ὣς οἱ μὲν μάρναντο δέμας πυρός: λείπει τὸ ὡσεί, ὡσεὶ δέμας πυρός· ὡς πῦρ γὰρ ἐμάχοντο μετὰ πάσης ἐνεργείας· καὶ γὰρ τὴν μάχην καυστείρην λέγει ποικίλλει δὲ πάλιν μετάγων ἡμᾶς ἐπὶ τὰς σκηνάς.
ὣς οἱ μὲν μάρναντο δέμας πυρός: τινὲς δέμας τὸ σῶμα, τὸ δὲ σῶμα εἶδος, εἶδος δὲ ὁ τρόπος, δέμας πυρὸς ὁ τρόπος τοῦ πυρός· ὠλόθρευον ἀλλήλους ὡς πῦρ ἤτοι ἐμπύρως ἐπολέμουν.
ὣς οἱ μὲν μάρναντο δέμας πυρός: πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι.
δέμας: ὅτι ὥσπερ.
προπάροιθε: τοπικῶς, ὡς τὸ «κὰδ δʼ ἔβαλε προπάροιθε νεώς». ἀλλὰ καὶ χρονικῶς, ὡς τὸ «οὗτος ἀνὴρ προπάροιθε μακάρτατος».
προπάροιθε: νῦν ἐπὶ τόπου. καὶ ἐν Ὀδυσσείᾳ «κὰδ δʼ ἔβαλε προπάροιθε νεώς». τάσσεται δὲ καὶ ἐπὶ χρόνου· «σεῖο δʼ, Ἀχιλλεῦ, οὔτις ἀνὴρ προπάροιθε μακάρτατος».
ὀρθοκραιράων: τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραῖραν γὰρ λέγουσι τὴν κεφαλήν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ μεταφορᾶς τῶν βοῶν.
κατὰ πρύμναν καὶ πρῷραν ἀνατεταμένων. ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή.
τὰ φρονέοντʼ ἀνὰ θυμόν, ἃ δὴ τετελεσμένα ἦεν:οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.
ὀχθήσας: ἤτοι λυπηθείς, ἀπὸ τοῦ ἄχθεος, ὅ ἐστι βάρους· λέγοιμεν δʼ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά, οἷον ἐπαρθεὶς τῷ θυμῷ.
ὤ μοι ἐγώ: περιπαθῶς ἄγαν ἑαυτὸν ἀπολοφύρεται ἐπὶ τῇ ὑπονοουμένῃ τοῦ φίλου συμφορᾷ. μεγαλοφυῶς δὲ ἀπὸ τῆς φυγῆς τῶν Ἀχαιῶν στοχάζεται πεπτωκέναι Πάτροκλον· οὐκ ἂν γὰρ αὐτοῦ ζῶντος ἔφυγον. εἰ δὲ καὶ ἔφυγον, ἧκεν ἂν αὐτὸς πρὸς Ἀχιλλέα.
τί τʼ ἄρʼ αὖτε: τί δὴ πάλιν.
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο: ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ «νηυσὶν ἔπι προέηκα». ἡ διπλῆ δέ, ὅτι λείπει ἡ διά, φεύγοντες διὰ τοῦ πεδίου.
νηυσὶν ἔπι: ἐπὶ τὰς ναῦς. ἀναστρεπτέον δὲ τὴν πρόθεσιν ὁμοίως τῷ «νηυσὶν ἔπι προέηκα».
ἀτυζόμενοι: βεβλαμμένοι. ἢ φεύγοντες. πεποίηται δὲ ἡ λέξις παρὰ τὸ ἄτη.
ὥς ποτέ μοι μήτηρ διεπέφραδε: ἐζήτηται, πῶς οὐκ ἔστιν Αὐτομέδων—χρονίσαι ἐν τῇ ὁδῷ.
διεπέφραδε καί μοι ἔειπε: ὅμοιόν ἐστι τῷ «ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν».
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο: ἐν τῇ Ῥιανοῦ οὐκ ἦσαν οἱ δύο, ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος· Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸ παραδέχεσθαι, τὸν μετʼ αὐτὸν ἄριστον τῶν Μυρμιδόνων. καὶ κατά τινας δὲ τῶν μεθʼ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι. οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δέ, φασί, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον; ὅτι, φαίη τις ἄν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων. ὅταν δὲ ἀποβῇ, μιμνῄσκονται.
ἄλλως· χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν· οὐ γὰρ ἐβούλετο, τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα, λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἶπεν τὸ Μυρμιδόνων τὸν ἄριστον, ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον.
Μυρμιδόνων τὸν ἄριστον: ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον, πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα.
Μυρμιδόνων τὸν ἄριστον: Ἄκτωρ Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ Ὀποῦντος πόλεως· μετὰ δὲ τὸ τεκεῖν Αἰακὸν ὑπὸ Διὸς τὴν Αἴγιναν γήμας ἔμενεν ἐν Οἰνώνῃ· καὶ γίνεται αὐτῷ Μενοίτιος ὁ τοῦ Πατρόκλου πατήρ· ὅθεν Μυρμιδόνα ἀναγκαίως τὸν Πάτροκλον καλεῖ· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν· ἐπὰν γὰρ πρὸς πολλοὺς ὁμοιογενεῖς συγκρίνωμεν, τῷ ὑπερθετικῷ χρώμεθα, οἷον πλουσιώτατος Ἀλεξανδρέων Πτολεμαῖος, εἰ δὲ πρὸς ἀλλογενεῖς, τῷ συγκριτικῷ· τὸ γὰρ συγκριτικὸν οὔπω τὴν τελείαν εἴληχε λέξιν, ἀμέλει γέ τοι καὶ ἔτι ἐπιτείνεται· τὸ δὲ ὑπερθετικὸν τὸ τέλος εἴληχε. τῷ δὲ ἐντελεῖ συγκρινόμενον οὐκ ἀχθεσθήσεται τὸ πλῆθος, τῷ γε μὴν ἀτελεῖ.
ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: ἐν τῇ Ῥιανοῦ καὶ Ἀριστοφάνους οὐκ ἐφέροντο οἱ δύο δύναται δὲ Μυρμιδόνων λέγειν τὸν ἄριστον οἷον τῆς Μυρμιδόνων στρατιᾶς· διὸ καὶ ἄριστον, οὐ κρείττω εἶπεν. ἢ τὸν ἐν Μυρμιδόσιν ἄριστον· συνηρίθμητο γὰρ αὐτοῖς, εἰ καὶ Λοκρὸς ἦν.
ἄλλως· Μυρμιδόνων τὸν ἄριστον: πιθανὸν τὸ μὴ ὀνομαστὶ περὶ τοῦ Πατρόκλου προειρηκέναι τὴν Θέτιν· καὶ γὰρ ὁ τῶν χρησμῶν χαρακτὴρ τοιοῦτος, ἐχόμενος τοῦ ἀμφιβόλου· διὸ καὶ μετὰ τὰς ἀποβάσεις ὁρῶνται, ὡς καὶ ἐπὶ τοῦ Ἀλκινόου
χερσὶν ὕπο Τρώων: ἀντὶ τοῦ ὑπὸ τῶν χειρῶν τῶν Τρώων.
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱός:μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι τέθνηκεν. ἐκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εἰκάζειν οἱ στέργοντες.
ἦ μάλα δὴ τέθνηκε: ἀντὶ τοῦ λίαν κατείληφα ὅτι τέθνηκε· μάλα οἶδα καὶ πέπεισμαι.
σχέτλιος: ὁ ἑαυτῷ κακῶν αἴτιος, ὁ τλήμων. ἀναφαίνεται δὲ ἐνταῦθα ἡ γνώμη τοῦ Ἀχιλλέως ὅτι κατὰ πρόνοιαν τῷ φίλῳ ἀπέχεσθαι τοῦ τείχους συνεβούλευεν, οὐ βασκαίνων αὐτῷ
σχέτλιος: τάλας, ἢ τλήμων ἐνταῦθα.
νῆας ἐπʼ ἂψ ἰέναι: «ἂψ ἐπὶ νῆας ἴμεν», οὕτως ἡ Ἀριστάρχου. ἐν ἐνίαις δὲ φαύλως νῆας ἐπʼ ἂψ ἰέναι.
Ἀρίσταρχος «ἂψ ἐπὶ νῆας ἴμεν».
Ἀρίσταρχος καὶ Ἀριστοφάνης «ἐπὶ νῆας ἰέναι».
Ἕκτορι: ἀπὸ μέρους τοῖς Τρωσίν· ἔφη γὰρ «Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν».
δάκρυα θερμὰ χέων: ἵνα πλησίον γένηται τῆς ὑπονοίας Ἀχιλλεὺς καὶ μὴ περιμείνῃ τὴν ἀγγελίαν.
ἀγγελίην ἀλεγεινήν: ὥσπερ συναλγῶν ἐπὶ τῇ Πατρόκλου συμφορᾷ ὁ ποιητὴς ἐπιφωνεῖ ὅτι ἀλεγεινὴ ἀγγελία τὸ τὸν Πάτροκλον ἀγγεῖλαι τετελευτηκότα.
ὤ μοι, Πηλέως υἱὲ δαΐφρονος, ἦ μάλα λυγρῆς:περιπαθῶς καὶ ἀξίως τῆς φιλίας ἀναφθέγγεται, οὐκ ἐπὶ τὸν τεθνεῶτα οὐδʼ ἐπὶ τὸν ἀκούοντα, ἀλλʼ ἐφʼ ἑαυτὸν ἀνενεγκὼν τὴν ἀτυχίαν· διὰ γὰρ τοῦ ὤ μοι οἰκειοῦται τὴν συμφοράν, τοῦ δὲ Πηλέως, τοιούτου πατρός, μετριάζει ταῖς συμφοραῖς. διὰ δὲ τοῦ λυγρῆς ἔννοιαν αὐτῷ τοῦ δεινοῦ δίδωσιν.
ὤ μοι: δεξιῶς πάνυ ὁ Ἀντίλοχος οὔτε τὸν τελευτήσαντα κατοικτίζεται οὔτε τὸν Ἀχιλλέα, εἰς ἑαυτὸν δὲ τὴν συμφορὰν ἐπενεγκὼν ηὔξησε τὸ πάθος.
κεῖται Πάτροκλος—Ἕκτωρ: ἱκανῶς ἐτάχυνε τὸ κακάγγελον ἐν ὅλοις δύο στίχοις. καὶ ἐν βραχεῖ πάντα ἐδήλωσε, τὸν ἀποθανόντα, τοὺς ὑπερμαχομένους, τὸν κτείναντα. οὐκ ἐζήλωσαν δὲ τοῦτο οἱ τραγικοί, ἀλλὰ τοῖς λυπουμένοις μακρὰς ἐπάγουσι τὰς διηγήσεις τῶν συμφορῶν.
κεῖται Πάτροκλος: προδοὺς ἴχνη τῆς συμφορᾶς τῷ δακρύῳ καὶ τῇ προφωνήσει οὕτως ἐπὶ τὴν διήγησιν ἔρχεται· αἰφνίδιον γὰρ προσπεσόντα τοῖς ἀκούουσι τὰ δεινὰ ἐξίστησιν.
ἄλλως· κεῖται Πάτροκλος: οἶον οὐκ ἀνήρπασται. διὰ δὲ τοῦ ἀμφιμάχονται εὐμενῆ τοῖς Ἀχαιοῖς αὐτὸν καθίστησιν.
γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ: δεδήλωκε μετὰ συντομίας τὸ γεγενημένον πρᾶγμα. ἀναγκαίως δὲ καὶ τὸ συμβὰν τῷ ἥρωϊ εὐσχημόνως ἀπήγγειλεν· οὐ γὰρ ἔφη «σκυλεύσας τὰ ὅπλα ἔχει», ἀλλὰ μόνον ἐσήμανεν.
τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε—ᾤμωξεν: Πλάτων ἐν τρίτῳ Πολιτείας κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡς δεινόν τι πεπονθότων. Ζωΐλος δέ φησιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτως ὑπερπενθεῖν γυναικῶδες. οὕτως οὔτʼ ἂν βάρβαρος τιτθὴ ἐποίησεν· καί τοι Ἑκάβης ἐπὶ τῷ συρμῷ Ἕκτορος οὐδὲν τοιοῦτόν ἐστιν Ζηνόδωρος δὲ ἀπολογεῖται, λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ. καὶ ἄλλως συνήθη ταῦτα τῷ τότε βίῳ· «τοῦτό νυ καὶ γέρας οἶον ὀϊζυροῖσι βροτοῖσι, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν».
ἄλλως· εἰ γὰρ Ἀντίλοχον ἥττονα φίλον καταλαμβάνει πένθος ἀκούσαντα, τί πείσεται Ἀχιλλεύς; μεῖζον δὲ τὸ πάθος ἔδειξε δακρύσας
ἄχεος νεφέλη: λύπης χειμών.
κόνιν αἰθαλόεσσαν: ὅτι τὴν ἀπὸ πυρὸς τέφραν κόνιν λέγει· διὸ καὶ αἰθαλόεσσαν αὐτὴν λέγει.
κόνιν αἰθαλόεσσαν: τὴν σποδόν φησι· «μέλαινʼ ἀμφίζανε τέφρη». οἱ δὲ τεφρώδη κονιορτόν· καὶ ἐπὶ Πριάμου «ἀμφὶ δὲ πολλή κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι».
νεκταρέῳ: εὐώδει, ἢ εὐπρεπεῖ, ἢ θείῳ, παρὰ τὸ νέκταρ.
μεγαλωστί: Ἀνακρέων «ἱρωστί». Φερεκράτης «ταχεωστί» ἀντὶ τοῦ ταχέως. νεωστί. ἔδει δὲ μεγαλιστί, ὡς Φρυγιστί, Ῥωμαϊστί.
δμωαὶ δʼ, ἃς Ἀχιλεὺς ληΐσσατο—ἑκάστης: φιλοπενθὴς γυνὴ βάρβαρος αἰχμάλωτος, καὶ διὰ τὸ πρᾷον τοῦ ἀποθανόντος καὶ τὴν τιμὴν τοῦ ζῶντος. εἰ δὲ αὗται θρηνοῦσι, πῶς οὐκ Ἀχιλλεύς; ἐκ περιουσίας δὲ τοῦτό φησι· μὴ μνησθέντος γοῦν οὐδεὶς ἐπεζήτησεν.
ἃς ... ληΐσσατο: ἃς ἐκ λαφυραγωγίας ἐκτήσατο.
Πάτροκλός τε: περιπαθῶς ἀναπεφώνηται τὸ ὄνομα τοῦ Πατρόκλου.
πεπλήγοντο: ἔτυπτον. ἢ πληγεῖσαι ἦσαν.
χεῖρας ἔχων Ἀχιλῆος: πανταχόθεν ἐκίνησεν, ἀνωτέρω μὲν τοῖς ἐνεργήμασι, νῦν δὲ τῇ ἐξ ἑτέρων σπουδῇ· οἶδε γὰρ τοὺς μεγαλοψύχους ἐπὶ σφᾶς αὐτοὺς ἐν ταῖς συμφοραῖς ὁρμωμένους.
ὁ δʼ ἔστενε κυδάλιμον κῆρ: τοῦτο διὰ μέσου· τὸ γὰρ ἑξῆς χεῖρας ἔχων Ἀχιλῆος· «δείδιε γάρ».
δείδιε γάρ, μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ: τινές· ἐφοβεῖτο γὰρ Ἀχιλλεύς, μὴ καὶ ἀποδειροτομήσῃ Ἕκτωρ Πάτροκλον. ὁ δὲ Ἀντίλοχος, φασί, πρὸς τὸ μὴ ἐπιχέειν τὴν κόνιν κατεῖχεν αὐτόν· ὡς φιλέταιρος δὲ τοῦτο ὑπονοεῖ Ἀχιλλεύς.
δείδιε γάρ, μὴ λαιμόν: ὅτι ἀμφίβολον, μὴ τὸν ἑαυτοῦ λαιμὸν ὁ Ἀχιλλεύς, ἢ τὸν Ἀντιλόχου.
ἀποτμήξειε: οὕτω Ζηνόδοτος. Ἀρίσταρχος «ἀπαμήσειε».
Ἀρίσταρχος ἀποτμήσειε, Ζηνόδοτος ἀποτμήξειε.
σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλός: προκατασκευὴ χρειώδης τῆς μεγαλοφωνίας Ἀχιλλέως· «τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, τρὶς δὲ κυκήθησαν Τρῶες». συνετῶς δὲ οἰμώξαντα μόνον αὐτὸν παρεισάγει· λόγον γὰρ οἰκεῖον εὑρέσθαι οὐκ ἐνῆν εὐθέως τηλικαύτῃ συμφορᾷ πεπληγότι.
ἡμένη ἐν βένθεσσιν ἁλός: ἄλλα ἐπεισόδια καινά· καὶ ἀπὸ τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος.
κώκυσεν: θρηνητικὸν ἀνεφθέγξατο.
ΝΗΡΗ´ΪΔΕΣ: ἐντεῦθεν πλανηθέντες οἱ περὶ Ἡσίοδον Νηρέως ἀνέγραψαν θυγατέρα καὶ Θέτιν, τοῦ ποιητοῦ παρὰ τὸ νεῖν τὴν λέξιν ποιησαμένου, ὅθεν καὶ νῆσος καὶ ναρὸν τὸ ῥευστικόν. ἦσαν δὲ Πρωτέως, φησίν ἢ Φόρκυνος· οὗτοι γὰρ γέροντες εἰνάλιοι παρὰ τῷ ποιητῇ· καὶ «ὀψόμεναί τε γέρονθʼ ἅλιον».
ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε—ἦσαν: ὁ τῶν Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς Ἡσιόδειον ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει καὶ Εἰλειθυίας ἀλλʼ οὐκ ὀνόματα· γελοῖόν τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ὁ δὲ Καλλίστρατος οὐδὲ ἐν τῇ Ἀργολικῇ φησιν αὐτοὺς φέρεσθαι· τό τε ἔνθα οὔτε χρόνον σημαίνει οὔτε τόπον, διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ.
Γλαύκη ... Νημερτής τε καὶ Ἀψευδής: ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ «γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα». ἐπὶ δὲ τοῦ Νημερτής τε καὶ Ἀψευδής οὐκ ἐποιήσατο μεταβολὴν τόνου. ἔφαμεν δὲ ἤδη περὶ τῶν τοιούτων.
Σπειώ τε Θόη θʼ Ἁλίη τε: Ἀρίσταρχος χωρὶς τὸ θ, Ἁλίη, παρὰ τὴν ἅλα.
Θόη θʼ Ἁλίη τε: ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ ὀνόματος δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆχθαι.
Δεξαμένη: τινὲς ὀξυτόνως διὰ τὸ Δεξαμενός. τί οὖν εἴποιεν ἐπὶ τοῦ Δαναός «Δανάη» κολωνός «κολώνη»
ἀργύφεον: παρὰ τὸ «ἄργυφον»
πεπλήγοντο: ἐκπληκτικὸν τοσαῦται θεαὶ κοπτόμεναι περὶ τὴν Θέτιν θρηνοῦσαν.
εἴδετε: διὰ μέτρον συνέστειλεν.
εἴδετε: ἀντὶ τοῦ εἰδῆτε.
ἔνι: Ἀριστοφάνης «ἔπι».
δυσαριστοτόκεια: ἐπὶ κακῷ τὸν ἄριστον τεκοῦσα, ἄριστον καὶ δύστηνον. καὶ Ὀλυμπιὰς ἐντεῦθεν περὶ Ἀλεξάνδρου φησί· «κρείσσων γέγονεν ἢ μητρὶ συνέφερεν.»
δυσαριστοτόκεια: ἐκ τριῶν σύνθετον, ὡς τὸ «ἀμιτροχίτωνας». λέγει δὲ ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, ὡς ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνος.
ἔξοχον ἡρώων, ὁ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος: ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ σύνδεσμος περισσεύῃ, ἢ καὶ ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις «τὸν μὲν ἐγὼ θρέψασα».
τὸν μὲν ἐγὼ θρέψασα: ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ Πηλέως οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν Ἀχιλλέα, ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ.
θρέψασα: ὅτι οὐκ ἐχωρίσθη Πηλέως· καὶ «τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις».
γουνῷ ἀλωῆς: τῷ γονίμῳ τόπῳ τῆς γῆς. ἢ τῷ ὑψηλοτάτῳ, μεταφορικῶς ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι, ἅπερ ἐξέχει.
γουνῷ: γουνόν τινες τὸ γεώλοφον, ὃ καὶ τῶν καταιγίδων ἀπήλλακται καὶ αὔραις αὔξει τὰ φυτά.
τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις: οὐκοῦν δεινότερα τῶν θνητῶν πέπονθεν ἡ Θέτις· κεκέρδηκε γὰρ ἐκ τῆς ἰδίας φύσεως τὸ πρὸ πολλοῦ λυπεῖσθαι καὶ πενθεῖν τὸν υἱόν, προειδυῖα τὴν τελευτήν.
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω: ὅτι Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταί, κεχωρισμένην τὴν Θέτιν ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν· ἀλλʼ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι, λέγει.
ἴδοιμι: συντύχοιμι. καὶ ἐν Ὀδυσσείᾳ «ὄφρʼ αὐτόν τε ἴδοιμι», καὶ «ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός».
ἠδʼ ἐπακούσω, ὅττι μιν ἵκετο πένθος: τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περὶ τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ τοῦτο ἀγνοοῦσαν φαίνεσθαι.
ὅττι: ἀντὶ τοῦ ὅπερ.
ἀπὸ πτολέμοιο μένοντα: Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων, καὶ σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν «ἀπὸ πατρίδος ἄνδρα κατακτάς» καὶ «οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος» καὶ «καὶ γάρ τις θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο». προσέθηκα δὲ «μὴ μεταξὺ πιπτουσῶν λέξεων» διὰ τὸ «ἄπο πλυνοί εἰσι πόληος»· οὐ γὰρ ἐπλησίασε τῇ πόληος γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις.
οὐκ ἀναστρεπτέον τὴν ἀπό· τότε γὰρ οὐκ ἀναστρέφεται, ὅτε δηλοῦσα τὸ ἄπωθεν συντάσσεται γενικῇ, μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων, «ἀπὸ ἧς ἀλόχοιο», «ἀπὸ πατρίδος ἄνδρα κατακτάς», «ἀπὸ τείχεος ὀρνύμεν Ἕκτωρ». πρόσκειται «μὴ πιπτουσῶν μεταξὺ ἄλλων λέξεων» διὰ τὸ «πολλὸν γὰρ ἄπο πλυνοί εἰσι πόληος»· ἐνθάδε γὰρ ἀναστρέφεται ἡ ἀπό.
κῦμα θαλάσσης ῥήγνυτο: τὴν ἐνέργειαν ἐσήμανεν, ὡς καὶ ἐπὶ Ποσειδῶνος οὐκ ἀνθηρογραφεῖ δὲ διὰ τὸ κατηφές.
ἀκτὴν εἰσανέβαινον ἘΠΙΣΧΕΡΩ ἔνθα θαμειαίΜυρμιδόνων εἴρυντο νέες: τὸ ἐπισχερώ ἑκατέρωσε δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ Περὶ ναυστάθμου λέγεται.
εἰσανέβαινον: γράφεται «εἰσανέβησαν».
ἐπισχερώ: ὀξύνεται καὶ σεσημείωται ὥσπερ καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι εἰ μὴ τὰ δύο ταῦτα.
ἐπισχερώ: ἐφεξῆς.
κωκύσασα: πάλιν κωκύει θεασαμένη τὴν κατάστασιν τοῦ παιδὸς καὶ ὑπʼ αὐτῆς τῆς ὄψεως κινηθεῖσα.
κάρη λάβε: περιπαθὲς τὸ σχῆμα· οὐ γὰρ φιλοφρονεῖται ὡς Πηνελόπη· «κύσσε δέ μιν κεφαλήν».
εὔχεο: κατὰ τὸ λεληθός. ἢ ἐπεί φησι «πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο» καὶ αὐτὸς «ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο».
ἀλήμεναι: ὡς παρὰ τὸ «βῆναι» «βήμεναι» ἐγένετο, οὕτως καὶ παρὰ τὸ «ἀλῆναι» ἀλήμεναι· «ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι». ψιλοῦται δὲ καὶ τὸ «ἐάλη» καὶ τὸ «οἴμησεν δὲ ἀλείς» καὶ πᾶς ὁ σχηματισμός, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο.
ὅλος ὁ σχηματισμὸς τοῦ «ἀλῆναι» ψιλοῦται.
ἀεκήλια: πρὸς τὴν συναλιφήν, ὅτι ἀἑκήλια ἐκληπτέον κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφʼ οἷς οὐχ οἷόν τε ἡσυχάζειν.
ἀεκήλια: ὁ Ἀσκαλωνίτης ἀἑκήλια οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικά, ἐπεὶ ἕκηλος ὁ ἥσυχος ὥστε στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι· ὁμοίως δὲ καὶ Ἀλεξίων. καὶ ἔχονται τοῦ δηλουμένου.
ἀεκήλια: ἃ ἄκοντες πάσχομεν, ὅ ἐστι δυσχερῆ. Ἀρίσταρχος δὲ ἀἑκήλια τὰ ἀναγκάζοντα αὐτοὺς σιωπᾶν. ἢ παρὰ τὸ ἕκηλος, οὐχ ἡσυχαῖα οὐδʼ εἰρηναῖα.
ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος:ὑπερβολὴ φιλίας ὅτι οὐδὲν αὐτὸν ἥδει ὡς ἡ ζωὴ τοῦ φίλου.
ἶσον ἐμῇ κεφαλῇ: στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον γὰρ ἐμφαίνει.
ἶσον ἐμῇ κεφαλῇ: Πυθαγόρειοι «τί ἐστι φίλος; — ἄλλος ἐγώ.»
Πυθαγόρειοι δὲ ἐρωτώμενοι, τί ἐστι φίλος, ἔλεγον· «ἄλλος ἐγώ».
τὸν ἀπώλεσα: περιπαθῶς πάνυ ὡς ἐπὶ κτήματος μεγάλου τοῦ φίλου.
ἀπέδυσε: τινὲς «ἀπέλυσε», διὰ τὸ «λῦσε δέ οἱ θώρηκα».
τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν—εὐνῇ: δεινὸν αὐτῷ δοκεῖ λάφυρον γενέσθαι πολεμίῳ κτῆμα πατρὸς καὶ δῶρα θεῶν. κινεῖται δὲ καὶ τῷ τοῦ Ἕκτορος φθόνῳ· πρὸς τοῦτον γὰρ φιλότιμος Ἀχιλλεύς. ἅμα δέ, ἐπεὶ καὶ ἐν χρείᾳ αὐτῶν καθέστηκεν· διὸ πολυλογεῖ περὶ αὐτῶν.
τὰ μὲν Πηλῆϊ—εὐνῇ: ἄκαιρον τὸ εἰδυίᾳ λέγειν.
ὡς ὄφελες—ἄκοιτιν: φιλομήτωρ ὁ εὐχόμενος μὴ γενέσθαι, ὅπως μὴ γεγονὼς λυπήσῃ τὴν μητέρα.
αἴθʼ ὄφελες: ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον.
αἴθʼ ὄφελες: οὕτως αἴθʼ ὄφελες. Ἀπολλώνιος ἐν τῷ Περὶ συντάξεως τίθησι τὸν στίχον οὕτως ἔχοντα.
αὖθι: ἀναφορικῶς, ἐκεῖ ἐν τῷ τόπῳ τῶν Νηρηΐδων, ὡς καὶ ὁ Κάλχας «πολεμίξομεν αὖθι» ἀντὶ τοῦ ἐκεῖ ἐν Τροίᾳ.
ἀγαγέσθαι: ὡς τὸ «λελαβέσθαι».
νῦν δʼ, ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις οἴκαδε νοστήσαντα: διὰ τὸν ἵνα σύνδεσμον ὑποστιγμὴ ἐπὶ τὸ ἀποφθιμένοιο, ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δʼ ἵνα καὶ σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμή, κοινοῦ νοουμένου ἄνωθεν τοῦ «ἀνέρος ἔμβαλον εὐνῇ».
καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη παιδὸς ἀποφθιμένοιο: ἠθικὸν καὶ βιωφελές· εἰώθαμεν γὰρ λέγειν ὡς αἴτιοι τῶν κακῶν τοῖς φίλοις ἐσμέν.
καὶ σοὶ— παιδὸς ἀποφθιμένοιο: συμφορὰν ἑαυτὸν τῇ τεκούσῃ γεγενῆσθαι ὁμολογῶν ἔλεον ἑαυτῷ θηρᾶται.
οἴκαδε νοστήσαντα: ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ Θέτις.
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ: ἔδει πρότερος· δύο γάρ εἰσιν. ἐμφαντικῶς δὲ ἄγαν πάντα μὲν ὁμοῦ συνήγαγε τὰ κεφάλαια, οὐ μετʼ ἄλλους δὲ ἐπιθυμεῖν φησι τῆς Ἕκτορος ἀναιρέσεως, ἀλλὰ πρῶτον ἐκεῖνον ἀνελεῖν.
πρῶτος: ἀντὶ τοῦ πρότερος.
πρῶτος ἐμῷ ὕπο δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ: τὸ ἑξῆς ἐστιν ἀπολέσσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό, τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπʼ ἐμῷ. εἰσὶ μέντοι, οἳ οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι «δουρὶ δʼ ἐμῷ κτεάτισσα».
τὴν μὲν ἀπό οὐκ ἀναστρεπτέον· ἔστι γὰρ ἀπολέσῃ. τὴν δὲ ὑπό οἱ μὲν συντάσσοντες τῷ δουρί ὀρθοτονοῦσιν, οἱ δὲ τῷ ἐμῷ ἀναστρέφουσιν.
Πατρόκλοιο δʼ ἕλωρα ... ἀποτίσῃ: ὑπὲρ ὧν εἵλκυσεν, ἵνα ἀνθελκυσθῇ.
ἕλωρα: ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσματα.
τὸν δʼ αὖτε προσέειπε: ἐν ἄλλῳ «τὸν δʼ ἠμείβετʼ ἔπειτα».
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι: περιπαθῶς ἀνεβόησεν, ἀποτρέπουσα τῆς ἐξόδου τὸν Ἀχιλλέα.
αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος: περιπαθὲς καὶ τοῦτο, τὴν αὐτὴν εἶναι προθεσμίαν Ἀχιλλεῖ τῆς τε τοῦ ἐχθροῦ τιμωρίας καὶ τῆς αὐτοῦ μεταλλαγῆς.
αὐτίκα τεθναίην: ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετʼ ἐπιτάσεως τάσσει διὰ τοῦ αὐτίκα ὡς τῷ φίλῳ ἀκολουθήσων.
αὐτίκα τεθναίην: διὰ τί τὸν Ἀχιλλέα οὕτως ἀνώμαλον πεποίηκεν, ὅς γε ὅτε ἔζη τεθνάναι ἐβούλετο, τεθνεὼς δὲ ζῆν, «βουλοίμην κʼ ἐπάρουρος ἐών» ἢ οὔτε τὸ τεθνάναι διʼ αὑτὸ αἱρεῖσθαι φαίνεται οὔτε τὸ ζῆν, ἀλλὰ μόνα τὰ καλὰ ἔργα καὶ ὅπως πράττῃ ταῦτα· ἵνα μὲν γὰρ βοηθήσῃ τῷ Πατρόκλῳ, αὐτίκα τεθναίην φησίν, ἵνα δὲ τῷ πατρί, ζῆν ἐθέλει. ὥστε καλῶν ἔργων προκειμένων ὁ φιλόκαλος καὶ ζῶν τεθνάναι αἱρήσεται, εἰ μέλλοι καλόν τι πρᾶξαι ἀποθανών, καὶ τεθνεὼς ἀναβιώσεσθαι, εἰ μέλλοι τῶν κατʼ ἀρετήν τι πρᾶξαι ἀναζήσας.
ἄλλως· αὐτίκα τεθναίην: καλὸν πρὸς φιλεταιρίαν παράδειγμα, εἴγε τοσούτοις μὴ πεισθεὶς δώροις δίχα τούτων καὶ θάνατον αἱρεῖται ὑπὲρ φίλου.
ἄλλως· αὐτίκα τεθναίην: τῷ αὐτῷ ὀνόματι χρησάμενος, ᾧ καὶ ἡ Θέτις, τὸν διʼ ἀρετὴν καταφρονοῦντα θανάτου ἐνέφηνεν.
αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμῦναι: στικτέον ἐπὶ τὸ ἐπαμῦναι.
ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι: τινὲς περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτης καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικόν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου.
περισπαστέον δὲ τὸ δῆσε· τὸ γὰρ ε τοῦ δέ ἐστιν.
ἐμεῖο δʼ ἔδησεν ἀρῆς ἀλκτῆρα γενέσθαι: ὡς τὸ «ἦ μάλα πολλὸν ἀποιχομένου Ὀδυσῆος δεύῃ». καὶ Σοφοκλῆς· «δεῖ σοῦ γενέσθαι τῷδέ γʼ ἀνδρὶ σύμμαχον.»
ἄλλως· ἔδησεν: ἐδέησεν. ἀρῆς δὲ τῆς βλάβης, ὡς τὸ «Μέντορ, ἄμυνον ἀρήν». ἐμοῦ γάρ, φησίν, ἐδέησε τῷ Πατρόκλῳ ὥστε με βοηθὸν τῆς βλάβης γενέσθαι.
ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι: διὰ τοῦ ω «Ἄρεω» ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον «ἐμοῦ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω, καθʼ ὃν ἀπώλετο». ἀπʼ εὐθείας τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως, «Πείρεω υἱόν». ἐν δὲ τοῖς εἰκαιοτέροις «ἀρῆς» τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος «ἀρῆς ἀλκτῆρα» βλάβης καὶ κακώσεως ἔφη.
Ἀρίσταρχος διὰ τοῦ ω, «Ἄρεω».
τινὲς ἄρεος τοῦ πολέμου, ἀπὸ τοῦ Ἄρεως. καὶ ἔστιν ὁ λόγος τοιοῦτος· ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεος, καθʼ ὃν ἀπώλετο ὁ Πάτροκλος.
ἀρῆς ἀλκτῆρα: βλάβης καὶ κακώσεως ἀποτρεπτικόν, ὅ ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ «Ἄρεω ἀλκτῆρα», ἀποτρεπτικὸν πολέμου. Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν ἔξοδον ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης περισσὸν τὸ ἔδησε φησίν.
νῦν δʼ ἐπεὶ οὐ νέομαί γε—κεφαλῆς ὀλετῆρα κιχείω: φησὶ τὸ ἑξῆς· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, νῦν δʼ εἶμʼ, ὄφρα φίλης κεφαλῆς. αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ ἀμείνονές εἰσι καὶ ἄλλοι ἀποτελοῦνται, τοῦ ἐπεί συνδέσμου τὸν λόγον ἀρτῶντος, ἵνʼ ἡ ἀνταπόδοσις ᾖ ὡς ἔρις ἔκ τε θεῶν. ὁ δὲ λόγος ἠθικός· «νῦν δʼ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστί μοι μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο». ἢ τὸ ἑξῆς τοῦ λόγου νῦν δʼ ἐπεὶ οὐ νέομαι, νῦν δʼ εἶμʼ, ὄφρα φίλης κεφαλῆς· καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς, ἣν παραλιπὼν παρεξέβη.
νῦν δʼ ἐπεὶ οὐ νέομαί γε—ὀλετῆρα κιχείω: τὸ ἑξῆς· νῦν δʼ ἐπεὶ οὐ νέομαί γε, εἶμʼ, ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω ὡς καὶ «Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, νῦν αὖτʼ εἴ μʼ ἐθέλεις», τὰ δὲ ἄλλα διὰ μέσου. οἱ δὲ οὕτως· «ἐπεὶ νόστου ἐστέρημαι, οὐδὲ τοῦτο ἐγένετό μοι τὸ ἐπαρκέσαι τῷ φίλῳ καὶ τοῖς ἄλλοις Ἕλλησιν … ὑπὸ Ἕκτορος κατὰ τὸν τῆς μήνιδος χρόνον.»
νῦν δʼ ἐπεί: ὅτι εἴωθε τῷ ἐπεί μὴ ἐπαγαγεῖν ἀνταπόδοσιν.
οὐδέ τι Πατρόκλῳ γενόμην φάος—καὶ ἄλλοι: τοῦτο κατʼ ἰδίαν.
Ἕκτορι δίῳ: ὅτι ἀντὶ τοῦ ὑφʼ Ἕκτορος δίου.
ἐτώσιον ἄχθος ἀρούρης: ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.
ἐτώσιον ἄχθος ἀρούρης: ἄχθος διὰ τὴν ἀπραξίαν τὸ μέγεθος τοῦ ἥρωος, εἴ γε ἡ πάντα φέρουσα γῆ αὐτὸν οὐ φέρει ἀργοῦντα.
τοῖος ἐὼν οἷος οὔ τις—ἄλλοι: ἔθος τοῖς παλαιοῖς ἐγκωμιάζειν ἑαυτούς, ὡς πρὸς Φαίακας Ὀδυσσεύς καὶ πρὸς Λυκάονα Ἀχιλλεύς νῦν δὲ αὔξων ἑαυτὸν ἑαυτοῦ κατηγορίαν φησίν, ὅτι καὶ τοιοῦτος ὢν οὐκ ἐπήμυνε. τὸ δὲ τῶν λόγων ἑκὼν παρεχώρησεν· ὅτι γὰρ ῥήτωρ, μαρτυρεῖ ἡ Ι ῥαψῳδία. ἀλλὰ τῷ διελεῖν τὸν ἔπαινον ἀπελύσατο τὸν φθόνον.
ἔθος γὰρ τοῖς παλαιοῖς ἑαυτοὺς ἐγκωμιάζειν. διὰ δὲ τοῦ ἐγκωμίου ἑαυτοῦ κατηγορεῖ, ὅτι γε τοῖς ταλαιπώροις οὐκ ἤμυνε τοιοῦτος ὤν.
ἄλλως· τοῖος ἐὼν οἷος οὔ τις— ἐν πολέμῳ: ἐπὶ τοῖς προφανέσι πλεονεκτήμασιν ἀνεμέσητον τὸ ἑαυτὸν ἐγκωμιάζειν.
τοῖος ἐὼν οἷος οὔ τις— ἐν πολέμῳ: ἀλαζών, φασί, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν.
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο:Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατʼ ἔριν συνεστάναι νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι. πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔριν, ἀλλὰ τὴν ἔχθραν· ὅθεν ἐπιφέρει «καὶ χόλος»· οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν.
Ἡράκλειτος σύγχυσιν αὐτὸν εὔχεσθαι ἁπάντων φησί· κατὰ γὰρ ἐναντίωσιν τὰ πάντα συνέχεσθαι. ἀλλὰ τὴν ἐπὶ τὸ χεῖρον ἄγουσαν ἔριν νῦν φησιν. ἄλλως τε δοτέον τοῦτο, φλεγμαίνοντος τοῦ πάθους.
καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι:ἀπολογία αὕτη Ἀχιλλέως ὅτι καὶ περὶ τοὺς ἄγαν φρονίμους τὸ πάθος συμβαίνει. χαλεπῆναι δὲ τὸ εἰς χαλεπότητα ἀχθῆναι.
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο:γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατὰ θυμὸν συμβαίνει.
καταλειβομένοιο: τοῦ ἐν τοῖς μελισσουργείοις καταστάζοντος. ἢ οὗ τοσοῦτο συμβέβηκεν.
ἀέξεται ἠΰτε καπνός: θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διὰ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε· καπνὸν γὰρ τὸ πῦρ φησι, «κάπνισσάν τε κατὰ κλισίας», καὶ «ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται» ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο. ἡδονὴ δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον. τὸν δὲ καπνὸν παρείληφε πρὸς τὴν αὔξησιν.
ἠΰτε καπνός: διὰ τὸ τύφεσθαι ἐν τῇ ψυχῇ.
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων:ἠρέμα παραπολογεῖται ὑπὲρ ἑαυτοῦ ὅτι ἄλλος αἴτιος τῆς ὀργῆς κατέστη.
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, θυμὸν—ἀνάγκῃ: ἤδη τινὰ μετάνοιαν ἴσχειν φησίν. ὅρα μέντοι τὴν ὑπερβολὴν τῆς ὀργῆς· τὸ γὰρ ἀχνύμενοί περ τοιοῦτόν ἐστι, καίπερ ἠδικημένοι καὶ δικαίως ἂν ἐπʼ αὐτοῖς ἐπὶ πλεῖον μηνίσαντες. οὐκοῦν δυοῖν ὄντοιν παθῶν περὶ τὴν ψυχὴν Ἀχιλλέως, ὀργῆς καὶ λύπης, θάτερον κεκράτηκε. καὶ τὸ ἐπιφερόμενον τοιοῦτόν τι ὑποβάλλει ὅτι ὑπὸ μείζονος ἀνάγκης κρατηθῆναι δεῖ τὴν ὀργήν· πάντων γὰρ μεῖζον τὸ ἐπὶ τῷ Πατρόκλῳ πάθος· διὸ δεῖ τὴν μῆνιν ἀπορρίψαντα τιμωρήσασθαι τοὺς πολεμίους. θυμὸν δὲ τὸ θυμικὸν πάθος, τὴν ὀργήν.
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης, μεῖζον τὸ κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς. πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν.
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυχὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ λογιστικόν.
θυμὸν ... δαμάσαντες: τὸ αἴτιον τοῦ πάθους διὰ τῆς μεταφορᾶς ἐδήλωσεν.
κῆρα δʼ ἐγὼ τότε δέξομαι, ὁππότε κεν δή Ζεὺς ἐθέλῃ τελέσαι: γενναία ἡ ὑπομονὴ τῆς εἱμαρμένης. ἐμφαντικὸν δὲ καὶ τὸ δέξομαι, οἷον προθύμως ὑποστήσομαι. ἐντεῦθεν εἴληπται τὸ «ἄγοις δέ μʼ, ὦ Ζεῦ καὶ σύ γʼ ἡ Πεπρωμένη, ὅποι ποθʼ ὑμῖν εἰμι διατεταγμένος»
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα: ὅτι οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα: τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει γινώσκοντα ὅτι ἀπεθεώθη λέγειν ὡς οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀποθανατισθῆναι. σημειοῦνται δὲ τὰ ἔπη πρὸς τὴν ἀθέτησιν τὴν «αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι τέρπετο», ὅτι οὐκ οἶδεν αὐτὸν ἐκθεωθέντα.
καὶ ὅτι θνητὸς Ἡρακλῆς. πρὸς τὰ ἐν τῇ Νεκυίᾳ ἀθετούμενα
ἄλλως· μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συνειλοχώς, οὐ τῶν καθʼ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα δὲ λέγει ἄλλως τὴν μητέρα παραμυθούμενος τὸ καὶ τοὺς κρείττους τεθνηκέναι.
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα: περισσὴ ἡ μία ἀπόφασις. πρέπει δὲ Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ — παραμυθία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ τοὺς κρείσσους — πρὸς τὴν μητέρα ὅτι οὐδὲν παράδοξον πείσεται, τὰ αὐτὰ Διῒ πάσχουσα περὶ τὸν παῖδα.
περισσὴ ἡ μία ἀπόφασις. παρηγορία δὲ γέγονε τὸ Ἡράκλειον παράδειγμα Ἀχιλλεῖ καὶ τῇ μητρί· παραμυθία γὰρ τῶν ἐν συμφοραῖς ἡ περὶ κρείσσους ἀτυχία.
ὅσπερ φίλτατος ἔσκε Διΐ Κρονίωνι ἄνακτι: πιθανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους — ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ ἐνδέων —, τὴν δὲ οἰκειότητα μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν.
κείσομʼ, ἐπεί κε θάνω: ἡ μὲν Θέτις ἀπεῖργε τῆς ἐξόδου διὰ τὸν θάνατον, ὁ δὲ δαιμονίως ἀντέθηκεν ὅτι τῶν τετελευτηκότων ἴδιον ἡ ἀργία καὶ τὸ ἄπρακτον καὶ τὸ κεῖσθαι. τίς οὖν χρεία καὶ ἐν τῷ ζῆν τὴν ἀπραξίαν τοῦ θανάτου μιμεῖσθαι;
κείσομʼ, ἐπεί κε θάνω: ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλʼ ἀσαφέστερον ἐξενήνεκται, ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι οὐδὲ κεῖσθαι ὥσπερ νεκρόν, ἀλλὰ τότε, ὅταν ὁ θάνατος ἔλθῃ.
καί τινα Τρωϊάδων—στοναχῆσαι ἐφείην: ἤδη ὑπʼ ὄψιν λαμβάνει τὰ ἀκολουθήσοντα τοῖς πολεμίοις δεινά, ὥσπερ ἐμπιπλάμενος τῆς ἐκ τῶν πολεμίων τιμωρίας διὰ τῆς ἐλπίδος.
ἁδινόν: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «ἁδινά».
γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι: ὅτι ἀντὶ τοῦ ἵνα γνῶσι. πῶς δὲ δηρόν φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν «ἡ μία μοι ἡμέρα αἰών ἐστιν».
γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πεπαύμην: δώδεκα μὲν ἡ ἐκδημία τῶν θεῶν, τρεῖς δὲ ἐν ταῖς παρατάξεσιν. τὸν δὲ ὀλίγον χρόνον πολὺν ἡγεῖται διὰ τὸ «ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε». ἀλλὰ καὶ ὁ ποιητής φησι «δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς», οὐ πρὸς τὰς τρεῖς ἡμέρας, ἀλλὰ πρὸς τὴν ποικιλίαν τῶν συμφορῶν ἀφορῶν.
ὅρα δέ, πῶς δηρὸν χρόνον λέγει τὰς δώδεκα τῆς τῶν θεῶν ἐκδημίας ἡμέρας καὶ τὰς τρεῖς τὰς ἐν ταῖς παρατάξεσι· τὸν γὰρ ὅλον χρόνον πολὺν ἡγεῖται διὰ τὸ ἐνειθίσθαι τῷ πολέμῳ καὶ μὴ θέλειν ἀργεῖν. καὶ ὁ ποιητής φησι «δηρὸν δὲ μάχης ἐπέπαυτο», οὐ πρὸς τὰς τρεῖς ἀφορῶν ἡμέρας, ἀλλὰ πρὸς τὸ ποικίλον τῶν συμφορῶν.
μηδέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις:τὸν πλείω λόγον αὐτῆς περιτέμνει ὡς ἐμποδίζοντα τῇ σπουδῇ. ἔστι δὲ ὅμοιον τῷ Πινδάρου· «ἀλλʼ ἐμοὶ μὲν ἄεθλος οὗτος ὑποκείσεται.» ὅλος δὲ ὢν πρὸς τῇ ἐκδικίᾳ τοῦ φίλου οὐδὲ ἐπιλογίζεται τὸ κατὰ τὰ ὅπλα ὅτι ἄπορος αὐτῷ νῦν ἡ ἔξοδος.
ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον οὐ κακόν ἐστι, τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον: πῶς, φασίν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώνυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετʼ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ περιέληπται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ «χάλκεα» λέγει τὰ παρʼ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν. κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· «ἦλθε δὲ χαλκεύς» Ὅμηρος, τὸν χρυσοχόον λέγων. στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον, ἵνα λείπῃ τὸ ἐστίν· ὁ δὲ λόγος «ταῦτα ἀληθῶς ἐστιν». ἢ συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανές, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτʼ ἂν ἀντὶ ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι «δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν;».
οὐ κακόν ἐστι τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον: γενναῖον καὶ τῆς Θέτιδος τὸ ἦθος, ἐν δευτέρῳ τιθεμένης τὴν ἰδίαν συμφορὰν τῆς τοῦ παιδὸς εὐκλείας καὶ ἐπαινούσης τὸν ὑπὲρ τῶν φίλων κίνδυνον, ὃς λυπεῖν ἔμελλε τὴν μητέρα.
ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται: ὅτι ἔχονται καὶ οὐκ ἔχεται.
μετὰ Τρώεσσιν: ὑπὸ Τρώων.
χάλκεα: κεχαλκευμένα· καὶ τὸν χρυσοχόον γὰρ χαλκέα καλεῖ· «ἦλθε δὲ χαλκεύς ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήϊα οἷσίν τε χρυσὸν εἰργάζετο» καὶ «ἣν ἄρα χαλκεύς Ἥφαιστος ποίησιν».
ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι: ὅτι τὸ νεῦμαι ἐστὶν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα.
νεῦμαι: ἀντὶ τοῦ ἐλεύσομαι.
νεῦμαι: ὡς «διογενεῦς», «Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ». ἐπαγγέλλεται δὲ αὐτῷ κομίσαι ὅπλα, εἰδυῖα Ἥφαιστον τὸν ἄριστον δημιουργὸν χάριτας εἰδότα αὐτῇ πολλάς.
υἷος ἑοῖο: ἐν ἄλλῳ «υἷος ἑῆος».
θαλάσσης εὐρέα κόλπον: ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκάλεσεν.
ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,καί οἱ πάντʼ ἀγορεύσατε: νόμους τίθεται παισὶ συνεῖναι γονεῦσι καὶ ὑπὲρ τῆς ἀπουσίας, ὅτε χωρισθεῖεν, ἀπολογεῖσθαι· τοῦτο γὰρ δηλοῖ τὸ καί οἱ πάντʼ ἀγορεύσατε
ἀγορεύσατε: παρὰ Ζηνοδότῳ «ἀγορεῦσαι», καὶ ὑποφαίνει τὸ Ὁμηρικὸν ἔθος.
αἴ κε θέλῃσιν υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα: πρὸς μὲν τὸν Ἀχιλλέα διωρίσατο ὅτι πάντως οἴσει ὅπλα παρʼ Ἡφαίστου, πρὸς δὲ τὰς ἀδελφὰς ἀμφιβόλως· φορτικὸν γὰρ ἦν πρὸς ὁμοτίμους θρασύτερον διαλέγεσθαι ὥσπερ ἐπιτάττειν μέλλουσαν τῷ Ἡφαίστῳ.
πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν πάντως τὰ ὅπλα· οὐκέτι δὲ ἦν πρέπον ὁμοίως πρὸς τοὺς ὁμοτίμους διαλέγεσθαι.
αἱ δʼ ὑπὸ κῦμα—αὐτὰρ Ἀχαιοί: αἱ διαιρέσεις θαυμασταὶ καὶ τὸν νοῦν ἀναρτῶσαι τῶν ἀκροατῶν· αἱ μὲν τάδε ἔπραττον, ἡ δὲ Θέτις ἀπῄει πρὸς τὸν Ἥφαιστον, οἱ δὲ Ἀχαιοὶ ἐν τοιούτοις ἦσαν καὶ ἐπιφέρει πάλιν τὰ κατὰ τὴν μάχην.
τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον: πρὸς Ζηνόδοτον μεταγράφοντα «ῥίμφʼ ἑὰ γοῦνα φέρει». καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ αὐτὴ τοὺς πόδας.
αὐτὰρ Ἀχαιοί: τὸ διάκενον τῆς πορείας Θέτιδος ποικίλλει ταῖς περὶ Πάτροκλον πράξεσιν.
ἄλλως· αὐτὰρ Ἀχαιοί: δαιμονίως ἀναλαμβάνει, ἀφʼ ὧν ἀπέλιπεν. ἦν δὲ ταῦτα τὰ ἔπη· «πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίνετʼ ἐρωή».
οὐδέ κε Πάτροκλόν περ— ἐκ βελέων ἐρύσαντο νέκυν: τοῖς μὲν ἀκροαταῖς ἐλπὶς ἦν ἐξειλκύσθαι Πάτροκλον, ὁ δὲ πάλιν ἐπιταράττει τὴν διάνοιαν, ἵνα ἐπὶ τὸ ἀκμαιότατον προαγαγὼν τὴν ἀγωνίαν πιθανὴν ποιήσηται τὴν Ἀχιλλέως ἔξοδον.
οὐδέ κε: ἐν ἄλλῳ «οὐδʼ ἄρα».
Ἕκτωρ τε Πριάμοιο πάϊς—ὁμόκλα: ὅτι Ζηνόδοτος γράφει οὕτως «Ἕκτωρ τε Πριάμοιο πάϊς συῒ εἴκελος ἀλκήν, ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγʼ ἀΰτει, ἑλκέμεναι μεμαώς, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς», κακῶς· οὐ γὰρ ὑπὸ τοῦτον τὸν καιρὸν ὁ Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλʼ ἔμπροσθεν ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς τότε ἑλκύσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος, οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον ἡ Ἶρις εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον μὴ τἀληθὲς αὐτὴν ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν.
ἔμπεδον: ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τῷ πέδῳ ἑδραίων οἰκοδομῶν ἤτοι φυτῶν.
κατὰ μόθον: κατὰ τὴν μάχην, ἀπὸ τοῦ ὁμοῦ θεῖν.
στάσκε μέγα ἰάχων: ὅτι Ζηνόδοτος γράφει «μέγα ἀχέων». πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλʼ οὐκ ἰάχων καὶ ἐπεγκελευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν;
μέγα ἰάχων: πρὸς κατάπληξιν τῶν πολεμίων.
καὶ τοῦτο πρὸς τὴν τῶν πολεμίων κατάπληξιν.
ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι: παντάπασιν εἴκασται λέοντι μὲν ὁ Ἕκτωρ, ὁ δὲ νεκρὸς σώματι ζῴου, ἄψυχον ἀψύχῳ, οἱ δὲ Αἴαντες ποιμέσιν. ἐπιτέταται δὲ τῇ πείνῃ ὁ λέων.
δίεσθαι: ὡς τίθεσθαι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παρʼ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν· «αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες»· παραιτητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ διʼ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα· ὡς γὰρ «τίθενται», οὕτως δίενται· «ἵπποι ἀερσίποδες πόλεος πεδίοιο δίενται». ὥσπερ οὖν παρὰ τὸ τίθενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ «δίενται» τὸ δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ, «τόν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται».
ὁμοίως τῷ τίθεσθαι· ἐνεστῶτος γὰρ ἀπὸ τοῦ δίημι.
κρύβδα Διός: διὰ τί κρύβδα Διός; καὶ μήν φησι «μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι». ἀλλʼ ἐπεὶ ὑπέσχετο Ἕκτορι ἀριστεύσειν ἕως ἑσπέρας προανίστησιν Ἀχιλλέα λάθρα Διός. εἰκὸς δὲ μετὰ τὴν ἔξοδον ἐπιστῆσαι Δία· ὅθεν φησὶν «ἔπρηξας καὶ ἔπειτα ἀνστήσασʼ Ἀχιλῆα».
ἄλλων τε θεῶν: τῶν τοῖς Τρωσὶ συμμαχούντων.
Πατρόκλῳ ἐπάμυνον: ἡ Ἀριστάρχου κατὰ γενικὴν «Πατρόκλου ἐπάμυνον». ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον δέ ἐστι τῷ «ὁ δʼ οὐδʼ οὗ παιδὸς ἀμύνει»· κἀκεῖ γὰρ κατὰ γενικὴν γράφει.
Ἀρίσταρχος «Πατρόκλου» κατὰ γενικήν· καὶ λείπει ἡ περί.
οἱ δὲ ἐρύσσασθαι—φαίδιμος Ἕκτωρ: πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα.
Ἴλιον ἠνεμόεσσαν: ὅτι Ζηνόδοτος γράφει «Ἴλιον αἰπὺ θέλοντες» καὶ τοὺς ἑξῆς ἀπὸ τοῦ «ἑλκέμεναι μέμονεν» ἕως τοῦ «πῆξαι ἀνὰ σκολόπεσσιν» ἄνω μετατέθεικεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμήν, ὡς προείρηται ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον.
κεφαλὴν δέ ἑ—δειρῆς: πάντα ὑπὲρ παροξυσμοῦ προστίθησιν· οἶδε γὰρ προεντεταλμένον αὐτὸν ὑπὸ Θέτιδος μὴ ἐξιέναι.
ἀνώγει: ἐν ἄλλῳ «ἄνωγεν».
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι:δαιμονίως διέτεμε τὴν αἰκίαν, καὶ τὸ μὲν ἐν τῇ διηγήσει ἐξήνεγκεν ὅτι ἀνασταυρῶσαι τὴν κεφαλὴν βούλεται Ἕκτωρ τὸ δὲ ἐν τῇ προτροπῇ κατάκειται ὅτι ἀνόσιον ὑπὸ κυνῶν αἰκισθέντα περιϊδεῖν τὸν Πάτροκλον.
σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ:ταῦτα ἀπʼ ἄλλης ἀρχῆς.
σοὶ λώβη: ὡς φιλεταίρῳ καὶ πρακτικῷ.
Ἶρι θεά, τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκεν: ἀναγκαίως γνῶναι βούλεται, εἰ τῆς κελευσάσης μένειν ἀξιοπιστότερός ἐστιν ὁ προστάσσων ἐξιέναι.
Ἶρι θεά, τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε:μέμνηται τῶν τῆς μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ ἐξελθεῖν πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται.
τίς γάρ σε: ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ, «τίς τάρ σε». μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ ἀπὸ τοῦ γάρ ἄρχεσθαι.
οὐδʼ οἶδε Κρονίδης: δεόντως καὶ τοῦτο, ἵνα ἐπισπεύσῃ τὴν ἔξοδον πρὶν μαθεῖν τὸν Δία.
Ὄλυμπον ἀγάννιφον: ὅτι ὡς ὄρος τὸν Ὄλυμπον ἀγάννιφον λέγει.
πῶς γὰρ ἴω μετὰ μῶλον: θαυμαστοὶ οἱ διάλογοι ἐν συντόμῳ τὰς ἐρωτήσεις περιέχοντες· ἔδει γὰρ καὶ τὴν ἀπορίαν τῶν ὅπλων καὶ τὰ παρὰ τῆς μητρὸς ἀντιθεῖναι.
στεῦτο γὰρ Ἡφαίστοιο ΠΑΡΟΙΣΕΜΕΝ ἔντεα καλά: Χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι καὶ ἐνθάδε οὐκ ἀναστρέφει … ἵνα μὴ διάφορον σημαινόμενον νοηθῇ· διαφέρει γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα. ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη
στεῦτο γὰρ Ἡφαίστοιο ΠΑΡΟΙΣΕΜΕΝ: Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, ὡς καὶ Ἀπολλώνιος φησίν. ἐπείσθη δὲ καὶ ἡ παράδοσις Ἀριστάρχῳ. ἡ διπλῆ δὲ ὅτι κατὰ διαίρεσιν. καὶ τὸ στεῦτο ἀντὶ τοῦ διωρίζετο: ἀναφέρεται δὲ πρὸς τὸ «στεῦτο δὲ διψάων» ἐν τῇ Ὀδυσσείᾳ.
ἄλλου δʼ οὔ τευ οἶδα, τεῦ ἂν κλυτὰ τεύχεα δύω: διὰ τί τοῖς Πατρόκλου ὅπλοις οὐχ ὁπλίζεται; φασὶν Αὐτομέδοντα φορεῖν τὰ Πατρόκλου, ὅπως δόξειεν εἶναι Πάτροκλος. καὶ μείζονα μὲν ἁρμοσθεῖεν ἥσσονι, οὐ μέντοι τὸ ἀνάπαλιν, ὥστε οὐκ ἠδύνατο αὐτοῖς ὁπλισθῆναι Ἀχιλλεύς. ἢ τῷ μεγέθει μὲν ἴσα ἦν, ἀσθενῆ δέ· διὸ οὐχ ἥρμοττεν Ἀχιλλεῖ προπηδῶντι εἰς πάντα κίνδυνον.
ἄλλου δʼ οὔ τευ οἶδα, τεῦ ἂν κλυτὰ τεύχεα δύω: ζητεῖται, διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν. τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν· «ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο». τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεύς, ὁ δὲ Πάτροκλος.
ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ:λείπει τὸ ὅτι· «ἀλλὰ ἔλπομαι ὅτι καὶ αὐτὸς ἐν πρώτοις ὁμιλεῖ».
κλυτά: κατʼ ἔνια «καλά».
αὔτως: παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει διὰ τοῦ ο «αὐτός», ἵνʼ ᾖ αὐτὸς χωρὶς ὅπλων. καὶ λόγον ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός ἐστιν ἡ γραφή.
Ζηνόδοτος «αὐτός» ἀντὶ τοῦ ψιλῶς, δίχα ὅπλων.
ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν:ἀξιοπρεπὴς ἡ τερατεία καὶ μείζων τῆς περὶ Διομήδους εἴγε τὴν οἰκείαν αἰγίδα περιτίθησιν αὐτῷ, Ἀχιλλεὺς δὲ οὐ γινώσκει τὴν ἐνέργειαν τῆς θεοῦ.
αἰγίδα θυσσανόεσσαν: ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ.
ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν: αὐτοῦ τοῦ νέφους. πῶς δέ, φασίν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. ῥητέον δὲ ὅτι φαντασία ἦν.
ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται:οἱ περὶ Διονύσιον τὸν Θρᾷκα φασὶν Ἀρίσταρχον πρῶτον ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι καὶ γράψαι «ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται»· ἐμφατικῶς τὸ ἐν πολέμῳ πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ.
ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται:Ἀρίσταρχος «ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται»· καὶ γὰρ ἄτοπόν φησι πῦρ εἰκάζεσθαι καπνῷ. οἱ δὲ καπνὸν τὸ πῦρ φασιν ἐκ τοῦ παρεπομένου ὡς «κάπνισάν τε κατὰ κλισίας». οἱ δὲ διὰ τὸ πλέον ὑψοῦσθαι τὸν καπνὸν τοῦ πυρὸς καὶ μάλιστα ἡμέρας ὁρᾶσθαι. καλῶς δὲ ἀπὸ πολέμου ἡ εἰκὼν καὶ νησιωτῶν οἷς ἄπορος ἡ φυγή, πόρρω τε ἀπῳκισμένοι μεγάλων καὶ συνεχῶν πυρσῶν δέονται, οὐδενὸς δὲ ἐπιπροσθοῦντος διὰ τοῦ πελάγους φανήσονται. μετὰ δὲ δύσιν ἡλίου ὅτε οὐκ ἀμαυρωθήσεται ὑπὸ τοῦ δυνατωτάτου πυρός· ἀλλʼ οὐδὲ νὺξ βαθεῖα ὑπόκειται, ἵνα μὴ ὑπὸ τοῦ σκότους κρύπτοιτο ὁ καπνός.
ὡς δʼ ὅτε καπνός: ἔθος ἦν τοῖς ἀρχαίοις—εὑρεθεῖσα ἡ σάλπιγξ.
τηλόθεν ἐκ νήσου: οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλʼ ἔχει ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαίνηται.
στυγερῷ κρίνωνται Ἄρηϊ: ἀντὶ τοῦ ὑπὸ στυγεροῦ Ἄρεος.
ἄστεος ἐκ σφετέρου: Ζηνόδοτος «ἄστυ περὶ σφέτερον».
πυρσοί τε φλεγέθουσιν: καὶ Πίνδαρος «αἰθόμενον πῦρ ἅτε διαπρέπει νυκτί»
ἐπήτριμοι: ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοί, οὐκ εὖ· τὰ γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος σπόριμος. οὕτως καὶ ἐπήτριμος.
Ἄρεως: Ἀρίσταρχος «Ἄρεω» ἀπὸ τοῦ Ἄρεως.
ἀπὸ τείχεος: ἄπωθεν τοῦ τείχους.
οὐδʼ ἐς Ἀχαιούς μίσγετο: οὔτε φαίνεται τῇ μητρὶ ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς Ἥρας ἀνηκουστῶν, διὰ τὸ πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως τε οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην.
μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν: ἐτρέπετο τῷ λογισμῷ ἐπὶ τὴν ἐντολὴν τῆς μητρὸς καὶ ᾐδεῖτο αὐτήν.
ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνηφθέγξατο: ἐπεὶ ἄπιστον ἦν ἐν τοσούτῳ θορύβῳ μὴ μόνον ἀκουσθῆναι, ἀλλὰ καὶ φονεῦσαι, τὴν Ἀθηνᾶν συνεπιφθεγγομένην παρέλαβεν.
ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας.
σάλπιγξ: ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.
σάλπιγξ: αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας εἰδότας. Μήλας δὲ Ἡρακλέους καὶ Ὀμφάλης ἐν τῇ καθόδῳ τῶν Ἡρακλειδῶν σαλπίζων κατέπληξε τοὺς πολεμίους. σαλπίγγων δὲ εἴδη ἕξ· πρώτη ἡ Ἑλληνική, μακρὰ τὸ σχῆμα, ἣν Τυρρηνῷ εὗρεν ἡ Ἀθηνᾶ· διὸ καὶ Σάλπιγξ παρὰ Ἀργείοις τιμᾶται. δευτέρα ἡ στρογγύλη ὑπὸ Αἰγυπτίων εὑρημένη, ἣν χνοῦν καλοῦσιν· χρῶνται δὲ αὐτῇ πρὸς θυσίαν καλοῦντες τοὺς ὄχλους διʼ αὐτῆς· ἣν εὗρεν Ὄσιρις. τρίτη ἡ Γαλατική, χωνευτή, οὐ πάνυ μεγάλη, τὸν κώδωνα θηρίου ἔχουσα, ἔσωθεν δὲ εἰρόμενον αὐλὸν μολύβδινον, εἰς ὃν ἐμφυσῶσιν οἱ σαλπιγκταί· ἔστι δὲ ὀξύφωνος, καὶ καλεῖται ὑπὸ τῶν Κελτῶν κάρνυξ. τετάρτη ἡ Παφλαγονική, ἥτις μείζων μέν ἐστι τῆς Ἑλληνικῆς, τὸν δὲ κώδωνα βοὸς προτομὴν ἔχει· ἔστι δὲ βαρύφωνος καὶ ἀναφυσητή· καλεῖται δὲ βόϊνος. πέμπτη ἡ Μηδική, τὸν αὐλὸν καλάμινον, τὸν δὲ κώδωνα βαρύφωνον ἔχουσα, ὀγκόφωνος. ἕκτη ἡ Τυρσηνική, ὁμοία Φρυγίῳ αὐλῷ, τὸν κώδωνα κεκλασμένον ἔχουσα· ἔστι δὲ λίαν ὀξύφωνος· καλεῖται δὲ λιγῦν. ταύτης εἰσὶν εὑρεταὶ Τυρσηνοί, οὐ τῆς παρʼ Ἕλλησιν.
αὐτὸς μὲν οἶδε σάλπιγγα, οὐκ εἰσάγει δὲ ἥρωας αὐτῇ χρωμένους. τῆς δὲ σάλπιγγος τῆς Ἑλληνικῆς τὸ μὲν μέγεθος ἐπίμηκες, ἡ δὲ φωνὴ παχεῖα καὶ μεγίστη, ἥτις ἐν πολέμῳ τὸ πλῆθος καλοῦσα κινεῖ.
σάλπιγξ: ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασσίῳ ἐσάλπιζον.
ἄστυ περιπλομένων δηΐων ὑπὸ θυμοραϊστέων:ἢ πλεονάζει ἡ ὑπό· ἢ τὸ ἑξῆς «ὡς δʼ ὅτʼ ἀριζήλη φωνὴ» ὑπὸ δηΐων θυμοραϊστέων, καὶ ἀπὸ κοινοῦ τὸ δηΐων.
τὸ ἑξῆς· ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ περιπλομένων.
περιπλομένων: περικαθεζομένων.
ὄπα χάλκεον Αἰακίδαο: εὐλόγως τῷ χαλκεοφώνῳ Ἀχιλλεῖ τὴν χαλκεόφωνον σάλπιγγα εἴκασε. καὶ τῷ εἰς μάχην δὲ βοῶντι ἡ εἰκὼν ἀπὸ πολεμικοῦ ὀργάνου εἴληπται.
ὄπα χάλκεον: ὅτι ἀμέτρως ὁ Ζηνόδοτος «ὄπα χαλκέην», οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ «κλυτὸς Ἱπποδάμεια» καὶ «θερμὸς ἀϋτμή». χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν.
χάλκεον ἀντὶ τοῦ χαλκέην.
ἂψ ὄχεα τρόπεον: καινὸν εἶδος καὶ ἄξιον Ἀχιλλέως, τῇ βοῇ ἀνατρεπόμενα ἅρματα καὶ τοῖς ἰδίοις δόρασι περιπείροντα τοὺς ὀχουμένους
ἂψ ὄχεα τρόπεον: εἰς τοὐπίσω τὰ ἅρματα ἔτρεπον.
ὄσσοντο γάρ: οἱ ἵπποι ἢ οἱ ἐπιβάται.
ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν: ἄδηλον, εἰ καθʼ ἑκάστην κραυγὴν δώδεκα· τοσοῦτος γὰρ ἦν ὁ τάραχος τῆς φάλαγγος ὡς περιπταίοντας τοῖς ἅρμασιν ἀπολέσθαι.
ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα—ἔγχεσιν: ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφʼ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι.
ἔνθα δὲ καὶ τότʼ ὄλοντο—ἄριστοι: ἢ διπλῆ, ὅτι Ζηνόδοτος γράφει «ἔνθα δὲ κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐνὶ βελέεσσιν». εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοί, οὔτε τὸ «οἷσιν βελέεσσιν» ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς ἀλλήλων.
σφοῖς: ἀντὶ τοῦ ἀλλήλων.
ὀχέεσσι: ἐν ἄλλῳ «ξιφέεσσι».
ἐν φέρτρῳ: ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον.
ἐν φέρτρῳ: φορείῳ. ἐπὶ ἀσπίδος δὲ ἤ τινος τοιούτου φέρουσιν.
νοστήσαντα: ἀφικόμενον εἰς τὸν τόπον, οὗ ἐχωρίσθη.
ἠέλιον δʼ ἀκάμαντα: ἐν ἄλλῳ «ἠέλιον μὲν ἔπειτα».
ἀέκοντα: ἐπεὶ ὑπέσχετο Ζεύς· «δύῃ τʼ ἠέλιος». Ἀπόλλων δὲ ὁ ἥλιος, ὃς ἄκων δύνει· ἠπίστατο γὰρ πρὸς ἀριστείαν Τρωσὶ διδομένην παρὰ Διὸς τὴν ἡμέραν ταύτην. μυθικῶς δὲ τοῦτο, ὡς καὶ ἐν Ὀδυσσείᾳ· «ἠῶ δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὠκεανοῦ».
ἀέκοντα: ζητεῖται, διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων χρονίζειν, ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖς τὸ ἐπίτευγμα, Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθοκλῆς δέ φησιν συνάγεσθαι, ὅτι καθʼ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ αὐτοῦ συνέλκεται· Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ «ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν», ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.
ἀπὸ κρατερῆς ὑσμίνης: ἐν ἄλλῳ «ἐπὶ θρωσμῷ πεδίοιο».
ἔλυσαν ὑφʼ ἅρμασιν: ἀντὶ τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται.
ὑφʼ ἅρμασιν: τοὺς ὑπὸ τοῖς ἅρμασιν.
ἐς δʼ ἀγορὴν—ἦρχʼ ἀγορεύειν: ἄκρως τὴν πτοίαν αὐτῶν δηλοῖ· πλῆθος γάρ ἐστι συντρέχον εἰς ἐκκλησίαν, οὐ στρατηγοῦ καλοῦντος, ἀλλὰ τοῦ φόβου· καὶ ἑστῶτες ἐκκλησιάζουσιν, οὐδὲ τὸν ἡμερινὸν πόνον ὀλίγῳ παραμυθησάμενοι. καὶ ἰδιώτης δημηγορεῖ, τὸν στρατηγὸν παρωσάμενος.
πάρος δόρποιο μέδεσθαι: εἰς ἐπίτασιν ὅτι καὶ πρὸ τῆς τροφῆς ἐκκλησίαζον· κατήπειγε γὰρ ὁ φόβος.
πάρος δόρποιο μέδεσθαι: πρὸ τῆς ἐπιμελείας τοῦ σώματος. ὅρα οὖν τὴν ἔπειξιν.
ὀρθῶν δʼ ἑσταότων: καταγελῶσι τοῦ ὀρθῶν … ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον «ἕζετο δʼ ὀρθωθείς».
ὀρθῶν: ἐπεὶ δηλοῖ καὶ τὸ μετεωρισθῆναι τὸ σῶμα—«ὀρθωθεὶς ἔνδυνε»—, προσέθηκε τὸ ἑσταότων.
πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεύς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς: ἤτοι συναπτέον ἕως ἀλεγεινῆς, ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται· πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον. ἢ ἐπὶ τὸ ἐξεφάνη στικτέον, ἵνα τὸ ἑξῆς ὡς ὑπὸ τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται.
ἔχε τρόμος: Ζηνόδοτος «ἔχεν φόβος», κακῶς, ἀγνοῶν ὅτι φόβος ἐστὶ καθʼ Ὅμηρον ἡ μετὰ δέους φυγή· διὸ ἡ διπλῆ.
δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς: ὁ δέ ἀντὶ τοῦ γάρ.
ὅρα πρόσσω καὶ ὀπίσσω: σύστασίν τινα ἐποιήσατο τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου· συνετοῦ γὰρ ἀνδρὸς πρὸς τὰ μέλλοντα ἁρμόζεσθαι καὶ προγνωστικώτερον τῶν ἄλλων φαίνεσθαι, ὅπερ καὶ ἐν λοιδορίας μέρει παραλαμβάνει· «οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω».
τέλειον ἐγκώμιον τοῦ φρονίμου. τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· «οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω».
ἄλλως· πρόσσω καὶ ὀπίσσω: πρόσσω τὸ παρελθόν, ἐπειδὴ τὸ ἔμπροσθεν βλέπεται· καλεῖται δὲ πρόνοια. ὀπίσσω δὲ τὸ μέλλον, ὅτι ἀφανές ἐστι· καλεῖται δὲ ἀγχίνοια.
Ἕκτορι δʼ ἦεν ἑταῖρος: διὸ παρρησιάζεται ἀεὶ πρὸς τὸ συμφέρον αὐτῷ. ὥστε δεῖ τοὺς ἑταίρους οὐ τὰ προσφιλῆ, ἀλλὰ τὰ σύμφορα λέγειν.
ἰῇ δʼ ἐν νυκτὶ γένοντο: πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσιν, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησι· «μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται».
ἰῇ δʼ ἐν νυκτὶ γένοντο: ἔννοιαν ἔχει τινὰ γενναίαν τὸ λεγόμενον ὅτι οὐκ ἐν ταῖς ἡλικίαις, ἀλλὰ παρὰ τὰς φύσεις ἡ σύνεσις τοῖς ἀνθρώποις ἐπιγίνεται.
ἰῇ δʼ ἐν νυκτὶ γένοντο: ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ· συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλʼ ὁ μὲν συνετός, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα.
ἀλλʼ ὁ μὲν ἂρ μύθοισιν, ὁ δʼ ἔγχεϊ πολλὸν ἐνίκα: δαιμονίως τῇ διαιρέσει, ὡς καὶ ἐν ἄλλοις· «μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων» καὶ «οἳ περὶ μὲν βουλῇ Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι» καὶ «υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους».
ἀγορήσατο καὶ μετέειπεν: τοῦτο σημειωτέον πρὸς τὸ «ὁ δὲ φῆ κώδειαν ἀνασχών πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα».
ἀμφὶ μάλα φράζεσθε, φίλοι: εἰς ἐπίτασιν αὐτοὺς ἄγει εὐθὺς διὰ τῆς εἰσβολῆς, λέγων ὅτι πολλῆς ἐπισκέψεως τὰ παρόντα δεῖται· δεῖ γὰρ πρῶτον τὸν σύμβουλον δεῖξαι ὅτι περὶ μεγάλων ἡ σκέψις. καὶ τὸ φίλοι προσαγωγόν, ἵνα ἐμφήνῃ τὴν κηδεμονίαν.
ἀμφὶ μάλα φράζεσθε: οὐδέποτε τὸ φράσαι ἐπὶ τοῦ εἰπεῖν ὁ ποιητὴς τίθησιν, ἀλλʼ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περισκέψασθε, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθε.
κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι— ἔδονται: κεφάλαια συμβουλευτικὰ τὸ καλόν, τὸ δυνατόν, τὸ ἀναγκαῖον, τὸ συμφέρον· ὧν τὸ καλὸν πρὸς δόξαν ὁρᾷ· παρῆκε δὲ διὰ τὸν καιρόν· τὸ γὰρ ἀναχωρεῖν πλῆρες ἀδοξίας. τοῖς δὲ ἄλλοις ἀγωνίζεται· καὶ γὰρ δυνατόν φησι τὸ ἀναχωρεῖν νῦν, τὸ δὲ εἰς τὴν ἐπιοῦσαν ἡμέραν ἀδύνατον καταληφθέντας ὑπὸ Ἀχιλλέως· καὶ δυνατὸν τὸ ἀπὸ τείχους πολεμεῖν, εἰ δὲ καταλάβοι Ἀχιλλεύς, οὔ. τὸ δὲ συμφέρον, ὅτι νῦν ἀβλαβεῖς ἀπελεύσονται. ἀναγκαῖον δὲ τὴν φυλακὴν τῆς Ἰλίου, νυκτὸς μὲν ἀγρυπνούντων, ἡμέρας δὲ ἀπὸ τείχους πολεμούντων
νῦν ἰέναι: ἔμφασιν ἔχει τὸ νῦν· ὃ γὰρ ὑποβάλλει, τοιοῦτόν ἐστι· νῦν πορεύεσθε, μὴ περιμένετε τὴν μεθʼ ἡμέραν φυγήν· τότε γὰρ πάντως φεύξεσθε βιασθέντες ὑπὸ Ἀχιλλέως. ἄμεινον οὖν προνοῆσαι τῆς ἀσφαλείας καὶ προλαβεῖν τὸν κίνδυνον.
ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν: ὁ δέ ἀντὶ τοῦ γάρ.
οὗτος ἀνήρ: οὗτος, ὃν ἔχομεν ἐν νῷ. ἠθικὸν δὲ τὸ μὴ ὀνομάσαι Ἀχιλλέα· ἐν γὰρ τῷ οὗτος μείζονα τὴν ἔμφασιν εἰργάσατο.
οὗτος ἀνήρ: οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον.
ῥηΐτεροι πολεμίζειν: ἀναγκαία ἡ ἀπαγγελία· ῥᾴδιοι εἰς τὸ πολεμεῖν, ὅ ἐστιν εὐήττητοι.
ῥηΐτεροι πολεμίζειν: τουτέστιν εὐκαταμαχητότεροι ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι.
χαίρεσκον γὰρ ἔγωγε—ἀμφιελίσσας: ἀναγκαῖον καὶ τοῦτο, ἵνα δείξῃ ὅτι οὐ κατʼ ἴδιον ὄκνον ἀναχωρεῖν κελεύει, ἀλλὰ διὰ τὸ ἐμπείρως ἔχειν Ἀχιλλέως.
ἐπὶ νηυσὶν ἰαύων: ἐπαυλιζόμενος ταῖς ναυσίν.
οἷος κείνου θυμὸς ὑπέρβιος: καὶ τοῦτο καθʼ ἑαυτό· μᾶλλον γὰρ ἐμφαίνει.
ὑπέρβιος: τοῦτο ἰδίᾳ ἀναγνωστέον. ἤ ἐστιν ὑπεράγων τῇ βίᾳ.
μένος Ἄρηος δατέονται: μερίζονται τὸν πόλεμον νικῶντες καὶ νικώμενοι. ἢ ἄλλος ἄλλο τι πράσσοντες μερίζονται τὰ τοῦ πολέμου ἔργα, ὁ μὲν τοξεύων, ὁ δὲ ἀκοντίζων, ὁ δὲ σκυλεύων.
μένος Ἄρηος δατέονται: διαιροῦνται τὸν πόλεμον, παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν.
περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν: τοῦτο σημειωτέον πρὸς τὸ «ἀμυνέμεναι ὤρεσσιν», ὅτι κἀκεῖ «γυναιξί» λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει.
ἐξηγητικόν ἐστι τοῦ «ἀμυνέμεναι ὤρεσσι» καὶ «ὀάρων ἕνεκα σφετεράων».
μαχήσεται: ἐν ἄλλῳ «μαχέσσεται».
πίθεσθέ μοι: Τυραννίων παρώξυνε τὸ πίθεσθε, ἀγνοῶν ὅτι μεταγενεστέρων Ἰώνων ἐστὶ τὰ τοιαῦτα, πιθέσθε λαβέσθε.
ὧδε γὰρ ἔσται: δαιμονίως κινεῖ τὸ σχῆμα, οὐχ ὑπόνοιαν, ἀλλʼ ἀλήθειαν βεβαίαν προβαλλόμενος.
ὧδε γὰρ ἔσται: ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα συμβουλεύει.
εἰ δʼ ἄμμε κιχήσεται—Τρώων: ἄκρως προτρέπει ἁρπάσαι τὸν καιρὸν καὶ πρὸ τοῦ κινδύνου τῆς ἀσφαλείας προνοῆσαι.
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν: καιρίως κεῖται καὶ τὸ σὺν τεύχεσιν· ἄοπλος γὰρ ἦν, φησί, πρὸς τῷ καὶ νύκτα ἐπιγεγονέναι· διόπερ νῦν ἡμῶν ἀπέσχετο.
σὺν τεύχεσιν: οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου.
εὖ νύ τις αὐτόν γνώσεται: γνώσεται πάσχων κακῶς ὑπʼ αὐτοῦ. διὰ τί δὲ μὴ ἰδίᾳ ταῦτα πρὸς Ἕκτορά φησιν; ὅτι συνέρρευσεν ἐξαίφνης τὸ πλῆθος εἰς ἐκκλησίαν.
εὖ νύ τις αὐτόν γνώσεται: κακόν τι πεισόμενος ὑπʼ αὐτοῦ δηλονότι.
πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται: οὐκ ἐν βλασφημίᾳ ταῦτά φησιν, ἀλλὰ ἐκφοβεῖ, ἵνα δέξωνται τὴν συμβουλήν.
πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται: οὐ κατάρατα καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος ἑαυτοῦ
αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο: εἴθε δὴ τοῦτο οὐχ ὅπως μὴ ἴδοιμι, ἀλλὰ μηδὲ ἀκούσαιμι.
εἴθε δέ μοι τοῦτο οὐ μόνον μὴ ὀφθείη, ἀλλὰ μηδὲ ἀκουσθείη.
αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο: ἄπωθεν τοῦ ὠτός, οἷον μὴ ἀκούσαιμι· «αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος».
εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ:ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ πιθώμεθα ἢ κατὰ τὸ τέλος τοῦ στίχου· καὶ λόγον ἔχει ἀμφότερα.
πιθώμεθα: ἐν ἄλλῳ «πιθοίμεθα».
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν—εἰρύσσονται: διὰ νυκτὸς κρατερῶς βουλευσόμεθα· τὴν δὲ πόλιν οἱ πύργοι σώσουσιν.
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν: τὴν νύκτα κατισχύσομεν καὶ κρατήσομεν τῇ βουλῇ. ἄλλως· ὃ λέγει, τοιοῦτόν ἐστιν· διεσπαρμένην συλλέξομεν καὶ τοὺς ἀνὰ τοῦ πεδίου καὶ τοὺς ἀνὰ τῆς πόλεως φυλάττοντας νῦν· ὕστερον δὲ ἅμα ἡμέρᾳ ἡμεῖς πολεμήσομεν.
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν: σθένος τὴν δύναμιν, ὅ ἐστι τὴν στρατιάν. οὕτω καὶ οἱ συγγραφεῖς δύναμιν καλοῦσι τὸ στράτευμα. καὶ Σοφοκλῆς «ἐν τοῖσιν ἵπποις τοῖσιν ἐκλελεγμένοις ἥδιον εἰ χωροῖμεν ἢ παντὶ σθένει». φησὶν οὖν ὡς νυκτὸς ἐν ἐκκλησίᾳ βουλευσόμενοι συνάξουσι τὸν στρατόν. ἢ ἰσχυροποιήσομεν ἑαυτοὺς ἠθροισμένοι, τουτέστιν ἐν τῷ ἠθροῖσθαι φυλαχθησόμεθα· τὸ γὰρ εἰν ἀγορῇ νῦν οὐκ ἐν ἐκκλησίᾳ σημαίνει, ἀλλʼ ἐν τῷ ἀθροίσματι.
εἰν ἀγορῇ σθένος ἕξομεν: πρὸς τὸ σημαινόμενον ὅτι ἐστὶ βουλευσόμεθα, τῇ βουλῇ κρατήσομεν.
ὑψηλαί τε πύλαι: νῦν αἱ δίοδοι· ἀλλαχοῦ δὲ ἐπὶ τῶν θυρῶν, «ἐν χερσὶ πύλας ἔχετε» «ἔρρηξε δὲ πύλας καὶ μακρὸν ὀχῆα» «μέγα δʼ ἀμφὶ πύλαι μύκον».
πρωῒ δʼ ὑπηοῖοι: τὸ πρωΐ καὶ ἕως ἕκτης ὥρας δηλοῖ· διὸ προσέθηκε τὸ ὑπηοῖοι, ὡς καὶ Φιλήμων φησίν· «μεμίσθωνταί με δείλης πρωΐας», ἀντὶ τοῦ ἀρχομένης δείλης.
στησόμεθʼ ἂμ πύργους— ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας: ἀναγκαίως τῷ προδεδιδαγμένῳ κινδύνῳ ἐκ τοῦ μένειν ἀντέθηκε τὴν ἐκ τῆς ἀναχωρήσεως ἀσφάλειαν· καὶ ὅτι ὁ πολέμιος μᾶλλον κινδυνεύσει ἤπερ ἡμεῖς.
τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν —μάχεσθαι. ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας: στικτέον ἐπὶ τὸ μάχεσθαι
ἂψ πάλιν: ἐκ παραλλήλου τὸ αὐτό.
ἠλασκάζων: πλανῶν, παρὰ τὴν ἄλην· «ἐμὸν μένος ἠλασκάζει». ὑποφαίνει δὲ ἡ λέξις τὸν μετὰ ἀναστροφῆς ἐλαύνοντα τοὺς ἵππους καὶ διαπειρώμενον εἰσελάσαι εἰς τὴν πόλιν.
ἠλασκάζων: περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων ὁδόν, ἄλλως τε μεθʼ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων.
οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται: ἡ διπλῆ, ὅτι τοιοῦτόν ἐστι τὸ λεγόμενον, πρότερον αὐτὸν οἱ κύνες κατέδονται ἢ ἐκπέρσει. καὶ οὐκ ἔστιν ἐλλιπὴς ὁ λόγος, ὥσπερ οὐδʼ ἐπʼ ἐκείνου· «τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν». στικτέον δὲ ἐπὶ τὸ ἐκπέρσει· μᾶλλον γὰρ οὕτως ἐμφαίνει. ἐὰν δὲ συνάπτηται, ἀδιανόητον γίνεται.
οἷον τεθνήξεται πρότερον ἢ πέρσει, καὶ «οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν».
ὑπόδρα ἰδών: τὸ βλέμμα δηλοῖ ὅτι δυσαρέστως ἔχει πρὸς τοὺς λόγους.
Πουλυδάμα, σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις: τυραννικὴ ἡ εἰσβολή· οὐ γὰρ ὅτι μὴ σύμφορα εἰσηγήσατο, ἀνατρέπει, ἀλλʼ ὡς οὐχ ἡδέα.
Πουλυδάμα: ἔδει σὺν τῷ ν, Πουλυδάμαν. τοιοῦτο δὲ καὶ τὸ «Λαοδάμα», παρὰ τὸν ὀρθὸν λόγον.
ἄλλως· δίχα τοῦ ν, ὡς «Λαοδάμα, τί με ταῦτα κελεύετε».
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι—πύργων: ὁ μὲν τῆς ἀσφαλείας φροντίζων σεμνοῖς ὀνόμασιν ἐχρήσατο, ὁ δὲ μετατίθησι τὰ ὀνόματα δυσωπῶν τοὺς ἀκούοντας, ἀλήμεναι λέγων τὸ ἀναχωρῆσαι καὶ ἐελμένοι ἔνδοθι πύργων
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας: ὁ μὲν φυλάσσειν τὴν πόλιν ἔφη ὁ δὲ δεινοτέρῳ ὀνόματι τὸν λόγον ἐξεφαύλισε, προσθεὶς τὸ ἀλήμεναι.
ἢ οὔπω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων:πρὸς τὸ «κέλομαι γὰρ ἔγωγε ἄστυδε νῦν ἰέναι».
κεκόρησθε: ὅτι Ζηνόδοτος γράφει «κεκόρησθον», συγχέων τὸ δυϊκόν.
μέροπες: οἱ μερισθεῖσαν καὶ διαρθρωθεῖσαν τὴν ὄπα ἔχοντες. οἱ δὲ τὴν κτῆσιν μερισθέντες τῶν ζῴων.
νῦν δὲ δὴ ἐξαπόλωλε—ἵκει: ὁ τοῦ Ἕκτορος λόγος μετὰ τοῦ καλοῦ καὶ τὸ συμφέρον ἔχει, τουτέστι συμφέροντος μέρος ἐστὶ καὶ τὰ περὶ τῶν χρημάτων, ἅπερ πολυχρονίῳ πολέμῳ ἐξαναλῶσθαι λέγει, ὅτι μείζων ἡ βλάβη πολιορκουμένων ἢ τῇ συμβολῇ κρίσιν διδόντων.
νῦν δὲ δὴ—ἵκει: ἐπειδὴ ἀπόλωλε τὰ τῆς πόλεως χρήματα, ἀφειδεῖν χρὴ καὶ τῶν σωμάτων.
Φρυγίην: ὅτι ἑτέρα ἡ Φρυγία παρὰ τὴν Τροίαν, καὶ ὅτι ἐλλείπει ἡ εἴς, ἵνʼ ᾖ εἰς Φρυγίαν.
πρὸς τὴν διαίρεσιν τῆς Τροίας καὶ Φρυγίας, ὅτι δύο, καὶ Λυδία οὔπω ἐκαλεῖτο.
κτήματα περνάμενʼ ἵκει: κυρίως ἐπὶ τῶν διαπεπραμένων ζῴων. ἢ ἐπεὶ χρυσίου μὴ ὄντος ταῦτα ἐδέχοντο οἱ ἐπίκουροι.
κτήματα περνάμενʼ ἵκει: Φρυγῶν καὶ Μῃόνων ἀγορὰς κομιζόντων τοῖς Τρωσὶ καὶ ἀντὶ τούτων ἀντιφορτιζομένων, τῶν πολεμίων ἀπαγόντων καὶ πωλούντων, ἢ αὐτῶν τῶν Τρώων, ἵνα χρήματα λαμβάνωσι πρὸς τὸν πόλεμον καὶ παρέχωσι τοῖς συμμάχοις, οἷον ὁ Ἕκτωρ ἔφη· «τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς».
νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεωκῦδος ἀρέσθʼ ἐπὶ νηυσί: στρατηγικῶς μὲν αὐτοὺς ὑπέμνησε τῆς εὐνοίας τοῦ θεοῦ, βαρβαρικῶς δὲ καὶ ἀλαζονικῶς τὸ πᾶν εἰς ἑαυτὸν ἀναφέρει, μηδαμοῦ ἐκεῖνον ἀντιτιθεὶς ὅτι κρείσσων ὁ ἐξιὼν ἐπʼ αὐτούς.
οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω: εἰ μέχρι τοῦ ἐπιπείσεται προήγαγε τὸν λόγον, ἔννοιαν ἐδίδου ὡς μὴ πειθομένων ἑκοντὶ Πολυδάμαντι τῶν Τρώων. ὁ δὲ τυραννικῶς τὴν κρίσιν οὐ τῷ πλήθει κατέλιπεν, ἀλλʼ ἐπὶ τὴν ἑαυτοῦ ἐξουσίαν περιέσπασεν, ὡς διὰ φόβον Ἕκτορος οὐ πεισομένων αὐτῶν.
ἐν τελέεσσι: ὅτι ἀντὶ τοῦ μὴ λύοντες τὰς τάξεις.
Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι: ἐμφαίνει ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν· ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνη δημευέσθω. καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους, ἀλλʼ ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκστρατεύεσθαι δειλιῶντας κινδυνεύειν.
Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως—καταδημοβορῆσαι: εἴ τις εὐλαβεῖται, μὴ ἀπολέσῃ τὰ ἴδια κτήματα, μερισάτω αὐτὰ τοῖς Τρωσί. πρὸς Πουλυδάμαντα δέ, ὃς ἵνα φυλάσσηται τὰ κτήματα, συνεβούλευεν ἀπὸ τοῦ τείχους ἀμύνεσθαι.
ἄλλως· τοῦτο καὶ στρατηγήματός τινος ἔχεται· ὑποπτεύσας γὰρ τοὺς πλουσίους ἀνιᾶσθαι ἐξιόντας εἰς πόλεμον διὰ τὸ μὴ ἔχειν τοὺς τηρήσοντας τὰ χρήματα, φησὶ δεῖν διανέμειν τῷ πλήθει αὐτά.
Τρώων δʼ ὃς κτεάτεσσιν—καταδημοβορῆσαι: τῶν Τρώων ὅστις ἂν ὑπερβαλλόντως ἀνιᾶται ἐπὶ τοῖς χρήμασιν ὡς μέλλων ἀπολλύειν αὐτὰ ὑπὸ τῶν πολεμίων — τοῦτο γὰρ ἐλλεῖπον προσυπακούεται —, συναγαγὼν αὐτὰ δότω τοῖς πολίταις· βέλτιον γάρ ἐστιν ὑπὸ τούτων ταῦτα δαπανηθῆναι. ἴσως δὲ ταῦτα κατηγορεῖ ὁ Ἕκτωρ, ἵνα σώζηται αὐτῷ τὰ χρήματα.
λαοῖσι δότω: ὁ πλούσιος δότω τοῖς ἄλλοις, ὅπως αὐτοὺς συμμάχους ἔχοι καὶ φύλακας τῶν ἰδίων.
τῶν τινα βέλτερόν ἐστιν ἐπαυρέμεν ἤπερ Ἀχαιούς:λείπει ὁ γάρ.
εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς:καλὸν τὸ διστάζειν καὶ αὐτὸ τέως μὴ δοῦναι ὅτι ἀνέστη.
ἄλλως· εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν—Ἀχιλλεύς: οἴεται διὰ τὸ σῶμα Πατρόκλου αὐτὸν ἐξεληλυθέναι.
παρὰ ναῦφιν: ἀπὸ τῶν νεῶν.
ἄλγιον: ἐπίπονον, ἀδύνατον.
αἴ κʼ ἐθέλῃσι: λείπει τὸ μάχεσθαι.
δυσηχέος: διὰ τοὺς ἀναιρουμένους.
ἀλλὰ μάλʼ ἄντην στήσομαι: προτρεπτικῶς φησιν ἑαυτὸν ἐπιδώσειν τῷ κινδύνῳ. ἅμα δὲ θαρρεῖ τοῖς ὅπλοις καὶ τῷ ἄοπλον εἶναι τὸν Ἀχιλλέα.
στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην:στικτέον ἐπὶ τὸ στήσομαι.
ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ δοκοῦν εἶναι ἀναντίρρητον ὅτι ἀμείνων Ἀχιλλεύς, δημοκοπικῶς ἀντέθηκε τὴν ἐν πολέμοις ἀδειλίαν.
ἤ κε φέρῃσι μέγα κράτος ἦ κε φεροίμην: πρὸς τὸ παράδοξον ἀντέθηκε· ἀπίστου γὰρ ὄντος τοῦ ἀντιστῆναι Ἀχιλλεῖ τὸν Ἕκτορα, προσθεὶς τὸ τῆς ἀδηλίας παρεμυθήσατο τὴν ἀπιστίαν
ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα: ὡς τὸ «ἐπιμὶξ δέ τε μαίνεται Ἄρης». ταῦτα δὲ λεγόμενα πρὸς νέους καταφρονεῖν διδάσκουσιν ὡς μὴ ἐχόντων τῶν κρεισσόνων κατὰ τῶν ἐλασσόνων ἐλπίδα.
ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα:κοινὸς ὁ πόλεμος πολλάκις τὸν κτείνειν βουλόμενον κατέκτα. ὅμοιον δὲ τῷ «ἐπιμὶξ δέ τε μαίνεται Ἄρης».
ἐπὶ δὲ Τρῶες κελάδησαν: πολλὰ ἦν τὰ συναναγκάζοντα πείθεσθαι τοὺς Τρῶας, πρῶτον μὲν ἡ ἄνοια ἡ βαρβαρική, δεύτερον δὲ τὰ χρήματα, ἃ προέτεινεν αὐτοῖς, τρίτον ὅτι τὴν μὲν ἀπόλαυσιν ἐκείνοις ἐχαρίσατο, τὸν δὲ κίνδυνον αὐτὸς ἐπανεῖλεν.
ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη: δείκνυσιν ὅτι τῆς ἑαυτοῦ γνώμης αὐτοκράτωρ ἐστὶν οὐδείς.
Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι —βουλήν: πιθανὴ ἡ οἰκονομία· εἰ γὰρ ἔφυγον εἰς τὴν πόλιν, ταὐτὰ τοῖς ἐν ἀρχῇ ἐγένετο, τειχήρεις οἱ Τρῶες καὶ πολιορκία· καὶ οὐδʼ ἂν ὁ Ἕκτωρ ἀπώλετο, κωλυόμενος ὑπὸ τῶν δημογερόντων προελθεῖν, ὡς καὶ αὐτός που λέγει· «οἵ με θέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαοί».
ἄλλως· Ἕκτορι μὲν γὰρ ἐπῄνησαν—βουλήν: ἡ ἐλπὶς τοῦ δημοβορῆσαι οὐκ εἴα αὐτοὺς προνοῆσαι τὸ μέλλον, καὶ ἡ τοῦ Ἕκτορος ὑπόσχεσις ἐπαγγειλαμένου ὑποστήσεσθαι τὸν Ἀχιλλέα. πρὸς δὲ τὴν ὅλην ποίησιν οἰκονομικῶς διέθετο ταῦτα ὁ ποιητής· πεισθέντων γὰρ τῷ Πολυδάμαντι τῶν Τρώων ἐξαγώνιον ἂν κατέστη τὸ λοιπὸν μέρος τῆς Ἰλιάδος.
ἐπῄνησαν: συνέθεντο.
οὔ τις: «οὔ τι» γράφει Ἐπαφρόδιτος, ἵνʼ ᾖ ἀντὶ τοῦ οὔ. δύναται δὲ τὸ «ἐπῄνησαν» κοινὸν εἶναι.
αὐτὰρ Ἀχαιοί παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες: ὅρα τὰς μεταβάσεις ὡς ποικίλαι, ποτὲ μὲν ἐν τοῖς ἔργοις, ὁτὲ δὲ ἐν τοῖς λόγοις ἀγωνιζομένου τοῦ ποιητοῦ, νῦν δὲ καὶ ἐφʼ ἑνὶ εἴδει, τῷ θρήνῳ.
ἁδινοῦ: λεπτοῦ καὶ ἀσθενοῦς. ὡς «μῆλʼ ἁδινά»· ὡς διὰ τὸ μὴ δύνασθαι μείζω λέγειν· τοιοῦτον γὰρ τὸ φθέγμα τῶν λυπουμένων. οἱ δὲ δαψιλοῦς, παρὰ τὸ ἅδην.
ἁδινοῦ: γοεροῦ, θρηνώδους.
χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσι τοῦ ἑταίρου· ἢ τοῖς ἑαυτοῦ στήθεσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ ἑταίρου. χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου: ἀμφίβολον, πότερον τὰς αὑτοῦ ἀνδροφόνους χεῖρας ὁ Ἀχιλλεὺς ἐπιθεὶς τῷ τοῦ ἑταίρου στήθει, ἢ τὰς τοῦ ἀνδροφόνου Πατρόκλου ἐπιθεὶς τῷ ἰδίῳ στήθει. βέλτιον δὲ τὸ πρότερον.
ἀνδροφόνους: διὰ τοῦ ς ἅπασαι, ἀνδροφόνους.
ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους —χόλος αἱρεῖ: ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκόνα παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ ἀλλὰ λέοντι παραβαλὼν καὶ τὴν λύπην τῇ λύπῃ ὁμοιώσας· οὐδὲν γὰρ ἐμφαντικώτερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε καὶ ἑκατέρων ἡ λύπη παραπλησία ἀπολειφθέντων τῆς βοηθείας, καὶ ἡ τὸν ἐλαφηβόλον ζητοῦσα τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.
λὶς ἠϋγένειος —σκύμνους: δύο μόνα τίκτει λέων, ὡς Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων
ὥς τε λὶς ἠϋγένειος: ἐμπείρως πάνυ· αἱ γὰρ θήλειαι κάλλιστον ἔχουσι γένειον, οἱ δὲ ἄρσενες χαίτην. νῦν δʼ ἐπὶ θηλείας· ἄρσην γὰρ οὐ σκυμναγωγεῖ. τὸ δὲ λέαινα νεώτερον ὄνομα.
ἠϋγένειος: θήλεια· ταύτης γὰρ τὸ γένειον κάλλιον, χαίτῃ δὲ οἱ ἄρσενες.
σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνήρ: σκύμνος ὡς «ὕμνος» εἰς ἰδιότητα ἀνεγνώσθη. τὸ μέντοι ἀνδρωνυμικὸν ὀξύνεσθαι ἀξιοῖ ὁ Ἀσκαλωνίτης πρὸς διαφοράν. ὁ μέντοι λόγος συναγωνίζεται τῇ βαρείᾳ τάσει· τὰ γὰρ εἰς νος λήγοντα μετʼ ἐπιπλοκῆς συμφώνου δισύλλαβα μονογενῆ, ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ υ, βαρύνεσθαι θέλει, «ὕμνος», «κύκνος» «λύχνος» Κύθνος. οὕτως ἄρα καὶ σκύμνος. ἡ διπλῆ δέ, ὅτι οὕτως τοὺς κυνηγοὺς καταχρηστικῶς λέγουσιν οἱ ποιηταί.
σκύμνος ὡς «ὕμνος», ὅτε ἐστὶ κατʼ ἰδιότητα. ὅτε μέντοι ἐπὶ ἀνδρός, ὀξύνεται· ἀναλογώτερον δὲ τὸ βαρυνόμενον.
ἐλαφηβόλος: τοῦτο ἴσως πρῶτον ἠγόρευται, ἀφʼ οὗ ἔμεινε τὸ ὄνομα. ἢ ὅτι τάχιστον τῶν ἄλλων.
ὕστερος ἐλθών: ὕστερον τῶν ἁρπασάντων.
ἄγκεα: φάραγγας, σπήλαια.
ἴχνιʼ ἐρευνῶν: ἄριστα γὰρ ἰχνεύει.
δριμύς: ἀπὸ τῶν γευομένων παρήγαγεν.
ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται.
μετεφώνει: γράφεται «μετεφώνεε».
ὦ πόποι, ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον—ἐν μεγάροισι: ἐκτείνει τὸ πάθος ὁ τοιοῦτος λόγος· οὐ γὰρ ἐφʼ οἷς αὐτὸς ἠπατήθη λυπεῖσθαί φησιν, ἀλλʼ ἐφʼ οἷς αὐτὸς ἠπάτησε τὸν Μενοίτιον.
ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον: περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πληροῦντες τὰς ὑποσχέσεις ἄχθονται· διὸ ἔκβαλον φησίν.
θαρσύνων ἥρωα Μενοίτιον: περιπαθὲς καὶ τοῦτο ὅτι εὐλαβοῦς πατρὸς ἀπέσπασα τὸν Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος τὸν υἱόν, εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.
θαρσύνων ἥρωα Μενοίτιον: καὶ τοῦτο περιπαθῶς, ὡς τοῦ Μενοιτίου οὐκ ἂν ἐκδόντος τὸν παῖδα διὰ τὴν πρὸς τὸν υἱὸν φιλοστοργίαν, εἰ μὴ Ἀχιλλεῖ κατεπίστευσεν ὡς σῶσαι ἱκανῷ ὄντι καὶ ἐπαγγειλαμένῳ τοῦτο.
εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν: ὡς προσεδόκα.
περικλυτὸν υἱὸν ἀπάξειν: περικλυτὸν ἀπάξειν ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης.
Ἴλιον ἐκπέρσαντα: ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεύς, πορθουμένην Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονοστοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ θανάτῳ μόνον ἀποδύρεται, ἀλλʼ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ τῆς ἐλπίδος προσδοκηθεῖσι. δῆλον δὲ ὡς οὐδὲν ἐν Φθίᾳ περὶ τῆς Ἀχιλλέως εἱμαρμένης εἶπεν ἡ Θέτις· οὐ γὰρ ἂν πρὸ τῆς ἐξόδου ταῦτα ὑπισχνεῖτο περὶ τοῦ Πατρόκλου τῷ Μενοιτίῳ. τινὲς δέ φασιν οἴκοι μὲν πυθέσθαι, ἀπιστεῖν δέ, οἰόμενον ἐκφοβεῖν αὐτὸν τὴν μητέρα πρὸς τὸ μὴ κινδυνεύειν.
ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ:κλάει, ὅτι μή ἐστιν εἷς τῶν πορθησάντων τὴν Τροίαν.
ἐρεῦσαι: ἐρυθρὰν ποιῆσαι τῷ αἵματι.
ἱππηλάτα: ἱππικός, οὐ φυγάς, ὡς οἱ νεώτεροι. ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ ὅμοια καρτερήσουσι τῷ Μενοιτίῳ.
οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει: ὅτι συνεβίω ἡ Θέτις τῷ Πηλεῖ, καὶ ὅτι οὐκ ἀπεκόμιζον τὰ ὀστᾶ τῶν τετελευτηκότων ἐπὶ ξένης εἰς τὰς πατρίδας. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ὥς κʼ ὀστέα παισὶν ἕκαστος οἴκαδʼ ἄγῃ».
ὅτι συνῴκει τῷ Πηλεῖ ἡ Θέτις.
Πάτροκλε: περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας διαλέγεσθαι ὡς πρὸς ζῶντας. καὶ ἔστιν ἔμψυχον τὸ τοιοῦτον εἶδος τῶν λόγων.
οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν: πῶς φησιν «ἄταφον ἐάσω τὸ σῶμα» τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὔσης; ῥητέον δὲ ὅτι ἠκηκόει παρὰ τῆς μητρός· «οὐδέ ἕ φημι δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ».
πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι τεύχεα καὶ κεφαλήν: πῶς τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος πρὸς τὸ κεφαλήν μόνον ἐκληπτέον· ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν.
τοῦ γὰρ ἀφελομένου κτῆμα γέγονεν.
μεγαθύμου σεῖο φονῆος: αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν αὐτοῦ.
ἀποδειροτομήσω: δειρὴ κυρίως ἡ τῶν ἀλόγων, παρʼ ὅσον ἐκεῖθεν ἐκδέρονται· καταχρηστικῶς δὲ νῦν.
αὕτως: διὰ τοῦ α αὕτως πᾶσαι εἶχον.
αὕτως: ὡς ἔχεις.
Δαρδανίδες βαθύκολποι: οὐδέποτε τὰς Ἑλληνίδας βαθυκόλπους φησίν. πῶς οὖν Ζηνόδοτος γράφει «ἔσπετε νῦν μοι Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι»
τὰς αὐτοὶ καμόμεσθα: ἐκ τοῦ παρεπομένου· οἱ κτώμενοι γὰρ κακοπαθοῦσι.
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων:πιείρας εὐγείους· «ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας». φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ἀπέφηνε τῶν κατορθωμάτων καὶ ἀπὸ τῶν ἑαυτῶν οἰκτίζεται εἰς τὰ κατʼ αὐτόν.
ἀμφὶ πυρὶ στῆσαι τρίποδα: ὡς συνήθους ὄντος καίειν πρῶτον, εἶτα ἐπιτιθέναι τὸν τρίποδα ὕστερον.
βρότον αἱματόεντα: τὸ ἀπὸ τοῦ φόνου αἷμα.
οἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ:εἰς ταπεινῶν πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψε τῇ συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαι θαυμασίας ἐστὶ δυνάμεως.
λοετροχόον: εἰς ὃν τὰ λουτρὰ χεῖται.
ἤνοπι χαλκῷ: ἤνοπι ἐν ᾧ ἔστιν ἐνοπτρίζεσθαι. ἔστιν οὖν ὡς τὸ «φαεινὴν ἀμφὶ σελήνην».
λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι. ἔστι δὲ «φαεινὴν ἀμφὶ σελήνην».
καὶ ἤλειψαν λίπʼ ἐλαίῳ: ὅτι ἀρχαῖον τὸ ἔθος.
ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο: οὕτως ὡς φαρμακώδη δύναμιν ἔχοντος τοῦ παλαιοῦ ἐλαίου.
ὠτειλάς: ὅτι ὑπὸ μὲν Εὐφόρβου βέβληται ὁ Πάτροκλος ὑπὸ δὲ Ἕκτορος οὔτασται καὶ συλληπτικῶς εἴρηκε πάντα τὰ τραύματα ὠτειλάς.
ὠτειλάς: συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησιν καλῶς οὖν ἀπὸ τῆς Ἕκτορος νέας πεπληγὼς εἶπεν.
συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ ὠτειλάς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας ἀναιρεῖ
ἀλείφατος ἐννεώροιο: νέου. ξηραντικῷ δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκρούς, ὡς τὸ κέδρινον.
ἑανῷ λιτί: λιτῷ καὶ ἀποικίλτῳ ὑφάσματι, ὅ ἐστι λινῷ. οἱ δὲ ἐξ ἀντιφράσεως τὸ ποικίλον. οἱ δὲ, ὅ φασιν Ἀττικοὶ λῄδιον. δεῖ δὲ ὀξυτόνως ἀναγινώσκειν τὸ λιτί κατὰ τὸν κανόνα τοῦ Ἡρωδιανοῦ· πᾶσα δοτικὴ δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, «φωτί», «παντί», θητί· οὕτως γὰρ καὶ ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ ἐν τῇ Ψ λέγει ὅτι δεῖ ὀξύνειν κατὰ τοῦτον τὸν κανόνα· οὕτως γὰρ καὶ Ἀρίσταρχος. εἰσὶ δὲ οἳ προπερισπῶσιν, οὐ καλῶς. εἶτα ἐπάγει οὕτως· «παραιτητέον δὲ τὸν Ἀσκαλωνίτην οἰόμενον ἀπὸ τῆς λίς εὐθείας κεκλίσθαι τὴν λιτί δοτικὴν καὶ τὴν λῖτα αἰτιατικήν· οὐ γάρ ποτε ἐμελέτησε τὰ εἰς ις μονοσύλλαβα διὰ τοῦ τος κλίνεσθαι. μεταπλασμὸς οὖν ἐστι τῆς λιτῷ δοτικῆς ὡς ἡ κλαδί τῆς κλάδῳ. καὶ ἡ αἰτιατικὴ “λῖτα” μεταπέπλασται ἐκ τῆς λιτόν ὡς κρόκα ἐκ τῆς κρόκην. τὸ δὲ παρὰ τῷ ποιητῇ “κάθηράν τε ῥύπα πάντα”, εἰ μή ἐστι πληθυντικὸν οὐδέτερον, τοῦ προκειμένου μεταπλασμοῦ ἔχεται. οὐχ ὁμότονος δὲ ἐγένετο ἡ λῖτα τῇ λιτόν, ἐπεὶ πᾶσα αἰτιατικὴ εἰς α λήγουσα ἐβαρύνετο, ὑπεσταλμένης τῆς “τινά” κατὰ ἀόριστον προφοράν.»
ἑανῷ: ὅτι οὐ λαμπρῷ· ἐπάγει γὰρ «καθύπερθε δὲ φάρεϊ λευκῷ». ἔστιν οὖν λεπτῷ ὡς τὸ «ἑανοῦ κασσιτέροιο», τοῦ εἰς λεπτὸν ἐλαθέντος. οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ· οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ· οἱ δέ, ὅ φασιν Ἀττικοὶ λῄδιον.
λιτί: πρὸς τὸ λιτί, ὅτι …
Ζεὺς δʼ Ἥρην προσέειπε: ὅτι κατὰ τὸ σιωπώμενον Ἥρα καὶ ὁ Ζεὺς γεγόνασιν ἐν τῷ Ὀλύμπῳ, καὶ οὐ ξενιστέον, ὅταν λέγῃ κατὰ συμπέρασμα.
κατὰ τὸ σιωπώμενον ἐξ Ἴδης εἰς Ὄλυμπον γέγονεν ὁ Ζεύς.
ἄλλως· Ζεὺς δʼ Ἥρην προσέειπε: Ζηνοδώρῳ τῷ συγγράψαντι Περὶ τῆς Ὁμήρου συνηθείας τὰ δέκα βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν ᾧ συγγράμματι πειρᾶται ἀποδεικνύειν διεσκευασμένον τόπον τοῦτον ἐπῶν τριῶν καὶ δέκα· πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλὰ ἢ ὑπὲρ διδαχῆς τινος τῶν εἰς τὴν Ἰλιάδα συντελούντων πραγμάτων ἢ καὶ ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν· «τέτλαθι, τέκνον ἐμόν· πολλοὶ γὰρ δὴ τλῆμεν· τλῆ μὲν Ἄρης»· ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται· τὴν δὲ ἥρας πρὸς Δία ἐπικερτόμησιν· «Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι, ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα» ὑπὲρ διδαχῆς ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη ἡ Ἑλένη. ἀλλὰ καὶ τὰς ἄλλας ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ παραλαμβάνεσθαί φησι. ταύτην δὲ οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι οὔτε ἱστορίαν τινά. ἔπειτα μέλλοντα τὸν Ὅμηρον διατίθεσθαι τὰ παρὰ Ἡφαίστου πρὸς Θέτιν λεγόμενα οὐκ ἂν πρὸ αὐτῆς ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ὅλως σπουδάζοντα τὴν ποίησιν καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν εἰωθότα. οὐκ ἂν οὖν ἐπαλλήλως τὰ ὅμοια διαθέσθαι. εἶτα ἀνόητον τὸ λέγειν «ἔπρηξας καὶ ἔπειτα» ὡς ἐκ πείσματος παρηκολουθηκότα τοῖς γενομένοις· οὐδὲ γὰρ ῥητῶς δεδηλωκέναι τὸν ποιητὴν ὅτι ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεύς, ὥσπερ ἐν τῇ Α «ἀλλὰ σὺ μὲν αὖτις ἀπόστιχε, μή σε νοήσῃ Ἥρη», εἶτα «οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσα». ἔπειτα ἄλογον τῇ μὲν Ἥρᾳ χαλεπαίνειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ τῇ δὲ Ἀθηνᾷ μηδὲ κατὰ βραχὺ τῇ καὶ συμπαραστάσῃ Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων ὁπότε γε ἔμπροσθεν τῇ μὲν Ἥρᾳ συγγινώσκειν φησι τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. ἔτι τε πολλὴν τὴν ἀλογίαν φαίνεσθαι, εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ Ἥρας οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεύς, παρεγχειρουμένης τῆς τοῦ κόσμου τάξεως. πῶς τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς «μίσησε δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι Τρῳῇσιν· τῷ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους», νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστάσεως ἢ τοῦτο μόνον τὸ μηδὲν παθεῖν τὸ σῶμα· πῶς τε τὴν ἀπὸ τῆς Ἴδης μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ ταὐτὸ ἐν ἄλλοις στίχοις μὴ ἀμφισβητουμένοις οὐχ ἱκανὸν πρὸς κατηγορίαν συγχωρητέον κατὰ τὸ σιωπώμενον οὕτω γεγενῆσθαι· ὅπου δὲ τἆλλα σαθρά ἐστι καὶ ὕποπτα, καὶ τοῦτο ὕποπτον. ἥ γε μὴν ἀπολογία τῆς Ἥρας καὶ ἀνοήτως ἔχει· δέον γὰρ προβάλλεσθαι ὅτι κακὸν οὐδὲν εἰργάσατο τοὺς Τρῶας σώσασα τὸν Πάτροκλον, ὅπερ καὶ τῷ Διῒ ἐκεχάριστο, φησὶν «οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;»· οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. ταῦτα ὡς ἐν κεφαλαίοις ὑπὸ τοῦ Ζηνοδώρου συγγέγραπται. ἀφαιρουμένων δὲ τῶν τριῶν καὶ δέκα στίχων τὰ λοιπὰ ἔχει ἁρμονίαν.
ἔπρηξας καὶ ἔπειτα: περισσὸς ὁ καί. τὸ δὲ ἔπειτα ἀντὶ τοῦ παραυτίκα. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινάσης αὐτῆς τῇ αὐτῇ βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς φιλίας.
καὶ μὲν δή πού τις μέλλει βροτὸς— οἶδε: οὔτε ἀρνεῖται τὸ γεγονὸς οὔτε ὡς δικαίως ἔπραξε παρρησιάζεται. θεραπεύουσα δὲ τὸν Δία ἠθικῶς φησιν ὅτι δίκαιον ἦν ἐκτελεσθῆναι τὰ τῆς ἐπιθυμίας αὐτῆς, οὔσῃ καὶ γυναικὶ καὶ ἀδελφῇ
ἄλλως· καὶ μὲν δή πού τις—οἶδε: ὀργισθεὶς αὐτῷ, ὃ πρόθηται ποιήσειν αὐτόν, πράσσει.
οὐ τόσα μήδεα: ὡς ἡ θεία φύσις.
πῶς δὴ ἔγωγʼ, ἥ φημι—κακὰ ῥάψαι; τὸ ἑξῆς πῶς δὴ ἔγωγʼ οὐκ ὄφελον Τρώεσσι. τὰ δὲ λοιπὰ ὡς διὰ μέσου διορθωτέον. παρὰ δὲ Ζηνοδότῳ κατὰ Δώριον «ἐγών»
πρὸς τὸ κάτω τὸ κακά ἡ ἀπόδοσις.
οὐκ ὄφελον: ἀντὶ τοῦ οὐκ ἔμελλον. ὑπερωτηματικὸς δέ ἐστιν ὁ λόγος
πρὸς ἀλλήλους ἀγόρευον: κυρίως τὸ ἐν πλήθει λέγειν ἀγορεύειν, καὶ τὸ ἀλλήλους ἐπὶ πλήθους. ταῦτα δὲ ἐπὶ δύο ἔταξε καταχρηστικῶς.
Ἡφαίστου … δόμον: ὅτι ἐν Ὀλύμπῳ τὸ χαλκεῖον Ἡφαίστου· φησὶ γοῦν· «τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον».
ἀστερόεντα: λαμπρόν· φησὶ γοῦν «ἀστὴρ δʼ ὣς ἀπέλαμπε».
ἄφθιτον: ἀκατάλυτον. ἀστερόεντα δὲ τὸν λαμπρόν, οὐ τὸν ἀστερώδη.
ἱδρώοντα: πρὸ πολλοῦ ταῦτα ᾠκονόμηται ἐπὶ τῆς Α ῥαψῳδίας, τὸ δημιουργὸν τὸν θεὸν τοῦτον εἰσῆχθαι, καὶ τοὺς θαλάμους τοῖς θεοῖς κατασκευάζοντα καὶ τὸ σκῆπτρον τῷ Διΐ ἵνʼ ἐπὶ τῆς μείζονος χρείας μὴ παράδοξον φανῇ τὸ χαλκέα τινὰ τῶν θεῶν εἰσάγεσθαι.
ἑλισσόμενον: εἰλούμενον, καὶ ὅτι ἡ πυρώδης οὐσία εἰλεῖται.
ἑλισσόμενον: ἤτοι ἐπιστρεφόμενον, ὡς χωλόν. ἢ μεμίμηται ἐπὶ τοῦ Ἡφαίστου τὴν τοῦ πυρὸς κίνησιν.
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν: ὅτι τὸ σπεύδοντα ἐνεργοῦντα, καὶ ὅτι τὸ πάντας παρέλκει.
σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν: ὡς «εἴκοσι δʼ ἔκβαλε πάντα», «οἱ δʼ ἐννέα πάντες ἀνέσταν». τὸ δὲ σπεύδειν οὐκ ἐπὶ τοῦ κακοπαθεῖν.
σπεύδοντα: οὐκ ἐπὶ τοῦ κακοπαθεῖν νῦν κεῖται τὸ σπεύδειν. ἐργάζεται δὲ οὐ δεόμενος τῶν ἀναγκαίων, ἀλλʼ ὅτι ῥαθυμεῖν οὐ δεῖ, ὅπου καὶ θεοὶ ἐργάζονται. τὰ δὲ ἔμψυχα ἔργα πίστιν τε ἅμα τῆς ἀσπιδοποιΐας ἔχει καὶ τοῦ συμπτώματος τῶν ποδῶν ἀναπλήρωσιν τῇ τέχνῃ. δῆλος δέ ἐστιν εἰδὼς μηχανικήν.
μεγάροιο: τοῦ τῶν θεῶν, ὅταν ἐπὶ τὸ αὐτὸ εἶεν συνηγμένοι πάντες.
ὑπὸ κύκλα ... θῆκεν: τινὲς «ὑπόκυκλα» ὡς ὑπότροχα, οὐκ εὖ· ἔστι γὰρ τὸ ἑξῆς ὑπέθηκε. τὸ μέντοι ἐν τῇ Ὀδυσσείᾳ «τάλαρόν θʼ ὑπόκυκλον» κατὰ σύνθεσιν ἀνεγνωσμένον ἑτέρου ἔχεται σημαινομένου.
ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ «ὑπόκυκλα» ὡς ὑποπόδια, κακῶς. τὸ μέντοι «τάλαρον θʼ ὑπόκυκλον ἔθηκεν» ὑφʼ ἕν, καὶ ἔχει οὐδετέρου παρασχηματισμόν.
ὄφρα οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον, ἵνα ᾖ ὄφρα αὐτῷ. καὶ ὅτι θεῖον ἀγῶνα λέγει τὴν συναγωγὴν τῶν θεῶν. ἐν δὲ ταῖς εἰκαιοτέραις «θεῖον κατὰ δῶμα νέοιντο».
δυσαίατʼ ἀγῶνα: ἐν ἄλλῳ «δύσονται ἀγῶνα».
ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο· θαῦμα ἰδέσθαι:βραχὺ διασταλτέον ἐπὶ τὸ νεοίατο· μᾶλλον γὰρ ἐμφαίνει.
θαῦμα ἰδέσθαι: διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς ὁ λόγος· ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστὰ εἰσάγει καὶ ἐκπλήττοντα.
οἱ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος—ἀργυρόπεζα: ἀξιοπίστως ὡς παρών, ἵνα δειχθῇ ἡ πρὸς τὴν Θέτιν σπουδή, ὅτι ἀτέλεστον τὸ ὑποκείμενον ἔργον ἐάσας ἐτελείωσεν, ὅσα ἠθέλησεν.
οἱ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος: ὅτι ἐπὶ τῶν παρὰ μικρὸν τετελειωμένων οὕτως λέγει. «ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν»· «τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα».
τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔπω: τόσσον ἀντὶ τοῦ ὅλον, «ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν»· οὕτως γάρ φησι πρὸς τὰ παρʼ ὀλίγον τετελεσμένα. οἱ δὲ Γλωσσογράφοι τόσσον ἀντὶ τοῦ τὸ σῶμα. οἱ δέ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι. τινὲς δὲ τόσσον τὸ λοιπόν.
ἤρτυε: ἡτοίμαζε.
κόπτε δὲ δεσμούς: ἤλαυνε τοὺς ἥλους ὥστε καταπεῖραι τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον.
κόπτε: ἤλαυνε. δεσμούς δὲ τὰς λαβάς, ἢ τοὺς ἥλους ἐνήργει.
τόφρα οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα:ἐν ἄλλῳ καὶ οὗτος εὑρέθη, ἀπέστραπτο δέ.
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος:προαπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ Ἡφαίστου Χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. διὰ δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην συνοικίζουσιν. ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρίζεσθαι.
τὴν δὲ ἴδε προμολοῦσα Χάρις: ζητεῖται, διὰ τί ἐν Ὀδυσσείᾳ τὴν Ἀφροδίτην παρίστησι γυναῖκα Ἡφαίστου, ἐνθάδε δὲ τὴν Χάριν. κατʼ ἀμφότερα, ὅτι τῇ τέχνῃ τὴν χάριν προσεῖναι δεῖ, ἵνα καὶ ἐπίχαρις ᾖ, καὶ ὅτι χάριν ἀποδίδωσι τῇ Θέτιδι τῶν εἰς αὑτὸν ὑπʼ αὐτῆς εὐεργεσιῶν γενομένων πρότερον.
λιπαροκρήδεμνος: καὶ ἀλλαχοῦ «λιπαρὰ κρήδεμνα» τὰ λαμπρά.
καλή: τί γὰρ χάριτος τῷ διδόντι ἡδύτερον καὶ τῷ λαμβάνοντι;
τὴν ὤπυιε: τινὲς Θάλειαν αὐτήν, οἱ δὲ Ἀγλαΐαν ὀνομάζεσθαι.
ὤπυιε: παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι, ἢ διὰ τὰς ὁμιλίας τὰς πρὸ τῶν γάμων, ἢ ἀπὸ τοῦ ὀπάζειν ἣν πεποίηται ἐκ μνηστείας, ἢ παρὰ τὸ ἐφορᾶν τὰ κατὰ τὴν γυναῖκα, ὡς τὸ «εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι».
τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται Ἡφαίστου, ὡς ἀεὶ ἐκείνου μεμνημένου αὐτῆς. ἄγαν δὲ ὁ στίχος συντετρόχασται τῇ προθυμίᾳ τῆς ἐρωτήσεως.
Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: Ζηνόδοτος «Θέτις τανύπεπλος, ἱκάνεις ἡμέτερον δέ».
παρὰ Ζηνοδότῳ «ἡμέτερον δέ», καὶ «Θέτις τανύπεπλος ἱκάνεις».
πάρος γε μὲν οὔτι θαμίζεις: ἀντὶ τοῦ οὐδένα ὡς. ἐν ἤθει δὲ, ὥς φαμεν «τί σὺ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας παραγίνεσθαι.»
οὔτι: ἀντὶ τοῦ οὐδʼ ὅλως.
προτέρω: ἀντὶ τοῦ ἐς τὸ ἔμπροσθεν.
Ἥφαιστε, πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει: σύντομος ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδοσιν.
ὧδε: ὅτι τὸ ὧδε οὕτως ὡς ἔχεις, μηδὲν ὑπερθέμενος. καὶ ἐν Ὀδυσσείᾳ· «ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν».
ὧδε: οὕτως ὡς ἔχεις σχήματος· οὕτω γὰρ ἂν σπουδαῖον φαίνοιτο, ὡς καὶ Ἀχιλλεὺς «αὐτῇ σὺν φόρμιγγι» καὶ «γείτονες ἄζωστοι ἔκιον». οἱ δὲ πλεονάζειν τὸ οὕτως, ὡς «στῆθʼ οὕτω ἀπόπροθεν», ἐπεί τοι καὶ συντίθησι τὰ σκεύη καὶ ἀπονίζεται οὐδέποτε δὲ τὸ ὧδε τοπικῶς παρὰ τῷ ποιητῇ λαμβάνεται.
Θέτις νύ τι σεῖο χατίζει: διὰ τὸ μὴ θαμίζειν ἐστόχασται τὴν νῦν παρουσίαν αὐτῆς ὡς κατὰ χρείαν γενομένην. Πλάτων δὲ πρὸς τοῦτο γενόμενός φησι· «Πλάτων νύ τι σεῖο χατίζει».
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον:οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασάμενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλʼ ἐντὸς ὢν ἀναβοᾷ· ἑξῆς γοῦν ἐπιφέρει· «ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη». ἄκρως δὲ παιδεύει ὁ λόγος πρὸς τὸ μεμνῆσθαι χαρίτων.
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον:χρηστὸν τὸ ἦθος· ἣν γὰρ μήπω οἶδεν, ἀκούσας ἐνδείκνυται τὴν προθυμίαν. ὥσπερ πρὸ πολλοῦ εὐχόμενος δεηθῆναι αὐτοῦ τὴν Θέτιν, ἀναπεφώνηκεν εἰλημμένος ὧν ἤθελεν.
ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος—κόλπῳ: καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς Δημοσθένης· «ἐγὼ νομίζω τὸν εὖ παθόντα δεῖν ἀεὶ μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δʼ εὐθὺς ἐπιλελῆσθαι.» ὁ δὲ Ζεύς — οὐ γὰρ ἔδει τὸν τύραννον ὁμολογεῖσθαι τὸ μέλλειν δεδέσθαι — λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ ἀποδίδωσι. χρηστὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ, Διονύσῳ Διΐ καὶ τῆς ποιήσεως οἰκονομία ἡ τῆς Θέτιδος χρηστοήθεια· Διῒ μὲν ἀμύνει, ἵνα καὶ κακώσῃ Ἕλληνας, Ἡφαίστῳ δέ, ἵνα ποιήσῃ Ἀχιλλεῖ τὴν πανοπλίαν, Διονύσῳ δὲ διὰ τὸν ἀμφιφορῆα, ἵνα τῷ Ἀχιλλεῖ εἴη σορός· καὶ τάφῳ γὰρ αὐτὸν κοσμῆσαι πέρα τῶν ἄλλων βούλεται. φιλότεκνος δὲ ἡ πάσης εὐεργεσίας ἀμοιβὴν εἰς τὸν παῖδα καταθεμένη.
τῆλε πεσόντα: τινὲς γεννηθέντα· «πέσῃ μετὰ ποσσὶ γυναικός», ἢ ἀπορριφέντα. φασὶ κρύφα μιγνυμένην Διῒ τετοκέναι· διὸ καὶ κεκρυφέναι παρʼ Ὠκεανῷ· οὗ καὶ ἐτρέφετο.
ἄλλως· τῆλε πεσόντα: οὐ λέγει ὅτι ἄνωθεν ἀπʼ οὐρανοῦ ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστίν. τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι, παρὰ τῷ Ὠκεανῷ γεννηθέντα.
κυνώπιδος: ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται τῇ μητρί. γράφεται δὲ καὶ «βοώπιδος».
χωλὸν ἐόντα: ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο.
Εὐρυνόμη ... Εὐρυνόμη: εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναληφθὲν τὸ ὄνομα.
ἄλλως· Εὐρυνόμη ... Εὐρυνόμη: ἐπαναλαμβάνει, ὡς τῆς Χάριτος μητρὸς οὔσης Εὐρυνόμης· «οἱ δʼ ἕνεκʼ Εὐρυνόμη Τιτηνιὰς εἶπαν ἔτικτε»
Εὐρυνόμη ... Εὐρυνόμη: ἡδέως τῇ ἐπαναλήψει τοῦ ὀνόματος καὶ ἐπὶ τῆς ἀπουσίας ἐνδεικνύμενος τῇ Θέτιδι ὡς οὐ διὰ παρουσίαν αὐτῆς ἀπομνημονεύει τῆς χάριτος.
ἀψορρόου: ταχυρρόου, ἐπειδὴ καὶ Ὠκεανός. ἢ παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν.
τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά:ἔστι μὲν τὸ ἑξῆς παρὰ τῇσι, οὐκ ἀναστρεπτέον δὲ διὰ τὴν συναλιφήν. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης «δαίδαλα πάντα».
οἱ περὶ Ἀριστοφάνην «δαίδαλα πάντα».
τῇσι παρʼ εἰνάετες: οὐκ ἀναστρεπτέον τὴν παρά, ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεσημείωται τὸ «στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα».
δαίδαλα: μικρὰ τορεύματα, ὡς καὶ ἐπὶ Ὀδυσσέως «πάροιθε δὲ δαίδαλον ἦεν». οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς. τελειωθεὶς δὲ ἔμψυχα δημιουργεῖ.
ἕλικας: ἤτοι οἱ σύνδεσμοι τῆς κεφαλῆς, ἢ κόσμος ἀπὸ τῶν ὅρμων ἐξηρτημένος. κάλυκας: ἐμφερῆ ῥόδοις. οἱ δὲ δακτυλίους· οἱ δὲ ἐνώτια. οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φασίν, «οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο».
οὐδέ τις ἄλλος ᾔδεεν—ἀνθρώπων: δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, μὴ καὶ λάθοι ἐπιβουλευθεὶς ὑπὸ τοῦ Κρόνου.
ᾔδεεν: οὕτως ᾔδεεν. γράφεται δὲ καὶ «ᾔδειν».
ἥ: πρὸς τὸ πρῶτον ὑπήντησεν.
ζωάγρια: μετὰ τοῦ ι τὸ ζωάγρια ὁ Ἀρίσταρχος.
ζῳάγρια: χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι. μετὰ δὲ τοῦ ι, ἐπεὶ καὶ Σιμωνίδης φησί· «τὸ ζώϊον κάκιστον ἔκτηται βίον» περὶ τοῦ κανθάρου.
ὅπλα: ὅπλα τὰ πρός τι εὐθετοῦντα· «ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήϊα, πείρατα τέχνης».
τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ.
ἀκμοθέτοιο: τοῦ πρὸς τῷ ἀκμοθέτῳ ἔργου.
πέλωρ αἴητον: πέλωρα λέγουσι τὰ παρηλλαγμένα· ὁ δὲ Ἥφαιστος «ἀμφιγυήεις». αἴητον δὲ μέγα· καὶ ἐπέγκειται τὸ ι, «θάρσος ἄητον ἔχουσα».
πέλωρ αἴητον: καλῶς θεὸν διαγράφων θαῦμά τι αὐτὸν εἶναι μέγα φησίν. ἔστιν οὖν τέρας μέγα· τὸ γὰρ πέλωρ ἐπὶ μεγέθους τάσσεται. τὸ δὲ αἴητον Ἡρωδιανὸς σχηματίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνύπαρκτον καὶ παρὰ μηδενὶ ὄν. οἱ δὲ ὡρμημένον, παρὰ τὸ «δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο». τινὲς δὲ ἀετηδὸν χωλεύων, ἐπεὶ τὰ γαμψώνυχα τῶν ὀρνέων χωλεύει. οἱ δὲ παρὰ τὸ αἴθω, τὸ πυρῶδες.
αἴητον: ὁ Ἀσκαλωνίτης προπαροξύνει, ἐκδεχόμενος πλεονασμὸν τοῦ ι παρὰ τὸ «θάρσος ἄητον ἔχουσα», οἷον ταχὺ καὶ κινητικόν. Πρωτέας δὲ ἐν ἴσῳ τῷ ὡρμημένῳ, παρὰ τὸ ἄω. ἄλλοι δὲ ἐκ παραλλήλου τὸ μέγα, παρὰ τὴν αἶαν τὴν γῆν. ἐγὼ δὲ ἐπιζητῶ τὸ «ἄητον» πῶς δυνατὸν τρίτην ἀπὸ τέλους ἔχειν τὴν ὀξεῖαν, ἐπιθετικῶς κείμενον. μήποτε οὖν ὀφείλομεν πείθεσθαι τῷ Φιλοξένῳ· φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός. ἐγένετο δὲ καὶ τὸ πληθυντικὸν οὐδέτερον ἐν ἐπιρρηματικῇ τάξει· «ὡς ἐτὰ Τημενίδος χρύσεον γένος», καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς «οὐκ ἐτός» ἀντὶ μεσότητος τῆς ἐτῶς. τὸ παρὰ μηδενὶ οὖν ὑπαρκτόν, τουτέστι μέγα, ἄετον καὶ ἄητον. καὶ δῆλον ὅτι ἀπολέλυται ὁ τόνος· ὁρᾶται γὰρ σύνθετα τοιαῦτα βαρυνόμενα, ἄρρητον ἄκλητον ἄκμητον· οὕτως «ἄητον».
ἁραιαί: δασύνεται τὸ ἁραιαί.
ἁραιαί: λεπταί. εἰ δὲ ψιλῶς, βεβλαμμέναι.
λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο: ὅτι λάρνακα τὴν κιβωτόν· νεωτερικὸν γὰρ ὄνομα ἡ κιβωτός. καὶ ὅτι ἐπονεῖτο ἀντὶ τοῦ ἐνήργει.
λάρνακα: τοῦτο Ἑλληνικόν, τὸ δὲ ἀντίπηξ Δωρικόν, καὶ γαζοφυλάκιον ὡς ἀρτάβη Περσικόν.
σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ:ἵνα εὐπρεπῶς συντύχῃ.
αὐχένα τε στιβαρόν: ἄνωθεν γὰρ παχεῖς εἰσιν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.
λαχνήεντα: ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τῶν τριχῶν ἐκφύσεως.
δῦ δὲ χιτῶνα: ὡς ἐργάτης, οὐ φᾶρος.
ἕλε δὲ σκῆπτρον παχύ: ὅτι οὐ παρέλκει τὸ παχύ, ἀλλὰ πρὸς τὸ ἐπερείδειν χωλὸν ὄντα τὸν Ἥφαιστον, περὶ οὗ φησιν «πέλωρ αἴητον ἀνέστη»· ὡς καὶ τὸ «στησαμένη μέγαν ἱστόν».
ἕλε δὲ σκῆπτρον παχύ: ὡς χωλός. ἢ ὅτι δίχα ὕλης οὐ σῴζεται πῦρ.
χρύσειαι, ζωῇσι νεήνισιν ἐοικυῖαι· —ἴσασιν: καὶ ταῦτα πάλιν προπαρασκευὴ εἰς τὴν ὁπλοποιΐαν ὅτι καὶ τὰς θεραπείας εἶχεν ὑφʼ ἑαυτοῦ δεδημιουργημένας. ἀξιοπίστως δὲ τὸ ἐστί καὶ ἴσασιν· ὡς γὰρ πεπεισμένος καὶ παρηκολουθηκὼς ἐκφέρει ταῦτα.
ζωῇσι νεήνισιν ἐοικυῖαι: οἶδεν ἄρα καὶ ἀνδριαντοπλαστικήν.
ἔργʼ ἴσασιν: τὰ τῆς ταλασιουργίας.
ὕπαιθα: ἔμπροσθεν.
ἔρρων: ὅτι ἔρρων οὐ ψιλῶς πορευόμενος, ἀλλὰ διὰ τὴν χωλότητα φθειρόμενος.
ἔρρων: ἐπαχθῶς διὰ τὴν χώλωσιν βαδίζων.
τίπτε Θέτι—τετελεσμένον ἐστίν: ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν, καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.
Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ: παρὰ Ζηνοδότῳ «ἡμέτερον δέ» καὶ «Θέτις τανύπεπλος ἱκάνεις».
πάρος γε μὲν οὔ τι θαμίζεις. αὔδα ὅ, τι φρονέεις: οὐκοῦν καὶ αὐτὸς τοῦτο ἐπισημαίνεται τὸ χρείαν τινὸς ἔχουσαν ἥκειν τὴν Θέτιν τὸ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν.
ἄνωγεν: ἐν ἄλλῳ «ἀνώγει».
Θέτις κατὰ δάκρυ χέουσα: περιπαθές ἐστι τὸ τῆς θεοῦ πρόσωπον· τρεῖς γὰρ θεοὺς εὐεργετήσασα τὰς ἀμοιβὰς εἰς τὸν παῖδα εὑρίσκεται παρʼ αὐτῶν λαμβάνουσα κατατιθεμένη. τὸ δὲ δακρύειν πρὸς πάθος αὐτῇ συμβάλλεται.
ἦ ἄρα δή τις, ὅσαι θεαί—ἄλγεʼ ἔδωκεν: ἐμιμήσατο ἦθος θηλειῶν, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, ἀλλὰ περὶ ὧν ἐλυπεῖτο. καὶ οὐδὲ ταῖς εὐεργεσίαις ἐμαρτύρησε λέγουσα «ναὶ δὴ ταῦτά γε, τέκνον, ἐτήτυμον».
ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν:ἔοικεν ἀγνοεῖν τὰ περὶ Ψαμάθης ὁ ποιητής.
ἀνδρὶ δάμασσεν: καὶ πῶς φησιν Ἥρα· «καὶ ἀνδρὶ πόρον παράκοιτιν» ἢ ὅτι τῶν συμβαινόντων τῷ Διῒ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι. ἢ κατὰ τὴν νέαν ἱστορίαν ὅτι αὐτὸς αὐτῇ αἴτιος γέγονε τοῦ γάμου.
καὶ ἔτλην ἀνέρος εὐνήν πολλὰ μάλʼ οὐκ ἐθέλουσα: ἐπὶ τὸ εὐνήν βραχὺ διασταλτέον.
ἔτλην: οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης
πολλὰ μάλʼ οὐκ ἐθέλουσα: ἐντεῦθεν οἱ νεώτεροι τὰς μεταμορφώσεις αὐτῆς φασιν. ἔστιν οὖν «ἐπὶ πολὺ οὐ θέλουσα».
πολλὰ μάλʼ οὐκ ἐθέλουσα: οὐχ ὅτι μετεβάλλετο, ἀλλὰ προειδυῖα τὰ μέλλοντα ἔσεσθαι τῷ γάμῳ δυσχερῆ ἀπηρνεῖτο τὴν σύζευξιν.
γήραϊ … ἀρημένος: βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.
ἄλλα δέ μοι νῦν. υἱὸν ἐπεί μοι δῶκε: στικτέον ἐπὶ τὸ νῦν, καὶ ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον τὸ διήγημα υἱὸν ἐπεί μοι δῶκεν, ὡς κἀκεῖ «κούρην, ἣν ἄρα μοι». ὁ δὲ λόγος· ἄλλα δέ μοι νῦν ἐστι, λείποντος τοῦ ῥήματος.
ἄλλα δέ μοι νῦν: ἀπὸ κοινοῦ τὸ «ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν».
ἔξοχον ἡρώων: κατὰ τοῦτο γὰρ ἀλγεῖ ὅτι οὐ μόνον υἱοῦ, ἀλλὰ καὶ ἀριστέως στερήσεται.
οὐ μόνον υἱοῦ φησιν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ δεινότερον.
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς: ὅτι καθʼ Ὅμηρον ἡ Θέτις ἔθρεψε τὸν Ἀχιλλέα, οὐ Χείρων, ὡς οἱ νεώτεροι.
θρέψασα: οὐκοῦν τὸν Ἀχιλλέα ὁ ποιητὴς ὑπὸ τῆς μητρὸς τετράφθαι φησίν.
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω: ἔν τισιν οὐ κεῖται.
ὄφρα δέ μοι ζώῃ καὶ ὁρᾷ φάος ἠελίοιο, ἄχνυται: πάντα οὖν δεινὰ τὰ περὶ τὸν υἱὸν ὅτι καὶ ὠκύμορος καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται.
ὄφρα δέ μοι ζώει: οἰκεῖον μητρὶ τὸ ζώει μοι.
κούρην, ἣν ἄρα οἱ—κῦδος ἔδωκε: ἀθετοῦνται στίχοι τρεῖς καὶ δέκα, ὅτι συνήγαγέ τις τὰ διὰ πολλῶν εἰρημένα εἰς ἕνα τόπον, ὡς ἐκεῖνα «ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν». διὰ δὲ τῶν ἑξῆς ἐπιδείκνυσιν ὅτι τε ὁ Πάτροκλος τελευτήσας ἀπώλεσε τὰ ὅπλα καὶ πάρεστιν ἕτερα ληψομένη. διὰ μέντοι τούτων οὐδὲν ἀναγκαῖον λέγεται. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ ταῖς λιταῖς πεισθεὶς Ὀδυσσέως καὶ Αἴαντος ἐξέπεμψε τὸν Πάτροκλον, ἀλλʼ ὕστερον ἑκουσίως ὁ Πάτροκλος κατελεήσας τὴν φθορὰν τῶν Ἑλλήνων ἱκέτευσε δοθῆναι αὐτῷ τοῦ Ἀχιλλέως τὰ ὅπλα.
κούρην, ἣν ἄρα οἱ—κῦδος ἔδωκε: ἀνακεφαλαίωσις αὕτη. κακῶς οὖν ἀθετεῖ Ἀρίσταρχος· πῶς γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέγειν, σιωπᾶν δὲ διʼ ὃ ἦλθεν;
τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι: μετρίως πάνυ, ὡς χάριν αἰτουμένη καὶ οὐκ ὀφειλομένην ἀπαιτοῦσα.
γούναθʼ ἱκάνομαι: ἱκετεύω. καὶ ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς ἀπαιτοῦσα χάριν, ἀλλʼ ὡς δεομένη.
υἱεῖ ἐμʼ ὠκυμόρῳ: οὐ διαλείπει τοῦτο προβαλλομένη, ὡς καὶ πρὸς τὸν Δία «τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο».
ἐμʼ ὠκυμόρῳ: ἔξω τοῦ ι τὸ ἐμωκυμόρῳ· συνεκτέθλιπται γὰρ τῷ ω τὸ ι.
ἄνευ τοῦ ι τὸ ἐμῷ· ἐκτέθλιπται γάρ.
ὠκυμόρῳ: ἔλεον ἐκίνησε, πρὸς ὀλιγοχρόνιον χρῆσιν αἰτουμένη τὴν χάριν τῷ υἱῷ.
καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ, ἀπώλεσε πιστὸς ἑταῖρος: ὅτι ἀκαταλλήλως εἴρηκεν, ὃ γὰρ ἦν αὐτῷ ἀντὶ τοῦ ὃν γὰρ εἶχεν. καὶ ὅτι οἱ ἠθετημένοι περισσοί. ὑποστικτέον δὲ μετὰ τὸ οἷ· τὸ γὰρ ὅ ἀντὶ ὑποτακτικοῦ κεῖται τοῦ ὅς· ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ ἑταῖρος· λείπει γὰρ τὸ τοῦτον, τῆς ἀναφορᾶς ἐπὶ τὸν θώρακα, οὐκ ἐπὶ τὸν Πάτροκλον οὔσης, ὡς ᾠήθησάν τινες.
καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ, ἀπώλεσε πιστὸς ἑταῖρος: τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος, καὶ λείπειν «ταῦτα». τινὲς δὲ «ἃ γὰρ ἦν οἱ», ὅπλα. πῶς δὲ ξίφος οὐκ αἰτεῖ; τινὲς οὖν φασι ξίφος Νηρέα παρʼ Ἡφαίστου ἔχοντα δοῦναι Θέτιδι, τὴν δὲ Ἀχιλλεῖ. ἢ ὅτι καὶ ἄλλα εἶχεν ἰσοπαλῆ ξίφη τῷ ἀπολομένῳ.
Τρωσὶ δαμείς: ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται, οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν. καὶ ὅτι Τρωσίν ἀντὶ τοῦ ὑπὸ Τρώων.
ταῦτα: τὰ περὶ τῶν ὅπλων, περὶ ὧν νῦν διαλέγεται αὐτῷ· ταῦτα γὰρ ὑπάρξει, ὅσα ἐστὶν ἐπὶ τῷ Ἡφαίστῳ.
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, ὥς οἱ τεύχεα καλὰ παρέσσεται: διασταλτέον ἐπὶ τὸ ἱκάνοι· τὸ γὰρ ὥς κυρίως κεῖται ἐπιφερόμενον. ὁ δὲ λόγος· εἴθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι, ὡς κάλλιστα ὅπλα ἕξει.
αἲ γάρ μιν θανάτοιο—ἀποκρύψαι: εὔχρηστον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα ποιεῖν, ἀλλὰ καὶ περὶ ὧν ἀδύνατός ἐστιν.
παρέσσεται: παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει «παρέξομαι».
οἱ περὶ Ἀριστοφάνην «παρέξομαι».
παρέσσεται: παρʼ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλεται, οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη μακρηγορεῖ ὁ δὲ οὐ λόγων αὐτῇ δευτέρων καιρὸν δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν, ἐν τῇ ἐξόδῳ σπεύδοντος Ἀχιλλέως, διηγεῖσθαι περὶ τῶν ὅπλων, καὶ ἵνα ἤδη τὸν τῆς νυκτὸς καιρὸν ἀναλώσῃ τῇ ὁπλοποιΐα.
οἷά τις αὖτε ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται: συμμέτρως τῇ ὑποσχέσει· περὶ μὲν γὰρ τῆς εὐεργεσίας Θέτιδος τοσαῦτα ἐξέτεινεν αὔξων αὐτῆς τὴν εὐποιΐαν. ὅτε δὲ εἰς τὴν ἀμοιβὴν ἦλθεν, ἣν αὐτὸς ἀποδίδωσι, μετρίως τὸν λόγον ἐποιήσατο.
χοάνοισιν: ἄδηλον τὸ γένος. λέγει δὲ «τοῖς ἀγγείοις, εἰς ἃ τήκεται ὁ χαλκός», ἅπερ ἐστὶ παρʼ ἡμῖν πήλινα.
ἐείκοσι πᾶσαι ἐφύσων: δηλονότι αὐτόμαται. εἰ δὲ ἔμψυχα αὐτοῦ τὰ ἔργα, διὰ τί χρὴ ἀπιστεῖν περὶ τῶν κατασκευαζομένων;
ἐείκοσι πᾶσαι ἐφύσων: ὅτι τὸ πᾶσαι παρέλκει· διὸ ἡ διπλῆ.
τὸ πᾶσαι συνήθως παρέλκει τῷ ποιητῇ.
εὔπρηστον: διὰ τοῦ ς εὔπρηστον. τινὲς διὰ τοῦ κ, καὶ ἀκούουσι πρὸς πρᾶξιν εὐάρμοστον.
τινὲς δὲ «ἔκπρηστον».
εὔπρηστον: παρὰ τὸ ἔπρησε.
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε ὅππως—ἄνοιτο: κεκράτηκεν ἀρρήτου πράγματος ὅτι ὅτε σπεύδοι Ἥφαιστος καὶ αὗται ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ «παντοίην» οὖν τοιοῦτόν ἐστιν, ποτὲ μὲν ἐπηρμένην ἀϋτμήν, ποτὲ δὲ σύμμετρον.
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε: εἰς τὸ παρεῖναι καὶ ἕτοιμοι εἶναι καὶ σπεύδοντι καὶ μή.
σπεύδοντι: σπεύδειν ὁμοίως ἡμῖν.
ἄλλοτε δʼ αὖτε: ἐλλείπει τὸ «μὴ σπεύδοντι».
χαλκὸν ... ἀτειρέα κασσίτερόν τε: κοινὸν καὶ ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα, εἴγε ἡ κνημὶς ἐξ αὐτοῦ, καὶ βάλλεται ὑπὸ τοῦ Ἀγήνορος καὶ οὐκ εἴκει
ἄλλως· ἀτειρέα: τῶν γὰρ ἄλλων χωνευομένων ἐλαυνόμενος αὐτὸς πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον.
θῆκεν ἐν ἀκμοθέτῳ—γέντο πυράγρην: δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς ἐκκυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. μεγάλην δὲ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρός, ἀλλὰ πρῶτον ἐξελάσαι τὴν ὕλην. εἰς δὲ τὸ τορεύειν ἄλλοις χρῆται ἐργαλείοις, οἷς καὶ τὰς πόρπας ἐποίει.
ῥαιστῆρα: σφῦραν σιδηρᾶν, παρὰ τὸ ῥαΐζειν, ὅ ἐστιν ἐνεργεῖν.
κρατερήν: παρὰ Ζηνοδότῳ «κρατερόν» διὰ τοῦ ο.
πυράγρην: τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν, ὅ ἐστι λαμβάνειν.
ποίει δὲ πρώτιστα σάκος: διὰ τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει; ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει· τὸ γὰρ σκεῦος εὔκτητον. τὸ δὲ δόρυ ὑπεξῄρηται διʼ ἑτέραν αἰτίαν.
πάντοσε δαιδάλλων: ἔδει «πάντοθι» εἰπεῖν· φησὶ γὰρ «αὐτὰρ ἐν αὐτῷ ποίει δαίδαλα πολλά».
τρίπλακα: τρίπτυχον.
μαρμαρέην: διὰ τὸν ἐπικεχυμένον αὐτῇ τεχνικὸν Ὠκεανόν.
πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες: τινές φασι τὰς μὲν βοείας εἰκότως δεῖσθαι πολλῶν πτυχῶν …
αὐτοῦ: ἕν ἐστι τὸ αὐτοῦ.
ἐν μὲν γαῖαν ἔτευξʼ—θάλασσαν: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἀπὸ τούτου τοῦ στίχου τὰ λοιπά, ἀρκεσθεὶς τῇ κεφαλαιώδει προεκθέσει. Ὅμηρος δὲ οὐκ ἂν προετραγῴδησεν τὰ κατὰ τὰς φύσας, εἰ μὴ καὶ τὴν τῆς ποικιλίας κατασκευὴν ἔμελλε διατίθεσθαι.
γαῖαν: γαῖαν λείπειν φασὶ τὸ ὥς· οὐ γὰρ αὐτὰ τὰ στοιχεῖα ἐπέθετο.
ἐν μὲν γαῖαν ἔτευξʼ—κατὰ μέσσους: Ἀγαλλὶς ἡ Κερκυραία φησὶ πιθανῶς ὡς Ἥφαιστος, Ἐριχθονίου πατὴρ ὤν, τὴν ἀρχαιογονίαν τῆς Ἀττικῆς ἐγκατέγραψε τῇ ἀσπίδι· γῆν μέν, ὅτι αὐτόχθονες· οὐρανόν, πρὸς ὃν συνεστήσαντο τὴν πολιτείαν· θάλασσαν, ἐφʼ ἧς οἰκοῦσι δύο πόλεις, Ἐλευσῖνα καὶ Ἀττικήν. καὶ γάμος μὲν Ἀθήνησι πρῶτον ἦν· εὕρηται δὲ ὑπὸ Κέκροπος, ὅθεν καὶ διφυᾶ φησι αὐτὸν λέγεσθαι ὁ Χάραξ ὅτι τοὺς δύο φύντας διʼ αὐτὸν πρῶτον ἔγνωσαν ἄνθρωποι· διὸ τὸ ξένον αἱ γυναῖκες ἱστάμεναι ἐθαύμαζον. καὶ δίκη φονικὴ ἐκεῖ πρῶτον περὶ Ἁλιρροθίου. περὶ Ἐλευσῖνα δὲ δύο στρατοί, Φόρβαντος ἐξ Ἀκαρνανίας καὶ Εὐμόλπου ἐκ Θρᾴκης. προεστήκασι δʼ Ἄρης μὲν ἀπολυθεὶς τοῦ φόνου, Ἀθηνᾶ δὲ ὡς πολιάς. εἰ δέ φησιν ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, ἄλλον τεθνηῶτα, οὗτοι γὰρ ἀπέθανον ἀπὸ τῶν Ἐλευσινίων Ἰμμάραδος ὁ Εὐμόλπου, Κλυτίος ὁ Ἀγριόπου τοῦ Κύκλωπος, Ἔγρεμος ὁ Εὐρυνόμου τοῦ μετὰ Φόρβαντος. καὶ ἄρατρον δὲ πρῶτος Ἐπιμενίδης ὁ καὶ Βουζύγης ἔζευξε. τρίπολον δὲ τὴν ἄρουράν φησιν, ἐπεὶ Τριπτόλεμος πρῶτος ἔσπειρε σῖτον, ὃν βασιλέα φησίν· ἐν δέ τισιν ἐγράφετο μετὰ τὸν ἤμων ὀξείας δρεπάνας «καρπὸν Ἐλευσινίης Δημήτερος ἀγλαοδώρου». καὶ βοῦν φησι θύεσθαι· ἐκεῖσε γὰρ πρῶτος ἔθυσε βοῦν Θαύλων φυγαδευθείς. οἶνον τὲ Ἰκάριος εὗρεν. ὁ δὲ χορὸς ὁ πεμφθεὶς μετὰ Θησέως ἐπὶ Κρήτην. συμβουλευτικὰ δέ ἐστι πάντα· ἡ γὰρ εἰρηνευομένη πόλις ὑπονοεῖν παρέχει Τρωσίν, ὅσων ἂν ἀπέλαυσαν ἀγαθῶν, εἰ εἰρήνευον, ἡ δὲ πολεμουμένη τὴν διχόνοιαν αὐτῶν· κἀκεῖ γὰρ οἱ μὲν τὰ Πάριδος, οἱ δὲ τὰ Ἀντήνορος ἐφρόνουν. καὶ οἱ μὲν περὶ Διονύσιον φασὶν αὐτοκίνητα αὐτὰ εἶναι ὡς τοὺς τρίποδας οἱ δὲ περὶ Ἀριστόνικον ἐναντιοῦνται, ἐπεὶ μή εἰσι παρὰ θεοῖς. τί οὖν οἱ κύνες Ἀλκινόου τοῦτο πλάσμα ἦν. ἀλλὰ καὶ τοῦτο πλάσμα· δίδονται γοῦν τῷ ναυαγεῖν μέλλοντι Ὀδυσσεῖ ἆρα δὲ ἄτρωτα τὰ Ἡφαιστότευκτα; καὶ πῶς οὐκ ἄτοπον τοὺς μὲν θεοὺς τιτρώσκεσθαι, τὰ δὲ ἔργα αὐτῶν μή; οὐ γὰρ ἂν ἐδέησε πεντάπτυχον ποιῆσαι τὴν ἀσπίδα.
ἀκάμαντα: τινὲς μέγαν· «ὡς δʼ ὅτε σῦν ἀκάμαντα».
σελήνην τε πλήθουσαν: τινὲς τὴν ποτὲ πλήθουσαν, ὡς «ἠΰκομος Νιόβη». οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς τὸ πρὸς ἥλιον τετραμμένον πλήθειν, εἰ καὶ μὴ φαίνεται ἡμῖν. οἱ δὲ τὴν πληρωτικὴν σωμάτων, κογχυλίων τε καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης καὶ Ὠκεανοῦ.
σελήνην τε πλήθουσαν: τὴν οἷον πεπληρωμένην σέλας νέον.
τείρεα: ὡς «τείχεα».
οὐρανὸς ἐστεφάνωται: Ζηνόδοτος «οὐρανὸν ἐστήρικται», Ἀρίσταρχος «οὐρανὸν ἐστεφάνωκε».
Πληϊάδας: ἑπτὰ ἀστέρες κείμενοι—γενέσθαι ἕξ. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς
Ὑάδας τε: οἱ ἐπὶ τῶν κεράτων—καὶ ὑετῶν καθίστανται. Ζεὺς ἐκ τοῦ μηροῦ—κατηστέρισεν. ἡ ἱστορία παρὰ Φερεκύδει
Πληϊάδας θʼ Ὑάδας τε: τὰς μὲν κατηστερισμένας— διότι καταυγάζονται.
τό τε σθένος Ὠρίωνος: περιφραστικῶς τὸν Ὠρίωνα Ὠρίων δύνει. ἡ ἱστορία παρὰ Εὐφορίωνι
Ἄμαξαν: εἰς ἰδιότητα Ἄμαξαν ἐψίλωσαν οἱ πρὸ ἡμῶν, ἐπεὶ ἡ συναλιφὴ οὕτως εὑρέθη, «τιλλέσθην ἐπʼ ἄμαξαν» καὶ «αἱ δʼ ὑπʼ ἀμάξῃσιν», ὥσπερ καὶ τὸ ἅλυσις ἐκ τοῦ ἐναντίου ἐδασύνθη εἰς ἰδιότητα. Ἀττικοὶ μέντοι οἱ νεώτεροι τὴν ἅμαξαν δασύνουσιν, ἴσως διὰ τὸν σχηματισμὸν καὶ διὰ τὸ φιληδεῖν τῇ δασείᾳ· ἔνθεν παρʼ αὐτοῖς καὶ ἡ συναλιφὴ διὰ δασέος, καθημαξευμένα. ἄρκτοι δύο δείκνυνται—ἑνὸς τῶν ἑπτὰ σοφῶν. Ζεὺς Καλλιστοῦς—κατηστέρισεν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ
ἥ τʼ αὐτοῦ στρέφεται: ὅτι κυκλοτερής ἐστιν ὁ οὐρανός, δηλοῖ τὸ στρέφεται ὡς καὶ τὸ «ἐστεφάνωται».
ἄλλως· ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει· ἅμα μὲν χαριέντως ὡς κυνηγόν, ἅμα δὲ ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ ποιεῖται, ὥς πού φησιν ὁ Ἄρατος· «ὅς ῥά τε καὶ μήκιστα διωκόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει Κυνοσουρίδος Ἄρκτου». οὐκ ὀνομάζει δὲ τὴν ἄλλην, ἐπεὶ τῶν ἐμφανεστέρων μέμνηται. τινὲς δέ φασιν ἄκαι, ἵνʼ ᾖ «καὶ Κυνόσουρα»· αὕτη γὰρ «μειοτέρῃ … πᾶσα περιστρέφεται στροφάλιγγι». ἀλλὰ πρῶτα μὲν ἄμφω Ἅμαξαι ὀνομάζονται, ὡς καὶ Ἄρατος· «ἀτὰρ καλέονται Ἅμαξαι». ἄλλως τε ὅτε τὸ τέ ὑποτάσσει ὁ ποιητὴς τῷ ἄρθρῳ, οὐ σημαίνει καί· «ὅν τε καὶ ὑψόθʼ ἐόντα», «ὅν τε κύνʼ Ὠρίωνος», «ἥ τε κατʼ αἰγίλιπος πέτρης», «ἥ τʼ ἀνὰ νῶτα θέουσα». οἱ δὲ τὸ «Ἄρκτον» ἀντὶ πληθυντικοῦ, ὡς τὸ «θήγει δέ τε λευκὸν ὀδόντα»
ἥ τʼ αὐτοῦ στρέφεται—δοκεύει: ἥτις περὶ τὸν Ἀρκτικὸν—Ὠρίωνος ἄστρον. πόλοι δὲ καλοῦνται τὰ ἄκρα τοῦ ἄξονος, περὶ ἃ ἀποτελεῖται καὶ στρέφεται ὁ κόσμος.
οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο: τὸ οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα τὰ ἐντετυπωμένα τῇ ἀσπίδι· εἰσὶ γὰρ καὶ ἄλλα μὴ δύνοντα.
ὡς πρὸς τὰ προειρημένα ἄστρα, ἐπεὶ καὶ ἄλλα ἐστὶ μὴ δύνοντα.
οἴη δʼ ἄμμορός ἐστι: ἀντὶ τοῦ μόνη—τὰ ἀπὸ ἰξύος ἕως ποδῶν.
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων:ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνονος προβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνημόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς ὀλίγον ἐμνήσθη — καὶ τούτου οὐκ εἶχεν ἡ Ἰλιὰς τὸν λόχον —, τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαῖον δὲ τῷ βίῳ τὰ ἐναντία εἶναι πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους.
ἐν δὲ δύω ποίησε πόλεις: τίνες δέ εἰσιν αἱ δύο πόλεις; Ἀγαλλίας—ἐνδέδεται χθών.
ἐκ θαλάμων: Ζηνόδοτος «ἐς θαλάμους»· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.
δαΐδων ὕπο λαμπομενάων: ὅτι ἡ ὑπό ἀντὶ τῆς μετά, μετὰ δᾴδων· Ἀρχίλοχος· «ᾄδων ὑπʼ αὐλητῆρος». καὶ πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ νυμφίοι τὰς νύμφας μετὰ δᾴδων παρελαμβάνοντο.
δαΐδων ὕπο λαμπομενάων: ἡ ὑπό ἀντὶ τῆς μετά. Ἀθήνησι δὲ οὕτω τὰς νύμφας ἄγουσι.
πολὺς δʼ ὑμέναιος ὀρώρει: ἐξῆπτο, διεγήγερτο— ὃν ἐκάλουν ὑμέναιον.
ὑμέναιος: ὕμνος ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος. ἢ παρὰ τὸ ὁμοῦ νάζειν.
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον: ὅτι ἐνθάδε μόνον καὶ ἐν τῇ Κ μέμνηται αὐλῶν.
αὐλοί: εἰ Φρὺξ ὁ αὐλός, ἄρα τῆς τότε εἰρηνευομένης Ἰλίου παράδειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες αὐλοῦσι παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός.
βοὴν ἔχον: οὐχ ὡς ἀποτελουμένου ἤχου τινός, ἀλλʼ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν.
θαύμαζον: ὅτι ἐθεῶντο, οὐκ ἐξεπλήττοντο.
θαύμαζον: ἐθεώρουν.
λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι—ποινῆς: ἀγορὴ ὁ τόπος, ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας μέτεισιν ἐπὶ τοὺς ταῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις καταστοχαστική. τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινήν τοῦ δὲ ἀρνουμένου εἰληφέναι ποινὴν οἱ παρέχοντες ἔφευγον τὸ ἔγκλημα τοῦ φόνου.
ἔνθα δὲ νεῖκος ὠρώρει: ἐφιλονείκουν, ἠμφισβήτουν· δικαστήριον—ἀντέκτισις ποινή.
ποινῆς: προστίμου· ἃ καὶ ὑποφόνια καλοῦσιν.
ἀποφθιμένου: παρὰ Ζηνοδότῳ «ἀποκταμένου» καὶ ἐν ταῖς πλείσταις· καὶ ἔστιν οὐκ ἀπίθανος ἡ γραφή.
ὁ μὲν εὔχετο πάντʼ ἀποδοῦναι —ἑλέσθαι: ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, ὁ δὲ ἠρνεῖτο.
ὁ μὲν εὔχετο πάντʼ ἀποδοῦναι, δήμῳ πιφαύσκων: βραχὺ διασταλτέον ἐπὶ τὸ ἀποδοῦναι· ἐν γὰρ τῷ δήμῳ ἔλεγε πάντα ἀποδεδωκέναι, οὐ τῷ δήμῳ παραδεδωκέναι.
δήμῳ πιφαύσκων: τοῖς περιεστῶσι τοῦ δήμου διασαφῶν.
ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι:ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων καὶ ἐπὶ τούτῳ ἐτίθεντο τὸ πέρας τῆς δίκης ἀντὶ τοῦ «ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι τὸ πέρας τῆς δίκης γίνεσθαι».
ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι: τὸ τέλος τῆς δίκης οἱ δικασταὶ ἐτίθεντο ὥστε τὸν παρέχοντα μαρτυρίαν νικᾶν.
ἴστορι: μάρτυρι ἢ κριτῇ ἀπὸ τοῦ εἴδω εἴσω ἵστωρ, ἐλλείψαντος τοῦ ε, ἐπεὶ τῷ ι τὸ ς ἐπεφέρετο, ὡς ἐν τῷ ἱστῶ «ἱστίον», ἵστημι· ὅθεν καὶ δασύνεται, ἐπεὶ τὸ ι πρὸ τοῦ ς μόνου δασύνεται. πρόσκειται τὸ μόνου, ἐπεὶ τὸ Ἴστρος ψιλοῦται.
ἑλέσθαι: παρὰ Ζηνοδότῳ «ἀρέσθαι».
λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: ὅτι οἱ περιεστῶτες ἑκατέρωθεν προσεφθέγγοντο, καὶ ὅτι τοῦτʼ ἔστι τὸ «δήμῳ πιφαύσκων», φανερὸν ποιῶν τῷ ὄχλῳ.
λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: ἐπεφώνουν ἀμφοτέρωθεν βοηθοὶ ἀμφοτέροις.
ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί: παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει «ἀμφοτέρωθεν». ἡ Μασσαλιωτικὴ δὲ «ἀμφοτέρωθεν ἐπίπνυον ἀμφὶς ἀρωγοί».
οἱ δὲ γέροντες εἵατʼ—ἱερῷ ἐνὶ κύκλῳ: γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας. τὸν δὲ τόπον αὐτῶν ἱερόν, ὥστε εἰς τὸ θεῖον ἀσεβεῖν δοκοῖεν οἵ τε παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες. ἐν δʼ Ἀρείῳ πάγῳ γέροντες δικάζουσιν.
ἱερῷ ἐνὶ κύκλῳ: Θέμιδος γὰρ ἱερὰ τὰ δικαστήρια.
σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον: ὅτι καὶ οἱ δημηγοροῦντες καὶ οἱ δικάζοντες σκῆπτρα ἐλάμβανον. καὶ ἐν Ὀδυσσείᾳ· «στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί».
ἠεροφώνων: ὧν ἡ φωνὴ μέχρι τοῦ ἐμφανοῦς ἱκνεῖται, ὃ ἐν ἄλλῳ εἶπε «φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν».
ἄλλως· ἠεροφώνων: τῶν ἀέρα φωνούντων· ἀὴρ γὰρ πεπληγμένος ἐστὶν ἡ φωνή. ἢ ἕωθεν συγκαλούντων.
τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον:ἤτοι ἐξώρμων σὺν τοῖς σκήπτροις ἄλλος ἐν ἄλλῳ τόπῳ· ἢ ἀνιστάμενοι ἔφερον τὴν ψῆφον.
τοῖσι δʼ ἔπειτʼ ἤϊσσον: συμπεριέφερον τὰ σκῆπτρα τοῖς λεγομένοις ὡς καὶ οἱ δημηγοροῦντες· ὅθεν καὶ Ὀδυσσεὺς ἔδοξεν ἀμαθὴς εἶναι, ὅτε τὸ σκῆπτρον οὐκ ἐνώμα· οὔπω γὰρ ἀνέδην τὰς χεῖρας ἐκίνουν.
τοῖσιν ἔπειτʼ ἤϊσσον: κατέσειον ἐπὶ τὸ σιωπῆσαι.
ἀμοιβηδὶς δὲ δίκαζον: ἤτοι ἐκ διαδοχῆς οἱ δικασταὶ ἐκαθέζοντο, παρὰ μέρος τὸ ἓν πρᾶγμα δικάζοντες, καὶ ἕκαστος τὸ καθʼ ἑαυτὸν ἐν μέρει ἀπεφαίνετο. τὸ δὲ ἀμοιβηδίς κατʼ ὀξεῖαν τάσιν. εἴρηται δὲ περὶ τῶν εἰς δις ληγόντων ἐπιρρημάτων
ἀμοιβηδὶς δὲ δίκαζον: οὐ πάντες βουλευσάμενοι μίαν ἐξέφερον γνώμην, ἐναλλὰξ δὲ ἕκαστος τὸ δοκοῦν δίκαιον ἀπεφαίνετο.
ἀμοιβηδίς: Ἀρίσταρχος «ἀμοιβηδόν» ὡς «κλαγγηδόν», κατὰ τάξιν τῆς ἡλικίας.
Ἀρίσταρχος δὲ «ἀμοιβηδόν» ὡς «κλαγγηδόν», ἀντὶ τοῦ κατὰ τάξιν τῆς ἡλικίας, ὡς καὶ ἡ γερουσία Λακεδαιμονίων.
κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,—εἴποι: ἐπὶ δικαιοσύνην παρακαλῶν τοὺς δικαστὰς ἆθλον δικαιοκρισίας φησὶν αὐτοῖς παρὰ τῶν δικαζομένων δεδόσθαι. ἄδηλον δέ, πότερον πρὸς ἓν ἢ πρὸς δύο ἀπέθεντο, ἵνα ὁ ἡττηθεὶς δῷ τῷ δικαστῇ πρὸς τὸ συκοφαντεῖν πολλούς. τοῦτο δὲ καλεῖται συνηγορικὸν τέλος.
κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι—εἴποι: ἤτοι τοσοῦτον δικαστικὸν ὑπισχνοῦντο. ἀλλʼ ἐπεὶ ἀπίθανόν ἐστιν, ἄμεινον κατὰ τῶν κρινομένων τῷ φανέντι ψευδομένῳ ἐπικλάσαι δύο τάλαντα ἐπιδοῦναι τῷ τὰ ἰθύντατα εἰπόντι.
τὴν δʼ ἑτέρην πόλιν—ἐμάχοντο μάχην: οὕτως ἐξηγητέον· πόλιν τινὰ περικαθεσθέντες δύο πολεμίων στρατοὶ τὴν λείαν ἀφείλοντο. καὶ τὴν κτῆσιν δὲ διανείμασθαι ἠνάγκαζον ἐπὶ τῷ καταθέσθαι τὸν πόλεμον. οἱ δὲ πολῖται οὐκ ἐπείθοντο, ἀλλὰ σκοποὺς πέμψαντες ἐλόχων, ὁπότε ἥξοντα τὰ θρέμματα αὐτῶν ἐπὶ νομὴν ἀφέλοιντο τῶν πολεμίων. καὶ δὴ τοῦτο ποιοῦσιν. οἱ δὲ τὸν θόρυβον ἀκούσαντες—ἔτυχον γὰρ περὶ τούτου σκεπτόμενοι, ὁπότερον ἀρκεσθήσονται τῇ λείᾳ ἢ πολεμήσοιεν πάλιν— ἐπιβάντες τῶν ἵππων συνῆψαν πόλεμον.
δύω στρατοί: ἢ ὁ πολιορκῶν καὶ πολιορκούμενος· ἢ δύο ἐπὶ διαφόροις ἥκοντες αἰτίαις, ὁμονοήσαντες δὲ κατὰ τῆς πόλεως.
δύω στρατοί: ἓν στράτευμα νοητέον εἰς δύο διῃρημένον· πολιορκία γὰρ ἦν καὶ οὐ παιδεία ἡ μάχη. ἢ δύο στρατοὺς τὸν ἐν τῇ πόλει καὶ τὸν ἐπελθόντα φησίν.
δίχα δέ σφιν ἥνδανε βουλή, ἠὲ διαπραθέειν —ἔεργεν: τοῖς πολιορκοῦσιν ἐσχισμένη ἦν γνώμη· ἐὰν μὲν θελήσωσι διανείμασθαι τὰ κτήματα, ἀπαλλάττεσθαι τῆς πολιορκίας, ἐὰν δὲ ἀπειθῶσι, πορθῆσαι τὴν πόλιν.
δίχα δέ σφιν ἥνδανε βουλή, —ἔεργεν: σημειοῦνται ὅτι οἱ ἐπιστρατεύσαντες—κτημάτων.
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι:ἐψύχωται ἡ γραφὴ ὡς καὶ τὰ ἀφανῆ δηλοῦσθαι τοῖς ὁρῶσιν. τὸ δὲ πάντα πρὸς τὰ σημαινόμενα κτήματα ἀπέδωκεν.
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι: πρὸς τὸ ἀρχαῖον ἔθος, ὅτι οἱ πολιορκούμενοι ἐξίστασαν τοὺς πολεμίους, ἐπιμεριζόμενοι τὰ κτήματα.
ἢ ἄνδιχα πάντα δάσασθαι: ἦν ἔθος, ὡς καὶ Ἕκτωρ φησί, «μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι».
οἱ δʼ οὔπω πείθοντο: τὸ πω παρέλκει, ὡς τὸ «οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον» οἱ πολῖται δὲ οὐκ ἐπείθοντο.
οἱ δέ: οἱ ἔνδον.
λόχῳ δʼ ὑπεθωρήσσοντο: δεῖ νοεῖν τοὺς πολεμίους ἀφῃρῆσθαι τὴν λείαν, ἣν λοχῶσιν οἱ πολῖται ἰδίαν οὖσαν.
δεῖ δὲ νοεῖν τὴν λείαν, ἣν οἱ πολέμιοι ἀφείλοντο, τούτους λοχῆσαι σπεύδειν.
τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες, οὓς ἔχε γῆρας: Παρμενίσκος τοῖς ἑξῆς συνάπτει τὸ ἐφεσταότες, ἐπεὶ σολοικοφανές, φησί, τέκνα ἐφεσταότες καὶ ἄλοχοι. εἰ δὲ ἐν τοῖς τέκνοις εἰσὶ καὶ ἄρρενες, τί κωλύει πρὸς τὸ σημαινόμενον αὐτὸν ἀπηντηκέναι, ὡς καὶ ἐπʼ ἄλλων μυρίων; «νεφέλη δέ μιν ἀμφιβέβηκε κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ», «νωμῆσαι βῶν ἀζαλέην, τό μοι ἔστιν». οὕτως καὶ ἐνθάδε ἑσταότες παῖδες.
τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες, οὓς ἔχε γῆρας: τινὲς εἰς τὸ ῥύατο στίζουσιν, ἵνα τῷ ἀνέρες μόνῳ ἁρμόσῃ τὸ ἐφεσταότες ἢ ὃ ἔδει ἐπάγεσθαι, τοῦτο ἐν μέσῳ κεῖται· ἔδει γὰρ «μετὰ δʼ ἀνέρες ἐφεσταότες», ὡς τὸ «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων» καὶ «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε». πρὸς δὲ τὸ ἀρσενικὸν ἀπέδωκεν, ὡς ἐν τῷ «μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην … ἀλλʼ ἅμα πάντες», «ἠΐθεοι καὶ παρθένοι … ὀρχεῦντο … χεῖρας ἔχοντες», «Κύπρις τε καὶ ἀργυρότοξος Ἀπόλλων ἄφρονα τοῦτον ἀνέντες».
τὸ ἐφεσταότες πρὸς τὸ ἀνέρες. καὶ δύναται παραπλήσιόν τι τῷ Ἀλκμανικῷ πεπονθέναι σχήματι· «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός θʼ», «εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης». διαφέρει δὲ τοῦ Ἀλκμανικοῦ, ᾗ ἐκεῖνο μὲν τοῖς κατʼ ἀριθμὸν σχήμασιν ὑποπίπτει, τοῦτο δὲ τοῖς παρὰ γένος. ὑπερβατῷ δὲ ἀμφότερα λύεται.
ἄλοχοι τε: ὁ Πλάτων ἐν τοῖς Νόμοις ἀξιοῖ γυμνάζεσθαι γυναῖκας τὰ πολεμικὰ παρʼ Ὁμήρου μαθών. καὶ Σαυροματῶν αἱ γυναῖκες τὴν αὐτὴν τοῖς ἀνδράσιν ἐνδῦσαι στολὴν πολεμοῦσιν.
ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες: κατὰ κοινοῦ τὸ ῥύατο.
οἱ δʼ ἴσαν: οἱ ἀπὸ τῆς πόλεως ἐξῄεσαν εἰς τὸν λόχον.
ἦρχε δʼ ἄρα σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη: ὡς ἠδικημένοις συλλαμβάνουσιν οἱ θεοί.
μεγάλω: δυνάμει, οὐ μεγέθει.
ὥς τε θεώ περ: ὡς ἄν, ὡς τὸ «ῥεῖα μάλʼ ὥς τε θεός».
ὀλίζονες: ὅτι ἅπαξ κέχρηται τῇ λέξει, καὶ σημαίνει ὀλίγοι.
ὀλίζονες: προπαροξυτονητέον. πρόδηλον κἀκ τοῦ παρακειμένου οὐδετέρου, «οὐδὲν ὄλιζον ἕξομεν», εἴγε ὁμοτονεῖ τοῖς οὐδετέροις ἀεὶ τὰ ἀρσενικὰ κατὰ τὸ τέλος κατὰ τὴν ἡμετέραν διάλεκτον, ἑνὸς ἀντικειμένου τοῦ ἕν διὰ τὸ μὴ δύνασθαι περισπωμένην ἐπὶ βραχείας εἶναι. τὰ δὲ παραδείγματα ἄφθονα ἐπὶ πάσης καταλήξεως ἐχούσης παρασχηματισμὸν οὐδετέρου, «μέλας», «μέλαν»· τάλας, τάλαν· «πᾶς», «πᾶν»· εὐμήκης, εὐμῆκες· «ταχύς», ταχύ· «φίλος», «φίλον»· σώφρων, σῶφρον· ὅθεν εἰ οὕτως ἀνέγνωμεν «οὐδὲν ὄλιζον ἕξομεν», καὶ τὸ ὀλίζων βαρύνειν ὀφείλομεν· καὶ γὰρ οὐδέποτε τοῖς εἰς ων ὀξυνομένοις ὀνόμασι παράκειται οὐδετέρου παρασχηματισμός, τοῖς μέντοι βαρυνομένοις, σῶφρον τλῆμον. εἰ δὴ παράκειται τὸ ὄλιζον, δῆλον ὅτι καὶ τὸ ἀρσενικὸν βαρύνεται. ἐσχημάτισται δὲ συγκριτικῶς κατὰ πάθος· παρὰ γὰρ τὸ ὀλιγώτερος κατὰ δεύτερον τύπον τὸ ὀλιγίων μὴ εἰρημένον συγκριτικῶς, ὑπερθετικῶς δὲ ἐν τῷ ὀλίγιστος ἐξέπιπτε τρίτος τύπος ὁ διὰ δύο σσ, ὀλίσσων· τὰ δὲ δύο σσ μετέπεσεν εἰς τὸ ζ καὶ ἀπετελέσθη τὸ ὄλιζον. οὕτως οὖν ἐσχηματίσαμεν καὶ τὸ «μεῖζον», λέγω δὲ κατὰ τὴν αὐτὴν τροπὴν τῶν στοιχείων.
ὑπολίζονες: ἥττους τῷ μεγέθει τοῦ σώματος, ὁ δὲ Ἐπαφρόδιτος τῇ δυνάμει. περισσὴ δὲ ἡ ὑπό. φασὶ δὲ Ὅμηρον τὸ ὀλίγον οὐδέποτε ἐπὶ ἀριθμοῦ τάσσειν, ἀλλʼ ἐπὶ μεγέθους· «νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανός».
εἶκε: ἀντὶ τοῦ ἐφικτὸν ἦν, ἔπρεπεν.
ἐν ποταμῷ: ἀντὶ τοῦ παρὰ ποταμῷ.
ἀρδμός: ἐκτατέον τὴν πρώτην συλλαβὴν τοῦ ἀρδμός, ἐπεὶ καὶ τὸ ἄρδω ἔχει ἐκτεινόμενον τὸ α· «τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν». οὐχ ὅσα μέντοι ἐν ῥήμασιν ἔκτασιν ἔχει, καὶ ἐν ὀνόμασιν· παρὰ γὰρ τὸ ἄσσω καὶ κατάσσω καὶ μέλλοντα τὸν ἄξω καὶ προστακτικὸν τὸ ἆξον, «ἆξον δὴ ἔγχος Διομήδεος», ἡ ἀξίνη συστέλλει τὸ α, παρά τε τὸ ἀρῶ καὶ ἀρῶμαι ἐκτείνομεν ὄνομα Ἄρην· «πισσοκωνίας ἀρήν» Κρατῖνος
ἐκτατέον δὲ τὴν ἄρχουσαν τοῦ ἀρδμός· καὶ τὸ ἄρδω γάρ· «τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν».
ἀρδμός: ἀρδεία καὶ ἀπάρυσις ὕδατος. καὶ ἐν Ὀδυσσείᾳ· «ἐν δʼ ἀρδμοὶ ἐπηετανοί».
βοτοῖσιν: βοτοῖσι γραπτέον, ὅθεν καὶ «βοτῆρες» καὶ «βοτάνη»
τοῖσι: αὐτοῖς τοῖς ἐνεδρεύουσι, τοῖς ἀπὸ τῆς πολιορκουμένης πόλεως.
οἱ δέ: οἱ βοῦς καὶ τὰ μῆλα· περὶ ἀμφοτέρων γὰρ ὁ λόγος.
τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν:διὰ τὸ ἀπροσδόκητον· οὐ γὰρ εἰκὸς ἦν τοὺς πολιορκουμένους τοῖς πολιορκοῦσιν ἐπελθεῖν. ἢ πρὸς τῇ μουσικῇ ὄντες.
τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν:ἤτοι ἐπεὶ ἀνύποπτον ἦν τὸ ἐν τῷ πολέμῳ λοχᾶν. ἢ καὶ διὰ τὴν τέρψιν τῶν συρίγγων.
τερπόμενοι: Ἀριστοφάνης δυϊκῶς «τερπομένω».
τάμνοντο: ἀπήλαυνον.
πώεα καλά: παρὰ Ζηνοδότῳ «πῶϋ μέγʼ οἰῶν».
οἱ δέ: δηλονότι οἱ πολιορκοῦντες, ὧν τὰ ποίμνια περιηλαύνετο.
οἱ δέ: οἱ ἐν τῇ πόλει οὓς προέπεμψαν.
εἰράων προπάροιθε: ὅτι εἴρας λέγει τὰς ἀγοράς, σχηματίζων ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν.
ἰράων: τῶν βουλευτηρίων.
ἐν δʼ Ἔρις, ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ: κατὰ τὴν τάξιν τῶν πραγμάτων καὶ τὰς ὀνομασίας εἴρηκεν.
ἄλλον ζωὸν ἔχουσα νεούτατον: πρὸς τὸ «Ἔρις» ὑπήντησεν.
ἄλλον ἄουτον: ὁ Κυδοιμός.
ἄλλον τεθνειῶτα κατὰ μόθον ἕλκε ποδοῖϊν:ἡ Μοῖρα. ἢ ἡ αὐτὴ τῶν τριῶν ἐδέδρακτο. νοητέον δὲ ὅτι ἐξ ἀμφοτέρων τῶν ταγμάτων εἰσὶν οἱ πεσόντες.
τεθνειῶτα: Ἀρίσταρχος «τεθνηῶτα».
εἷμα δʼ ἔχε: ἐν τῇ Μασσαλιωτικῇ «εἷμά τʼ ἔχε».
δαφοινεόν αἵματι: λίαν πεφοινιγμένον ἀπὸ τοῦ αἵματος.
δαφοινεόν: ὀξύνεται· ἐπὶ γὰρ τῶν εἰς ος ὀνομάτων ὁ πλεονασμὸς τοῦ ε φυλάσσει τὴν ἐπὶ τέλους ὀξεῖαν, κενός κενεός, ἀδελφός «ἀδελφεός».
ἄλλως· δαφοίνεον προπαροξυτόνως.
ἄλλως· δαφοινεὸν αἵματι φωτῶν: κἀκ τούτων φαίνεται γραφικὴν εἰδώς· κατὰ χρώματα γὰρ ποικίλλει.
ὥς τε ζωοὶ βροτοί: οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζῴοις.
νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας: ὅτι ἐπὶ τῶν τοιούτων τόπων οἱ Γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι.
κατατεθνειῶτας: Ἀρίσταρχος διὰ τοῦ η.
ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν:τῆς εἰρηνευομένης δηλονότι αὕτη ἡ γῆ· οἱ γὰρ πολιορκοῦντες … τὴν πολεμουμένην χώραν.
ἄλλως· ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν: τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα καὶ τὰς πόλεις γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ὑπέδειξεν, εἰς ὁποίαν ποτὲ γῆν δεῖ πόνον κατατίθεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον.
νειόν: τὴν λεγομένην νεατόν, —ἡ τοιαύτη.
εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ:ἀκολούθως τῷ ἐπιθέτῳ· τὴν γὰρ εὐρεῖαν πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι.
ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι ὡς εὐρεῖαν
τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνουδόσκεν ἀνὴρ ἐπιών: πλουσίου ὁ ἀγρός, παρʼ ὃν πονοῦσι μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πόματι.
ὄγμους: οὔτε τὴν ἐπίστιχον φυτείαν φησὶν Ἐπαφρόδιτος οὔτε παρὰ τὸ οἴγειν· φησὶ γοῦν «ὄγμον ἐλαύνωσιν». ἔστιν οὖν, ὡς Ἡρακλέων τὰς ἑλκύσεις, παρὰ τὸ ἕλκω ὄλγμος — καὶ ὄλιξ γὰρ λέγεται —, ἢ τὴν συνέχειαν τῶν αὐλάκων.
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι: ἔσπευδον παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν.
τέλσον: βαρυτόνως ὡς «μέτρον». ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ ς καὶ προσόδῳ τοῦ ν.
ἡ δὲ μελαίνετʼ ὄπισθεν—τὸ δὴ περὶ θαῦμα τέτυκτο: ἡ ὀπίσω τοῦ ἀρότρου γῆ ἐμελαίνετο. ἄπιστον δέ, καὶ αὐτὸς διὰ τοῦ θαυμάζειν πιστὸν εἰργάσατο.
ἡ δὲ μελαίνετʼ ὄπισθεν— χρυσείη περ ἐοῦσα: κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ. σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ.
ἀρηρομένῃ: ἢ ἐνδεῖ τὸ ς ἀπὸ τοῦ ἀρηροσμένη. ἢ παρὰ τὸ ἀρῶ ἀροτῶ ἠρότημαι ἠροτημένη ἠρομένη ἀρηρομένη. ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀροὺς ἠρομένος ἠρομένη, Ἀττικῶς ἀρηρομένη.
τέτυκτο: οὕτως Ἀρίσταρχος τέτυκτο Ἰακῶς.
ἐν δʼ ἐτίθει τέμενος—πάλυνον: δαιμονίως πᾶσαν ἰδέαν γεωργίας κατέγραψε τῇ ἀσπίδι, περὶ ἀρότρου περὶ θερισμοῦ. εἶτα καὶ ἀμπελόφυτον χωρίον διετύπωσεν τὸ γὰρ ὅλον τοῦ τρόπου διδασκαλικοῦ ἐστιν.
τέμενος: ὅτι τὸν ἀποτετμημένον τόπον τέμενος λέγει.
βασιλήϊον: γράφεται «βαθυλήϊον».
βαθυλήϊον: «βασιλήϊον».
βασιλήϊον: τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν ἢ βασιλικὸν αὐτό φησι, τὸ καλλιστεῦον καὶ ἔντιμον θέλων διαγράψαι.
ἔριθοι: νῦν ἐργάται, γεωργοί, παρὰ τὴν ἔραν τὴν γῆν· ἢ παρὰ τὸ ἐρίζειν ἐν τῷ ἔργῳ. ἔριθοι δὲ κυρίως οἱ ἐριουργοί, καταχρηστικῶς δὲ καὶ οἱ μισθοῦ ἐργαζόμενοι.
δρεπάνας: Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκά, τάφρη, κύρτη, ἀστραγάλη.
δράγματα: ὧν ἐπιλαμβανόμενοι θερίζουσι καὶ τεμόντες ἐῶσι κεῖσθαι. ἄλλοι δὲ δεσμοῦσι.
μετʼ ὄγμον: ἐπὶ τὰς τοῦ ἀρότρου τομάς, παρὰ τὸ οἴγω, ἢ ἕλκυσις, παρὰ τὸ ἄγω.
ἀμαλλοδετῆρες: οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. ἐλεδανοῖσι δὲ τοῖς τῶν σταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί.
ἐλλεδανοῖσι: παρὰ τὸ ἐνειλεῖσθαι ἐν αὐτοῖς τοὺς πυρούς.
εἱστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ: καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανὸν καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ πρᾳότητι τὸν βασιλέα ζητεῖν ὑπουργίαν.
ἑστήκει: ἔξω τοῦ ι τὸ ἑστήκει αἱ Ἀριστάρχου.
γηθόσυνος κῆρ: ἐφαίνετο γὰρ τῷ προσώπῳ ἡδόμενος καὶ τοιαύτην ἔχων κατάστασιν.
κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον: πρὸς ὑπόμνησιν τῆς ἀπὸ τῶν δρυῶν τροφῆς. καλῶς δὲ καρπιζόμενοι θύουσιν. Ἀθηναῖοι δὲ καὶ νῦν τοὺς περὶ ἱερουργίαν πονουμένους Κήρυκάς φασιν.
δεῖπνον ἐρίθοισιν: ὅτι δεῖπνον τὸ ὑφʼ ἡμῶν ἄριστον, καὶ ὅτι ἔριθος πᾶς ὁ μισθοῦ ἐργαζόμενος.
ἐρίθοισιν: ἔριθοι πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν.
ἐπάλυνον: ἔμασσον· ἢ ἔφυρον.
ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν:ὡς ἐν γραφῇ κατακλωμένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ τέλεια ἔγραψε, «σελήνην τε πλήθουσαν» καὶ τὸ λήϊον βαθὺ καὶ τὴν ἀλωὴν ἤδη κεκαρποφορηκυῖαν ἵνα περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων παρεχόντων ὁ δημιουργὸς ἐπαινεθείη.
κάμαξι: καλάμαξι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει· αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατʼ ὄρχους εἰσίν. ἐν οἷς φησιν «ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας» αἱ δὲ σκέπουσαι τὸ σπέος Καλυψοῦς ἄλλαι δὲ ξύλοις καὶ καλάμοις βασταζόμεναι ὡς νῦν.
ἀργυρέῃσιν: Ζηνόδοτος «ἀργυρέοισιν».
κυανέην κάπετον: τὴν ληνόν· Ζηνόδοτος δέ φησιν ἀπὸ χαλκοῦ κεκαυμένου. ἀλλὰ πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλομένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει «μία δʼ οἴη ἀταρπιτός», ὅπως οἱ μὴ διὰ ταύτης ἰόντες κατάφωροι εἶεν ὡς κλέψαι θέλοντες.
ἐπʼ αὐτήν: «ἐς αὐτήν» παρὰ Ζηνοδότῳ· καὶ ἔχει λόγον ἡ γραφή.
φορῆες: οἱ φέροντες τοὺς βότρυας.
παρθενικαὶ δὲ καὶ ἠΐθεοι—φέρον μελιηδέα καρπόν: καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων φέρονται σωμάτων.
ἀταλὰ φρονέοντες: τρυφερά, νήπια, πρᾷα. κατʼ ἐπικράτησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι.
πλεκτοῖς ἐν ταλάροισι: Ἀρίσταρχος ταλάροισι καὶ «πλεκτοῖσιν».
πλεκτοῖσιν ταλάροισι φέρον: οὕτως αἱ Ἀριστάρχου.
φόρμιγγι λιγείῃ —ἄειδε: δηλονότι τέρπων καὶ ἐπικουφίζων τὸν πόνον.
τάχα οὖν ᾄδειν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν καὶ ἐπικουφισμὸν τῶν πόνων.
λίνον δʼ ὑπὸ καλὸν ἄειδε: παρὰ Ζηνοδότῳ «λίνος δʼ ὑπὸ καλὸν ἄειδε». ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέγεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον. ὥσπερ εἰ ἔλεγεν παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ.
λίνον: τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσσοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα εἴτε σημαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος.
καὶ ἐπὶ τοῦ ἱματίου καὶ ἐπὶ τοῦ ᾄσματος καὶ ἐπὶ πάντων βαρύνεται.
ἄλλως· ΛΙΝΟΝ: Ἀρίσταρχος εἶδος ᾠδῆς τὸ λίνον ὡς παιᾶνα ἤ τι τοιοῦτον. ἡ δὲ περὶ τὸν Λίνον ἱστορία καὶ παρὰ Φιλοχόρῳ ἐν τῇ ἐνάτῃ καὶ δεκάτῃ καὶ παρὰ Μελανιππίδῃ. ἥ τε καλουμένη Σφαῖρα ποίημά ἐστιν εἰς τὸν Λίνον, ἀναφέρεται δὲ εἰς Ὀρφέα ὁ δὲ Φιλόχορος ὑπʼ Ἀπόλλωνός φησιν αὐτὸν ἀναιρεθῆναι, ὅτι τὸν λίνον καταλύσας πρῶτος χορδαῖς ἐχρήσατο εἰς τὰ ὄργανα. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμᾶσθαι ὑπὸ ποιητῶν ἐν θρηνώδεσιν ἀπαρχαῖς. ἐπιγραφή ἐστιν ἐν Θήβαις· «ὦ Λίνε πᾶσι θεοῖσι τετιμένε, σοὶ γὰρ ἔδωκαν ἀθάνατοι πρώτῳ μέλος ἀνθρώποισιν ἀεῖσαι ἐν ποδὶ δεξι-τερῷ. Μοῦσαι δέ σε θρήνεον αὐταί μυρόμεναι μολπῇσιν, ἐπεὶ λίπες ἡλίου αὐγάς.» ἄλλως· «κρύπτω τὸν θεὸν ἄνδρα Λίνον, Μουσῶν θεράποντα». «τὸν πολυθρήνητον Λίνον Αἴλινον ἥδε πατρῴα Φοιβείοις βέλεσιν γῆ κατέχει φθίμενον». καὶ Ἡσίοδος· «Οὐρανίη δʼ ἄρʼ ἔτικτε Λίνον, πολυήρατον υἱόν· ὃν δή, ὅσοι βροτοί εἰσιν ἀοιδοὶ καὶ κιθαρισταί, πάντες μὲν θρηνοῦσιν ἐν εἰλαπίναις τε χοροῖς τε, ἀρχόμενοί τε Λίνον καὶ λήγοντεςκαλέουσιν.» ὁ μέντοι Ἡρακλέα διδάξας μουσικὴν ἕτερος παρὰ τοῦτόν ἐστιν.
λίνον: οἱ μὲν ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν ἀπομείναντος τοῦ ὀνόματος, ὡς καὶ λίθον τὴν ἄγκυραν καλοῦσιν ἕως νῦν. οἱ δὲ ὅτι ὡς ἄγροικος ὁ παῖς λίνον ἐντετάκει τῇ κιθάρᾳ. Ἀρίσταρχος ὄνομα ὕμνου ἐπὶ Λίνῳ τῷ ἥρωϊ. ἔστι δὲ οὗτος ᾠδῆς εὑρετὴς Οὐρανίας υἱός, ὃν ἀνεῖλεν Ἀπόλλων, ἐπεὶ τὸ λίνον καταλύσας χορδαῖς ἔτεινεν ὄργανον.
Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν ὡς παιᾶνα καὶ εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία παρὰ Φιλοχόρῳ ἱστόρηται· φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος ἀνῃρέθη. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμηθῆναι θρηνώδεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνητικὸν ὁ λίνος μετʼ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς μιμήσεως ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ τῶν Μουσῶν οὕτως· «ὦ Λίνε, θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι. Φοῖβος δέ σε κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.» ἡ δὲ ὑπό περιττεύει.
λίνον δʼ ὑπὸ καλὸν ἄειδε: ἤτοι τὸν λίνον ᾖδε ὃ ἐξῆπτο —διασπασθέντι πρώτην ᾀσθεῖσαν.
τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ ... ποσὶ σκαίροντες ἕποντο: εἰ καὶ ἑτέροις ὀνόμασιν ἐχρήσατο ὡς ἐπὶ ἀγροίκων, ἀλλʼ οὖν παράβαλε τὰ Ἡσιόδου «πόσσʼ ἁπαλοῖσιν ὀρχεῦντο» ἐπὶ θεῶν καὶ εὐρύθμων.
σκαίροντες: τὸ σπαίρειν μετὰ τοῦ α φησὶν ὁ ποιητὴς κατὰ Ἀττικούς, «ἀσπαίροντα δʼ ἔπειτα», «ἥ ῥά οἱ ἀσπαίρουσα», «ἀσπαίροντα λάων», «ἤσπαιρʼ ὡς ὅτε βοῦς», τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ τινες ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς· «καὶ σκάρος, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγὴν» ἀφείς. καὶ τὴν πολύσκαρθμον Μύρινάν φησιν ὁ ποιητὴς μίαν τῶν Ἀμαζόνων, καὶ εὐσκάρθμους ἵππους
ὀρθοκραιράων: εὔκερῳ γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκραιράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.
χρυσοῖο τετεύχατο κασσιτέρου τε: ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.
μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δέ:παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· διὸ καὶ τὸ ἐπεσσεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπορεύοντο.
παρὰ ῥοδανὸν δονακῆα: παρὰ Ζηνοδότῳ «διὰ ῥαδαλόν». ὁ δὲ Ἀριστοφάνης «παρὰ ῥαδηλόν». ῥαδαλὸν δὲ ἀκουστέον τὸν εὐκράδαντον διʼ ὕψος. φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ «δονακῆεν» κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευκᾶεν.
Ζηνόδοτος «ῥοδανόν», τὸν εὐκράδαντον διὰ τὸ ὕψος.
ἐν ἄλλῳ «ῥαδαλόν».
ἄλλως· παρὰ ῥοδανόν: τὸν ῥᾳδίως ἀναφύοντα· ἢ τὸν εὐκίνητον διὰ λεπτότητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκες τὸ συνεχῶς τινάσσειν τὴν κρόκην. οἱ δὲ ῥοανόν, ῥευστικόν, κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη ἐκ τῶν δύο. Ζηνόδοτος δὲ γράφει «ῥαδαλόν» εὐκίνητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι.
ἄλλως· παρὰ ῥοδανὸν δονακῆα: παρὰ τὸν καλαμῶνα τὸν διʼ ἰσχνότητα εὐκράδαντον.
λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν διʼ ἰσχνότητα καλάμων ἢ ὕψος εὐκράδαντον.
σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου «δύο πρώτῃσι βόεσσι». παρὰ δὲ Ζηνοδότῳ «κυανέω δὲ λέοντε».
ἐρύγμηλον: ἐρυγήτορα· ἐρύγειν γὰρ τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· καὶ «ἤρυγεν ἑλκόμενος» καὶ «ἐρευγομένης ἁλὸς ἔξω».
τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τοῦ ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα.
ἐρύγμηλον: ὡς βέβηλον· τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ φάσηλος, «Στύμφηλον». τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός, «ὑψηλός, “ἀπατηλός” μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος, κίβδηλος, κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκόν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς “ἤρυγεν ἑλκόμενος Ἑλικώνιον”, ἐρύγηλος καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος.
ἄλλως· ἐρύγμηλον: προπαροξυτόνως τὸ ἐρύγμηλον, ἐγένετο δὲ παρὰ τὸ ἐρύγω ἐρύγηλος καὶ πλεονασμῷ τοῦ μ ἐρύγμηλος.
ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον: παρὰ Ζηνοδότῳ “τοὺς δὲ κύνες μετεκίαθον”, τοὺς λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ ι.
λαφύσσετον: ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσετον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ “λαοῦ ἀποτμήξαντε διώκετον”.
λαφύσσετον: ἔδει διὰ τοῦ η. ἢ ἐνεστώς ἐστιν ἀντὶ παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν.
αὔτως ἐνδίεσαν: ὅτι Ζηνόδοτος γράφει “οὕτως”, οὐ νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδέν, διὰ τὸ εἴδωλα εἶναι. τὸ δὲ ἐνδίεσαν παρὰ τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι. σημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ ἐνδίησαν· καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ δασύνοντι τὸ ι καὶ πλεονασμὸν τοῦ δ δεχομένῳ.
αὔτως ἐνδίεσαν: μάτην ἠφίεσαν ἐπὶ τοὺς λέοντας.
ἐνδίεσαν: ἐδίωκον, παρὰ τὸ δίημι· περὶ ἄστυ μέγα Πριάμου δίον», ἀντὶ τοῦ ἐδιώχθην.
ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο:γραφικῶς ἔδειξε τὸ πᾶν.
ἐν δὲ νομὸν ποίησε—οἰῶν ἀργεννάων: φασὶν Ἀθηναίους πρῶτον ἐπινοῆσαι τὴν ἐξ ἐρίων ἐσθῆτα· ὅθεν καὶ τὸν πέπλον περιφέρουσιν. ἐν ἔαρι δέ φασι μόνον νέμεσθαι τὰ πρόβατα.
ἐν καλῇ βήσσῃ: οἱ μὲν βόες παρὰ ποταμόν αἱ δὲ ὄϊς ἐν βήσσῃ, ὅ ἐστι κοιλώματι γῆς, ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ.
σταθμούς: ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν βουστάσεις.
σταθμούς: τὰς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· «ἔνθα κεν ᾧ πὰρ σταθμῷ», «σταθμῶν ῥυτῆρα γενέσθαι» καὶ «παρὰ σταθμὸν μεγάροιο» καὶ «ἥ τε σταθμὸν ἔχουσα». κλισίας δὲ τὰς τῶν ποιμένων οἰκίας, καὶ σηκούς, ἔνθα κοιμῶνται τὰ θρέμματα.
ἐν δὲ χορὸν ποίκιλλε: ἐγκατεσκεύασε δὲ ἐπιμελῶς —αὐτοῖς ὑποδείξας ἐποίησεν.
χορόν: ὅτι τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα τῶν χορευόντων.
χορόν: τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ κἀκ τοῦ ἐπιφερομένου «ἔνθα μὲν ἠΐθεοι ὠρχεῦντο», δηλονότι ἐν τῷ τόπῳ.
ἄλλως· ποίκιλλε: ἐν ποικιλίᾳ εἰργάζετο, οἷον κίονάς τε καὶ ἀνδριάντας τῷ τόπῳ προσκοσμήσας ἐν κύκλῳ. ἢ ὅτι ἐξ ἀρσένων καὶ θηλειῶν ἦν.
τῷ ἴκελον, οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ: διασταλτέον μετὰ τὸ ἴκελον, τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον, ὥσπερ ἡ τριβὴ ἔχει· τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον πεποιηκέναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν. ὑπολαβόντες δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς Ἥφαιστον μιμητὴν γίνεσθαι τῶν Δαιδάλου ἔργων καὶ λέγεσθαι τοῦτο ὑπὸ Ὁμήρου— μᾶλλον γὰρ ἂν ηὔξησε τὸ ἔργον, εἰ περὶ Δαιδάλου διαλεγόμενος ἔλεγεν οὕτως αὐτὸν πεποιηκέναι, ὡς Ἥφαιστος ἐποίει—, διὰ τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν· «τῷ ἴκελον οἶόν ποτʼ ἐνὶ Κνωσῷ» καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵνʼ ᾖ ὁ λόγος, τούτῳ παραπλήσιον μόνον ἐν Κνωσῷ ποτε Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴ γε μόνον παρʼ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο καὶ τοῦθʼ ὑπὸ Δαιδάλου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια· οὔτε γὰρ ἀπρεπὲς τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι — μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγμένα —, ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλʼ ἁπλῶς ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι· Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδεν πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευή, ὅτι ἐξ ᾐθέων καὶ παρθένων ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφάνας
τῷ ἴκελον, οἷόν ποτʼ ἐνὶ Κνωσσῷ—Ἀριάδνῃ: πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ ΟΙΟΝ, συνάπτοντες αὐτὸ τῷ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵνʼ ᾖ «τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορόν», ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἄμεινον δὲ ἐκεῖνο φάσκειν ὅτι πρώην διακεχωρισμένως χορευόντων ἀνδρῶν καὶ γυναικῶν πρῶτοι οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχόρευσαν· ὅπερ μόνον ὁ θεὸς ἐμιμήσατο, οὐ τὸ κάλλος οὐδὲ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστά, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.
Ἀριάδνῃ: παρὰ Ζηνοδότῳ «Ἀριήδῃ».
ἀλφεσίβοιαι: τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνηστήρων.
ἄλλως: ἀλφεσίβοιαι: αἱ λαμπραὶ κατὰ τὴν ἡλικίαν.
ἀλφεσίβοιαι: ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν—εὑρέθη πρὸ τῶν ἄλλων.
ἔχοντες: κατʼ ἐπικράτειαν τοῦ ἀρσενικοῦ.
τῶν δʼ αἱ μὲν λεπτὰς ὀθόνας ἔχον, οἱ δὲ χιτῶνας: ἡ διπλῆ, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
λεπτάς: ἐν ἄλλῳ «καλάς».
ὀθόνας: ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.
ἦκα στίλβοντας ἐλαίῳ: οὐ καταλάμπρους, ἀλλʼ ἡσυχῆ ὡς ἔλαιον στίλβοντας. ἔστι δὲ ὅμοιον τῷ «ἡνία λεύκʼ ἐλέφαντι» ἀντὶ τοῦ λευκὰ ὡς ἐλέφας, ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὥς, ὡς ἐλαίῳ.
ἐλαίῳ: ὅτι ἐλλείπει τὸ ὥς.
καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον. οἱ δὲ μαχαίρας —τελαμώνων: ἀθετοῦνται οἱ δύο, ὅτι οὐδέποτε μάχαιραν εἶπε τὸ ξίφος. ἄλλως τε καὶ οὐ πρέπον χορεύοντας μαχαίρας ἔχειν. οὗτοι δὲ οὐδὲ παρὰ Ἀριστοφάνει ἦσαν.
καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας:οἰκεῖος ὁ κόσμος ἐπί τε ἀρρένων καὶ γυναικῶν.
ἐπισταμένοισι: ἐπιστήμοσιν, ἐπιστημονικοῖς.
ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν—θέῃσιν: τὴν ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασε καὶ τούτῳ κεραμεικῷ· ὀξύτερος γάρ ἐστιν εἰς κίνησιν θατέρου. καλῶς δὲ καὶ τὸ ἄρμενον· εἴτε γὰρ μεῖζον εἴτε ἔλαττον γένοιτο, ἐμποδίζει τῇ χρείᾳ.
ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν—θέῃσιν: τὸ παράδειγμα πρὸς τὴν ὀξύτητα τοῦ τάχους· οὐδὲν γὰρ ὀξύτερον εἰς μεταφορὰν τροχοῦ κεραμεικοῦ. καὶ τὸ πειρήσεται θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν παρέλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ.
τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασεν. ὀξύτητος γὰρ χάριν τὸ τοῦ κεραμεικοῦ τροχοῦ παράδειγμα, ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύτερος. καλῶς δὲ καὶ τὸ ἄρμενον· εἴτε γὰρ μείζων εἴτε ἐλάττων γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. καὶ τὸ πειρήσεται θαυμάσιον· οὐδέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ.
ὡς ὅτε τις τροχὸν ἄρμενον—θέῃσιν: διὰ τῆς τοῦ τροχοῦ παραβολῆς ἐγκύκλιον αὐτῶν τὴν πορείαν ὑφιστᾷ. ἄρμενον δὲ εὖ ἡρμοσμένον πάντοθεν.
πειρήσεται: κυλῖσαι ἀποπειρήσεται.
ἄλλοτε δʼ αὖ θρέξασκον: ποτὲ μὲν κυκλοτερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατʼ ὀρθὸν διʼ ἀλλήλων ἔθεον.
πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος τερπόμενοι: ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν θεωμένων.
τερπόμενοι: ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν, «ὅμιλος» τερπόμενοι.
κυβιστητῆρε: οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι.
ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖοἄντυγα πὰρ πυμάτην σάκεος: πειρῶνταί τινες ἀπὸ τούτου λέγειν μὴ εἶναι καθʼ Ὅμηρον σφαιροειδῆ τὸν κόσμον· τὸν γὰρ Ὠκεανὸν ἔξω τῶν ἄστρων ἔθηκεν.
τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς:διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν οὖν ὅτι ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα ὃς ἦν Ἡφαιστότευκτος, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήσας τὴν Ἕκτορος παρέδραμεν
κνημῖδας ἑανοῦ κασσιτέροιο: τῇ μαλακῇ ὕλῃ διὰ τὸ εὔτυκτον χρῆται εἰς τὰς κνημῖδας.
ἑανοῦ: μαλακοῦ, λεπτοῦ, λαμπροῦ.
ἑανοῦ: παρὰ τὸ τρυφερὸν τῆς ὕλης.
ὅπλα κάμεν: ὅτι τὰ πολεμιστήρια ὅπλα ὁμοίως ἡμῖν εἶπε νῦν. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ κάμεν ἐχρήσατο ἀντὶ τοῦ ἐποίησεν.
μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν—φέρουσα: καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα, καθὼς ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν.
ἡ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος:ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης τὴν ὑπόσχεσιν πληρῶσαι τῷ παιδί.
τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα:γράφεται «τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος».
Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.