Ζεὺς δʼ ἐπεὶ οὖν—ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ: ἐρρειφθέντος τοῦ τείχους καὶ τροπῆς γενομένης λοιπὸν ἦν ἀναστῆναι Ἀχιλλέα. ὁ δὲ ποιητὴς μῆκος ἅμα καὶ ποικιλίαν περιποιεῖ διὰ τῆς ἀσχολίας τοῦ Διός. ἅμα δὲ ἐπειδὴ ἔφθασε περὶ τοῦ Ἕκτορος προειπὼν «οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας νόσφι θεῶν», ἀναγκαίως τῷ ἀνυπόστατον ἔχοντι τὴν δύναμιν τὸν Ποσειδῶνα ἀντιστρατεύει. πῶς δʼ ἂν ἐτόλμησε Ποσειδῶν προελθεῖν μὴ ἀσχολουμένου Διός;
Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε: διὰ τούτων σχεδὸν βοᾷ ὁ ποιητὴς οὐκ ἴδιον τῶν Τρώων γεγενῆσθαι τὸ κατόρθωμα, ἀλλὰ τοῦ Διός. περιπαθῶς δʼ ἄγαν τὸ νηυσίν, οἷον οὐ τῷ τείχει μόνον, ἀλλὰ καὶ ταῖς ναυσίν, ἥπερ ἔτι μόνη τῶν Ἑλλήνων ἐλπίς.
ἐπεὶ οὖν: ἐπειδή. ὅσα δηλοῖ τὸ ἐπεί. τὸ ὅτι, «ἐπεὶ πολὺν ὤλεσα λαόν», καὶ ὅτε — ὡς νῦν —, καὶ ἐπειδή, καὶ ἀφʼ οὗ.
τὸ δὲ ἐπεί πολλὰ δηλοῖ, ἐπεὶ καὶ ὅτι, «ἐπεὶ πολὺν ὤλεσα λαόν», καὶ ὅτε — ὡς νῦν —, καὶ ἐπειδή, καὶ ἀφʼ οὗ.
Τρῶάς τε καὶ Ἕκτορα: ὅτι κεχώρικε τῶν Τρώων τὸν Ἕκτορα, ὡς κἀκεῖ «οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος».
Τρῶάς τε καὶ Ἕκτορα: πρὸς τὸ δεύτερον ὑπήντησεν· πρῶτος γὰρ Ἕκτωρ εἰσῆλθεν, ὑπεξεῖλε δὲ αὐτὸν ἰδίᾳ, ὡς «θάνε δὲ ξανθὸς Μελέαγρος».
ἄλλως· κεχώρικε τῶν λοιπῶν Τρώων τὸν Ἕκτορα κατʼ ἐξοχήν. μετὰ δὲ τὴν Ἰλίου πόρθησιν Ἕκτωρ—τὴν ἐπιφάνειαν αὐτοῦ. ἡ ἱστορία παρὰ Ἀριστοδήμῳ
τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζύν: ἐὰν ἐπʼ ἀμφοτέρων λέγῃ, Τρώων καὶ Ἑλλήνων, ἁπλούστερόν ἐστιν· ἐὰν δὲ περὶ τῶν Τρώων μόνων, ἐμφαίνεταί τι ἦθος, κατακερτομοῦντος τοῦ ποιητοῦ ὅτι μάτην ἐπόνουν· οὐ γὰρ ἤμελλον ἁλώσεσθαι αἱ νῆες ὑπὸ τῶν βαρβάρων.
παρὰ τῇσι: Ζηνόδοτος καὶ Ἀριστοφάνης «περὶ τῇσι». μήποτʼ οὖν διχῶς.
τινὲς «πρὸς τῇσι».
πόνον: ὅτι πόνον τὸ κατὰ πόλεμον ἔργον εἴρηκεν.
πόνον τʼ ἐχέμεν: πόνον τὴν ἐνέργειαν, «παύσαντο πόνου», καὶ τὴν κακοπάθειαν, «ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι». Ζηνόδοτος δὲ «ὀχέμεν».
ὀϊζύν: ὀΐζω ὀϊζύω.
πάλιν τρέπεν ὄσσε φαεινώ: τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ, «ὄσσε πάλιν κλίνασα». οἱ δὲ ἀνὰ μέρος Μυσίαν καὶ Θρᾴκην ὁρῶν· ἔστι δὲ καὶ τοῦτο σύνηθες Ὁμήρῳ, «πάλιν ποίησε γέροντα». καὶ εἰς τοὐπίσω, «χειρὶ πάλιν ἐρύσασα». καὶ ἐναντίως, «οὐδὲ πάλιν ἐρέει».
τὸ πάλιν τὴν ἀπὸ τοῦ εὐθέος μεταστροφὴν δηλοῖ· σύνηθες δέ ἐστιν Ὁμήρῳ. δηλοῖ δὲ ταῦτα ἡ λέξις· τὸ ἀλλαχοῦ, ὡς ἐνταῦθα· τὸ ἐκ δευτέρου, ὡς τὸ «πάλιν ποίησε γέροντα». τὸ εἰς τοὐπίσω, ὡς τὸ «χειρὶ πάλιν ἐρύσασα». καὶ τὸ ἐναντίως, ὡς τὸ «οὐδὲ πάλιν ἐρέει».
πάλιν τρέπεν ὄσσε φαεινώ: ὅτι οὐδὲν ἀθεώρητον τῷ δημιουργῷ. τὸ δὲ ὄσσε φαεινώ, διʼ ὧν δίδοται τοῖς ὁρῶσι τὸ φάος.
νόσφιν: βραχὺ διασταλτέον ἐπὶ τὸ νόσφιν· ἀναφέρει γὰρ αὐτὸ ἐπὶ τοὺς Τρῶας καὶ τοὺς Ἕλληνας.
ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν: οἱ μὲν περισσῶς τὴν ἐπί. οἱ δὲ ἐπὶ ἵππων πολουμένων, οἱ δὲ ὄνομα ἔθνους. τὸ δὲ ὁρώμενος ἀντὶ τοῦ ὁρῶν.
Μυσῶν τʼ ἀγχεμάχων: τινὲς τῶν ἐν Μακεδονίᾳ.
ἈΓΑΥΩΝ ἹΠΠΗΜΟΛΓΩΝ: Ἀγαυοὶ ὄνομα ἔθνους· ἵππους δὲ ἀμέλγοντες οὗτοι τῷ γάλακτι ἐτρέφοντο. Δημήτριος δὲ ἀγαυοὺς τοὺς εὐειδεῖς.
Γλακτοφάγων, Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων:πολλῶν εἰρημένων περὶ τούτων πολλοῖς, βέλτιον, ὡς Ἀριστάρχῳ ἐδόκει, καὶ χωρὶς τοῦ συνδέσμου προφέρεσθαι τὸν στίχον καὶ διαστέλλειν βραχὺ μετά τε τὴν πρώτην λέξιν καὶ μετὰ τὴν δευτέραν, ἵνα τὰ ἔθνη πολλὰ καὶ τὸ δικαιοτάτων κοινὸν ἐπὶ πάντων νοούμενον μείζονα τὴν ἱστορίαν ἐμφαίνῃ.
γλακτοφάγων Ἀβίων τε, δικαιοτάτων ἀνθρώπων:λαητῖνες ἔθνος, οἱ γαλακτοπόται. τινὲς τούτους Σαρμάτας φασίν.
Ἀβίων τε δικαιοτάτων ἀνθρώπων: πάντων Σκυθῶν ὑποκυψάντων Ἀλεξάνδρῳ μόνους Ἀβίους φασὶν οὐχ ὑπεῖξαι, μόνον δὲ ἐπισκεψαμένους τὴν ψυχὴν τοῦ ἀνδρὸς ἐπικηρυκεύσασθαι πρὸς αὐτόν· οὓς δικαιοτάτους φησὶ διὰ τὸ ἀνεπίμικτον, ὡς καὶ «Αἰθιοπῆας», ἢ ὅτι οὐκ ἠθέλησαν συστρατεῦσαι Ἀμαζόσιν εἰς Ἀσίαν. πῶς δὲ οὐδὲν περὶ αὐτῶν εἶπεν; καὶ γὰρ οὐδὲ περὶ τοῦ δικαιοτάτου τῶν Κενταύρων οὐδὲ περὶ τοῦ κερδίστου Σισύφου
Ἀβίων: τῶν νομάδων Σκυθῶν, ὅθεν καὶ ὁ Ἀνάχαρσίς
ἐστιν· οὓς δή φησι δικαιοτάτους εἶναι ἁπάντων, ὅτι κοινοὺς ἔχουσι παῖδας καὶ γυναῖκας καὶ τὰ πάντα πλὴν ξίφους καὶ ποτηρίου. τούτοις δὲ αὐτομάτως ἡ γῆ βίον φέρει οὐδέν τι ζῷον ἐσθίουσιν. τούτους Αἰσχύλος «Γαβίους» φησίν. Ἄβιοι δὲ ἐκλήθησαν ἢ παρὰ τὸν βίον ἢ τὴν βίαν, ἢ ἅμα βιῶν πορευόμενοι, ἢ ὅτι ἄοικοι. οἱ δὲ τὸ α κατʼ ἐπίτασιν, ἵνʼ ᾖ πολυβίων καὶ πολυετῶν, ὅτι μακρόβιοι, ἢ τὸν ἡμέτερον βίον μὴ ἐγνωκότων· ἐπιφέρει γὰρ δικαιοτάτων ἀνθρώπων. ἢ μὴ βιαζομένων. ἢ ἁμαξοβίων. τινὲς δὲ τούτους Σαρμάτας φασίν. λέγουσι δὲ αὐτοὺς τοὺς ὁδίτας τρέφοντας ἄλλον ἄλλῳ διαπέμπειν.
δικαιοτάτων ἀνθρώπων: Ἀρίσταρχος χωρὶς τοῦ τέ, δικαιοτάτων ἀνθρώπων.
οὐ πάμπαν: οὐδὲ ὅλως.
οὐ γὰρ ὅ γʼ ἀθανάτων: Ἀριστοφάνης διὰ τοῦ ε, «οὐ γὰρ ἔτʼ ἀθανάτων».
Ἀριστοφάνης «οὐ γὰρ ἔτι».
οὐ γὰρ ὅ γʼ ἀθανάτων τινʼ ἐέλπετο— Δαναοῖσι: πρὸς τὸ «ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι».
ἀρηξέμεν: γράφεται καὶ «ἀρήξειν».
οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων: ἄλη ἀλαιὸς ἀλαὸς Αἰολικῶς. διδάσκει δὲ διαφορὰν ἐπιμελείας καὶ ῥᾳθυμίας. πιθανῶς δὲ τοὺς στρατηγοὺς καταστρατηγοῦντας ἀλλήλων ἐποίησεν οὐ βιαζομένους· ὁ μὲν γὰρ Ζεὺς ἀποδημοῦντος ἐν Αἰθιοπίᾳ Ποσειδῶνος ἐπανάγει Ὀδυσσέα ὁ δὲ Ποσειδῶν νῦν ἐνεργεῖ.
ἀλαοσκοπιήν: ματαίαν τὴν κατασκοπήν· ἀλαὸς γὰρ κατὰ διάλεκτον ὁ τυφλός.
θαυμάζων: ὅτι θαυμάζων ἀντὶ τοῦ θεώμενος.
θαυμάζων: θεωρῶν, «ἱστάμενοι θαύμαζον» καὶ «ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν». γραφικῶς δὲ ἔχουσιν οἱ δύο ἀπὸ τῶν ὀρῶν θεώμενοι.
ὑψοῦ: πιθανῶς τὸ ὑψοῦ ὥστε πάντα καταθεάσασθαι.
ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου: Ἀριστοφάνης πληθυντικῶς «ἐπʼ ἀκροτάτῃς κορυφῇς». οὐκ ἀπίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ «Σάου»· τὴν γὰρ Σαώκην τὸ ὄρος φησὶ παραδηλοῦσθαι.
Σάμου: Ἀρίσταρχος ὄρος ὁμώνυμον τῇ νήσῳ, οἱ δὲ ὑψηλοτέραν εἶναι τὴν Σάμον τοῦ Ἄθω.
Σάμου ὑληέσσης: ὅτι οὐδέποτε συνθέτως εἴρηκε Σαμοθρᾴκην.
Σάμιοι ἐν Ἰωνίᾳ—ἀφʼ ὧν ἡ Σαμοθρᾴκη. Σάμου οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη.
Σάμου … Θρηϊκίης: πρὸς ἀντιδιαστολήν, διὰ τὴν πρὸς Ἰθάκῃ, ἣν «Σάμην» καλεῖ. ἔστι δὲ καὶ ἄλλη Σάμος περὶ Μυκαλησσὸν καὶ τρίτη ἐν Πελοποννήσῳ περὶ τὴν Τριφυλίαν.
ἔνθʼ ἄρʼ ὅγε: τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε.
ἕζετο: οὐ νῦν ἕζετο, ἀλλʼ ὅτε ἐκάκου τὰ Ἑλληνικὰ ὁ Ζεύς. ἔδει οὖν πρῶτον εἰπεῖν ὅτι ἐκάθισεν, εἶθʼ οὕτως ὅτι ἑώρα τὴν μάχην.
Τρωσὶν δαμναμένους: ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων.
ἀντὶ γενικῆς.
παιπαλόεντος: ἐκτροπὰς ἔχοντος ὡς πλανᾶσθαι.
κραιπνὰ ποσὶ προβιβάς: πῶς οὖν ἔχει καὶ «τρὶς μὲν ὀρέξατο» ἢ ἀντὶ τοῦ πρόθυμα καὶ σπουδαῖα.
εἰ συνεχῆ, φησί, προέβαινε, πῶς παρακατιών φησι «τρὶς μὲν ὀρέξατο»; ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰσχυρά.
τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη: ἐνοσίχθων γάρ ἐστιν. Δία δὲ οὐδέποτε κατιόντα καὶ μεταμορφούμενον ποιεῖ.
τρὶς μὲν ὀρέξατʼ ἰών: ὑπερφυῶς τοσαύτην θάλασσαν καὶ ἔθνη τρισὶ βήμασι παρῆλθεν. ὑπερβαλέσθαι δὲ τοῦτο θελήσας Πίνδαρος εἰς ὑπόνοιαν ἧκεν ψεύδους· «βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ ἅρπασε»
ἵκετο τέκμωρ, Αἰγάς: ἐπὶ τὸ τέλος τῆς ὁδοῦ παρεγένετο τὰς Αἰγάς. τίνος δὲ ἕνεκεν ἐπὶ τὰς Αἰγὰς ἄπεισι, παρὸν ἐν Τροίᾳ εὐθὺς γενέσθαι τὴν Σαμοθρᾴκην καταλιπόντι; ἴσως οὖν πρὸς κατάπληξιν τῶν Τρώων ἄπεισι τὸ ξίφος ληψόμενος. ἢ ὁπλιεῖται ὡς οὐκ ἀνεξομένου Διός. ἢ τῷ ἐπιτερπεῖ τῆς φράσεως τὸ τῆς μάχης στυγνὸν διαλύει. ἢ ἀναχωρεῖ, ὅπως μὴ ὑπόνοιαν δῷ τοῖς Τρωϊκοῖς …
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης: ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. Αἰγαὶ πόλις—καρπὸν βλαστάνουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι
Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης: ἐν Αἰγαῖς τῆς Εὐβοίας παράδοξα πολλὰ γίνεται· κατὰ γὰρ τὰς ἐτησίους τοῦ Διονύσου τελετάς, ὀργιαζουσῶν τῶν μυστίδων γυναικῶν, βλαστάνουσιν αἱ καλούμεναι ἐφήμεροι ἄμπελοι, αἵτινες ἕωθεν μὲν τὰς τῶν καρπῶν ἐκβολὰς ποιοῦνται, εἶτʼ αὖ πάλιν βότρυας βαρυτάτους καὶ τούτους πρὸ μεσημβρίας πεπαίνουσι, πρὸς δὲ τὴν ἑσπέραν δρεπόμενος ἄκρατον χορηγεῖ δαψιλῆ ταῖς ἀπὸ τοῦ χοροῦ παρθένοις. οὐδεμία δὲ ἔνδεια γίνεται ὑπʼ αὐτοῦ κατεχομένην τὴν ἡμέραν, ἀλλʼ ὁσάκις ἀναλίσκεται, τοσαυτάκις δαψιλεύεται. Νικοκράτης δὲ ἐν τῷ Περὶ τοῦ ἐν Ἑλικῶνι ἀγῶνος οὐ ταύτας φησὶ τὰς Αἰγὰς λέγειν τὸν ποιητήν, ἀλλʼ ἑτέραν τινὰ νῆσον ἐν τῷ Αἰγαίῳ πελάγει, περὶ ἣν καὶ παραδοξολογία τις εἶναι μυθεύεται· τοὺς γὰρ προσορμίζοντας τῇ νήσῳ νυκτὸς ἅπαντας ἀφανεῖς γίνεσθαι· διὸ μηδὲ προσπελάζειν τινά.
αὗται δὲ αἱ Αἰγαὶ νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, ὅθεν καὶ καλεῖται.
κλυτὰ δώματα βένθεσι λίμνης: τινὲς ὑποκλυζόμενα ὑπὸ θαλάσσης. οἱ δὲ διὰ τὴν δύναμιν τοῦ θεοῦ ἐν μέσῃ θαλάσσῃ εἶναι τὸ ἱερόν, καὶ τῷ βάθει τὸ ἄπιστον ἐκάλυψεν.
ἐζήτηται, διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν—εἰς τὴν συμμαχίαν κινδυνεύῃ.
χρύσεα: ἐπεὶ Ἥφαιστος αὐτὰ ἐποίησεν, ὅτε Θέτις καὶ Εὐρυνόμη αὐτὸν ὑπεδέξαντο πεσόντα
ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω: ὑποζευγνὺς τοῖς ὄχεσιν ηὐτρέπιζεν· οἱ δὲ παρὰ τὸ τεύχω, «Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ». διὰ τί οὐ τοὺς ἵππους καταλιμπάνων αὐτοῦ καὶ θᾶττον βαδίζει ἢ οὖν καλλιγραφῆσαι βούλεται ὁ ποιητὴς τὴν ὁδὸν αὐτοῦ· ἢ προπαρασκευάζεται τῷ Διῒ μαχούμενος. χαλκόποδε δὲ ἠχόποδας, «ἐρίγδουποι πόδες ἵππων». εἰσὶν Ἐριώλης καὶ Γλαῦκος ἢ Ἐγκέλαδος καὶ Σθένιος.
χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην χρυσείην εὔτυκτον: πάντα ποιητικά· ἀπὸ γὰρ τῆς παρʼ ἡμῖν τιμωμένης ὕλης καὶ παρὰ θεοῖς λαμβάνει χρύσεα δώματα καὶ χρυσᾶς τὰς ἐθείρας τῶν ἵππων καὶ χρυσὸν αὐτὸς ἀναλαμβάνει, τουτέστι πανοπλίαν χρυσῆν καὶ μάστιγα χρυσῆν. καὶ ἑξῆς τοῖς ἵπποις περιέβαλε πέδας χρυσᾶς. ὥσπερ καὶ τὰ στερεά, «σιδηρέῳ ἄξονι ἀμφίς».
χρυσὸν δʼ αὐτὸς ἔδυνε: ἀλλʼ ὁρᾶται, φασίν, ὑπὸ Διός. οὐκ ἴσασι δὲ ὅτι καιρῷ τηρεῖ αὐτοῦ τὴν ἀπουσίαν.
γέντο δʼ ἱμάσθλην: ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο «ἔλαβεν» σημαίνει.
χρυσείην: χρυσῇ λαβῇ χρωμένην.
βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ: ὡς «μάστιξεν δʼ ἐλάαν», αὐτίκα ὡς λείποντος τοῦ ὥστε, ὥστε ἐλάαν. ἢ τὸ ἐλάαν ἀντὶ τοῦ ἐλάων, ὅ ἐστιν ἐλάσων. τὸ δὲ ἄταλλε ἐσκίρτα· ἀπὸ τῶν νηπίων ἡ μεταφορά. ἐπὶ δὲ Ἑρμοῦ τὸ πέλαγος διανύοντος οὐδὲν τοιοῦτον· τῷ δὲ θαλάσσης δεσπότῃ οἰκεῖα ταῦτα. ἀλλʼ οὐδὲ αὐτός, ὅτε ἄνεισιν ἐξ Αἰθιοπίας θυμούμενος
ἐλάαν: ἐλάων.
ὑπʼ αὐτοῦ: ἐν ἄλλῳ «ὑπʼ αὐτῷ».
τινὲς δὲ γράφουσιν «ὑπʼ αὐτῷ», τῷ δίφρῳ.
ὑπʼ αὐτοῦ: διʼ αὐτόν, ὡς «ὑπὸ τῆς νόσου ἀδυναμεῖ».
ἄταλλε: εἰς ἑνότητα κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. ὑπʼ αὐτοῦ δὲ ἀντὶ τοῦ διʼ αὐτόν.
πάντοθεν ἐκ κευθμῶν: οἱ μὲν συγκοπήν, οἱ δὲ ὁ κευθμός — ὡς τευθμός —, Ἰακῶς, ὡς βαθύλειμος βαθυλείμων. ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν.
ταῦτά εἰσι τὰ εἰς θεν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν. τὸ δὲ κευθμῶν οἱ μὲν συγκοπήν φασιν, οἱ δὲ ὅτι κευθμῶν Ἰακῶς εἴρηται.
ἐκ κευθμῶν οὐδʼ ἠγνοίησαν: ὅτι ἠγνοίησαν γραπτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ «ἠγνοίησεν». καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμὸς ὡς «αὐλός».
ἠγνοίησεν: Ἀρίσταρχος «ἠγνοίησαν», ἄλλοι δὲ ἠγνοίησεν.
οὐδʼ ἠγνοίησεν ἄνακτα: στικτέον ἐπὶ τὸ ἄνακτα.
γηθοσύνη: ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· ἔστι γὰρ ἀντὶ τοῦ γηθόσυνος.
γηθοσύνη δὲ θάλασσα: Ἡρόδικος τὴν θοσ συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες «γηθόσυνα», εἶτα «ἡ δὲ θάλασσα»· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι, οἳ ἀναγινώσκουσι «γηθοσύνῃ» καὶ δοτικὴν πτῶσιν ἐκδέχονται ὥσπερ καὶ Ἀριστοφάνης· οἷς ἐγὼ συγκατατίθεμαι, ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διΐστατο, ἢ ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχῃ, ὑπὸ χαρᾶς ἡ θάλασσα διΐστατο, ὁμοίως τῷ «ὃς δὴ γήραϊ κυφὸς ἔην». τί δέ ἐστιν τὸ κινοῦν, ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρʼ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· «ὣς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο», «ἀρχὴν ξεινοσύνης», «πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν», «τὴν δʼ ᾔνησʼ, ἥ οἱ πόρε μαχλοσύνην», «δρηστοσύνῃ δʼ οὐκ ἄν μοι», «ταρβοσύνῃ· φὰν γάρ μιν». εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, πῶς ἂν γένοιτο «γηθοσύνη θάλασσα»; οὐ γὰρ ἀγαθοφροσύνη γυνή. ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν ἐκδέχεσθαι. —εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο, «γηθόσυνος δʼ οὔρῳ»· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτʼ ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.
γηθοσύνῃ: Ἀρίσταρχος ὀρθὴν αὐτήν φησιν ὡς «ψάμμῳ κυανέη», ὁ μέντοι Ἡρωδιανὸς διὰ πολλῶν αὐτὴν δοτικὴν ἀποδείκνυσιν. οἱ δὲ «γηθόσυνα» — τὰ κήτη —, εἶτα «ἡ δὲ θάλασσα». «γηθοσύνη» δὲ τόπον παρεῖχε τῷ θεῷ, φησίν, ἡ θάλασσα καὶ οὐκ ἀνθίστατο κυμαίνουσα.
διΐστατο: ὡδοποίει. καὶ τί θαῦμα; καὶ γὰρ Ἀλεξάνδρῳ φησὶ τὸ κατὰ Παμφυλίαν πέλαγος Καλλισθένης
ὑπένερθε: κάτωθεν.
ἐΰσκαρθμοι: εὖ σκαίροντες ἢ εὔποδες. τινὲς δὲ καὶ τὸν δρόμον σκαρθμὸν ὀνομάζουσιν, ὅ ἐστι ταχεῖς.
ἐΰσκαρθμοι: εὐσκάριστοι, ὅ ἐστιν—ὁ πούς.
σπέος: σπήλαιον ἀφώτιστον, παρὰ τὴν σβέσιν.
Τενέδοιο: ἡ Τένεδος Τρίοδος καλεῖται· ἔστι γὰρ μέση Αἰγαίου, Ἑλλησπόντου, Μέλανος κόλπου.
Τενέδοιο καὶ Ἴμβρου: νῆσοι πλησίον Τροίας —ἐν τῷ Μέλανι κόλπῳ.
ἔνθʼ ἵππους ἔστησε: ἄτοπον γὰρ τὸν ὁμοιωθησόμενον Κάλχαντι θεῖον ἔχειν ἅρμα. ἢ πρὸς τὸ Δία λαθεῖν.
βάλεν εἶδαρ: κομίσας δηλονότι· οὐ γὰρ φύει ἡ θάλασσα. πάσης δὲ ἡμᾶς ἀπέχει μαλακίας καὶ θεοὺς εἰσάγων αὐτουργοῦντας.
ἀρρήκτους ἀλύτους: διχῶς γὰρ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει. ἄμφω οὖν παρέλαβεν.
Τρῶες δὲ φλογὶ ἶσοι: ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον, «οἱ δʼ ἐσέχυντο νῆας ἀνὰ γλαφυράς, ὅμαδος δʼ ἀλίαστος ἐτύχθη» καίτοι ἐκεῖνο πλησίον ἦν «ὁ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν» κατὰ δʼ ἔπραττεν. ἀλλʼ ἡ διαίρεσις ἐπὶ τοὺς Τρῶας γέγονεν, ἵνʼ ἐπιζεύξειεν «ἀλλὰ Ποσειδάων … Ἀργείους ὤτρυνε».
φλογὶ ἶσοι … ἠὲ θυέλλῃ: πρὸς τὸ εὐκίνητον, ἁρπακτικόν, ἠχητικόν, ἅμα δὲ καὶ πρὸς τὴν ἄλογον ὁρμήν· ὅθεν οὐδὲ ἐμψύχοις ἀπείκασεν, οἷον λέουσιν ἢ λύκοις. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα ὀνόματα· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.
ἄβρομοι αὐΐαχοι: ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν ἰαχοῦντες, κατʼ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας παρίστησιν.
ἄβρομοι αὐΐαχοι: φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρός, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης· «οὔτε πυρὸς τόσσος γε ποτὶ βρόμος».
αὐΐαχοι: οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγαθὸς ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ ἀΐαχοι, κατʼ ἐπίτασιν ὄντος τοῦ α, εἶτα πλεονάσαι τὸ υ. Χρύσιππος δὲ ὁ Στωικὸς καὶ Διονύσιος ὁ Θρᾷξ δασύνουσι τὸ αὐΐαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.
Ἀχαιούς: γράφεται «ἀρίστους».
εἰσάμενος Κάλχαντι δέμας καὶ ... φωνήν: τὰ ἐναντία δύο ἔλαβε· δύο γάρ εἰσιν, ὧν χρὴ προΐστασθαι τῶν ἀσθενῶν πρὸς διόρθωσιν καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν.
εἰσάμενος Κάλχαντι: ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατὰ Ἀγαμέμνονος μέλλει λέγειν πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται. οἱ δὲ ὅτι ὁ ποιήσας τὸ ἐν Εὐβοίᾳ ἱερὸν Κάλχαντος ἀδελφὸς ἦν.
εἰσάμενος: ὅτι τὸ εἰσάμενος πολλὰ σημαίνει, νῦν μὲν ὁμοιωθείς, ἐν ἄλλοις δὲ «καί ῥʼ ἐπιεισαμένη» ἐφορμήσασα. «εἴσατο δʼ ὡς ὅτε ῥινόν» ἀντὶ τοῦ ἐφάνη.
εἰσάμενος: ὁμοιωθείς, ὁρμήσας, φανείς.
ἀτειρέα φωνήν: οἱ μέν, ὅτι καὶ τῶν κηρύκων τῶν ἐννέα εἷς ἦν ὁ Κάλχας. οἱ δὲ τὴν ἑαυτοῦ θείαν φωνήν.
μεμαῶτε: τοῦ σῴζειν ἢ μάχεσθαι.
σφὼ μέν κε σαώσετε: περισσὸς ὁ κέ.
ἄλλῃ: κατʼ ἄλλην τάξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες.
Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ:στικτέον κατὰ τὸ τέλος τοῦ στίχου.
ὑπερκατέβησαν: ὑπερβάντες καθείλοντο.
ἕξουσιν: Ἀριστοφάνης «σχήσουσιν», ὁμοίως τῷ «πάρμενετʼ· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί».
τὸ δὲ ἕξουσιν Ἀριστοφάνης «σχήσουσιν» γράφει.
τῇ: κατὰ ταύτην τὴν τάξιν.
ΠΕΡΙΔΕΙΔΙΑ: ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναστρέφεται, ὅτε σημαντικὴ ὑπάρχει τοῦ περισσῶς.
περιδείδια: ὑπερδείδια. οὐκ ἀναστρέφεται δὲ ἡ περί, ὅτε τὸ περισσῶς δηλοῖ.
ᾗ: δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς δὲ ἔχεται συντάξεως, τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοῦ· «τῇ ἴμεν, ᾗ κεν δὴ σύ, κελαινεφές», «τῇ γὰρ ἔχʼ, ᾗ ῥα πολὺ πλεῖσται».
ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης: τινὲς ᾗ ὅ γε ἀντὶ τοῦ ὅ, τι, ὥς φαμεν «ᾗ ὀμόσας μοι παρέβη». λύσσα δὲ παρὰ τὸ λελύσθαι τὰς φρένας.
λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας.
ἀθανάτοισι: «ἡγεμονεύει».
ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι: ἀλαζονεύεται· φησὶ γὰρ «τιοίμην δʼ, ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι» καὶ «ἐπὴν ἐς νῆας ἵκωμαι μνημοσύνη … πυρὸς … γενέσθω».
ὧδε: οὕτως ὡς νῦν ὑπομένετε.
ἐρωήσαιτε: ἡσυχάσαι ποιήσαιτε.
εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει: τοῦτό ἐστι … «Διῒ δὲ κρατερῶς ἐνεμέσσα».
σκηπανίῳ: Κυρηναῖοι οὕτω τὸ σκῆπτρον. σκῆπτρον δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα. ἢ ὅτι ἐσκηπτροφόρουν οἱ μάντεις. σημειωτέον δὲ ὅτι θεὸς Αἴαντι τῷ Τελαμωνίῳ βοηθεῖ.
κεκοπώς: διχῶς Ἀρίσταρχος, καὶ «κεκοφώς» καὶ κεκοπώς.
κεκοπώς: ὅτι ἀντὶ τοῦ κόπτων. ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντιμάχου «κεκοπών».
κεκοπώς: ὡς πεπληγώς. αἱ δὲ Ἀριστάρχου διχῶς, κεκοπὼς καὶ «κεκοφώς». ἐν δὲ τῇ Χίᾳ «κεκοπών».
κεκοπώς: λεληθότως· ἀμέλει θαυμάζουσιν αὐτοί.
γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν:ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα οὐκέτι.
γυῖα δʼ ἔθηκεν—ὕπερθεν: ἐντεῦθεν μετατίθεται εἰς τὸν Ἐπιτάφιον καὶ γίνεται ψεῦδος καὶ ἄτοπον· ἔστι δὲ ὅμοιον τῷ «ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα». ἀρκεῖ δὲ τὸ «πλῆσεν μένεος κρατεροῖο».
αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος: παραβολικός, οὐ φανταστικὸς ὁ λόγος. ὠκύπτερος δὲ ὁ τὴν ὠκύτητα ἐν πτεροῖς ἔχων.
ἀπʼ αἰγίλιπος πέτρης: ἐφʼ ὕψους γὰρ ἕστηκε θηρᾶν μέλλων.
μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφʼ ὕψους.
περιμήκεος: περιμήκεος ὡς «Διομήδεος»· τὰ γὰρ εἰς ης σύνθετα, παρʼ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ «μεγακήτης» ἦθος κακοήθης· διὸ τὰ «λαθικηδής» «οἰνοπληθής» ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντεθεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω.
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο: ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ δευτέρου, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλλοιογενοῦς ἀκουσόμεθα.
ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο: ἕτερον τῷ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται. τῷ δὲ πεδίοιο λείπει ἡ ὑπέρ. ἔστι δὲ ὡς «ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι».
ὣς ἀπὸ τῶν ἤϊξε: θέλει ἐπιγνωσθῆναι, ἵνα ἐλπίσαντες προθυμότεροι γένωνται.
τοῖϊν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας: πρὸς τὸ δυϊκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων, «νῆσον Σειρήνοιϊν», ὅτι ὁ λόγος ὡς περὶ δύο.
τοῖϊν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας: ὡς ἰδίαν ἔχων δύναμιν οὐ ταχέως ᾔσθετο τῆς ἐπικουρίας ὁ Τελαμώνιος, ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς ἐπέγνω ταχύ. ἢ ὅτι νωθὴς ὁ Τελαμώνιος, ὁ δὲ ὀξύτερος.
Ὀϊλῆος ταχὺς Αἴας: Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος— παχυμερῶς.
Αἶαν, ἐπεί τις νῶϊ θεῶν: τὸ ἑξῆς ἐστιν· ἐπεί τις θεῶν κέλεται μάχεσθαι «καὶ δʼ ἐμοὶ αὐτῷ». τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. ἡ διπλῆ, ὅτι ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητής, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος ἔγραφεν «ᾧ τε σύ, Κάλχα» χωρὶς τοῦ ν.
ἐπεί τις νῶϊ θεῶν: παρέλκει ἡ ἐπεί. ἢ ὅμοιόν ἐστι τῷ «ἐπεί με κατʼ αἶσαν ἐνείκεσας».
μάντει εἰδόμενος: οὐ διαιρεῖ, ὡς τὸ «ἀΐδρει φωτὶ ἐοικώς».
παρὰ νηυσὶ μάχεσθαι: τὸ μάχεσθαι συναπτέον τῷ «καὶ δʼ ἐμοὶ αὐτῷ θυμός», τὰ δὲ ἄλλα διὰ μέσου.
οὐδʼ ὅ γε: ὁ δέ ἀντὶ τοῦ γάρ. οἰωνιστής: οἰωνοσκόπος. πῶς δέ—τὸ θεῖον ἑαυτοῦ.
ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων ῥεῖʼ ἔγνων ἀπιόντος: ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησί, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα πρὸς τὸ ἀπιόντος· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός. καὶ συνῳδὸν τὸ τάχος τῷ «αὐτὸς δʼ ὥς τʼ ἴρηξ». ἴχνιον δὲ παρὰ τὸ ἥξω ἷγμαι ἴγνιον ἴχνιον, ὡς παίγνιον· προπαροξυτονητέον δέ· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἐπεὶ ἔδει ὡς «ἑρκίον αὐλῆς» παροξύνεσθαι.
ἴχνια: τὸ ἴχνιον προπαροξυτονητέον ὁμοίως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικόν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται, ἐδηλώσαμεν ἐν τῇ Α.
ἴχνια: ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὁ μὲν παρὰ τὸν ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμόν, ὁ δὲ παρὰ τὸν παίξω· τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέτερα, τυρὸς τυρίον, χρυσὸς χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δʼ ἀπὸ βραχείας οὐκέτι, φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον. τὸ δὲ ἴχνια ὡς σύμφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν πρὸ αὐτοῦ.
ἴχνια: γράφεται καὶ «ἴθματα». Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης «ἴχματα».
θυμὸς ἐνὶ στήθεσσι: ὁ ἐντὸς στέρνων θυμός.
μαιμώωσι: ἀντὶ τοῦ αἱμώωσι.
οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι:ὅρα τὸ ἦθος ὡς ἁπλοῦν· οὐδὲν μὲν γὰρ περὶ θεοῦ λέγει, ἁπλῶς δὲ τὸ παριστάμενον αὐτῷ δηλοῖ.
νέρθε πόδεσσιν: «νέρθε δὲ ποσσίν».
ἔσσυμαι: τὸ θέμα σύω σύσω, ὅθεν καὶ σῦς.
μενοινώω δὲ καὶ οἶος: εἰ καὶ μετὰ Διός ἐστιν ἢ τοῦ τάγματος.
χάρμῃ γηθόσυνοι: χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν· τὴν γὰρ χαράν, ὥς φησιν ἀριστείδης, οὐδετέρως ἀεὶ λέγει χάρμα.
χάρμῃ: κυρίως νῦν τῇ μάχῃ, ἀλλὰ τῇ πρὸς πόλεμον προθυμίᾳ.
ἄλλως· χάρμῃ τῇ μάχῃ· τὴν γὰρ χαρὰν χάρμα φησίν. καὶ οὐκ ἂν ἐπήγαγε γηθόσυνοι, εἰ τὴν χαρὰν ἐδήλου.
χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. νῦν δέ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ.
χάρμῃ: ὅτι ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ ἐπὶ χάρμῃ.
τόφρα δὲ τοὺς ὄπιθεν ... Ἀχαιούς: ὄπιθεν τῶν Αἰάντων Σαλαμίνιοι λοκρούς.
τόφρα δὲ τοὺς ... ὦρσεν: ἕως ἐλάλουν.
ἀνέψυχον: ἀναψῦξαί ἐστι τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.
γυῖα λέλυντο: πρὸς τὸ σχῆμα, ὅτι ὡς «σπάρτα λέλυνται».
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο: διπλοῦν ἦν αὐτοῖς τὸ δεινόν· τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.
δερκομένοισι Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ: περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμῦναι ἦσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ «τοὺς οἵ γʼ εἰσορόωντες»· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα.
ὑπʼ ὀφρύσι δάκρυα λεῖβον: εἰς ἔσχατον προῆκται τὰ τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρατάξεως στρατιώτας κλαίοντας ἐν τοῖς ὅπλοις, καὶ ταῦτα Ἕλληνας. λεληθότως δὲ ἔκλαιον.
ὑπʼ ὀφρύσι δάκρυα λεῖβον: ἐστέναζον, ἐδάκρυον· οἱ γὰρ ὀφθαλμοὶ—λεληθότως ἔκλαιον.
φεύξεσθαι ὑπὲκ κακοῦ: τὸ φεύγειν γενικῇ συντάσσει, «πεφυγμένος ἦεν ἀέθλων». ἔστι δὲ ὑποφεύξεσθαι ἐκ τοῦ κακοῦ.
Λήϊτον: ἐγγὺς γὰρ Λοκρῶν Βοιωτοί. οὗτοι δεύτεροι μέν εἰσι κατʼ ἀλκήν, πρόθυμοι δὲ πάντες καὶ νέοι.
Πηνέλεων: διὰ τοῦ ο Ἀριστοφάνης, «Πηνέλεον».
Θόαντα: ἐγάμει γὰρ Ἀνακτορίαν τὴν Πηνέλεω.
Δηΐπυρον: Πύλιος ἦν, ὥς τινες. οἱ δὲ ἀδελφὸν Μηριόνου. ἰσοδυναμεῖ δὲ τὸ ὄνομα τῷ Πυραίχμῃ
μήστωρας ἀϋτῆς: πρακτικοὺς μάχης.
αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι: λείπει ἐστί. Ἑλληνικὸν τὸ τῆς αἰδοῦς προβάλλεσθαι· τοῖς δὲ βαρβάροις ὁ Ἕκτωρ οὐ τὸ αἰσχρόν, ἀλλὰ τὸν φόβον, «αὐτίκʼ ἐμῷ ὑπὸ δουρὶ τυπείς». εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνῄσκει ἐπὶ δειλίᾳ συγγνώμην οὐ φερομένης· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα.
αἰδώς, Ἀργεῖοι, κοῦροι νέοι: κοῦροι· εὐγενεῖς. ἔστιν οὖν «αἰσχύνης ἄξια ποιεῖτε Ἕλληνες ὄντες εὐγενεῖς καὶ νέοι»· ἢ κατὰ πεῦσιν.
αἰδώς, Ἀργεῖοι: τινὲς «αἰδοῦς ἄξιόν ἐστιν».
κοῦροι, νέοι: ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμενον τοῦ νέοι.
ὔμμιν ἔγωγε μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς: αἰσχρὸν οὖν τὴν ὑπόνοιαν ἀπολέσαι, ἣν ἔχετε παρὰ τοῖς πολλοῖς.
ὔμμιν ἔγωγε —σαωσέμεναι: τοιαῦτα καὶ πρὸς τοὺς Αἴαντας· «σφὼ μέν κε σαώσετε».
πέποιθα: ἐπεποίθειν.
ἁμάς: ἡμετέρας. τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος καίτοι Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβήν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικόν, εἴπερ εἰς αν κατέληγεν.
κατʼ ἀρχὴν δὲ μόνον Δώριον.
ἁμάς: ἤγαγε γὰρ εἰς Ἴλιον· «καὶ νῆες ἡγήσατο Ἀχαιῶν Ἴλιον εἴσω».
εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε—δαμῆναι: ἐντέχνως τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἐπαναφέρων.
εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι: φαίνεται. λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ τοῖς Τρωσὶ δαμῆναι. ἀντὶ τοῦ προφανές ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπολούμεθα.
δαμῆναι: ἀντὶ τοῦ ὑποταχθῆναι.
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι: νῦν ἀνεφάνη ἡ ἡμέρα, ἐν ᾗ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε.
Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας: ἐν τῷ ἡμετέρας μεγάλη ἔμφασις, καὶ ἔστι μυρία ὑπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικάς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων.
Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας: ἐν ἤθει τὰ θαύματα ταῦτα, ὡς τὸ «Ἕκτωρ δὴ παρὰ νηυσί».
φυζακινῇς: ὁμοίως ἀναγνωστέον τῷ «ἐαρινῇς». πῶς δʼ ἐσχημάτισται, δεδήλωται ἐν τῷ Περὶ παρωνύμων
ἐλάφοισιν ἐοίκεσαν: ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι;
θώων: Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεὶ τὰ εἰς ες λήγοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμένην· διὸ καὶ τὸ «Τρώων» καὶ «δμώων» καὶ «παίδων» ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ «πάντων» καὶ «λάων» καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς.
θώων: παραπλήσιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα τῷ τίκτεσθαι βαδίζειν, ἢ ὅτι μετὰ ἅλματός ἐστιν ἡ βάδισις αὐτοῦ.
θώων: οἱ θῶες ζῶα ἄλκιμα καὶ εὐκίνητα. ἔνιοι δὲ παραπλήσια ὑαίνῃ. τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵνʼ ὁμοτονῇ τῷ «θηρῶν» καὶ «κυνῶν». οὕτως δὲ καὶ Ἀρίσταρχόν φασι προφέρεσθαι. Διοκλῆς καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες, «κύνες», «χεῖρες», ὅταν δὲ ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον «Τρῶες», «δμῶες», «θῶες», λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ «παίδων» καὶ «πάντων». Χαῖρις δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν.
πορδαλίων: οὕτως Ἀρίσταρχος «παρδαλίων», ἄλλοι δὲ πορδαλίων.
ἤϊα: τὰ τοῦ εἶναι αἴτια βρώματα ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες «λάθρῃ γυῖα βαρύνονται».
ἤϊα: ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ —κἀκεῖσε φέρεται.
ἠλάσκουσαι ἀνάλκιδες: ἐκκλίνουσαι διὰ δειλίαν καὶ ἐν ἑνὶ τόπῳ διάγουσαι, μὴ ἐπιμιγνύμεναι τοῖς ἄλλοις.
ἔπι: ἔπεστι. τινὲς δέ, οὐκ ἐπὶ μάχῃ ἠλάσκουσαι.
νῦν δʼ ἕκαθεν πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται: Ἡρακλέων ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησίν, ἐμφαίνῃ τοιοῦτό τι· «τί δὲ λέγω πόλιος; ἐπʼ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ μάχονται». ἱκανὸν μέντοι βραχὺ διαστέλλειν.
νῦν δʼ ἕκαθεν πόλιος: Ζηνόδοτος καὶ Ἀριστοφάνης «νῦν δὲ ἑκὰς πόλιος».
Ζηνόδοτος δὲ «ἑκάς» γράφει.
ἕκαθεν πόλιος: τὸ ἕκαθεν πόλιος ἔμφασιν ἔχει ἑτέρου διαστήματος. ἐπιφέρει δὲ τὰς ναῦς, ἐν αἷς ἐστιν αὐτοῖς ἡ σωτηρία.
ἡγεμόνος κακότητι: τὰς εἰς ἀρέσκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς τυράννοις.
μεθημοσύνῃσι: καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ μεθημοσύναις· καὶ πάλιν «τῇδε μεθημοσύνῃ».
οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι: ἀντὶ τοῦ ἐρίζοντες, ὡς «ἡ δὲ ψευσαμένη». εὖ δὲ τὸ μὴ φάναι «οὐκ ἐθέλετε». πρὸς βασιλικοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἄντικρυς παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.
νηῶν: ὅτι ἐλλείπει ἡ περί, περὶ νηῶν.
νηῶν: λείπει ἡ ὑπέρ.
ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν: εἰ γὰρ καὶ εἶπεν «ἀασάμην, οὐδʼ αὐτὸς ἀναίνομαι», ἀλλʼ ἐκμειλισσόμενος τὸ πλῆθος ἔλεγεν.
ἀκεώμεθα: ὅτι ἀμφίβολον τὸ ἀκεώμεθα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιές, οἷον τὸ ἐλάττωμα ἰασώμεθα.
ἀκεώμεθα: τὴν ἔριν ἢ τὴν μῆνιν Ἀχιλλέως, ἢ τὴν ἀμέλειαν, ἣν αὐτοῖς ὀνειδίζει.
ἀκεώμεθα: τὴν ἑαυτῶν ἀμέλειαν.
ἀκεσταί τοι φρένες ἐσθλῶν: τινὲς εἰς Ἀχιλλέα· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρτηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.
ἀκεσταί τοι: ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τέ, «ἀκεσταί τε».
ἀκεσταί: εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. ἢ θεραπευτικαί.
πάντες ἄριστοι ἐόντες: τῷ ἐπαίνῳ θεραπεύει καὶ μεῖζον ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥᾳθυμίᾳ.
μαχεσσαίμην: ἀντὶ τοῦ ἐγκαλέσαιμι.
νεμεσσῶμαι περὶ κῆρι: κατὰ ψυχήν. ἢ ὡς τὸ «περιβάλλει ἅπαντας μνηστῆρας δώροισι».
ὦ πέπονες: τινὲς προσηνεῖς· παραμυθεῖται γὰρ αὐτούς.
κακὸν ποιήσετε μεῖζον: μεῖζον τοῦ νῦν δηλονότι.
αἰδῶ καὶ νέμεσιν: τὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων ἀκολουθοῦσαν μέμψιν.
δὴ γὰρ μέγα νεῖκος ὄρωρεν: μεγάλη φιλονεικία διανίσταται πολέμου.
Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς— καὶ μακρὸν ὀχῆα: μετʼ ἀναστάσεως τὸ δίστιχον προενεκτέον, ὡς τὸ «Τρῶας ἐφʼ ἡμετέρας ἰέναι». τὸ δὲ βοὴν ἀγαθός πρὸς ἐρεθισμὸν αὐτῶν, καὶ «Ἕκτορα δʼ ἐφράσσαντο βοὴν ἀγαθόν».
μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ «Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας». βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρεθισμὸν ἐκείνων.
μακρὸν ὀχῆα: ἑκάτερον.
ὀχῆα: τὸν ἑκατέρας πύλης· δύο γάρ εἰσι, καὶ «τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων».
κελευτιόων: κελευτὴς κελευτιῶ. καὶ ἀλλαχοῦ δέ φησι «κελευτιόωντʼ ἐπὶ πύργῳ». ἴσως δὲ καὶ τούτους κατὰ τὸ σιωπώμενον ἔπληξε τῷ σκηπανίῳ ὡς καὶ τοὺς Αἴαντας τινὲς δὲ «κελευθιόων» ἀντὶ τοῦ ὁδηγῶν, τοὺς Ἕλληνας.
κελευτὴς κελευτιῶ κελευτιόω. ἴσως δὲ οὐ τὸ προτάσσων δηλοῖ, ἀλλὰ τὸ διεγείρων.
καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών: πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἂν καὶ κέν.
ἐκ παραλλήλου ὁ ἄν καὶ ὁ κέν.
οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο: ἀλλὰ θαυμάσειεν. ἔστι δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτιθεμένου τὴν εἰκόνα τοῦ πράγματος, διʼ ἐμφάσεως δὲ καταλείποντος τοῖς ἀκροαταῖς σκοπεῖν, ὁποῖαί τινες ἦσαν.
λαοσσόος: ἡ ὁρμῶσα ἢ σῴζουσα τοὺς συμμαχομένους ἢ σοβοῦσα τοὺς ἐναντίους· ὅθεν καὶ «ἐγρεκύδοιμος»
φράξαντες δόρυ δουρί, —μάχεσθαι: πάντες μὲν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι καὶ λόγχαις. τούτων δὲ οἱ μὲν πρωτοστάται κατὰ μέτωπον ἦσαν, πάντες ὁμοίως τὰ δόρατα κατὰ προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται, κατὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν παραβεβληκότες δόρατα μείζω δυσὶ πήχεσιν· καὶ οἱ τρίτοι παρʼ ἀμφοτέρους ὁμοίως ὥστε τρεῖς ἀκμὰς ἀνέχειν τὰ δόρατα· οἱ τέταρτοι δὲ καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθάς, ὡς εἴ τι κενοῖτο τῆς παρατάξεως τιτρωσκομένων ἢ φονευομένων τοῦτο πληροῦν, κυκλούμενοι δὲ ποιεῖν ἀμφίστομον τὴν τάξιν.
φράξαντες δόρυ δουρί, —μάχεσθαι: ἐμφάσεως δὲ χάριν εἶπεν. καὶ συνέφρασσον μὲν ἀλλήλους φαλαγγηδόν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα· ἐπεὶ πῶς ὥρμων καὶ ὑπεχώρουν καὶ ἐσκύλευον; καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα ἐπύκνωσαν ἑαυτούς. τοῦτον δὲ τὸν συνασπισμόν, ὡς ὁ τακτικὸς Ἑρμόλυτος λέγει, ἐνομοθέτησε Λυκοῦργος, ἐδίδαξε δὲ Λύσανδρος Λάκων καὶ Ἐπαμινώνδας, εἶτα ὑπὸ Χαριδήμου Ἀρκάδες ἐδιδάχθησαν καὶ Μακεδόνες. προθελύμνῳ δὲ ἀλλεπαλλήλῳ, ἢ ἀλλεπαλλήλους πτύχας ἔχοντι.
ἱππόκομοι: προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ. οὕτως οὖν ἀναγνωστέον ὡς κυπαρισσόκομος, «καλλίκομος» τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος, «ἄναυδος»· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος, ὅτε τὸ κομεῖν ἔγκειται· «Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην».
ἱππόκομοι: ἱππείας κόμας ἔχουσαι.
φάλοισι: φάλοι συρίγγια ἐπὶ τῶν μετώπων, εἰς ἃ καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλλήλων.
φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀνάστημα. τὸ δὲ πᾶν οὕτως· οἱ τῶν κορύθων λόφοι ἀλλήλοις ἔψαυον.
ἔγχεα δʼ ἐπτύσσοντο: αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσσομένοις ἐῴκει. γίνεται δὲ ἐκ τοῦ πτύω τὸ βάλλω πτύσσω πλεονασμῷ τοῦ ς.
θρασειάων: θρασείαις ψυχαῖς ὑπηρετουσῶν, ὡς «ἀσπίδα θοῦριν».
σειόμενʼ· οἱ δʼ ἰθὺς φρόνεον: τινὲς «σειόμενοι δʼ ἰθὺς φρόνεον» ὥστε εὐθεῖαν πρὸς Τρῶας χωρεῖν.
οἱ δʼ ἰθὺς φρόνεον, μέμασαν δέ, μάχεσθαι: βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς «οἱ δʼ ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν».
προὔτυψαν: προενέσεισαν ἀθρόοι διὰ τὴν εὐημερίαν. οἱ δὲ προσέπεσον καὶ προενήλασαν.
προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ τῇ εὐημερίᾳ θαρροῦντες.
ἀολλέες: ἀθρόοι.
ἀντικρὺ μεμαώς: ἐπʼ εὐθείας ὡρμημένος.
ὀλοοίτροχος: λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοός, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. Δημήτριος ὁ Γονύπεσος δασύνει, ἵνʼ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτω δὲ καὶ Ἑρμαπίας καὶ Νικίας καὶ Ἀριστέας καὶ Ἀριστόνικος. Κομανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ψιλοῦσι καὶ παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν. ἐπένθεσις δὲ τοῦ ι περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ «Ἄτλαντος θυγάτηρ ὀλοόφρονος». Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα «ὀλοοίτροχον» καλεῖ.
ΟΛΟΟΙΤΡΟΧΟΣ: ὅλος τροχοειδής. οἱ δέ, ἐν τῷ τρέχειν δεινός. καλῶς βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.
κατὰ στεφάνης: στεφάνης τῆς ἐν πλάτει ἐξοχῆς. ἡ δὲ κατά ἀντὶ τῆς ἀπό ἢ ἀντὶ τῆς ἔξ.
στεφάνης: στεφανοειδοῦς.
στεφάνης: περικεφαλαίας, ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας πέτρας.
ἀσπέτῳ ὄμβρῳ ... ὕψι δʼ ἀναθρῴσκων: ἀναγκαίως τὸ ἀσπέτῳ πρὸς τὸ δυνηθῆναι πέτρον ῥῆξαι. τὸ δὲ ἀναθρῴσκων προσκρούων καὶ ἀφαλλόμενος.
ἀναιδέος: ἀνενδότου, σκληρᾶς.
ἔχματα πέτρης: τὰ ἐξέχοντα καὶ μὴ ἐῶντα κυλισθῆναι αὐτόν· ἢ τὰ συνέχοντα τὴν πέτραν πρὸς τὸ ὄρος.
ὕψι: ὡς «οἴκοθι» καὶ «ἄγχι», ὥς φησι Πτολεμαῖος. τινὲς δὲ τοῦτο ὀξύνουσιν, «ὑψί».
ὁ δʼ ἀσφαλέως θέει ἔμπεδον, ἕως ἵκηται ἰσόπεδον: ἀσφαλέως ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ θεῖν σφοδρότητος. τὸ δὲ ἰσόπεδον ἀντὶ τοῦ ὁμαλὸν πεδίον, οἷον «ἕως οὗ κατέλθῃ εἰς ἰσόπεδον πεδίον», ἀντὶ τοῦ ἴσην ἔχον γῆν καὶ ὁμαλήν.
ἐσσύμενός περ: ἐψύχωσε τὸν λίθον.
εἵως: τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ τοῦ τέως· διόπερ οὔτε ὑποστιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπιφερομένην.
εἵως μέν: ἕως τινὸς μέν. οἱ δὲ ἀντὶ τοῦ τέως.
ἀπείλει: ἠπείλει, ὑπισχνεῖτο. ἔσθʼ ὅτε δὲ—δηλοῖ.
ῥέα διελεύσεσθαι: οὕτως Ἀρίσταρχος. οἱ δὲ «ῥεῖα δʼ ἐλεύσεσθαι». τὸ δὲ ἑξῆς· ὁ δὲ Ἕκτωρ ἕως μέν τινος ἠπείλει εὐκόλως διελθεῖν μέχρι τῆς θαλάσσης —ἡ δὲ διά ἔμφασιν ἔχει—ἀντὶ τοῦ τοὺς σκόλοπας καὶ τὴν τάφρον διελεύσεσθαι.
ἐνέκυρσε: ἢ ἀπὸ τοῦ κύρω ἢ ἀπὸ τοῦ ἐνεκύρησεν.
μάλʼ ἐγχριμφθείς: ἀντὶ τοῦ λίαν ταῖς φάλαγξι ἐμπελασθείς.
ἀμφιγύοισιν: πρὸς τὸ ἀμφιγύοισιν, ὅτι οἱ μέν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται, οἱ δὲ ἀπὸ τοῦ γυιῶσαι, ὅτι βλάπτει ἀμφοτέρωθεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γυίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· γυῖα γὰρ τὰ ἄκρα.
ἀμφιγύοισιν: ἀμφοτέρωθεν βλάπτουσιν καὶ γόον ἐπάγουσιν, ἀπὸ αἰχμῆς καὶ στύρακος. τὰ δὲ ναύμαχα «κατὰ στόμα» μόνον «εἱμένα χαλκῷ»· οὐκ ἔχουσι γὰρ στύρακα. ἢ ἀμφοτέρωθεν πρακτικοῖς· γυῖα γὰρ κυρίως πόδες καὶ χεῖρες, διʼ ὧν πράσσομέν τι.
ὁ δὲ χασσάμενος πελεμίχθη: ὅτι Ζηνόδοτος γράφει «ὁ δὲ χάσσατο πολλὸν ὀπίσσω». ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν, ἵνα ἀποπέσῃ.
χασσάμενος πελεμίχθη: ἀντίστροφον τὸ σχῆμα.
διαπρύσιον: ἢ διαπύρσιον, ὅ ἐστι διαφανές, τουτέστι φωνῇ σημήνας ὡς πυρσῷ, ἢ διαπερῶν τὰς ἀκοάς.
διαπρύσιον: διὰ παντὸς—ἢ διαπύρσιον, διαφανὲς καὶ σημαντικόν.
Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί:πῶς τοὺς διεσκεδασμένους ἀνεκάλει κελεύων; βάρβαρος ὁρμὴ καὶ ὑπερήφανος.
παρμένετε: ἀλλήλοις· αὐτὸς γὰρ ἔχει Δία καὶ οὐ προσδεῖταί τινος.
πυργηδόν: δίκην πύργου, ἐν—τῷ σφαιρηδόν.
ΟΙΩ: «οἴῳ» ἄμεινον, μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ. ἢ τὸ «ὀΐω» ἀντὶ τοῦ πέπεισμαι· «ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν».
εἰ ἐτεόν: ἐπεὶ ἐτεῶς· ὁ εἴ συναπτικὸς ἀντὶ τοῦ ἐπεί, ὡς τὸ «χρὴ δʼ, εἰ σοφὸς πέφυκας» καὶ ὁ Εὐριπίδης «οὔκουν δικαίως, εἴπερ εἴργασαι τάδε;»
ἐρίγδουπος πόσις Ἥρης: ἀντονομασία, ἀντὶ τοῦ ὁ Ζεύς.
μένος: τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι· ὅθεν καὶ ὁ «μέμονα» παρακείμενος.
Δηΐφοβος: προσυνίστησιν αὐτόν, ὅτι μετὰ τὴν Ἕκτορος τελευτὴν διεδέξατο τὴν στρατηγίαν.
κοῦφα ποσὶ προβιβάς: ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαίνων· ἢ ἐπʼ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων.
κοῦφα: μετέωρα.
ὑπασπίδια προποδίζων: οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ τῷ τῆς ἀσπίδος κύκλῳ τὸ σῶμα κρύπτων· ἐξ οὗ δῆλον ὅτι οὐκ εἶχεν ἀμφιβρότην ἀσπίδα, οὐδὲ πλαγίαν αὐτὴν ἐκράτει.
ὑπασπίδια προποδίζων: ὑπὸ τὴν ἀσπίδα ἠρέμα— οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει.
Μηριόνης δʼ αὐτοῖο τιτύσκετο: ὅτι παραλέλειπται πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ ὅλον ἀντὶ τοῦ ἐπʼ αὐτόν, ὡς καὶ τὸ «ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου».
καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην: τὸ ἑξῆς καὶ βάλε κατʼ ἀσπίδα. οὕτως οὖν διορθωτέον.
καὶ βάλεν, οὐδʼ ἀφάμαρτε: ταὐτὸν διʼ ἀμφοῖν δηλοῦται· βάλλειν γὰρ τὸ ἐπιτυγχάνειν φησὶν ὁ ποιητής· «οὐκ ἔβαλες τὸν ξεῖνον» καὶ «βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων».
βάλλειν καὶ ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ· οἷον ἐπέτυχεν, ἀλλʼ οὐκ ἀπέτυχεν.
τῆς δʼ οὔ τι διήλασεν: οὐδὲ τὸ τυχὸν διῆλθεν αὐτήν.
ἐν καυλῷ: ἀντὶ τοῦ κατὰ τὸν καυλόν, ὡς «ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ», λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον μέρος τοῦ δόρατος.
δεῖσε δὲ θυμῷ: ὁ δέ ἀντὶ τοῦ γάρ.
χώσατο: ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη.
χώσατο: ἡ σύγχυσις τῆς ψυχῆς, οὐ μὲν ἐπὶ χαρᾶς οὐδὲ ἐπὶ ὀργῆς. καὶ φθέγγεται μὲν οὐδέν — οὐ γὰρ οἰκεῖον τῷ παρόντι καιρῷ —, τὴν δὲ διάθεσιν αὐτοῦ διὰ τοῦ χώσατο ῥήματος ὁ ποιητὴς παρέστησεν.
ἀμφότερον: διʼ ἀμφότερα.
νίκης τε καὶ ἔγχεος: ὅτι λείπουσιν αἱ προθέσεις, περὶ νίκης καὶ περὶ ἔγχους.
ὃ ξυνέαξε: τὸ ὅ ἀντὶ τοῦ ὅτι, ὡς «ὅ μοι γέρας».
ὅτι.
ξυνέαξε: Ζηνόδοτος «ξυνέηξε».
ἀρίσταρχος δὲ διὰ τοῦ η «ξυνέηξεν».
βῆ δʼ ἰέναι— οἰσόμενος δορὺ μακρόν: πιθανῶς ὁ ποιητὴς τοὺς μὲν ὡς τραυματίας ἐξήγαγε τοῦ πολέμου, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς.
τοὺς μὲν οὖν ὡς τραυματίας πιθανῶς ὁ ποιητής, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς ποιεῖ.
οἰσόμενος: ἑαυτῷ. οἴσων δὲ καὶ ἑτέρῳ, «οἶσε θέειον, γρηΰ»· «οἴσετε πῦρ». διὰ τί δὲ οὐκ ἔπεμψεν ἐπὶ δόρυ, ἀλλʼ αὐτὸς ἄπεισιν; ἢ ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων καὶ πλησίον ἦν ἡ σκηνή, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχύνουσι, καὶ παρὼν ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ οὐκ ἔχων. τὸ δὲ ὅλον, διὰ τὸ ἀναπαῦσαι τοὺς ἀκροατὰς ἀπὸ τῆς μάχης τοῦτο πράττει ὁ ποιητής, ὅπερ ἔσται Ἰδομενέως αὐτῷ συμβαλόντος
οἰσόμενος: κομίσων, ἐνεγκῶν. διαφέρει—δὲ ἑαυτῷ.
ὅ οἱ κλισίηφι λέλειπτο: δύο οὖν εἶχεν, οἷς αὐτὸς ἐχρῆτο—διάφορα γὰρ τὰ τῶν βασιλέων, ὡς καὶ ἡ Ἀχιλλέως μελίη —, ἄλλα δὲ εἶχε πολλά. τινὲς δὲ «ἅ οἱ», ὡς «κῆτος, ἃ μυρία βόσκει».
Ἴμβριον αἰχμητήν, πολυΐππου Μέντορος υἱόν:χαρίεν τὸ ἐφʼ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέσεις ἐκφέρειν· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστου μακρόν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πιθανόν. τὸ δὲ Μέντορος Κέντορος ἔδει· οἰκεῖον γὰρ τῷ πολυΐππῳ τὸ κεντεῖν.
ναῖε δὲ Πήδαιον: ὅτι Ζηνόδοτος γράφει «ὃς νάε Πήδαιον», ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένηται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ.
Πήδαιον: ὑπὸ τὴν Ἴδην πόλις πρὸς Θήβην, οἱ δὲ πρὸς Καρίαν. τινὲς δὲ τὴν αὐτὴν τῇ Πηδάσῳ.
ἂψ εἰς Ἴλιον ἦλθε: πάλιν ἀπὸ Πηδαίου ἦλθεν εἰς Ἴλιον· ἤδη γὰρ ἄλλοτε ἦλθεν εἰς Τροίαν διὰ τὸν γάμον.
ὑπʼ οὔατος ἔγχεϊ μακρῷ: ὑπὸ τὸ οὖς. κατὰ τὸ σιωπώμενον δὲ μετεσκεύαστο ὁ Τεῦκρος.
αὖτʼ ἔπεσεν: ἐν ἄλλῳ «αἶψʼ ἔπεσεν».
ὄρεος κορυφῇσʼ ἕκαθεν περιφαινομένοιο: ἐν πεδίῳ γὰρ οὐ φύεται μελία. καὶ ἔμφασιν ἔχει ἄνωθεν πίπτουσα ἡ μελία. τὸ δὲ περιφαινομένοιο κύκλῳ περιορωμένου, «ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων», ἢ ὑπερφαινομένου.
κορυφῇ: οὕτως Ἀρίσταρχος ἑνικῶς, ἄλλοι δὲ «κορυφῇς».
τέρενα χθονὶ φύλλα πελάσσῃ: φύλλα τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα. τέρενα δὲ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς συνάχθεσθαι τῇ μελίᾳ.
ἀμφὶ δέ οἱ βράχε τεύχεα: τὰ περὶ αὐτῷ ἢ ἐπʼ αὐτῷ· «ἀμφὶ πυρὶ στῆσαι τρίποδα».
ἄντα ἰδὼν ... ἔγχος: λείπει τὸ φερόμενον.
χάλκεον ἔγχος: ἀπὸ μέρους. ὡς «λευκώλενος».
Ἀμφίμαχον, Κτεάτου υἷʼ Ἀκτορίωνος: ὅτι καὶ τὸ «υἷες ὁ μὲν Κτεάτου, ὁ δʼ ἄρʼ Εὐρύτου Ἀκτορίωνε» ἀντὶ τοῦ Ἀκτοριώνων.
κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών: διὰ γὰρ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα καὶ ἡ πτῶσις.
ἀράβησε: τινὲς «ἀράδησε».
ὀρέξατο: ἀντὶ τοῦ ὀρεξάμενος ἔψαυσε. τινὲς δὲ «ἀκόντισε».
χρόος εἴσατο: ὅτι διῄρηκεν χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν ἀντὶ τοῦ ἐφάνη.
χροός: οὕτως αἱ Ἀριστάρχου «χρόος» ὡς λόγος. βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει «χρώς».
χροός: Ἀλεξίων φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων δὲ ὡς πόλος. καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις· ἐὰν μὲν «χρόος» ὡς πόλος κατʼ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον «ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη»· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται «ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε»· τὸ γὰρ εἴσομαι καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην «ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος»· καὶ ἀκόλουθος αἰτιατικὴ «χρῶτʼ ἀπονιψαμένη». τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας, «χροὸς ἄμεναι ἀνδρομέοιο», «χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα»· καὶ τὴν αἰτιατικὴν «μή τις χρόα καλόν». ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;
χροὸς εἴσατο: λείπει ἡ διά, διὰ τοῦ χροὸς ἐπορεύθη, παρὰ τὸ ἰέναι, ὡς «διὰ πρὸ δὲ εἴσατο καὶ τῆς». Ἀρίσταρχος δὲ «χρόος εἴσατο», χροῦς ἐφάνη. οὕτω καὶ Τυραννίων, ἵνʼ ᾖ εὐθεῖα. Ζηνόδοτος δὲ «χρώς». ὁ δὲ Ἡρωδιανὸς καὶ εὐθεῖαν καὶ γενικὴν δέχεται τὴν ΧΡΟΟΣ, προκρίνει δὲ τὴν γενικήν.
ἄλλως· τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητής, τὰς δὲ πλαγίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι τὴν λέξιν, «ταμεσίχροα» λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας καὶ «μελανόχροος» ἀπὸ γενικῆς ὡς εὐθεῖαν, ὅθεν καὶ παρώνυμον «μελαγχροιὴς» καὶ «εὐχροὲς δέρμα» οὕτω δὲ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντοσθίδιον σάρκωσιν· «χρὼς σήπεται», «ἵνα οἱ χρὼς ἔμπεδος εἴη».
πᾶς δʼ ἄρα χαλκῷ: ὅλος ὁ Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ. πρὸς δὲ τὸ «πᾶσαι δʼ ὠΐγνυντο πύλαι» τὸ σημεῖον.
πᾶς δʼ ἄρα χαλκῷ: ὁ δέ ἀντὶ τοῦ γάρ.
ἀσπίδος ὀμφαλόν: τὸ μέσον ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον, ὡς «μέσσον ἐπομφάλιον».
ὁ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων: ὥστε μήτε σκυλεῦσαι τὸν πολέμιον μήτε τὸ τοῦ Ἰμβρίου σῶμα ῥύσασθαι.
Στιχίος: τινὲς «Σχεδίος» γράφουσιν. τοῦ δὲ Στιχίου ἐν τῷ Καταλόγῳ οὐ μέμνηται, ὅτι οὐκ ἦν ἀναγκαῖον καὶ τοὺς δευτέραν ἔχοντας τάξιν καταλέγειν. τινὲς δὲ χλευάζουσιν ὡς νεκροφόρους.
μετὰ λαόν: ἐν ἄλλῳ «μετὰ ἔθνος».
Αἴαντε μεμαότε: ὅτι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ ἴδιον.
αἶγα: Ζηνόδοτος «αἶγε»· οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες. ἢ ὅτι τὰ ἐν παραβολῇ ὡς καθʼ ὑπόθεσιν δεκτέον οὐ πάντως ἀληθῆ. ἢ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαντώμενος ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος· καὶ Αἰσχύλος περὶ Γλαύκου· «εἷλκον ἄνω λυκηδόν, ὥς τε διπλόοι λύκοι νεβρὸν φέρουσιν ἀμφὶ μασχάλαις».
τὰ ἐν τῇ παραβολῇ ὡς καθʼ ὑπόθεσιν ἐκδεκτέον· οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὸς ἁρπάσαντος συναρπάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος, ὡς καὶ Αἰσχύλος· «εἷλκον ἄνω λυκηδόν».
κυνῶν ὑπὸ καρχαροδόντων: τοὺς Τρῶας τοῖς φυλάσσουσιν εἰκάζει κυσί, τοὺς δὲ Ἕλληνας τοῖς ἁρπάζουσι λέουσιν.
ὑψοῦ ὑπὲρ γαίης: πολὺ τὸ εὔτονον αὐτῶν, εἰ μηδὲν παρασύρουσι τοῦ φερομένου.
γαμφηλῇσιν: γαμφηλὴ παρὰ τὸ κεκάμφθαι.
ὑψοῦ ἔχοντε: ἀπήγαγον, ἵνα συλήσωσιν.
συλήτην: ἢ Δώριόν ἐστιν ἢ ἀπὸ τοῦ συλησάτην.
ἁπαλῆς: εὐκαμποῦς.
κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο: ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου. καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε τὸ ο, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὀϊλέως ἀκούων· διὸ καὶ ἔγραφεν «κόψεν ἄρʼ Ἰλιάδης».
κόψεν Ὀϊλιάδης: οὐ γὰρ ἦν κατὰ τὴν τοῦ Τελαμωνίου μεγαλοπρέπειαν ἄρτι ἀποτεμεῖν κεφαλὴν καὶ ῥίπτειν πρὸς τοὺς πολεμίους. θερμότερος δὲ τὸν τρόπον ὁ Λοκρός.
οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας Τελαμωνίου τὸ νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥιπτεῖν, ἀλλὰ περὶ τοὺς ζῶντας ἐπονεῖτο.
κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο: θαυμαστῶς τῇ ἐπεργασίᾳ ἐχρήσατο ὁ ποιητὴς εἰπὼν «κεφαλὴν κόψεν»· ὁ μὲν γὰρ Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη ὁ δὲ Ἕλλην οὐ μόνον τὰ ὅπλα ἀπεσύλησεν τοῦ Ἰμβρίου ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον ὠμὸν, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι· διὸ ἐπιφωνεῖ ὁ ποιητὴς κεχολωμένος Ἀμφιμάχοιο. ἅπαξ δέ που τοῦτο πέπρακται διʼ ὀργὴν τοῦ Ἀχιλλέως εἰς Ἕκτορα ἀλλὰ καὶ Ἱππόλοχος αὐχένος καὶ χειρῶν ἀπεκόπη ὑπὸ Ἀγαμέμνονος Ἀντιμάχου γὰρ παῖς ἦν, «ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ».
ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιθεὶς τὸ κεχολωμένος. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ Ἀμφιμάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἠδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον τὰ ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον, ἀλλὰ συγγνωστὸν ὑπὲρ φίλου ἀγανακτοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα
ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν: τὸ ἑξῆς· ἧκε δέ μιν διʼ ὁμίλου σφαιρηδόν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βολῆς. χάριεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς πολεμίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ εἰς ἔλεγχον, ὧν αὐτὸς ἀπέτυχεν.
Ἕκτορι: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος.
υἱωνοῖο: τοῦ Ἀμφιμάχου· Κτέατος γὰρ Ποσειδῶνος.
τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν.
δουρικλυτός: ἁρμόδιον τὸ ἐπίθετον· οἱ γὰρ ἄλλοι Κρῆτες τοξόται.
ἐρχόμενος παρʼ ἑταίρου: λείπει τὸ τίνος· οἱ δὲ Ὀδυσσέως, οἱ δὲ Κοιράνου, οἱ δὲ Θεστορίδου Ἀλκμάονος οἱ δὲ Ἀγαμέμνονος—φησὶ γὰρ «μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος»—, οἱ δὲ ὄνομα κύριον. ἀληθείας δὲ μίμησις τὸ μὴ πάντας φράζειν ἐξ ὀνόματος.
λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλεσεν, ὅστις ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς μάχης.
ἦλθε κατʼ ἰγνύην: ἰγνύη τὸ ὀπίσω μέρος τοῦ γόνατος, παρὰ τὸ ἱκνεῖσθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη.
ἰγνύην: Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ τὸ ἀκόλουθον ἴγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ιαʹ τῆς Καθόλου
ἔνεικαν: ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ διὰ τὸ τραῦμα.
ἔνεικαν: τὸ οὖν «ἦλθε» ἀντὶ τοῦ ἀπηνέχθη, ἀκύρως.
ἰητροῖς: κατὰ ἔθνη γὰρ ἦσαν, ὥς πού φησιν «ἰητροὶ πολυφάρμακοι».
ἤϊεν ἐς κλισίην: ὁπλιούμενος δηλονότι. τινὲς δὲ ἐς κλισίην τοῦ ἑταίρου. οἱ δὲ «ἣν ἴεν ἐς κλισίην».
εἰσάμενος φθογγήν: νοήσας, ἐπιγνούς. ἀπὸ μέρους τὸ πᾶν σῶμα, ὡς τὸ «δέμας καὶ ἀτειρέα φωνήν».
ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε: Αἰτωλὸς ὁ Ἐνδυμίωνος, Ἠλεῖος τὸ γένος, Ἆπιν ἀκουσίως τὸν Φορωνέως ἀνελὼν φεύγει εἰς τὴν ἀπʼ αὐτοῦ Αἰτωλίαν προσαγορευθεῖσαν, ἴσχει δὲ παῖδα Πλευρῶνα, οὗ ἐγένοντο Κούρης καὶ Καλυδών, ἀφʼ ὧν αἱ πόλεις. οὕτω Δηΐμαχος
ὃς πάσῃ Πλευρῶνι: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὃς πάσης Πλευρῶνος.
τὸ δὲ πάσῃ Πλευρῶνι ἀντὶ τοῦ πάσης Πλευρῶνος, ἣν ᾤκουν οἱ Ἀκαρνᾶνες.
Αἰτωλοῖσιν ἄνασσε: Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος —ἐν Αἰτωλίᾳ προσηγορεύθησαν.
ποῦ τοι ἀπειλαί οἴχονται—ᾗ μιν ἀνώγει: ὁ μὲν ἀκροατὴς ἀκούσας «καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη» προσδοκᾷ ἀφόρητόν τινα συμβολὴν ἔσεσθαι, ὁ δὲ ἄλλας ἐπεισήγαγε, πρῶτα μὲν πεῦσιν πρὸς Ἰδομενέα κἀκείνου ἀπόκρισιν εἶτα ὁπλισμὸν Ἰδομενέως καὶ ὑπάντησιν πρὸς Μηριόνην καὶ διάλεξιν ἀμφοῖν καὶ τὸν Μηριόνην ἀναλαβόντα τὸ δόρυ εἶτα σκέψιν αὐτῶν, ποῖ χρὴ τάττεσθαι
ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ «καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη» προσδοκᾷ τινα συμβολὴν πολέμου γενέσθαι μεγίστην. ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάντησιν αὐτοῦ, τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως καὶ ἕτερα.
ποῦ τοι ἀπειλαί: ποῦ ἀντὶ τοῦ πῇ, τοι ἀντὶ τοῦ δή, ἀπειλαὶ αἱ καυχήσεις.
Τρωσίν: κατὰ Τρώων.
ὦ Θόαν: ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ᾧ τε σύ, Κάλχαν», ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν.
νῦν αἴτιος: Ἀρίσταρχος «νῦν γʼ αἴτιος», Ἀριστοφάνης «νῦν δʼ αἴτιος».
Ἀρίσταρχος μετὰ τοῦ γ, «νῦν γʼ αἴτιος».
πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν οὔτε τινὰ δέος ἴσχει ἀκήριον οὔτε τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν: πάντα περιέλαβεν, ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διʼ ὄκνον φεύγουσι τὰ δεινά.
ἐπιστάμεθα: ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα.
τὸ δὲ ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα· «ἐπίστατο πῆλαι Ἀχιλλεύς».
οὔτε ... οὔτε: ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, «οὐδέ».
ἔν τισι «οὐδέ τινα».
δέος … ἀκήριον: κεχωρισμένον κῆρος· «σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· οὐ γάρ τοι κραδίη μενεδήϊος».
ἀνδύεται: οὕτως διὰ τοῦ ν ἀνδύεται αἱ Ἀριστάρχου.
τινὲς δὲ γράφουσιν «ἀδδύεται».
ἀνδύεται: ἀπὸ τῶν ἀναδυομένων τὰ ζυγὰ ζῴων.
μέλλει: ὅτι ἀντὶ τοῦ ἔοικε τὸ μέλλει.
νωνύμνους: τινὲς ἀθρηνήτους· ὕμνον γὰρ καὶ Ἀνακρέων τὸν θρῆνόν φησιν.
υἷας Ἀχαιῶν: γράφεται καὶ «ἐνθάδʼ Ἀχαιούς».
μενεδήϊος: μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται.
ὀτρύνεις: ἐνεστὼς ἀντὶ παρῳχημένου τὸ ὀτρύνεις, ὡς τὸ «ζαχρηεῖς τελέθουσιν» ἀντὶ τοῦ ἐτέλεθον παρῳχημένου.
ὅτε μεθιέντα ἴδηαι: γράφεται καὶ «ὅθι μεθιέντα ἴδηαι». Ζηνόδοτος δὲ «ὅτις μεθίῃσι πόνοιο».
μήτʼ ἀπόληγε κέλευέ τε: κέλευε μὴ ἀπολήγειν.
κυνῶν μέλπηθρα: ἐμπαίγματα, παίγνια. μετὰ κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κύνες. λέων δὲ τὸ πᾶν ἐσθίει· καὶ Κύκλωψ· «ἤσθιε δʼ ὥστε λέων».
μεθίῃσι μάχεσθαι: Ἀρίσταρχος «μεθίῃσι πόνοιο».
ταῦτα δʼ ἅμα χρή σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε: Ἑλληνικῶς πάνυ κοινοῦνται τὴν προθυμίαν ἑκάτεροι. τὸ δὲ καὶ δύʼ ἐόντε περιπαθῶς, ὡς τῶν ἄλλων ἀποκαμόντων.
Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυμίαν ἀλείφουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων.
σπεύδειν: ὅτι τὸ σπεύδειν οὐκ ἔστιν ἐπὶ τοῦ ταχύνειν, ἀλλʼ ἐπὶ τοῦ ἐνεργεῖν καὶ κακοπαθεῖν.
σπεύδειν δὲ τὸ μετὰ κακοπαθείας ἐνεργεῖν.
μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν.
συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν:εἰπὼν καὶ μάλα λυγρῶν οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν τοῦ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις συμφερόμενοι ἔναρα δρῶσιν ἔργα. εἰ δὲ καὶ μάλα λυγρῶν συμφερτὴ γίνεται ἡ ἀρετή, πόσῳ μᾶλλον, ὅτε καὶ ἀγαθοῖς ἡμεῖς δυνάμεθα μάχεσθαι; ἐν πᾶσιν οὖν ἄριστον ἡ κοινωνία.
συμφερτὴ δʼ ἀρετὴ πέλει—μάλα λυγρῶν: τὸ τῆς συναφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον· ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων. πρὸς ὃ καὶ Ἀρίσταρχος σημειοῦται τὸν στίχον, ἵνʼ ᾖ ὁ λόγος «συμφορητή τις ἀνδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων», οἷον οὐ μόνον κατὰ ἕνα, ἀλλὰ καὶ κατὰ πλῆθος ἔστι τις ἀρετὴ νοουμένη, κἂν εἷς ἕκαστος ἀσθενὴς ᾖ καθʼ αὑτόν. ἐὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις, εὐεμπτώτως ἕξομεν ἐπὶ τὸ ἀπεμφαῖνον, ὅπερ ἐστὶ τοιοῦτο· «συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι, καὶ μάλιστα τῶν ἀσθενῶν». ὅπερ οὐκ ἔστιν.
συμφερτὴ δʼ ἀρετή: Ζηνόδοτος καὶ Ἀριστοφάνης «συμφερτὴ δὲ βίη».
νῶι δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι:τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς· ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα.
πόνον ἀνδρῶν: τὴν μάχην.
δύσετο τεύχεα καλά: τραγῳδεῖ αὐτοῦ τὴν πανοπλίαν ὡς μέλλοντος ἀριστεύειν.
βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος—αὐγαί: πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φοροῦντος ἡ ὁμοίωσις· τάχα δὲ καὶ πρὸς τὸ ἐπιθυμητικὸν τῶν πολεμίων· φησὶ γὰρ καὶ πολέμου πολλάκις αὐτὴν εἶναι σημεῖον.
χειρὶ λαβών: νῦν τὴν ἀστεροπὴν σκεῦος δηλοῖ.
χαλκὸς ἔλαμπε … θέοντος: οὐκ, ἐπειδὴ ἔτρεχεν, ἔλαμπεν, ἀλλʼ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκός, ἀστεροπῇ αὐτὸν εἴκασεν.
περὶ στήθεσσι: Ζηνόδοτος καὶ Ἀριστοφάνης «ἐνὶ στήθεσσι» γράφουσιν.
θεράπων ἐΰς: Ζηνόδοτος καὶ Ἀριστοφάνης «δουρικλυτός».
θεράπων ἐΰς: ὁ Ἀσκαλωνίτης φησὶν ὅτι ὁ Ἀρίσταρχος δύο ποιεῖ, θεράπων καὶ ἐΰς. τινὲς δὲ ὑφʼ ἓν ἀνέγνωσαν ὡς «Ἐτεωνεύς». ὅτι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ, διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς· ἐγίνετο γὰρ ἂν θεραποντεύς· ἀπὸ γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παράγεσθαι, εἴγε καὶ παρὰ τὴν λέοντος ὁ «Λεοντεύς», οὐχὶ Λεωνεύς, παρά τε τὴν Αἰθίοπος «Αἰθιοπεύς»
τινὲς ὑφʼ ἓν «θεραπωνεὺς» ὡς Αἰγιαλεύς, οὐχ ὑγιῶς.
μετὰ γὰρ δόρυ χάλκεον ᾔει οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος: μετῄει γὰρ οἰσόμενος δόρυ. σθένος δὲ Ἰδομενῆος εἶπεν, ἐπεὶ ἀριστείαν ἐπιδείξεται.
Μηριόνη, Μόλου υἱέ, πόδας ταχύ, φίλταθʼ ἑταίρων:ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας αὐτὸν ὑπέμνησεν.
ἠέ τι βέβληαι, ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες: εὑρεσιλογία, ὡς οὐ τέτρωται. οὐκ ἀπιθάνως δὲ πληγὴν ἢ χρείαν ἑταίρων φησὶ δεῖν ἀποσπᾶν τῆς μάχης· ἡ δὲ Ἑκάβη «ἦ μάλα δὴ τείρουσι δυσώνυμοι».
ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή:ἆρα μέρος φησί τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει;
τείρει ἀκωκή: ἡ ἀκὶς ἐν σοὶ οὖσα ἢ ἡ βολή ἡ ἀπὸ τῆς ἀκωκῆς.
ἠέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες: ἀπό τινος ἢ περί τινος. τὸ δὲ μετʼ ἐμέ ἢ ἐπʼ ἐμὲ ἢ πρὸς ἐμέ.
ἀγγελίης: ἀντὶ τοῦ ἄγγελος οὕτως ἀγγελίας.
τὸν δʼ αὖ Μηριόνης: ἔν τισι μετὰ τοῦτον φέρεται «Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων».
εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται: εἶπε γὰρ «ὅ οἱ κλισίηφι λέλειπτο». ἢ ἐπαινῶν διστάζει, εἰ μὴ πάντα κατανάλωκε τοῖς πολεμίοις.
τοί: ἀντὶ τοῦ δή.
οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον: ὅτι πληθυντικῶς κατεάξαμεν, καὶ ἑνικῶς οἰσόμενος καὶ ἔχεσκον.
τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον: πληθυντικῷ ἑνικὸν ἐπήγαγεν· καὶ Εὐριπίδης Ἴωνι· «κωλυόμεσθα μὴ παθεῖν, ὃ βούλομαι», τινὲς δὲ «κατέαξα μέν», ἵνα ᾖ «ὃ μὲν γὰρ εἶχον, κατέαξα», ὡς «ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν» ἄφαρ ἐλπίζεις πορθῆσαι
κατεάξαμεν: Ζηνόδοτος «κατεήξαμεν» διὰ τὸ καὶ ἐν τοῖς ἔμπροσθεν «ὃ ξυνέηξε» λέγειν.
ὑπερηνορέοντος: τοῦ νῦν ἀνδριζομένου.
Κρητῶν ἀγός: ὁ συμμαχικὸν ἐπάγων Κρητῶν.
δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις: οὐκ ἀπίθανον διαστέλλειν ἐπὶ τὸ ἕν πρὸς τὸ σαφές.
δούρατα δʼ, αἴ κε θέλῃσθα, καὶ ἓν καὶ εἴκοσι δήεις: δούρατα δή, κἂν ἓν ζητῇς κἂν εἴκοσι θέλῃς, ὅ ἐστι πολλά.
δόρατα δέ φησιν, κἂν ἓν κἂν εἴκοσι θελήσῃς, εὑρεθήσονται. δηλοῖ δὲ διὰ τοῦ εἴκοσι τὸ πλῆθος.
ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα:ἐνώπια οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐνώπια, ἵνʼ ᾖ «δούρατα» παμφανόωντα. τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Θ ῥαψῳδίᾳ· «ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια, παμφανόωντα».
οἱ δὲ «δούρατα» παμφανόωντα.
πρὸς ἐνώπια: τοὺς κατὰ τὴν εἴσοδον τοίχους ἤτοι τοὺς ἀντίους τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα, διʼ ὧν εἰσβάλλει τὸ φῶς.
οὐ γὰρ ὀΐω ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν: οὐκ ἀλαζονεύεται, ἀλλʼ ἐρεθίζει αὐτὸν λεληθότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.
δούρατά τʼ ἔστι καὶ ἀσπίδες: ἀπὸ κοινοῦ, εἰσί.
γανόωντες: στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κομώσης τοῖς καρποῖς.
κλισίῃ: διὰ τὴν συγγένειαν καὶ ἀξιοπιστίαν ἔχει σκηνὴν ἰδίαν.
ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι: δηλοῖ ὡς ἄκων ὑπολείπεται τῆς μάχης, ὅπου μηδὲ ἐφʼ ὃ ὥρμηται βαδίζειν θέλει. τινὲς δὲ οὕτως· οὐκ ἔστι τὰ δόρατα τῶν Τρώων κατὰ τῶν πλησίον ἑλέσθαι ὡς διαφορώτερα κατασκευῇ ὄντα.
οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι: τὸ ἓν οὔ περιττεύει.
λελασμένον ἔμμεναι: λελῆσθαι.
τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι.
μετὰ πρώτοισι: ἐν πρώτοις. δηλοῖ δὲ καὶ τὸ «φέρει μετά τʼ ἤθεα καὶ νόμον ἵππων». δοτέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν, ὡς καὶ Ὀδυσσεῖ ἐν Φαίαξι καὶ νῦν Ἰδομενεὺς ἀπὸ τῶν ἰδίων ἐγκωμίων προτρέπει Μηριόνην. ὁ δὲ ἀντεπεισάγει ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ.
νεῖκος ὀρώρηται: ἀλλαχοῦ «καὶ εἰ μέγα νεῖκος ὄρηται».
ἀρετήν: ἀρετὴν τὴν κατὰ τὸν πόλεμον ἀνδρίαν· «υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν».
ταῦτα λέγεσθαι: ὅτι πρόθεσις παρεῖται καὶ ἡ πτῶσις ἤλλακται, ἀντὶ τοῦ περὶ τούτων διαλέγεσθαι.
ταῦτα λέγεσθαι: περὶ τούτων λέγειν· οὐ χρῆται γὰρ τῷ λέγειν, ἀλλὰ τῷ εἰπέμεν, «εἰπέμεν Ἀτρείδῃς».
εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι — οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο: τὸ ἑξῆς ἐστιν, εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον, οὐδέ κεν ἔνθα τεόν γε μένος. τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς κατασκευὴν τοῦ δυσυπομένητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. ἡ διπλῆ δέ, ὅτι παραλλήλως τὸ λεγοίμεθα, ποτὲ μὲν ἐπὶ τοῦ ἀριθμοίμεθα, ποτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα.
λεγοίμεθα: ἀριθμοίμεθα· «ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν».
ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν:ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν, πρὸς ποίους καὶ πόσους πολεμοῦμεν, ἐν δὲ τοῖς λόχοις τὰ τοιαῦτα ἄδηλά εἰσιν.
ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη:ὑποστικτέον μετὰ τὸ ἄλκιμος· λείπει γὰρ τὸ ἐστί ῥῆμα διὰ τὸ ὅς ὑποτακτικὸν ἄρθρον.
ἔνθʼ ὅ τε δειλός: ὅ τε, ὅς τε. καὶ τὸ ἐναντίον «μῦθος δʼ, ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω». τὸ «ὅς» οὖν ἀντὶ τοῦ ὅ, καὶ τὸ ἀνάπαλιν.
τοῦ μὲν γάρ τε κακοῦ: τοῦ δειλοῦ· ψυχῆς γὰρ κάκωσις ἡ δειλία.
ἄλλῃ: ἄλλοτε.
οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός:τὸ ἑξῆς· οὐδέ οἱ ἐρητύετʼ ἐν φρεσὶ θυμὸς ὥστε ἀτρέμας ἧσθαι.
ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει:ἐξηγεῖται τὸ μετοκλάζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβολαῖς. ἐζωγράφησε δὲ τὸν δειλὸν καὶ τὸν ἰσχυρόν, παρακαλῶν ἡμᾶς εἰς ἀλκήν.
μετοκλάζει: ὀκλάζων μετακαθέζεται ὁ δειλός. ἐὰν δὲ ὁ θυμὸς ὀκλάζειν ποιῇ, οὐδὲ τὰ σκέλη περιπλέκει.
μετοκλάζει: μετακαθίζει ἐπʼ ἀμφοτέρους—μετακαθίζων.
πάταγος κτύπος. πατάσσει οὖν κτυπεῖ —φόβου.
κῆρας ὀϊομένῳ: πολλοὺς θανάτους ὑπονοοῦντι.
τοῦ δʼ ἀγαθοῦ: σημαίνει ἡ λέξις καὶ «πλουσίου»· «τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες». νῦν δὲ τὸν ἀνδρεῖον λέγει καὶ τολμητίαν.
οὔτε τι λίην: οὐδὲ ὅλως, ὡς καὶ «οὐδʼ ὅ γε πάμπαν ἤθελε λαὸν ὀλέσθαι». ἢ ὅτι τὸ μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία, ἡ δὲ ἀρετὴ μεσότης ἐστίν, οὐκ ἀκρότης.
πρῶτον: ἅπαξ.
ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ: καὶ ἐπὶ Νεοπτολέμου «ἱππόθεν ἐξίμεναι».
τεόν γε: οὕτως διὰ τοῦ γέ συνδέσμου αἱ Ἀριστάρχου.
τινὲς δὲ τεόν γε.
τεόν γε: τοῦ θαρσαλέου δηλονότι.
ὄνοιτο: ὅτι ἐλλείπει τὸ τίς, ὄνοιτό τις.
λείπει τὸ τίς.
βλεῖο ... ἠὲ τυπείης: ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τύψαι.
βλεῖο: βλεῖο βληθείης. ἔστι δὲ ἀκόλουθον μετοχῇ τῇ βλέμενος. κέχρηται Ἐπίχαρμος καὶ τῷ ἐνεργητικῷ· «αἴ κά τυ βλείης σφενδόνᾳ». ὡς οὖν θέμενος θεῖο, οὕτω βλέμενος βλεῖο, τὸ δὲ βλείης τῇ βλείς παράκειται.
οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε—ὀαριστύν: καὶ ὁ Λυσίας τὸν Ἰφικράτην ποιεῖ λέγοντα· «τραύματα ἔχων οὐχ ἑτέρων ἐπʼ ἐμὲ ἐρχομένων, ἀλλʼ αὐτὸς ἐπιών». ἀνδρογύης «καὶ ἐτʼ ὀλίγα τραύματʼ ἐξόπισθʼ ἔχων, τῆς δειλίας σημεῖα κοὐχὶ τοῦ θράσους»
οὐκ ἄν: οὕτως Ἀρίσταρχος οὐκ ἄν, διὰ τοῦ α. αἱ δὲ κοιναὶ «οὔ κεν».
οὕτως Ἀρίσταρχος, τινὲς δὲ «οὔ κεν».
προμάχων ὀαριστύν: τὴν μάχην μεταφορικῶς· κυρίως γὰρ ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν. ἀντικαταλλάσσονται δὲ σφαγάς. οἱ δὲ ἀριστύν, καὶ ὡς ὀτρυγηφάγος, ὀδάξ, ὀκλάξ, ὀτλάς.
νηπύτιοι: πνυτὸν γὰρ τὸν φρόνιμον ἔλεγον· ὅθεν καὶ τοῦτο μετὰ τοῦ νη στερητικοῦ καὶ τῆς ἀποβολῆς τοῦ ν.
μέγα πτολέμοιο μεμηλώς: πολλὴν φροντίδα μάχης ἔχων.
οἷος δὲ βροτολοιγὸς Ἄρης—ἕσπετο: ἐμφερεστάτη ἡ εἰκών· δύο γὰρ δυσὶν ἀπείκασε πολεμικοῖς δαίμοσιν. ἅμα δὲ καὶ τὴν τάξιν διὰ τῆς εἰκόνος τετήρηκεν· ὡς γὰρ ὁ υἱὸς τῷ πατρὶ ἕπεται, οὕτω καὶ ὁ Μηριόνης τῷ φίλῳ, νεώτερος πρεσβυτέρῳ καὶ τὴν τοῦ θεράποντος χώραν ἔχων.
πόλεμον δὲ μέτεισιν: ἢ τὸ δέ περισσὸν ἢ τὸ μετά, ἵνʼ ᾖ «πόλεμον δὲ εἶσι».
μέτεισι: οὕτω μετὰ τῆς μετά προθέσεως, μέτεισι.
τῷ δὲ Φόβος φίλος υἱός: ὅτι ῥητῶς Ἄρεως υἱὸς Φόβος. ἡ δὲ ἀναφορὰ πρὸς τὴν ἀμφιβολίαν τοῦ «καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν».
τῷ δὲ Φόβος φίλος υἱός: πῶς οὖν Ἀντίμαχος τὸν Φόβον ἵππον Ἄρεός φησι; «καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν».
τῷ δὲ Φόβος φίλος υἱὸς— ἕσπετο: ἀεὶ Ἐνυαλίῳ ἀτάλαντον αὐτὸν λέγων νῦν τὴν δευτέραν ἀπέδωκεν αὐτῷ τάξιν, ἐπεὶ σὺν τῷ Ἰδομενεῖ αὐτῷ ἐστιν.
ἀεὶ Ἐνυαλίῳ τὸν Μηριόνην εἰκάζων νῦν τὴν δευτέραν ἀπένειμεν αὐτῷ τάξιν διὰ τὸ σὺν Ἰδομενεῖ εἶναι.
ἅμα κρατερὸς καὶ ἀταρβής ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν: ἅμα ἕσπετο ὡς τὸ «ἅμʼ ἑσπόμεθα». ἀκολουθεῖ δὲ τῷ Ἄρει ὡς ἡνίοχος· οὐ γὰρ διαφόρους ἀρετὰς καταλέγει. τὸ δὲ ταλάφρονα οἱ μὲν ἀπὸ τοῦ ταλῶ, ὅθεν τὸ ταλάσσω, οἱ δὲ ὡς ταλαπείριος. τινὲς δὲ παράγωγόν φασι καὶ μὴ ἐγκεῖσθαι τὴν φρένα.
ἐκ Θρῄκης: ὅτι ἐνταῦθα διετέλουν. ἢ ὡς τῶν Θρᾳκῶν μαχομένων τούτοις ἀεί.
ὅτι παρʼ αὐτοῖς μᾶλλον τιμῶνται καὶ διατρίβουσιν.
Ἐφύρους: ὅτι πόλις ἐστὶν ἐπὶ Θεσπρωτίας ἡ Ἔφυρα, ἀφʼ ἧς Ἔφυροι οἱ κατοικοῦντες λέγονται. λέγει δέ ποτε καὶ τὴν Κόρινθον Ἔφυραν, ἐξ ἡρωϊκοῦ προσώπου. ἰστέον δὲ ὅτι Ἔφυραι τέσσαρές εἰσι—ὡς Ἀπολλόδωρος ἱστορεῖ
Ἐφύρους: οἱ μὲν Θεσπρωτοὺς ἐξ Ἐφύρης ἀνελθόντας· μάχιμοι γὰρ οὗτοι καὶ δραστήριοι. οἱ δὲ Κραννωνίους.
Φλεγύας μεγαλήτορας: οἱ μὲν Γυρτωνίους, οἱ δὲ τοὺς ἐνοικοῦντας τὴν Δαυλίδα τῆς Φωκίδος, οὓς μεγαλήτορας οἷον ἰδεῖν ὀρέκτας φησὶ διὰ τὸ πεπορθηκέναι τὸν ἐν Πυθοῖ ναόν. καὶ Φερεκύδης δὲ ἱστορεῖ περὶ τῶν Φλεγυῶν· καὶ γὰρ αὐτὰς τὰς Θήβας ὑπʼ Ἀμφίονος καὶ Ζήθου διὰ τοῦτο τετειχίσθαι, διὰ τὸ δέος τῶν Φλεγυῶν. μετὰ δὲ ταῦτα τὰς Θήβας ὑπʼ αὐτῶν αἱρεθῆναι Εὐρυμάχου βασιλεύοντος, καὶ ἔρημον γενέσθαι τὴν πόλιν μέχρι τῆς Κάδμου ἀφίξεως. ἐπὶ πλεῖον δὲ περὶ αὐτῶν διείλεκται Ἔφορος ἀποδεικνὺς ὅτι τὴν Δαυλίδα καὶ οὐ τὴν Γυρτῶνα ᾤκησαν· ὅθεν καὶ παρὰ Φωκεῦσι τὸ ὑβρίζειν φλεγυᾶν λέγεσθαι. ἔστι δὲ ταῦτα ἐν τῇ τριακοστῇ τῇ Δημοφίλου. πάλαι δὲ διεφέροντο Φωκεῖς πρὸς Θεσσαλούς· διὸ καὶ τὰς Θερμοπύλας ᾤκησαν Φωκεῖς· εἴσοδον γὰρ ἔχουσιν ἀπὸ Θεσσαλίας.
ἄλλως· Φλεγύαι ἔθνος βίαιον περὶ τὴν Γυρτῶνα, οἳ Θηβαίοις ἐπιχειρήσαντες ὑπὸ Ἀπόλλωνος κατεταρταρώθησαν.
Φλεγύας μεγαλήτορας: Φλεγύαι Γόρτυναν κατοικοῦντες—διεφθάρησαν. οὗτοι δὲ ἐνέπρησαν καὶ τὸν ἐν Δελφοῖς ναὸν τοῦ Ἀπόλλωνος. ἡ ἱστορία παρὰ Φερεκύδει
ἑτέροισι δὲ κῦδος ἔδωκαν: ἐξηγεῖται τὴν «ἑτεραλκέα νίκην».
τὸν καὶ Μηριόνης: ὅτι περισσὸς ὁ καί σύνδεσμος.
πλεονάζει ὁ καί.
Δευκαλίδη: ἀπὸ τοῦ Δευκαλιωνίδη συνεκόπη. οἱ δὲ ἀπὸ τοῦ Δεύκαλος.
Δευκαλίδη: Δευκαλίωνος παῖ. γίνονται δὲ ἐκ Πύρρας καὶ Δευκαλίωνος, ὥς φησιν Ἀπολλόδωρος, «παῖδες Ἕλλην μὲν πρῶτος, ὃν ἐκ Διὸς γεγεννῆσθαι ἔνιοι λέγουσιν, δεύτερος δὲ Ἀμφικτύων ὁ μετὰ Κραναὸν βασιλεύσας τῆς Ἀττικῆς, θυγάτηρ δὲ Πρωτογένεια, ἐξ ἧς καὶ Διὸς Ἀέθλιος».
πῇ τʼ ἂρ μέμονας— ἦ ἐπʼ ἀριστερόφιν: εἰς ποῖον ὅμιλον καταδῦναι, τὸν δεξιὸν ἢ τὸν ἀριστερόν; ποῦ μάλιστα χρεία συμμαχίας; τὸ δὲ δεξιόφιν ἀντὶ τοῦ τὸν δεξιόν, ὡς τὸ «ἀγέληφι μετελθών», ἐπʼ ἀγέλην ἐλθών. τινὲς δὲ τὸν η δεύτερον καὶ τρίτον περιέσπασαν· διαπορητικὸς γάρ ἐστιν. ἢ ἐπὶ δεξιόφιν ἑξῆς τοῖς βασιλεῦσιν ἀμείβει τὰς τάξεις· λέγει οὖν οὐ τῆς νεωλκίας, ἀλλὰ τῆς παρούσης μάχης.
τὸ δὲ πῇ ἀντὶ τοῦ ποῦ.
ἢ ἐπὶ δεξιόφιν ... ἢ ἐπʼ ἀριστερόφιν: ἀντὶ τοῦ εἰς ἑκάτερα τὰ μέρη.
ἢ ἀνὰ μέσσους: τῶν μαχομένων· οὐ γὰρ ἐν ταῖς Ὀδυσσέως ναυσίν.
ἐπεὶ οὔ ποθι—Ἀχαιούς: οὐδαμοῦ τοσοῦτον οἴομαι ἐνδεεῖς εἶναι τῶν βοηθησόντων Ἀχαιούς, ὅσον ἐπὶ τὰ ἀριστερά· ἐκεῖ γὰρ ἐρράγη τὸ τεῖχος, καὶ ὁ Ἕκτωρ «μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης».
οὔ ποθι: τινὲς δὲ «οὔ πού τε».
Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ: καὶ πῶς φησιν «οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο» οὔπω γὰρ ἦν ἥκων ἐκ Λήμνου.
καὶ ἐν σταδίῃ ὑσμίνῃ: καὶ τὸ δόρυ παρὰ Θεσσαλοῖς στάδιον.
οἵ μιν ἅδην ἐλόωσι: κατʼ ἔνια τῶν ὑπομνημάτων «οἵ μιν ἄδην ἑάσουσιν», ὅ ἐστι κορέσουσιν. καὶ ἐπὶ τοῦ Ποσειδῶνος «ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος» διὰ τῶν δύο αα παρέκειτο «ἑάαν». μαρτυρεῖ καὶ τὸ «ἄσειν ἐν Τροίῃ ταχέας κύνας». οὕτως Ἀρίσταρχος.
ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο: ἤτοι συναπτέον ἐσσύμενον πολέμοιο ἀντὶ τοῦ ὡρμημένον εἰς τὸν πόλεμον, ἢ τὸ ἑξῆς ἐστιν ἐλόωσι πολέμοιο, καθὸ διασταλήσεται βραχὺ τὸ ἐσσύμενον ἀπὸ τοῦ πολέμοιο. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος ἀγνοήσας τὸ σημαινόμενον πεποίηκε «καὶ ἐσσύμενον πολεμίζειν». ἔστι δὲ τὸ ἅδην ἐλόωσιν ἀντὶ τοῦ κορεσθῆναι αὐτὸν ποιήσουσι τοῦ πολέμου, καίπερ προθυμίαν ἔχοντα.
ἄδην ἐλόωσι— αἰπύ οἱ ἐσσεῖται: λίαν κορέσουσι, ὡς «ἄδην ἐλάαν κακότητος». οἱ δὲ ἄδην ἐσσύμενον. οἱ δὲ «ἀάσωσι» παρὰ τὸ ἄσην ἐμποιεῖν. τὸ δὲ αἰπύ ἀντὶ τοῦ δύσβατον, χαλεπόν, δεινόν· «σοφίαι μέν αἰπειναί» Πίνδαρος. τὸ δὲ ἐσσεῖται ἐάν ἐστι Δώριον, παροξύνεται, ἐὰν δὲ Ἀττικόν, προπερισπᾶται. τὸ δὲ ἐσύμενον ἀντὶ τοῦ ἐφιέμενον. ἄδην δὲ παρὰ τὸ ἄδος, ὅ ἐστι πλησμονή.
λίαν ἀπελάσουσι. γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον.
δύσβατον.
αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι: ὅτι αἰπύ μεταφορικῶς ἀντὶ τοῦ δυσπρόσβατον, δυσχερές. καὶ ὅτι ὁ πέρ σύνδεσμος περισσός.
κείνων: οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου.
ἀάπτους: Ἀρίσταρχος «ἀέπτους», ἄλλοι δὲ ἀάπτους.
Ἀρίσταρχος κείνων. τὸ ἀάπτους διὰ τοῦ α.
ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι— θοῇσιν: τὸ τῆς Ἀδραστείας οὖν δείκνυται, ἐν οἷς βεβίασται ὑπὸ τοῦ Ἕκτορος.
ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας:τίς ἂν οὖν εἴη ὁ Αἴας ὑπὸ τῶν ἐφαμίλλων ἐπαινούμενος;
ὄντως μέγας ὁ Αἴας ἐστί, καὶ ὑπʼ αὐτῶν ἐπαινεῖται διὰ τὴν ἀνδρίαν.
ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτήν: πολλάκις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ καὶ ἔδοι Δημήτερος ἀκτήν. ἀκτὴν δὲ τὸ κλώμενον ἢ τὸ προηγμένον καὶ προτιμηθὲν τῶν ἄλλων.
οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν ἔν γʼ αὐτοσταδίῃ: θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνον Αἴας ὑπομείνειεν. φιλοτιμεῖται δὲ ἀεὶ τὴν μνήμην Ἀχιλλέως.
ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν: καὶ δικαίως, ὡς πρεσβύτερος. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις καὶ τὸ τῆς ἀλκῆς πιστὸν ὑποφαίνει.
νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστερά: ὅτι τὸ νῶϊν δύο πτώσεις σημαίνει, γενικὴν καὶ δοτικήν, ἡμῶν καὶ ἡμῖν. νῦν δὲ κεῖται ἀντὶ τοῦ ἡμῶν ἐπʼ ἀριστερά.
ὧδε: οὕτως ὡς ἔχεις ὁρμῆς. ἔχε δὲ πορεύου, «τῇ ῥʼ εἶχεν Μενέλαος».
νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ: λείπει τὴν ὁρμήν. τινὲς δέ, ἐπὶ τὰ ἀριστερὰ ἡμῶν μέρη τοῦ στρατοῦ πορεύου.
ὄφρα τάχιστα εἴδομεν: οὐδέποτε τὸ περισπώμενον ὑποτακτικὸν συστέλλει.
εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν: ὅτι ἔξωθεν συνυπακοῦσαι δεῖ ὀρέξει, ἤ τις ἡμῖν ὀρέξῃ. ὅλον δὲ συναπτέον τὸν στίχον· ὁ γὰρ λόγος· ἵνα ταχέως ἐπιγνῶμεν, πότερον καύχησιν ἑτέρῳ δώσομεν ἢ ἕτερος ἡμῖν.
ἠέ τῳ εὖχος ὀρέξομεν ἦέ τις ἡμῖν: ἀπὸ κοινοῦ τὸ ὀρέξει.
ἦρχʼ ἴμεν: θαυμάσια τὰ ἤθη· παρὸν γὰρ αὐτοῖς ἡσυχάζειν ταττομένοις συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.
σὺν ἔντεσι δαιδαλέοισι: ἐν ἄλλῳ «σὺν ἔντεσι μαρμαίροντας».
κεκλόμενοι: ἀναδιπλασιασμὸς Αἰολικός.
τῶν δʼ ὁμὸν ἵστατο νεῖκος: ἰσοβαρές, τῶν περὶ Ἰδομενέα τῶν Τρώων. τινὲς δὲ «ὁμόσε».
πρυμνῇσι: ἐσχάταις.
ὑπὸ λιγέων ἀνέμων: τῶν ἐτησίων· οὗτοι γὰρ θέρους πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες ἀέρος ὑποσυρίττουσιν.
λιγέων: ταχὺ πνεόντων.
ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους: ψαφαρὰ γάρ ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός.
οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὁμίχλην:λείπει τὸ πνέοντες, ἵνʼ ᾖ· οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν, διʼ ἧς ὁμίχλη μεγίστη γίνεται.
ἢ ὁμοῦ πνέοντες ὑποσυρίζουσι κόνιν, διʼ ἧς ὁμίχλην ποιοῦσιν.
ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη: τὸ συμπεφυρμένον αὐτῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιχθείσῃ κόνει. τὸ δὲ ὁμόσε Ἀττικοὶ ἐπὶ πολεμικῆς παρασκευῆς φασιν.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι: ἐγγὺς παραβολῆς ἡ μεταφορά. ἐν βραχεῖ δὲ τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ· ὅμοιον γάρ τι τῇ τῶν σταχύων κινήσει γέγονεν.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι: ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων.
ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι: ὠρθώθη τῆς μάχης τὰ δόρατα.
ταμεσίχροας: ποιητικῶς ἀνέπτυξεν τὸ τμησίχροας. ἢ ἀπὸ τοῦ ταμέσω.
ταμεσίχροας: τμητικὰς τοῦ χρωτός, παρὰ τὸ ταμῶ ῥῆμα, οὗ ὁ μέλλων ταμέσω. ἢ ἀνέπτυξε ποιητικῶς τὸ τμησίχροας.
ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη—σακέων τε φαεινῶν: χαρίεν καὶ τὸ ποικίλως τὴν κατʼ εἶδος διαφορὰν φράζειν, τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους καὶ φαεινὰς τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῆς λαμπηδόνος τῶν ὅπλων. ἄμερδεν δὲ ἀντὶ τοῦ ἐστέρισκε τοῦ ὁρᾶν.
αὐγὴ χαλκείη: τολμηρόν· οὐ γὰρ εἶπεν «ἡ ἀπὸ τοῦ χαλκοῦ αὐγή». μονονουχὶ οὖν ἐφλόγωσε τὰ ὅπλα, ἡλίου λαμπηδόνα αὐτοῖς μαρτυρῶν. ἐμφατικώτερόν ἐστι τοῦ ἑτέρωθι εἰρημένου «ἀμφὶ δὲ χαλκῷ ἐλάμπετο εἴκελος αὐγῇ ἢ πυρὸς αἰθομένου»· νῦν γὰρ οὐδὲ τὸ «ὄσσε δʼ ἄμερδεν».
νεοσμήκτων: οὐ καινῶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν ἐπιμέλειαν τῶν χρωμένων ἐδήλωσεν.
θρασυκάρδιος εἴη, ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο: ἀντὶ τοῦ ἦν. κατὰ συλλογισμὸν δὲ ἡ αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούντων αὐτὸν δεῖ σκοπεῖν;
εἴη: ὅτι ἤλλακται τὸ ῥῆμα, εἴη ἀντὶ τοῦ ἦν.
ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο: πρὸς τὴν ἀλλαγὴν τοῦ ῥήματος, ἀντὶ τοῦ ἐγήθησεν. καὶ ὅτι πόνον τὸ ἔργον. καὶ ὅτι ἀντικειμένως ἀποδέδωκεν οὐδʼ ἀκάχοιτο, πρὸς τὸ σύνηθες.
τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιώ:κεχωρισμένως, ἀμφισβητοῦντες. αὔξει δὲ τὴν μάχην, οὗ μὲν ἐργάτας οὗ δὲ θεατὰς αὐτῆς ποιῶν θεούς.
τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιώ:ὁ λόγος ἀναφορικός ἐστιν, ἐπεὶ ὁ Ζεὺς βούλεται Τρωσὶ βοηθεῖν.
ἡρώεσσι τετεύχετον: ἐν ἄλλῳ «ἡρώεσσιν ἐτεύχετον».
τετεύχετον: ὅτι ἀντὶ τοῦ τετευχέτην ἢ τεύχουσι. χρόνος δὲ ἤλλακται· ἔστιν γὰρ ἀντὶ τοῦ ἔτευχον, ὡς ἐπὶ τοῦ «ἢ κεμάδʼ ἠὲ λαγῳὸν ἐπείγετον» ἀντὶ τοῦ ἤπειγον.
τετεύχατον: διὰ τὸ μέτρον ἀντὶ τοῦ ἐτετευχάτην.
Ζεὺς μέν ῥα: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «Ζεὺς μὲν ἄρα».
κυδαίνων Ἀχιλῆα: τουτέστι τὸ «Διὸς δʼ ἐτελείετο βουλή». ὑπὲρ παραμυθίας δὲ ταῦτα τῶν ἀκροατῶν διὰ μέσου φησίν· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦντας, τὸν μὲν ἑνί, τὸν δὲ τῷ πλήθει.
οὐδέ τι πάμπαν: Ἀριστοφάνης «οὐδʼ ὅγε πάμπαν».
ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον:ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ «κυδαίνων Ἀχιλῆα πόδας ταχύν».
οὐδʼ ὅγε πάμπαν ἤθελε—καρτερόθυμον: οὐδʼ ὅγε πάμπαν οὐδὲ ὅλως οἷον παντελῶς. παραμυθεῖται δὲ τὸν ἀκροατήν. τὸ δὲ Θέτιν κύδαινε ἀθετεῖται ὡς περισσόν· ταυτολογία γάρ. ἐντεῦθεν δὲ Μελανιππίδης κύουσαν ἀπὸ Διὸς Θέτιν ἐκδοθῆναι Πηλεῖ διὰ τὰ ῥηθέντα ὑπὸ Προμηθέως ἤτοι Θέμιδος.
Ἀργείους ... μετελθών: ἡ μετά πρὸς τὸ Ἀργείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί, ἐπὶ Ἀργείους.
ὀρόθυνε: Ζηνόδοτος καὶ Ἀριστοφάνης «ὤτρυνε».
ὀρόθυνε: τινὲς παρὰ τὸ ὄρω καὶ τὸ θύνω, ἵνʼ ᾖ ἐνθουσιωδῶς ὥρμα. ἄμεινον δὲ παράγωγον εἶναι.
Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθών λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους: τὸ λάθρῃ ἀμφοτέροις δύναται προσδίδοσθαι. τὸ δὲ ἑξῆς ἐστιν Ἀργείους δʼ ὀρόθυνε Τρωσὶν δαμναμένους. τὸ δὲ ἤχθετο γάρ ῥα διὰ μέσου· εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους, σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ «καί ποτέ τις εἴποι “πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων” ἐκ πολέμου ἀνιόντα»· τὴν γὰρ ἔλλειψιν τοῦ ὁρῶν οὐ παραδεχόμεθα.
ὑπεξαναδύς: ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ ἔξ καὶ τὴν ἄνω ἡ ἀνά. ἢ περισσὸν τὸ ὑπέξ, καὶ ἀναστρέφει δὲ αὐτὸ ἐν τῷ «ἐξυπανέστη». ταπεινὸς δὲ ὁ λάθρᾳ θέλων βοηθεῖν. ἢ διδάσκει μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτάτοις προσκρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρᾳ μὲν προθύμως δὲ ἀναδύοντα τῆς ἁλὸς δηλοῖ.
ὡς τὸ «ὑπεξυπανέστη»
Τρωσὶν δαμναμένους: λείπει τὸ ὁρῶν. ἔστι δὲ τὸ τῆς φράσεως ἀρχαῖον. Εὔπολις ἐν Αὐτολύκοις· «ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντʼ ἄχθομαι».
ἠδʼ ἴα πάτρη: μεγαλοφυῶς εἶπε τὸν οὐρανὸν θεῶν πατρίδα.
ἴα πάτρη ἀλλὰ Ζεὺς—πλείονα ᾔδη: πάτρη πατερία πατρία. οὕτω δὲ ἡ εἰς τὸν πατέρα τοῦ γένους ἀναφορά. ἔστιν οὖν ἀντὶ τοῦ μία πατριά, ὁ αὐτὸς πατήρ. ἠρέμα δὲ ἀφαιρεῖ καὶ διὰ τούτων τὸ ἐπὶ γένει οἴημα τῶν ἀνθρώπων ὅτι οὐκ ἀπόχρη γενέσθαι εὖ· τιμιώτερα γὰρ τὰ πλεονεκτήματα.
ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη:τοὺς πρεσβυτέρους ἀεὶ πολυπειροτέρους φησίν· «ἐγὼ δέ κε σεῖο νοήματί κεν προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην». ἄμφω οὖν εἰς σύστασιν παρέλαβε, τό τε τῆς ἡλικίας καὶ τὸ τῆς σοφίας· οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν, ὅτι ἦν ἰσχυρός, αὔξων Ποσειδῶνα καὶ τιμῇ, οὐ ῥώμῃ φῆσαι αὐτὸν εἴκειν Διΐ. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς πρεσβυτέρους ἅμα καὶ σοφωτέρους.
ἀνδρὶ ἐοικώς: ἄλλοτε ἄλλῳ, ὡς ἔμπροσθεν Κάλχαντι εἶτα Θόαντι
τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν: ὁ λόγος· οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δεσμῶν. τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινές, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς.
τοὶ δʼ ἔριδος κρατερῆς— ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν: μικτὴ ἡ ἀλληγορία. ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος ὅτι, ὥσπερ οἱ ἐξασφαλιζόμενοι τοὺς δεσμοὺς τὰ πέρατα τῶν δεσμῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς καὶ συμπλέξαντες δυσδιάλυτον ποιοῦσι τὸν δεσμόν, οὕτω καὶ οἱ θεοὶ τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐτὴν γενέσθαι· ἀλλʼ ὥσπερ μεταφορᾷ κέχρηται ἀπὸ τῶν ἐπὶ τὴν μάχην, ἔριδος πέρας καὶ πολέμου πέρας ὥσπερ σχοινίων πέρατα ὀνομάσας καὶ τὸ ἐπαλλάξαι ὡς ἐπὶ δεσμῷ καὶ τὸ τανύσαι καὶ τὰ ἑξῆς ὀνόματα. τὸ δὲ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ τὸ πέρας τοῦ πολέμου συμπλέξαντες ἐπʼ ἀμφοτέροις τοῖς στρατεύμασιν ἥπλωσαν αὐτό.
ἄλλως· ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ πολέμου συμπλέξαντες ἥπλωσαν αὐτὸ ἐπʼ ἀμφοτέρων τῶν στρατιωτῶν. Κράτης δὲ ἐπὶ τῶν στρατευμάτων φησίν· οἱ Τρῶες γὰρ καὶ οἱ Ἕλληνες. ἀπέστραπται γὰρ ὁ Ζεύς. ἀλλʼ ἐπὶ τὸν νοῦν αὐτοῦ ἀνενεκτέον, θέλει δὲ εἰπεῖν ὅτι ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν εἵλκυσαν· ὅθεν τὸ ἀδιαλύτως μάχεσθαι παρίστησιν.
τοὶ δʼ ἔριδος κρατερῆς—ἔλυσεν: ὁ δὲ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα—τὴν ἰσχὺν συστῆναι διὰ τὰς τῶν θεῶν βοηθείας.
τοὶ δʼ ἔριδος: οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ «οἱ δʼ ἔριδος».
Ἀρίσταρχος «τὼ δʼ ἔριδος», Ἀριστοφάνης «τοί».
πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν: διχῶς Ἀρίσταρχος, καὶ «ἐπʼ ἀλλήλοισιν». ἓν δὲ διʼ ἀμφοτέρων τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. ἡ διπλῆ, ὅτι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατʼ ἀμφοτέρων τῶν στρατευμάτων.
ἐπʼ ἀμφοτέροισι: διχῶς αἱ Ἀριστάρχου, καὶ «ἐπʼ ἀλλήλοισι».
ἄρρηκτόν τʼ ἄλυτόν τε: ὅμοιον τῷ «κόπτε δὲ δεσμούς ἀρρήκτους ἀλύτους».
μεσαιπόλιος: σπαρτοπόλιος. ὠμογέρων δὲ Ὀδυσσεύς γέρων δὲ ὁ Νέστωρ
μεσαιπόλιος Ἰδομενεύς, ὠμογέρων Ὀδυσσεύς, γέρων Νέστωρ.
Τρώεσσι μετάλμενος: ἐν ἄλλῳ «Τρώεσσιν ἐπάλμενος».
Τρώεσσι: λείπει ὁ καί, καὶ Τρώεσσι.
Καβησόθεν ἔνδον ἐόντα: ἐν τῇ Ἀργολικῇ «Ἑκάβης νόθον υἱὸν ἐόντα». καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατʼ ἄγνοιαν τῆς Καβήσου.
ἐν τῇ Ἀργολικῇ «Ἑκάβης νόθον υἱὸν ἐόντα», ἴσως ἀγνοίᾳ τῆς Καβήσου.
Καβησόθεν: Κάβησα πόλις Ἑλλησποντίς, ἡ νῦν Κύβασα. οἱ δὲ Θρᾴκης — καὶ συνᾴδει ἡ ἀκολασία τοῦ γάμου· οἱ δὲ Λυκίας· οἱ δὲ Καππαδοκίας, Κάβασα· οἱ δὲ τῶν Ἀγαθύρσων ὡς ἥκειν ἐκ τῆς πρὸς Αἷμον Θρᾴκης. οἱ δὲ ἀδελφὸν Σαρπηδόνος.
ἔνδον ἐόντα: τινὲς ἔνδον τοῦ οἴκου Πριάμου, οἱ δὲ ἐν Ἰλίῳ, οἱ δὲ ἔνδον ἐόντα κεκινημένον. ἄμεινον δὲ τὸ ἔνδον ἐόντα ἀντὶ τοῦ παρόντα, ὡς καὶ τὸ «δεῖπνον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων», ὃ ἀντιφράζων φησὶ «χαριζομένη παρεόντων».
ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει:κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμαστῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη· «φόως δʼ ἑτάροισιν ἔθηκεν ἄνδρα βαλών, ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο»—γενναῖος γὰρ ὁ Ἀκάμας—«Ἀκάμαντʼ ἠύν τε μέγαν τε». ἐπὶ δὲ τῇ τοῦ Ὀθρυονέως ἀναιρέσει οὐ σωτηρίαν φησὶ τοῖς Ἕλλησι γενέσθαι ὑπὸ Ἰδομενέως, ἀλλὰ φόβον τοῖς βαρβάροις· ἀλαζόνος γὰρ καὶ ἀνοήτου τινὸς ἀναιρεθέντος ἀπίθανόν φασιν ὡς μεγάλου τινὸς κατορθωθέντος τοὺς Ἕλληνας σεσῶσθαι. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ τοῦ Ὀθρυονέως ἀλαζονεία ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων.
μετὰ κλέος: Ἀριστοφάνης «κατὰ κλέος».
ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασσάνδρην ἀνάεδνον: βαρβαρικὸν καὶ τοῦτο· οὐδέποτε γὰρ εὑρήσομεν παρʼ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν καὶ χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης γὰρ ἐρῶν ἧκεν, οὐχ ὅτι βασιλική, ἀλλʼ ὅτι εἶδος ἀρίστη. καίτοι παρʼ Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν «εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν». καὶ τὸ ἀνάεδνον γλίσχρον, ὅπου γε οἱ ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ προσφέρουσιν.
Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην: ὅτι νῦν μὲν τὴν Κασσάνδραν εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς Χωρίζοντας· λύεται γὰρ τοῖς τοιούτοις.
θυγατρῶν εἶδος ἀρίστην: αὕτη τῶν ἀγάμων ἀρίστη, τῶν δὲ γαμηθεισῶν Λαοδίκη τινὲς δὲ εἰς τὸ θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησιν τῆς μαντείας, ὡς καὶ «Θεοκλύμενος θεοειδής» καὶ «Πολύϊδος» ὁ μάντις. λεληθότως δὲ ἡμῖν τὰ τῆς Κασσάνδρας ὑποφαίνει καὶ ἐν τῇ Ω, ἐπεὶ συνάγειν αὐτὴν Ἀγαμέμνονι μέλλει.
Κασσάνδρην ἀνάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι· διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν Κασσάνδραν.
ἀνάεδνον: δίχα τοῦ δοῦναι ἕδνα.
ὑπέσχετο δὲ μέγα ἔργον: βραχὺ διασταλτέον ἐπὶ τὸ ἔργον· ἐμφαίνει γάρ.
ἀπωσέμεν υἷας Ἀχαιῶν: αἱ Ἀριστάρχου, «ἀνωσέμεν» Ζηνόδοτος. Ἀρίσταρχος δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν. τινὲς δὲ ἐπάγουσι «φοιτῶν ἔνθα καὶ ἔνθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν»· καὶ οἰκεῖον τῷ «ὕψι βιβάντα».
Ἀρίσταρχος «ἀνωσέμεν».
τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο— ὑποσχεσίῃσι πιθήσας: φονεύων αὐτὸν διδάσκει μὴ τὰ ὑπὲρ δύναμιν ἐπαγγέλλεσθαι μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσεσιν.
αὐτοῖο τιτύσκετο: ὡς ἐπʼ αὐτὸν κατεστοχάζετο.
βιβάντα: Ἀρίσταρχος βιβάντα ὡς
«δαμέντα», ἀπʼ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις.
ὕψι βιβάντα: ὡς ἱστάντα. οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ βάδισμα.
οὐδʼ ἤρκεσε θώρηξ: ὡς μεγαλοφρονοῦντος αὐτοῦ ἐπὶ τῷ θώρακι.
χάλκεος: ὅτι χαλκοῖ οἱ θώρακες. πρὸς τὸ «ὀλίγος μὲν ἔην, λινοθώρηξ».
ὁ δʼ ἐπεύξατο φώνησέν τε: τινὲς «ὁ δὲ κερτομέων ἔπος ηὔδα». οὐ γὰρ καυχηματίαν αἴρει λόγον, ἀλλὰ σαρκασμοῦ ἀνάπλεων.
Ὀθρυονεῦ, περὶ δή σε— Δαρδανίδῃ Πριάμῳ: ἢ ἀπὸ αὐτομόλων ἢ αἰχμαλώτων· ἢ ἐπὶ τῷ ἐπαγγέλματι πεφήμισται, τοῖς μὲν ἐπʼ ἐλπίδι νίκης, τοῖς Ἕλλησιν ἐπὶ ἀβελτηρίᾳ.
ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ τῶν ἐπʼ ἐλπίδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν Τρῶες αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι καὶ ἀναιρουμένου φοβοῦνται, οἱ δὲ Ἕλληνες ἐπὶ ἀβελτερίᾳ ἐπιφωνοῦσιν.
αἰνίζομαι: φέρεται καὶ διὰ τοῦ ξ «αἰνίξομαι», ἀντὶ τοῦ ἐπαινέσομαι. οἱ δέ, διήγημά σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος «αἰνίσσομαι».
ἢ διήγησίν σε ποιήσομαι, παρὰ τὸν αἶνον, «αἶνος μέν τοι ἀμύμων», τινὲς δὲ «αἰνίξομαι».
αἰνίζομαι: ἢ ἐπαινῶ παρὰ τὸν αἶνον ἢ φοβοῦμαι παρὰ τὸ αἰνόν.
ἐτεόν: ἐτός, ἐτεός.
ὁ δʼ ὑπέσχετο θυγατέρα ἥν: οὐ διηγεῖται νῦν τὸ πραχθὲν ὁ Ἰδομενεύς, ἀλλʼ ἐλέγχει· ἔστι γὰρ τὸ ὁ δέ ἀνθʼ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο· «ὁ δέ οἱ παρελέξατο λάθρῃ».
ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δʼ ἀνθʼ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως τῷ «ὁ δέ οἱ παρελέξατο λάθρῃ».
ταῦτά γε: τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβήν, ἵνα ᾖ ἡ φράσις δεικτική. τινὲς μὲν ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχῃ συναλιφή· ὅπερ οὐ πιθανόν.
τινὲς ἀπιθάνως ὤξυναν, ἵνʼ ᾖ ἀπὸ τοῦ τὰ αὐτά.
τελέσαιμεν: οὐ ψευσαίμεθα.
συνώμεθα: οὕτως συνώμεθα ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. τοῦτο δὲ Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταὐτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας. εἰσὶ μέντοι, οἳ ἐψίλωσαν, οὐκ εὖ.
συνώμεθα: τὰς συνθήκας συνημόνας· φησὶν οὖν «συνημοσύνας ἀγόρευε». συνθήκας καὶ συμβόλαια ποιήσαιμεν. δασυντέον δὲ τὸ συνώμεθα· ἀπὸ γὰρ τοῦ ἵημί ἐστιν.
ἤτοι συνθώμεθα· ὅθεν καὶ τὰς συνθήκας συνημοσύνας φησί. λέγει δὲ ὅτι συμβόλαια ποιήσομεν.
ἐπεὶ οὔ τοι ἑεδνωταὶ κακοί εἰμεν: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες. ἑεδνωταὶ δὲ κηδεσταί, πενθεροί· οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο.
ἑεδνωταί: ὡς χρυσωταί καὶ ποιηταί· οὕτως πάντες. Τυραννίων δὲ προπερισπᾷ, οὐχ ὑγιῶς. προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβάς, φύσει μακρᾷ παραληγόμενα, ὀξύνεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ ἑεδνωτής, σχηματισθὲν παρὰ τὸ «ἑεδνώσαιτο θύγατρα». περὶ δὲ τοῦ ἀήτης καὶ τοῦ «κυβερνήτης» βαρυνομένων λόγον δίδομεν.
ἑεδνωταὶ δὲ οἱ πενθεροί, οἱ τὰ ἕδνα λαμβάνοντες. ὀξυτόνως δὲ ὡς χρυσωταί.
εἷλκε: οὕτως Ἀρίσταρχος «ἕλκε».
διὰ κρατερήν: γράφεται «κατὰ κρατερήν».
τινὲς «κατὰ κρατερῆς ὑσμίνης».
τῷ δʼ Ἄσιος ἦλθεν ἀμύντωρ: πιθανὸν τῷ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότροπον καὶ ἄμφω ὑπὸ τοῦ αὐτοῦ ἀναιρεῖσθαι.
ἦλθεν ἀμύντωρ: Ἀρίσταρχος «ἦλθʼ ἐπαμύντωρ».
τινὲς μὲν ἦλθεν ἀμύντωρ γράφουσιν, Ἀρίσταρχος δὲ «ἦλθʼ ἐπαμύντωρ».
τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων: καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ ἕτοιμον οὖν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι ὑπὸ τῶν ἵππων.
ὁ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὁ δέ μιν φθάμενος βάλε δουρί: ὅτι περὶ τοὺς ἵππους ἐπτόητο. νῦν δὲ ἀποδίδωσι τὸ «οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπονοστήσειν».
λαιμὸν ὑπʼ ἀνθερεῶνα: εἰς τὸν ὑπʼ ἀνθερεῶνα λαιμόν.
διαπρὸ δὲ χαλκὸν ἔλασσεν: τινὲς περισσεύειν φασὶ τὴν πρό, ἵνʼ ᾖ διήλασεν. ἢ ἐς τὸ πρόσθεν διήλασεν.
ἀχερωΐς: ἡ λεύκη· ταύτην γὰρ ἀνήγαγεν Ἡρακλῆς ἐξ Ἀχέροντος. οἱ δὲ τὴν αἴγειρον, καὶ «ἀχελωΐς» γράφουσιν, ἐπεί φησιν «αἰγείρων ὑδατοτρεφέων». ὅτι δὲ μέγας ἦν, ἀλλαχοῦ φησι «μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο».
ἀχερωΐς: ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος— ἐπὶ τῇ Κερβέρου τῇ νίκῃ.
βλωθρή: εὐαυξῆ. τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτούς, ἢ φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρρηνούς, ἢ σκληράν, κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι «δρυσὶν ὑψικόμοισιν», «ἰτέαι ὠλεσίκαρποι», «ἐλαίης τανυήκεος ὄζοι», «αἰγείρων ὑδατοτρεφέων», «τανύφλοιόν τε κράνειαν».
κατὰ μὲν Ἀρκάδας ἁπαλή, κατὰ δὲ Βοιωτοὺς ὑψηλή, κατὰ δὲ Μάγνητας φλοιοβαρής, κατὰ δὲ Δρύοπας τραχεῖα, κατὰ δὲ Τυρρηνοὺς ηὐξημένη, κατὰ Καρυστίους δὲ σκληρά. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, «δρυσὶν ὑψικόμοισιν», «ἰτέαις ὀλεσικάρποις», «ἐλαίης τανυήκεος», «αἰγείρων ὑδατοτρεφέων», «τανύφλοιόν τε κράνειαν».
οὔρεσι τέκτονες: δύο δεῖ ποιεῖν, οὔρεσιν, εἶτα τέκτονες, οὐχ ὑφʼ ἕν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως;
οὔρεσι τέκτονες: Νικίας ὑφʼ ἓν «οὐρεσιτέκτονες», κακῶς· ἔδει γὰρ καὶ τὸ «οὔρεσι βουκόλοι» συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατασκευάζοντες. δύο οὖν μέρη λόγου ἐστί, καὶ λείπει τὸ οὖσαν, «οὔρεσιν οὖσαν», ὡς τὸ «ἥν τʼ ἐν ὄρεσσι χαλκίδα κικλήσκουσι θεοί».
νεήκεσι: ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀσκαλωνίτης ὡς εὐγενέσιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς η λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχὲς εὐτυχεῖς, εὐρυπυλοῦς «εὐρυπυλὲς» εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης, μεγακήτης.
ὡς εὐμήκεσιν. ἐχρῆν δὲ ὡς εὐγενέσιν.
ὡς εὐμήκεσι. δηλοῖ δὲ τὸ νεακονήτοις.
πρόσθʼ ἵππων καὶ δίφρου: διὰ τούτων τὴν περὶ τὸ ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει.
βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης:ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν γάρ, φασί, τοῖς ὀδοῦσι ἐδράττετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερικῶς ἀκουστέον, οἷον τῆς διʼ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δεδράχθαι αὐτὸν κόνεως πεφυρμένης ὑπʼ αὐτοῦ.
βεβρυχώς: βρυχώμενος, σπώμενος—εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας: ἐξεπλάγη δὲ τὰς φρένας ὁ ἡνίοχος αὐτοῦ ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, ἀκαταμάχητόν τινα τὸν δεσπότην οἰόμενον, εἶτα ἐπὶ τῷ παραδόξῳ πτώματι ἐκπεπληγμένον.
οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξαςἂψ ἵππους στρέψαι: ἀλύξας στρέψας, στρέψαι ἀλύξαι. πιθανὸν δὲ τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· ἐπεὶ γὰρ φθάνει συστήσας αὐτούς, οὐκ ἦν πιθανὸν ἐκ τοῦ εὐχεροῦς ἁλίσκεσθαι ὑπὸ τῶν πολεμίων. διὰ τὴν ἔκπληξιν οὖν τοῦ ἡνιόχου πιθανῶς τὸ τοιοῦτο πράττεται.
αὐτὰρ ὅ γʼ ἀσθμαίνων: Ἀρίσταρχος χωρὶς τοῦ γ, «αὐτὰρ ὁ ἀσθμαίνων».
χωρὶς τοῦ ε.
εὐεργέος: νῦν μάλιστα ἁρμόδιον τὸ ἐπίθετον ἐπὶ τοῦ Ἀσίου δίφρου· αὐτός τε γὰρ μέγας καὶ οἱ ἵπποι καλοὶ καὶ ὁ δίφρος εὐεργής.
ἐξέλασεν: ἐξελαθῆναι ἐποίησεν.
μάλα σχεδόν: καὶ μάλα σχεδὸν ἐλθὼν ἀποτυγχάνει.
Ἀσίου ἀχνύμενος: ὅτι παρεῖται ἡ πρόθεσις, περὶ Ἀσίου.
λείπει ἡ περί, ὡς τὸ «θυμὸν ἑταίρου χώεται αἰνῶς».
δινωτήν: περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.
κανόνεσσι: ἐκ πλήρους αἱ Ἀριστάρχου «κανόνεσσι».
ἐκ πλήρους δεῖ γράφειν τὸ κανόνεσιν.
δύω κανόνεσσʼ ἀραρυῖαν: οὐ γὰρ αὐτῷ ἔνδον ἔχρῃζον πρὸς ἀσφάλειαν. ἡ δὲ τοῦ Σαρπηδόνος αὐτοὺς ἔξωθεν εἶχεν. ἢ ἀντὶ πορπάκων αὐτοὺς εἶχον, ὡς Αὐτόχθων.
πᾶς: ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «πᾶσαι δʼ ὠΐγνυντο πύλαι» ἀντὶ τοῦ ὅλαι.
ἐάλη: συνειλήθη. ἄλλος δέ τις «πρόσσω … κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρόν οὔδει ἐνισκίμφθη». ὁ δὲ Ἕκτωρ «ἀλεύατο»· «ἕζετο γὰρ προϊδών». «ὁ δʼ ὕπαιθα λιάσθη Πουλυδάμας». τοσαύτη ἐστὶ τῷ ποιητῇ εὐπορία.
συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ «ἀλεύατο». ὁ δὲ Πολυδάμας «λιάσθη»· τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπορία.
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος: ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν οὐ ποιήσαντος, διαδραμόντος δέ, ἄκρως τὸν ψόφον τῆς ἀσπίδος ἐμιμήσατο. διὰ δὲ τοῦ ἄϋσεν ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ παρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος.
ἀλλʼ ἔβαλʼ Ἱππασίδην: προσυνίστησι τὸν Δηΐφοβον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών, ὡς καὶ τὸν Ἀμφίμαχον ἄλλο τι πράσσοντα ἀναιρεῖ
ἧπαρ ὑπὸ πραπίδων: ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα, «ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην»
ἔκπαγλον: ὑβριστικῶς· «ἔκπαγλον καὶ ἀεικές». ἐλέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ μέγα διαπραξάμενος οὐδὲ ἐπιτυχὼν τοῦ προκειμένου οὐδέ τινα τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διὰ Ἰδομενέα.
εἰς Ἄϊδος: Ἀττικῶς.
ἰόντα: οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου.
πυλάρταο κρατεροῖο: ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος· ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον.
Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα: ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς· διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατελάμβανεν Ἕκτορα.
ἀλλʼ οὐδʼ ... ἑοῦ ἀμέλησεν ἑταίρου, ἀλλὰ —σάκος ἀμφεκάλυψε: τὴν αἰτίαν ἐπιφέρει· καὶ γὰρ ἦν αὐτοῦ ἑταῖρος. ἐκάλυψε δὲ αὐτὸν τῇ ἀσπίδι, ἵνα μὴ σκυλευθῇ ὑπὸ τῶν πολεμίων.
ἀλλὰ θέων περίβη: πρὸς τὴν ἐξήγησιν τοῦ «ὃς Χρύσην ἀμφιβέβηκας» ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν τετραπόδων.
στενάχοντε: οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου στενάχοντε, οὐ διὰ τοῦ α ἐπὶ τοῦ νεκροῦ — γελοῖον γάρ —, ἀλλʼ ἐπὶ τῶν βασταζόντων.
στενάχοντε: ὅτι Ζηνόδοτος γράφει «στενάχοντα», ἑνικῶς.
στενάχοντε: ἐπὶ τῶν φερόντων. Ζηνόδοτος δὲ γελοίως «στενάχοντα» ἐπὶ τοῦ νεκροῦ.
Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεί: τὸ Ἰδομενεύς τινὲς περισπῶσιν. οἱ δὲ μένος ἀντὶ τοῦ μένους, ὡς «μέθυ χίλια μέτρα». οἱ δὲ μέγα ἵετο μεγάλως ἐπεθύμει. ἄμεινον δὲ εὐθεῖαν εἶναι, ὡς τὸ «οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος».
νυκτὶ καλύψαι: περιφραστικῶς ἀποκτεῖναι.
δουπῆσαι: ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι· οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς Γλωσσογράφους· οὗτοι γὰρ ἓν ἀνθʼ ἑνὸς ἐδέξαντο «δεδουπότος» ἀντὶ τοῦ τεθνηκότος.
δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς: Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. δουπῆσαι δὲ τὸ ἐν πολέμῳ πεσεῖν· ὅταν δὲ εἴπῃ «δεδουπότος Οἰδιπόδαο», ὡς κατακρημνίσαντος ἑαυτὸν ἐπὶ ταῖς συμφοραῖς.
ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱόν — τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε: τὸ ἑξῆς ἔνθʼ Αἰσυήταο υἱὸν ἥρωα Ἀλκάθοον ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε. τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν ταῖς αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν ἀντωνυμία κατʼ ἐπιφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον ὡς διὰ μέσου.
ἥρωʼ Ἀλκάθοον: «ἥρων Ἀλκάθοον» τινὲς Ἀττικῶς· «ἀλλʼ εἰς ἥρων τι παρήμαρτον» Ἀριστοφάνης
ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν: ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.
πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν: ὁ δέ ἀντὶ τοῦ γάρ.
Ἱπποδάμειαν: ἐξ Ἐριώπιδος· αὕτη γὰρ γυνὴ Ἀγχίσου.
τὴν περὶ κῆρι φίλησεν— γῆμεν ἀνὴρ ὤριστος: καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκαθόου, ὅτι διʼ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευτικὸν ὁ λόγος ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται διʼ ἀρετήν, οὐ διὰ τὴν φύσιν.
περὶ κῆρι: ὑπὲρ τὸ τῆς φύσεως μέτρον.
κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσίν: ὡς «οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτε τι ἔργα».
τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος: ποιεῖ τὰς γυναῖκας σπεύδειν πρὸς κοσμιότητα.
ὤριστος: τινὲς ἄλλους ὑποτάσσουσι· «πρὶν Ἀντηνορίδας τραφέμεν καὶ Πανθόου υἷας Πριαμίδας θʼ, οἳ Τρωσὶ μετέπρεπον ἱπποδάμοισιν, ἕως ἔθʼ ἥβην εἶχεν, ὄφελλε δὲ κούριον ἄνθος».
ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσεν: τοῦ πιθανοῦ ταῦτα ἐχέτωσαν, μὴ ἀπίθανος φαίνοιτο ὁ Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.
διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖτο Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.
θέλξας ὄσσε φαεινώ: μεταβαλὼν τῆς ὀξυωπίας· καὶ ἕστηκεν ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης τῷ σώματι, καὶ «οὐδέ με θέλξεν» καὶ «ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης», οἷον ἀπὸ τῆς πρώτης εὐτονίας μετεβλήθης.
ὄσσε φαεινώ: οὐδετέρως· καὶ ἀλλαχοῦ «τὼ δέ οἱ ὄσσε πὰρ ποσὶν αἱματόεντα».
στήλην: παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνόμασται.
στῆθος μέσον: ἐδίδαξε, ποῦ κεῖται ἡ καρδία ὡς καὶ Εὐδήμῳ δοκεῖ.
ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα: ὅτι σαφῶς τὸν θώρακα χιτῶνα χαλκοῦν
ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα: περιέρρηξε δὲ αὐτοῦ τὸν χιτῶνα.
αὖον ἄϋσεν: τὸ αὗον δασυντέον. σημαίνει δὲ τὸ ξηρόν. θέλει δὲ σημᾶναι τὸν ὥσπερ ἤδη νεκρούμενον.
αὖον ἄϋσεν ἐρεικόμενος: ἀντὶ τοῦ ὀξύ· καὶ ἔστιν ἀκοῦσαι σχιζομένου θώρακος ψόφον. ἐρεικόμενος δὲ ῥησσόμενος· ὅθεν ἐρειγμὸς καὶ ἐρεικτόν· «ἧψε κατερεικτῶν χύτρας»
οὐρίαχον πελέμιζεν: τὴν ἐπιδορατίδα. οἵ τινʼ οἱ τὴν οὐράν. ἔδειξε δὲ ὁρμῶντα προσωτέρω τὸν σίδηρον καὶ ἀνακρουόμενον τῷ παλμῷ τῆς καρδίας, καὶ δηλοῖ ὡς μετὰ θάνατον τοῦ παντὸς σώματος ἔτι ζῇ ἡ καρδία. οὐρίαχον: τὸν σαυρωτῆρα—καὶ στρόφιγγά φασιν.
πελέμιζεν: οὕτως διὰ τοῦ ζ Ἀρίσταρχος καὶ Ἀριστοφάνης. ἄλλοι δὲ «πελέμιξεν» διὰ τοῦ ξ.
ἀφίει μένος ὄβριμος Ἄρης: τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ὁ σίδηρος ἵστη, μὴ συγχωρούμενος ὑπὸ τῆς καρδίας. οἱ δέ, τὴν ψυχὴν ἀφιέναι τὸ μένος ἐποίει.
ἀφίει μένος ὄβριμος Ἄρης: ἀντὶ τοῦ ὥρμα ὁ σίδηρος πρόσω χωρῆσαι …
ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω: ὄντως ἄρα δή τι νομίζομεν ἄξιον εἶναι τὸ τοὺς τρεῖς τούτους ἀνθʼ ἑνὸς ἀνῃρῆσθαι, ἐφʼ ᾧ σὺ μάτην ἐφιλοτιμήσω. ἢ οὕτως· ἆρα ἴσον ὀφείλομεν στοχάζεσθαι τὸ τρεῖς ἀνθʼ ἑνὸς πεφονεῦσθαι ἢ δῆλον ὅτι πολλῷ μεῖζον καὶ τριπλάσιον;
ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι: ἆρα ἀξίως καὶ δεόντως—πεφονευκότες;
δή τι ἐΐσκομεν: οὕτως Ἀρίσταρχος δή τι ἐΐσκομεν, χωρὶς τοῦ ς.
Ζηνόδοτος δὲ «δή τι ἐΐσκομεν» χωρὶς τοῦ ς γράφει.
οὕτως: οὕτως διὰ τοῦ ο Ἀρίσταρχος. Ζηνόδοτος διὰ τοῦ α.
ἐναντίον: γράφεται καὶ «ἐναντίος».
ἴδῃς: οὕτω Ζηνόδοτος. Ἀρίσταρχος δὲ «ἴδῃ» διὰ τοῦ ι.
Ἀρίσταρχος χωρὶς τοῦ ς «ἴδῃ».
γόνος: ἀπόγονος.
ὃς πρῶτον Μίνωα τέκε—ἄνακτα: πρὸς κατάπληξιν τοῦ πολεμίου λεγόμενον καὶ ἡμᾶς εὐκαίρως ἐδίδαξεν.
Κρήτῃ ἐπίουρον: τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδοτος γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύλακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται δὲ καὶ ὁ Δίδυμος τῆς ἀποδόσεως καὶ Τρύφων ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων ὅτι ὁ ἐπίουρος, ὡς «ἐπίσκοπος», οὐ πάντως ἔχει ἐγκείμενον τὸν «οὖρον» τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ υ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ ἀνέστρεψαν τὴν πρόθεσιν «Κρήτῃ ἔπι». ὁ δὲ Ἀσκαλωνίτης παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προσθέσεως, ὁμοίως τῷ «βοῶν ἐπιβουκόλος ἀνήρ».
ἐπίουρον: οἱ μὲν ὡς «ἐπίσκοπον», οἱ δὲ ἀναστρέφουσι τὴν ἐπί, οἱ δὲ παρέλκειν αὐτὴν οἴονται. ἄμεινον δὲ τὸ πρῶτον. οἱ δὲ ὅτι περισσὴ ἡ ἐπί, ὡς «ἐπιβουκόλος ἀνήρ».
Δευκαλίωνα: ἐκ Πασιφάης.
Δευκαλίων δʼ ἐμὲ τίκτε: ὀρθοτονητέον τὴν ἀντωνυμίαν· ἔστι γὰρ ἀντιδιασταλτική. τίκτειν δὲ τὸ κτίζειν. οἱ δὲ «ἔμʼ ἔτικτε».
πολέσσʼ ἄνδρεσσιν: εἶπε γὰρ «ἐν δʼ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι».
εὐρείῃ: μεγάλῃ· «τοῦ μέν τε κλέος εὐρύ» καὶ «εὐρύοπα Ζῆνʼ» καὶ «εὐρυσθενές».
ἤ τινα: Ἀρίσταρχος ἤ τινα. ἄλλοι δὲ «εἴ τινα».
ἑταρίσσαιτο: ὅτι ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ «ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον».
ἑταρίσσαιτο: συνεργὸν καλέσαιτο.
δοάσσατο: τοῦ δοκῶ παράγωγον· δοκάσατο καὶ ἀποβολῇ τοῦ κ δοάσατο, ὡς «ῥαδαλὸν δονακῆα» ἀντὶ τοῦ κραδαλόν, εὐκράδαντον.
τοῦ δοκῷ παράγωγόν ἐστι, δοκῶ δοκήσω δοκάσσω ἐδοκάσσατο δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο.
βῆναι ἐπʼ Αἰνείαν: Τροίας ἁλούσης Αἰνείας—μετῴκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην.
ἐπεμήνιε: ἐμέμφετο. «ὁ ξεῖνος δʼ εἴπερ μάλα μηνίει, ἄλγιον αὐτῷ»· «ἀλλʼ ἀπομηνίσει».
οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν: τὸ μετʼ ἀνδράσιν δύναται ἑκατέρωσε συντάττεσθαι· ἀδιάφορον γάρ.
ἢ «ἐόντα μετʼ ἀνδράσιν» ἢ «μετʼ ἀνδράσι τίεσκεν».
οὔτι τίεσκεν: ἢ ὡς τῆς Ῥέας μηνισάσης Ἀλεξάνδρῳ. ἢ ὡς τιμωμένου ὑπὸ τῶν Τρώων· φησὶ γὰρ «Αἰνείας, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ». οἱ δέ, ὅτι πολίτῃ τὴν ἀδελφὴν δέδωκεν Ἀλκάθῳ· καὶ γὰρ ἐγνωκὼς τὸν χρησμὸν οὐκ ἂν Αἰνείας ὑπερήσπισεν Ἕκτορος οὐ Κύπρις Ἀνδρομάχῃ παρέσχε τὴν ἄμπυκα οὐ τὸ σῶμα ἐφύλασσεν Ἕκτορος
ὡς τιμώμενον αὐτὸν ὑπὸ τῶν Τρώων καὶ παραβλάπτοντα τὴν βασιλικὴν τιμὴν οὐκ ἐτίμα, δεδιὼς τὴν ἐπιβουλήν.
γαμβρῷ: ἀδελφῆς ἀνδρί. «οἶος, σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι».
κῆδος: κηδεία τοῦ νεκροῦ.
ἐπαμύνομεν: ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν.
ἐπαμύνομεν: οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν.
τὸ δὲ ἐπαμύνομεν τινὲς «ἐπαμυνέμεν». ὑγιέστερον δὲ τὸ καὶ ἑαυτὸν συναριθμεῖν τῇ ἐπικουρίᾳ πρὸς τὴν ἐκείνου αἰδῶ.
τυτθόν: ἡ λέξις Θετταλῶν.
θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: τῶν γὰρ παλμῶν αἰτία ἡ θέρμη τοῦ περὶ καρδίαν αἵματος.
βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς:ἡ τοῦ φίλου συμφορὰ ἀμαυροῖ τὴν ἐπὶ τῷ ἐχθρῷ μῆνιν.
φόβος: ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή.
φόβος: καὶ πῶς αὐτός φησι «δείδια δʼ αἰνῶς Αἰνείαν ἐπιόντα» ἢ φόβον τὴν φυγήν φησιν· ἐπάγει γοῦν «ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς».
τηλύγετον: ἤτοι μεμονωμένον ἢ γέροντα τὸν τηλοῦ τῆς ἡλικίας ἐλθόντα. ἢ ὁ τέλος τῆς γενέσεως ἔχων, μεθʼ ὃν ἄλλος οὐκ ἐτέχθη τῷ πατρί, ὡς Ὀρέστης καὶ Ἑρμιόνη. οἱ τοιοῦτοι δὲ ὡς ἐπίπαν δειλοί, ὑγρᾷ ἀνατρεφόμενοι διαίτῃ. οἱ δὲ ἀγαπητὸν διὰ τὸ τοῖς φίλοις ἀρήγειν.
τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι, μεθʼ ὃν οὐκ ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι ὡς ἐπίπαν γίνονται διὰ τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γονέων.
ἔμενεν: ὅτι ἀντιδιέσταλται τῷ φόβῳ τὸ ἔμενε, ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει.
ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς: ἀπὸ τῆς ἄλξ καὶ ἄλξω καὶ ἄλξις καὶ ἔπαλξις. ὡς μεσαιπόλιος δὲ καὶ δυσκίνητος οὐκ εἰκάζεται λέοντι, ἀλλὰ τῷ δευτερεύοντι καὶ λοχῶντι τοὺς ἐπιόντας.
κολοσυρτόν: ὁ μετὰ κολῳοῦ ἐπισυρμός. ἢ ὁ μέγας θόρυβος· κόλον γὰρ τὸ μέγα, καὶ κολόκυμα· καὶ ὁ μεγάλην ἁφὴν ἔχων κόλαφος καλεῖται.
χώρῳ ἐν οἰοπόλῳ: ὁ γὰρ μονιὸς ἀλκιμώτερος. οἰοπόλῳ: ἤτοι ἐν ᾧ ὄϊες—δηλοῖ τῷ ἐρήμῳ.
πυρὶ λάμπετον: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι.
πυρὶ λάμπετον: ὡς πυρί, ἢ ὑπὸ πυρός· καὶ ἀλλαχοῦ δέ φησι «πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς».
ἀλέξασθαι: ἀμύνασθαι. ἐναργῶς δὲ τὰ συμβαίνοντα περὶ αὐτὸν συνεκτίθεται, ὡς μηδὲ χρείαν ἔχειν τοῦ ὀνόματος τούτου.
ὡς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει,Αἰνείαν ἐπιόντα βοηθόον: διὰ μέσου τὸ οὐδʼ ὑπεχώρει
Αἰνείαν ἐπιόντα βοηθόον: ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Αἰνείου ἐπιόντος βοηθόου.
βοηθόον: ἀντιφράζει αὐτὸ ἐν τῷ «πόδας ταχύν». τινὲς δὲ ὀξύνουσιν, ἵνʼ ᾖ ὅμοιον τῷ «βοῇ θοόν». οὐδέποτε δὲ Ὅμηρος οὕτως τὸν σύμμαχον καλεῖ.
αὖε δʼ ἑταίρους Ἀσκάλαφόν τʼ ἐσορῶν— καὶ Ἀντίλοχον: τὸ μὲν μεῖναι γενναίου, τὸ δὲ καλεῖν τοὺς ἑταίρους ἀσφαλοῦς. καὶ τὸ ἐσορῶν πραγματικῶς πρόσκειται ὑπὸ τοῦ ποιητοῦ, συμμαχίας δὲ βάσανος· προδιδόντος γὰρ ἑαυτὸν τὸ τὴν παροῦσαν συμμαχίαν μὴ προσκαλεῖσθαι. οὐχ ὡς Δηΐφοβος οὖν καταλείπει τὴν τάξιν.
τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:ἐν πολλοῖς οὐ φέρεται.
καί μʼ οἴῳ: ἡ συναλιφὴ ὡς «ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων».
καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς: οἴῳ ἀντὶ τοῦ μονωθέντι. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ· δείδια γάρ.
ἥβης ἄνθος: τινὲς εἴκοσι πέντε ἐτῶν· οἱ δὲ τετταράκοντα, ἐπεί φησιν Ἡσίοδος· «τοῖς ἅμα τεσσαρακονταέτης αἰζηὸς ἕποιτο». τὴν δὲ ἥβην καὶ ἐπὶ κτηνῶν Ἡσίοδος, «ἥβης μέτρον ἔχοντε»· ὁ δὲ ποιητὴς ἐπὶ φυτοῦ «ἡμερὶς ἡβώωσα».
ὉΤΕ κράτος ἐστὶ μέγιστον: ἐὰν μὲν ᾖ χρονικὸν τὸ ὅτε, ἔσται ἡ διάνοια οὕτως, ὅτε περὶ ἕκαστον ἄνδρα ἡ οἰκεία ἰσχὺς ἀκμάζει. ἐὰν δὲ ᾖ δύο μέρη λόγου, οὕτως, ὅ ἐστιν ἀνδρὶ κράτος μέγιστον, τὸ ἐν τῷ ἀκμαιοτάτῳ τῆς ἡλικίας ὑπάρχειν.
ὅ τε κράτος ἐστὶ μέγιστον: εὐτολμία, εὐρωστία. τινὲς δέ, ὅτε — ἐν τῷ ἀνθεῖν δηλονότι — κράτος ἀνδρὶ μέγιστον.
εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ:οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως εἶχον. καὶ ἐν Ὀδυσσείᾳ «εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ». Ζηνόδοτος δὲ «ὁμηλικίην» σὺν τῷ ν ἔγραφεν.
ὁμηλικίῃ: τινὲς καὶ χωρὶς τοῦ ι.
τῷδʼ ἐπὶ θυμῷ: Ἀρίσταρχος τῷδʼ ἐπὶ θυμῷ.
αἱ δὲ Ἀριστάρχου τῷδʼ ἐπὶ θυμῷ.
τῷδʼ ἐπὶ θυμῷ: ἐφʼ ᾧ νῦν ἐγώ εἰμι.
τῷδʼ ἐπὶ θυμῷ: ἐπὶ τῇ παρούσῃ μοι προθέσει.
ἠὲ φέροιτο μέγα κράτος ἠὲ φεροίμην: λείπει τὸ κατʼ ἐμοῦ καὶ κατʼ αὐτοῦ.
Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι: καίτοι νέος ὢν οὐχ ὑπομένει τοῦτον.
Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν: ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον· κοινωνὸν γὰρ τῆς μάχης τὸν Αἰνείαν προσλαβὼν νῦν αὐτὸς ἀφεστηκὼς φαίνεται.
ἄκρως ἐξήλεγξεν ὁ ποιητὴς τὸν Δηΐφοβον ἀποστάντα τῆς μάχης, ὅτι νῦν αὐτὸν Αἰνείας προσκαλεῖται.
ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα: ἁδινὰ γὰρ τὰ πρόβατα καὶ μάλιστα, ὅτε ἐπὶ ποτὸν πρόεισι. τινὲς δὲ κτίλον τὸν ποιμένα.
πιόμενʼ ἐκ βοτάνης: ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν βόσκησιν, ὡς λέγομεν «ἐξ ἀρίστου παρέσομαι» ἀντὶ τοῦ μετὰ τὸ ἄριστον.
πιόμενʼ ἐκ βοτάνης: «κατήϊεν ἐκ νομοῦ ὕλης πιόμενος».
γάνυται: χαίρει· μάλιστα γὰρ αὐτὰ πιαίνει ποτόν, δοκεῖ τε μᾶλλον ὑγιαίνειν τὰ ζῷα, ὅταν ὀρέγηται ποτοῦ· ὅθεν θέρους τοῖς ἑκατὸν μέδιμνον ἁλὸς οἱ ποιμένες βάλλουσι διὰ πέντε ἡμερῶν. πῶς δὲ τοὺς τοσούτους ἡγεμόνας ἑνὶ κτίλῳ εἴκασεν; ὅτι ἡγεμονικώτατος ἦν ὁ Αἰνείας.
ὡς Αἰνείᾳ θυμὸς—ἑοῖ αὐτῷ: φιλοδοξότερός πως οὗτος· εἰ γὰρ μὴ τοιοῦτος ἦν, οὐκ ἂν τὴν κατὰ Πριάμου λύπην ἐκοινοποιεῖτο τοῖς Τρωσίν
αὐτοσχεδόν: πρὸς τὸ αὐτοσχεδόν, ὅτι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι.
ὡς συστάδην ἀγωνιούμενοι.
ξυστοῖσι: λείπει δόρασιν, ὡς ὅταν λέγωμεν «ἐν τῇ διπλῇ», λείποντος τοῦ στοᾷ.
ἔξοχον ἄλλων: οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι.
ἔξοχον ἄλλων: αἱ πᾶσαι ἔξοχον, οἱ δὲ «ἔξοχοι ἄλλων» οἱ δὲ ἔξοχον ἄλλων ἐξόχως παρὰ πάντας.
Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος: πρὸς τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς ἐπʼ Ἰδομενῆα.
πρῶτος: ἡ Ἀριστοφάνειος «πρόσθεν», καὶ μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν.
Ἀριστοφάνης «πρόσθεν». ὡς τὸ «ὀΐστευσον Μενελάου».
ἀκόντισεν Ἰδομενῆος: εἰ αὐτοσχεδὸν ὡρμήθησαν, πῶς ἀκοντίζει; ὑποκεχωρήκει γὰρ Ἰδομενεὺς ὡς πόρρωθεν ἀγωνιούμενος.
Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην:θαυμασίως ἀμφοτέρους μὲν ἀποτυγχάνοντας ἀλλήλων εἰσήγαγεν, ἀλλὰ τὸν μὲν καθάπαξ μάτην ἀφιέντα τὸ δόρυ ἐπὶ τὴν γῆν, τὸν δὲ τοῦ μὲν Αἰνείου ἀποτυγχάνοντα, ἄλλον δέ τινα ἀναιροῦντα. τὸ δὲ ἐξαίρετον ἐνταῦθα παραφυλακτέον ὅτι κατὰ τὸ ῥητὸν οὐκ εἶπεν ὁ ποιητὴς τὴν ἄφεσιν τὴν ἀπὸ τοῦ Ἰδομενέως καὶ τὴν ἀποτυχίαν, ἀλλʼ ἁπλῶς ἔφη βεβλῆσθαι τὸν Οἰνόμαον. καίτοι οὗτος οὐκ ἦν προκείμενος τῷ Ἰδομενεῖ, ἀλλʼ ἀποτυχίᾳ τοῦ Αἰνείου τοῦτον βάλλει. ὁ δὲ ὡς προηγουμένως τούτου καταστοχασαμένου πεποίηται τὸν λόγον.
γαστέρα: λείπει ἡ κατά, κατὰ γαστέρα.
ῥῆξε δὲ θώρηκος γύαλον: ὅτι οὐ κεχωρισμένος τοῦ θώρακος τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοιλωμένα ἄντρα γύαλα καλοῦσιν.
θώρηκος γύαλον: τὸ κύτος. περιφραστικῶς δὲ θέλει εἰπεῖν τὸν θώρακα.
διὰ δʼ ἔντερα χαλκός ἤφυσε: διέτεμεν ὥστε διαιρεῖσθαι τὴν σύμφυσιν· διὰ γὰρ τὴν ὑγρότητα καὶ διὰ τὸ ἀεὶ ἐν τῇ εὐρυχωρίᾳ πνεῦμα ἔχειν καὶ διὰ τὸ τῷ μεσεντερίῳ λαγαρῶς προσδεδέσθαι ἄτακτον ἔχοντα τὴν κίνησιν ῥᾳδίως προπίπτειν πέφυκεν.
ἀγοστῷ: πήχει.
ἄρʼ ἔτʼ ἄλλα: οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συναλιφῇ δὲ γενέσθαι «τἆλλα», ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆς τοιαύτης παρʼ αὐτῷ συναλιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα.
τινὲς «ἄρα τἆλλα» κατὰ κρᾶσιν, κακῶς. τινὲς δὲ εἴ τι ἄλλο, καὶ ἄμεινον.
ἐπείγετο γὰρ βελέεσσι: κατεσπεύδετο γὰρ ὑπὸ τῶν βελῶν.
ἔμπεδα γυῖα ποδῶν: ἔμπεδα τὰ μὴ σαλευόμενα ὑπὸ δειλίας. ποδῶν δὲ γυῖα μερικῶς οἱ πόδες.
οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν βέλος οὔτʼ ἀλέασθαι:οὔτε ὁρμῆσαι ἐπὶ τὸ ἴδιον βέλος. τοῦτο δὲ καθολικώτερον εἶπε διὰ τὴν ἡλικίαν, ἐπεί τοι καὶ τοῦ Οἰνομάου ἐξέσπασε τὸ δόρυ καὶ τοῦ Ὀθρυονέως τῷ τε Ἄρει αὐτὸν εἰκάζει τινὲς δὲ ὑφʼ ἓν γράφουσι «μεθεόν» τὸ ἀφεθέν. ἢ ὅτι μετὰ τὸ λαβεῖν τὸ ἴδιον ἔγχος οὐκ ἦν αὐτῷ ἐνὸν ἐγκλῖναι καὶ φυγαδείαν ἀσπάσασθαι, ἀλλὰ παρὰ πόδα ὑπεχώρει μαχόμενος· διὸ καὶ «βάδην» εἶπεν.
μεθʼ ἑὸν βέλος: ἀντὶ τοῦ τῷ δόρατι.
τῶ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ. τρέσσαι δʼ οὐκέτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο: εἰκότως οὖν καὶ ἔμπροσθεν συῒ αὐτὸν εἴκασε τῷ διʼ ὑπομονῆς ἑδραίας, οὐ διʼ εὐκινησίας ἀμυνομένῳ τοὺς ἐπιόντας. δείκνυσι δὲ ὅτι οἱ πόδες φέρουσιν, οὐ φέρονται.
τρέσσαι: ὅτι τρέσσαι φυγεῖν μετὰ δέους, ἀλλʼ οὐ ψιλῶς φυγεῖν· «τρεῖν μʼ οὐκ ἔα Παλλὰς Ἀθήνη».
βάδην: ἀντὶ τοῦ ὑπὸ πόδα.
τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷΔηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί: ὡς ἀντεραστὴς Ἑλένης, ὡς μαρτυρεῖ Ἴβυκος καὶ Σιμωνίδης. ἀλλʼ οὔτε ἤρα «μεσαιπόλιος» οὔτε τὸ παρὰ Ἰβύκῳ ἀληθές, ἀλλὰ διὰ τοὺς πεσόντας. τὸ δὲ αἰεί καὶ ἐπὶ τοῦ ἐλαχίστου χρόνου τίθεται, ὡς «αἰεὶ δʼ ἡνίοχον». κότος δὲ οὐκ ἐπὶ τοῦ ἀποκειμένου χόλου. οὗτος δέ ἐστιν ὁ ἐπὶ τῷ Ἰδομενεῖ πάντας συναγαγών. ἀλλʼ οὔτε Αἰνείας οὔτε αὐτὸς ἐπέτυχεν.
ἔχεν κότον ἐμμενὲς αἰεί: οὐκ ἀποκείμενον.
ὁ δʼ Ἀσκάλαφον βάλε δουρί, υἱὸν Ἐνυαλίοιο: τὸν Ἀσκάλαφον καὶ τὸν Ἰάλμενον Ἄρεος λέγων παῖδας οὐδὲν περὶ αὐτῶν φησι, κωμῳδῶν τοὺς δίχα ἀρετῆς ἐπὶ γένει σεμνυνομένους. Ἀσκάλαφος δὲ παρὰ τὸ ἀσκελὲς τῆς ἁφῆς, ὁ λίαν σκληρός.
οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης: βριήπυος παρεξηλλαγμένον ἐστὶ τοῦ «βοὴν ἀγαθός», ὡς «ποδάρκης» καὶ «ποδήνεμος». ἢ διὰ τοὺς ὀρυμαγδοὺς τῶν πολεμίων. οὐδʼ ἄρα πώ τι πέπυστο δὲ εἶπεν, ἐπειδὴ ἀνθρωποπαθεῖς οἱ Ὁμηρικοὶ θεοί· ἢ οὐ προσέσχηκεν. ἐπεισόδιον δὲ καινὸν ἑαυτῷ προμνηστεύεται· οἷος γὰρ ἔσται Ἄρης ὁπλιζόμενος ἐπὶ τοὺς αὐθέντας τοῦ παιδός, δηλαδὴ ἐπὶ τοὺς ἑαυτῷ φίλους Τρῶας
οὐδʼ ἄρα πώ τι πέπυστο: οὐδέποτε ἐμεμαθήκει. ἐζήτηται δὲ—αὐτοῖς ἐρέχονται πάθεσιν.
βριήπυος: τὸ βριήπυος οὕτως ἐγένετο· ἦπυς ὡς γῆρυς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μάλιστα παρὰ τῷ ποιητῇ· διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῷ θʹ τῆς Καθόλου
ἄκρῳ Ὀλύμπῳ: λείπει ἡ ἔν.
ὑπὸ χρυσέοισι νέφεσσιν: ὅ ἐστι ταῖς πύλαις τοῦ Ὀλύμπου. ἢ ἀλλὰ εἰς τὰ αἰθέρια νέφη, ἅπερ τῷ πλησιάζειν αὐτῷ χρυσίζει.
Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινήνἥρπασε: ὡς ἐπὶ τὸ πολὺ σκυλεύοντες εὑρίσκονται οἱ Ἕλληνες. ἐνταῦθα δὲ ὁ Δηΐφοβος ὥσπερ κλοπῇ κέχρηται καὶ ὀξυλαβείᾳ. καὶ ὅρα τὸ ῥῆμα· οὐ γὰρ ἐσκύλευσεν ἔφη, ἀλλʼ ἥρπασε τὴν πήληκα. πλὴν οὐδὲ οὕτως ἀποφέρεται τὸ σκῦλον, ἀλλὰ τρωθεὶς ἀφίησιν αὐτό.
πήληκα: παρὰ τὸ πάλλεσθαι.
βραχίονα: Κομανὸς θηλυκῶς φησι τὴν βραχίονα, ἵνα ἀκούωμεν τὴν χεῖρα.
πρυμνοῖο βραχίονος: ἄκρου, τοῦ πρὸς τὸν ὦμον, ὡς «νεαίρην γαστέρα», καὶ «ἁπαλοῖο αὐχένος», ἔνθα μάλιστα ἁπαλός ἐστιν ὁ αὐχήν.
τὸν δὲ Πολίτης αὐτοκασίγνητος—χεῖρε τιτήνας: οὐκ ἄσημος· «βοὴν ἀγαθόν τε Πολίτην», «υἱεῖ Πριάμοιο Πολίτῃ». ἦν δὲ ἐξ Ἑκάβης. τὸ δὲ χεῖρε τιτήνας ἀντὶ τοῦ περιλαβὼν ταῖς χερσίν, ἐκ τοῦ τιταίνω.
μάχης ἠδὲ πτολέμοιο: τῶν μαχομένων καὶ πολεμούντων. πολλὰς δὲ τροπὰς τῆς μάχης λαμβανούσης ἐμποδίζοντες ἀπηνέχθησαν εἴς τινα τόπον.
ἔνθʼ Αἰνέας Ἀφαρῆα: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ι. ἔνιοι δὲ «Αἰνείας δʼ Ἀφαρῆα».
Αἰνέας: ὡς Ἑρμέας. οὕτως Ἀρίσταρχος.
ὥσπερ Ἑρμέας οὕτως Αἰνέας, καθὼς Ἡρωδιανῷ δοκεῖ.
Ἀφαρῆα Καλητορίδην: Νέστορος οὗτος ἀδελφός.
οἷ: τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.
ὀρθοτονητέον τὴν οι· ἀντὶ γὰρ συνθέτου παραλαμβάνεται.
ἑάφθη: Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ. καὶ δῆλον ὅτι παρὰ τὸ ἕπω ἥφθη ἢ εἵφθη ὤφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη «ἐάγη», ἤλη «ἐάλη», ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. ἡμεῖς δʼ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι. πρὸς τὸ πρῶτον ἡ ει δίφθογγος ἐν τοῖς παρῳχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο, «ἀτὰρ ἠλέκτροισιν ἔερτο»· εἴργνυ ἐέργνυ, «κατὰ συφεοῖσιν ἐέργνυ»· οὐκ ἄρα ἐκ τοῦ εἵφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου «εἵλκεον» φήσας τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκησε, Διὸς κυδρὴν παράκοιτιν». ἀλλʼ οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων· ἤλη «ἐάλη» — ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς «ἀλείς» Π μετοχῆς —, ἤγη «ἐάγη». πῶς οὖν παρὰ τὸ ἕπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι; διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησίν, ἥφθη καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἔερσα, «ἕεδνα», «ἑήνδανε», ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνήρ, οὐδὲν ἦν τὸ κωλῦον.
ἑάφθη: ἐπηκολούθησε, παρὰ τὸ ἕπω τὸ δηλοῦν τὸ ἀκολουθῶ εἵφθη ἑάφθη.
ἄλλως· ἑάφθη: δασυντέον· παρὰ γὰρ τὸ ἅπτω ἀόριστος ἥφθη, κατὰ πρόσοδον τοῦ ε ἑάφθη.
ἐπηκολούθησε καὶ συνέπεσε, παρὰ τὸ ἕπω, ὃ δηλοῖ τὸ ἀκολουθῶ· ὅθεν καὶ δασύνεται.
θυμοραϊστής: τὸ «ῥαῖσαι» πολλάκις καὶ ἐπὶ τοῦ ἀφελέσθαι τίθεται.
Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας:καὶ προσεκτικὸν τὸν νεανίαν εἰσάγει καὶ μετὰ ἐπιμελείας πάντα πράττοντα· τοιοῦτόν τι ἐνθάδε καὶ τὸ δοκεύσας.
ἀπὸ δὲ φλέβα: Ζηνόδοτος «διὰ δὲ φλέβα».
ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει: ἀνατομικῶς. οἶδε τὴν καλουμένην κοίλην φλέβα, τὴν ἐκ δεξιῶν τῆς ῥάχεως ἀνερχομένην ἀπὸ τοῦ ἥπατος καὶ κατὰ τὸ διάφραγμα χωροῦσαν ἐπὶ τὴν καρδίαν καὶ ἀπὸ ταύτης ἐπὶ τὸν τράχηλον.
τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὁ δʼ ὕπτιος ἐν κονίῃσι: ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην. καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε διὰ τὸ παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ ἀντέχον νεῦρον.
ὁ δʼ ὕπτιος ἐν κονίῃσι: ὀρθῶς ἐπὶ τὴν πληγὴν ἐποίησε πίπτοντα· τῆς φλεβὸς γὰρ διακοπείσης καὶ μηδεμιᾶς ἀντισχέσεως γενομένης ἐπʼ αὐτὸ τὸ ἀλγοῦν ἠνέχθη.
χεῖρε φίλοις ἑτάροισι πετάσσας: εἰς βοήθειαν παρακαλῶν.
καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων παπταίνων: μέγα μὲν τὸ σκυλεῦσαι, μεῖζον δὲ τὸ προφυλάττεσθαι.
Τρῶες δέ: ἀντὶ τοῦ Τρώων δέ.
περισταδόν: Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α «παραστάδον».
«παρασταδόν» Ζηνόδοτος. γράφεται δὲ καὶ περισταδόν.
περισταδόν: ἀντὶ τοῦ περιϊστάμενοι.
εἴσω ἐπιγράψαι τέρενα χρόα: τὸν εἴσω χρόα. τέρενα δὲ τὸν νέον, ὡς τὸ «ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα».
Ποσειδάων ἐνοσίχθων Νέστορος υἱὸν ἔρυτο: ἅμα μὲν ἐπεὶ πρόγονος αὐτοῦ· ὅθεν καὶ ἐν Ὀδυσσείᾳ τούτῳ τῷ θεῷ φαίνονται θύοντες· διὸ καὶ «ἱπποσύνας» αὐτὸν ἐδίδαξεν ἅμα δὲ ἔγκειται καὶ τὸ παιδευτικὸν ὅτι τῶν θεοφιλῶν οἱ παῖδες διασῴζονται· τί γὰρ ἐπάγει ὅτι παῖς ἦν Νέστορος, οὐχ ὅτι αὐτοῦ ἀπόγονος;
καὶ ἐν πολλοῖς βελέεσσιν: καὶ ἐν ταῖς ἄλλαις μάχαις· οὐ γὰρ νῦν βάλλεται, ἀλλʼ οὐτάζεται. τάχιστα τὴν ἐνέργειαν αὐτοῦ δεδήλωκεν.
οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας: ὅτι πτῶσις ἤλλακται δοτικὴ ἀντὶ γενικῆς, οὐδὲ αὐτοῦ τὸ ἔγχος.
σειόμενον ἐλέλικτο: ὅμοιον τῷ «ἔγχεα δὲ πτύσσοντο ... σειόμενα».
τιτύσκετο—ὁρμηθῆναι: πᾶσα προσοχὴ παρὰ τούτῳ εὑρίσκεται, καίτοι νέῳ ὄντι καὶ οὐχ ὑπερέχοντι τὸ σῶμα, ἀλλὰ διὰ σύνεσιν κατορθοῦντι.
τευ: τινός, ἀντὶ τοῦ τινά.
ἀμενήνωσεν: μεταφορικῶς ἀπὸ τοῦ φοροῦντος· μένος γὰρ αἰχμὴ οὐκ ἔχει.
κυανοχαῖτα: ὅτι ἀντὶ τοῦ κυανοχαίτης.
βιότοιο μεγήρας: φθονήσας Ἀδάμαντι, μὴ ἀφέληται τὸν βίον τοῦ Ἀντιλόχου. ἢ φθονήσας Ἀδάμαντι τοῦ βίου καὶ ποιήσας αὐτὸν ἀναιρεθῆναι. μεγαίρειν δὲ τὸ φθονεῖν Σαλαμίνιοι λέγουσιν.
ὥστε σκῶλος πυρίκαυστος: σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερεώτερον. χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα ἐνεργὸν εἶχε τὴν δύναμιν, ἔμεινε, φησίν, ἐπὶ τοσοῦτον διελθόν, ὅσον καὶ σκῶλος περονῆσαι δύναται.
σκῶλος: ὅτι ἅπαξ ὁ σκῶλος.
σκῶλος· ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος γίνεται.
ἀπιόντα: προχωροῦντα ὑποποδίζοντα· οὐ γὰρ στραφέντα· διὸ ἔμπροσθεν τιτρώσκεται κατὰ τὸ ἦτρον, ὃ νευρῶδες λίαν ἐστὶ καὶ ἐπώδυνον· ὅθεν οἱ διακεντοῦντες τοὺς ὑδερικοὺς οὐ κεντοῦσι κατωτέρω τοῦ ὀμφαλοῦ διὰ τὸ γίνεσθαι σπασμούς. ἴσως δὲ ἐντροπαλιζόμενος ὑπεχώρει, ἐπεί τοι κἂν κατὰ τὴν ὀσφῦν ἐτρώθη ἀναχωρῶν.
μετασπόμενος: ἐπιδραμών, ἐπακολουθήσας.
Ἄρης: ὁ πόλεμος κυρίως, διʼ ὃν ἡ τρῶσις.
ὁ δʼ ἑσπόμενος: ἐν ἄλλῳ «ὁ δὲ σχόμενος».
ἑσπόμενος: συνακολουθῶν. τινὲς δὲ «σχόμενος» συνεχόμενος.
ἤσπαιρε: τὸ σπαίρειν καὶ τὸ σκαίρειν τινὲς συγχέουσι ταὐτὸν δηλοῦν νομίζοντες, καίπερ Ὁμήρου διακρίνοντος· τὸ μὲν γὰρ σπαίρειν μετὰ τοῦ α κατὰ Ἀττικὴν συνήθειαν λέγει ἀσπαίρειν, «ἀσπαίροντα λαβών» καὶ «ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιξεν» καὶ ὡς ἐνταῦθα. τὸ δὲ σκαίρειν οὐκέτι μετὰ τοῦ α, «μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο». ἔστιν οὖν ἡ διαφορὰ ὅτι τὸ μὲν σπαίρειν καὶ ἀσπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὃ γίνεται ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ κατὰ τὸν ποιητὴν βοΐ, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δʼ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον κατὰ διαφόρους ἐννοίας διαφόρως προσηγορεῦσθαι, τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως ὀξυτέρας· ἀφʼ ἧς καὶ τὴν πολύσκαρθμον Μύριναν προσεῖπεν ὁ ποιητής, μίαν τῶν Ἀμαζόνων, ὥς φασι, καὶ εὐσκάρθμους ἵππους ἀπὸ δὲ τοῦ αὐτοῦ ἐν τῇ συνηθείᾳ τὸ σκιρτᾶν καὶ τὸ σκαρδαμυκτεῖν τοὺς ὀφθαλμοὺς εἴρηται.
τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες: ἡ προσθήκη τοῦ οὔρεσιν ἄγριον δείκνυσι τὸν ταῦρον.
ἰλλάσιν: τοῖς ἐξ ἱμάντων σχοινίοις.
τυπείς: καὶ μὴν προεῖπε «βάλε δουρί». οἱ μὲν τὸ μέτωπον πληγείς· οἱ δὲ τὴν ψυχήν, ὡς τὸ «κατεπλήγη φίλον ἦτορ»· οἱ δὲ ὡς τὸ «Πήδασον οὔτασεν ἵππον», ἐβέβλητο γὰρ ὑπὸ Σαρπηδόνος· οἱ δὲ ἀντὶ τοῦ τύπτων τοῖς ποσὶ καὶ λακτίζων.
ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθών: ὡς τὸ «τοῖο δʼ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσʼ αἰχμήν».
ὄφρα οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθών: ὅρα διὰ τούτου τὸ καίριον τῆς βολῆς· ἅμα γὰρ τὸ δόρυ καὶ τὴν ψυχὴν αὐτοῦ ἀνέσπασεν.
τὸν δὲ σκότος ὄσσε κάλυψε: ὅτι πτῶσις ἤλλακται ἀντὶ τοῦ «τοῦ δὲ σκότος ὄσσε».
Δηΐπυρον: ὁμώνυμος οὗτος τῷ Πυραίχμῃ.
κόρσην: τινὲς κρόταφον.
Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν: μόνοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπὸ τοῦ ἐπικουρικοῦ τῶν Θρᾳκῶν ἔχει λαβών, ἢ μετεπέμψατο ὡς καλλιστεῦον. οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ. τὸ δὲ ἄραξεν ἀντὶ τοῦ τοὺς ἱμάντας ἀπέτεμεν.
καί τις Ἀχαιῶν … ἐκόμισσεν: ἡδέως πάνυ καὶ ἀξιοπίστως τὸ πλῆθος ἐμφαίνει μὴ εἰπὼν τὸν ἄραντα.
Ἑλένῳ … ἄνακτι: παρὰ τὸ ἀνώγειν καὶ κελεύειν τοὺς μάντεις, ὡς «Τειρεσίαο ἄνακτος».
τόξου πῆχυν ἀνεῖλκεν: οἱ μὲν κατὰ Δωριέας τὴν νευράν, οἱ δὲ τὸ κέρας. οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν.
οἱ μὲν τὴν νευρὰν κατὰ Δωριεῖς, οἱ δὲ τὸ κέρας.
τὼ δʼ ἄρʼ ὁμαρτήδην: ὅτι ἐπὶ τοῦ Ἑλένου ὕστερον εἰπὼν ἀπʼ αὐτοῦ ἤρξατο «Πριαμίδης μὲν ἔπειτα», πρὸς τὸ δεύτερον …
ὁμαρτήτην: Ἀρίσταρχος «ὁμαρτήδην» ὡς «τμήδην», φοράδην, ἵνʼ ᾖ προεπίζευξις. οἱ δὲ «ἁμαρτήτην», ἅμα προΐεντο, ὡς «ἀπειλήτην».
νευρῆφιν: τοῦ τόξου, συνεκδοχικῶς.
Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ:ὅτι τὸ ἔπειτά ἐστιν μετὰ ταῦτα, πρὸς τὸ «Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας». οὐκ ἔστιν νῦν ἀντὶ τοῦ μετὰ ταῦτα, ἀλλʼ ἀντὶ τοῦ δή· ἅμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ δόρυ.
ἔπειτα: ἀντὶ τοῦ δή· «οἱ μὲν ἔπειτα πεσσοῖσι».
θώρηκος γύαλον: ἐν περιφράσει· οὐ γὰρ μέρος.
πτυόφιν: πτύου. πτύον δέ ἐστιν, ἐν ᾧ τὰ ἠλοημένα γεννήματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παραγωγή. τῇ φι παραγωγῇ ὁ ποιητὴς Ὅμηρος κατὰ τριῶν κέχρηται πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς, αἰτιατικῆς. «ἢ ἐπὶ δεξιόφιν»· ἔστι γὰρ «ἢ ἐπὶ τὰ δεξιά». ἢ ἐπʼ εὐθείας Ἡσίοδος· «ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν»· ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς οὕτως· «Μῶσα, Διὸς θύγατερ, ὠρανίαφι λίγʼ ἀείσομαι»· ἔστι γὰρ οὐρανία.
πτυόφιν: τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι. καὶ παρὰ τοῖς Ἀττικοῖς δὲ πτέα.
τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τοὺς ἀστάχυας ἀνερρείπτουσι, θρήνακας καλοῦσιν.
θρῴσκωσιν κύαμοι μελανόχροες: περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται. τῷ δὲ ἐπιθέτῳ κεκάλυπται τὸ ταπεινὸν τῆς λέξεως. τοὺς δὲ κυάμους ὡς μέλανας οὐκ ἐσθίουσιν οἱ ἱερεῖς. οἱ δὲ ἱερὸν λόγον φασίν· «ἶσόν τοι κυάμους τε φαγεῖν κεφαλάς τε τοκήων», διὰ τὸ «ψυχῇς αἰζηῶν βάσιν ἔμμεναι ἠδʼ ἀναβαθμόν ἐξ Ἀΐδαο δόμων, ὅταν αὐγὰς εἰσανίωσιν». οἱ δέ, ὅτι ἐπὶ Κρόνου ἄρτος ἐξ αὐτῶν ἦν τοῖς ἀνθρώποις, ὕστερον δὲ μὴ γεύεσθαι αὐτῶν ἐπετράπη, ἵνα μηδʼ ὅλως ἐκείνου μνήμη φυλαχθῇ.
πνοιῇ ὑπὸ λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ: ἅμα δὲ καὶ πότε δεῖ λικμᾶν, ἐδίδαξεν· ὅτι καὶ ῥωμαλέος ἔσται ὁ λικμῶν πρὸς τὸ ἀναβάλλειν αὐτά, τὸν ἄνεμον ἔχων συνεργόν.
ᾗ ῥʼ ἔχε τόξον: οὕτως ᾗ ῥʼ ἔχε τόξον μετὰ τοῦ ι αἱ Ἀριστάρχου· ἔστι γάρ, καθʼ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ τοῦ «ᾗ ῥʼ ἴδε γυμνωθέντα». τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφʼ ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον χεῖρα.
οὕτως Ἀρίσταρχος ᾗ ῥʼ ἔχε, καθʼ ὃ μέρος κατεῖχε.
ὅπου, ὡς «ᾗ ῥʼ ἴδε γυμνωθέντα».
χεῖρα παρακρεμάσας: ὡς ἑωρακὼς διαγράφει γραφικῶς.
ἐϋστρόφῳ: Ἀρίσταρχος «ἐϋστρεφεῖ», ὡς ἀπὸ τοῦ ἐϋστρεφής.
οὐ συστρέφει.
οἰὸς ἀώτῳ: ἐξ ἐρίων γὰρ συνέπλεκον τὰ κῶλα τῆς σφενδόνης, οὐχ ὡς νῦν νεύροις, ἵνα διατείνοιτο ἐν τῇ ἀπορρίψει. ἀλλαχοῦ δέ φησι· «καὶ ἐυστρόφῳ οἰὸς ἀώτῳ Ἴλιον εἰς ἅμʼ ἕποντο». πολλὰ δὲ δηλοῖ τὸ ἄωτον, ὥς φησιν Ἐπαφρόδιτος νῦν δὲ τὸ τοῦ ἐρίου λεπτότερον καὶ καθαρώτερον, ὅθεν καὶ αἱ σφενδόναι ἐπλέκοντο.
θεράπων: δοῦλος ὁπλοφόρος κατὰ Κρῆτας. τὸ δὲ ἔχε ἀντὶ τοῦ ἀντιποιούμενος …
ἔχε ποιμένι λαῶν: ἔφερε τῷ Ἀγήνορι.
σοί, Μενέλαε: ἀναφώνησις τοῦ ποιητοῦ ὥσπερ ἀποδεχομένου καὶ οἷον ἐναβρυνομένου τῷ ἄνακτι ὡς ἰδίῳ ἀθλητῇ. τὸ δὲ σοί ἀντὶ τοῦ ὑπὸ σοῦ.
ἅμαρτε: κατὰ τὸ σιωπώμενον γὰρ ἀνῄρηται τὸ δόρυ.
παραὶ δέ οἱ ἔτραπετʼ ἔγχος: ὥστε παρὰ βραχὺ γενέσθαι τὴν ἐπιτυχίαν.
ἔσχετο: ἐπέσχε τὴν ὁρμὴν τοῦ δόρατος.
ἔσχεθε: γράφεται «ἔσχετο».
κατεκλάσθη δʼ ἐνὶ καυλῷ: τῷ αὐλῷ τῆς ἐπιδορατίδος. εἰς ὃν τὸ ξύλον ἐνίεται.
ὁ δὲ φρεσὶν ᾗσι χάρη: Μενέλαος ἐπὶ τῇ κλάσει.
καὶ ἔλπετο νίκην: Ζηνόδοτος «μέγα δʼ ἤλπετο νίκην».
ξίφος ἀργυρόηλον: ὅτι Ζηνόδοτος γράφει «χείρεσσι μάχαιραν». ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ, τὸ δὲ πολεμιστήριον ξίφος.
ὑπʼ ἀσπίδος εἵλετο καλήν ἀξίνην: τὴν ὑπὸ τὴν ἀσπίδα κρυπτομένην· ἔφερον γὰρ πρὸς τὸ κατασχίσαι τὰς ναῦς. ἀλλὰ καὶ πρὸς τὴν μάχην ἐχρῶντο αὐταῖς· «ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο».
ἐλαΐνῳ: παρὰ τὸ ἐλαία· ἐλαίϊνος ἦν, καὶ Ἀττικῶς ὑφῄρηται τὸ ι. καὶ γὰρ ἀπὸ τοῦ Πείραιος Πειραΐδης φησί, «Πτολεμαίου Πειραΐδαο», καὶ παρὰ τὸν Ἀλκαῖον Ἀλκαΐδης
ἀμφὶ πελέκκῳ: τῷ στειλειῷ, διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ πελέκεως. τινὲς δὲ καὶ αὐτὸν τὸν πέλεκυν οὕτως, ὡς καὶ τὸ «ἡμιπέλεκα» δηλοῖ. καὶ τὸ συναμφότερον· «πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης»· κατεχρήσατο δὲ ἐπὶ τῆς ἀξίνης πέλεκυν λέγων.
ἀλλήλων: λείπει ἡ κατά, ἵνʼ ᾖ κατʼ ἀλλήλων.
ἐφίκοντο: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «ἀφίκεσθον», Ἀριστοφάνης δὲ «ἀφικέσθην».
ἡ κοινὴ ἐφίκοντο. Ἀριστοφάνης «ἐφικέσθην».
ἄκρον ὑπὸ λόφον: ἀξιοπίστως τὸ λεπτομερέστατον ἐδήλωσεν.
ὁ δὲ προσιόντα μέτωπον: ἀπὸ κοινοῦ τὸ διήλασεν
λάκε: ἤχησεν.
πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον: τὸ αἱματόεντα τινὲς δυϊκῶς. διὰ δὲ τοῦ πέσον ἐδήλωσεν οὐκ ἐκχυθέντας τοὺς ὀφθαλμούς, ἀλλʼ ἐν τῇ ἰδίᾳ πήξει ἐκπεπτωκότας· ἐπεὶ γὰρ κατὰ τὴν ἀρχὴν τῆς ῥινὸς γέγονεν ἡ πληγή, πιθανὸν ἐντεῦθεν ἐξωσθῆναι τοὺς ὀφθαλμοὺς ἐκ ῥίζης. καὶ ἔχει ἔμφασιν ὁ λόγος· κοινὸν γὰρ τὸ προχυθῆναι τοὺς ὀφθαλμούς. διὰ τοῦ ο δὲ πέσον. τὸ δὲ πὰρ ποσί τινὲς τοῦ Μενελάου, οἱ δὲ παραχρῆμα, ὡς τὸ «πὰρ ποσὶ κάππεσε θυμός».
πέσον: οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ ο, ὡς ἐκεῖ «ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον».
οὕτως διὰ τοῦ ς ὁ πέσον.
ἰδνώθη: συνεκάμφθη ἐπὶ τένοντα.
λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων:ὅ ἐστιν, οὐκέτι παρέσεσθε πολεμήσοντες ἐπʼ αὐτάς. ἠθικὸς δὲ ὁ λόγος, ὡς τὸ «οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι».
οὕτω γε: λείπει «ἀναιρούμενοι ὡς Πείσανδρος».
ὑπερφίαλοι: ἄσπονδοι, παράνομοι. ἀκόρητοι δὲ ἢ εἰρωνικῶς, ἐπεί τοί φησιν «ἀμφὶ σέ, Πηλέος υἱέ, μάχης ἀκόρητον Ἀχαιοί», ἢ μηδʼ ἐν τῷ πολέμῳ ἀποδιδόντες τὴν Ἑλένην.
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς:τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐσμέν.
ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς:ὁ μέν ἀντὶ τοῦ μήν· οὐ γὰρ ἔχει τὸν δέ. ὁ δὲ νοῦς· τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν.
ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες: ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κύνες. δύναται δὲ καθʼ ἑαυτὸ λέγεσθαι μόνον τὸ κακαὶ κύνες καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει.
ἣν ἐμὲ λωβήσασθε: ὅτι πρὸς τὴν λώβην μόνην ἀπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε.
κακαὶ κύνες: κατωφερεῖς διʼ Ἀλέξανδρον ἢ ἀναιδεῖς διʼ Ἕκτορα. ἄκρως δὲ καὶ τῷ θηλυκῷ ἐχρήσατο εἰς τὴν ἀνανδρίαν τῶν βαρβάρων. πρὸς δὲ τὴν λώβην μόνην ὑπήντησεν.
Ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν: …
κουριδίην: πρὸς τὴν κουριδίαν ὡς ἐκ παρθενίας αὐτὴν ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδεν τὰ περὶ τῆς Θησέως ἁρπαγῆς.
κουριδίην: οὐκ οἶδε γὰρ αὐτὴν ἐκ Θησέως Ἰφιγένειαν ποιήσασαν.
καὶ κτήματα πολλά: ἐν ἄλλῳ «καὶ κτήμαθʼ ἅμʼ αὐτῇ».
καὶ κτήματα πολλά: μετὰ γὰρ πολυτελοῦς σκευῆς, ὡς ἐπὶ θυσίαν ἥκουσα, ἥρπασται ὑπʼ αὐτοῦ.
μὰψ οἴχεσθʼ ἀνάγοντες: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει «μὰψ οἴχεσθον ἄγοντες». καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν τασσόμενον. καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν.
παρʼ: διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε.
νῦν αὖτʼ ἐν νηυσὶν—κτεῖναι δʼ ἥρωας Ἀχαιούς: ὡς τὸ «οἳ μεμάασιν ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν».
ἥρωας Ἀχαιούς: ὅτι σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας καλεῖ, πρὸς Ἴστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι ὑφʼ Ὁμήρου.
ὅτι πάντες ἥρωες καλοῦνται.
Ζεῦ πάτερ—ἔασιν: ἠθικὴ καὶ ἔμψυχος ἡ δικαιολογία ὡς πρὸς παρόντα τὸν Δία.
ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων ἀνδρῶν ἠδὲ θεῶν: τῶν μὲν ἄλλων ἀνδρῶν, ὅ ἐστι πάντων, τῶν δὲ ἄλλων θεῶν, ὅ ἐστι λοιπῶν. λέγει δὲ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων αὐτόν.
τὸ δὲ περὶ φρένας ἔμμεναι ἀντὶ τοῦ ταῖς φρεσὶ περιεῖναι τῶν ἄλλων. τὸ ἄλλων πρὸς τὸ ἀνδρῶν ἀποδοτέον, ἤτοι πάντων· τῷ δὲ θεῶν συναπτέον τὸ λοιπῶν.
σέο δʼ ἐκ τάδε πάντα πέλονται: εὖ τὸ μὴ εἰπεῖν «σὺ δὲ ἀνόητος εὑρέθης, πάντα δὲ τὰ γινόμενα ἐκ σοῦ ἐστιν». κρατεῖ γὰρ ὡς ἐχέφρων τῆς λύπης.
οἷον: ἀντὶ τοῦ πῶς. ἔστι δὲ μετὰ θαύματος καὶ μέμψεως, ἅμα μὲν ἐπεὶ ταμίας πολέμου, ἅμα δὲ ἐπεὶ Τρωσὶν ἐβοήθει διὰ Θέτιν.
τῶν μένος αἰὲν ἀτάσθαλον: ὧν ἡ ψυχὴ ὑβριστική ἐστιν.
πάντων μὲν κόρος ἐστὶ— ἢ πολέμου: κἀκείνων κόρος ἐστὶν, ὧν τις ἐφίεται πλησθῆναι μᾶλλον τῆς τοῦ πολέμου πλησμονῆς, φημὶ δὲ ὕπνου καὶ φιλότητος.
καὶ φιλότητος: Πίνδαρος «κόρον δʼ ἔχει καὶ μέλι καὶ τὰ τέρπνʼ ἄνθεʼ Ἀφροδίσια»
μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο:περισσὸν αὐτὸν εἶναί φασί τινες· ἥττων γὰρ ἡ ἐπιθυμία τῆς μολπῆς. ἀλλʼ ὅτι ἔμελλεν αὐτοῖς, «ἠὲ χοροῖο νέον λήγοντα καθίζειν», καὶ παρὰ Φαίαξι δέ καὶ ἕως τινὸς οἱ εὐγενεῖς νέοι ὠρχοῦντο ἐν ταῖς τραγῳδίαις. καὶ οἱ μὲν Ἀθηνᾶν, οἱ δὲ Διοσκούρους φασὶν εὑρεῖν τὴν ὄρχησιν.
ἀμύμονος ὀρχηθμοῖο: ἀμωμήτου. ἔστι δὲ καὶ φαύλη ὄρχησις· «ψεῦσταί τʼ ὀρχησταί τε».
τῶν πέρ τις—ἀκόρητοι ἔασιν: τούτων μᾶλλον ἐπιθυμεῖ τις κορεσθῆναι· πολέμου δὲ οὐδʼ ἂν τὴν ἀρχὴν ψαῦσαι βούλοιτο, οὐχ ὅπως διακορὴς γενέσθαι. οἱ δὲ Τρῶες τούτου ἀκόρητοί εἰσιν, ὅπου γε καὶ τῶν ἡδίστων κόρος γίνεται· ἐὰν γὰρ εἴπῃς ὅτι πολέμου τις οὐκ ἐπιθυμεῖ κορεσθῆναι, δικαίως Τρῶες μάχης ἀκόρητοι ἔασιν τὸ δὲ ἑξῆς «πάντων μὲν κόρος ἐστί», Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν, ὅτι ἀδικήσαντες μάχονται· τοῦτο γὰρ ὕβρεως, οὐκ ἀνδρίας.
τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν: ὁ νοῦς· πᾶς τις, φησί, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες οὐχ οὕτως.
ἐξ ἔρον εἷναι: ἀντὶ τοῦ πλησθῆναι.
τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα: τὰ μὲν αἱματόεντα ἔντεα, ὡς τὸ «τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα».
υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος Ἁρπαλίων: εἴπερ ἐκείνου τοῦ Πυλαιμένους ἦν υἱὸς ὁ Ἁρπαλίων, ἀλογώτατον ἦν μὴ φαίνεσθαι αὐτὸν ὑπερμαχοῦντα τοῦ πατρός.
Πυλαιμένεος βασιλῆος: ἔνιοι ἐνόμιζον τοῦτον εἶναι τὸν ἐν τῇ Ε ἀναιρεθέντα· «ἔνθα Πυλαιμένεα ἑλέτην ἀτάλαντον Ἄρηϊ, ἀρχὸν Παφλαγόνων». ἔστιν οὖν ὁμωνυμία, ἐκείνου μὲν ἄρχοντος ὄντος, τούτου δὲ βασιλέως· πολλαὶ γὰρ παρὰ τῷ ποιητῇ ὁμωνυμίαι· Σχεδίοι δύο Φωκέων ἡγούμενοι, ὁ μὲν Περιμήδους, «ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον, Περιμήδεος υἱόν, ἀρχὸν Φωκήων», ὁ δὲ Ἰφίτου, «Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· ἀλλʼ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὁ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχʼ ἄριστον». Εὐρυμέδοντες δύο ἡνίοχοι, ὁ μὲν Ἀγαμέμνονος ὁ δὲ Νέστορος καὶ κήρυκες δὲ Εὐρυβάται δύο, ὁ μὲν Ὀδυσσέως ὁ δὲ Ἀγαμέμνονος καὶ Ἄδραστοι τρεῖς βάρβαροι, ὁ μὲν «Μέροπος Περκωσίου» υἱὸς ὑπὸ Διομήδους ἀναιρούμενος ὁ δὲ ὑπὸ Μενελάου ὁ δὲ ὑπὸ Πατρόκλου Ἀκάμαντες δύο, ὁ μὲν Εὐσώρου ὁ δὲ Ἀντήνορος Ἀστύνοοι δύο, ὁ μὲν ὑπὸ Διομήδους ἀναιρούμενος, «ἔνθʼ ἕλεν Ἀστύνοον», τῷ δὲ ἑτέρῳ Πολυδάμας τοὺς ἵππους δίδωσιν καὶ Θόωνες τρεῖς βάρβαροι· ἐφʼ ἕνα γοῦν ὁρμᾷ Διομήδης· φησὶ γὰρ «Θόωνά τε, Φαίνοπος υἱόν»· τὸν δὲ Ὀδυσσεὺς ἀναιρεῖ, «Θόωνα καὶ Ἔννομον ἐξενάριξεν», τὸν δὲ τρίτον Ἀντίλοχος, «Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα». Μελάνιπποι τρεῖς, τὸν μὲν Τεῦκρος ἀναιρεῖ ἐν τῇ Θ, τῷ δὲ δευτέρῳ Ἕκτωρ παραινεῖ ταῖς ναυσὶν ἐμπεσεῖν ὁ δὲ τρίτος ὑπὸ Πατρόκλου ἀναιρεῖται Ὀφελέσται δύο, ὁ μὲν ὑπʼ Εὐρυπύλου, ὁ δὲ ὑπὸ Αἴαντος. Πυλάρται δύο, ὧν ὁ μὲν ὑπʼ Αἴαντος ἀναιρεῖται σὺν Πυράσῳ ὁ δὲ ὑπὸ Πατρόκλου Πείσανδροι δύο, ὧν ὁ μὲν ὑπὸ Ἀγαμέμνονος ἀναιρεῖται ὁ δὲ ὑπὸ Μενελάου
Πυλαιμένεος: πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν.
Πυλαιμένεος: ἐν τῇ Ε Ζηνόδοτος ἔγραφεν «Πυλαιμένεα» …
μή τις χρόα χαλκῷ ἐπαύρῃ: ὅτι πτῶσις ἤλλακται, χρόα ἀντὶ τοῦ χρωτός.
ἀντὶ τοῦ χρωτός.
καί ῥʼ ἔβαλε γλουτὸν κατὰ δεξιόν· αὐτὰρ ὀϊστός ἀντικρὺ κατὰ κύστιν: δηλονότι φεύγοντος. τοῦτο Ἕλλην οὐχ εὑρίσκεται πεπονθώς. ὡς ἐπίπαν δὲ ὑπὸ Μηριόνου οὕτω τιτρώσκονται.
κατʼ αὖθι: βραχὺ διασταλτέον πρὸς τὸ σαφές.
θυμὸν ἀποπνείων: ἐντεῦθεν δῆλον ὅτι πνεῦμα ἡ ψυχή.
ὥς τε σκώληξ ἐπὶ γαίῃ: ἀκινητεῖ γάρ, ἢν θίγῃ τις αὐτοῦ. τοῦτο δὲ οὐκ ᾔδει ὁ ποιητής, εἴπερ ἦν τυφλὸς ἐκ γενετῆς.
ὡς σκώληξ δέ, ὅτι, ἐὰν θίγῃ τις αὐτοῦ, ἀκινητεῖ.
ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρήν: οὐδένα τῶν ἀποθανόντων οὕτως ἐξάγει· διὸ ἀθετοῦσι τὸν στίχον. δίφρῳ δὲ ἀπάγεται ὡς μακρὰν τῆς μάχης οὔσης· ἐπὶ ναυσὶ γὰρ μάχονται. τὸ δὲ ἀνέσαντες ἀντὶ τοῦ καθίσαντες. τινὲς δὲ «ἀναθέντες»· νεκρὸς γάρ ἐστιν.
ἐς δίφρον δʼ ἀνέσαντες: Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ Πρὸς Ζηνόδοτον «ἐς δίφρον δʼ ἀναθέντες».
Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, ποινὴ δʼ οὔ τις παιδὸς ἐγίνετο τεθνηῶτος: ἀθετοῦνται ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ «ὅ ῥα πατρὶ φίλῳ ἕπετο» ἔταξεν αὐτούς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται. οὐ λέγει δὲ «νῦν ἕπετο», ἀλλʼ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος παρεγίνετο· διὸ καὶ πρόσκειται τὸ «ἐς Τροίην, οὐδʼ αὖτις ἀφίκετο». εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι.
ἀχνύμενοι—τεθνηῶτος: ὁ μὲν Ἀριστοφάνης ἀθετεῖ, ὁ δὲ Ἀρίσταρχος ἢ ἀθετεῖν φησι δεῖν ἢ ὁμωνυμίαν νομίζειν.
ζητεῖται, πῶς ἀνωτέρω—τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ πιθανῶς μεταγράφουσι «μετὰ δʼ οὔ σφι πατὴρ κίε δάκρυα λείβων».
μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων: ὁμωνυμία γάρ ἐστιν. τινὲς δὲ τὴν ψυχὴν τοῦ πατρός. καλῶς δὲ διὰ τὸν καιρὸν λόγους οὐ περιτίθησιν αὐτῷ, ἀλλʼ ἑτέρωθι τούτους φυλάττει ἐπὶ Ἕκτορα.
ποινὴ δʼ οὔ τις παιδὸς ἐγίνετο τεθνηῶτος: ἐπεὶ ὁ Ἀλέξανδρος χαλεπήνας—τὸν Κορίνθιον ἀναιρεῖ.
τοῦ δὲ Πάρις—χολώθη: λείπει ἡ περί, ἵνα ᾖ περὶ τούτου δὲ Πάρις.
ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσιν:ἢ μόνῳ αὐτῷ ἢ καὶ τοῖς ἄλλοις ξενοδόκος ἦν Ἀλέξανδρος.
τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν:ἁπλοῦν τοῦτο ἦν «τοῦ ὅγε χωόμενος προΐει καὶ βάλε» ὁ δὲ ἄλλην ἀρχὴν ἐπεισφέρει «ἦν δέ τις».
ἁπλοῦς ὁ στίχος ἐστὶ καὶ ἀποίκιλος. μὴ θέλων δὲ αὐτὸν οὕτως ἐᾶσαι, ἄλλης ἀρχῆς ἐπελάβετο.
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱός: ὅτι δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπʼ Ἀχιλλέως, «διχθαδίας κῆρας φερέμεν».
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου: Φερεκύδης οὕτω γενεαλογεῖ· ἀπὸ Μελάμποδος Μάντιον, οὗ Κλεῖτον, οὗ Κοίρανον, οὗ Πολύϊδον. εἶτα «Πολύϊδος», φησί, «γαμεῖ Εὐρυδάμειαν τὴν Φυλέως τοῦ Αὐγέου. τῷ δὲ γίνεται Εὐχήνωρ καὶ Κλεῖτος, οἳ Θήβας εἷλον σὺν τοῖς Ἐπιγόνοις. ἔπειτα ἐς Τροίην ἔρχονται σὺν Ἀγαμέμνονι, καὶ θνῄσκει Εὐχήνωρ ὑπὸ Ἀλεξάνδρου».
ἀγαθός: ἀγαθὸς καὶ ὁ νέος, ὅτι εἰδὼς ἧκε, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν.
ἐξ ἀγαθότητος γὰρ πάσχουσιν ἄμφω, καὶ ὁ νέος, ὅτι ἧκεν εἰδὼς τὸν θάνατον, καὶ ὁ πατήρ, ὅτι οὐκ ἐκώλυσεν αὐτόν.
Κορινθόθι: ὅτε ἥρως λέγει, Ἔφυραν ὀνομάζει.
ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε: οὐκ εἶπεν ὅτι τούτῳ ὁ πατὴρ τάδε προεῖπεν περὶ τοῦ τέλους, ἵνα μὴ ἀδολεσχεῖν δοκῇ, ἀλλὰ τὸ τελευταῖον τοῦ διηγήματος προὔθηκεν.
ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε: ἵνα τῷ παραδόξῳ τῆς ἀναφωνήσεως εἰς προσοχὴν ἐπισπάσηται τὸν ἀκροατήν, εἶτα ἐξ ἀναστροφῆς διηγεῖται.
ἀργαλέην θωήν: ὡς Κορίνθιος γὰρ ὑπὸ Ἀγαμέμνονα ἦν.
θωήν: νῦν τὴν μέμψιν.
νοῦσόν τε στυγερήν: τὴν ἐν τῷ γήρᾳ ἕψησιν.
τὴν ἐν γήρᾳ τιμωρίαν. ἢ νόσον ἁπλῶς.
ὑπὸ γναθμοῖο καὶ οὔατος: ὑπὸ τῆς γνάθου κατὰ τὸν ὑπὸ τὸ οὖς τόπον. οἱ δὲ γνάθον τὴν σιαγόνα.
δέμας: διὰ τὸ ὥς.
Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη: βραχὺ διασταλτέον Διῒ φίλος: διὰ μέσου γάρ ἐστι τὸ οὐδέ τι ᾔδη.
Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος: τομήν τινα δαιμονίως ἐξεῦρε· σιωπήσας γὰρ ἦν τὰ κατὰ τὸν Ἕκτορα, ἐφʼ ἃ ἀναστρέφει.
ἐπʼ ἀριστερά: τοῦ Ἕκτορος, οὐ τοῦ στρατοῦ· εἰ γὰρ ἐπʼ ἀριστεροῖς ἐστιν ἡ πύλη, διʼ ἧς εἰσῆλθεν, αὐτόπτης ἂν ἐγίνετο.
τοῖος: ἀντὶ τοῦ μετὰ τοιαύτης προθυμίας.
πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν: οὐ πᾶν ἦν ἔργον τοῦ θεοῦ, ἀλλὰ πρὸς τῷ αὐτῶν σθένει καὶ αὐτὸς ἐπεκούρει. καὶ ὅτι ταῖς προθυμίαις συλλαμβάνει τὸ θεῖον.
ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου: ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὗτος γὰρ πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου.
Αἴαντος: τοῦ Λοκροῦ· ἐπάγει «Λοκροί».
τεῖχος ἐδέδμητο χθαμαλώτατον: τεῖχος χθαμαλώτατον ἀντὶ τοῦ χθαμαλόν, ὡς «ἀκρότατον δʼ ἄρʼ ὀϊστός»· ἤτοι δὲ διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν.
ζαχρηεῖς: λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.
Ἰάονες: ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας· οἱ Ἰάονες γάρ, Ἀνδροτίων φησί, στήλην ἔστησαν διορίσαντες ἀπὸ Λακεδαίμονος ἐπιγραφεῖσαν «τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰάονες», Λάκωνες δὲ «τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰάονες», ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. ἤτοι τὸ Ἴωνες Βοιωτικῶς διεῖλεν εἰς τὸ Ἰάονες. εἴρηνται δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου καὶ Κρεούσης.
Ἰάονες: οἱ ἐν Πελοποννήσῳ.
ἑλκεχίτωνες: οἱ ἐν τοῖς χιτῶσι τῶν ἐναντίων ἕλκη ποιοῦντες. οἱ δέ, ὅτι μέχρι τῆς Περικλέους στρατηγίας ποδήρεις εἶχον τοὺς χιτῶνας καὶ τοὺς τέττιγας.
Φθῖοι: Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ εἰσὶ δὲ αὐτῶν τὰ τάγματα μεταξὺ Λοκρῶν καὶ Βοιωτῶν.
φαιδιμόεντες: ἀντὶ τοῦ φαίδιμοι, παραγώγως· οὐ γὰρ ἔγκειται τὸ ἔντεα. τινὲς δὲ σύνθετον ὑπονοοῦσι τὴν λέξιν, ἵνʼ ᾖ «λαμπρὰς πανοπλίας ἔχοντες».
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον: ὅτι τὸ σπουδῇ ἀντὶ τοῦ μόγις καὶ δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον.
σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον: μόγις ἐπεῖχον τὸν Ἕκτορα ὁρμῶντα.
μόγις ὁρμῶντα ἐπεῖχον.
οἱ μὲν Ἀθηναίων: οὐκ ἐτήρησε τὴν τάξιν· πρώτους γὰρ εἶπε Βοιωτούς κατεῖχον δὲ τὰ τάγματα τῶν κεράτων Βοιωτοὶ καὶ Ἀθηναῖοι, ἐπὶ μὲν τοῦ ἀριστεροῦ πρῶτοι ὄντες Βοιωτοί, ἐπὶ δὲ τοῦ δεξιοῦ ἔσχατοι ὄντες Ἀθηναῖοι.
Μενεσθεύς, οἱ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς: καὶ ἀλλαχοῦ «Στιχίος δῖός τε Μενεσθεύς, ἀρχοὶ Ἀθηναίων».
αὐτὰρ Ἐπειῶν Φυλείδης τε Μέγης: καὶ μὴν Ἀμφίμαχος καὶ Θάλπιος Ἠλείων ἦσαν ἡγεμόνες Ἀρίσταρχος δὲ καὶ τοὺς ἐκ Δουλιχίου Ἐπειοὺς καλεῖ· ὡς γὰρ ἐξ Ἤλιδος φυγόντος Φυλέως, εἰκὸς ἦν αὐτῷ συναίρεσθαί τινας, ὧν ἦρχε Μέγης. εἰ δὲ ἐκείνων νῦν μέμνηται Ἐπειῶν τῶν ἐξ Ἤλιδος, πιθανὸν ἂν εἴη ἂν ἡγεῖσθαι αὐτῶν Μέγητα ὡς ὁμοεθνῆ· Ἀμφίμαχος γὰρ καὶ Διώρης οἱ τῶν Ἠλείων δυνάσται ἀνῄρηνται, Θάλπιος δὲ καὶ Πολύξενος τραυματίζονται.
Ἐπειῶν: μεταξὺ ἦσαν Ἀθηναίων καὶ Λοκρῶν· διό φησιν· «Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν ἄνστησον».
Ἀμφίων τε Δρακίος τε: οὗτοι ἀντὶ Διώρους καὶ Ἀμφιμάχου ἐτάχθησαν.
Φυλείδης τε Μέγης: ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος ὅτι Μέγης Φυλέως ἐστί, γράφει «Φυλείδην τε Μέγην τε».
Μέγης: οὕτως Μέγης ἔξω τοῦ τέ· οὗτος γάρ ἐστι Φυλείδης.
Φθίων: Φθίων ὡς Χίων, βαρυτόνως· καὶ γὰρ Φθῖοι ὡς Χῖοι· «Λοκροὶ καὶ Φθῖοι».
ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο: ὅτι σαφῶς Ὀϊλεὺς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν νόθος υἱός. πρὸς Ζηνόδοτον γράφοντα «ἀλλʼ οὐκ Ἰλιάδῃ».
νόθος υἱός: ἐξ Ἀλκιμάχης τῆς Αἰακοῦ ἦν ὁ Μέδων.
Ἐριώπιδος: Φέρητος ἦν αὕτη.
ἣν ἔχʼ Ὀϊλεύς: ὅτι σὺν τῷ ο Ὀϊλεύς.
Αἴας δʼ οὐκέτι: νῦν τοὺς Λοκρῶν ἡγεμόνας καταλέγει.
ἵστατʼ ἀπʼ Αἴαντος: Ζηνόδοτος «χάζετʼ ἀπʼ Αἴαντος».
τὸ δὲ ἵστατο Ζηνόδοτος «χάζετο» γράφει.
ἀλλʼ ὥς τʼ ἐν νειῷ—τέλσον ἀρούρης: τὴν τάξιν τῆς στάσεως καὶ τὴν προθυμίαν ἡ παραβολὴ δείκνυσιν.
οἴνοπε: οἰνώδεις εἰς τὸ ὁρᾶν. οἱ δὲ μέλανες, ὡς «οἴνοπα πόντον». καὶ Πτολεμαῖος γὰρ εἰς τὸ τῆς Ἀρσινόης χιλιάροτρον τέμενος μέλανας ἀνῆκε βοῦς.
πρυμνοῖσιν κεράεσσι πολὺς ἀνεκήκιεν ἱδρώς:εἰσὶ γὰρ οἱ «κεραελκέες» καλούμενοι. οἱ δὲ συμπάσχειν τοῖς ποσὶ τὰ κέρατα τῇ διατάσει τῶν νεύρων φασί· διὸ μετὰ κάματον αὐτοὺς ἀλείφεσθαι τὰ κέρατα κηρῷ ἢ ἐλαίῳ ἢ πίσσῃ, ὡς Ἀριστοτέλης φησί. πρυμνοῖς δὲ τοῖς παρὰ τὴν σάρκα.
ἀνακηκίει: χωρὶς τοῦ δ, ἀνακηκίει, καὶ διὰ τοῦ ι.
πολὺς ἀνακηκίει χωρὶς τοῦ δέ αἱ πᾶσαι.
τὼ—ἀμφὶς ἐέργει: ἀπʼ ἀλλήλων αὐτοὺς ὁ ζυγὸς χωρίζει.
ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης: ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν σημαίνει. καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνει.
κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης: ὦλκα λέγει τὴν αὔλακα. τέλσον δὲ τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς, ὅπερ τέμνει τὸ ἄροτρον.
τέμνει τὸ ἄροτρον τὸ βάθος ἢ τὸ πέρας τῆς γῆς.
τέλσον: τέλσον ὡς «χέρσον». γέγονε δὲ κατὰ μεταβολὴν παρὰ τὸ τέλος, πλεονάσαντος τοῦ ς.
ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοίλαοὶ ἕπονθʼ ἕταροι—ἵκοιτο: τὸ τληπαθὲς Αἴαντος δείκνυσιν, εἴγε πολλοὶ καὶ ἀγαθοὶ διαδέχονται αὐτοῦ τὸ σάκος ἀποκάμνοντος, δεδιότες, μή πως αὐτοῦ ἀγανακτήσαντος ἀπόλοιντο.
ἐξεδέχοντο: διεδέχοντο.
οὐδʼ ἄρʼ Ὀϊλιάδῃ— οἱ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον: λεληθότως δεδήλωκε τὴν αἰτίαν τῆς συμπνοίας τῶν Αἰάντων· ἐν ὀλίγῳ γὰρ χωρίῳ γιγνομένης τῆς μάχης ἀχρεῖοι ἦσαν οἱ Λοκροὶ ψιλοὶ ὄντες. καὶ ἔδει αὐτοῖς προβλήματός τινος· ὑποδύντες οὖν ὑπὸ τοὺς ὁπλίτας Σαλαμινίους ὄπιθεν βάλλουσιν.
οὐδʼ ἄρʼ Ὀϊλιάδῃ: ὅτι Ζηνόδοτος γράφει «ἀλλʼ οὐκ Ἰλιάδῃ». ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης.
σφι: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ν, σφι. Ἀριστοφάνης δὲ σὺν τῷ ν.
μίμνε φίλον κῆρ: γράφεται «ἔργʼ ἐμεμήλει». πῶς οὖν ἐν τῇ Ἐπιπωλήσει φησὶ «νέφος εἵπετο πεζῶν»; ἢ ὡς ταραχῆς γεγονυίας καὶ ἄλλοι συνεμίχθησαν αὐτοῖς.
ἀώτῳ: ἔδει «ἀώτοις».
ἔπειτα: ἀντὶ τοῦ δή.
οἱ μέν: οἱ Σαλαμίνιοι δηλονότι.
λευγαλέως: ὀλεθρίως.
Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
Ἕκτορα εἶπε παραστάς: ὅτι ἐλλείπει ἡ πρός. πρὸς Ἕκτορα.
λείπει ἡ πρός.
Ἕκτορ, ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι:ἐν καιρῷ ἀναμιμνῄσκει τὸν Ἕκτορα τῆς ἰδίας συμβουλῆς· ἔλεγε γὰρ «μὴ ἴομεν Δαναοῖσι μαχησόμενοι περὶ νηῶν». ἀλλʼ οὐκ ἄντικρυς αὐτὸς ἐκφέρει ὅτι παρακούσας τῆς συμβουλῆς ἐκάκωσας τὴν στρατιάν· ἀπήχθετο γὰρ τῷ βασιλεῖ καὶ φιλονεικώτερον αὐτὸν ἐποίει καὶ ἄλλως θρασὺν ὄντα. εἰς πολλὰ οὖν τρέπει τὸν λόγον τῇ γνωμολογίᾳ χρώμενος. τὸ δὲ ἀμήχανος ἀνίκητος ἢ ἀπαραμύθητος, τοῖς βουλομένοις σε πείθειν ἀμηχανίαν παρέχων. τὸ δὲ παραρρητοῖσι παρηγορικοῖς λόγοις, παραμυθήμασιν, ὑποθήκαις, οἱ δὲ συμβούλοις.
οὕνεκά τοι περὶ δῶκε θεὸς—ἄλλων: τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον. λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν.
οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα: ἐν ἐρωτήσει ὁ λόγος. πραγματικῶς δὲ ἐν ἑνὶ στίχῳ θεοφίλειαν καὶ ἀνδρίαν αὐτῷ μαρτυρῶν ἕτοιμον ποιεῖ πρὸς πειθώ.
οὕνεκά τοι περὶ δῶκε: τὸ περί ἀντὶ τοῦ περισσῶς. τὸ δὲ δῶκε προπερισπαστέον.
τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων: καὶ τοῦτο τεχνικῶς· οὐ γὰρ ἀνδρεῖον μὲν αὐτὸν ἔφη ἀνόητον δέ, λεληθότως δὲ τὴν ἀνδρίαν εἰς ψόγον αὐτῷ τρέπει, αἰτίαν αὐτῷ φάσκων τοῦ ἀπειθεῖν τοῖς ὀρθῶς συμβουλεύουσιν.
αὐτὸς ἑλέσθαι ... ἔδωκε θεός: πάντα εἰς θεὸν ἀναφέρει ὁ ποιητής, οἷον ἐστι καὶ τὸ «ἑκὼν δʼ οὐκ ἄν τις ἕλοιτο»· ἀδύνατον, φησίν, ἐστίν, ἃ σὺ θέλεις, ἔχειν σε.
ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα: ὅτι θεόσδοτοι αἱ ἀρεταί. Ζηνόδοτος δὲ ὁ Μαλλώτης προστίθησιν «ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν».
ἄλλῳ δʼ ἐν στήθεσσι—ἐπαυρίσκοντʼ ἄνθρωποι: πιθανῶς ἐν πρώτοις τὸ αὐτοῦ, δεύτερον δὲ τὸ ἴδιον ἔταξε πλεονέκτημα.
νόον τίθει: οὕτως Ἀριστοφάνης.
τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι: τοῦ νοῦ. ἐπαυρίσκονται δὲ ἀπολαύουσιν· «ἐσθλὸς γὰρ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται»
πολλοί: Ἀριστοφάνης «πολλόν».
καί τε πολεῖς ἐσάωσε: πολλούς. ἀλλʼ ἤδη προεῖπε «τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι». ἐὰν δὲ τὰς πόλεις ἀκούσωμεν, μείζων ἔσται ὁ ἔπαινος ὅτι ἑνὸς ἀνδρὸς εὐβουλία καὶ πόλεις ὅλας σῴζει. ἀμείνων οὖν τῆς ἀνδρίας ἡ φρόνησις, ὅσῳ καὶ πολυωφελεστέρα.
καί τε πολεῖς ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω: περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ «πολεῖς ὀλέσαντʼ αἰζηούς». τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατʼ Ἴωνας. ἡ διπλῆ δέ, ὅτι κατὰ συναλιφὴν ἐκληπτέον, ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός.
μάλιστα δὲ καὐτὸς ἀνέγνω: πλεονάζει ὁ κέν. λέγει δὲ ὅτι μᾶλλον τῶν ἄλλων διέγνω τὴν ἐκ τοῦ πράγματος ὠφέλειαν ἢ τὴν σωτηρίαν.
αὐτὰρ ἐγὼν ἐρέω—ἄριστα: δεόντως ἐπάγει νῦν τὴν ἰδίαν γνώμην, προπαρασκευάσας πρὸς πειθὼ τὸν στρατηγόν.
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε: εἴωθεν ἀπὸ τοῦ γάρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν· οὐδένα γὰρ οἶδε στεφανούμενον ὁ ποιητής. ἡ δὲ περί πρὸς τὸ δέδηεν, ἵνʼ ᾖ περιλάμπει, οἷον περιείληψαι ὑπὸ τῶν πολεμίων.
εἴωθεν ἀπὸ τοῦ γὰρ ἄρχεσθαι οὐκ αἰτιολογικῶς. στέφανος δὲ ὁ κύκλος, ἀπὸ τῆς στεφάνης τῶν γυναικῶν. ἡ δὲ περί πρὸς τὸ δέδηεν. λέγει δὲ τὸ ὅλον ὅτι ὁ πόλεμος εἰς σὲ περισσῶς ἀνάκειται, ἢ ὅτι ὁ τοῦ πολέμου κύκλος παρὰ τῶν πολεμίων ἤδη σε περιείληφεν.
πάντη γάρ σε περὶ στέφανος πολέμοιο δέδηε: ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακεν … διὰ τῶν γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης μνηστῆρες οὔθʼ οἱ Φαίακες οὔθʼ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλʼ ἴσως ἀπὸ τῆς κατὰ τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς εἴρηται.
Τρῶες δὲ μεγάθυμοι—κεδασθέντες κατὰ νῆας: τοῦτʼ ἂν εἴη ἀγαθοῦ συμβούλου τὸ μὴ μόνον τὰ καθʼ ἑαυτὸν καὶ τὸν στρατηγὸν ἰδεῖν, ἀλλὰ καὶ τὸ πᾶν κατασκέψασθαι, ὃ ποιεῖ ὁ Πολυδάμας.
ἐπεὶ κατὰ τεῖχος ἔβησαν: ἀφʼ οὗ κατέβησαν τὸ τεῖχος.
κάλει ἐνθάδε πάντας ἀρίστους: ὅτι ἀρίστους τοὺς ἀριστέας· πρὸς τὸ «οὕνεκʼ ἄριστος ἔην».
κάλει ἐνθάδε πάντας ἀρίστους: ἀντὶ τοῦ ἀριστεῖς. πιθανῶς δὲ χρῆται τῇ συμβουλῇ, ἵνα μάθῃ ὁ Ἕκτωρ τοὺς ἀνῃρημένους καὶ ἀναχωρήσῃ.
ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλήν:ἐκ τοῦ καλέσαι τοὺς ἀρίστους βουλευσόμεθα τὸ συμφέρον.
ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν: καθόλου τῆς ἑτέρας γνώμης ἐστὶν ὁ Πολυδάμας, ἀλλʼ οὐκ αὐτὴν ἐκφέρει· ἠπίστατο γὰρ οὐ δεξόμενον τὴν γνώμην τὸν Ἕκτορα. ἄμφω οὖν τέθεικεν, ἵνα ἐπʼ ἐκείνῳ ᾖ τὸ ἑλέσθαι· ὅτι γὰρ ὡς παράδοξον αὐτὸ πρῶτον τέθεικε, δῆλον ἐκ τῆς ἐπιφορᾶς «αἴ κʼ ἐθέλῃσι θεός», ὡς δύσκολον καὶ ἐπὶ θεῷ μόνῳ κείμενον τὸ ἑλεῖν τὰς ναῦς.
πὰρ νηῶν ἔλθωμεν ἀπήμονες: καὶ ἐντεῦθεν δῆλός ἐστιν ἀναζεῦξαι βουλόμενος, ὅτι προσδοκᾷ τι δεινὸν ἐκ τῆς ἐπὶ ναυσὶ μάχης· ἄπιστον γὰρ ἡγεῖται τὸ ἀπήμονας ἀναχωρῆσαι.
δείδω, μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοί χρεῖος: ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἀποκαταστήσωσι, τουτέστι μή, ὃ ἡμεῖς ἐλάβομεν χθὲς νικῶντες, σήμερον εἰσπράξωσιν.
δείδω, μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοί χρεῖος: τουτέστιν «ἴσως ἀπολάβωσιν», ὡς ἐν ζυγῷ τὸ ἴσον στήσαντες καὶ ἀπομετρούμενοι ὄφλημα· χρεῖος γὰρ τὸ χρέος εἶπε καὶ ὄφλημα, οὐχ ἁπλῶς τὸ πρᾶγμα. φησὶν οὖν· δέδοικα, μὴ ὡς δανεισάμενοι χθὲς τὴν νίκην ἀποδῶμεν αὐτοῖς, αὐτῷ σταθμῷ στήσαντες τὸ χρέος.
ἄλλως· σταθμῷ ἀποδῶσι τὴν χθεσινὴν ἡμῶν εὐημερίαν. ἐν τῇ κόλῳ γὰρ μάχῃ εὐτύχησαν Τρῶες. στῆσαι δὲ τὸ ζυγοστατῆσαι καὶ ἐξισάσαι τῷ αὐτῷ μέτρῳ. θεραπεύει δὲ τὸν Ἕκτορα λεληθόσιν ἐπαίνοις, ὑπομιμνῄσκων αὐτὸν τῶν χθὲς αὐτῷ κατωρθωμένων.
ἄλλως· μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες· μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια.
ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω: πλεονεκτούμενοι γὰρ ἱκετεύσουσιν αὐτόν.
ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων: διδάσκει πείθεσθαι τοῖς καιροῖς· τοιοῦτος γὰρ ἦν καὶ Ἀγαμέμνων, ἐπιπλήσσων Ὀδυσσεῖ καὶ Διομήδει ἐν τῇ ἐπιπολήσει καὶ ὕστερον ἀνεχόμενος αὐτῶν ὀνειδιζόντων
ἐρύκακε: μὴ ἔα χωρίζεσθαι, ἀλλʼ εἰς ταὐτὸ σύναγε.
κεῖσε: εἰς τὸ καταπονούμενον μέρος.
ὄρεϊ νιφόεντι: ὅτι νιφόεντα τὰ ὄρη. καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται
ὄρεϊ νιφόεντι: καὶ Ὄλυμπος ἄρα ὄρος· φησὶ γὰρ «κατʼ Οὐλύμπου νιφόεντος». πρὸς δὲ μέγεθος ἡ εἰκών, ἐπεὶ ἀκίνητόν ἐστι τὸ ὄρος. ἅμα δὲ καὶ τὸ ἄγριον αὐτοῦ καὶ φοβερὸν ὄρει παρεικάζει χιόνι κεκαλυμμένῳ· τὸ γὰρ ἄνιφον πάντως καὶ ἥμερον.
ἀγαπήνορα: τὸν διʼ ἀνδρίαν ἀγαπώμενον. ἢ μᾶλλον, ἐπεὶ βουλευτὴς ἦν, εἰκότως εἴη ἂν ἀγαπήνωρ οἷον ὁ τοὺς στρατιώτας ποιῶν διὰ λόγων συμβουλευτικῶν ἀγαπᾶν τὴν ἀνδρίαν καὶ μὴ προδιδόναι αὐτὴν δειλίᾳ, ὁ παρασκευάζων καὶ τοὺς ἀνάνδρους ἀνδρείους γίνεσθαι.
Ὑρτάκου: Ὑρτάκου ὡς θυλάκου· τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος, Ῥύνδακος· «Ῥύνδακον ἀμφὶ βαθύσχοινον». οὕτως οὖν καὶ Ὕρτακος.
τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους: ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες.
οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους: ταχίστῃ συλλήψει ἐδήλωσεν ὧν μὲν τρῶσιν, ὧν δὲ τέλεον ἀναίρεσιν· Ἕλενος γὰρ καὶ Δηΐφοβος οὐκ ἀπήμονες Ὀθρυονεὺς δὲ καὶ Ἄσιος οὐκ ἀνώλεθροι
χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες:πρὸς τὸ δεύτερον ἀπήντηκε, πρὸς τὸ «οὐδʼ ἀνολέθρους».
βεβλημένοι οὐτάμενοί τε: ὅτι πάλιν συλληπτικῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν.
βεβλημένοι οὐτάμενοί τε: συλληπτικῶς· ἐβέβλητο γὰρ Ἕλενος, οὔταστο δὲ Δηΐφοβος.
βεβλημένοι οὐτάμενοί τε: ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους —ἤ τινι τοιούτῳ.
μάχης ἐπʼ ἀριστερά: ὅτι τοῦ ναυστάθμου τὰ ἀριστερὰ λέγει.
μάχης ἐπʼ ἀριστερά: ἀριστερὰ τοῦ Ἕκτορος, δεξιὰ τοῦ τείχους.
Ἀλέξανδρον, Ἑλένης πόσιν: ἐσπούδαζε γὰρ αὐτῆς ἀνὴρ εἶναι. ἅπαξ δέ, ὅτε βεβίασται ὑπὸ θεοῦ, φησὶν «ἅμα δʼ εἵπετʼ ἄκοιτις». οἱ δὲ τὸν τέως ὄντα· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐτῆς εἶπεν.
ἐσπούδαζε γὰρ ἀνὴρ αὐτῆς εἶναι, εἰ καὶ μοιχὸς ἦν. ἢ τὸν τέως ἔχοντα αὐτὴν πόσιν λέγει· διὸ Μενέλαον οὐδέποτε πόσιν αὐτῆς καλεῖ.
προσέφη αἰσχροῖς ἐπέεσσιν· «Δύσπαρι— ὄλεθρος»: ὡς αἴτιον τῆς μάχης, καὶ ἐπεὶ διʼ αὐτὸν ὁ τῶν ἀρίστων κίνδυνος, ἐπεί τοι καὶ θαρσύνει τοὺς ἑταίρους ἀλλʼ ἔχει ἦθος ὁ λόγος· αὐτὸς γὰρ αἴτιος τῆς ἐκείνων ἀπωλείας γεγονώς, ὡς ἀναγκάσας διαβῆναι τὸ τεῖχος, ἄλλῳ τὴν αἰτίαν ἀναφέρει· ὅπερ ἴδιον τῶν δυσκολαινόντων καὶ τὰ ἴδια ἁμαρτήματα μετατιθέντων· ὅπερ καὶ ἐξελέγχει ὁ Πάρις ἐν τῇ ἀποκρίσει· «Ἕκτορ, ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι».
εἶδος ἄριστε, γυναιμανές: ἐπειδὴ τὸ γυναιμανές συνάπτει, μέμφεται τὸ κάλλος, ὡσεὶ ἔλεγεν «ἐπὶ μοιχείᾳ καλλωπιζόμενε», ἐπεί τοι ἀλλαχοῦ «οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε»;
τὸ εἶδος ἄριστε τῷ γυναιμανές συνάπτει, ἵνʼ ᾖ ὁ λόγος οὕτως «ἐπὶ μοιχείᾳ καλλωπιζόμενε»· μέμφεται γὰρ τὸ κάλλος αὐτοῦ οὐχ ὡς κακόν, ἀλλʼ ὡς αἴτιον κακοῦ.
ποῦ τοι: ἠθικῶς ὁ τοί ἐνταῦθα· οὐ γὰρ παρέλκει, ἀλλʼ ἔχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὅλον διʼ Ἀλέξανδρον πράττεται.
νῦν ὤλετο—ὄλεθρος: εἰκονικῶς προβάλλεται τὴν φωνὴν καὶ τὸ βλέμμα τοῦ σχετλιάζοντος.
κατʼ ἄκρης: ἕως τῆς ἀκροπόλεως. τινὲς δὲ «κρῆς» μονοσυλλάβως, ἐπεὶ καὶ «κρῆθεν» φησίν.
κατʼ ἄκρης δὲ διόλου, ἕως τῆς ἀκροπόλεως.
κατʼ ἄκρης: κατὰ κράτος.
Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος: ὅτι θηλυκῶς ἡ Ἴλιος, καὶ τὸ τοί παρέλκει· οὐ γὰρ αὐτῷ μόνῳ ἦν ὄλεθρος, ἀλλὰ καὶ τοῖς ἄλλοις.
νῦν τοι σῶς αἰπὺς ὄλεθρος: σῳζόμενος· τοῦτο γὰρ ὀλέθρου σῳζομένου ὄλεθρος γράφει τοῖς ἐντυγχάνουσιν. οἱ δὲ ἰσχυρός. οἱ δὲ πλήρης. οἱ δὲ σῳστέος, ἵνʼ ᾖ νῦν σοι σῳστέον τὸν ὄλεθρον, ὅ ἐστι, νῦν ὀφείλεις σκοπῆσαι, πῶς σωθήσῃ.
νῦν τοι σῶς αἰπὺς ὄλεθρος: νῦν σοι ζώσεται αἰπὺς ὄλεθρος.
αἰτιάασθαι: λείπει θέλει. οἱ δὲ τὸ αἰτιάασθαι ἀντὶ τοῦ αἰτιᾶται.
ἐρωῆσαι: ὑποχωρῆσαι, τὴν ἐπὶ τὰ ὀπίσω ὁρμὴν ποιῆσαι· οὐ γὰρ νῦν.
μέλλω: ὅτι τὸ μέλλω ἀντὶ τοῦ ἔοικα.
ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων:ἐξ ὅτου παρώρμησας τοὺς ἑταίρους ἐπὶ ταῖς ναυσίν. ἠρέμα δὲ ἐλέγχει ὅτι ἐκεῖνος αἴτιος ἀναγκάσας ἐνταῦθα ἐλθεῖν. σαφῶς δὲ οὐ δύναται ἐλέγχειν.
ὁμιλέομεν: κατὰ ἴλας συμβάλλομεν.
ἕταροι δὲ κατέκταθεν, οὓς σὺ μεταλλᾷς: περὶ ὧν ὕστερον ἠρωτήθη, πρώτους φησίν.
οἴχεσθον μακρῇσι τετυμμένω ἐγχείῃσιν: ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκὸς ἐπʼ ἀμφοτέρων τέταχεν· οὐ γὰρ ἀμφότεροι ἐτύπησαν, ἀλλʼ ὁ μὲν Ἕλενος ἐβλήθη, ὁ δὲ Δηΐφοβος ἐτύπη.
τετυμμένω ἐγχείῃσι: σύλληψις· φησὶ γὰρ «δουρὶ βραχίονα τύψε» καὶ περὶ τοῦ ἑτέρου «τὴν βάλεν, ᾗ ῥʼ ἔχε τόξον».
δʼ ἐμμεμαῶτες: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «δὲ μεμαῶτες».
οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι: ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν, οὐκ ἐλαττώσω.
ἀλκῆς: ἀντὶ τοῦ ἀλεξήσεως καὶ βοηθείας.
πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν:τὸ ἑξῆς οὐκ ἔστι πολεμίζειν, τὸ δὲ ἐσσύμενον διὰ μέσου. οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατέρωθεν.
πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν:τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθʼ αὑτὴν ὑπάρχουσα.
Ὀρθαῖον: Ὀρθαῖον ὡς Ἀλκαῖον· ἐπεί, φησί, τὰ διὰ τοῦ αιος τρισύλλαβα, ἔχοντα τὴν πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, προπερισπᾶσθαι θέλει, χερσαῖος ὀρφναῖος ἑρσαῖος ἀρχαῖος, «Ἀρναῖος», Τρικκαῖος Ἑρμαῖος· ὅθεν τὸ «Ἑρμαῖον κάρα» παρὰ Σοφοκλεῖ τὸ δὲ «ὅθι δʼ Ἕρμαιος λόφος ἐστίν» ὡς εἰς ἰδιότητα. καὶ τὸ ἐπὶ τοῦ κυρίου πρὸς ἀντιδιαστολὴν διάφορον τόνον ἀνεδέξατο, ὡς Ἀθηναῖος καὶ Ἀθήναιος, ἀγοραῖος καὶ ἀγόραιος. οὕτως οὖν καὶ Ὀρθαῖος προπερισπωμένως ἀναγνωστέον· οὐδεμία γὰρ ἀντιδιαστολὴ ἐπὶ τοῦ ὀνόματος κεχώρηκεν.
Ὀρθαῖον: ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφωνον ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερισπᾶσθαι θέλει. Ὀρθαῖον ἁπλοῦν, «Εὔμαιος» σύνθετον.
ἀμοιβοί: ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τοὺς ἔμπροσθεν παραγενομένους ἐπικούρους ἤτοι οἱ ἐξ ἀμοιβῆς καὶ ἐναλλάξεως —γίνεται τῶν πεζῶν ἔφοδος.
ἀμοιβοί: οἱ μέν, πεζοί· οἱ δέ, ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν ἐπεκούρησε Φρυξίν· οἱ δέ, διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· καὶ ἐπὶ τῶν ἄλλων γὰρ νοητέον. παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς ἐπεξεργασίας ποιεῖται· τὸ γὰρ εἰπεῖν ὅτι ἐγίνοντο διαδοχαὶ τῶν στρατιωτῶν, ψυχρὸν ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν.
οἱ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ:κατʼ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παραπλήσιον. εἰς ἔμφασιν δὲ τῶν ἀνέμων τὸ ἀργαλέων πρόσκειται, ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.
οἱ δʼ ἴσαν: οἱ περὶ Ἕκτορα.
ὑπὸ βροντῆς—μίσγεται: μετὰ βροντῆς ἰοῦσα ἐπιφέρεται μὲν ὡς ἐπὶ τὸ πέδον, ἀνασκήπτει δὲ εἰς θάλασσαν, ὅ ἐστι σκηπτός.
θεσπεσίῳ δʼ ὁμάδῳ: οὕτως μετὰ τοῦ συνδέσμου, θεσπεσίῳ δʼ ὁμάδῳ.
θεσπεσίῳ: θείῳ, οἱονεὶ μετὰ θείου σκηπτοῦ φερομένῳ ἢ μετὰ ὀργῆς θεῶν κατιόντι. δηλοῦν οὖν θέλει τὴν ἀπὸ θεοῦ καταβεβηκυῖαν ἄελλαν.
κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσηςκυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα: δεῖξαι θέλει καὶ φύσιν κυμάτων. καί μοι δοκεῖ καὶ τὸν ἦχον μιμήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν στοιχείων τραχύτητος, παφλάζοντα πολυφλοίσβοιο. εἶθʼ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον κύματα παφλάζοντα, κυρτὰ φαληριόωντα. καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων τὴν ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλάζοντα πρὸς τὸν ἦχον, τὰ δὲ κυρτά πρὸς τὸν ὄγκον, τὰ δὲ φαληριόωντα πρὸς τὸ χρῶμα. προειπὼν δὲ «ἐν δέ τε πολλά κύματα» ἐπεξηγεῖται, πῶς πολλά, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα. εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολεμίων ἡ εἰκών.
παφλάζοντα: ἐν τῷ ἀναζεῖν ἠχοῦντα, πρὸς τὸν Τρωϊκὸν πόλεμον.
κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα: διασταλτέον βραχὺ φαληριόωντα καὶ ἄλλα, στικτέον δὲ αὐτὰρ ἐπʼ ἄλλα.
φαληριόωντα: λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ παντευχίᾳ.
πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι: πρὸ μὲν πρόσω μέν, ἐπί ὀπίσω.
πρὸ ἕθεν: ὁμοίως τῷ «ἀπὸ ἕθεν» ἀναγνωστέον κατʼ ὀρθὴν τάσιν. προείρηται δὲ περὶ τῆς ἀντωνυμίας.
πήληξ: παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ κορυθάϊξ
ἐπειρᾶτο: ἐπείραζεν.
προποδίζων: ἠρέμα ἕτερον ἐφʼ ἑτέρῳ πόδα τιθείς.
ὑπασπίδια προβιβῶντι: μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβαρον ἐνδεικνύμενον τὴν εὐτυχίαν.
ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν:ὅτι Ζηνόδοτος ὑποτάσσει «λίην γάρ σφιν πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ». τοῦτο δὲ ἐπὶ τῶν προκειμένων δηλοῦται. καὶ ὁ Ἀρίσταρχος περὶ τοῦ στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο.
ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν:μετὰ τοῦτον Ζηνόδοτος γράφει «λίην γάρ σφιν πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ».
βιβάσθων: Τυραννίων περισπᾷ, οὐχ ὑγιῶς· ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπὸ τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος, περιπλεονάσαντος τοῦ ς, ὥς φησι Φιλόξενος εἴτε ἀπὸ ὀνόματος τοῦ βιβαστός βιβάσθων ὡς ἀϊστὸς «ἀΐσθων»· γίνεται γάρ τινα ἀπὸ τῶν εἰς τος κατὰ μεταβολὴν τοῦ τέλους εἰς θω βαρύτονα ῥήματα, ἐγερτὸς ἐγέρθω, ἐρεκτὸς ἐρέχθω, ἀϊστὸς «ἀΐσθων»· οὕτως καὶ παρὰ τὸ βιβαστός βιβάσθων. παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον.
βιβάσθων: βαρυντέον, εἴτε ἀπὸ τοῦ βιβῶ ἐγένετο εἴτε ἀπὸ τοῦ βιβαστός. Ἀρίσταρχος δέ φησιν· «ἐὰν ὀξύνηται, ἔσται μακρὰ διαβάς».
σχεδὸν ἐλθέ: δαιμονίως τὸ ἐλθέ· τὸν μὲν γὰρ κίνδυνον ἴδιον αὐτῷ καθίστησι διὰ τοῦ σχεδὸν ἐλθέ, τὴν δὲ ἀρετὴν κοινὴν ἁπάντων, «οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν».
αὔτως: Ἀρίσταρχος αὔτως, ἄλλοι δὲ «οὕτως».
οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν: ἀμείνων γάρ ἐστιν· ἵνα τὴν μὲν ἀτυχίαν κοινοῖτο, τὸ δὲ ἕτερον μή. μετρίως δὲ οὐκ «ἔμπειροί ἐσμεν» φησίν, ἀλλʼ οὐκ ἀδαήμονες. τούτοις δὲ ἀντιτιθῆναι ἄξιον τὰ Ἕκτορος· «αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας».
μάστιγι: τῇ πληγῇ, μεταφορικῶς.
ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν: ἄφαρ ῥᾳδίως, παραχρῆμα. τινὲς δὲ «ἐέλπεται ἄφαρ ἐξαλαπάξειν, εἰσὶ δὲ χεῖρες καὶ ἡμῖν ὥστε ἀμύνειν». ἢ «εἰσὶ καὶ ἡμῖν χεῖρες ὥστε ἄφαρ ἀμύνειν».
σοὶ δʼ αὐτῷ φημι σχεδὸν ἔμμεναι, ὁππότε φεύγων ἀρήσῃ Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι: οὐ προμαντεύεται, ἀλλὰ στοχάζεται ἀκούσας Ἀχιλλέως «ἀμφὶ δέ τοι τῇ ʼμῇ κλισίῃ Ἕκτορα καὶ μεμαῶτα μάχης σχήσεσθαι ὀΐω». ὅθεν καὶ τὸ περισσὸν ὑποφαίνει.
θάσσονας ἰρήκων—ἵππους: πολλὴ ὑπερβολὴ τοῦ δέους.
κονίοντες πεδίοιο: ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.
ἐπί: ὀπίσω.
ἁμαρτοεπές: τῶν βελτίστων λόγων ἁμαρτάνων, ὡς «μοιρηγενές». ἐπιλέλησται δὲ τοῦ «ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε καὶ πινυτήν» τοιοῦτον γὰρ ὁ ἄνθρωπος· ὅταν μὲν κινδύνῳ συσχεθῇ, ταπεινοῦται, ὅταν δʼ ὑπεκρυῇ, ἀφηνιάζει.
βουγάϊε: Ζηνόδοτος «βουγήϊε» διὰ τοῦ η. ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ α, τάχα ἐπεὶ γαίων ὡς ἐπὶ τὸ πλεῖστον ὁ ποιητὴς λέγει.
Ζηνόδοτος δὲ «βουγήϊε» γράφει, Ἀρίσταρχος βουγάϊε.
βουγάϊε: τὴν γῆν ἐργαζόμενε βοῦ, διὰ τὸ δυσκίνητον καὶ μὴ δρομικόν, ὡς Ἀχιλλεύς, καὶ μέγα τοῦ σώματος. ἢ ἐπὶ τῇ ἀσπίδι γαίων, ὅ ἐστι γαυριῶν. ἢ ἐπειδὴ εἶπε «χερσὶν ὑφʼ ἡμετέρῃσιν»· καὶ Ἶρος γὰρ ἔλεγεν· «ὃν ἂν κακὰ μητισαίμην κόπτων ἀμφοτέρῃσι». οἱ δὲ «βουκάϊε», ὅ ἐστιν ἀγροῖκε· «βουκαῖός τʼ ἀλέγοι καὶ ὀροιτύπος» Νίκανδρος οἱ δέ φασιν ὅτι Δουλιχιῶται καὶ Σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα, μηδὲν δὲ ἰσχύοντας βουγαΐους καλοῦσιν.
αἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς—Ἀθηναίη καὶ Ἀπόλλων: τέσσαρα εὔχεται· καὶ παῖς Διὸς εἶναι καὶ διʼ ὅλου ὡς θεὸς καὶ ἐξ Ἥρας καὶ ἴσος Ἀθηνᾷ καὶ Ἀπόλλωνι.
τέκοι δέ με ... Ἥρη: τεχθεὶς εἴην ὑπὸ Ἥρας.
ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων: ἔνθεν Ἀθηναῖον ὑπονοοῦσιν Ὅμηρον· πατρῷον γὰρ τιμῶσιν Ἀπόλλωνα, ἀλλʼ οὐ Δία. ἢ ὅτι αὐτοὶ μόνοι πιστεύονται τὴν αἰγίδα, τιμᾶσθαι αὐτούς φησιν.
πεφήσεαι: ἐκ τοῦ φῶ τὸ φονεύω.
μακρόν: μέγα ἢ κατὰ βάθος ἐρχόμενον.
χρόα λειριόεντα: ἀνθηρόν, σκιατραφηθέντα. χρόα δὲ καλεῖ τὴν ἕως ὀστῶν σάρκωσιν.
χρόα λειριόεντα: σημείωσαι τὸν χρόα.
δάψει: Ἀκαρνᾶνες ῥήξει.
κορέεις κύνας ἠδʼ οἰωνούς: ὄντως νεμεσητόν· ὁ γὰρ περὶ λύμης σώματος ἀπειλῶν αἰκισθήσεται περὶ σῶμα.
ἐπὶ νηυσίν: ἐν ἄλλῳ «παρὰ νηυσίν».
τινὲς «παρὰ νηυσίν» γράφουσιν.
Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον: δηλονότι ἀνθιστάμενοι ὥστε ἐκ τῆς ἑκατέρων βοῆς μέγαν τινὰ ἦχον γενέσθαι.
ἐπιόντας: οὓς ἐπήγετο ὁ Ἕκτωρ.
ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς: ἐν τάχει τὸ μέγεθος τῆς βοῆς ἐσήμανεν, εἰς ὅσον ἤρθη· τὸ γὰρ μέγιστον ἔξαλμα οὐρανός ἐστι καὶ γῆ.
Διὸς αὐγάς: τὸν οὐρανόν, «διʼ αἰθέρος οὐρανὸν ἧκεν». οἱ δὲ Διὸς τοῦ ἡλίου, Πλατωνικῶς. οἱ δὲ τὰ ὑψηλὰ τῶν ὀρῶν. οἱ δὲ αὐλάς, ἐπεί φησι «Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή», «Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι».
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.