eul_wid: ale-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Ninus the Assyrian by Phoenix of Colophon

The Fragments on Ninus the Assyrian by Phoenix of Colophon is a lost poetic work, known only by its title and a reported structure of fifty-four passages. No direct quotations from the poem survive. The author is an obscure figure, mentioned in the Suda lexicon solely for a work titled The Founding of Colophon and for unspecified other compositions. The title indicates the subject was Ninus, the legendary founder of Nineveh and the Assyrian Empire in Greek mythological tradition. The lost poem would have engaged with established Greek legendary traditions about the Near East, treating Ninus as a paradigm of the empire-builder and likely narrating martial exploits, dynastic foundations, and the origins of Nineveh, consistent with accounts that link him to the queen Semiramis. The work is not directly attested in any extant ancient source, and its purported details remain unverified. While the poem itself is lost and its direct influence untraceable, its presumed subject matter connects it to the enduring Greek and Roman historical imagination regarding Assyria, a tradition transmitted through historians such as Ctesias and Diodorus Siculus.

Ἀνὴρ Νίνος τις ἐγένετʼ, ὡς ἐγὼ ʼκούω,
Ἀσσύριος, ὅστις εἶχε χρυσίου πόντον,
τάλαντα πολλῷ πλεῦνα Κασπίης ψάμμου,
ὃς ὀυκϊ δʼ ἀστερʼ ὀυδιζωνεδίζητο,
οὐ πὰρ μάγοισι πῦρ ἱερὸν ἀνέστησεν,
ὥσπερ νόμος, ῥάβδοισι τοῦ θεοῦ ψαύων·
οὐ μυθιήτης, οὐ δικασπόλος κεῖνος·
οὐ λεωλογεῖν ἐμάνθανʼ, οὐκ ἀμιθρῆσαι,
ἀλλʼ ἦν ἄριστος ἐσθίειν τε καὶ πίνειν
κἠρᾶν, τὰ δʼ ἄλλα πάντα κατὰ πετρῶν ὤθει.
Ὡς δʼ ἀπέθανʼ ὡνήρ, πᾶσι κατέλιπε ῥῆσιν
ὅκου Νίνος νῦν ἐστι καὶ τὸ σῆμʼ ᾄδει·
«Ἄκουσον, εἴτʼ Ἀσσύριος εἴτε καὶ Μῆδος
εἶς ἢ Κοραξός, ἢ ʼπὸ τῶν ἄνω λιμνῶν
Σινδὸς κομήτης· οὐ γὰρ ἀλλὰ κηρύσσω·
ἐγὼ Νίνος πάλαι ποτʼ ἐγενόμην πνεῦμα,
νῦν δʼ οὐκέτʼ οὐδέν, ἀλλὰ γῆ πεποίημαι·
ἔχω δʼ ὁκόσον ἔπαισα χὠκόσʼ ἤεισα
χὠκόσσʼ ἐράσθην
τὰ δʼ ὄλβιʼ ἡμέων δήιοι συνελθόντες
φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι·
ἐγὼ δʼ ἐς Ἅιδην οὔτε χρυσὸν οὔθʼ ἵππον
οὔτʼ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων·
σποδὸς δὲ πελλὴ χὠ μιτρηφόρος κεῖμαι».
Ἐσθλοί, κορώνῃ χεῖρα πρόσδοτε κριθέων,
τῇ παιδὶ τἀπόλλωνος, ἢ λέκος πυρῶν
ἢ ἄρτον ἢ ἥμαιθον ἢ ὅτι τις χρῄζει.
Δότʼ, ὦγαθοί, τι τῶν ἕκαστος ἐν χερσὶν
ἔχει κορώνῃ· χἄλα λήψεται χονδρόν·
φιλεῖ γὰρ αὕτη πάγχυ ταῦτα δαίνυσθαι·
ὁ νῦν ἅλας δοὺς αὖθι κηρίον δώσει.
Ὦ παῖ, θύρην ἄγκλινε, Πλοῦτος ἔκρουσε,
καὶ τῇ κορώνῃ παρθένος φέροι σῦκα.
Θεοί, γένοιτο πάντʼ ἄμεμπτος ἡ κούρη,
κἀφνειὸν ἄνδρα κὠνρμαστὸν ἐξεύροι,
καὶ τῷ γέροντι πατρὶ κοῦρον εἰς χεῖρας
καὶ μητρὶ κούρην εἰς τὰ γοῦνα κατθείη,
θάλος τρέφειν γυναῖκα τοῖς κασιγνήτοις.
Ἐγὼ δʼ, ὅκοι πόδες φέρωσιν, ὀφθαλμοὺς ...
ἀμείβομαι Μούσῃσι πρὸς θύρῃς ᾄδων,
καὶ δόντι καὶ μὴ δόντι, πλεῦνα τῶν Γύγεω. καὶ ἐπὶ τέλει δὲ τοῦ Ἰάμβου φησίν·
ἀλλʼ, ὦγαθοί, ʼπορέξαθʼ ὧν μυχὸς πλουτεῖ·
δός, ὦ ἄναξ, δὸς καὶ σὺ πότνα μοι νύμφη·
νόμος κορώνῃ χεῖρα δοῦνʼ ἐπαιτούσῃ.
Τοσαῦτʼ ἀείδω· δός τι καὶ καταχρήσει.
Νίνου κάδοι μάχαιρα καὶ κύλιξ αἰχμή,
κύμβη δὲ τόξα, δήιοι δὲ κρητῆρες,
ἵπποι δʼ ἄκρητος, κἀλαλὴ «μύρον χεῖτε».
Θαλῆς γάρ, ὅστις ἀστέρων ..
.... ὀνήιστος
καὶ τῶν τότʼ, ὡς λέγουσι, πολλὸν ἀνθρώπων
ἐὼν ἄριστος, ἔλαβε πελλίδα χρυσῆν.
Ἐκ πελλίδος γὰρ τάργανον κατηγυίης
χωλοῖσι δακτύλοισι τᾐτέρῃ σπένδει,
τρέμων οἷόν περ ἐν βορηίῳ νωδός.
Ἴαμβος Φοίνικος … η Πολλοῖς γε θνητῶν τἀγάθʼ, ὦ Ποσείδιππε,
οὐ σύμφορʼ ἐστίν, ἀλλὰ δεῖ τοιαῦτʼ αὐτοὺς
… ον … ειν ὁκοῖα καὶ Φρονεῖν ἐπίστανται.
Νῦν δʼ οἱ μὲν ἡμῶν κρήγυοι καθεστῶτες
πολλὴν ἀφειδέως νηπιέην ἐρεύγονται·
οἱ δʼ οὔτε σῦκα, φασίν, οὔτʼ ἐρίνʼ εὖντες
πλουτοῦσι· τῷ πλούτῳ δὲ πρὸς τί δεῖ χρῆσθαι,
τοῦτʼ αὐτὸ πάντων πρῶτον οὐκ ἐπίστανται·
ἀλλʼ οἰκίας μὲν ἐγ λίθου σμαραγδίτου,
εἴ πως ἀνυστόν ἐστι τοῦτʼ αὐτοῖς πρήσσειν,
… τ … ἐχούσας καὶ στοὰς τετραστύλους
πολλῶν ταλάντων ἀξίας κατακτῶνται·
… ἑαυτῶν τὴν ἀναγκαίην ψυχὴν
… ησκ … τούτων πάντων
… ρα … τ … ν ἐκπορίζουσιν
… λόγοις χρηστοῖσι σωφρονισθεῖσα
… τὰ χρηστὰ καὶ τὰ συμφέροντʼ εἰδῇ.
Τοῖς οὖν τοιούτοις ἀνδράσιν, Ποσείδιππε,
οὐ συμβέβηκεν οἰκίας μὲν κεκτῆσθαι
καλὰς καταξίας τε χρημάτων πολλῶν,
αὐτοὺς δʼ ὑπάρχειν ἀξίους τριῶν χαλκῶν;
καὶ μάλα δικαίως, ἤν τις ἐνθυμῆτʼ ὀρθῶς
… ν γὰρ καὶ λίθων φροντίζουσιν.