ΥΠΟΘΕΣΙΣΤΗΣ μεγάλης διηγήσεως τὴν ἀρχὴν περιέχει ἡ ῥαψῳδία αὕτη, ὡς ἀποπλεύσας ἐξ Ἰλίου Ὀδυσσεὺς πρῶτον μὲν τῇ Κικόνων παρέβαλε γῇ, καὶ μίαν αὐτῶν τὴν ἐπὶ θάλασσαν ἐπόρθησε πόλιν, Ἴσμαρον καλουμένην, ἔπειτα δὲ Μάλεον παραπλέων Λακωνικῆς ἀκρωτήριον ὑπὸ σφοδροῦ πνεύματος ἐξηνέχθη περῶν μέγα πέλαγος καὶ τῇ τῶν Λωτοφάγων παρέβαλε γῇ, καὶ ἐντεῦθεν ἀποπλεύσας τῇ Κυκλωπίᾳ τὸν μὲν ἄλλον στόλον εἴασε πρὸς τῇ νήσῳ καθορμοῦντας. καὶ τέλος ἔσχεν ἐνταῦθα ἡ ῥαψῳδία. ΑΛΛΩΣἈρχὴ τῶν Ὀδυσσέως διηγημάτων, ἐν οἷς φησι πεπολεμηκέναι τοῖς Κίκοσι καὶ πρὸς τοὺς Λωτοφάγους παραγενέσθαι· καὶ ὅτι ἐτύφλωσε τὸν Κύκλωπα Πολύφημον, καὶ ὡς ἐκεῖνος κατέφαγεν αὐτοῦ ἓξ ἑταίρους ἀπὸ δώδεκα συνελθόντων.
Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν τὸν εὐεργέτην ἐπαινεῖ· σύμφορον γὰρ τῷ δεομένῳ. τὸ μὲν δὴ κρεῖον τῆς βασιλείας ἔπαινος, τὸ δὲ ἀριδείκετε τοῦ κατὰ μορφὴν ἀξιώματος. τὸ δὲ ἁπλοῦν ἀντὶ παραγώγου τοῦ ἀριδεικοτάτου. καὶ ἡ γενικὴ κεῖται ἀντὶ δοτικῆς. ἀντὶ τοῦ λαοῖς. ἅμα μὲν καὶ ὡς εὐεργέτην ἐπαινεῖ σύμφορον τῷ δεομένῳ, ἅμα δὲ καταστοχαζόμενος τῆς προαιρέσεως τοῦ βασιλέως· αὐτὸς γὰρ ἂν ἦν τῆς πομπῆς ἡγούμενος. ἔδει οὖν τὴν βασιλείαν καὶ τὴν τοῦ σώματος ὑπεροχὴν αὐτῷ μαρτυρῆσαι ὑπὲρ τοῦ εὐφραίνεσθαι. τὸ οὖν «κρεῖον» ἀντὶ τοῦ κράτιστε καὶ βασιλικώτατε. οἱ δὲ ἄγαν ἀσπαστικέ.
θεοῖς ἐναλίγκιος αὐδήν ἄστροις. κατὰ γὰρ Πυθαγόραν μουσικῶς καὶ κατὰ ἐναρμόνιον κίνησιν κινοῦνται.
οὐ γὰρ ἔγωγέ τί φημι προσχαρίζεται εἰς τὰ τοιαῦτα τοῖς Φαίαξιν Ὀδυσσεὺς εἰδὼς αὐτῶν τὸ ἡδυπαθές. ἐγκαλοῦσι δὲ τῷ Ὀδυσσεῖ φιληδονίαν, λέγοντες τὴν ἀπόλαυσιν τέλος ἡγούμενον τοῦ βίου διὰ τούτων. ἁρμόζεται δὲ τοῖς ἤθεσιν αὐτῶν ἀκούσας παρὰ τοῦ Ἀλκινόου «ἀεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε.» οἱ δὲ ἀπὸ τοῦ καιροῦ· συμπόσιον γὰρ τότε παρῆν. οἱ δὲ ἀπὸ τῆς λέξεως. καὶ τούτων οἱ μὲν ὅτι εὐφροσύνη τῆς ἡδονῆς τῷ φρονεῖν διαφέρει, οἱ δὲ ὅτι τέλος ἐπὶ οὐσίας ἢ τάξεως ἢ συμπληρώσεως· ἀκουστέον δὲ, τῶν πρὸς εὐωχίαν. ἀπρεπὲς τέλος ὁρίζειν τροφὴν καὶ ἀπόλαυσιν. λύεται δʼ ἀπὸ τοῦ προσώπου. πρὸς οὓς γάρ φησιν, αὐτοὶ ἦσαν φάσκοντες «αἰεὶ δʼ ἡμῖν—τῶν πρὸς εὐωχίαν Ἄλλως. ταῦτα ἁρμοζόμενος τῷ καιρῷ λέγει. οὐ τοῦ παντὸς δὲ βίου τὴν ἡδονὴν τέλος εἴρηκεν, ἀλλὰ συμποσίου τινός. τέλος χαριέστερον τὸ τελεώτατον καὶ ἄριστον.
ἢ ὅταν εὐφροσύνη οὐ πάντως ἀποδεχόμενος τὸν τοιοῦτον βίον ἐπαινεῖ, ἀλλὰ ἁρμόζεται κατὰ τὸν παρόντα καιρὸν ὑπὲρ τοῦ τυχεῖν ὧν ἐβούλετο. προσποιεῖται οὖν τὸ ἁβροδίαιτον ἀσπάζεσθαι τῶν Φαιάκων ἀκηκοὼς λεγόντων “αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε”. Σέλευκος δὲ τὴν εὐφροσύνην ὅτε εὖ φρονοῦμεν καὶ τὴν αὐτάρκειαν, ἵνα μὴ φαίνηται κόλαξ.
ἀκουάζονται ἀκροῶνται.
τοῦτό τί μοι κάλλιστον ἐγκλιτέον τὸ τι. τοῦτο τὸ τέλος, φησὶ, φαίνεταί μοι καλὸν εἶναι. σοὶ δὲ φαίνεται καλὸν τὸ τὰ ἐμὰ κήδεα εἴρεσθαι. ἡ ἐπί πρὸς τὸ εἴρεσθαι, ἵνʼ ᾖ ἐπιείρεσθαι.
σοὶ δʼ ἐμὰ κήδεα ἐπειδὴ μέλλει περὶ πραγμάτων διηγεῖσθαι, ἠθικῶς προκατασκευάζει ὅτι μᾶλλον τῷ ἡμετέρῳ συμποσίῳ ἁρμόζει καὶ ἡ τοῦ κιθαρῳδοῦ ἀκρόασις, ἵνα, ἐὰν ὀχληρὸς φαίνηται, τοῖς βιασαμένοις ἀναφέρωσι τὴν αἰτίαν. ἅμα δὲ καὶ προσοχὴν ἐργάζεται, ὅτι πολλὰ ἀπαγγελεῖ παράδοξα.
ὄφρʼ ἔτι μᾶλλον ἤδη ὑποβάλλει ὅτι καὶ ἔμπροσθεν, ὅτε ἔκλαιεν, περὶ ἑαυτοῦ ἦν τὰ ᾀδόμενα. ὀδυρόμενος καὶ μὴν οὐ κλαίει νῦν. ἀλλʼ ἡ σύγκρισις πρὸς τὸ “εἰπὲ δʼ ὅ τι κλαίεις”.
τί πρῶτον περὶ δυσχερῶν πραγμάτων μέλλων λέγειν προασφαλίζεται, ἵνα, ἐὰν φανῇ τι αὐτῷ ὀχληρὸς, εἰς τὸν βιασάμενον τὸ αἴτιον ᾖ. ἔτι δὲ καὶ προσοχὴν ἐργάζεται τοῖς ἀκροωμένοις. τί πρῶτόν τοι ἔπειτα ὅσα αὔξει τὴν προσοχὴν, προσδοκίαν ἐμποιῶν, ὅπερ ἐστὶ τεχνικὸν ὡς ἐν προοιμίῳ· δεῖ γὰρ παρὰ τῶν ἀκουόντων ἑαυτῷ μὲν εὔνοιαν ἐπισπᾶσθαι, τῷ δὲ λόγῳ προσοχὴν, ἵνα τὸν μὲν λέγοντα ἀποδέξωνται, τῶν δὲ πραγμάτων ἐπιθυμήσωσι τὰ λεγόμενα καὶ μάθωσιν ὅπερ διʼ ὅλου κατώρθωκεν Ὀδυσσεὺς ἑαυτὸν μὲν ἐπαινέσας, τὸ δὲ πλῆθος καὶ τὴν καινότητα τῶν πραγμάτων ἐνδειξάμενος δηλοῖ τὴν προαίρεσιν καὶ πόθεν παραγίνεται καὶ τί βούλεται, εἶθʼ οὕτως καὶ τὰ μείζονος διηγήσεως ἄρξηται “Ἰλιόθεν με φέρων”
οὐ δεῖ στίζειν εἰς τὸ κήδεα, ἀλλʼ ὑφʼ ἓν ἀναγινώσκειν.
νῦν δʼ ὄνομα ὅρα μεθʼ ὅσα νῦν ἑαυτὸν δηλοῖ καταμαθὼν πάντα παρὰ τοῖς Φαίαξι· τὸ δὲ “ὄφρα καὶ ὑμεῖς” εἰς τὸ φιλόδοξον τοῦ ἀνδρὸς, καὶ ὑμεῖς καὶ ἄλλοι.
νηλεὲς ἦμαρ τὴν ἀνελεήμονα ἡμέραν.
δώματα ναίων εἰς ἐπίτασιν, ὅτι καὶ μακρὰν ἀπὼν φιλήσει τοὺς εὐεργέτας.
εἴμʼ Ὀδυσεὺς οὗτος ἐκεῖνός εἰμι Ὀδυσσεὺς, περὶ οὗ πρόσθεν ἠκούετε ἐν τῇ ἀοιδῇ. ὃς πᾶσι δόλοισιν ἐν ἀνθρώποις διὰ τοὺς δόλους ἀπόκειμαι, ἤτοι ἐν τοῖς ἁπάντων στόμασίν εἰμι διὰ τοὺς δόλους. παρεῖται ἡ διά, καὶ ἡ δοτικὴ ἀντὶ αἰτιατικῆς κεῖται· διὰ δόλους γὰρ μέλω. ὅμοιόν ἐστι τῷ “σοὶ πάντες μαχόμεθα” τουτέστι διὰ σέ. πᾶσιν ἀνθρώποις μέλω ἐν δόλοις, ἤτοι ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις πρέπων στρατιωτικοῖς. ὅστις ἐγὼ ἐν πᾶσι τοῖς ἀνθρώποις διὰ φροντίδος εἰμὶ ποιεῖν δόλους, οἵ μου τὸ κλέος μέχρι τοῦ οὐρανοῦ ἀνήγαγον.
ἀνθρώποισι μέλω τοῖς ἀνθρώποις ἔνδοξος τυγχάνει, διὰ δόλου καὶ φροντίδος ἀξιούμενος παρʼ αὐτοῖς. ὁ δὲ δόλος ἐπʼ ἀγαθοῦ τέτακται ἐνταῦθα, τὸ δὲ “κλέος οὐρανόν” ὑπερβολικῶς, τῇ δόξῃ μέχρι θεῶν ἐφθακέναι τὸ κλέος. καί μευ κλέος οὐρανὸν ἵκει διὰ δόλους ἔνδοξός εἰμι. ὁ γὰρ δόλος καὶ ἐπὶ ἀγαθοῦ τάσσεται· νῦν δὲ ἐπὶ ἐγκωμίου τοῦτο λέγει. ὑπερβολὴ γὰρ δόξης τὸ μέχρι θεῶν ἐφθακέναι τὸ κλέος. ταῦτα δὲ πρὸς σύστασιν ἑαυτοῦ λέγει, ἵνα κατʼ ἀξίαν τιμηθῇ ὑπὸ τῶν Φαιάκων. ἤδη γὰρ καὶ προμεμαρτύρηται ὑπὸ τοῦ κιθαρῳδοῦ.
ναιετάω δʼ, Ἰθάκην ἀναγκαίως προσυνίστησι τὴν πατρίδα πιστὸν καθιστὰς τὸν ἑαυτοῦ πόθον. ἅμα δὲ καὶ χρηστὸν ἦθος ὑποφαίνει ὅπως οἵας οὔσης τῆς πατρίδος κήδεσθαι φάσκων. εὐδείελον ἐπιφανῆ, πρὸς τὴν δείλην κειμένη. καὶ γὰρ ἐπιφέρει “πρὸς ζόφον”. εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται. Ἰθάκην εὐδείελον εὐπεριόριστον. πᾶσαι γὰρ αἱ νῆσοι εὐκατάληπτον ἔχουσι τὸν περιορισμὸν ὡς πρὸς τὴν ἤπειρον. ἢ τὴν εὐάερον, εὖ τῆς ἕλης ἔχουσαν. ἔνιοι δέ φασιν εὖ πρὸς τὴν δείλην κειμένην· δείλη γὰρ ἡ δύσις. καὶ γὰρ οὕτως ἔχει τῇ θέσει ὡς πρὸς τὰς ἄλλας νήσους πλησιαζούσας. διὸ καὶ ἐπιφέρει, αὐτὴ δὲ χθαμαλή. πρὸς δύσιν τῶν ἄλλων κειμένην. ἤτοι ἐπιφανῆ, εὖ πρὸς τὴν δείλην κειμένη. εἰ δὲ σημαίνει τὴν εὔκρατον, δασύνεται ἀνάγκῃ. ἕλη γάρ ἐστιν ἡ τοῦ ἡλίου αὐγὴ, ὅθεν καὶ τὸ εἱληθερεῖν τὸ ἡλίῳ χρῆσθαι. ἐν δʼ ὄρος αὐτῇ σύνηθες αὐτῷ τὰ ὄρη χωρίζειν τῆς γῆς· προεῖπε γὰρ τὴν Ἰθάκην καὶ ἐπήγαγε περὶ τοῦ ὄρους.
Νήριτον ὁ Φιλόξενος Νήϊον αὐτό φησι διὰ τὸ “ἡμεῖς δʼ ἐξ Ἰθάκης ὑπονηΐου εἰλήλουθμεν”. τινὲς δὲ Νήϊον, ὥσπερ ὁ Κράτης, τὸν περὶ τὸν λιμένα τόπον, ἐν ᾧ ἦν συνηρεφὴς τόπος, ἱερὸν Νυμφῶν. ἀφʼ οὗ καὶ τὰς νύμφας κοινῶς Νηϊάδας προσαγορεύεσθαι. ἀπὸ τοῦ Νηΐου, “ἱεροῦ νυμφάων, αἳ Νηϊάδες καλέονται”. εἰνοσίφυλλον κινησίφυλλον· ἔνοσις γὰρ ἡ κίνησις. ἐκ δὲ τούτου τὸ καταπνεόμενον δηλοῖ διὰ τὸ ὕψος.
πολλαὶ ναιετάουσι δηλονότι πολλῶν ἦρχε. μάλα σχεδόν καὶ τοῦτο ὁμοίως· τὸ γὰρ διῃρημένων ἄρχειν οὐ καλόν.
Δουλίχιόν τε Σάμη τε τὴν Σάμην ἐν ἄλλοις Σάμον λέγει· “οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο” ἐπίτηδες δὲ τῇ Ἰθάκῃ καὶ τὰς ἄλλας συγκατωνόμασε νήσους εἰς αὔξησιν, ἵνα αἴσθοιντο αὐτοῦ οὐκ ὀλίγης ἡγουμένου χώρας. Δουλίχιον μία τῶν Ἐχινάδων.
αὐτὴ δὲ χθαμαλὴ ταπεινή· ἢ κοίλη τὴν θέσιν. πῶς οὖν πανυπερτάτη; ἢ τῇ δόξῃ, ἢ πρώτη τῶν ἄλλων ὡς πρὸς δύσιν. ὡς πρὸς ὕψος. πανυπερτάτη δὲ ὡς πρὸς σύγκρισιν τῶν κατειλεγμένων, ὅτι ὑπέρκειται ἐκείνη ἐν τοῖς δυτικοῖς μέρεσιν ὑπὲρ πασῶν τῶν παρακειμένων ταπεινότερον. πῶς χθαμαλή; πῶς πανυπερτάτη; ἡ δὲ σύγκρισις ἢ πρὸς τὰς ἄλλας νήσους ποιεῖ αὐτὴν λέγεσθαι χθαμαλὴν, αὐτὴ δὲ κατʼ αὑτὴν μὴ ἀντεξεταζομένη πρὸς Σάμον καὶ Ζάκυνθον ὑψηλή ἐστιν. ἐπὶ δὲ τὸ πρὸς δύσιν αὐτῆς μέρος ὑψηλή ἐστι διὰ τὸ ὄρος, τὸ δὲ πρὸς ἀνατολὴν χθαμαλή· εἰκὸς οὖν ἔχειν αὐτὴν ἄμφω. ἢ χθαμαλὴ μὲν διὰ τὴν θέσιν, πανυπερτάτη δὲ διὰ τὴν τῶν οἰκούντων λαμπρότητα· ἐπάγει γὰρ “τρηχεῖα, ἀλλʼ ἀγαθὴ κουροτρόφος.” τὸ δὲ “πρὸς ζόφον” οὐ πρὸς σύγκρισιν τῶν λεχθεισῶν νήσων εἴρηται, ἐπεί ἐστι δυτικωτέρα ἡ Σικελία.
πρὸς ζόφον πρὸς τὰ δυτικὰ μέρη. αἱ γὰρ ἄλλαι νῆσοι καὶ Κεφαλληνία ἀνατολικώτεραι αὐτῆς εἰσιν.
γνῶθι ὅτι καλῶς λέγει καὶ Ἐπίκουρος ὁ φιλόσοφος τῷ ἑαυτοῦ δόγματι ἄριστον τέλος εἶναι πάντων τὴν ἡδονὴν, ἐξ Ὁμήρου τοῦτο λαβὼν, καὶ ἐπὶ πάντων αὐτὸς ἐκτείνας τὴν τῆς ἡδονῆς τελειότητα. ἧς γαίης δύναμαι οὐκ εἶπεν ἐμῆς, ἵνα καθολικώτερος γένηται ὁ λόγος περὶ τῆς τῶν καθʼ ἕκαστον ἀνθρώπων πατρίδος, ὡς καὶ ἐν ἄλλοις “ὡς οὐδὲν γλύκιον”. καλῶς δὲ ταῦτα πάντα πρὸς τὸν Ἀλκίνοον· ἐνδείκνυται γὰρ ὡς ἔχει σπουδὴν πρὸς τὸ θεάσασθαι τὴν πατρίδα.
Αἰαίη ἐξ Αἰαίης νήσου τῆς Τυρρηνίας, ἢ Κολχικῆς. Αἰαία γὰρ πόλις τῆς Κολχίδος. νῦν δὲ Αἰαία ἐστὶν ἡ τῆς Κίρκης νῆσος ἡ πλησίον τοῦ Ἅιδου οὖσα ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῷ, παρὰ τὸ αἲ αἲ θρηνητικὸν ἐπίρρημα. Αἰαίη τοῦ Αἰήτου θυγάτηρ. ἢ ἀπὸ Αἰαίας χώρας τιμωμένη. ἔστι δὲ πόλις Κολχίας.
ἀλλʼ ἐμὸν οὔποτε θυμὸν ἴσως μὲν κατʼ ἄλλον λογισμὸν οὐκ ἐπείθετο ὁ Ὀδυσσεὺς, εἰδὼς τοὺς ἐρῶντας πάντα μὲν ὑπισχνουμένους, τὸ δὲ τῆς ἀθανασίας ὡς ἀδύνατον ἀνθρώπῳ δοῦναι· πρὸς μέντοι τοὺς Φαίακας οὐχ ὡς ἄπιστον λέγει, ἀλλʼ ὡς καὶ ἀθανασίας καταφρονήσας πόθῳ τῆς πατρίδος· τοῦτο γὰρ εἶχεν αὐτοῦ τοῦ ἤθους τῆς πατρίδος σύστασιν.
εἴπερ γάρ τις θαυμαστὴ ἐπίτασις, εἰ καὶ πίονά τις οἶκον ἐν ἀλλοδαπῇ ναίει ἔχων ἀπάνευθε τοκήων. σχεδὸν δὲ πρὸς αὐτοὺς ἀποτείνεται· οὐκ ἂν ἑλοίμην πᾶσαν εὐδαιμονίαν ἀνέχειν ἐνθάδε κατὰ στέρησιν τῆς πατρίδος· καὶ γὰρ ἐπιφέρει .... γίνεται κἂν τῆς ἡμῶν πατρίδος ἄλλη τίς ἐστι γαῖα πόρρωθεν πίων καὶ λιπαρὰ, ἀλλʼ οὖν τῆς ἡμῶν πατρίδος γλυκυτέρα ἡμῖν οὐ λογίζεται.
εἰ δʼ ἄγε εἰπὼν, φησὶ, τὸ ὄνομα ἄγε δὴ καὶ τὸν νόστον εἴπω τὸν πολλῶν συμφορῶν καὶ κακῶν πλήρη. ἐνίψω ἐρῶ, λέξω.
Κικόνεσσι ἡ μὲν χώρα Κικονία — ἔστι δʼ αὐτὴ τῆς Θρᾴκης —, ἡ δὲ πόλις Ἴσμαρος. τῷ γὰρ γενικῷ τὸ εἰδικὸν ἐπήγαγεν, ὡς τὸ “ἡ δʼ ἄρα Κύπρον ἵκανεν, εἰς Πάφον” πορθεῖ δὲ τοὺς Κίκονας ὅτι συνεμάχησαν τοῖς Τρωσί. τὸ πρῶτον τῆς πλάνης χωρίον γινωσκόμενον παρέλαβεν ἀξιοπιστίαν τοῖς ἑξῆς παρεχόμενος, ἵνα πᾶν ἴχνος κατὰ πᾶσαν ἀρχὴν ζητήσεως .... οἱ δὲ Κίκονες ᾤκουν τὴν νῦν Μαρώνειαν καλουμένην.
Ἰσμάρῳ ποταμῷ. ἢ τῇ νῦν καλουμένῃ Μαρωνείᾳ. Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον τότε δὲ ἐγὼ τὴν Ἴσμαρον ἐπόρθησα, πόλιν τῆς Κικονίας, ἣ νῦν Μαρώνεια λέγεται. πόλιν ἔπραθον ἐπεὶ οἱ Κίκονες τῷ Πριάμῳ συνεμάχησαν. “Κικόνων ἡγήτορι Μέντῃ” ἐπειδὴ σύμμαχος Εὔφημος ἀρχὸς Κικόνων.
δασσάμεθʼ παράγγελμά ἐστι στρατηγικὸν τὰ λάφυρα ἐξ ἴσου διανέμειν. ἡ γὰρ πλεονεξία ὑποτέμνεται τὴν προθυμίαν. ὅθεν καὶ Ἀχιλλεὺς διαλοιδορεῖται Ἀγαμέμνονι. ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης ὡς μή τις καταλάβῃ στερισκόμενος τῆς ἰσομοιρίας τῶν μεριζομένων. στερούμενος. καὶ γίνεται ἐκ τοῦ τέμνω τέμβω καὶ μετὰ τοῦ στερητικοῦ α ἀτέμβω. οἱονεὶ τὸ μὴ μεριζόμενον.
διερῷ ποδὶ μεταφορικῶς τῇ νηΐ. οἱ δὲ διερῷ τῷ ὀξεῖ καὶ ταχεῖ. οἱ δὲ τῷ ζῶντι, ἐπεὶ ξηροὶ οἱ ἀποθανόντες. καὶ γὰρ ἑτέρωθι “διερὸς βροτός” φησίν. οἱ δὲ τῇ κώπῃ. οἱ δὲ τῷ διερῷ ἐκ τῆς θαλάσσης πρὶν ξηρανθῆναι τὴν ἐκ τῆς βάσεως ὑγρασίαν. λέγει δὲ τὸν ἱδρῶτα. τῇ νηΐ· καὶ γὰρ ἄλλως ἵππους τὰς ναῦς. οἱ δὲ διʼ ὑγροῦ καὶ ζῶν, πρὶν ὑπὸ πολεμίους γενέσθαι· καὶ γὰρ ξηροὶ οἱ νεκροὶ, καὶ διερὸς βροτὸς ὁ ζῶν. ἄλλοι δὲ τοῖς σκεύεσι καὶ τῷ ἱστίῳ ἀπὸ τοῦ πλοῦ. πάντα δὲ στρατηγικῶς· οὐδὲ γὰρ ἔδει ἐνδιατρίβειν πολεμίᾳ γῇ. κατηγοροῦσι δὲ τῆς μονῆς τοῦ Ὀδυσσέως, αὐτοῦ βοῶντος .... Ἄλλως. διερῷ ποδὶ, ἤτοι τῷ πηδαλίῳ, ἵνʼ ᾖ ἀπὸ μέρους τοῖς πλοίοις. ἢ ἀντὶ τοῦ παραχρῆμα πρὶν τὴν νοτίδα τοῦ ἱδρῶτος ξηρανθῆναι, ἣν ἔχομεν ἐκ τῶν ἀγώνων τοῦ πολέμου.
τοὶ δὲ μέγα νήπιοι ἐναντία, φησὶ, λέγει ἑαυτῷ ὁ Ὅμηρος. ἐν μὲν γὰρ Ἰλιάδι παράγει τὸν Ὀδυσσέα τύπτοντα καὶ τοὺς μηδὲν αὐτῷ προσήκοντας τῶν στρατιωτῶν· “ὃν δʼ αὖ δήμου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι, τὸν σκήπτρῳ ἐλάσασκε παραστάς” καὶ ταῦτα ποιῶν ἔπειθεν. ἐνταῦθα δὲ οὐδὲ τῶν ἰδίων ἄρχειν δύναται, οὐ γὰρ αὐτῷ πείθονται ἀποπλεῖν. στρατηγοῦ δέ ἐστι κακοῦ τὸ καταφρονεῖσθαι. οὔτε οὖν λέγειν δεινὸς ἦν — ἔπειθε γὰρ ἄν — οὔτε δόξῃ μέγας, ἐδέδιε γάρ. οὔτε μὴν χρηστὸς, ᾑροῦντο γάρ. ἐροῦμεν οὖν ὅτι εὐθὺς ἀπὸ τῆς νίκης ὄντες οἱ ἑταῖροι ἐγαυρίων τῇ τύχῃ. τοιαῦτα δέ τινα καὶ Ἀγαμέμνων πέπονθεν. ἠναντιοῦντο γὰρ αὐτῷ πολλάκις Ἕλληνες. παραδέδωκε δὲ ἡ ἱστορία ὅτι καὶ Ἀλεξάνδρῳ τῷ Μακεδόνι δεύτερον ἀπόστασιν ἐποίησαν οἱ ἴδιοι αὐτοῦ στρατιῶται.
Κίκονες Κικόνεσσι γεγώνευν πῶς οἱ ἀπολλύμενοι Κίκονες βοᾶν εἶχον; φαμὲν ὅτι ἐν τῷ πορθεῖσθαι ἐβόων, ἤκουσαν δὲ οἱ γείτονες οἱ τὴν ἤπειρον οἰκοῦντες, ὅ ἐστι μεσόγειοι. οἱ γὰρ πορθηθέντες παραθαλάσσιοι ἦσαν.
ἐπισημαίνονται δὲ ἐν Ἰλιάδι γείτονα μὴ ὠνομάσθαι, ἐν δὲ Ὀδυσσείᾳ νῦν δὲ κἀκεῖ “ὣς οἱ μὲν δαίνυντο γείτονες ἠδὲ ἔται Μενελάου·” ἴσως δὲ οὐδὲ ἐπῆλθεν αὐτῷ χρεία ἐν Ἰλιάδι, ἐνταῦθα δὲ περιέστη καιρός.
ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ καὶ ἐπὶ τῶν Ἑλλήνων ἐν Ἰλιάδι “ἔσταν δʼ ἐν λειμῶνι Σκαμάνδρου ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.” δόξειεν ἄν τις ἐλάττωσιν εἶναι ἐκ τοῦ ἐπαγομένου τὰ ἄνθεα· ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων. οὐκ ἔστι δέ. οὐ γὰρ τοῦ πλήθους παραστατικὰ παρείληπται ἄμφω, ὥσπερ ἐπὶ τῶν φύλλων καὶ τῆς ψάμμου “λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν”· ἐπίτασις γάρ ἐστι κατὰ τὸ ἐπενηνεγμένον· ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τὴν τοῦ πλήθους ποικιλίαν ἔν τε τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει, τῶν Θρᾳκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικιλλόντων τὴν ἀμφίεσιν.
στησάμενοι δʼ ἐμάχοντο ἀναγκαίως καὶ τοῦτο, ἵνα μὴ ἀπώλεια ἔτι ῥᾳδία γένηται τοῖς ἐκ μιᾶς νηὸς φεύγειν βουλομένοις.
ὄφρα μὲν ἠὼς ἦν τὸ ἀπὸ πρωΐας μέχρι ὥρας ϛʹ διάστημα.
ἀλεξόμενοι τουτέστιν ἀλέξοντες, ἀλλήλοις προσβοηθοῦντες. ἀμυνόμενοι ἢ ἐκκλίνοντες.
βουλυτόνδε τὸν καιρὸν ἐν ᾧ οἱ βόες λύονται τῶν ἔργων. ὁ ἥλιος μὲν ἐτράπετο ἡνίκα οἱ βόες λύονται. λέγει δὲ τὴν κλίσιν τῆς ἡμέρας, ἑβδόμην ὥραν.
κλῖναν κλιθῆναι ἠνάγκασαν, ἢ ἐτράπησαν.
ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς τὸ πλῆθος τῶν ἀπολομένων εἶπεν ἑκάστην εἰς ναῦν ἀνδρῶν. καὶ δῆλον γὰρ ὅτι ἐπεμέρισεν ἐκ τῶν περισεσωσμένων τοῖς ἀποβεβληκόσι τινὰς ὑπὲρ τοῦ ἐν ἑκάστῃ τὸν ἴσον διαμένειν ἀριθμόν. ἓξ δʼ ἀφʼ ἑκάστης πολλοὶ κατηγόρουν τοῦ ἀπιθάνου, ὧν εἷς ἐστι καὶ Ζωΐλος. ἄτοπον γὰρ ἡγοῦνται μήτε πλέονας μήτε ἐλάττους ἀνῃρῆσθαι ἀφʼ ἑκάστης νηὸς, ἀλλʼ ἴσους ὡς ἀπὸ τοῦ ἐπιτάγματος. χρὴ δὲ τὰ πλάσματα πιθανὰ εἶναι. λύει δὲ ὁ Κράτης οὕτως. βούλεται Ὅμηρος ἑβδομήκοντα δύο ἀπολωλότας σημᾶναι. πεζὸν μὲν τὸ φάναι, ἀπώλοντο οἱ ἑβδομήκοντα δύο καὶ σχεδὸν ἀδύνατον εἰπεῖν εἶναι ποιητικὸν διὰ τὸ μέτρον. δώδεκα γὰρ νεῶν οὐσῶν καὶ ἀπολομένων ἑβδομήκοντα δύο, εἴτε ἐκ μιᾶς νεὼς ἁπάντων εἴτε ἐκ πλειόνων, μηκέτι εἶναι τὸν ἀριθμὸν τῶν στρατιωτῶν πλήρη ἐν ἑκάστῳ πλοίῳ. ὅτε γὰρ ἔμελλον ἀποπλεῖν, τότε ἐξ ὀνόματος καλῶν πάντας καὶ εὑρὼν τοὺς λείποντας, ἀναγκαίως ἐμέρισεν εἰς τὰς ναῦς ἐξ ἴσης. ἐνέλιπον δὲ ἓξ εἰς ἑκάστην ναῦν ἐρέται. οβʹ ἀπολωλότας βουλὴ τῷ Ὁμήρῳ σημᾶναι. πεζὸν οὖν τὸ φάναι, ἀπώλοντο οἱ οβʹ, καὶ σχεδὸν ἀδύνατον εἰπεῖν ποιητικῶς διὰ τὸ μέτρον.
ἔνθεν δὲ προτέρω πλέομεν ἀντὶ τοῦ εἰς τοὔμπροσθεν· καὶ ἑξῆς ὁμοίως “οὐδʼ ἄρα μοι προτέρω νῆες κίον.” οὐχ ὡς κατεχομένων τῶν νεῶν κατʼ ἐμποδισμὸν τινὸς δαίμονος, ἀλλʼ ὅτι ἐγὼ οὐκ εἴασα τὰς ναῦς πλεῦσαι, πρὶν κατὰ τὸ ἀρχαῖον ἔθος ἀνακαλέσασθαι τοὺς ἑταίρους. ᾤοντο γὰρ τοὺς ἐν ἀλλοδαπῇ γῇ ἀποθνήσκοντας δεῖν καλεῖν, ἵνα μετάγωσιν αὐτοὺς εἰς τὴν πατρίδα. οὕτω καὶ Ἀθηναῖοι κενοτάφιον ποιοῦντες τῶν ἐν τῇ θαλάττῃ ἀπολομένων ἔστησαν παρὰ τὸν αἰγιαλὸν, καὶ ἐφώνουν τρίτον αὐτῶν τὰ ὀνόματα, καὶ οὕτως ἀνεχώρουν· τὸ δὲ ἑξῆς οὕτως, πλέομεν ἀκαχήμενοι ἦτορ φίλους ὀλέσαντες ἑταίρους, ἄσμενοι ἀπὸ θανάτου.
ἄσμενοι ἀκαχήμενοι διὰ τοὺς ἀπολωλότας, ἄσμενοι διὰ τὸ σεσῶσθαι αὐτούς.
οὐδʼ ἄρα μοι προτέρω οἷον οὐ πρότερον ἀνήχθημεν πρὶν τὰ νομιζόμενα τοῖς ἑταίροις ποιῆσαι παλαιῷ θεσμῷ κρατοῦντες. ἐν πολέμῳ γὰρ ἀποθανόντας εἰς τρὶς ἀνακαλεῖν, τουτέστιν ἵνα μή τις πολλάκις ἐμπνέων ὡς νεκρὸς ἀπολειφθείη. οὐ μέντοι προαπέστημεν ἐμβάντες, ἀλλὰ προσεκαρτεροῦμεν ἕκαστον ἀναβοῶντες, εἰ δυνάμεθά τινα τῶν ἀπολελειμμένων σῶσαι καὶ μὴ ἀπολείπειν ἐν τῇ πολεμίᾳ. καὶ ἐν Ἰλιάδι “ἀλλʼ ἀναπεπταμένας ἔχον ἀνέρες.” φαίνεται δὲ διὰ τοῦτο τὸ φιλέταιρον τοῦ Ὀδυσσέως.
τρὶς ἕκαστον τῶν ἀπολομένων ἐν ξένῃ γῇ τὰς ψυχὰς εὐχαῖς τισὶν ἐπεκαλοῦντο ἀποπλέοντες οἱ φίλοι εἰς τὴν ἐκείνων πατρίδα, καὶ ἐδόκουν κατάγειν αὐτοὺς πρὸς τοὺς οἰκείους. πρίν τινα ἀρχαῖον ἔθος ἦν τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἐκ τρίτου ἀνακαλεῖν. τοῦτο δὲ ἐγίνετο ἵνα εἴ τις ὑπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι. ἀρχαῖον ἔθος τῶν ἐπὶ ξένης ἀπολλυμένων τὰς ψυχὰς ἀνακαλεῖν τρίτον τοὺς περιλειφθέντας, ἐπὰν ἀπίωσιν οἴκαδε. ἢ ἵνα καὶ εἴ τις ἀπολίποιτο ἐν τῷ πεδίῳ προσέλθοι.
λαίλαπι θεσπεσίῃ ἐλλείπει ἡ σύν πρόθεσις, σὺν λαίλαπι. λαῖλαψ δὲ ὁ μεθʼ ὑετοῦ σφοδρὸς ἄνεμος. προκατασκευάζει δὲ τὴν ἐσομένην πλάνην καὶ τὴν ἀπόρριψιν τὴν εἰς τοὺς Λωτοφάγους καὶ ἐξ ἐπιβουλῆς τῶν θεῶν γεγενῆσθαι τὸν χειμῶνα.
ὀρώρει δʼ οὐρανόθεν νύξ ἐπιφώνημα ῥητορικόν. ἤτοι σκότος. νύκτα δὲ οὐδέποτε ἐξ Ὀλύμπου ἐρεῖ γεγονέναι ὁ ποιητής. φαίνεται τὴν νύκτα· “ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν.”
προερύσσαμεν προερέσσαμεν διὰ τοῦ ε Ἀρίσταρχος.
καί νύ κεν ἀσκηθὴς τηρεῖ ὡς .... μικρὸν τῇ σωτηρίᾳ τοῦ Ὀδυσσέως. καὶ γὰρ ἔμπροσθεν ἀπὸ Καλυψοῦς πλέοντι τῆς γῆς τὸ ναυάγιον ἐπιγίνεται, καὶ ἑξῆς ἤδη τὴν Ἰθάκην ὁρῶντι, ὅτε παρʼ Αἰόλου πλεύσαντι ἐπέθεντο οἱ ἑταῖροι.
Μάλειαν νῦν ἑνικῶς Μάλειαν, ἑτέρωθι δὲ πληθυντικῶς· “ἀλλʼ ὅτε δή ῥα ἔμελλε Μαλειάων ὄρος αἰπὺ ἵξεσθαι” ἔστι δὲ ἀκρωτήριον τῆς Λακωνικῆς. ἀκρωτήριον τῆς Λακωνικῆς λίαν ἐπικίνδυνον. ὅθεν ἡ παροιμία “Μαλέαν δὲ κάμψας ἐπιλαθοῦ τῶν οἴκαδε.”
παρέπλαγξεν δὲ Κυθήρων τῆς Λακωνικῆς πόλεως· ὡς ἐκεῖ ἐν Κυθήροις αὐτοῦ βουλομένου καταχθῆναι. νησύδριον δὲ πρὸ τῆς Λακωνικῆς. Καὶ ἄλλως. ἀνέμου ὄντος σφοδροῦ ἀπὸ τῆς περὶ Μάλειαν καὶ Κύθηρα θαλάττης εἰς τὴν Λιβύην ἀπηνέχθην, ὅπου ἦσαν οἱ Λωτοφάγοι. ἀναγκαίως πρόσκειται, ἵνα μὴ ζητῶμεν, εἴπερ Μάλειαν ὑπερέβαλε, πῶς τοῦτʼ ἠδύνατο οὐδὲ τῶν Κυθήρων προσδραμὼν, τοῦ μεταξὺ ὄντος πόρου; αἰτίους οὖν φησὶ γὰρ, Βορέας καὶ κῦμα καὶ ῥοῦς ἔνθεν ἀπὸ τῆς περὶ τὰ Κύθηρα θαλάσσης ἀπέσπασεν ἡμᾶς. πιθανῶς, ἵνα τὴν ἔξω πλάνην πορίσηται.
γαίης Λωτοφάγων τοὺς Λωτοφάγους ἐν Λιβύῃ ὑποτίθενται εἶναι οἱ νεώτεροι. μέχρι δὲ νῦν Αἰγύπτιοι βοτάνην ξηραίνοντες ἀλοῦσι καὶ πέττοντες ἐσθίουσιν. λωτός ἐστι βοτάνη εὔοδμος. ἔνιοι δὲ μυρόλωτον λέγουσι βρῶμα. οἵτʼ ἄνθινον εἶδαρ ἔδουσιν ἴδιον εἶπεν, ὡς τοιούτου ὄντος τοῦ λωτοῦ οἷον ἄνθους τινός· οὐ γὰρ εἶπε δένδρου τινὸς καρπὸν ἢ σπέρμα, ἀλλʼ ἄνθινον. εἶδαρ δὲ βρῶμα.
προΐειν προέπεμπον.
σῖτον ἔδοντες ἵνα ἀπροσδόκητόν τι ἐπαγάγῃ· οὐ γὰρ ἦσαν σῖτον ἔδοντες. ἐπηκολούθει τῇ παραθέσει τοῦ λωτοῦ ὄλεθρος, ὥστε καὶ ἡ εὔνοια καὶ ἡ φιλανθρωπία τὸν ὄλεθρον περιεῖλε τῶν εὐτυχούντων ὑπὸ ἡδονῶν τοῦ ἐδέσματος. ἐκ τοῦ Ἡρακλείτου. καθόλου δὲ τὴν Ὀδυσσέως πλάνην εἴ τις ἀκριβῶς ἐθέλει σκοπεῖν, ἠλληγορημένην εὑρήσει. πάσης γὰρ ἀρετῆς καθάπερ ὄργανόν τι τὸν Ὀδυσσέα παραστησάμενος ἑαυτῷ διὰ τοῦτο πεφιλοσόφηκεν, ἐπειδήπερ τὰς ἐκνεμομένας τὸν ἀνθρώπινον βίον ἤχθηρε κακίας, ἡδονὴν μέν γε τὸ Λωτοφάγων χωρίον, ξένης γεωργὸν ἀπολαύσεως, ἣν Ὀδυσσεὺς ἐγκρατῶς παρέπλευσε, τὸν δʼ ἄγριον ἑκάστου θυμὸν ὡσπερεὶ καυτηρίῳ τῇ παραινέσει τῶν λόγων ἐπήρωσε. Κύκλωψ δὲ οὗτος ὠνόμασται ὁ τοὺς λογισμοὺς ὑπολωπῶν.
κήρυκα ὁ κῆρυξ ἔμφασιν εἶχε βασιλικῆς καὶ δημοσίας πρεσβείας. τρίτατον κήρυκα, ἵνα μὴ εὐεπιχείρητοι ὦσι διὰ τὸν κήρυκα.
οὐδʼ ἄρα Λωτοφάγοι δίκαιοι ὄντες ἄνδρες βίᾳ τινι οὐ κατεῖχον, ἀλλὰ πειθοῖ. τὸ δὲ “μήδοντο” δηλοῖ ὅτι οὐχ ἑκούσιος ἦν ἐκείνων ὁ γενόμενος ὄλεθρος. καὶ γὰρ οἱ Λωτοφάγοι δίκαιοι ὄντες βίᾳ οὐδένα κατεῖχον, ἀλλὰ τῷ λόγῳ μόνῳ ἔθελγον.
νόστου τε λαθέσθαι ἀκολούθως τῇ φύσει, ὡς ἐπὶ ἀλόγων ζῴων, οὐχ ὡς μέντοι τοῦ λωτοῦ λήθην ἐμποιοῦντος, ἀλλὰ διὰ τὴν ἡδονὴν καταφρονούντων τοῦ νόστου. ὅμοιον δέ ἐστι τῷ “λάθοντο δὲ θούριδος ἀλκῆς” οὐ γὰρ ἐπελάθοντο, ἀλλὰ κατημέλησαν.
τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον διδάσκει ὅτι οὐ χρὴ ὑπεριδεῖν ἑταίρους κινδυνεύοντας, ὥσπερ καὶ ἐν τοῖς ἑξῆς πρὸς τοὺς ἐκθηριωθέντας ὑπὸ Κίρκης μόνος τολμᾷ καὶ ἔρχεται. ἐγκράτειαν δὲ σημαίνει αὐτοῦ, εἰ μηδὲ τὴν ἀρχὴν ἥψατο τοιαύτης ἡδονῆς, ἢ καὶ γευσάμενος ἀπέστη καὶ οὐκ ἐνικήθη τῆς ἰδίας φύσεως.
Κυκλώπων δʼ ἐς γαῖαν ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ ὁ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος, Ποσειδῶνος γὰρ ἦν, μήτε μητρὸς, Κύκλωψ ἐγένετο. αὐτὸς δὲ ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται, καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. τί δʼ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι; ὥσπερ καὶ τὰ ἄλλα ἐξ αὐτοῦ ἀναλόγως τῇ θαλάσσῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα. γελοίως δʼ αὐτοὺς ἐτυμολογεῖ Ἡσίοδος “Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρω σφέων κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ.” ὁ δʼ Ὅμηρος φαίνεται φύσιν αὐτῶν λέγων· εἰ γὰρ ἦν τι τοιοῦτον, ὥσπερ τὰς ἄλλας ἰδιότητας τῶν ὀφθέντων ἔγραψεν ἐπʼ αὐτοῦ Κύκλωπος, τὸ μέγεθος, τὴν ὠμότητα, οὕτω κἂν τὸ περὶ ὀφθαλμοῦ ἔγραψε. φησὶ δὲ ὁ Φιλόξενος ὅτι ἐπλάνησε τὸν Ἡσίοδον τὸ τὸν ἕνα ὀφθαλμὸν τυφλωθέντα μηκέτι ὁρᾶν. οὔτε δὲ περὶ πάντων τῶν Κυκλώπων εἶπε τοῦτο Ὅμηρος, εἰκός τε τὸν Πολύφημον κατά τινα ἄλλην αἰτίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπολωλεκέναι πρὸ τῆς Ὀδυσσέως ἀφίξεως. οἱ δὲ ἀντιλέγοντες τούτῳ φασὶν, εἰ δύο εἶχεν ὀφθαλμοὺς καὶ τὸν ἕνα Ὀδυσσεὺς ἐτύφλωσε, πῶς συμφωνήσει τὸ ὑπʼ αὐτοῦ λεγόμενον, “Κύκλωψ, εἰ καί τίς σε καταχθονίων ἀνθρώπων ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν” οὐκ εἶπεν ὀφθαλμῶν. ἔτι δὲ καὶ τὸ προκείμενον παρὰ τοῦ Κύκλωπος, ὅτι δύναταί μου ὁ Ποσειδῶν ἰάσασθαι τὸν ὀφθαλμόν. εἰ γὰρ ἦν ἑτερόφθαλμος ἤδη ὑπάρχων, ἔλεγεν ἂν αὐτῷ Ὀδυσσεὺς, καὶ πῶς τὸν ἕτερον οὐκ ἐθεράπευσεν; ἀλλʼ εἶπεν “ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων”. διʼ αὐτοῦ δὲ τούτου ἀπολογοῦνται περὶ τοῦ εἶναι αὐτὸν διόφθαλμον, διὰ τοῦ εἰπεῖν, εἰ τὸν πρῶτον πηρωθέντα ὀφθαλμὸν οὐκ ἐθεράπευσεν, οὐδὲ τοῦτον ἰάσεται. Κυκλώπων ἐν Σικελίᾳ ὑποτίθενται οἱ νεώτεροι τοὺς Κύκλωπας. πάντες μὲν οἱ Κύκλωπες ἀγαθοί εἰσι καὶ θεοὺς τιμῶντες, χωρὶς τοῦ Πολυφήμου, ὅστις ἦν ἡγεμὼν αὐτῶν· ἀφʼ οὗ καὶ τοὺς Κύκλωπας ὑπερφιάλους λέγει. ὑπερφιάλων, ἀθεμίστων ἢ τῶν μεγαλοφυῶν τῷ σώματι, τῶν δισήμων γὰρ ἡ λέξις, ἀθεμίστων δὲ τῶν νόμοις μὴ χρωμένων· φησὶ γὰρ “θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχων.” εἰ γὰρ ἦν ἀθεμίστων ἀντὶ τοῦ ἀδίκων, πῶς λέγει “οἵ ῥα θεοῖσι πεποιθότες;” εἰ δʼ εἴπῃ τις, καὶ πῶς ὁ Πολύφημός φησιν “οὐ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσι,” σκοπείτω τὸ πρόσωπον, ὅτι Πολυφήμου ἐστὶ τοῦ ὠμοφάγου καὶ θηριώδους. καὶ Ἡσίοδος “ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖσι πετεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶν ἐν αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην.” ὥστε Πολύφημον μόνον λέγει ὑπερήφανον καὶ ἄδικον, τοὺς δὲ λοιποὺς πάντας Κύκλωπας εὐσεβεῖς καὶ δικαίους καὶ πεποιθότας τοῖς θεοῖς, ὅθεν καὶ ἀνῆκεν αὐτοῖς αὐτομάτως ἡ γῆ τοὺς καρπούς. πῶς ὑπερφιάλους καὶ ἀθεμίστους καὶ παρανόμους εἰπὼν τοὺς Κύκλωπας ἄφθονα παρὰ θεῶν αὐτοῖς ὑπάρχειν λέγει τὰ ἀγαθά; ῥητέον οὖν ὅτι ὑπερφιάλους μὲν διὰ τὴν ὑπεροχὴν τοῦ σώματος, ἀθεμίστους δὲ τοὺς μὴ νόμῳ χρωμένους ἐγγράφῳ διὰ τὸ ἕκαστον ἴδιον ἄρχεσθαι· “θεμιστεύει δὲ ἕκαστος παίδων ἠδʼ ἀλόχου”, ὅπερ ἀνομίας σημεῖον. Ἀντισθένης δέ φησιν ὅτι μόνον τὸν Πολύφημον εἶναι ἄδικον· καὶ γὰρ οὗτος τοῦ Διὸς ὑπερόπτης ἐστίν. οὐκοῦν οἱ λοιποὶ δίκαιοι· διὰ τοῦτο γὰρ καὶ τὴν γῆν αὐτοῖς τὰ πάντα ἀναδιδόναι αὐτόματον, καὶ τὸ μὴ ἐργάζεσθαι αὐτὴν δίκαιον ἔργον ἐστίν. ἀλλʼ ἔμπροσθεν βιαίως βιαίους, “οἵ σφεας σινέσκοντο” ὥσπερ καὶ τοὺς Γίγαντας· “ὅσπερ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν” ὥσπερ καὶ τοὺς Φαίακας βλαπτομένους ὑπʼ αὐτῶν μεταναστῆναι. δίκαιοι οὗτοι πλὴν Πολυφήμου. ὅθεν τὸ μὲν ὑπερφιάλων, νῦν μεγάλων, τὸ δὲ θεμίστων, μὴ ἐχόντων χρείαν νόμων διὰ τὸ θεμιστεύειν ἕκαστον παίδων ἠδʼ ἀλόχων. πῶς οὖν ἠδίκουν τοὺς Φαίακας καὶ ἐλύπουν διὰ τὸ ἀνόμοιον τῆς πολιτείας.
οἵ ῥα θεοῖσι πεποιθότες φασὶ γὰρ ὅτι διὰ τὸ εὔκρατον τῶν ἀέρων προνοοῦσιν αὐτῶν οἱ θεοὶ ὡς ἀπογόνων, “ἐπεί σφισιν ἐγγύθεν εἰσίν,” ἢ ὡς δικαίων. μόνος γὰρ ἄδικος ὁ Πολύφημος. ἀπάνευθε γὰρ ὢν ἀθεμίστια ᾔδη καὶ οἶος ποιμαίνεσκε, τῶν δʼ ἄλλων ἕκαστος θεμιστεύει παίδων ἠδʼ ἀλόχων. ὅθεν μηδὲ τὸ σπήλαιον ἀνοίξαντες πολυπραγμονοῦσι τί πέπονθε καὶ μαντείαις χρῶνται καὶ θεοὺς νομίζουσι. “ἀλλὰ σύγʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι”
ἐριστάφυλον ἐκ τελείου καρποῦ τῆς σταφυλῆς γινόμενον. τὸν ἐκ τελείου καὶ εὐτραφοῦς σταφυλῆς γινόμενον. καὶ γὰρ ἀγρία ἄμπελος μικρὰν φέρει τὴν σταφυλήν. καί σφιν Διὸς ὄμβρος ἀέξει πλουτίζει, ἀέξει αὐτὰ αὐτοῖς, ἤτοι τοῖς Κύκλωψι, ἢ αὐτοῖς τοῖς πράγμασι.
βουληφόροι εἰς ἃς αἱ βουλαὶ ἀναφέρονται ἵνα ἐπιτελεσθῶσι. οὔτε θέμιστες ἀθεμίστους λέγει οὐχ ὡς ἀδίκους, ἀλλʼ ὡς μὴ θέμιδος ἤτοι νόμου χρῄζοντας εἰς εὕρεσιν τοῦ καλοῦ. ἦσαν γὰρ ἀγαθοί. θεμιστεύει κατὰ τὸ δίκαιον, ὅσιον βασιλεύει.
οὐδʼ ἀλλήλων ἀλέγουσι οὐ φροντίζουσιν ἀλλήλων ὅσον ἕνεκεν ὑποταγῆς. ἕκαστος γὰρ αὐτοκράτωρ ἐστὶ καὶ οὐχ ὑποτάσσεται τῷ ἑτέρῳ. ἔπειτα τοῦ Πολυφήμου κράζοντος ἦλθον πάντες.
νῆσος ἔπειτα λάχεια Ζηνόδοτος, τὴν βραχεῖαν, γράφων διὰ τοῦ ε, ἐλάχεια. οἱ δὲ τὴν εὔσκαφον, οἱ δὲ τὴν εὔγειον, τὴν λαχαίνεσθαι καὶ σκάπτεσθαι δυναμένην. λάχεια ἢ τὸ τῆς νήσου ὄνομα γνωσθὲν ἐκ Κίρκης Ὀδυσσεῖ ἢ ἡ εὔγειος, ἡ ἐπιτηδεία εἰς τὸ λαχαίνεσθαι ἤτοι σκάπτεσθαι, ὅθεν καὶ τὸ λάχανον. ἢ ἐλάχεια, ἵνα ὥσπερ λιγὺς λίγεια οὕτω καὶ ἐλαχὺς ἐλάχεια, ἡ ἐλαχίστη. λάχεια, ἀπὸ τοῦ λαχαίνω. οὕτως ἀναγνωστέον, ἵνʼ ᾖ εὔγεως, εὔσκαφος, παρὰ τὸ δύνασθαι αὐτὴν λαχαίνεσθαι καὶ σκάπτεσθαι. εὐάροτος γῆ. οἰκονομικῶς δὲ εἰς ταύτην νύκτωρ κατήχθησαν, ἵνα μὴ ἀπόλωνται πάντες. παρὲκ λιμένος τετάνυσται τοῦ ἐν αὐτῇ· ἡ γὰρ τῶν Κυκλώπων χώρα ἀλίμενος, “ἀλλά μοι εἴφʼ ὅπη ἔσχες, ἤ που ἐπʼ ἐσχατιῆς”. ὑπευλήσατο δὲ τοιαύτην νῆσον, ἵνα μὴ πάσαις καθορμίσωνται ταῖς ναυσίν.
ἀπερύκοι ἀπείργοι, κωλύοι.
μηκάδας ἤτοι μηκωμένας, ἀπὸ τῆς φωνῆς. μηκὴ γὰρ λέγεται ἡ τῶν αἰγῶν φωνή. ἢ ἀπὸ τοῦ ἐπὶ τὰ μήκη κίειν, ὅ ἐστι πορεύεσθαι.
νέες πάρα μιλτοπάρῃοι μιλτωτὰς παρειὰς ἔχουσαι, τουτέστι πρῴρας κεχρισμένας. μίλτος δέ ἐστι πηλὸς ῥουσιώδης.
κάμοιεν κατασκευάσαιεν.
αἵ κεν τελέοιεν ἅστινας τὰς νῆας οἱ ναυτικοὶ κατεσκεύασαν, ἵνα τὰ πρὸς ἕκαστον καιρὸν ἐπιτήδεια φέρωσιν.
οἷά τε πολλὰ ἔλλειψιν ἔχει προθέσεως, ἵνα λέγῃ, διʼ οἷα πολλὰ αἴτια καὶ πράγματα ἐπʼ ἀλλήλους περῶσιν ἄνθρωποι.
οἵτινες οἱ ναυπηγοὶ τοῖς Κύκλωψι τὴν νῆσον κατεσκεύασαν. αὐτοὶ οἱ κατοικοῦντες τὴν νῆσον ἔκαμνον, τουτέστιν ἐξημέρουν γεωργήσαντες.
ἀμῷεν γρ. ἀμμοῷεν. ἐπʼ οὖδας γρ. ὑπʼ οὖδας.
πείσματος ἀπογείου σχοινίου ᾧ πείθεται ἡ ναῦς.
εὐνὰς ἀγκύρας. εὐνὰς λέγει τὰ τῶν πλοίων σιδηρᾶ ἀγκύρια διὰ τὸ εὐνάζεσθαι ὑπὸ τούτων τὰ πλοῖα καὶ ἠρεμεῖν.
ἀλλʼ ἐπικέλσαντας ἐποκείλαντας. ἀλλʼ ἐπιψαύσαντας ἐν τοῖς τοιούτοις λιμέσι τὰ πλοῖα μεῖναι χρόνον ἀβλαβῆ, ἕως οὗ ὁ τῶν ναυτῶν θυμὸς ἐποτρύνῃ αὐτὰς πρὸς τὸν πλοῦν. ἐπιψαύσαντας τῇ γῇ. ἀπὸ τοῦ κέλλειν, ὅθεν καὶ ὁ κόλπος.
καί τις θεὸς ἡγεμόνευεν ἵνα μὴ τῇ τῶν Κυκλώπων προσορμίσαντες γῇ τὰς ναῦς ἀπολέσωμεν.
νύκτα διʼ ὀρφναίην εἰς τὴν νύκτα τὴν σκοτεινήν. τὸ γὰρ διά ἀντὶ τοῦ εἰς ἐκληπτέον.
ἀὴρ ἀορασία, ἢ ἀχλύς. παρὰ οὕτως, περὶ νηυσίν.
χωρὶς τοῦ ν τὸ οὐρανόθεν.
ποτὶ χέρσον πρὸς τὴν γῆν.
τὸ κέλσαι καὶ τὸ ἐπικέλσαι ἐν λιμένι στῆναί ἐστι.
ἀποβρίξαντες ἀποβρίξαι ἐστὶ τὸ ἐπὶ τῇ βορᾷ καὶ τροφῇ κοιμηθῆναι. βρίζειν τὸ βαρὺ ἵζειν. ὅθεν ἐν Ἰλιάδι ἐπὶ ἀμελείας· ἢ τὸ μετὰ βορὰν ἵζειν, ὡς ἐνταῦθα. ἐπὶ τοῦ ἀπονυστάζοντος τίθησι τὴν λέξιν, οὐκ ἐπὶ τοῦ βαθέως ὑπνῶσαι· καὶ ἐν Ἰλιάδι “ἔνθʼ οὐκ ἂν βρίζοντα”, ἤγουν νυστάζοντα.
ἐδινεύμεσθα περιηρχόμεθα, ἀνεστρεφόμεθα.
ὦσαν δὲ νύμφαι ὅμοιόν ἐστι τῷ “οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε·” τὰ γὰρ συμβεβηκότα ὡς αἴτια λαμβάνει. γέγονε δὲ ἀφορμὴ τοῦ ζητῆσαι αὐτοὺς καὶ τὴν τῶν Κυκλώπων χώραν τὸ εὑρεῖν εὐτυχῆ ἄγραν, καθὸ καὶ οἱ ἑταῖροι συνεβούλευον, “τυρῶν αἰνυμένους ἰέναι πάλιν.” Διὸς αἰγιόχοιο ἀπὸ τοῦ ἔχειν τὰς καταιγίδας. ἢ ὀχηθεὶς ὑπὸ τῆς αἰγός.
ὀρεσκῴους τὰς ἐν τῷ ὄρει διατριβούσας.
αἰγανέας δολιχαύλους ἀκόντια μακρὰ ὁλοσιδήρους αὐλοὺς ἔχοντα, τουτέστι τὰ σιδήρια. ἀκόντια ἐπιμήκεις τοὺς αὐλοὺς ἔχοντα, ἤτοι τὰ σιδήρια. αὐλός ἐστι τὸ σιδήριον εἰς ὃ ἐμβάλλεται τὸ ξύλον· δηλοῖ δὲ τὰς μακροσιδήρους. μακρὰς ἢ ἐπὶ δολιχὸν διήκουσας, δολιχοδρόμους, ἢ τὰς μακρὸν αὐλὸν ἐχούσας. αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τοῦ ξύλου τὸ ἄκρον.
ἐς ἠέλιον καταδύντα πρὸ τοῦ καταδῦναι ἥλιον. ἀντὶ γὰρ ἀπαρεμφάτου ἐγκλίσεως νῦν τὴν μετοχὴν ἔλαβεν.
ἠφύσαμεν ἠντλήσαμεν.
ἐλεύσσομεν ἄνω τὸ ἐλεύσσομεν ἐπὶ μὲν τῆς γαίας καὶ τοῦ καπνοῦ κοινόν· ἐπὶ δὲ τοῦ φθόγγου ὑπακουστέον τὸ ἠκούομεν, ὡς τὸ “καρπαλίμως οἶνον δὲ μελίφρονα οἰνίζεσθε, σῖτον δʼ ἐκ μεγάρων” ἐπὶ τοῦ σίτου δεῖ ὑπακούειν τὸ φέρετε.
καπνόν τʼ αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν σπονδεῖος ὅλος ὁ στίχος. διὰ τί οὐκ ἤκουον οἱ ἑταῖροι τοῦ Ὀδυσσέως οἱ ἐν τῇ νηῒ βοῶντος τοῦ Κύκλωπος; καίτοι Ὀδυσσεὺς ἀπὸ τῆς νήσου φησὶ πόρρωθεν ἀκούειν “αὐτῶν τε φθογγὴν ὀΐων τε καὶ αἰγῶν”. ῥητέον οὖν ὅτι ἀσήμους φθόγγους συμμίκτους οἷόν τε ἦν πόρρωθεν ἀκούειν. ὁ δὲ Κύκλωψ εἷς ὢν ἐβόα ἐν τῷ ἀγρῷ.
εἰκότως αὐτοῦ ἀπέρχεται σὺν τοῖς ἑαυτοῦ ἑταίροις, μηκέτι πιστεύων διὰ τὸ πρὸς τοὺς Λωτοφάγους σύμπτωμα, καὶ τὴν παρὰ Κίκοσιν ἀπείθειαν, μή πως πάλιν ὑποφερόμενοι τινὶ κέρδει κινδυνεύουσιν.
τῶνδʼ ἀνδρῶν πειρήσομαι ἀνάγκῃ δὲ φιλόπονος ἅπαντα ἦν οὐ μόνον διὰ τὸ φιλιστορεῖν, ἀλλὰ διὰ τὴν ἄγνοιαν τῆς πατρίδος ἔρευναν ποιούμενος.
ἀνὰ νηὸς ἔβην ἰδίως εἶπεν ἀντὶ τοῦ ἀνὰ τὴν ναῦν ἔβη.
ἔνθα δʼ ἐπʼ ἐσχατιῇ ὑπογράφων τὰ κατὰ τὸν τόπον ἐπισημαίνεται τὸ ἐπʼ ἐσχατιᾶς εἶναι τὸ σπήλαιον. τοῦτο δὲ συνέφερε καὶ πρὸς τὸ εὐχείρωτον αὐτοῖς εἶναι τὸν ἐνοικοῦντα, ἅμα τε καὶ φυγὴ εὐχερὴς πλησίον τοῦ ἄντρου τῆς νεὼς ὡρμισμένης. ἵνα πρῶτον τῷ Πολυφήμῳ ἐντύχῃ καὶ πειραθεὶς αὐτοῦ μηδὲ ἡ ναῦς ὁρμίζουσα ὀφθῇ· τοὺς γὰρ ἄλλους πόρρω φησὶν οἰκεῖν, ὡς εἴ γε τοῖς ἄλλοις πρῶτον ἐνέτυχε, οὐκ ἂν αὐτὸν εἴασαν παρελθεῖν, ἀλλὰ καὶ ἐμήνυσαν τὴν ὠμότητα τοῦ Πολυφήμου.
δάφνῃσι κατηρεφὲς κατεσκιασμένον. πεπυκνωμένον. καὶ εἴρηται ἀπὸ τοῦ ὀρόφου, ὅ ἐστιν ἐπεστεγασμένον, ἄλλης ἐπʼ ἄλλῃ δάφνης οὔσης.
μῆλʼ ὄϊές τε ἐπειδὴ διάφορά εἰσιν ὀνόματα τοῖς προβάτοις, γενικά τε καὶ εἰδικὰ, καὶ αὐτὰ διάφορα πρόβατά τε καὶ ἄρνες ἢ αἶγες, διαφόροις ἐνταῦθα ἐχρήσατο τοῖς ὀνόμασι μῆλά τε ταῦτα εἰπὼν καὶ ὄϊας. προτάξας τὸ γένος ἐπήνεγκε τὸ εἶδος. ἰαύεσκον διέτριβον, ἢ ἐκοιμῶντο, ἢ ἐβόων, ἢ διενυκτέρευον. ἐβόων, διενυκτέρευον, διέτριβον.
ὑψηλὴ οἰκονομικῶς, ἵνα μὴ ἑξῆς βοῶντος ὑπομείνωσιν, ἀλλʼ ὥσπερ ἀφοσιωσάμενοι ἀπέλθωσι. δέδμητο οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστοφάνης, βέβλητο. κατωρυχέεσσι τοῖς ἐν τῇ γῇ ἐνωρυγμένοις καὶ ἐμβεβλημένοις, τεθεμελιωμένοις.
πίτυσσιν ἐκ διαστήματος τῶν δένδρων πεφυκότων, τὸ μεταξὺ τῶν λίθων πληρούντων.
ἔνθα δʼ ἀνὴρ εἰκότως προσυνίστησι τὸ μέγεθος, ἵνα ἀξιόπιστος φανῇ τὰ δύο σώματα σιτούμενος. πλείστας δὲ παραβολὰς ποιεῖται τοῦ μεγέθους αὐτοῦ. διὸ καὶ ὄρει ἄνθρωπον εἴκασεν ὡς ὑπερβάλλοντα παντὸς ζῴου μέγεθος, καὶ οὐδʼ ὄρει ἁπλῶς, ἀλλὰ ῥίῳ ὑλήεντι, ὅ ἐστιν ὄρει τῷ ὑψηλοτέρῳ καὶ τούτῳ ὑλήεντι. τοῦτο δέ ἐστιν ὑπερβολὴ ὑπερβολῆς. ἐνίαυε διέτριβε, ἐνηυλίζετο.
ἀθεμίστια λέγων τὰ ἐστερημένα τῆς θέμιδος, ἤγουν τῆς θείας δίκης, ἄδικα.
αὐτὰρ ἐγὼ κρίνας ἑτάρων χωρίσας καὶ ἐπιλεξάμενος τοὺς ἀρίστους. διὰ τί δώδεκα; καὶ γὰρ ὀλίγοι, ἵνα μὴ δοκῇ ὡς ἐπὶ λῃστείαν ἥκειν· ἐλάττους δὲ πάλιν οὐκ ἦγεν, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δόξῃ· ἀλλʼ οὐδὲ ὅπλα ἐπιφέρεται, ἵνα μὴ ὡς πολέμιος εἶναι δοκῇ. αὐτὸς δὲ παρέστη καὶ οὐ προπέμπει, ἵνα μὴ φαίνηται δειλὸς τοῖς Φαίαξι. τὸν δὲ ἀσκὸν οἰκεῖον ἐφόδιον λαμβάνει, τὸν οἶνον, πρὸς ποιμενικοὺς καὶ ἀγρίους ἄνδρας. διὰ τί οὖν κινεῖ τὸν Ὀδυσσέα πρὸς τὸ μὴ πεισθῆναι τοῖς ἑταίροις συμβουλεύουσι φυγεῖν; ὅτι γενόμενος ἐν τῷ σπηλαίῳ οὐδεμίαν βίου θηριώδους ὑπόνοιαν ἔλαβε.
ἀσκὸν ἔχον εἰκότως καὶ πρὸς ποιμένας ἀπιὼν ἄλφιτα καὶ οἶνον βαστάζει. εἶχε δὲ καὶ τὸν οἰκεῖον λόγον πρὸς πειθὼ, ἵνα διὰ τῶν λόγων καταπλήξῃ, ἢ τῷ οἴνῳ καταπραΰνῃ.
ἔδωκε Μάρων Μάρων Εὐάνθους υἱὸς, ὁ δὲ Εὐάνθης υἱὸς Διονύσου. γυνὴ Μάρωνος Οἰδέρκη, ὡς Πορφύριος.
ἱερεὺς Ἀπόλλωνος ταῦτα σημειοῦνταί τινες πρὸς τὸ μὴ παραδιδόναι Ὅμηρον Διόνυσον οἴνου εὑρετὴν, τὸν δὲ Μάρωνα οὐ Διονύσου, ἀλλʼ Ἀπόλλωνος ἱερέα, διʼ ὅλης τῆς ποιήσεως οἴνου μνημονεύων. ἡ δʼ ἀπότασις πρὸς Ἡσίοδον λέγοντα τὸν Μάρωνα εἶναι Οἰνοπίωνος τοῦ Διονύσου.
σὺν παισὶ σὺν παιδί, Ἀρίσταρχος καὶ Ἀριστοφάνης. περισχόμεθα ὅτι περιεσώσαμεν αὐτὸν καὶ τὴν αὐτοῦ γυναῖκα σὺν τῷ παιδὶ αὐτοῦ. περιεσώσαμεν, ἐφυλάξαμεν.
ἁζόμενοι σεβόμενοι, ἐντρεπόμενοι διὰ τὸ εἶναι ἱερέα Ἀπόλλωνος. ᾤκει γὰρ ἐν ἄλσει Φοίβου Ἀπόλλωνος παιδευτικῶς· δεῖ γὰρ φείσασθαι τοῦ ἱερέως διὰ τὴν ἱερωσύνην.
ἀκολούθως τῷ οἴνῳ καὶ εἰκότως τὰ ἑπτὰ τάλαντα τοῦ εὐεργέος χρυσοῦ φιάλαι τινὲς ἦσαν καὶ ἱερὰ πώματα. χρυσοῦ διὰ τούτου καὶ τὸ τίμιον δηλοῖ· οὔπω γὰρ ἐδόκει παρὰ τοῖς παλαιοῖς τὸ ἀργὸν χρυσίον τίμιον εἶναι. ἀναγκαίως δὲ μετὰ τῶν τοιούτων δώρων ἀπαριθμεῖται καὶ ὁ οἶνος, ὅτι ὡς ἐφάμιλλος αὐτοῖς ἐδόθη.
ἀκηράσιον ἤτοι καλὸν καὶ ἀδιάφθαρτον, ἢ ἀκέραιον, ἄκρατον, καθαρώτατον. ἀκέραιον δὲ καὶ ἀδιάφθορον, ὑπερβολικῶς. οἱ δὲ ἀμιγῆ πρὸς ἕτερον ἢ δύναμιν ἔχοντα, παραμεῖναι δυνάμενον. ἀποδίδωσι δὲ αὐτοῦ καὶ τὴν δύναμιν διὰ τῶν ἑξῆς.
ἓν δέπας τοῦτο προῳκονόμησεν, ἵνα μὴ ζητῶμεν πῶς ὁ τηλικοῦτος ἐκορέσθη.
οὔτοι ἀποσχέσθαι φίλον ἦεν ἀποσχέσθαι τοῦ οἴνου οὐκ ἦν προσφιλὲς τῷ πίνοντι, διὸ καίπερ ὕδωρ ἔχων καλὸν ἦν. οὐδὲ σοὶ, φησὶ, τῷ πάντων ἡδύτατον κεκτημένῳ οἶνον, ὦ Ἀλκίνοε.
αὐτίκα γάρ μοι ὀΐσατο εἰκάζει ἐκ τοῦ μεγέθους τοῦ σπηλαίου μέγαν τινὰ καὶ ἄγριον εἶναι ἐκ τοῦ ἐπʼ ἐσχατιὰν οἰκεῖν. διὰ τί οὖν οὐκ ἐπείθετο τοῖς ἑταίροις; ἄδικον αὐτῷ ἐδόκει εἶναι μηδὲν ἀδικήσαντα. καὶ ἄλλως δὲ, ὡς ἔφην, ἡμερώτερον ἔβλεπε .... πάνυ ἐφοβεῖτο. καὶ συνέσει .... καὶ εἰ ἄγριος ἦν, ἀλλʼ οὐκ ᾤετο ἀνθρωποφάγον εἶναι.
οὐδέ μιν ἔνδον γρ. οὐδέ τινʼ ἔνδον.
ἐλθόντες δʼ εἰς ἄντρον ἦν ἐκ τῆς εὐταξίας τῆς κατὰ τὸ ἄντρον καὶ τῆς τῶν σκευῶν διακοσμήσεως τὸ τοῦ δεσπότου ἦθος στοχάσασθαι, οὐδὲν τῆς ἀγριότητος ὑποφαῖνον.
ταρσοὶ ταρσοὶ μὲν πλεκτοὶ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσι καὶ ἐκτυποῦνται οἱ τυροί. λέγονται δὲ καὶ τάλαροι καὶ ψυγοὶ, ἤτοι ψυκτῆρες, διότι ἐν αὐτοῖς τὸ γάλα ψύχεται. ἐστὶ δὲ ἀγγεῖα πλεκτά. ταρσοὶ δὲ λέγονται παρὰ τὸ τέρσαι, ὅ ἐστι ξηρᾶναι. στείνοντο δὲ σηκοί ἐστενοχωροῦντο αἱ μάνδραι καὶ τὰ περίβολα, ἐν οἷς ἐγκεκλεισμένα εἰσὶ τὰ θρέμματα. ἢ αἱ καταδύσεις τῶν θρεμμάτων.
διακεκριμέναι ἄνω ἰδίως ἀρσενικὰ προτάξας κατʼ ἐπικράτειαν τοῦ θηλυκοῦ ἐπήνεγκε τὸ “διακεκριμέναι δὲ ἕκασται.”
ἔρχατο ψιλωτέον τὸ ἔρχατο. ἀπὸ γὰρ τοῦ εἶρκτο ἐστὶ κατὰ Ἰωνικὸν ὑπερσυντελικὸν παθητικῶς γενόμενον. χωρὶς μὲν πρόγονοι πρόγονοι αἱ προγεγενημέναι καὶ παλαιότεραι. μέτασσαι αἱ γεγενημέναι μέσαι τῇ ἡλικίᾳ. αἱ δὲ νεώταται ἀπὸ τῆς ἔρσης ὠνομάσθησαν ἔρσαι, οἷον νεογναὶ καὶ ἁπαλαὶ καὶ δροσώδεις. ὀρρὸς δέ ἐστι τὸ ὑδατῶδες τοῦ γάλακτος. εἰπὼν δὲ πάντα τὰ ἀκολουθοῦντα τῷ ὁλοκλήρῳ ποιμένι περὶ κυνῶν οὐδὲν εἶπε. τοῦτο δὲ συμφερόντως πρὸς τὴν ὑπόθεσιν. οὐδὲ γὰρ ἂν ἐσώθη Ὀδυσσεὺς διὰ τὴν ὑλακὴν τῶν κυνῶν. ἅμα καὶ ἄθηρον τὴν χώραν διὰ τοῦτο ὑποτίθεται. μέτασσαι μεσήλικες. αἱ ἐπιγενόμεναι τοῖς προγόνοις, αἱ μεθηλικέστεραι. πρόγονοι προγενέστεραι, παλαιότεραι ἢ μεταγενέστεραι τῇ ἡλικίᾳ. μέτασσαι μέσαι, μεσήλικες. ἔρσαι αἱ νεογναὶ καὶ ἁπαλαὶ καὶ δροσώδεις ἀπὸ τῆς ἔρσης, ἢ ἐνδεεῖς τῇ ἡλικίᾳ. νᾶον νῦν ἀντὶ τοῦ περιερρέοντο καὶ κατερρέοντο, ἢ ἐπεπλήρωντο. ἢ ᾤκουν. ὀρῷ τῷ διεφθορότι γάλακτι, ἢ τῇ ὑποστάθμῃ τοῦ γάλακτος. ὀρὸς γὰρ λέγεται ἡ τοῦ γάλακτος ὑδατώδης ὑπόστασις. νᾶον Ἀρίσταρχος, ναῖον. τινὲς δὲ, νᾶον. οἱ δὲ ναῖον.
ἄγγεα πάντα λέγει τὸ ὑδατῶδες καὶ ἀφρῶδες τοῦ γάλακτος. “νᾶον” δὲ ῥεῖ. καὶ γὰρ τὸ ὕδωρ νᾶμα λέγει· περιέρρει οὖν, φησὶ, τῷ ἀφρῷ τὰ ἀγγεῖα πάντα πλήρη ὄντα.
γαυλοί νῦν μὲν ὀξυτόνως τὸ γαυλοί, ἐπὶ δὲ τοῦ πλοίου βαρυτόνως. γαυλοὶ δὲ τὰ ἀμόλγια, γαλοί τινες ὄντες. ἤτοι ἀγγεῖα ποιμενικὰ σκαφοειδῆ, εἰς ἃ οἱ ποιμένες ἀμέλγοντες δέχονται τὸ γάλα. εὐθετοῦσι δὲ καὶ εἰς τυροῦ ἀπόθεσιν. ποιμενικὰ ἀγγεῖα γαλακτοδόχα, ὅθεν εὐλόγως ἐπισυνάπτει τὸ “ἐνάμελγεν·” πᾶν δὲ τὸ κοῖλον γαυλὸν ἐκάλουν. ἔλεγον δὲ οὕτω καὶ Φοινικικὸν πλοῖον. πῶς δὲ ἔχει ποιμενικὰ ἀγγεῖα μήτε τεκτόνων ὄντων μήτε λιθοξόων; τί δὲ καὶ κισσύβιον; ἴσως ἀγροικότερον ἑαυτῷ κατεσκεύασεν. τοῖσιν ἐν οἷς.
τυρῶν αἰνυμένους ὅσον ἕκαστος ἐδύνατο φέρειν βάρος τῶν εὑρεθέντων τυρῶν, τοσοῦτον ἐκέλευόν με, φησὶν, οἱ ἑταῖροι ἀποφέρειν. ἐκ τούτων δὲ ἡ δικαιοσύνη τῶν Κυκλώπων δήλη, ἐκ τοῦ ἀμελῶς εὑρεθῆναι τὸ σπήλαιον πλῆρες ὂν τυρῶν τε καὶ θρεμμάτων. ᾔδει γὰρ ὁ Κύκλωψ ὅτι οὐδεὶς ὑφαιρήσεται τῶν ἐπιχωρίων.
ἀλλʼ ἐγὼ οὐ πιθόμην ἔδει μὲν πεισθέντα τοῖς ἑταίροις εὐθὺς ἀποτρέχειν. ὅτι δὲ ἐν τούτοις ἀσυνέτως ἔπραξεν αὐτὸς ὁμολογεῖ.
ὄφρʼ αὐτὸν ἄλογον εἰπόντα λογίσασθαι τὸν ἀφιξόμενον ἄγριον εἶναι τοιαῦτα προσδοκᾶν παρʼ αὐτοῦ. ἡ δὲ λύσις ἐκ τῆς λέξεως. προληπτικῷ γὰρ τρόπῳ χρῆται, ἃ μετὰ ταῦτα ἔγνω ταῦτα ἐν ἀρχῇ τιθείς. ὑπὲρ φιλοτιμίας ἰδεῖν αὐτὸν θέλει φιλιστορῶν. οὕτω γοῦν καὶ ἐν Ἅιδου· “ἀλλά μοι ἤθελε θυμὸς τῶν ἄλλων ψυχάς” καὶ εἴ μοι ξείνια δοίη ποῖον ξένιον ἤλπιζε λαβεῖν παρὰ ἀνθρώπου θησαυροὺς μὴ ἔχοντος, τυροὺς δὲ μόνον καὶ γάλα βλέπων; δεῖ δὲ τὰς κατηγορίας ποιεῖν οὐκ ἐκ τῶν ἀποβάντων· ἄδηλον γὰρ εἰ ἐπιεικὴς ἦν ἀνήρ· εἰ καὶ πρὸς τῆς πείρας γὰρ λέγει περὶ τοῦ Πολυφήμου, τὰ ἐπίθετα ταῦτα δεινὰ ἄλλοτε ἐπράττετο, εἰ μὴ ἐπὶ τῶν ἔργων οὐκ ἔγνωσται. δεῖ δὲ εἰδέναι ὅτι τὸ ἄδηλον ἐν τῷ βίῳ καὶ τῷ φρονίμων κρεῖττόν ἐστιν, ὅπου ἐν τοῖς τοιούτοις ἐνίοτε καὶ ἄφρονες κατορθοῦσιν.
ἐρατεινὸς ἀγαπητὸς, ἐπέραστος, ἡδὺς, προσηνὴς, ἐπιθυμητός.
ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἐθύσαμεν ἀπὸ τῶν τυρῶν. παλαιὸν γὰρ ἔθος τὸ τῶν ἀπαρχῶν θύειν· “ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάς.” μέλλοντες ἐσθίειν πρότερον ἐθύσαμεν.
ἵνα οἱ ποτιδόρπιον ἵνα ἔχῃ πρὸς φῶς δειπνεῖν· ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν. Ἄλλως. ἵνʼ αὐτῷ δειπνοῦντι ἐπιδείπνιον φῶς παρείη.
ἔκτοσθεν δʼ ἄντροιο βαλὼν δηλονότι τὴν συρφετώδη ὕλην.
ἀπεσσύμεθα ἀπεχωρήσαμεν.
θυρεὸν μέγαν τὸν μοχλόλιθον, ἢ τὸν ἐν τῇ διαβάσει σκέποντα καὶ ἀσφαλίζοντα. τὴν πέτραν ἀντίθυρον εἰς ὕψος ἄρας ἐπέθηκεν. πῶς δὲ οὐκ ἄλογον, ὅτε μὲν ἠρημωμένον ἦν τὸ σπήλαιον, ἄθυρον αὐτὸ καταλιπεῖν, ἔνδον δὲ γενόμενον ἐπικλείειν; καὶ τοῦτο πρὸς τὸν μῦθον. ὑπὲρ τοῦ μὴ διαδρᾶναι τοὺς ξένους, ἢ ἵνα μὴ ἐπεισέλθῃ τὰ ἄρσενα.
τετράκυκλοι τετράτροχοι.
ἠλίβατον ὑψηλὴν, ἢ ποιοῦσάν τινα ἀλιταίνειν τῆς βάσεως, ἤτοι ἁμαρτάνειν. μόνῳ διαβατὴν, ἢ ἧς ἔστιν ἀλιτεῖν τῆς βάσεως, ἢ μέγαν, κατωφερῆ, ὥστε μηδὲ λιβάδα δύνασθαι προσμένειν ἐπʼ αὐτῆς.
ὑπʼ ἔμβρυον ἧκεν ὑπέθηκεν ἔμβρυον. Ὅμηρος γὰρ ὑπέναντι τῆς συνηθείας βρέφος μὲν λέγει τὸ κατὰ γαστρὸς, ἔμβρυον δὲ τὸ νεογνὸν, ἢ τὸ τέκνον. ἔμβρυον ἡμεῖς μὲν τὸ ἐν τῇ γαστρὶ ὁ δὲ ποιητὴς τὸ ἤδη γεγενημένον. ὑπέθηκεν, ἔπεμπεν εἰς τὸν γνωστὸν, ἢ εἰς τὸ ἴδιον τέκνον. ὑπελθεῖν εἴασεν. οὐ γὰρ ᾔδη τὸ ἑκάστης ἔκγονον. ἰδίως δὲ Ὅμηρος ἔμβρυον λέγει τὸ ἤδη γεγενημένον.
θρέψας πήξας, τυροποιήσας. πήξας. ἔνθεν καὶ τροφαλὶς τὸ πεπηγὸς τοῦ γάλακτος.
πονησάμενος μετέθηκεν ἐνήργησεν. γράφεται δὲ, ἀμησάμενος, ἤτοι συναγαγών. ἀμησάμενος συναγαγών. καὶ τῶν ὀσπρίων ὁ ἄμητος οὐδέν ἐστιν εἰ μὴ συναγωγή. ἀντὶ τοῦ ἅμα συναγαγὼν ἢ ἐξαντλήσας ἢ ἀφε... καὶ προσενεγκάμενος.
ἥμισυ δʼ αὖτʼ ἔστησεν σταθηρὸν ἀπὸ τοῦ ὀρροῦ ἐποίησεν. εἴασεν ἐν τοῖς ἄγγεσιν.
αἰνυμένῳ ἐπιθυμοῦντι. λαμβάνοντι.
πονησάμενος πονηθεὶς τὰ αὑτοῦ ἔργα, ὅ ἐστι περιγενόμενος· τοῦτο γὰρ ὁ πόνος παρὰ τῷ ποιητῇ. τὰ ἃ ἔργα λαμβάνων τὰ ἴδια ἔργα.
ὦ ξεῖνοι, τίνες ἐστέ; οὐδεγ ζητεῖ πῶς ταῖς εἰωθυίαις ὁμιλίαις χρῆται, εἴπερ ἔξω τυγχάνει τῆς οἰκουμένης ἐπὶ τούτῳ τῷ λόγῳ. καὶ τὰ περὶ τοὺς Φαίακας ἀνασκευάσομεν. εἰκὸς οὖν καὶ ἄλλους πεπλανῆσθαι.
τοί τʼ ἀλόωνται γρ. μηχανόωνται.
ψυχὰς παρθέμενοι ἀφειδήσαντες τῆς ἑαυτῶν ζωῆς. ἀλλοδαποῖσι τοῖς παρʼ αὐτῶν φονευομένοις.
δεισάντων φθόγγον τε βαρὺν τὸν ἀπὸ τοῦ ἤχου βαρβαρισμόν. ὅλως οὐ τίθησι τὴν λέγουσαν ἐπὶ τῆς ἀδιαρθρώτου φωνῆς καὶ ἀκατασχηματίστου, ὡς καὶ ἐν τοῖς ἔμπροσθεν αὐτῶν τὴν φθογγήν. τὸ δὲ σχῆμα ποιητικόν. ἔδει γὰρ εἰπεῖν ἡμῶν δεισάντων. αὐτόν τε πέλωρον θαυμάσιον καὶ ἄγαν φοβερὸν ἰδεῖν. ἐχρῆν δὲ φάναι, εἴπερ αὐτὸν ἴδῃ μονόφθαλμον, καὶ τοῦτο αὐτὸ ἐπισημήνασθαι ὑποτάξαντα μόνον ὀφθαλμὸν ἐν τῷ μέσῳ ἔχοντα.
ἄλλην ὁδὸν ἄλλα κέλευθα ἐκ παραλλήλου τὸ αὐτό. τὰ γὰρ δύο ἓν σημαίνουσιν.
μητίσασθαι ἐργάσασθαι.
λαοὶ δʼ Ἀτρείδεω ἴσως ἵνα φοβηθῇ ἀνελεῖν αὐτὸν τοῦτό φησι. οἴεται διὰ τοῦ ὀνόματος Ἀγαμέμνονος καὶ τῆς περὶ αὐτοῦ δόξης καταπλήξασθαι τὸν πολέμιον, ὅτι ἐπιστροφῆς τεύξονται οἱ ἀπʼ αὐτοῦ πλημμεληθέντες. εἶναι γὰρ αὐτόν ποτε ἐξελευσόμενον.
κιχανόμενοι παραγενόμενοι.
ἱκόμεθα ἱκέται ἐσμὲν παρὰ τὰ σὰ γούνατα παραγενόμενοι. ἐνόμιζε δὲ αὐτὸν αἰδεῖσθαι τὸν ἱκέσιον Δία· διὸ καὶ ἐπήγαγε “Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε” ἀντὶ τοῦ τιμωρός. τινὲς δὲ τὸ ἐπιτιμήτωρ ἀντὶ τοῦ, ἐντίμους παρεχόμενος. ἱκετεύομέν σε καταλαβόντες τὸν τόπον τοῦτον, εἰς ὃν ἐξεπέσαμεν ἐπὶ τὰ σὰ γόνατα. εἴ τι πόροις ξεινήϊον ὅπως παράσχοις ξεινήϊον, ἤγουν δῶρον τὸ κοινὸν πᾶσιν, οἷον τροφήν. καὶ τί ξένιον ἤλπιζεν; προβάτου δορὰν ἴσως. ἀλλὰ τὸν εἰς τοὺς ξένους καθήκοντα ἔλεον πρεπόντως … ἀποπεπλανημένον ἔξω τῆς οἰκουμένης διὰ τοῦ ἀγνοεῖν καὶ παραπεμφθῆναι βούλεσθαι διὰ τῆς μηνύσεως τὸν τόπον. τοῦτο γὰρ καὶ εἰκὸς διανοούμενος οὐκ ἐπείσθη τοῖς ἑταίροις ὥστε φεύγειν, ἀλλὰ τῷ κινδύνῳ προσεβάλλετο μαθεῖν ἀξιῶν ὁποίῳ πλῷ τεύξεται τοῦ νόστου.
Ζεὺς δʼ ἐπιτιμήτωρ βοηθὸς, τῆς τιμῆς ἐπόπτης.
βαρυντέον τὸν η. διαζευκτικὸς γάρ ἐστι· οὐ γὰρ ἐρωτᾷ, ἀλλʼ ἀποφαίνεται ὅτι ἢ διʼ ἀπειρίαν ὡς ἂν μακρόθεν ἐληλυθὼς τὰ Κυκλώπων ἀγνοεῖς. ἢ τηλόθεν εἰλήλουθας διαζευκτικὸς ὁ ἤ· οὐ γὰρ ἐρωτᾷ, ἀλλʼ ἀποφαίνεται ὅτι διʼ ἀφροσύνην ἢ διʼ ἀπειρίαν τὸ πόρρω ἥκειν ἀγνοεῖ.
ἀλέασθαι ἐκφυγεῖν, φροντίδα ποιεῖν.
Διὸς αἰγιόχου ἀλέγουσιν τὸ ἴδιον ἁμάρτημα ἑαυτοῦ ὁ Πολύφημος κοινὸν ποιεῖται· ὅτι γὰρ οἱ ἄλλοι Κύκλωπες οὐκ ἦσαν ἄθεοι, φησὶ “νοῦσον δʼ οὔπως ἐστὶ Διὸς μεγάλου ἀλεύασθαι.” ἀσεβὴς ὢν ὁ Πολύφημος διαβάλλει καὶ τοὺς λοιπούς. ὅτι γὰρ ἐκεῖνοι οὐκ ἦσαν ἄθεοι παρίστησιν ὁ ποιητὴς λέγων “νοῦσόν γʼ οὔπως ἐστι Διὸς μεγάλου ἀλέασθαι”
πολὺ φέρτεροί εἰμεν διὰ τούτων κινεῖ τὸν ἀκροατὴν, ἵνα μισήσωμεν τὸν Κύκλωπα τῆς ἀσεβείας καὶ ἐφησθῶμεν αὐτῷ κολασθέντι. ἐπιτείνεται δὲ αὐτῶν ἀσέβεια. οὐ γὰρ ἀγνοοῦντες θεοὺς φαίνονται, ἀλλὰ καταφρονοῦντες αὐτῶν διʼ ἀλαζονείαν. ἀμέλει δὲ τοῖς τὰ τοιαῦτα εἰς θεοὺς ἀπορρίψασι μετὰ τὴν τύφλωσιν θεοῖς εὔχεται. φέρτερον τὸ κρεῖσσον λέγει ποιήσας τοὔνομα ἀπὸ τοῦ μᾶλλον φέρειν δύνασθαι τὰ προσπίπτοντα. τούτοις οὖν ἐν εἴδει καὶ ὁπλότερος ὁ φέρειν μᾶλλον ὅπλον δυνάμενος. καὶ ἀντιφέρει ὁ ἐξ ἐναντίας τῷ φέροντι ἀντιφέρων τὸ ἴσον. τὸ δὲ αὐτὸ καὶ ἰσοφαρίζει λέγει, ἤτοι ἀπὸ τῶν φερόντων ἐναντία ὅπλα ἢ καὶ ἀπὸ τῶν ὑποζυγίων “ἥλικες ἰσοφόροι”
τινὲς ἄχθος φασί. τινὲς ἔχθος ἀντὶ τοῦ ἔχθραν.
εἰ μὴ θυμός με κελεύει πανούργως ἄγαν ἐλπίδα αὐτῷ ὑποβάλλει φιλανθρωπίας οἰόμενος διὰ τούτου προάξειν αὐτὸν ἐπὶ τὴν ἀλήθειαν περὶ τῆς νεώς. διόπερ οὐδὲ ἥψατο τῶν ἑταίρων ἄχρι μάθῃ πόσοι εἰσὶν οἱ συνακολουθήσαντες αὐτῷ. οὐκ ἠκρίβωσε δὲ τὸ τῆς πονηρίας διὰ τὴν ἀκρίβειαν τῆς ἐρωτήσεως. τί γὰρ ἦν χρήσιμον ἵνα μάθῃ;
εἰπὲ ποῦ κατέσχες καὶ ἥδρασας τὴν ταχυτάτην νῆα.
περισπαστέον τὸν δεύτερον η. τινὲς δὲ ὤξυναν.
εἰς δὲ τὸ ὣς φάτο στικτέον. ἦθος γὰρ ἐμποιεῖ τὰ ἐπιφερόμενα.
ἄψορρον πάλιν οὐχ ἁπλῶς, ἀλλʼ ὀπισθόρμητον τὸ ἀνάπαλιν τῆς ἀληθείας. οὐκέτι ἁπλῶς, ἀλλʼ ἐναντία λέγων οἷς προεῖπεν· στοχάζεται γὰρ τοῦ βουλήματος καὶ τῆς συνέσεως τὸ ἄγριον. ταχέως, ἀντιστρόφως τῇ ἀληθείᾳ.
νῆα νέα μέν μοι, οὕτως Ἀρίσταρχος. νέα μέν μοι κατέαξε ὡς ἀντιδιδοὺς τὴν ψυχὴν ὑπὲρ τῶν ἑταίρων. ἀπογνοὺς γὰρ τὸ καθʼ αὑτὸν ὅμως οὐ προδίδωσι τοὺς ἑταίρους τοὺς ἐν τῇ νηΐ.
πρὸς πέτρῃσι βαλὼν πιθανῶς, ἵνα μὴ ἐπιζητήσῃ πόθεν ἐσθῆτα ἔχει καὶ ἄλφιτα καὶ οἶνον.
προσπελάσας προσεγγίσας, ἀντὶ τοῦ προσρήξας.
σὺν δὲ δύω μάρψας σὺν δύο ἡμῶν μάρψας. τὴν τῆς ἰσχύος ὑπερβολὴν ἐκ τούτου δηλοῖ.
κόψε συνέτριψε.
μελεϊστὶ κατὰ μέλος. εἰς μέλη διασπαράξας, οὐ διὰ τέχνης ἢ σιδήρου.
ἤσθιε δʼ ὥστε λέων ἐμφαντικώτατα τῇ παραβολῇ ἐχρήσατο. παρατετηρημένον δʼ ἐπὶ τῶν λεόντων ἐστὶ τὸ ἐσθίειν τὸ μέλος ἐκεῖνο οὗ δράττεται, τοὺς δὲ κύνας ἀπʼ ἄλλων ἐπʼ ἄλλο μεταπηδᾶν. διὸ καὶ κύνων μέλπηθρα. ὥστε λέων πρὸς πάντα ἐμφερῶς τῇ εἰκόνι, πρὸς τὴν ἀνθρωποφαγίαν, πρὸς τὴν ὠμοφαγίαν, καὶ τὸ ἄπληστον τῆς βορᾶς. καὶ τετήρηται ὅτι λέων, ἐὰν ἅψῃ μέλους, ἕως τέλους ἐσθίει αὐτὸ, κύων δὲ μεταβαίνει, ὅθεν ἐπʼ ἐκείνου καὶ ἀλλαχοῦ κυνῶν μέλπηθρα οὐδʼ ἀπέλειπεν διὰ τοῦτο οὐδὲ ἐκ λειψάνου τινὸς μένοντος ἐπέγνω τὴν ὠμότητα αὐτοῦ Ὀδυσσεύς.
ἡμεῖς δὲ κλαίοντες τίς γὰρ ἄλλη σωτηρίας ἐλπὶς ἦν; σημαίνει δὲ διʼ αὐτῶν τὴν ἑαυτοῦ εὐσέβειαν. ὑπερφυῶς τὸ “μεγάλην ἐμπλήσατο νηδύν.” οὐδεμία γὰρ ἄλλη καταφυγὴ τοῖς εἰς τοιαύτην ἀπορίαν ἀφιγμένοις.
οὐκ εἶπε δεδιότες, ἀλλʼ ἀμηχανοῦντες ὑπὲρ τῶν ἑταίρων.
ἐπλήσατο ἐπλήρωσεν, ἐκόρεσεν.
ἀνδρόμεα κρέʼ ἔδων εἰς ἔμφασιν τοῖς παρατατικοῖς κέχρηται ἀδιαλείπτως ἐσθίοντος καὶ πίνοντος. καὶ τὸ “ἀνδρόμεα” μεῖζον τοῦ ἀνθρώπεια. καὶ τὸ “κεῖτο” ἐμφαντικῶς. οὐ γὰρ ἂν ἐκ προνοίας ἀνεκλίθη, ἀλλὰ κατηναγκασμένην ἀνατροπὴν σημαίνει τὸ ῥῆμα. ἐπʼ ἄκρητον γάλα ἀπαραμιγὲς ἔχον καὶ ὀρρῶδες καὶ τὸ τυρῶδες καὶ τὸ ἐλαιῶδες.
τανυσσάμενος ἐκταθείς. ἐμφαντικῶς δὲ ἐδήλωσε τὸ μέγεθος.
ξίφος ὀξὺ διὰ τί μὴ ἔλαβεν ἐξ αὐτῶν ὁ Κύκλωψ τὰ ξίφη καὶ ἀπεγύμνωσεν αὐτούς; τῆς ἐπιβουλῆς ἴσως ἔλαθεν αὐτὸν πρὸς τὴν βορὰν ἐπειγόμενον.
ὅθι φρένες ἧπαρ ἔχουσιν ὅπου αἱ φρένες τὸ ἧπαρ συνέχουσιν. φρένες δὲ λέγονται ὁ ὑμὴν ὁ σκέπων τὴν καρδίαν καὶ τὸ ἧπαρ.
χεῖρʼ ἐπιμασσάμενος ἐπισπάσας τὴν χεῖρα. μαιμῶ γὰρ τὸ προθυμῶ. ἐφαψάμενος χειρὶ τὸ πλῆρες. θυμὸς νῦν λογισμός.
αὐτοῦ γὰρ ἀπωλόμεθα ἐφθάρημεν ἂν πάντως εἰ τὴν βουλὴν ἣν ἐβουλευσάμην ἐπλήρωσα, δηλαδὴ τὴν διὰ ξίφους σφαγὴν τοῦ Κύκλωπος. ἀπωλέσθημεν ἂν πάντως, εἰ τὴν βουλὴν ἣν ἐβουλευσάμην ἐπλήρωσα δηλαδή.
καὶ τότε πῦρ ἀνέκαιε οἰκονομικῶς δὲ, ἵνα πυρωθῇ ὁ δαλός. τὸ δὲ “κλυτὰ μῆλα” καταχρηστικῶς οἱ ἀγαθοὶ καὶ εὐτραφεῖς.
σὺν δʼ ὅγε δʼ αὖτε δύω μάρψας ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος — Ποσειδῶνος γὰρ ἦν — μήτε μητρὸς αὐτὸς Κύκλωψ ἐγένετο. ἑτέρῳ μύθῳ ἐπιλύεται. καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. τί δὲ ἄτοπον ἐκ Ποσειδῶνος τὸν ἄγριον τοῦτον γεγονέναι, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἐξ αὐτοῦ ἀνὰ λόγον τῇ θαλάττῃ ἄγρια γεννᾶται ἢ τερατώδη ἢ παρηλλαγμένα.
πολλῇ δὲ ῥοίζῳ ἐμφαντικῶς πρὸς τὸ μέγεθος, εἴ γε ὅλην ποίμνην ῥοιζήσας ἐξάγει πρὸς τὸ ὄρος. τὸ γὰρ σύριγγι χρήσασθαι ποιμαίνοντα ἡμέρου ποιμένος. ῥοίζῳ ἀσήμῳ φωνῇ, συριγμῷ.
εἴ πως τισαίμην μεγαλοψύχως οὐχ ὑπὲρ σωτηρίας ἑαυτοῦ, ἀλλʼ ὑπὲρ ἐκδικήσεως τῶν ἀπολωλότων σκέπτεται. καὶ τοῦτο δὲ εἰς τὴν εὐσέβειαν τοῦ ἀνδρὸς ὅρα, τὸ μηδὲ ἐν τοῖς ἐσχάτοις ὄντα ἀπογινώσκειν θεοῦ βοηθοῦ.
χλωρὸν ἵνα μὴ ἐπὶ τῆς χρείας θραύσῃ. “ἐλαΐνεον” δὲ ἐπεὶ τὸ τοιοῦτον δέχεται τὴν θερμότητα καὶ ταχέως ἐκπυροῦται.
νηὸς ἐεικοσόροιο ὑπὸ εἴκοσι κωπῶν ἐρεσσομένης, εἰκοσακώπου, ἢ εἴκοσι χιλιαδῶν. τὴν ὑπὸ εἴκοσι ἐρετῶν ἐρεσσομένην. ἐχούσης εἴκοσι κώπας.
ὄργυιαν ἐκτεταμένων τῶν χειρῶν τὸ διάστημα ὄργυια λέγεται.
ἀποξῦναι ἀπολεπίσαι. τὰ ἄκρα καὶ ὀξέα ἀφελεῖν καὶ ὃ μάλιστα κύκλωθεν.
ἐθόωσα ἐπώξυνα. ἐκ τοῦ συνωνύμου τὸ ὁμώνυμον. ὁ τρόπος μετάληψις.
ἐπυράκτεον ἐπύρουν εἰς τὸ δαλὸν ποιῆσαι.
ὑπὸ κόπρῳ Ἀριστοφάνης, ὑπὸ κόπρου· ὡς ὑπὸ κόλπου, ὑπὸ μάλης δέ τι φέρει.
ἤλιθα χύδην, παρὰ τὸ ἅλις· ἢ ἀθρόως, δαψιλῶς.
πεπαλάχθαι Ἀρίσταρχος πεπαλάσθαι. κλήρῳ πεπαλάχθαι καὶ ἐν Ἰλιάδι “κλήρῳ νῦν πεπάλαχθε.” καὶ ἴσως διὰ χειρός. κακῶς δέ φασιν ἐπιτρέπειν τῇ ἐκ τοῦ κλήρου τύχῃ τὸ πρᾶγμα δὲ ... ἑλέσθαι τοὺς ἐπιτηδείους. ἀλλʼ οὐδεὶς ἂν τοιοῦτον πρᾶγμα ἑκουσίως ὑπέστη. τὸ δὲ ἐπιλέξασθαι καταγινωσκόντων ἦν τῶν λοιπῶν. πρὸ καιροῦ δὲ ὁ κλῆρος· οὐ γὰρ ἐν ταῖς χρείαις ἕκαστα δεῖ πράττειν.
τρῖψαι ἐν ὀφθαλμῷ πῶς οὐκ ἐδεδίει τοὺς ἐκγόνους Ποσειδῶνος Φαίακας, τὴν πήρωσιν λέγων Κύκλωπος; Ἀριστοτέλης οὖν φησιν ὅτι ᾔδει ἐχθροὺς ὄντας αὐτοῖς, “οἳ σφέας σινέσκοντο”. ἐν ὀφθαλμῷ ἐπʼ ὀφθαλμῷ διὰ τοῦ π Ἀρίσταρχος. γλυκὺς ὕπνος ἱκάνει καλῶς νυκτὸς ἐπιτίθεται, ἵνα μὴ τύχῃ βοηθείας· φίλυπνοι γὰρ οἱ ἀγροῖκοι διὰ τὸν μεθʼ ἡμέραν πόνον.
ὅρα ὅτι αὐτομάτως καὶ δίχα δισταγμοῦ ἑαυτὸν ἐπιδίδωσι πρὸς τοὺς κινδύνους.
ἤ τι ὀϊσάμενος οἰκονομικῶς, ἵνα καὶ οἱ ἄρσενες δυνηθῶσι διασῶσαι καὶ ἐξαγαγεῖν τοὺς ἑταίρους. τοῦτο ὑπολαβὼν ἀφʼ ἑαυτοῦ, τὸ βαλεῖν ἐντὸς πάντα τὰ μῆλα. ἢ καὶ ὁ θεὸς ἐμβαλεῖν ἐκέλευσε.
νῦν ἀνακεφαλαιοῦται πάλιν τὰ πρὸ ὀλίγου πεφασμένα εἰς μνήμην τῶν ἀκροατῶν. διὰ τοῦτο δὶς περὶ τῶν βρωθέντων δύο φίλων τοῦ Ὀδυσσέως φησὶ καὶ πάλιν. δεῖπνον γρ. δόρπον.
διὰ τί Ὀδυσσεὺς πρὸς τοὺς Φαίακας ἔλεγεν ὅτι τὸν Κύκλωπα ἐτύφλωσε Ποσειδῶνος υἱὸν ὄντα, οὖσι καὶ αὐτοῖς ἀπογόνοις Ποσειδῶνος; λύων οὖν Ἀριστοτέλης φησὶν ὅτι ᾔδει ἐχθροὺς αὐτοὺς ὄντας τοῦ Κύκλωπος. ἐκβληθέντας γάρ φησιν ὑπὸ τῶν Κυκλώπων ἐλθεῖν ἐπὶ τὴν Σχερίαν· οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ ἀγχοῦ Κυκλώπων, ἀνδρῶν ὑπερηνορεόντων, οἵ σφεας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ἦσαν· ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδὴς, εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων.
καὶ τότʼ ἐγὼ Κύκλωπα ὅρα τὴν εὐτολμίαν. οὐ γὰρ μόνον τὸ κινδυνωδέστατον ὁρῶν τῶν ἑταίρων οὐ φρίττει, ἀλλὰ καὶ πλησίον προσέρχεται καὶ διαλέγεσθαι τολμᾷ. … αὐτὸν ἀπὸ πάσης ἐπιθέσεως πλανήσειν ἔμελλεν ἐπιφανείς. οὐχ ὡς πρόσκειται, ἀλλʼ ἁπλῶς ἔφη.
κισσύβιον ποιμενικὸν ποτήριον. τοῦτο δὲ εὕρηται καὶ παρὰ τῷ συβώτῃ Εὐμαίῳ. ἤτοι ἐκ κισσίνου ξύλου κατεσκευασμένον, ἢ ὄνομα ποτηρίου, ὡς Θηρίκλειον, παρὰ τὸ ἐκεῖσε κεῖσθαι τὴν πόσιν, ἢ ἔχον κισσὸν ἔξωθεν.
τῆ ἀντὶ τοῦ λάβε. τὸ δὲ τῆ πόθεν κανονίζεται; ἐκ τοῦ τάω τῶ, ὡς ζάω ζῶ. τὸ δὲ δεύτερον τῆς, τὸ δὲ τρίτον τῆ. πίε οἶνον τὸ “πίε οἶνον” ὡς πρὸς τὸ “ἐπεὶ φάγες.” συγγένηται δὲ τὸ τοῦ βρώματος εἶδος, ἐπεὶ οὐχ ὡς αἴτιον πρόκειται.
οἷόν τε ποτὸν τόδε νηῦς ἐκεκεύθει ἀξιοπίστως ἐνίστησιν ἑαυτὸν, ἐπὶ τῇ πρόσθεν εὐδαιμονίᾳ προσποιούμενος ἐπελπίζειν σωτηρίας παρʼ αὐτοῦ τεύξεσθαι, ὅπερ ἀφῄρει πᾶσαν ἐπιθέσεως ὑπόνοιαν.
ἀνεκτῶς οὐκ οἰκείως, φησὶν, ἔλεγχος οὐδὲ ἀκολούθως τοῖς προκειμένοις ... βλασφημεῖ δὲ ὡς φαινόμενος.
δέκτο ἐξεδέξατο τὸ ποτήριον ἐξ ἐμοῦ. οὐδὲν ὑπονοήσας ἐδέξατο ὑπὸ τῆς εὐωδίας κρατηθεὶς, ἣν προῳκονόμησεν ὁ ποιητής. … πιὼν ὁ τηλικοῦτος οὐ κεκράτηται, ἀλλʼ ἐστὶν ἀήθης τοῦ οἴνου τοῦ τοιούτου. ἀλλὰ καὶ τὸ κισσύβιον μέγιστον. ἥσατο δασύνεται τὸ ἥσατο· ἔστι γὰρ ἀπὸ τοῦ ἥδω ἔμαθεν δὲ ὅτι ἥσθη ἀπὸ τοῦ δεύτερον αἰτῆσαι, καὶ διὰ τοῦ μηδέπω γάλακτος πεπωκέναι ἐπὶ τῇ τροφῇ. πιθανὰ οὖν ταῦτα, ἵνα πολλάκις αἰτήσας μεθυσθῇ. ἥσατο εἰς ἡδονὴν αὐτὸ ἔσχεν.
Κυκλώπεσσι φέρει αὐξάνει τοῖς Κύκλωψιν.
αὐτὰρ οἱ γρ. αὐτάρ οἱ.
ὄνομα κλυτόν κλυτὸν οὐκ ἔνδοξον, ἀλλʼ ἐξ οὗ καλοῦμαι, ὅ ἐστιν ἐπώνυμον, ὡς καὶ Ἴβυκος “κλυτὸς ὄρθρος” ὁ καλούμενος.
σὺ δέ μοι δὸς ξείνιον δαιμονίως, ἵνα μηδὲν ὑπονοήσῃ τῆς περὶ τὸ ὄνομα πλάνης. οὐ γὰρ ἀληθῶς καὶ ξένια ᾔτει, εἰδὼς ὅτι μὴ λήψεται, οὔτις πιθανῶς λέγων ὅτι ὑπέστη ....
Οὖτις ἔμοιγʼ ὄνομα προπερισπαστέον νῦν τὸ ὄνομα. ἐπὶ δὲ τοῦ “οὔτις με κτείνει”, παροξυντέον· ὡς δύο γὰρ μέρη λόγου παραλαμβάνεται.
ἀποδοχμώσας εἰς πλάγιον ποιήσας. πλαγιάσας· δόχμιον γὰρ τὸ πλάγιον.
πανδαμάτωρ ἐπιθετικῶς ὁ ὕπνος ὁ πάντας δαμάζων καὶ θεοὺς καὶ ἀνθρώπους. φάρυγος συνεκδοχικῶς τοῦ στόματος. φάρυγγα γὰρ καλοῦσι τὴν ἔνδον ἀχάνειαν τοῦ στόματος, εἰς ἣν ἀνήκει τὰ δύο στόματα, τό τε τοῦ οἰσοφάγου καὶ τὸ τοῦ λάρυγγος. καὶ οἰσοφάγος μὲν λέγεται, ὥς φασιν οἱ τῶν ἰατρῶν παῖδες, τὸ δεχόμενον τὰ σιτία, ἤτοι ὁ στόμαχος, λάρυγξ δὲ αὐτὸ τὸ ἀποτελοῦν τὴν ἠχήν. καλῶς φάρυγγα λέγει τὸ ἀπὸ τοῦ βρόχθου ἕως τοῦ στόματος τῆς κοιλίας. στόμαχον δʼ ὅταν λέγῃ, τὸν λαιμὸν λέγει. “ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε”
ψωμοί τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου παρʼ Ἡσιόδῳ βλωμός. οὐ καλῶς δὲ ἐχρήσατο ὁ Ὅμηρος τῇ λέξει ἐπὶ κρεῶν.
εἴπως ὅπως, ἵνα.
διεφαίνετο διαφανὴς ἦν ὅτι πεπύρωτο.
ὁ Κύκλωψ κατὰ μὲν Ὅμηρον οὐκ ἦν μονόφθαλμος φύσει, ἀλλὰ κατά τινα συντυχίαν τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀποβεβλήκει. δύο γὰρ ὀφρύας εἶχε· φησὶ γὰρ “πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμή” ἐνείρυσαν γρ. ἐνέρεισαν. ἐρεισθείς γρ. ἀερθείς. ἐρεισθείς Ἀρίσταρχος.
τρυπῷ ἀντὶ τοῦ τρυπᾷ, ἀπὸ τοῦ τρυπῷμι, εὐκτικῶς.
ὑποσείουσιν τὸ πλῆρές ἐστι, τρύπανον.
τὸ δὲ τρέχει κυκλοτερῶς κινεῖται. δαιμονίως δὲ τῇ ἐμβάσει τοῦ ὀφθαλμοῦ τὸ μέγεθος καὶ τὸ βάθος ... παρέστησεν· οὐ γὰρ νέον ξύλον. τὸ δὲ “πυριηκέα” ἀκὴν πυρὸς ἔχοντα, τῷ πυρὶ ἠκονημένον καὶ ὀξυνόμενον.
πυριηκέα ὡς τανυηκέα, ἀντὶ τοῦ ὀξύτητα πυρὸς ἔχοντα. πυριεικέα πεπυρωμένον. τὸ δὲ ἑλόντες Ἀρίσταρχος ἀντὶ τοῦ ἔχοντες.
τὸν δʼ αἷμα τὸν μοχλὸν λέγει. φασὶ δὲ οἱ ἰατροὶ ὅτι οἱ καιόμενοι αἷμα οὐκ ἀποβάλλουσι φρυττομένων τῶν σαρκῶν. ῥητέον οὖν ὅτι οὐκ ἔφθασεν ἀποφρυγῆναι τὰ ἐν βάθει ἀγγεῖα.
σφαραγεῦντο διετείνοντο, ἐσπαράσσοντο μετὰ ἤχου, ἢ κατεπονοῦντο.
ὡς δʼ ὅτʼ ἀνὴρ ἀμήχανα ταῦτα εἰς μετάληψιν ὅσα τετόλμηκεν Ὅμηρος ὁμοιῶν τὰ ὀνόματα τοῖς ὑποκειμένοις. σχεδὸν γὰρ ἐν τῇ φωνῇ πᾶν τὸ τῶν ὀφθαλμῶν πάθος ἐδήλωσε. πῶς δὲ μὴ εὐθὺς πληγεὶς ταῖς χερσὶν ἐπελάβετο τῶν περιστρεφόντων τὸν μοχλόν; ἢ ὅτι μακρὰν ἀπέσχον, ἢ ἡ ἐπίθεσις ὀξεῖα, ἢ ὅτι αἱ κινήσεις τῶν μεγάλων σωμάτων βραδεῖαι. ἢ περιαλγὴς ὢν τῷ πάθει ἐπετετάρακτο, ἢ οὐκ ἐσωφρόνει διὰ τὴν μέθην. εὐρὺ δὲ ἦν καὶ τὸ σπέος, ὥστε μὴ εἶναι ῥᾴδιον συνειλῆσαι εἰς ἕνα τόπον.
φαρμάσσων στερροποιῶν, στομῶν, στομοποιῶν. ἐφορμῶν, στομῶν, στερροποιῶν. ἤτοι φαρμακῶν καὶ ἐνδυναμῶν. σιδήρου τε κράτος ἐστίν τὸ βάψαι ψυχρῷ τὸν πεπυρωμένον σίδηρον· ἰσχυρὸν γὰρ αὐτὸν ποιεῖ.
σίζʼ σίζεν ἀντὶ τοῦ ἐσύριζεν, ἤτοι φωνὴν ἀπετέλει, ὡς ἐπὶ τοῦ βαπτομένου σιδήρου. καὶ τοῦτο ὠνοματοπεποίηται ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου σισιλισμοῦ, ὅ ἐστι συνεχείας.
αὐτὰρ ὁ Κύκλωπας καίτοι οὐ περὶ αὐτὸν ᾤκουν, ἀλλʼ ἀπάνευθεν τούτου καὶ ἐφοίτων ἄλλοθεν ἄλλος. λύει δὲ τὴν ἀπορίαν τὸ μέγα βοᾶν αὐτὸν καὶ ἐν ἐρημίᾳ εἶναι καὶ διὰ τοῦτο ἐξακούεσθαι. οὐκ εἰσῆλθον δὲ ἐν τῷ σπηλαίῳ. τὸ γὰρ εἰσελθεῖν ὄλεθρον τῶν ὄντων ἐποίει, καὶ ἀνῄρει τὴν ὑπόθεσιν τῆς πάσης ὑποθέσεως. οἵ ῥά μιν ἀμφὶς ᾤκεον οἵτινες περὶ αὐτὸν δὴ τὸν Κύκλωπα κατῴκουν.
διʼ ἄκριας τοὺς μεταξὺ τῶν ἀκρωτηρίων τόπους. ἢ τὰς τῶν ὀρῶν ἀκρωρείας.
Πολύφημε ἐνταῦθα τὸ ὄνομα ἀπὸ τῶν εἰδότων ἀκούει ὁ Ὀδυσσεύς. ὅθεν πρότερον Κύκλωπα ὀνομάζων ὕστερον τοὔνομα λέγει. ἀρημένος βλαπτόμενος. βεβλαμμένος.
νύκτα διʼ ἀμβροσίην γρ. διʼ ὀρφναίην.
Οὖτίς με κτείνει εἰκότως μέμνηται τοῦ ὀνόματος αὐτοῦ, ἅτε δὴ δεύτερον αὐτὸ ἀκούσας “Οὖτις ἔμοιγʼ ὄνομα, Οὖτιν δέ με κικλήσκουσιν.” οὐδὲ βίηφιν καὶ τοῦτο ὡς ὑπερήφανος, ὑπαλγῶν ὡς βίην τινὸς λειπόμενος.
εἰ μὲν δὴ μή τίς σε εἰκότως ὁ Κύκλωψ ἀλγῶν οὐκ ἀντήκουσεν αὐτῶν λεγόντων, ἐπεὶ ἔλεγεν ἂν εὐθὺς ὅτι καὶ ἄνθρωπος Οὔτις οὕτω λεγόμενος ἔβλαψε. γέγονε δὲ ἐκ τῆς ὁμωνυμίας ἡ ἀπάτη. κἀκεῖνοι δὲ νομίζοντες λῃστὰς εἶναι τοὺς ἐπηρεάζοντας αὐτὸν παραγεγόνασιν, εὑρόντες δὲ οὐδένα ἀφοσιωσάμενοι ἀνεχώρησαν.
πῶς τοῦ Κύκλωπος προειπόντος “οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν, οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροί εἰμεν”, πάλιν ἐποίησε τοὺς Κύκλωπας λέγοντας “νοῦσον δʼ οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι, ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι.” ἐναντίωμα γὰρ φαίνεται μὴ τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγοντος. τὸ γὰρ μὴ προσέχειν τοῖς θεοῖς κρειττόνων ἦν εἰκότως, τὸ δὲ προσέχειν πάλιν ἡττόνων. λύεται δὲ πάλιν ἐκ προσώπου τῶν λεγόντων. ὅτι μὲν γὰρ οἱ Κύκλωπές εἰσι πολὺ φέρτεροι τῶν θεῶν ὁ Πολύφημος εἴρηκε πρὸς τὸν Ὀδυσσέα, ὅτι δὲ οἱ Κύκλωπες τῶν θεῶν εἰσι κρείττους καὶ ἄλλων οὐδεὶς εἴρηκεν. εἰ μὲν οὖν ὁ ποιητὴς ταῦτα εἴρηκεν αὐτὸς, παρὰ τῷ ποιητῇ ἐναντία ἦν. ἐπεὶ δὲ ἄλλος καὶ ἄλλος ἐστὶν ὁ λέγων, σκεπτέον τίνι περιέθηκε τοὺς ἀφρονεστέρους λόγους. δῆλον δὲ ὅτι τῷ Πολυφήμῳ, ὃς οὐχ ὁμόγνωμος ἦν τοῖς ἄλλοις οὐδὲ ἐν τῇ περὶ θεῶν δόξῃ ὡμολόγει. ἐποιμαίνετο γὰρ, ὥς φησιν ὁ ποιητὴς, “ἀπόπροθεν, οὐδὲ μετʼ ἄλλους πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδει”. αὐτὸς οὖν καὶ περὶ θεῶν τὰ ἀθεμίστια εἰδὼς ἡγεῖτο καὶ τοὺς ἄλλους Κύκλωπας τὰ αὐτὰ δοξάζειν αὐτῷ, οὓς συμβέβηκε βελτίονας ἐκείνου τὴν φύσιν ὄντας μὴ τὰ αὐτὰ γινώσκειν ἐκείνῳ· περὶ γὰρ τούτων ἔφη ὁ ποιητὴς “οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν”
περὶ τῆς ἐμῆς ψυχῆς βουλευόμενος.
ἄρσενες ὄϊες ἦσαν Ἀρίσταρχος οἴϊες. τὸ δὲ δασύμαλλοι οἰκεῖον ἐπίθετον ἀπὸ τοῦ κατακρύπτεσθαι ὑπὸ τοῖς ἐρίοις τοὺς ἑταίρους. ἁρμοδίως δὲ ἀεὶ κέχρηται τοῖς ἐπιθέτοις ποτὲ μὲν καλλίτριχα λέγων τὰ μῆλα διὰ τὸ εὐεργὲς τῶν ἐρίων· τῶν γὰρ ἄλλων ζῴων αἱ τρίχες περιτταί· καὶ ἑξῆς τανύποδα τὰ μῆλα διὰ τὸ περὶ τοὺς πόδας ἰδίωμα. οὕτω δένδρων δρύες ὑψίκομοι, μηλέαι ἀγλαόκαρποι, συκέαι γλυκεραὶ καὶ ἐλαῖαι τηλεθάουσαι διὰ τὸ ἀειθαλὲς, ἰτέαι ὀλεσίκαρποι. ἐπὶ δὲ ζῴων ἵπποι ἀερσίποδες, ἡμίονοι ταλαεργοὶ, κρατερώνυχες ἵπποι, ἀργιόδοντες ὕες. ἐπὶ πτηνῶν αἰετὸς ἀγκυλοχείλης, κορῶναι τανύγλωσσοι.
λύγοισι λύγος ἐστὶν ἱμαντῶδες φυτόν. ὁ δὲ ἄγνος λέγεται παρʼ Ἀττικοῖς ἀρσενικῶς.
σύντρεις αἰνύμενος ἤτοι συναινύμενος, συλλαμβάνων, συζευγνύων τρεῖς κριοὺς, ὧν ὁ μὲν ἔφερε τὸν ἄνδρα δεδεμένον ὑπὸ τὴν κοιλίαν αὐτοῦ, οἱ δὲ ἕτεροι διεπορεύοντο ἑκατέρωθεν περιφυλάσσοντες καὶ περισώζοντες τοὺς φίλους. δυνατὸν καὶ δύο μέρη λόγου λέγειν σὺν καὶ τρεῖς, καὶ ἓν μέρος λόγου σύντρεις, ὡς σύνεξ. τούτοις δὲ μόνοις τοῖς δύο ἀριθμοῖς ὑπῆρξε τὸ συντίθεσθαι μετὰ τῆς σύν προθέσεως.
ἀώτου ἄνθους τοῦ ἐρίου. λέγει δὲ λαμπροῦ. τοῦ ἄνθους. λέγει δὲ τοῦ ἐρίου.
στρεφθεὶς ἐχόμην συστρέψας τὰς χεῖρας. οὐδὲ γὰρ ἦν τις τοῦ δῆσαι αὐτὸν αὐτοῦ δήσαντος τοὺς ἄλλους.
σφαραγεῦντο ἐβαροῦντο διὰ τὸ πρωΐας μὴ ἀμελχθῆναι. διετείνοντο, ἐκπεπλησμένα ἦσαν. οὖθαρ δὲ τὸ γάλα.
ὀρθῶν ἑσταότων κατὰ τὴν οἰκείαν τάξιν βηματούντων καὶ τότε, ὅπερ ὀρθὸν λέγει, οὐ γὰρ πλαγίως ἢ ὑπτίως ἑστώτων ἐψηλάφει.
ὑπʼ εἰροπόκων λέγει τὰ τῶν προβάτων μαλλία.
ὕστατος ἀρνειὸς καὶ τοῦτο εἰς ἀγωνίαν τοῦ ἀκροατοῦ, ἀλλὰ καὶ εἰς τὴν φιλεταιρίαν τοῦ Ὀδυσσέως, ὅτι τὸ αὐτοῦ ἀσφαλὲς ἐν ἑτέρῳ ἔθετο, οὐκ ἀξιώσας διὰ τῶν τριῶν προβάτων ἀσφαλῶς διακομισθῆναι. διδάσκει δὲ διὰ πολλῶν οἵους δεῖ εἶναι τοὺς ἄρχοντας διὰ τοὺς ὑποτεταγμένους.
λαχμῷ στεινόμενος τῇ λαχνώσει, τῇ λασιότητι, τῇ δασύτητι τῶν μαλλῶν στενοχωρούμενος. λαχμῷ, τῇ δασύτητι τῶν μαλλῶν. γράφεται καὶ λάχνῳ, παρωνύμως τῇ λάχνῃ. λαχμὸν λέγει νῦν τὴν ἐκ τῆς λάχνης λασιότητα. οἱ δὲ παλαιοί φασι κάλλιον ἐνταῦθα λάχνῳ κατὰ Ἡρωδιανόν.
δαμασσάμενος δαμάσσας, ἀντὶ τοῦ ἀλλοιώσας.
εἶναι ὄλεθρον γρ. ἔμμενʼ ὄλεθρον.
εἰ δὴ ὁμοφρονέοις τὰ αὐτά μοι φρονέοις. ὁμόφωνος γένοιο πρὸς τὸ δηλῶσαι τὰ τῶν πολεμίων. δοκεῖ δὲ βουκολικὸν εἶναι τοῖς νεωτέροις τὸ πρὸς κριὸν διαλέγεσθαι. δαιμονίως δὲ ὑπὸ Ὁμήρου πρώτου κατώρθωται τὸ αὐτοῖς τοῖς ζῴοις ὡς φρονοῦσι διαλέγεσθαι, ὡς Ἕκτωρ, Ξάνθε τε καὶ σὺ Πόδαργε» φωνήεις, λαλῆσαι δυνάμενος· ποτιφωνήεις, ὁμόφωνος.
ταναύποδα τὰ τεταμένοις τοῖς ποσὶ βαδίζοντα, ἢ τανύποδα. ταναὸν γὰρ τὸ ἐπίμηκες. ἢ τοὐναντίον νεύοντα τοὺς πόδας κατὰ τὸν ἑλιγμὸν τῆς πορείας, οὐκ εἰλοῦντα ὡς οἱ βόες. ἰσχνόποδα, τεταμένους τοὺς πόδας ἔχοντα. δημῷ δὲ τῷ λίπει· δημὸς γὰρ τὸ λίπος λέγεται.
οὐκ εἴων κλαίειν. ὑπέρβατον. οὐκ εἴων ἀντὶ τοῦ οὐ παρεχώρουν κλαίειν, ἀνανεύων αὐτοὺς διὰ τῶν ὀφρύων μὴ κλαίειν.
ἀλλʼ ἐκέλευσα καὶ τοῦτο διὰ νεύματος. συνεκδοχὴ δὲ ὁ τρόπος. οὐ γὰρ μόνα τὰ πρόβατα, ἀλλὰ καὶ τὰς αἶγας ἐνθέσθαι κελεύει. ἀφʼ ἑνὸς οὖν τὸ ὅλον.
ὅσσον τε γέγωνε βοήσας ὅσον ἐξακούεται φωνὴ ἀνδρός. πότερον τὸ «ἀπῆν» αὐτὸς μόνος, ἢ σὺν τοῖς ἑταίροις;
δοκεῖ μὲν φιλονεικότερον ποιεῖν καὶ ἐναλλάττεσθαι· ἀλλὰ τοῦτο πρὸς παραμυθίαν τοῖς ἠδικημένοις παρέπεται.
ἧκε δʼ ἀπορρήξας ἐμφαντικῶς ἄγαν. ἅμα μὲν οὐχ ὁρᾷ ἀνελέσθαι ἐπιτήδειον λίθον, ἅμα δὲ καὶ διὰ τὴν ὀργὴν ὅπερ ὁ καιρὸς παραδέδωκεν ἔρριψεν.
οὗτος ὁ στίχος συντάσσεται ἀπὸ τοῦ στίχου τοῦ ἀρχομένου «πλημμυρίς» οἰήϊον πηδάλιον, παρὰ τὸ οἰακίζειν, ὅ ἐστι κατιθύνειν. οἰήϊον, ἤτοι τὸ ἄκρον τοῦ πηδαλίου. οἰήϊον δὲ λέγεται ἐκ τοῦ οἴειν καὶ κομίζειν τὴν ναῦν.
ἐκλύσθη ἐκυματίσθη. ἐκλυδωνίσθη.
τὴν δʼ αἶψʼ τὴν δʼ ἄψ, οὕτως.
ἡ τῆς θαλάσσης ἐπανάστασις ἢ κλύδων, ὃς ἐγγίσαι ἐποίησε τῇ γῇ. πλημμυρὶς προπαροξύνεται, τινὲς δὲ ὀξυτόνως. θέμωσε δὲ χέρσον ἱκέσθαι αἱ Ἀριστάρχου, θέμωσεν. ὁ μὲν Ἀρίσταρχος ἀποδέδωκεν οὕτως, ἤγγισε δὲ τῇ χέρσῳ· Καλλίστρατος δὲ ἀντὶ τοῦ ἐποίησε, παρὰ τὸ θεῖναι, παραγώγως. Ἄλλως. ἠνάγκασεν, ἐβιάσατο. ἀπὸ τῆς Θέμιδος ἡ μεταφορὰ τῆς καταναγκαζούσης τῷδε τάδε ποιεῖν. ἐγγίσαι ἐποίησε τῇ γῇ.
προπεσόντες σφοδρῶς ἐπιπεσόντες καὶ ἐγκείμενοι.
πρήσσοντες Ῥιανὸς, πλήσσοντες. ἄπιμεν ἀφειστήκειμεν. πῶς δὲ ἤκουσεν ἔτι Πολύφημος διπλάσιον αὐτοῦ ἀποστάντος; καὶ φαμὲν ὅτι οὐκ ἦν ἴσως πολὺ τὸ διάστημα. ἔτι δὲ καὶ γέγωνε βοήσας. δυνατὸν οὖν ἐπιτείνοντα τὴν βοὴν ἀκουσθῆναι. ἢ τάχα οὐ τὴν διπλασίονα ὁδὸν σημαίνει, ἀλλʼ ὅτε τὸ δεύτερον διεπεραιώθημεν. ἦν δὲ καὶ μεγαλόφωνος Ὀδυσσεὺς, ὡς καὶ ἐν Ἰλιάδι «ἀλλʼ ὅτε δὴ ὄπα τὴν μεγάλην.» ἄμεινον δὲ εἰπεῖν ὡς τὸ μὲν πρῶτον ἀπὸ τοῦ σπηλαίου ἤκουσεν αὐτοῦ, τὸ δὲ δεύτερον ἀπὸ τῆς θαλάσσης καὶ τοῦ αἰγιαλοῦ. πῶς οὖν ἀκούει; προείρηκε γὰρ «ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τις γέγωνε βοήσας.» ἤτοι μεγαλόφωνος ὁ Ὀδυσσεὺς, ἢ δὶς ἐπὶ τὸ αὐτὸ μέρος ἀπέσχομεν πάλιν. οὕτως γὰρ ἡ ναῦς ἠνέχθη.
καὶ τότʼ ἐγὼ καὶ τότε δή Ἀρίσταρχος.
βέλος βλῆμα. νῦν γὰρ τὸν βληθέντα λίθον λέγει.
σύν κεν ἄραξʼ γρ. ἄραξʼ.
ἔσκε τις ἐνθάδε μάντις ἐκ τούτου νοητέον ὅτι δεισιδαίμονες οἱ Κύκλωπες, ὅτι ὑπήκουον βουλήμασι θεῶν, καὶ οὐκ ἀπέκτεινον τοὺς προλέγοντας αὐτοῖς τινα παρὰ θεῶν ἐσόμενα.
Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο Εὐρύμου παῖς ὁ Τήλεμος, ὃς τῇ μαντείᾳ ἐκεκόσμητο.
ἄκικυς γρ. ἀεικής.
ἀλάωσεν—ἐδαμάσσατο γρ. ἀλαώσας—ἐδαμάσσαο. ἐτύφλωσας, ἐματαίωσας.
οὐκ ὀφθαλμόν γʼ ἰήσεται μὴ βουλόμενος, οὐ γὰρ μὴ δυνάμενος. οὐκ ἐβούλετο δὲ Ποσειδῶν τὸν ἴδιον υἱὸν θεραπεῦσαι, δίκαιον ἡγούμενος τιμωρεῖσθαι αὐτὸν τῆς πονηρίας. ὁ δὲ νοῦς, οὐδὲ Ποσειδῶν ἰάσεταί σε κακὸν ἐόντα. διὰ τί ὁ Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν εἰπὼν «ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων;» ἢ διὰ τὸ γινώσκειν ὡς οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλʼ ὁ Ἀπόλλων, ἢ ὅτι οὐ θεραπεύσει αὐτὰ διὰ τὴν πονηρίαν αὐτοῦ. διὰ τί Ὀδυσσεὺς πρὸς τὸν Κύκλωπα οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν τῷ λόγῳ εἰπὼν «ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων». Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν, ἀλλʼ ὁ Ἀπόλλων, Ἀριστοτέλης δὲ οὐχ ὅτι οὐ δυνήσεται, ἀλλʼ ὅτι οὐ βουληθήσεται διὰ τὴν πονηρίαν τοῦ Κύκλωπος. διὰ τί οὖν ὁ Ποσειδῶν ὠργίσθη, καίτοι μὴ χαλεπαίνων διὰ τὸ ἀπόφθεγμα, ἀλλὰ διὰ τὴν τύφλωσιν, «Κύκλωπος γὰρ κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσε» καὶ παμπονήρου ὄντος καὶ τοὺς ἑταίρους κατεσθίοντος; λύων δὲ ὁ Ἀριστοτέλης φησὶ μὴ ταυτὸν εἶναι ἐλευθέρῳ πρὸς δοῦλον καὶ δούλῳ πρὸς ἐλεύθερον, οὐδὲ τοῖς ἐγγὺς τῶν θεῶν οὖσι πρὸς τοὺς ἄπωθεν. ὁ δὲ Κύκλωψ ἦν μὲν ζημίας ἄξιος, ἀλλʼ οὐκ Ὀδυσσεῖ κολαστέος, ἀλλὰ τῷ Ποσειδῶνι, εἰ πανταχοῦ νόμιμον τῷ διαφθειρομένῳ βοηθεῖν, τῷ υἱῷ, καὶ ἦρχον ἀδικίας οἱ ἑταῖροι. Ἄλλως. πῶς παρὰ Φαίαξιν ἐχθρὸν ἑαυτὸν Ποσειδῶνος λέγει; φαμὲν ὡς ἀπολαβὼν ἤδη τὰ τῆς εὐχῆς καὶ πεπονθὼς ἐλεεινὰ, ἔτι δὲ καὶ τὸ τελευταῖον ναυάγιον διὰ Ἴλιον γενόμενον καὶ τὰς ἐκείνου βόας ἔπειθεν αὐτὸν ὅτι πέπαυται μὲν Ποσειδῶν εἰς Ἴλιον. διὰ τὴν τύφλωσιν, ἀλλʼ οὐ διὰ τὰς φωνὰς ταύτας ὠργίσθη ὁ Ποσειδῶν. τούτων γὰρ ὁ νοῦς, οὐδὲ ὁ Ποσειδῶν ἰάσεται κακὸν ὄντα.
δὸς μὴ Ὀδυσσῆα—οἴκαδʼ ἱκέσθαι ἀντὶ τοῦ μὴ δῷς τὸν Ὀδυσσέα εἰς τὸν ἑαυτοῦ οἶκον ἐλθεῖν.
ἐς πατρίδα γαῖαν πατρίδα, τὴν πατρικήν. οὐ γὰρ οἶδεν ὁ Ὅμηρος τὸ τῆς πατρίδος ὄνομα ἁπλοῦν, ἀλλὰ κτητικόν.
ἐκ τῶν ὕστερον ἀποβεβηκότων, ὕστερόν φησιν, ὡς καὶ ἑξῆς «ὁ δʼ οὐκ ἐμπάζετο ἱερῶν.»
περιδινήσας περιστρέψας. ἶνʼ ἀπέλεθρον δύναμιν πολλήν.
μετόπισθε γρ. προπάροιθε.
τυτθὸν ἐπὶ τοῦ προτέρου ἀθετεῖται. πῶς γὰρ ἂν ἔμπαλιν ἡ ναῦς ἠνέχθη;
θέμωσε ἀπὸ τοῦ θεσμός, ὁ νόμος καὶ ἡ ἀνάγκη.
ἐκέλσαμεν ὡρμίσαμεν, ἐνεωλκήσαμεν, προσειλκύσαμεν.
ἀρνειὸν δʼ ἐμοὶ ἴσως τὸν σώσαντα ἑαυτὸν ἔλαβε καὶ πάλαι ἐξαίρετον αἶγα εἰς τὴν ἄγραν ἐν τῇ νήσῳ.
ἀλλʼ ὅγε γρ. ἀλλʼ ἄρα.
ἔνθεν δὲ προτέρω περιπλανηθέντος αὐτοῦ καὶ μὴ εἰδότος ποῦ ἔπεισι. περιττὸν τὸ προτέρω.