόλου δʼ οὐ λήθετʼ Ὀδυσσεύς: ὅτι τὸ δόλιον τοῦ ἥρωος καὶ διὰ τούτων δείκνυται, καὶ ὅτι οὐδέπω τέχνην ᾔδεσαν ἐν τῷ παλαίειν.

κόψʼ ὄπιθεν κώληπα τυχὼν— κάππεσε: λαβόμενος γὰρ τοῦ νώτου ἐπῆρεν ὡς δὲ μετεωρισθέντος αὐτοῦ οἱ πόδες πρὸς τοῖς γόνασιν ἐγένοντο, ὀπισθοβαροῦς ἤδη γεγονότος Αἴαντος, τῇ πτέρνῃ βάλλει τὴν ἰγνύην. ὑπτιασθέντος δʼ Αἴαντος Ὀδυσσεὺς ἐπὶ τὰ ἴδια στήθη πίπτει, δύναται δὲ καὶ ἐπὶ τὰ τοῦ Αἴαντος.

κόψʼ ὄπιθεν κώληπα τυχών: τὸ σχῆμα πρῶτος εὗρε Κερκυών. καλεῖται δʼ ἰγνυῶν ὑφαίρεσις, ὥς φησιν Σώπατρος. κόψʼ ὄπιθεν κώληπα τυχών: ἔκρουσεν αὐτοῦ— περιπλέκεται.

κόψʼ ὄπιθεν κώληπα: σημειοῦνταί τινες καὶ τὸν κόψʼ ὄπιθεν κώληπα, ὅτι τὸ κῶλον οὕτως εἶπεν.

κώληπα: τὴν ἰγνύην.

κὰδ δʼ ἔπεσʼ ἐξοπίσω: γράφεται «κὰδ δʼ ἔβαλʼ ἐξοπίσω».

θάμβησάν τε: τὸν βουγάϊον ὑπὸ τοῦ ὠμογέροντος ὁρῶντες νικώμενον.

κίνησεν δʼ ἄρα τυτθὸν ἀπὸ χθονὸς — πλησίοι ἀλλήλοισι: εἰς ὕψος μὲν ἆραι διὰ τὸ μέγεθος οὐ δύναται· καὶ ἵνα μὴ ὃ ἐποίησε πάθῃ. ἄρας δὲ τοσοῦτον ὅσον τῆς στάσεως παρακινῆσαι τῷ δεξιῷ γόνατι παρατρίψας τὸ ἀριστερὸν αὐτοῦ σκέλος ἔπεσε· καὶ πλάγιοι πίπτουσιν· ἔστιν οὖν τὸ δεύτερον πτῶμα Ὀδυσσέως. οἱ δὲ ὅτι καμὼν τῇ ἐντάσει τοῦ βάρους συναπεκύλισεν αὑτῷ τὸν ἀντίπαλον. εἰ δὲ εἰς ὕψος αὐτὸν ἦρεν, ἐδαπάνησεν ἂν τῷ βάρει τὴν ἑαυτοῦ δύναμιν. τὸ μέντοι σχῆμα οἱ μὲν παραπλαγιασμόν, οἱ δὲ παρακαταγωγὴν ὀνομάζουσιν.

ἐν δὲ γόνυ γνάψεν: Λεπτίνης δασύνει ὡς ἐπʼ ἀριθμοῦ, τὸ ἓν γόνυ ἔκαμψεν, ὡς ἐπὶ τοῦ «ἓν δέπας ἐμπλήσας». οἱ δὲ ἄλλοι πάντες πρόθεσιν ἐξεδέξαντο διὰ τὸ ἀεὶ ἕτερον λέγειν τὸν ποιητὴν ἐπὶ δύο, ἓν δὲ οὐδέποτε· «χωλὸς δʼ ἕτερον πόδα», «τὸν δʼ ἕτερον σκόπελον».

πάντες τὴν ἔν πρόθεσιν ἐδέξαντο, Λεπτίνης δὲ μόνος ἐπὶ ἀριθμοῦ.

ἐρίδεσθον: λείπει ἡ διά, οἷον «διερίδεσθε». τρίβεσθε δὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς.

μὴ ἐρίζετε, φησίν, ἔτι, μηδὲ καταπονεῖσθε κακοῦντες ἑαυτούς.

ἀέθλια δʼ ἶσʼ ἀνελόντες ἔρχεσθε: τινές φασιν ὅτι τὸ πρῶτον Ὀδυσσέως, τὸ δὲ δεύτερον κοινόν· ὅπερ χαρίζεται ἢ ὡς συγγενεῖ ἢ καθὰ καὶ Εὐμήλῳ ἔστι δὲ ψεῦδος.

κρητῆρα τετυγμένον: ὡς «ξεστὴν … τράπεζαν» καὶ «τρίποδος περὶ ποιητοῖο» καὶ «Τίρυνθά τε τειχήεσσαν».

ἓξ δʼ ἄρα μέτρα: ὡρισμένον ἴσως ἦν τὸ μέτρον.

ἐνίκα πᾶσαν ἐπʼ αἶαν: ἐνίκα τοὺς ἄλλους δηλονότι κρατῆρας.

ἐπεὶ Σιδόνες πολυδαίδαλοι εὖ ἤσκησαν: ἄριστοι τεχνῖται οἱ Σιδόνες· «ἔργα γυναικῶν Σιδονίων» καὶ «ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι». τὸ δὲ εἶδος εἰπὼν τὸ γένος ἐπήγαγεν ὡς τὸ «Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων».

Φοίνικες δʼ ἄγον ἄνδρες ἐπʼ ἠεροειδέα πόντον:πρῶτοι Φοίνικες τὰ μέγιστα διεπέρασαν πελάγη.

στῆσαν δʼ ἐν λιμένεσσι: ἀντὶ τοῦ προσώρμισαν, ὡς τὸ «στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας».

καὶ πίονα: ἐν ἄλλῳ «καταπίονα».

λοισθήϊʼ ἔθηκε: ἡ συνήθεια «λοισθήϊον ἔκφερʼ ἄεθλον»· οὐ γὰρ κλίνεται λοισθεὺς «λοισθῆϊ», ὥς τινες. γέγονε δὲ παρὰ τὸ λείπω.

ὄρνυσθʼ, οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε: ὅτι Ζηνόδοτος γράφει «πειρήσεσθον», τριῶν ὄντων τῶν κεκλημένων πρὸς τὸν δρόμον.

στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς:ὅτι μετενήνεκται ἐνθάδε ἀπὸ τῆς ἁρματοδρομίας ἐκεῖ μὲν οὖν μεταστοιχὶ λέγει, ἐπεὶ ἐπὶ στοίχων ἵστανται κεκληρωμένοι· ἐνταῦθα δὲ οὐκέτι, ἀλλὰ κατὰ ζυγὸν ἡ στάσις λέγεται, κατὰ μέτωπον πάντων ἐξ ἴσου ὄντων.

ὀβελὸς καὶ ἀστερίσκος· πῶς γὰρ κλήρου μὴ βληθέντος ἵστανται μεταστοιχί; μετῆκται οὖν ἀπὸ τοῦ ἱπποδρομικοῦ ἀγῶνος ὁ στίχος.

μεταστοιχεί: κατὰ τάξιν.

τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος: δόλιχος ἦν ὁ δρόμος καὶ ἡ ἄφεσις ἀπὸ τῶν καμπτήρων.

τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος: ἐπεὶ μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τέλος τὸ τάχος, ἀλλʼ εὐθέως προπηδῶσιν.

ὀλίγος τις ἦν ὁ δρόμος, ἔνθα μηδὲ κάμψαι ἐνῆν. ἐπεὶ οὖν μὴ κάμπτουσιν, οὐ ταμιεύουσιν εἰς τὸ τέλος τὸ τάχος, ἀλλʼ εὐθέως προπηδῶσιν.

ἔκφερʼ Ὀϊλιάδης: παρὰ Ζηνοδότῳ «ἔκθορʼ ὁ Ἰλιάδης».

ὡς ὅτε τίς τε γυναικὸς—ἀγχόθι δʼ ἴσχει στήθεος: ταῦτα ἢ τοῖς ἄνω συναπτέον ἢ ἀπʼ ἄλλης ἀρχῆς τοῖς ἑξῆς· ἥ τε διαφορὰ περὶ τὴν ἀνταπόδοσιν· εἰ μὲν γὰρ δὶς κέοιτο, τοῖς ἄνω συναφθήσεται ἡ παραβολή, εἰ δὲ ἅπαξ, τοῖς ἑξῆς.

πηνίον: παρὰ τὸν Πᾶνα· οὗτος γὰρ εὑρετὴς ὑφασμάτων. οἱ δὲ «ὑφήνιον», τὸ ὑπὸ τοὺς μίτους ὄν.

παρὲκ μίτον: ἀντὶ τοῦ παρὰ μίτον. οὐκ ὀκνεῖ δὲ καὶ τὴν γυναικωνῖτιν παραλαμβάνειν· «ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον».

ἴχνια τύπτε πόδεσσι πάρος κόνιν ἀμφιχυθῆναι:πολλὴ ἡ ἀγχιστεία, εἴγε φθάνει τὸ βῆμα τὴν καταφερομένην ἐπὶ τὸ ἴχνος κόνιν, ἣν ὁ προτρέχων ἀνέστησεν.

κὰδ δʼ ἄρα οἱ κεφαλῆς χέʼ ἀϋτμένα: τὴν ἀναπνοὴν καὶ τὸ ἆσθμα. τοῦτο δὲ ὡς κολοβωτέρου ὄντος Αἴαντος.

κὰδ δʼ ἄρα ἐκ κεφαλῆς: γράφεται «κὰδ δʼ ἄρα οἱ κεφαλῆς»

ἀϋτμένα: ὡς «ποιμένα» τῷ τόνῳ· καὶ καθόλου τὰ εἰς μην λήγοντα ἁπλᾶ ὀξύνεσθαι θέλει.

ἀϋτμένα: παρὰ τὸ ἀΰω, ὅ ἐστι φωνῶ. φωνῆς δὲ γένεσις πνοὴ καὶ ἀήρ. καὶ θηλυκῶς δὲ «ἀϋτμὴ» ἡ πνοή.

ἴαχον δʼ ἐπὶ πάντες Ἀχαιοί νίκης ἱέμενοι: πρὸς τὸ εὐνοϊκὸν τῶν Ἑλλήνων· χρειωδέστερος γάρ, ὁ δὲ πρὸς πάντας ἀπηνής. καλῶς δὲ προσέθηκε τὸ μάλα δὲ σπεύδοντι κέλευον· τοῖς γὰρ ἀμελοῦσιν ἄτοπον συναγωνίζεσθαι.

ἱεμένῳ: ἐν ἄλλῳ «ἱέμενοι».

πύματον ... δρόμον: τὸ ἔσχατον τοῦ δρόμου.

τὸν πρὸς αὐτὰ τὰ τέρματα.

κλῦθι, θεά, —ποδοῖϊν: συντόμως καὶ ἁρμοδίως τῷ καιρῷ· ἀσθμαίνει γὰρ καὶ σπεύδει.

γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας—ὕπερθεν: ὅτι ἐπὶ Διομήδους ὀρθῶς ἐτέτακτο. ἐνταῦθα δὲ ὀλίγῳ λείπεται τοῦ Αἴαντος· εἰ οὖν τὰ γυῖα ἐλαφρὰ ἐποίησεν, ἐνίκα ἂν πάντως. πρὸς τί οὖν ἔτι τὸν Αἴαντα κατέβαλεν;

ἄλλως· γυῖα δʼ ἔθηκεν ἐλαφρά, —ὕπερθεν: περισσὸς ὁ στίχος καὶ λύων τὸ ἐναγώνιον· οὐδὲ γὰρ βεβαρημένα ἦν αὐτῷ τὰ μέλη. ἄλλως τε ἤρκει πρὸς τὴν νίκην τὸ πεσεῖν Αἴαντα· εἰ γὰρ τοῦτο ἦν, καὶ προειλήφει ἂν αὐτόν. μετῆκται οὖν ἀπὸ τῶν περὶ Διομήδους ἢ δείκνυσιν ὅτι τοῖς ἐκ ψυχῆς αἰτοῦσι τὸ θεῖον καὶ ὑπὲρ ὃ αἰτοῦνται δίδοται.

γυῖα—ὕπερθεν: ψεύδεται συνήθως Ὅμηρος· οὐ γὰρ ἔδραμεν ὁ Ὀδυσσεύς.

καὶ χεῖρας ὕπερθεν: φασὶ τοῖς προτρέχουσι δίκην πτερῶν εἶναι τὰς χεῖρας.

ἔνθʼ Αἴας μὲν ὄλισθε θέων—ἐριμύκων: ὑπὸ Ὀδυσσέως συνεχόμενος καὶ ὑπεκβὰς τοῦ δέοντος δρόμου πίπτει.

ὄνθου βοέου πλῆτο στόμα: κεχηνὼς οὖν ἔτρεχεν. ὁ δὲ τὸν πρεσβύτην λαβραγόραν εἰπὼν κατὰ τοῦ στόματος κολάζεται.

μήτηρ ὣς Ὀδυσῆϊ παρίσταται: βραχὺ διασταλτέον μετὰ τὸ ὥς, πρὸς τὸ μὴ ἀπεμφαίνειν συναπτόμενον.

μήτηρ ὣς Ὀδυσῆϊ: διὰ τοῦτο ἴσως φησὶ «καὶ ἐχθόμενός περ Ἀθήνῃ», ὅτι τὴν παρθένον εἴκασε μητρί. ὁ δὲ Ἴστρος ἐκτεθῆναι ὑπὸ Ἀντικλείας Ὀδυσσέα φησὶν ἐν Ἀλαλκομεναῖς τῆς Βοιωτίας, ἥ ἐστιν ἱερὰ Ἀθηνᾶς.

Ἀντίλοχος δʼ ἄρα δὴ λοισθήϊον ἔκφερʼ ἄεθλον:πάντας τοὺς διαφέροντας ποιεῖ ἡσσωμένους· διὸ καὶ Ἀντίλοχον. ἢ ὅτι νέων ἐστὶ ποδωκέστατος.

πάντας δὲ τοὺς διαφέροντας ἔν τινι ἡττωμένους ὁ ποιητὴς ἔδειξε, μὴ μέγα διδάσκων φρονεῖν.

μειδιόων: προλαμβάνων τὸν κατάγελων καὶ ὑπεκλύων τὸ φιλότιμον τῶν νικησάντων.

προγενέστερος: τὰς ἡλικίας ἐσήμανε τῶν ἡρώων· ἔστι γὰρ Ἀντίλοχος νέος, μείζων Αἴας, εἶτα ὁ Τελαμώνιος, εἶτα Ὀδυσσεύς, εἶτα Ἰδομενεύς, εἶτα Νέστωρ.

ὠμογέροντα: τὸν μὴ καθηψημένον ὑπὸ τοῦ γήρως. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν κρεῶν· καὶ «ἐν ὠμῷ γήραϊ θῆκεν», ὡς καὶ ἑφθὸν τῷ γήρᾳ φασίν. ἡ διπλῆ δέ, ὅτι ἅπαξ ἐνταῦθα ὠμογέροντα εἶπεν.

ὠμογέροντα: οὕτω λέγουσιν ἤτοι—γεγηρακότας.

ἀργαλέον δέ ποσσὶν ἐριδήσασθαι Ἀχαιοῖς, εἰ μὴ Ἀχιλλεῖ: φησὶν οὖν «οὐχ ἥσσηται Ὀδυσσεῖ, ἀλλὰ τῇ Ἀθηνᾷ».

ἐριδήσασθαι: ἀπὸ τοῦ ἐρίδω, ὅθεν τὸ «ἐριδαίνετον ὧδε». ἐν δέ τισι τῶν ὑπομνημάτων γράφεται «ἐριζήσασθαι».

εἰ μὴ Ἀχιλλεῖ: «Ἀχιλῆϊ» διὰ τοῦ η.

κύδηνεν: ὕψωσεν, γαῦρον ἐποίησεν. καὶ «κυδιόων, ὑψοῦ δὲ κάρη ἔχει».

τὸν δʼ Ἀχιλεὺς—ἐπιθήσω: ὅσον ἐπιδέξιος ὁμιλία δύναται, ἀπὸ τοῦ Ἀντιλόχου ἐδήλωσεν.

μέλεος: ὅτι μάταιος καὶ πρὸς οὐδέν· οἱ δὲ νεώτεροι τὸν ταλαίπωρον μέλεον.

μάταιος· οὐκ οἰκτρός, ὡς οἱ τραγικοί.

ἀλλά τοι ἡμιτάλαντον ἐγὼ χρυσοῦ ἐπιθήσω:ἀλλὰ καίτοι ἐπιχειρήσαντα αὐτὸν ἀφελέσθαι τὸν ἆθλον πρώην οὐκ ἐμνησικάκησεν, ἀλλʼ ηὔξησε διὰ τὴν παροιμίαν φησίν· παροιμιῶδες γὰρ τὸ «ἀθάνατοι τιμῶσι». ἢ ὅτι ἄριστος ὢν ἥττηται, ὡς Εὔμηλος

Σαρπήδοντος: ὅτι ἀπʼ εὐθείας βαρυτόνου ὡς Χαλκώδων.

ὡς Χαλκώδοντος τῷ τόνῳ.

ἄνδρε δύω περὶ τῶνδε κελεύομεν—ἀργυρόηλον: συναπτέον πάντα μέχρι τοῦ χαλκὸν ἑλόντε, οὐ λείποντος τοῦ μάχεσθαι ἤ τινος τοιούτου· καὶ γὰρ μόνον αὐτὸ τὸ κελεύειν εἴωθε τιθέναι καθʼ ἑαυτὸ ὁ ποιητής, ὡς ἐν Ὀδυσσείᾳ· «Ἀντίνοος δʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν», καὶ ἐν τῇ ἑξῆς ῥαψῳδίᾳ· «τίπτε με κεῖνος ἄνωγε μέγας θεός;». καὶ μετʼ ὀλίγον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον ὁππότερός κε φθῇσιν ὀρεξάμενος καὶ ὑποστικτέον μέλαν αἷμα· εἰ μὲν γὰρ συνάπτοιμεν τὸ ἄνδρε δύω, ὁππότερός κε φθῇσιν, σολοικισμὸς γίνεται.

ἄνδρε δύω—πειρηθῆναι: ἔοικε σκιομαχία εἶναι· ὅτι γὰρ οὐκ εἰς θάνατον, φησὶ «καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι». τὰ δὲ ἆθλα τῆς δόξης οὐ μεγάλα.

ἔοικε σκιομαχία τις εἶναι· οὐ γὰρ ἔχει τρώσεις· φησὶ γὰρ «καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι». τάχα οὖν ὁ εὐθυνθεὶς εἰς τὸ τρῶσαι τὸν πλησίον εὐκόλως, οὐ τρώσας δὲ διὰ τὸ ὁμογενές, ἐκεῖνος νικᾷ.

ὀρεξάμενος: πατάξας, ἐκ τοῦ παρεπομένου· συμβαίνει γὰρ τοῖς πατάσσουσιν ἐκτείνεσθαι. ἢ ἀντὶ τοῦ ὀρέξας.

ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα:ἀθετεῖται, ὅτι ἐνδίνων θέλει λέγειν τῶν ἐντοσθίων σπλάγχνων, ὅπερ οὐχ ἁρμόζει· ἕως γὰρ τοῦ ἀμύξαι μόνον τὸν χρῶτα μονομαχοῦσι. καὶ διά τʼ ἔντεα καὶ μέλαν αἷμα ἐκ τῆς Δολωνείας μετάκειται.

ψαύσῃ δʼ ἐνδίνων—αἷμα: ἀθετεῖ τὸν στίχον Ἀρίσταρχος· οὐ γὰρ εἰς τὸ ἄγων. ἐνδίνων δὲ ἀκούει τῶν ἔνδον τοῦ χρωτός. τό τε διά τʼ ἔντεα καὶ μέλαν αἷμα μετῆκται ἀπὸ τῆς Δολωνείας οἱ δὲ ἐνδίνων τῶν ἐντὸς ὅπλων. Ἀριστοφάνης δὲ οὕτω γράφει· «ὁππότερός κε πρόσθεν ἐπιγράψας χρόα καλόν φθήῃ ἐπευξάμενος διά τʼ ἔντεα καὶ φόνον ἀνδρῶν».

ἐνδίνων: ὡς «σελίνων» παρῆκται δὲ παρὰ τὸ ἔνδον τὸ ἔνδινον· καὶ γὰρ παρὰ τὸ ἔντοσθεν ἐντοσθίδια λέγεται. οὕτως δὲ ἔχει καὶ τὰ «ἔντερα» καὶ τὰ «ἔγκατα», παρὰ τὴν αὐτὴν ἔννοιαν.

ἐνδίνων: παρὰ τὸ ἔνδον, ὡς ἔντερον.

ἐνδίνων: τῶν ἔνδον τοῦ χρωτός. οἱ δὲ τῶν ἐντὸς ὅπλων, ἀπὸ τοῦ ἔνδον.

ἄλλως· ἐνδίνων: τῶν ἐντὸς τῶν ὅπλων μελῶν, ἀπὸ τοῦ ἐντείνεσθαι αὐτὰ τῷ θώρακι. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν· οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν.

καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι ἐν κλισίῃσιν:ἀθετεῖται, ὅτι ἔδει καὶ πᾶσιν, ἀλλʼ οὐχὶ τούτοις μόνον· τί γὰρ τούτοις πέπρακται πλέον;

καί σφιν δαῖτʼ ἀγαθὴν παραθήσομαι: δεῖ γὰρ ἐπικυδέστερόν τι ἔχειν τὴν ὁπλομαχίαν.

δεινὸν δερκομένω· θάμβος δʼ ἔχε πάντας Ἀχαιούς:ἐν ἄλλῳ «δεινὸν δερκόμενοι, θάμβος δʼ ἔχεν εἰσορόωντας».

θάμβος δʼ ἔχε πάντας Ἀχαιούς: ἐν βραχεῖ τὴν διάθεσιν τῶν θεατῶν παρέστησεν.

ὡρμήθησαν: ὠρέχθησαν ἀντὶ τοῦ ἐπάταξαν.

Αἴας μὲν ... κατʼ ἀσπίδα ... νύξʼ, οὐδὲ χρόʼ ἵκανεν: ἁπλοϊκώτερον· ὁ δὲ κακοτεχνῶν ἐπὶ τὸν αὐχένα τινὲς δὲ τὴν ὁπλομαχίαν Διομήδη εὑρεῖν φασιν.

οὗτος ἁπλοϊκώτερον ποιεῖ καὶ γενναιότερον. ὁ δὲ Διομήδης κακοτέχνως καὶ φθονερῶς τὸν αὐχένα τηρεῖ.

αἰὲν ἐπʼ αὐχένι κῦρε: κῦρε ἐτύγχανε· διὸ δὴ καὶ «περιδείσαντες Ἀχαιοί παυσαμένους ἐκέλευσαν». ἢ ὅτι οἱ κρείττους ἡττῶνται. ἢ ἐπεὶ κέκμηκε τῇ ἐπὶ νηυσὶ μάχῃ, Διομήδης δὲ ἀναπέπαυται.

ἀεὶ ἐπὶ τῷ αὐχένι ἐτύγχανε· διὸ καὶ δειδίασιν. ἐνταῦθα δὲ ὁ ποιητὴς τοὺς ἀρίστους ἡσσᾷ τοῖς ἐλάττοσιν, Εὔμηλον Διομήδει καὶ Αἴαντα Ὀδυσσεῖ καὶ Ἀντίλοχον

αἰὲν ἐπʼ αὐχένι κῦρε: ἱστόρηται ὅτι—ἄτρωτος ἐγένετο.

καὶ τότε δή ῥʼ Αἴαντι περιδδείσαντες Ἀχαιοί: ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων φαίνεται καθʼ Ὅμηρον μὴ ὢν ἄτρωτος ὁ Αἴας.

παυσαμένους ἐκέλευσαν: ἀνδρῶν ἀγαθῶν σωτηρίαν ἐπίπροσθεν τίθενται τῆς ἰδίας ἡδονῆς.

τῶν γὰρ ἀγαθῶν ἐν πολέμῳ ἀνδρῶν ἐπιμελόμενοι τὴν οἰκείαν ἡδονὴν τῆς ἐκείνων οὐ προκρίνουσι σωτηρίας.

αὐτὰρ Τυδεΐδῃ δῶκεν—τελαμῶνι: ἠθέτηνται· συλλύσεως γὰρ γεγενημένης ἔδει κοινῇ διελέσθαι τὰ ἔπαθλα· καὶ γὰρ προείρηται «ἀέθλια ἶσʼ ἀνελέσθαι». προηθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει.

ἄλλως· καὶ Ἀριστοφάνης προηθέτει τοὺς δύο.

αὐτὰρ Τυδείδῃ δῶκεν—τελαμῶνι: ἀθετεῖ Ἀρίσταρχος, ἄτοπόν τέ φησιν ἰώμενον τὴν ἔχθραν Διομήδους ἑτέραν αἴρειν πρὸς Αἴαντα στάσιν· ἄλλως τε εἶπεν «ὁππότερός κε φθῇσιν ὀρεξάμενος χρόα καλόν», ὁ δὲ οὐκ ἔτρωσεν. οἱ δέ, διαλυσαμένων αὐτῶν ἴδια Ἀχιλλέως γενέσθαι τὰ ὅπλα, ὥσπερ ἐπὶ τῆς πάλης· ἐπειδὴ οὖν ἐκεῖσε ἐδωρήσατο Αἴαντι, νῦν Διομήδει.

αὐτὰρ Τυδείδῃ—τελαμῶνι: διὰ τί προκρίνει Αἴαντος; διὰ τὴν στάσιν· θρασὺς γὰρ ὢν οὐκ ἂν ἠνέσχετο, ἢ καὶ ἔτι πολεμῆσαι ἠθέλησεν.

ἐϋτμήτῳ τελαμῶνι: «ἐϋκμήτῳ», εὖ κατασκευασθέντι· οὐκ ἦσαν γὰρ δερμάτινοι παρὰ τοῖς παλαιοῖς.

θῆκεν σόλον: ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, καὶ τοῖς δισκεύουσι τὸν σόλον· διὸ οὐδὲ δευτερεῖα τίθησιν· οὐ γὰρ ἦν αὐτὸν διαιρεῖν. ἢ ὡς καταφρονητοῦ ἀσκήματος καὶ μὴ ἔχοντος ἐνάρετον ἐπίδειξιν.

ὥσπερ τοῖς μονομαχοῦσιν ὅπλα, οὕτω καὶ τοῖς δισκεύουσι τὸν δίσκον τίθησι. διὰ τί δὲ μὴ ποιεῖ καὶ δευτερεῖα; ὅτι μὴ μέγα ἦν τὸ κατόρθωμα, ἀλλὰ καὶ μεμπτὸς ὁ ἀπολειπόμενος. ὁ δὲ νικήσας εἶχε τὸν σόλον.

σόλον: σημειοῦνταί τινες ὅτι σόλον τὸν δίσκον εἶπεν. διαφέρει σόλος καὶ δίσκος, ὅτι ὁ μὲν δίσκος πλατύς ἐστι καὶ κυκλοτερής, ὁ δὲ σόλος στρογγύλος καὶ σφαιροειδής.

σόλον: παρὰ τὸ ὅλον σεύεσθαι. ἔστι δὲ χαλκοῦς· ὁ γὰρ σίδηρος οὐ χωνεύεται· καὶ ὅταν εἴπῃ· «οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει», σημαίνει ὡς ἀλλάξει τοῦ χαλκοῦ τὸν σίδηρον. ὁ δὲ δίσκος λίθος ἦν κυκλοτερής, μεσόθεν ὀπὴν ἔχων, ἐξ ἧς ἐχάλων καλώδιον πρὸς τὸ μετεωρίζοντας ὀλίγον ῥίπτειν αὐτόν. καὶ ἐν Ὀδυσσείᾳ· «βόμβησεν δὲ λίθος».

αὐτοχόωνον: εἰκῇ κεχωνευμένον.

καὶ αὐτοχόωνος ὁ καθʼ ἑαυτὸν κεχωνευμένος καὶ μηδὲν ἔχων ἐπείσακτον.

τὸν δʼ ἄγετʼ ἐν νήεσσι: τὰ ἐπὶ νεὼς φερόμενα ἄγεσθαί φησιν. φιλόκαλος δὲ Ἠετίων, ὃ ζῆλον τῶν κτημάτων ἐνέβαλεν Ἀχιλλεῖ.

ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτούςχρεώμενος: οὐ σταθμῷ τὸ βάρος ἐνέφηνεν, ἀλλὰ χρήσει πολυχρονίῳ.

ἀτεμβόμενός γε σιδήρου ποιμήν: ποιμὴν δεῖται σιδήρου πρὸς τὸ χειμῶνος κόπτειν θαλλοὺς καὶ ἀκάνθας εἰς φραγμοὺς καὶ ξύλα πρὸς κλισιῶν κατασκευήν.

ἀτεμβόμενός γε σιδήρου: στερόμενος. εἰ δὲ μὴ καταδεχόμεθα τὸν σόλον χαλκοῦν εἶναι ἀλλὰ σιδηροῦν, ἔσται τὸ «αὐτοχόωνον» καταχρηστικῶς τὸν εἰκῇ γεγονότα.

ἂν δʼ Αἴας Τελαμωνιάδης: δῆλον οὖν ὡς ἐπʼ ἴσης ἐν τοῖς ἄλλοις διελύθη ὁ Αἴας. ἢ ἐνδεικνύμενος τὴν ἐν ἄλλοις ἄσκησιν. ἢ ἰάσασθαι θέλων τὰ φθάσαντα.

ἰάσασθαι θέλων τὰ φθάσαντα καὶ δεῖξαι ὡς πάντα ἤσκηται, τούτῳ ἐπιχειρεῖ. οὐ τυγχάνει δὲ τὸ τέλειον τῷ ἤδη προκεκμηκέναι.

ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί:τοῦτο θέλει εἰπεῖν ὅτι καταγελάστως ἔρριψεν ἐπʼ ὀλίγον βαλών, ἢ εὐχερῶς τὴν χεῖρα σχηματίσας, ἢ μὴ διαστήσας τὼ πόδε.

βούλεται εἰπεῖν ὅτι καταγέλαστος ἐγένετο ἐπʼ ὀλίγον βαλών. ἢ ὅτι εὐχερῶς ἧκεν αὐτὸν καὶ χαίροντες γελῶσιν.

χειρὸς ἀπὸ στιβαρῆς καὶ ὑπέρβαλε σήματα πάντων:ἀθετεῖται, ὅτι δυεῖν προδεδισκευκότων ἔδει εἰπεῖν ἀμφοτέρων. μετενήνεκται δὲ ἐκ τῆς Ὀδυσσείας· καὶ ἐκεῖ εὐλόγως ἔστιν «ὑπέρβαλε σήματα πάντων»· πλείονες γὰρ δισκεύουσιν.

χειρὸς ἀπὸ στιβαρῆς καὶ ὑπέρβαλε σήματα πάντων: μετενήνεκται ὁ στίχος ἀπὸ τῆς Φαιακίας· γελοῖον γὰρ τὸ πάντων ἐπὶ δύο. ἀλλὰ προφέρουσι τὸ «εἰσέλθετε, μηδʼ ἅμα πάντες»· ἀλλὰ καὶ ἑαυτὸν Ὀδυσσεὺς καταριθμεῖ· «πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες».

πάντων: ἐπὶ δύο ἢ τριῶν.

ἀλλʼ ὅτε δὴ σόλον εἷλε—ὑπέρβαλε: ὑποστικτέον Πολυποίτης, ἀνήρ, ἀγελαίας· τῇ γὰρ προτέρᾳ προτάσει ἑτέρα ἐπενήνεκται.

καλαύροπα: ὅτι ἅπαξ καλαύροπα. σημαίνει δὲ τὸ ῥόπαλον, ἀπὸ τοῦ κάλου καὶ τοῦ ῥέπειν.

καλαύροπα: ῥέπω ῥέψω ῥὲψ ῥὸψ καὶ καλαῦροψ.

ἄλλως· καλαύροπα: ῥάβδον καλὴν ῥοπὴν ἔχουσαν. βάλλουσι δὲ αὐτήν, ὅτε συνενωθείσας βούλονται διακρῖναι τὰς βοῦς. ἔχει δὲ ἐν τῷ κάτω μέρει δεσμόν, εἰς ὃν εἴρουσι τὴν χεῖρα. καὶ Ἀντίμαχος· «πάντες δʼ ἐν χείρεσσι καλαύροπας οὐατοέσσας». τῶν δὲ ἅπαξ εἰρημένων ἡ λέξις.

πέτεται διὰ βοῦς: διὰ βοῶν, ὡς «διά τʼ ἔντεα».

αὐτὰρ ὁ τοξευτῇσι τίθει ἰόεντα σίδηρον: ὡς τοῖς δισκεύουσι τὸν σόλον

ἰόεντα σίδηρον: ὅτι τινὲς ἰόεντα τὸν μέλανα, ὡς «ἰοειδέα πόντον». βέλτιον δὲ τὸν εἰς ἰοὺς εὐθετοῦντα· οἰκεῖον γὰρ τὸ ἔπαθλον τοξόταις.

ἰόεντα σίδηρον: μέλανα, ὡς «ἰοειδέα πόντον». οἱ δὲ εἰς βελῶν ἐργασίαν ἐπιτήδειον, ἐξ οὗ τὸν καθαρόν· ἡ γὰρ εἰς λεπτὰ κατασκευὴ καθαροῦ δεῖται σιδήρου.

κὰδ δʼ ἐτίθει δέκα μὲν πελέκεας, δέκα δʼ ἡμιπέλεκκα: ὅτι καὶ ἐν Ὀδυσσείᾳ ὁ αὐτὸς τρόπος· πελέκεις γὰρ τίθησι, διʼ ὧν παρακελεύει τοξεύειν τοὺς μνηστῆρας. καὶ νῦν τὸ αὐτὸ τοῦτο ἔπαθλον γίνεται.

πελέκεας: διστόμους πελέκεις, δίχα τῶν στελεῶν. οἱ δὲ ὄνομα σταθμοῦ ἑξάμνου παρὰ τοῖς Βοιωτοῖς οὕτω λεγόμενον. οἱ δὲ κατά τινας τάλαντον σιδήρου, κατὰ δὲ ἐνίους ἑκατὸν μνᾶς. οἱ δέ, ἃ τιθέντες διʼ αὐτῶν ἐτόξευον. καὶ ἔστι χαρίεν· ὡς γὰρ τοῖς μονομάχοις ἆθλον τέθεικε πανοπλίαν καὶ τοῖς δισκεύουσιν αὐτὸν τὸν δίσκον, οὕτως τοῖς τοξεύουσι πελέκεας, οἷς εἰώθασι χρῆσθαι. δύο δὲ τίθησι διὰ τὸ μὴ εἶναι πολλοὺς ἀρίστους τοξότας τοῖς Ἀχαιοῖς.

πελέκεας: ἀξίνας διστόμους—ἐμβάλλεται αὐτοῖς ἡ στελεά.

ἡμιπέλεκκα: μονοστόμους πελέκεις.

μηρίνθῳ: τῇ σπάρτῳ· παρὰ τὸ μηρύεσθαι.

δῆσεν ποδός: ἧς ἄρʼ ἀνώγει: γράφεται καὶ «ὣς γὰρ ἀνώγει». κατʼ ἔνια δὲ «δῆσεν πόδα».

«ἧς γάρ» καὶ «ὣς γάρ» διχῶς. ἔνιοι δὲ «δῆσεν πόδα».

ἐν ἄλλῳ «ἧς γὰρ ἀνώγει».

τοξεύειν· «ὃς μέν κε βάλῃ τρήρωνα πέλειαν—»: ὅτι ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετῆλθεν οὕτως· ὁ γὰρ Ἀχιλλεὺς τοῦτο λέγει ὃς μέν κε βάλῃ—.

τοξεύειν· «ὃς μέν κε βάλῃ—πέλειαν—»: λείπει τὸ τάδε λέγων. εἴωθε δὲ μεταβαίνειν ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. ἔστι δὲ δυσχερέστερον τὸ τῆς περιστερᾶς· τοῦ ἑνὸς γὰρ δέδεται ποδὸς καὶ πτερυσσομένη δυσχερής ἐστι πρὸς τὴν βολήν.

οἶκον δέ: ἐν ἄλλῳ «κλισίην δέ φερέσθω».

ὃς δέ κε μηρίνθοιο τύχῃ ὄρνιθος ἁμαρτών: ὅτι βέλτιον ἦν τοῦτο μὴ προλέγεσθαι ὑπὸ Ἀχιλλέως ὥσπερ προγινώσκοντος τὸ ἀπὸ τύχης συμβησόμενον.

ὃς δέ κε—ἁμαρτών: ἔδει μὴ προειπεῖν περὶ τῆς μηρίνθου, ἀλλʼ ὕστερον ὡς ἐναγώνιον συμβεβηκὸς εἰπεῖν.

μηρίνθοιο τύχῃ: καὶ μὴν τοῦτο—μενούσης.

ἥσσων γὰρ δὴ κεῖνος: τοῦτο μεταξὺ κείμενον ἦθος ἔχει.

ὁ δʼ οἴσεται ἡμιπέλεκκα: δύο μέρη ἐστὶ λόγου, ὁ καὶ δέ· διὸ βαρυτονητέον· οὐ γὰρ δείκνυσιν ἤδη τὸν οἴσοντα τὰ ἡμιπέλεκκα, ἀλλὰ κατʼ ἀναφορὰν ἀποφαίνεται.

ὁ δʼ οἴσεται: δύο μέρη λόγου τὸ ὁ δέ, ἵνʼ ᾖ «οἴσεται δέ», ὡς «ἡ δὲ χιτῶνʼ ἐνδῦσα» «ἐνδῦσα δέ».

ὦρτο δʼ ἔπειτα βίη Τεύκροιο: καὶ πῶς φησιν Ὀδυσσεύς· «οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ» καυχᾶται δέ, ὡς τὸ «δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ».

κλήρους δʼ ἐν κυνέῃ—πάλλον ἑλόντες: ἴσως γὰρ ὁ πρῶτος φθάσας βαλεῖ τὸν ὄρνιν καὶ νικήσει.

πρῶτος: ἔδει πρότερος.

ἐπικρατέως: ἰσχυρῶς ὥστε κρατῆσαι.

ἰσχυρῶς καὶ δυνάμει πολλῇ, πρὸς τὸ ἐπιτυχεῖν.

οὐδʼ ἠπείλησεν ἄνακτι: ὅτι νῦν ἠπείλησεν ἀντὶ τοῦ ηὔξατο.

οὐδʼ ηὔξατο.

μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων: ἐπὶ εὐσέβειαν τοῦτο προτρέπει.

τῇ δέδετʼ ὄρνις: ἑκατέρωσε δύνανται προσδίδοσθαι.

ἡ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν: ἄνωθεν καὶ κάτωθεν ἐκίνησε τὴν ἐνέργειαν.

σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρός τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν: ἐν τῇ Μασσαλιωτικῇ «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀϊστόν τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, ὡς ἴθυνεν». ἐν δὲ τῇ κατὰ Ἀντίμαχον οὕτως· «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείλετο τόξον χερσίν». ὁ μέντοι Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων ἐπειγόμενον βούλεται τὸν Μηριόνην ἐκσπάσαι τῆς τοῦ Τεύκρου χειρὸς τὸ τόξον· καὶ γὰρ κοινὸν τῶν ἀγωνιζομένων αὐτὸ εἶναι ὥσπερ τὸν δίσκον. τὸ δὲ ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι ἐπὶ τοῦ Μηριόνου ἀκουστέον.

ἐπειγόμενος ἀπέσπασε τῆς χειρὸς τοῦ Τεύκρου τὸ τόξον· ἑνὶ γὰρ ἠγωνίζοντο τόξῳ ὡς ἑνὶ δίσκῳ· ὀϊστὸν γάρ, ἐξ ὅτου ἐκεῖνος ἴθυνεν ἐπὶ τὸν σκοπόν, καὶ οὗτος εἶχεν· οὕτως Ἀρίσταρχος. ἡ δὲ Μασσαλιωτικὴ οὕτω· «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐπεθήκατʼ ὀϊστόν τόξῳ· ἐν γὰρ χερσὶν ἔχεν πάλαι, ὡς ἴθυνεν». Ἀντίμαχος δὲ «σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε Τεύκρου τόξον· χερσὶ δʼ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν».

σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρός: ὅτι ἑνὶ τόξῳ ἐχρῶντο οἱ τοξόται· διὸ ταχέως ἀφαιρεῖται ὁ Μηριόνης τοῦ Τεύκρου τὸ τόξον.

ὀϊστὸν ἔχεν: ἐν ὅσῳ ἐκεῖνος ἐτόξευεν, καὶ οὗτος κατεῖχε τὸν ὀϊστόν.

ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι: ὅτι πάλιν ἀντὶ τοῦ ηὔξατο.

ἀντικρὺ δὲ διῆλθε βέλος: τὰ πάντα θεματικῶς εἶπεν.

πρόσθεν Μηριόναο πάγη ποδός: τὸ εὔστοχον ἐδήλωσε τῆς βολῆς, διʼ οὗ φησι «πρόσθε τοῦ βαλόντος ἠνέχθη τὸ βέλος».

λίασθεν: οὕτως Ἀρίσταρχος διὰ τῶν δύο σσ. ἡ δὲ Μασσαλιωτικὴ «λιάσθη».

Ἀρίσταρχος «λίασσεν».

λιάσθη: ἀπέκλινεν, ὡς «ὁ δὲ νόσφι λιασθείς».

λίασθεν: ἀπεκλίθησαν, τὴν ἰδίαν ἁρμονίαν ἀφέντα.

ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο: ὅτι ἀντὶ τοῦ ὠκέως, ὅ ἔστιν εὐθέως.

ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο—ἄειρε: ὠκὺς ἀντὶ τοῦ ταχέως. ἐπειδὴ ἐν τῇ ποιήσει πολλὰ κεχάρισται Τεύκρῳ, νῦν τοῦτο πορίζεται Μηριόνῃ.

ἀντὶ τοῦ ταχέως· ἢ ἐπιδὴ πνεῦμά ἐστι. πολλὰ δὲ ἐν τῇ ποιήσει κατορθώματα Τεύκρῳ περιάψας, νῦν τοῦτο Μηριόνῃ διὰ τὸ πιθανὸν πορίζεται.

ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε: ὅτι παρέλκει τὸ πάντας.

ἀνθεμόεντα: ἀναθεματιαῖον. ἢ ποικίλον, ἀπὸ τῶν ἐντετορευμένων ἀνθῶν, ἅπερ ἄνθεμα καλοῦσι· καὶ Πίνδαρος· «ἄνθεμα δὲ χρυσοῦ».

καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν: ὅτι ἥμονες οἱ ἀκοντισταί, ἀπὸ τοῦ ἱέναι. τινὲς δὲ ἀνέγνωσαν «ῥήμονες», οἰόμενοι τοὺς ῥήτορας. οὐκ ἔστι δὲ λογιστικὸς ὁ ἀγών. τὸ δὲ ἥμονες δασυντέον· παρὰ γὰρ τὸν ἥσω μέλλοντα ἐσχημάτισται ἡ λέξις· «ἥσω γὰρ καὶ ἐγώ». παρὰ δὲ τοῦτο καὶ τὸ ἧμα ἐγεγόνει πάλιν δασυνόμενον· «καὶ ἥμασιν ἔπλευ ἄριστος».

ῥʼ ἥμονες: τινὲς «ῥήμονες». ἀλλὰ εἶπεν «καὶ ἥμασιν ἔπλευ ἄριστος». ἔστιν οὖν παρὰ τὸ ἥσω· διὸ καὶ δασύνεται.

ἥμονες ἄνδρες: ὡς οἱ δισκευταί, «οὔτις … ὑπερήσει», «δουρὶ δʼ ὑπειρέβαλον Φυλῆά τε».

ἂν μὲν ἄρʼ Ἀτρείδης—Ἀγαμέμνων: καλῶς τοῦτο ἀγωνίζεται Ἀγαμέμνων, ἔνθα μὴ ἤμελλε γυμνωθῆναι τῆς βασιλικῆς στολῆς, καὶ χρεωστῶν τῷ θανόντι — τιμὴν γὰρ ἀρνύμενος Μενελάῳ ἀπώλετο — καὶ ἀνακτώμενος Ἀχιλλέα. πανταχοῦ δὲ εὔστοχός ἐστιν ἀκοντιστής

ἥμασιν: ὅτι ὁμοίως ἀκοντίσμασι. καὶ δασυντέον πάλιν.

τόδʼ ἄεθλον ἔχων: ὡς βασιλέα ἀκονιτὶ στεφανοῖ, καὶ οὐ πρότερον, εἰ μὴ ἐκέλευσεν ὁ βασιλεύς.

Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον:δηλονότι ἐπὶ τῷ ἀπαγαγεῖν εἰς τὴν βασιλικὴν σκηνήν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.