ΥΠΟΘΕΣΙΣ.Συναγαγὼν ἐκκλησίαν Τηλέμαχος παραγγέλλει τοῖς μνηστῆρσιν ἐξιέναι τῆς οἰκίας τοῦ Ὀδυσσέως. καὶ λαβὼν παρὰ μὲν Εὐρυκλείας τὰ πρὸς τὴν ἀποδημίαν ἐπιτήδεια, παρὰ δὲ τῆς Ἀθηνᾶς ἑταίρους τε καὶ ναῦν, εἰς πλοῦν ἀνάγεται ἡλίου δύναντος. ΑΛΛΗ ΥΠΟΘΕΣΙΣ.Ἅμα ἕω Τηλέμαχος συναγαγὼν εἰς ἐκκλησίαν τοὺς Ἰθακησίους κελεύει τοὺς μνηστῆρας ἀπαλλάττεσθαι τῆς οἰκίας, καὶ ναῦν αἰτήσας παρʼ αὐτῶν, ὅπως εἰς Πύλον καὶ Σπάρτην πορευθῇ, ἀποτυγχάνει. παρὰ δὲ Νοήμονος λαβὼν καὶ ἐφόδια παρὰ Εὐρυκλείας τῆς τροφοῦ αὐτοῦ λάθρα τῆς μητρὸς ἀποπλεῖ.
Τὸ ἦμος τροχαϊκόν ἐστι καὶ διὰ τοῦτο ψιλοῦται. ἀπὸ μέρους καλὴ ἠριγένεια, ἢ ἡ τῷ ἦρι γεννωμένη, τουτέστι τῷ ὄρθρῳ, ἢ ἡ τὸ ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν. ἠριγένεια ἦρ γεννῶσα, τουτέστι τὴν πρωΐαν, ἢ ἐν τῷ ἦρι γεννωμένη, ὅπερ ἐστὶν ὄρθρος. ῥοδοδάκτυλος δὲ ἀπὸ τῆς πρωϊνῆς ἀνατολῆς καὶ τοῦ χρώματος τοῦ περὶ τὸ διάστημα τὸ πρωϊνὸν τὴν ἡμέραν διʼ ἐπιθέτου κεκόσμηκεν. ῥοδοδάκτυλος ἠὼς ἤτοι ῥοδόχρους. ἀπὸ μέρους καλὴ, ἀπὸ τῆς πρωϊνῆς ἀνατολῆς. ἠὼς διάφορα σημαίνει· τήν τε σωματοειδῆ θεὸν διὰ τοῦ φάναι τὸν ποιητὴν «ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι» καὶ τὸν ὄρθρον φερωνύμως κληθέντα ἀπὸ τοῦ ὀρθοῦσθαι ἡμᾶς ἀπὸ τῆς κοίτης καὶ περὶ τὰ οἰκεῖα τρέπεσθαι ἔργα, ὡς ὅταν φησὶν «ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν»· καὶ τὸ ἀπὸ πρωΐας μέχρις ὥρας ἕκτης διάστημα, ὡς τὸ «ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ»· καὶ τὴν ὅλην ἡμέραν, καθʼ ὃ σημαινόμενον ἡμέρα νοεῖται ὁ ἀπὸ ἀνατολῆς τοῦ ἡλίου δρόμος μέχρι δύσεως, ὁπότε τὴν ὑπὲρ ἡμᾶς ποιεῖται φορὰν ὁ θεὸς οὗτος, τὸ παρʼ ἡμᾶς διεξιὼν ἡμισφαίριον, ὡς τὸ «οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ, τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι.»· καὶ «ἤματι τῷ προτέρῳ, ὅτʼ ἐμαίνετο φαίδιμος Ἕκτωρ»· καὶ τὸ συναμφότερον ἡμέραν τε καὶ νύκτα, καθʼ ὃ σημαινόμενον καὶ παρὰ τοῖς μαθηματικοῖς νοεῖται, ὡς τὸ «ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη ὅτʼ ἐς Ἴλιον εἰλήλουθα»· καὶ τὴν ἡλίου πάροδον, καὶ τὸν τόπον ὅθεν ἀνατέλλει ὁ ἥλιος κατὰ Ἀρίσταρχον· «ὦ φίλοι, οὐ γὰρ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται»· νῦν γὰρ, καθά φησιν ὁ Κράτης, τῶν τεσσάρων τοῦ κόσμου μέμνηται μερῶν, ἄρκτου, μεσημβρίας, ἀνατολῆς καὶ δύσεως, ἅπερ ἀλλήλοις ἐξ ἀντιθέτου ἀντίκειται, ἡ μὲν ἄρκτος τῇ μεσημβρίᾳ, ἡ δὲ ἀνατολὴ τῇ δύσει. εἴπωμεν δὲ καὶ τί τὸ διάφορον τῆς ῥοδοδακτύλου πρὸς τὴν κροκόπεπλον. διὰ μὲν τοῦ κρόκου τὸ πολὺ τῆς νυκτὸς, ὀλίγον δὲ τῆς ἡμέρας δηλοῖ, ἐν οἷς καὶ μετὰ τὸν ἑωσφόρον αὐτὴν ἀνατέλλειν φησὶν, «ὅντε μέτα κροκόπεπλος» διὰ δὲ τοῦ ῥόδου τὸ πολὺ μὲν τῆς ἡμέρας, ὀλίγον δὲ τῆς νυκτὸς δηλοῖ, ἐν οἷς τῷ ὄρθρῳ αὐτὴν ἐπάγει, «ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς·» καὶ τὸ «ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅντε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδνατο ἠώς»· γεννήσας δὲ ἐκ τῆς κροκοπέπλου τὸν ὄρθρον ἐπάγει τὴν ῥοδοδάκτυλον. ἐν δὲ τῷ «ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν» τὸ ἐκίδνατο παράτασιν ἔχει, οὐ συντέλειαν. ἐπεὶ γὰρ σφαιροειδοῦς ὄντος τοῦ κόσμου καὶ τῆς γῆς οὐχ ἅμα πᾶσι κατὰ τὸ αὐτὸ ὁ ἥλιος ἀνατέλλει οὐδὲ κατὰ τὴν αὐτὴν ὥραν ἡμῖν ἐνίσταται, εἰκότως τὸ ἐκίδνατο ἔφη, τὴν ἐν παρατάσει ἄλλοτε πρὸς ἄλλους ἐπιβολὴν παριστὰς τῆς πορείας. καὶ ὅτι σὺν τῷ ἀποτελέσματι καὶ τὸν κύριον τοῦ ἀποτελουμένου εἶναι βούλεται. ἡ μὲν γὰρ θεὸς κροκόπεπλος, ὡς ἂν οὖσα ἔννους τε καὶ ἔμψυχος καὶ ἐν σώματι· τὸ δὲ ἀπʼ αὐτῆς φῶς σκεδάννυτο περὶ τὴν γῆν. ὁ δὲ λαβὼν τὴν σωματοειδῆ θεὸν ἐν τῷ κροκόπεπλος συνήντησεν αὐτὴν τῷ σκεδαννυμένῳ ἀπʼ αὐτῆς φωτὶ, εἰπὼν αὐτὴν, ἀλλʼ οὐχὶ τὸ ἀπʼ αὐτῆς φῶς σκεδάννυσθαι. ἔνθα δήπου ἡ σωματοειδὴς ἐπεπόρευτο, ἀλλʼ οὐ τὸ ἀπʼ αὐτῆς φῶς ἡμερινόν. ἀλλʼ οἶδεν, ὅπου τὸ ἀποτέλεσμα, ἐκεῖ καὶ τὸ ἀποτελοῦν.
ὤρνυτʼ ἄρʼ τὸ διὰ τῆς προτροπῆς τῆς θεοῦ πρόθυμον τοῦ νέου διὰ τοῦ ὤρνυτο ἐσήμανε. ὤρνυτο, ὡς τὸ «ὤχθησαν δʼ ἀνὰ δῶμα» σπανίως γὰρ ὁ ποιητὴς αὔξει τὴν ἄρχουσαν, εἰ μή που διὰ τὸ μέτρον.
εἵματα ἑσσάμενος λιτὴν τῆς προόδου τὴν ἀφήγησιν ἐκ τοῦ κοιτῶνος πεποίηται, οἰκείως τῇ ὀρφανίᾳ καὶ τῷ πένθει τοῦ πατρός· οὐχ οἷός ἐστιν Ἀγαμέμνων προϊὼν εἰς ἐκκλησίαν «μαλακὸν δʼ ἔνδυνε χιτῶνα, περὶ δὲ μέγα βάλλετο φᾶρος» περὶ δὲ ξίφος σημαίνει ὅτι τὸ παλαιὸν ὤμοις τὰ ξίφη περιεβάλλοντο καὶ ὡς ἐν Ἰλιάδι φησὶν ὁ ποιητὴς «τῇ ῥα δύο τελαμῶνε περὶ στήθεσσι τετάσθην, ἤτοι ὁ μὲν σάκεος, ὁ δὲ φασγάνου ἀργυροήλου»
λιπαροῖσιν λιπαροῖς καὶ πλουσίοις, μεταφορικῶς.
βῆ δʼ ἴμεν διὰ τοῦτο φοβερὸς μέν ἐστι τοῖς ἐχθροῖς, προσφιλὴς δὲ τοῖς πολίταις.
αἶψα ταχέως. αἶψα δὲ ὁ δέ ποτὲ μὲν παραπληρωματικὸς, ἔστι δʼ ὅτε καὶ ἀντὶ τοῦ γάρ αἰτιολογικῶς λαμβάνεται. κηρύκεσσι φύσει μακρὸν τὸ ρυ, κῆρυξ δὲ θέσει. λιγυφθόγγοις ἡδυφώνοις. κέλευσε παρεκελεύσατο.
κηρύσσειν οὐδὲν μὲν ἀντιπράττουσιν οἱ στίχοι πρὸς τὴν παροῦσαν ὑπόθεσιν, οἰκειότεροι δὲ μᾶλλόν εἰσιν ἐν Ἰλιάδι.
οἱ μὲν ἐκήρυσσον οὗτοι μὲν οἱ κήρυκες κηρύσσοντες ἐκάλουν, οἱ Ἀχαιοὶ δὲ συνηθροίζοντο πάντες ταχέως.
αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν οὐ γὰρ ἔδει προφθάνειν αὐτὸν τὴν σύνοδον τῶν πολιτῶν, συνειλεγμένων δὲ αὐτῶν ἀπιέναι. μετὰ ταῦτα ἀφʼ οὗ δὴ συνήχθησαν, ὁμοῦ δὲ κατὰ ταυτὸν ἐγένοντο.
βῆ ῥʼ ἴμεν τὸ ἑξῆς βῆ ῥʼ ἴμεν εἰς ἀγορὴν οὐκ οἶος· τὰ δὲ ἄλλα διὰ μέσου διορθωτέον. ὁρμήσας ἐπορεύθη εἰς δημηγορίαν αὐτός. παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος ὡς κυνηγὸς πρόεισιν ὁ νέος οὐκ ἄποθεν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων. καὶ γὰρ ἐκεῖνος περὶ τὸν Ἄργον ἐσπουδακὼς φαίνεται καὶ τὸ σύμβολον τοῦ σώματος ἀπὸ κυνηγεσίων οὐλὴν ἔσχε καὶ ἐν τῇ χλανίδι αὐτοῦ «ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἑλλὸν ἀσπαίροντα λάων» οὕτω γὰρ οἱ εὐγενεῖς τῶν νέων ἐπαιδεύοντο. καὶ ὁ Μένανδρος, «ἐλεύθερόν τι τολμήσει πονεῖν, θηρᾶν λέοντας, ὅπλα βαστάζειν.» ἢ ἀντὶ τοῦ μὲν σκήπτρου τὸ δόρυ κατέχει ὡς οὐ συγχωρούμενος εἶναι βασιλεὺς, κύνας δὲ ἔχει ἑπομένους, δηλονότι διὰ τὴν ἐπιβουλὴν τῶν μνηστήρων, οὐδὲ ἀκολούθους ἔχει θεράποντας.
ἅμα τῷγε δύω κύνες τοῦτό τινες σημειοῦνται πρὸς τὸν ἄγροικον τῶν παλαιῶν βίον. ἢ ὡς φιλακόλουθον τὸ ζῷον ἕπεται οὐ κατὰ προαίρεσιν αὐτοῦ. ἢ ἔθος ἦν τοῖς ἀρχαίοις ἕνα κύνα κομεῖν πρὸς φυλακὴν, ὡς καὶ Ἡσίοδος. ὁ δὲ Τηλέμαχος διὰ τὸ ἀσφαλέστερον καὶ τὴν ἐπήρειαν τῶν ἐχθρῶν δύο ἐκέκτητο.
θώκῳ τοῦτον οἱ Ἀττικοὶ θᾶκον καλοῦσιν. ἔστι δὲ καθέδρα. γέροντες γέροντας νῦν τοὺς πρεσβυτέρους ἀκουστέον, ὧν ἂν εἴη καὶ ὁ διαλεγόμενος νῦν. τοῦτο δὲ εἰς ἔλεγχον τῶν μνηστήρων. ἤτοι ὃν ἐτίμων οἱ γέροντες διὰ τὸ γένος, τοῦτον ὕβριζον αὐτοὶ καὶ ἀπηξίουν βασιλέα εἶναι ἑαυτῶν.
τοῖσι δʼ ἔπειθʼ εἰκότως δημηγορεῖ. δέδιε γὰρ ἄμφω τῶν παίδων, τοῦ μὲν τῇ ἀπουσίᾳ, τοῦ δὲ τῇ ἀταξίᾳ. ἅμα δὲ τῷ γέροντι τοῦ δημηγορεῖν ὁ Τηλέμαχος ἤρξατο. καὶ οὐκ ἐπαίρεται τῇ τιμῇ τῶν γερόντων ὁ νέος, ἀλλὰ μιμεῖται τὸ ἠθικὸν τοῦ πατρός. τοιοῦτος γὰρ καὶ ὁ Ὀδυσσεὺς ἐν τῷ λέγειν, οὐ ταχέως ἀρχόμενος, ἀλλὰ «στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας»
καὶ μυρία ᾔδη ἐπειδὴ ὑπὸ τοῦ γήρως κυφοὶ γίνονται καὶ οἱ τυχόντες, καὶ οὐ διὰ τὸ γῆρας δεῖ θρασύνεσθαι, πρόσκειται «καὶ μυρία ᾔδη.»
εὔπωλον καλοῖς ἵπποις χρωμένην· ἢ ἐν ᾗ καλῶς ἀναστρέφεταί τις. τὴν εὖ οἰκουμένην, τὴν καλοὺς ἵππους ἔχουσαν.
πύματον ἤτοι προφαγὼν ἄλλους ἐν πρώτοις ὕστατον ἔφαγεν αὐτόν. ὅτι τάχα ἐτιμωρήθη ὑπὸ τοῦ Ὀδυσσέως καὶ οὐκέτι ἄνθρωπον ἔφαγεν. ἢ τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν. ἤτοι τὸν ἐν τάξει ἔσχατον. ἢ ἐπιφωνῶν τοῦτο εἴρηκεν, ὄντως πύματον καὶ ἔσχατον, διὰ τὸ τιμωρηθῆναι αὐτὸν ὑπὸ Ὀδυσσέως. ἢ πύματον τῶν ἕξ· ἢ δόρπον πύματον· οὐκέτι γὰρ ὁ Κύκλωψ ἔφαγε, συναποβαλὼν τῷ φωτὶ καὶ τὸ ζῆν, ὡς λέγεται. δόρπον τὸ καθʼ ἡμᾶς δεῖπνον. τρισὶ δὲ τροφαῖς ἐχρῶντο. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνομάσθη ἄριστον ἢ παρὰ τὸ τοὺς λαμβάνοντας εἰς ἀριστείαν ἔρχεσθαι, ἢ ἀπὸ τοῦ προσφέρεσθαι ταύτην πρώτην τροφὴν, παρὰ τὸ ἄειρε ὠνομασμένης τῆς λέξεως· «μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ» τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς λεγόμενον ἄριστον, καὶ ἔστι κατὰ τὸ ἔτυμον δείπονον, μεθʼ ὃ δεῖ πονεῖν, ὅπερ ἐστὶν ἐνεργεῖν· λαμβάνοντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὴν δὲ τρίτην δόρπον, τὸ καθʼ ἡμᾶς λεγόμενον δεῖπνον, καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν πορευώμεθα, ὅπερ ἐστὶ κοιμᾶσθαι. Αἰσχύλος δὲ καὶ τῆς τάξεως τῶν ὀνομάτων μάρτυς ἐστὶ λέγων «ἄριστα, δεῖπνα, δόρπα θʼ αἱρεῖσθαι τρίτα.»
δύο δʼ αἰὲν ἔχον διχῶς Ἀρίσταρχος, «δύο δʼ ἄλλοι ἔχον» καὶ «δύο δʼ αἰὲν ἔχον.»
ἀλλʼ οὐδʼ ὣς περισπαστέον τὸ ὧς. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετο τὸ συμβαῖνον εἰς τοὺς γονέας παρεφύλαξεν. οὐ γὰρ οὕτως ἡ τῶν ζώντων παρουσία εὐφραίνει ὡς ἡ τοῦ ἑνὸς ἀπώλεια λυπεῖ. οὗτος οὖν τρεῖς ἔχων οὐ παύεται τὸν ἀπολωλότα ὀδυρόμενος.
τοῖς ὅγε τινὲς, τοὺς ὅγε. τοῦ ὅγε ὑπὲρ τούτου.
οὔτε ποθʼ Ἀρίσταρχος «οὔτε πω.» τοῦτο δὲ εἰς τὴν ἀναρχίαν, ὅθεν καὶ ἐθρασύνθη τὰ μειράκια, μηδενὸς ἐπιπλήσσοντος ἐκείνοις.
νῦν δὲ τίς τὸ τίς πυσματικὸν ἐνθάδε τυγχάνον φυλάσσει τὸν ἴδιον τόνον.
ἠὲ νέων ἀνδρῶν ἢ οὗτοι μὲν ἐγκλίνονται διαζευκτικοὶ ὄντες, οἱ δὲ ἑξῆς περισπῶνται· ἐρωτηματικοὶ γάρ.
ἔκλυεν τινὲς, πολεμίων στρατοῦ· ἄμεινον δὲ, τοῦ ἐπὶ Ἴλιον στρατεύσαντος. οὗτος γὰρ ἅμα μὲν ὡς περὶ δημοσίων πραγμάτων ἐρωτᾷ, ἅμα δὲ καὶ τὰ αὐτῷ διαφέροντα πολυπραγμονεῖ.
ἡμῖν ἀπολύτως ἡ ἀντωνυμία, διὸ τὴν προτέραν ὀξυντέον. ὅτε γρ. καὶ, ὅτι. ὅτε ὅστις. ἐπίρρημα ἀντὶ τοῦ ἡνίκα. Ἄλλως. τὸ ὅτε ἀντὶ τοῦ ἡνίκα· κρεῖττον τὸ ὅστις.
ἠέ ἀντὶ τοῦ η.
ἐσθλός μοι δοκεῖ εἶναι ἕως τοῦ εἶναι ἡ στιγμή. τὸ δὲ ὀνήμενος ἠθικῶς ἀναπεφώνηται, ἄξιος ὀνήσεως. εἰς τὸ ὀνήμενος λείπει τὸ εἴη, ἀντὶ τοῦ, εἴη ὀνηθησόμενος. ἡ δὲ στιγμὴ εἰς τὸ εἶναι. τὸ δὲ ὀνήμενος ἠθικῶς ἀναπεφώνηται. ἀντὶ τοῦ ὠφελῶν αὐτὸς ἑαυτὸν εἴη καὶ ὄνησιν αὑτοῦ λάβοι. οἱ ἀπολύτως ἡ οἱ.
μενοινᾷ κατὰ διάνοιαν ἐνθυμεῖται, μεριμνᾷ, λογίζεται.
φήμῃ τῇ κληδόνι, τῇ μαντείᾳ. λέγει δὲ τὸν λόγον τοῦ Αἰγυπτίου, ὃν ὡς μαντείαν ἐκδεξάμενος ὁ Τηλέμαχος ἐχάρη οἰωνιζόμενος ἐκ τούτου ὅτι τὰ κατὰ σκοπὸν αὐτῷ πάντα εἰς τέλος ἀχθήσεται.
μέσῃ ἀγορῇ μέσον τῶν συνειλεγμένων. στῆ δὲ μέσῃ ἀγορῇ ὅτι διʼ ἑκατέρας τῆς ποιήσεως Ὁμηρικὸν ὂν τὸ ἔθος τετήρηται.
ἔπειτα γέροντα καθαπτόμενος προσέειπε ἤτοι τὸν λόγον πρὸς αὐτὸν ποιούμενος ἢ καταπραΰνων καὶ προσαγόμενος. τὴν ἀπότασιν τῶν λόγων ποιούμενος. καθαπτόμενος πρὸς ἐκεῖνον τὸν λόγον ἀποτεινόμενος. τὸ γὰρ καθάπτομαι ἐπὶ δύο λαμβάνεται, ἐπὶ καλοῦ τε καὶ κακοῦ, ἐπὶ καλοῦ μὲν ἀντὶ τοῦ πρὸς σὲ ποιοῦμαι τὸν λόγον· ἐπὶ κακοῦ δὲ ἀντὶ τοῦ ὑβριστικῶς διατίθεμαι, ὅπερ καὶ γενικῇ συντάσσεται.
ὦ γέρον ἀπὸ τοῦ καιροῦ πεποίηται τὴν .... ὡς Ὀδυσσεὺς ἐν τῇ τ καὶ Διομήδης ἐν τῇ ξ. τάχα εἴσεαι γρ. τάχα μαθήσῃ.
ἤγειρα Ζηνόδοτος γρ. ἤγειρε. ἐλέγχεται δὲ διὰ τοῦ «μάλιστα δʼ ἐμέ·» ἐχρῆν γὰρ εἶναι αὐτόν.
ἔκλυον γελοίως γράφει Ζηνόδοτος, ἤϊον, ἀπὸ τοῦ ἀΐειν, ὅ ἐστιν ἀκούειν. τηρητέον ὅτι πρὸς τὸ πρῶτον τῇ τάξει πρῶτον ἀπήντησεν, ὅπερ σπανίως ποιεῖ.
ὅ μοι κακὸν ἔμπεσεν οἴκῳ μετὰ τοῦτο ὑποστικτέον. ὅ μοι κακὸν ἔμπεσεν Ἀριστοφάνης, ὅ μοι κακὰ ἔμπεσε. τὸ δὲ, ὅ μοι, ἀντὶ τοῦ, ὅτι μοι. κῆδος λέγει οὕτως, ὅ μοι κακὸν ἔμπεσε κῆδος. ἐπειδὴ εἶπε κακὸν ἑνικῶς, ὡς λαμβανόμενος ἑαυτοῦ ἐπάγει, οὐχ ἓν κακὸν, ἀλλὰ δύο.
δοιά ὁ μὲν Ἀριστοφάνης κακά πληθυντικῶς γράφει· ὁ δὲ Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς ἀκούει. Ἀρίσταρχος τὸ δοιά ἀντὶ τοῦ διχῶς. συναπτέον αὐτὸ τοῖς ἄνω καὶ στικτέον.
πατὴρ δʼ ὣς ἤπιος ἦεν οἱ ἀρχαῖοι τὴν βασιλείαν ἐμέριζον εἰς τρία ἐπίθετα. τὸν μὲν πρᾶον βασιλέα ὠνόμαζον πατέρα, τὸν ἀπηνῆ καὶ θυμώδη, δεσπότην τὸν φειδωλὸν καὶ φιλόχρυσον κάπηλον.
νῦν δʼ αὖ οὐχ ὡς προκρίνων τοῦ πατρὸς τὴν οὐσίαν, ἀλλὰ τὴν κατηγορίαν αὔξων τῶν νέων. ἄλλως τε τοῦτο μὲν ἀμφίβολον, ἐκεῖνο δὲ πρόδηλον.
ἐπέχραον Ἀριστοφάνης, ἐπέχρων. ἐπῆλθον μετὰ βλάβης καὶ ἐπηρείας ἐπηρεάζοντες. ὡς πολλάκις Τελχῖνες.
τῶν ἀνδρῶν φίλοι υἷος τουτέστι τῶν ἐνθάδε ἀρίστων υἱοί. καὶ μὴν δώδεκα μόνοι ἦσαν ἀπὸ τῆς Ἰθάκης· ἀλλʼ ἐκείνων ἔδει μάλιστα κατηγορεῖν, οὓς ἔστι συλλαμβάνεσθαι τῷ πολίτῃ βιαζομένῳ ἄλλως τε καὶ τῶν ἄλλων μείζονες ἦσαν, ὡς αὐτός φησιν ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι· ἴδιον οὖν τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων ὡς ἂν ἡγεμόσι καὶ ἀριστέων παισίν. ἐν πᾶσι γὰρ τὸ ἡγεμονικὸν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν ὀλίγον ᾖ, πείθεται τὸ ἡγεμονούμενον πλῆθος. Καὶ ἄλλως. Ἀριστοφάνης προστίθησιν ἄλλοι θʼ οἳ νήσοισιν ἐπικρατέουσιν ἄριστοι Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, οὐκ ὀρθῶς· περὶ γὰρ τῶν ἐν Ἰθάκῃ φροντίζει μόνων, οὓς ἀπελάσας, οὐκ ἂν ἐφρόντισε τῶν λοιπῶν. ἑκατὸν δέκα καὶ ὀκτὼ σχεδὸν τῶν ἁπάντων ὄντων μνηστήρων, ἀπὸ τούτων δὲ ἐκ τῆς Ἰθάκης «δυοκαίδεκα πάντες ἄριστοι» ῥηθέντων, ζητεῖ Ἡρακλείδης πῶς ὁ Τηλέμαχος κατασμικρύνει ἐν τῇ δημηγορίᾳ συστέλλων τὸ πλῆθος εἰς μόνους τοὺς Ἰθακησίους. τί γὰρ ἔφη «μητέρι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι;» τὸ γὰρ πολὺ φορτίον τῆς μνηστείας περιῄρηκε συστείλας τὸ πλῆθος εἰς τοὺς ἐνθάδε, τοὺς ὄντας ἐλάχιστον μέρος τοῦ παντὸς πλήθους. φαίη δʼ ἄν τις ἐν Ἰθάκῃ δημηγοροῦντα τὸν Τηλέμαχον τῶν ἐξ Ἰθάκης εἰκότως κατηγορεῖν. ῥηθέντων δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπολογία μᾶλλον ἦν τοῖς πατράσι τῶν Ἰθακησίων, ὅτι οὐχ οἱ ἡμέτεροι μόνον, ἀλλὰ καὶ ἄλλοι, καὶ δεῖ πρότερον ἐκείνους κωλύειν πλείους ὄντας· τοῖς γὰρ πολλοῖς ἀκολουθήσειν καὶ τοὺς ἐλάττους. εἰ γὰρ ἁπλῶς ἔφη «μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,» κοινῶς ἂν κατηγόρησεν ἀλλοδαπῶν καὶ ξένων ἐν ἀλλοτρίοις ἀκροαταῖς. ἡ δὲ ἐπαγωγὴ ἡ «τῶν ἀνδρῶν φίλοι υἷες οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι» ἴδιον τὸ ἀδίκημα ἐποίησεν, ὡς καὶ τῶν ἄλλων τούτοις ἀκολουθησάντων, ὅτι τῶν ἀρίστων ἐν Ἰθάκῃ ἦσαν παῖδες οἱ Ἰθακήσιοι μνηστῆρες. ὡς ἂν οὖν ἡγεμόσιν οἱ ἄλλοι εἵποντο. ἐν πᾶσι γὰρ τὸ ἡγεμονοῦν ὀλιγώτερον τῶν ἀρχομένων, καὶ τῷ ἡγεμονοῦντι, κἂν τὸ ὀλίγιστον ᾖ, πείθεται τὸ ἄλλο πλῆθος εἴς τε τὰς ἐπιθέσεις καὶ τὰς ἀποχὰς τῶν πραττομένων.
οἳ πατρὸς μὲν διαβάλλει τὴν μνηστείαν ὡς πρόφασιν οὖσαν τῆς ἁρπαγῆς τῶν χρημάτων. ἐξὸν γὰρ κατὰ νόμους μνηστεύεσθαι παρανόμως ἡμῖν ἐνοχλοῦσιν. δῆλον ἐκ τούτων ὅτι ὁ Ἰκάριος Ἰθακήσιος ἦν. ἔφη γοῦν «εἰς οἶκον.» εἰ δὲ ἦν ξένος, ἔφη ἂν ποτὶ ἄστυ ἢ πρὸς τὴν γαῖαν. εἰ δὲ ἦν Σπαρτιάτης, πῶς εἰς Σπάρτην ἐλθὼν Τηλέμαχος οὐ συνέτυχεν αὐτῷ; πῶς τε ὁ φιλοδέσποτος Εὔμαιος κατηρᾶτο τῇ δεσποίνῃ λέγων «ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ» Ἰκάριος γὰρ καὶ Τυνδάρεως ἀδελφοὶ, καὶ περιείχετο τῇ κατάρᾳ ἡ Πηνελόπη, ὡς θυγάτηρ ἐκείνου τοῦ Ἰκαρίου. πῶς τε Ἀθηνᾶ ἐν Σπάρτῃ ὄντι τῷ Τηλεμάχῳ φησὶν «ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι» ὡς γὰρ ἐν Ἰθάκῃ οἰκούντων ποιεῖται τὸν λόγον.
ὥς κʼ αὐτὸς γρ. ὅς. ὅς γρ. ὥς. ἑεδνώσαιτο ἕδνα ἐπιδώσει, ἀποπροικίσει, χρήματα δώσει· καὶ κυρίως μὲν ἕδνα ἐστὶ τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ· νῦν δὲ καταχρηστικῶς κεῖται ἡ λέξις ἀντὶ τοῦ χρήματα ἐπιδοίη-
οἱ δʼ εἰς ἡμετέρου ἀπὸ κοινοῦ τὸ πατρός· ἢ ἀντὶ τοῦ εἰς ἡμέτερον Ἀττικῶς, ὡς «ἀλλʼ ἄγʼ, ὀΐστευσον Μενελάου» ἀντὶ τοῦ Μενέλαον. λείπει τοῦ πατρὸς οἶκον.
βοῦς ἱερεύοντες καὶ ὄϊς πάντα πληθυντικῶς λέγει, αὔξων τὴν κατηγορίαν, καίτοι μίαν βοῦν ἔθυον. «ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην»
εἰλαπινάζουσι κατὰ συστροφὰς πίνουσιν, ἐν ἀθροίσματι εὐωχοῦνται, ἑορτάζουσι.
τὰ δὲ τὰ ἐπὶ συντριβῇ ἡμετέρᾳ θελήματα τούτων. τὰ δὲ πολλὰ κατάνεται ταῦτα δὲ πολλὰ ὄντα καταναλίσκεται. κατάνεται τελειοῦται. ἀπὸ τοῦ ἀνύω, ἄνω, ῥῆμα.
οἷος Ὀδυσσεὺς οὐκ ἐσμὲν τοιοῦτοι οἷος ἦν ὁ Ὀδυσσεύς. ἐὰν ἐπιχειρήσωμεν, ὀλοθρευθείημεν ἄν. ἔσκεν ὑπῆρχεν. ἀρὴν ἀπὸ οἴκου ἀμῦναι βλάβην ἀποσοβῆσαι.
ἡμεῖς δʼ οὔ νύ τι ἐλεγχθείημεν ἂν ἀσθενεῖς ὄντες καὶ ἄποροι δυνάμεως καὶ ἐπιχειρήσαντες ἀνελεῖν αὐτοὺς τάχα ἀναιρεθησόμεθα. ἡμεῖς δʼ οὔ νύ τι οὐχ οἷοί τε ἐσμέν. ἀμυνέμεν ὥστε βοηθεῖν. ἦ καὶ ἔπειτα οἱ μὲν γράφουσι περισπωμένως, οἱ δὲ ὀξυτόνως· καλῶς δὲ ἔχουσι καὶ τὰ δύο. ὄντως γὰρ καὶ μετὰ τὸ ἐπιχειρῆσαι.
λευγαλέοι ἀσθενεῖς, ἀδύνατοι, πικροὶ ἑαυτοῖς ὑπάρξομεν. καὶ οὐ δεδαηκότες ἀλκὴν καὶ εἰδότες, μεμαθηκότες, ἐπιστάμεθα τὸν τρόπον τῆς βοηθείας, τῆς δυνάμεως.
οὐ γὰρ ἔτʼ ἀνσχετὰ εὔθετα, καὶ πλεονάζει ἡ ἀνά στέρησις, ἵνʼ ᾖ σχετά. αἰτιᾶται ὁ Ἡρακλείδης καὶ τὸ τῆς Τηλεμάχου δημηγορίας ἀνοικονόμητον. δέον γὰρ, φησὶν, ἀξιοῦν καὶ ἱκετεύειν συνάρασθαι αὐτῷ πρὸς τὴν τῶν μνηστήρων τοῦ οἴκου ἀπαλλαγὴν, ὁ δὲ ἐπιπλήσσει λέγων «οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς οἶκος ἐμὸς διόλωλε.» καὶ τὸ ὅτι, εἰ μὴ πάρεστιν ὁ πατὴρ, ταῦτα πάσχειν ἐπανατεινόμενος, «οὐ γὰρ ἔπʼ ἀνὴρ οἷος Ὀδυσσεὺς ἔσκεν ἀρὴν ἀπὸ οἴκου ἀμῦναι· ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν» καὶ ἔτι πικροτέρου πρὸς τοὺς Ἰθακησίους ὄντος τοῦ λόγου, καὶ τὴν ἀπειλὴν «ἄλλους τʼ αἰδέσθητε» φησὶ «περικτίονας ἀνθρώπους, θεῶν δʼ ὑποδείσατε μῆνιν.» ἀγνοεῖ δὲ ὁ κατήγορος τὴν δύναμιν τῆς δημηγορίας. συμπλέκεται γὰρ βασιλικὸν φρόνημα δεήσει καὶ ἱκεσίᾳ. καὶ ἔστιν οὐχ ἁπλῶς ὁ λόγος ἀτυχοῦντος, ἵνα δέησις ᾖ μόνη, ἀλλὰ βασιλέως ἀτυχοῦντός τε ἅμα καὶ ἀδικουμένου ὑφʼ ὧν ἥκιστα ἐχρῆν· ὁ δὲ λόγος πρὸς τοὺς ἀδικοῦντας. διὸ ἡ μὲν παρρησία τῆς ἐπιπλήξεως βασιλικὴ, ἡ δὲ δέησις — παραμέμικται γὰρ καὶ δέησις — οἰκεία τῷ δυστυχοῦντι, «λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος.»
νεμεσσήθητε μεμπτὸν ἡγήσασθε.
ἄλλους τʼ αἰδέσθητε ἐλέγχει τὸ πλῆθος, ὅτι ἐχρῆν καὶ αὐτὸ τῶν παρʼ αὐτοῦ λόγων πάσχοντος διακωλῦσαι τὰ τολμώμενα. πάντη δὲ προβάλλεται τὸν ἔλεον καὶ τὴν πρὸς τοὺς ἔξω αἰδῶ. ἄμφω γὰρ ταῦτα συνίστησι τὸν βίον, ὡς Ἡσίοδος καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθόνος ἴτην Αἰδὼς καὶ Νέμεσις, τὰ δὲ λείψεται ἄλγεα λυγρὰ θνητοῖς ἀνθρώποις.
περικτίονας γείτονας· ἀπὸ τοῦ πέριξ, τὸ πλησίον, ἤτοι τοὺς περὶ ἐκείνους ὄντας, πλησιαστὰς, πέριξ κατοικοῦντας.
ἀγασσάμενοι ἀπὸ τοῦ ἀγῶ γίνεται ἄγαμαι, ὃ σημαίνει δύο, τὸ θαυμάζω καὶ τὸ μέμφομαι. ὡσαύτως καὶ τὸ θαυμάζω δύο σημαίνει, τὸ κατηγορῶ καὶ τὸ ἐπαινῶ. τινὲς τὸ ἀγασσάμενοι ἀντὶ τοῦ μεμψάμενοι ἐκλαμβάνουσιν. οὐκ ἔστι δὲ, ἀλλὰ σημαίνει τὸ ἐκπλαγέντες, ὡς ἐπὶ τινὶ μεγάλῳ παρανομήματι δηλονότι. ἀγασσάμενοι κακὰ ἔργα θαυμάσαντες τὰ κακὰ ἔργα, τῶν ἀδικούντων τὴν τόλμαν. ἢ νεμεσήσαντες ἐπὶ τοῖς κακῶς πραττομένοις, μὴ μεταβάλωσι τὰ πράγματα.
λίσσομαι ἡμὲν Ζηνὸς ἱκετεύω ὑμᾶς καὶ διὰ τοῦ Διὸς οὐρανόν. λίσσομαι καὶ τοῦτο ἐκ τοῦ καιροῦ. τὴν γὰρ προεστηκυῖαν τῶν ἐκκλησιῶν θεὰν ἐπικαλεῖται. τινὲς δὲ ᾠήθησαν Θέμιδος ἄγαλμα εἰσφέρεσθαι εἰς τὰς ἐκκλησίας. παρατηρητέον δὲ ὅτι καὶ ἐν Ἰλιάδι παρὰ Διὸς ἔχει γέρας τοῦτο Θέμις Θέμιστος Αἰολικῶς, τῆς Θέμιδος.
λύει ἠδὲ καθίζει διαλύει καὶ συνίστασθαι ποιεῖ.
σχέσθε, φίλοι βαρύτης γὰρ ὀνειδίζειν μὲν ἃ πάσχει, ἱκετεύειν δὲ συγχωρεῖσθαι αὐτῷ τὸν πατέρα, ὃν πάντας μὲν ἔδει ποθοῦντας δακρύειν, αὐτὸς δὲ ἐν ἱκετηρίᾳ τίθεται τὸ κἂν μόνῳ αὐτῷ συγχωρηθῆναι τὸ πένθος. καὶ εὐθὺς ἀπολογισμὸς περίδοξος ἐφʼ οἷς δρῶσι παράδοξα, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς δυσμενέων κάκʼ ἔρξεν ἐϋκνήμιδας Ἀχαιούς καὶ ἐχθρὸν τιμωρούμενοι ἐμὲ διʼ ἐκεῖνον ἀμύνεσθε. συμπλέκει δὲ τοὺς Ἰθακησίους τῇ ἀδικίᾳ τῶν μνηστήρων, καίπερ κατʼ ἀρχὰς χωρίσας τοὺς μνηστῆρας ἀπʼ αὐτῶν, κατʼ ἰδίαν τούτων κατηγορῶν, «μητέρι μοι μνηστῆρες ἐπέχραον, τῶν ἀνδρῶν φίλοι μοι υἷες, οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι, οἱ δʼ εἰς ἡμετέρου πωλεύμενοι». ἐκθεὶς γὰρ ταῦτα περὶ ἐκείνων, μετὰ τὴν διήγησιν καὶ ἐπίδειξιν τοῦ ὅτι παῖδές εἰσι τῶν ἐν Ἰθάκῃ ἀρίστων, ἀκόλουθον τὸ τῆς κοινοποιΐας ἐπήγαγε «νεμεσσήθητε καὶ αὐτοὶ, ἄλλους τʼ αἰδέσθητε, θεῶν δʼ ὑποδείσατε μῆνιν, σχέσθε, φίλοι.» τίς οὖν ἡ τούτων ἀδικία; οὐ μόνον ὅτι οὐκ ἀμύνονται τούτους ὀτρύνοντες· πῶς οὖν ὀτρύνουσιν; ὅτι εἰ παῖδας ὄντας αὐτῶν οὐκ ἐπέχουσιν· οὓς γὰρ αὐτός τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος, ἐᾷ πλημμελεῖν, αὐτὸς ἂν εἴη ὁ δοὺς τὴν ἐξουσίαν τῆς ἀδικίας. καὶ πάλιν χωρίσας ἀπʼ αὐτῶν τοὺς μνηστῆρας «ἐμοὶ δέ κε κέρδιον εἴη,» φησὶν, «ὑμᾶς ἐσθέμεναι·» παρʼ ὑμῶν μὲν γὰρ ἔστιν ἀπολαβεῖν, παρὰ δὲ τούτων οὐκέτι. εἶτα πάλιν κοινῇ νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ· τῷ μεταξὺ διαιρεῖν τε καὶ κοινοποιεῖν τὸ ἀδίκημα καὶ παρρησίᾳ κέχρηται βασιλικῇ καὶ δεήσει πάλιν ταπεινὰ πράττοντος, καὶ ποτὲ μὲν τὸ δίκαιον ὑπομιμνήσκει καὶ νέμεσιν, ποτὲ δʼ αὖ καὶ αἰσχύνην τῶν ἄλλων ἀνθρώπων, καὶ τὴν παρὰ θεῶν μῆνιν, καὶ τοὺς πατέρας ὑπομιμνήσκει. διὰ πάντων γοῦν τούτων μικτήν τε ὁμοῦ καὶ ποικιλίας πλήρη ποιήσας τὴν δημηγορίαν δεινοῦ ῥήτορος δυνάμει κεχρημένος φαίνεται. πῶς τοὺς μνηστῆρας φίλους καλεῖ; ἢ ὁ λόγος πρὸς τοὺς Ἰθακησίους, οἷον ἀντίσχεσθέ μου. διὸ καὶ Ἀριστοφάνης γράφει «μή μʼ οἶον ἐάσατε,» ὅ ἐστι καὶ ὑμεῖς συμπενθήσατε. Ἀρίσταρχος δὲ τὴν μὲν γραφὴν οὐκ ἀμείβει, τὸ δὲ οἶον ἀκούει πρὸς τὸ πένθος τοῦ πατρός· ἐπιτρέψατέ μοι μόνον ἐν τῷ πένθει εἶναι, καὶ μὴ ἄλλα ἐπισωρεύετε κακά. ἢ καὶ ἐφʼ ἑαυτοῦ φησιν, ἐμὲ μόνον ἐάσατε σχολάζειν τῷ πένθει καὶ μὴ ἐπιφύεσθε. πάνδεινον γὰρ τὸ μηδὲ πενθεῖν ἐξουσίαν ἔχειν. ἐπιφθόνως λίαν ἐν μέρει χάριτος αἰτεῖται τὴν ἐξουσίαν τοῦ πένθους, ὃν ἔδει πάντας δακρύειν αἰτῶν κἂν μόνος πενθεῖν ἀδεῶς. ἀνάσχετε ἀπὸ τῆς ἀδικίας ταύτης. βοηθήσατε. τὸ γὰρ φίλοι ἀνάρμοστον κατὰ τῶν μνηστήρων, ἵνʼ ᾖ ἀπόσχεσθε. πρὸς τοὺς Ἰθακησίους ὅλους· ἐὰν ὁ πατήρ μου δυσμενέων καὶ ἐχθραινόμενος ὑμῖν ἦν, ἐάσατέ με πάσχειν. τὸ δὲ μή παρέλκον.
δυσμενέων κάκʼ ἔρεζεν ἐκακοποίει. τὸ ἔρεζεν διὰ τοῦ ζ καὶ τὸ δυσμενέων μετοχή. πεφεισμένως δὲ τῷ λόγῳ χρῆται οὐκ ἄντικρυς εὐεργέτην καλῶν τὸν πατέρα.
τῶν μʼ ἀποτινύμενοι ὑπὲρ ὧν καὶ ἕνεκα τούτων με τιμωρούμενοι πράττονται, δυσχεραίνοντες, ἐχθρωδῶς διακείμενοι.
τούτους ὀτρύνοντες οὐχ ὅτι ὤτρυνον αὐτοὺς εἰς τὸ φανερὸν ἐκεῖνοι, τοῦτο ἐγκαλεῖ Τηλέμαχος, ἀλλʼ ὅτι παῖδας ὄντας αὐτῶν τοὺς μνηστῆρας οὐκ ἐπεῖχον. οὓς γάρ τις κωλύειν δυνάμενος, διὰ τὸ εἶναι κύριος αὐτῶν, ἐᾷ πλημμελεῖν, οὗτος ἂν εἴη ἄντικρυς ὁ τὴν τῆς ἀδικίας ἐξουσίαν αὐτοῖς δεδωκώς.
ὑμέας ἀντικειμένου λύσις. τῷ γὰρ «τούτους ὀτρύνοντες» ῥᾴδιον ἀπαντῆσαι ὅτι οὐκ ὀτρύνομεν οὐδὲ κοινωνοῦμεν τῆς εὐωχίας. πολλῷ οὖν, φησὶν, αἱρετώτερον ὑμᾶς ἐσθίειν ἤπερ τοῖς μνηστῆρσιν ἐπιτρέπειν. οἱ γὰρ μὴ ἐνιστάμενοι τῇ βίᾳ τῶν μειρακίων σχεδὸν ἐπιτρέπουσι καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλοῦνται. πρόβασιν τὴν κτῆσιν τῶν τετραπόδων, ἀφʼ ἧς προβαίνει ἡ οὐσία. τὰ κτήματα καὶ τὴν πρόσοδον. περιουσίαν, πρόσοδον, ἀπὸ τοῦ προβαίνειν ἐκ τούτου τὴν οὐσίαν.
ποτιπτυσσοίμεθα προστερνιζοίμεθα, παραβάλοιμεν· ἢ ἀχώριστοι γινοίμεθα φιλοφρονούμενοι καὶ προσπλεκόμενοι. προσλαλοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, παρακαλοῖμεν, προσομιλοῖμεν. προτιπτυσσοίμεθα, φιλοφρόνως ἀπαιτοῖμεν, μετὰ τοῦ ρ. δηλοῖ δὲ τὸ στερνιζοίμεθα, ἢ ἀχώριστοι γενοίμεθα. καὶ ἔδει μὲν ἡμᾶς ὑποστίζειν εἰς αὐτὸ, τὸ δὲ μύθῳ τοῖς ἑξῆς ἀποδιδόναι. ἀλλʼ οὐδέποτε ὁ εἰκοστὸς χρόνος τοῦ ἡρωϊκοῦ στιγμὴν ἐπιδέχεται.
ἀπρήκτους πρὸς ἃς οὐδὲν ἔστι πράξασθαι. ἀπράκτους ὀδύνας, ἢ πρὸς ἃς οὐκ ἔστι τι πρᾶξαι. νῦν δὲ ἐῶντες ἑτέρους φθείρειν ταῦτα ἐμβάλλετέ μοι ὀδύνας. οὐ γὰρ δυνήσομαι καταπρᾶξαι ἐπὶ τῷ ταῦτα ἀναλαβεῖν.
ἀναπρήσας ἀντὶ τοῦ ἀνομβρήσας καὶ δακρύων πλῆθος προέμενος. Ζηνόδοτος δὲ γράφων «δάκρυα θερμὰ χέων» ἐκλέλυκε τὴν μεγαλειότητα τοῦ στίχου. δακρύων πλῆθος προέμενος, ἢ πληρώσας δακρύων τοὺς ὀφθαλμούς. δαιμονίως ἑαυτῷ ἐπιμαρτυρεῖ ὁ ποιητὴς ὅτι πρὸς τὸ οἰκτρότατον προῆκε τὸν λόγον.
ἀκὴν ἔσαν ἥσυχοι ἦσαν σιωπῶντες. οὐδέ τις ἔτλη οὐδεὶς δὲ ἐτόλμα.
Τηλέμαχʼ ὑψαγόρη μεγάλῃ κατηγορίᾳ προδιαβάλλει τὸν λόγον ὡς συκοφάντην καὶ δεινὸν εἰπεῖν ἀποφαίνων τὸν Τηλέμαχον. μένος ἄσχετε ἀκατάσχετε τῇ δυνάμει· εἰρωνικῶς ἀντὶ τοῦ ἀδύνατε.
μῶμον ἀνάψαι περιποιῆσαι, περιθεῖναι ἡμῖν.
μνηστῆρες Ἀχαιῶν γρ. καὶ ἀχέων, ἤγουν τῶν θλίψεων. ἡ ὀξεῖα παρὰ τῷ ποιητῇ ἐκτείνει.
ἀλλὰ φίλη μήτηρ τὸ μὲν πρῶτον ἔγκλημα «μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ» ἑκὼν παρῆκεν· οὐ γὰρ ἦν τοῦτο λῦσαι· ὡς νομίμης δὲ γενομένης τῆς μνηστείας, τὴν ἐξαπατῶσαν αὐτοὺς αἰτίαν φησὶν εἶναι. λέληθε δὲ αὐτῶν ὁμολογῶν τὴν βίαν· ἀπὸ γὰρ τῆς ὑπερθέσεως φανερὰ ἡ τῆς γυναικὸς προαίρεσις. περὶ κέρδεα οὐκ ἀναστρεπτέον τὴν περί· ἔστι γὰρ περίοιδεν.
τάχα δʼ εἶσι τέταρτον ἡ διπλῆ πρὸς τὸ ἑξῆς δοκοῦν ἀσυμφώνως λέγεσθαι «ὣς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος»· διὸ καί τινες μετεποίησαν «ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος·» οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη. τὸ γὰρ τάχα ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ δίεισι καὶ τὸ τέταρτον. τάχα δʼ εἶσι προπερισπαστέον τὸ εἶσι· σημαίνει γὰρ τὸ διελεύσεται, πληρωθήσεται. τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως. κυρίως τὸ τάχα. ἔστι γὰρ τοῦ ἀπεγνωκότος περιγενέσθαι τῆς Πηνελόπης.
ἐξ οὗ ἀτέμβει ἀφʼ οὗ στερίσκει, λυπεῖ, ξηραίνει ἐπιθυμίαν.
πάντας μέν ῥʼ ἔλπει ὑπὲρ τοῦ διαφυγεῖν τὸν παρόντα ἔλεγχον τῆς μητρὸς κατηγορεῖ. ἔλπει ἐλπίζειν ποιεῖ, ἢ ἀντὶ τοῦ ἐλπίδας ὑπισχνεῖται, ὁμολογεῖ.
ἀγγελίας προϊεῖσα ἀπαγγελίας προπέμπουσα.
ἡ δὲ δόλον διόλου σχεδὸν ὁμολογεῖ τὴν βίαν. ἐνὶ φρεσὶ μερμήριξε ἐμφαντικῶς τὸ ὅλον, ὡς καὶ τὰ πρῶτα δολίως ἀπατώσης αὐτούς.
μέγαν ἱστὸν ἐνὶ μεγάροισιν οὐ ποιητικῶς κόσμου χάριν προσέρριπται τὸ μέγαν, ἀλλὰ πρὸς τὸ πολυχρόνιον τῆς τοῦ ἔργου κατασκευῆς. καὶ τὸ ἄφαρ νῦν ἀντὶ τοῦ ἐξαίφνης.
λεπτὸν καὶ περίμετρον ὁ λεπτοϋφὴς καὶ ὑπέρμετρος, εἰκότως, ἵνα δυστήρητον ἔχῃ τὴν τοῦ ἔργου προκοπήν. Ἄλλως. πολὺν, μέγαν, περισσὸν μέτρον ἔχοντα.
κοῦροι διὰ τὸ κοῦροι ὀνειδίζει αὐτοὺς, ὡς οὐ δέον ταύτην τὴν ἡλικίαν τὴν μὴ προσήκουσαν μνᾶσθαι. Ἄλλως. Διονύσιος ὁ Θρᾷξ ἰδίᾳ μὲν τὸ κοῦροι, ἰδίᾳ δὲ τὸ «ἐμοὶ μνηστῆρες» διαστέλλει. καὶ ἡμῖν δὲ οὕτω δοκεῖ, ἵνʼ ᾖ, ὦ νέοι, ἐμοὶ μνηστῆρες. Δημήτριος δὲ ὁ Ἰξίων μετὰ τὴν ἀντωνυμίαν ἔστιξεν, ἵνα, φησὶ, τὸ ἀπρεπὲς αὐτῶν ὀνειδίζηται. ἐπεὶ θάνε τὸ μὴ διηγήσασθαι τὴν ἀπάτην, ἀλλὰ καὶ τὰς φωνὰς αὐτὰς θεῖναι ἐξ ὧν ἠπάτησεν, φαντασίαν ἔχει τῆς ἀληθείας.
μίμνετʼ τὸ ἑξῆς, μίμνετε εἰσόκε φᾶρος ἐκτελέσω Λαέρτῃ ἥρωϊ ταφήϊον. τὸ δὲ «μή μοι μεταμώλια νήματʼ ὄληται» διὰ μέσου. φησὶ δὲ μὴ ἐξεῖναι μνηστεύεσθαι ἱστοῦ ἑστῶτος. φᾶρος ἱμάτιον.
μεταμάνια γρ. μεταμώλια ἢ μεταμώνια. μεταμώνια μή πώς μοι ἠμελημένα.
Λαέρτῃ ἥρωϊ ἔμφυτόν πώς ἐστι ταῖς γυναιξὶ πρὸς τοὺς γονεῖς τῶν ἀνδρῶν ἀπεχθῶς ἔχειν. δείκνυσιν οὖν λεληθότως τὴν πρὸς Ὀδυσσέα φιλοστοργίαν, ὃς ταυτὸ παρῄνει μεμνῆσθαι πατρὸς καὶ μητρός.
μοῖρʼ ὀλοὴ καθέλῃσι μερὶς ὀλεθρία καταλάβῃ. τανηλεγέος θανάτοιο μακροχρονίου, ἐκ τοῦ λέγω τὸ κοιμῶμαι. τοῦ μακρὰν ἀφροντισίαν παρέχοντος. ἢ τοῦ μακροκοιμήτου, ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ λέγω τὸ κοιμῶμαι.
κτεατίσσας προικοδοτήσας.
ἄτερ σπείρου ὡς ἀξίου ἱματίου σπανίζοντος· οὐ γὰρ παντελῶς ἐσπάνιζε. γίνεται δὲ ἀπὸ τοῦ ἐνσπείρεσθαι καὶ ἐγκεῖσθαι τοῖς μέλεσιν, ὡς Ὅμηρος ἁπανταχοῦ φησιν.
ἀγήνωρ ὁ ἄγαν ἀνδρεῖος.
ἠματίη διʼ ὅλης τῆς ἡμέρας.
νύκτας γρ. νύκτωρ. ἀλλύεσκεν ἀνέλυεν. δαΐδας παραθεῖτο δᾷδας, φῶτα παρατιθέμενος.
τρίετες ὁ μὲν χρόνος βαρέως, τὸ δὲ μετεσχηκὸς τοῦ χρόνου ὀξυτόνως. τρίετες προπαροξυτόνως.
ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος πῶς οὖν ἄνωθεν ἔλεγεν «τάχα δʼ εἶσι τέταρτον»; ταῦτα δὲ πρὸς τὰ μικρῷ πρόσθεν εἰρημένα περὶ τῆς ἀσυμφωνίας. εἶπε γὰρ ἔμπροσθεν «ἤδη γὰρ τρίτον ἐστίν·» διὸ καί τινες μετεποίησαν «ὣς δίετες μὲν ἔληθε δόλῳ· ἀλλʼ ὅτε δὴ τρίτον ἦλθεν ἔτος.» οὐδὲν δὲ ἐναντίον ἔχει τὰ ἔπη. τὸ γὰρ τάχα ἐκεῖ ἀντὶ τοῦ ταχέως, τὸ δὲ εἶσιν ἀντὶ τοῦ διέρχεται καὶ τὸ τέταρτον. καὶ ἐπήλυθον ὧραι αἱ ὧραι τοῦ τετάρτου ἔτους. πῶς οὖν ἔμπροσθεν ἔλεγε «τάχα δʼ εἶσι τέταρτον»; οἷον τελειωθήσεται.
καὶ τότε δή ... προοικονομία εἰς τὰ ἑξῆς, ἵνα καὶ τὴν τῶν θεραπαινῶν ἀναίρεσιν ἑτοίμως παραδεξώμεθα.
ὧδε τὸ ὧδε ἀντὶ τοῦ οὕτως· τὸ δὲ ὑποκρίνονται ἀντὶ τοῦ ἀποκρίνονται.
τῷ ὅτεῳ περὶ τῆς γνώμης Ἰκαρίου δεδήλωται καὶ ἐν ἄλλοις «ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι.» ὅτεῳ ὡς Πηνέλεῳ. τὸ γὰρ τῷ μετὰ τὸ γενέσθαι ὅτῳ διῃρέθη, ὡς τὸ ὅτου ὅτεο, καὶ ἐν πλεονασμῷ τοῦ τ «εἰρήσεται ὅττεό σε χρή» καὶ ἁνδάνει καὶ ἀρέσκει.
εἰ δʼ ἔτʼ ἀνιήσει γράφεται καὶ, εἰ δέ τʼ ἀνίησιν, ἀντὶ τοῦ ἀναπείθει ἢ λυπεῖ. εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν. οὕτως τὸ ἑξῆς. τὰ δὲ λοιπὰ διὰ μέσου. δυνατὸν δὲ καὶ Ὁμηρικῷ ἔθει αὐτὸ ἀπολύσασθαι. εἴωθε γὰρ ὁ ποιητὴς τῷ εἰ μηδὲν ἀνταποδιδόναι, οἷον «ἀλλʼ εἰ μὲν δώσουσι γέρας»
τὰ φρονέουσʼ ἀνὰ θυμὸν ταῦτα λογιζομένη κατὰ τὴν ψυχήν. ἅ οἱ τινὲς, ὅ οἱ αὐτῇ.
κέρδεα τὰ πανουργεύματα, οὐχ ὡς ἡμεῖς τὴν φιλοχρηματίαν. ἀπὸ κοινοῦ δὲ τὸ ἐπίστασθαι.
τάων αἳ πάρος ἦσαν ἐπανέλαβε τὸν λόγον, ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο. «τάων,» ἐκείνων τῶν γυναικῶν. αἳ πάρος ἦσαν πρὸ ἡμῶν ὑπῆρχον. ἐϋπλοκάμιδες Ἀχαιαὶ εὔκομοι θυγατέρες τῶν Ἑλλήνων.
Τυρὼ Σαλμωνέως θυγάτηρ. ἔσχε δὲ παῖδας ἐκ Ποσειδῶνος Νηλέα καὶ Πελίαν. Ἀλκμήνη Ἠλεκτρύωνος θυγάτηρ. Μυκήνη Ἰνάχου θυγάτηρ καὶ Μελίας τῆς Ὠκεανοῦ, ἧς καὶ Ἀρέστορος Ἄργος, ὡς ἐν τῷ Κύκλῳ φέρεται. ἐϋπλόκαμος γρ. ἐϋστέφανος. εὐστέφανος καλὴν στεφάνην ἔχουσα. στεφάνη δὲ κόσμος γυναικεῖος.
ὁμοῖα πικρῶς καθαψάμενος τῆς Πηνελόπης διαχέαι αὐτὴν βούλεται τοῖς ἐγκωμίοις. ἅμα δὲ καὶ τὴν μνηστείαν εὔλογόν φησι περὶ ἐναρέτου γυναικὸς γινομένην.
τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε τοῦτο δὲ οὐ πρεπόντως οὐδὲ προσηκόντως ἐβουλεύσατο. ᾔδη πάντα μὲν ἠπίστατο, τοῦτο δὲ μόνον ἠγνόει, ὅτι μέλλομεν κατεσθίειν τὸν σὸν οἶκον.
τόφρα ἐπὶ τοσοῦτον. μέχρι τοσούτου. Ἀριστοφάνης, τε τεὸ ἤοι μνηστῆρες ἔδονται. Ἀριστοφάνης, βίοτός τε τεὸς ἢ οἱ μνηστῆρες ἔδονται.
ὄφρα κε κείνη καὶ μὴν προτρέπεται ὁ λόγος ἐπὶ πλέον σωφρονεῖν τὴν Πηνελόπην. ἀλλʼ οὐχ οὗτος ὁ νοῦς, ἀλλʼ ἐρεθίζει τὸν Τηλέμαχον ἀπώσασθαι τὴν μητέρα, εἰ διὰ τὸ ἰδίᾳ συμφέρον παρορᾷ τὰ τοῦ Τηλεμάχου. ὅντινά οἱ νῦν κατʼ εἰρωνείαν τοῦτο λέγει.
ποιεῖται ἀντὶ τοῦ γίνεται. περιποιεῖται. ποθὴν ἐπιθυμίαν.
ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα τοῦτο πρὸς κακοῦ τοῖς μνηστῆρσιν. ἐξὸν σωθῆναι ἄλλην τραπομένους ὅμως πάνυ ὁμοῦ εὑρεθέντες πανωλεθρίαν ἔπαθον. καὶ εἴη ἂν ὁ τελευταῖος οὗτος τοῦ Ἀντινόου λόγος ὡς οἷά τις κατὰ τῶν μνηστήρων προεκθετικὴ ἀναφώνησις.
δόμων ἀέκουσαν ἀπῶσαι καὶ οὗτος τεχνικῶς ἄγαν τὴν ἀντίρρησιν ποιεῖται. περὶ γὰρ τῆς ἀπάτης καὶ τῆς ὑποσχέσεως σιωπᾷ. παρατηρήσας δὲ ὅπη μάλιστα ἀπερυθριάσει Ἀντίνοος πρὸς τοῦτο τὴν ἀντίρρησιν ποιεῖται. ἔστι γὰρ πρόσφορον ἐν πλήθει τὸν ὑπὲρ τῆς φύσεως λόγον ἀντικαταστῆσαι. ὅρα δὲ καὶ τὴν ὑπαλλαγὴν τοῦ ῥήματος· ὁ μὲν γὰρ ψιλῶς εἶπεν ἀπόπεμψον, ὁ δὲ οὐκ ἄν φησιν ἀπώσασθαι. καὶ ὁ μὲν μητέρα, ὁ δὲ, ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε. καὶ ἐπὶ τούτοις τὸ μῦθον ἐνίψω.
ἥ μʼ ἔτεχʼ διὰ τῶν ῥημάτων ἔδειξε τοὺς ἐν τῷ τίκτειν καὶ προσφέρειν κινδύνους. ἔστι δὲ κινητικὰ ταῦτα. ἐν γὰρ πρεσβυτέροις καὶ γονεῦσιν ὁ λόγος.
κακὸν δέ με πόλλʼ ἀποτίνειν καὶ στικτέον. λέγει γὰρ ὅτι κακόν ἐστι πολλοῖς ὑπέχειν τιμωρίαν ἀποπέμψαντι τὴν θυγατέρα τῷ Ἰκαρίῳ.
Ἰκαρίῳ κατʼ ἔνια τῶν ὑπομνημάτων ἡ τούτων ἐξήγησις ἡμάρτηται. φασὶ γὰρ, ἔθος ἦν, εἴ τις ἑκὼν ἐξ οἴκου γυναῖκα ἀπέπεμψε, χρήματα ἀποτίνειν τοῖς ταύτης συγγενέσι καὶ τῷ πατρί. φησὶν οὖν ὅτι κακόν ἐστι καὶ οἷον ἀλυσιτελὲς ἐὰν ἐκδιώξω τῶν οἴκων τὴν μητέρα· πολλὰ γὰρ ἀποτίσω τῷ Ἰκαρίῳ. ἄμεινον δὲ οὕτω διαστέλλειν, κακὸν δέ με πόλλʼ ἀποτίνειν. καὶ οὐ περὶ χρημάτων φησὶν, ἀλλὰ περὶ τῶν ἐπαγομένων. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων δώσει. εἶτα καθʼ ὑπερβατὸν, αἴκʼ αὐτὸς ἑκὼν Ἰκαρίῳ ἀποπέμψω τὴν μητέρα. ἐπεὶ εἰ περὶ χρημάτων ἔλεγε, σμικρολόγος ἂν ἐφαίνετο. ἑκών γρ. ἐγών.
ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι εἰ ἐπανέλθοι ὁ Ὀδυσσεύς. οὐ γὰρ ἀπεγνώκει αὐτὸν παντελῶς. τινὲς δὲ, ἐκ γὰρ τοῦ πατρὸς, τοῦ αὐτῆς πατρός· καὶ στίζουσι τῷ Ἰκαρίῳ. τοῦ πατρὸς τὸ δὲ τοῦ πατρός οὐ περὶ Τυνδάρεω, ἀλλὰ περὶ Ὀδυσσέως· οὐ γὰρ ἀπεγνώκει αὐτὸν, ἐπειδή φησιν «ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν». ἄλλως τε κατὰ Καλλίμαχον «χαλεπὴ μῆνις ἐπιχθονίων.» διὸ Ἀρίσταρχος ἀθετεῖ τὸν «ἔσσεται, ὡς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.» περισσὸς γάρ ἐστι πρὸς ταύτην τὴν ἀπόδοσιν.
ἀρήσετʼ Ἐριννῦς ἐπικαλέσεται.
ἔσσεται ἀθετεῖται μὲν ὑπὸ Ἀριστάρχου, στικτέον δὲ ὅμως μετὰ τὸ ἔσσεται, ἵνα τὸ ὥς κέηται ἀντὶ τοῦ οὕτως. ἐγώ ποτε μῦθον ἐνίψω μετὰ ἀπειλῆς ἐπιπλήξω, λοιδορήσω. εἴπω μετὰ ἐπιπλήξεως. ἐνιπὴ ἡ ἐπίπληξις.
ἔξιτε ἐξέλθετε, ἐξέρχεσθε. δαῖτας ἀπὸ τοῦ δαῖς δαιτός προπερισπωμένως, εἴτε ἀπὸ τοῦ δαίτη δαίτης παροξυτόνως.
ὑμὰ κτήματα τὴν ὑμετέραν κτῆσιν. ἀμειβόμενοι ἐξ ἀμοιβῆς εἰς ἑνὸς ἑκάστου οἶκον πορευόμενοι. ἐναλλάσσονται κατὰ διαδοχήν.
νήποινον ἀνεκδίκητον.
κείρετʼ φθείρετε. ἐπιβώσομαι ἐπιβοήσομαι, ἐπικαλέσομαι, ὡς τὸ ὀγδώκοντα τὰ ὀγδοήκοντα. ἐπικαλέσω. ἐπὶ κατάρας καὶ εὐχὰς τραπόμενος πρὸς τὰ ἑξῆς εὐκαταφρόνητος ἔσται πρὸς ἐπιβουλάς. αἰὲν ἐόντας ἐπὶ τὸ ἐόντας στικτέον. ἡ γὰρ ἑξῆς περίοδος καθʼ αὑτήν ἐστιν· αἴκε Ζεὺς δῷσι, νήποινοί κεν ἔπειτα.
αἴ κε ἢ ἀντὶ τοῦ εἴθε ἢ ἀντὶ τοῦ ἐάν. αἴκε ποτὲ Ζεὺς δῷσι γρ. ποθί. παλίντιτα παλιντιμώρητα.
νήποινοί κεν ἔπειτα ἀνεκδίκητοι τὸ μετέπειτα.
τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς ἡ μὲν ἐξ ὄρους ἄφιξις τὴν ἐξ ἀγρῶν ἐπάνοδον Ὀδυσσέως καὶ τοῦ παιδὸς σημαίνει· καὶ ἡ μὲν ἐν ἀρχῇ ἠρεμαία πτῆσις τὴν μετὰ ἡσυχίας κάθοδον· ὁ δὲ κατὰ τὴν ἀγορὰν αὐτῶν θόρυβος τὴν κατὰ τὴν πόλιν γενομένην ταραχήν· ὁ δὲ τιναγμὸς τῶν πτερῶν τὴν ἀποβολὴν καὶ ἐλάττωσιν τῶν κρειττόνων· τὸ δὲ καταδρύψαι τὰς παρειὰς τὸν τῶν μνηστήρων ἐσήμανε φόνον. διὰ δὲ τὸ ἀνατολικοὺς ὁρμῆσαι, ὅτι οἱ μὲν δύο νικήσουσιν, οἱ δὲ μνηστῆρες ἐν ζόφῳ γενήσονται. τὼ δʼ αἰετὼ τινὲς τὸ τώ περισπῶσιν ἐπὶ τοῦ Τηλεμάχου ἀκούοντες.
ὑψόθεν ἐκ κορυφῆς ἐξ ὕψους, ἐκ τοῦ ἀνωτέρου μέρους. προέηκε ἔπεμψε.
τὼ δʼ εἵως καὶ οὕτω οἱ δύο ἀετοί. τὸ εἵως ἀντὶ τοῦ τέως· διὸ οὐδὲ ὑποστιγμὴν ἀποτελεῖ, ἀλλὰ στιγμὴν τῷ «πτερύγεσσιν.» τὼ δʼ εἵως μέν οἱ ἀετοὶ σημαντικοὶ δεξιῶν ἤτοι ἀγαθῶν. δεξιὰ γὰρ τὰ ἀγαθὰ οἶδεν Ὅμηρος. ἀετὸς δὲ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθές. μετὰ πνοιῇς ἀνέμοιο ὡς ἡσυχῇ τὸ ἔργον τὰ πρῶτα διαχειριζόμενοι.
πλησίω ἀλλήλοισιν ἐπεὶ οὐκ ἀποστατοῦσιν ἀλλήλων ταῖς βουλαῖς. τιταινομένω ἐξέτεινον. πτερύγεσσιν Ἀττικὸν ἰδίωμα.
ἀλλʼ ὅτε δὴ μέσην ἀγορὴν ἀλλʼ ὁπόταν μέσον τοῦ ἀθροίσματος, ἐν ᾧ πολλαὶ φῆμαί εἰσι, παρεγένοντο. πολύφημον ἐν ᾗ πολλαὶ φῆμαί εἰσιν, ἐν ᾗ πολλαὶ κληδόνες εἰσὶν, ἥτις πολλὰς φήμας περὶ τοῦ Ὀδυσσέως ἔχει. ἢ τὴν πολλὴν εὐφημίαν ἐν τοῖς λόγοις ἔχουσαν.
ἔνθʼ ἐπιδινηθέντες ἐκεῖσε δὲ ἐνταῦθα συστραφέντες ἐν τῷ καταράσσειν τὰ συνεχῆ αὐτῶν πτερά.
ἐς δʼ ἱκέτην ἀφίκοντο. ὄσσοντο δʼ ὄλεθρον προεμαντεύοντο, προεδήλουν αὐτοῖς ἀπώλειαν. ὄσσοντο ἐν τῇ Ῥιανοῦ, ἔσσατο, ἀντὶ τοῦ ὄσσαν καὶ κληδόνα ἐποίουν.
δρυψαμένω δʼ ὀνύχεσσι κατασπαράξαντες, ἀποξύσαντες δὲ τοῖς ὄνυξι καὶ τοὺς αὐχένας.
δεξιὼ ἤϊξαν ἀνατολικοί. δεξιὰ γὰρ τὰ ἀνατολικὰ λέγει ὁ Ὅμηρος· «εἴτʼ ἐπιδέξιʼ ἴωσι πρὸς ἠώ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ ποτὶ ζόφον ἠερόεντα.» αὐτῶν Ἀριστοφάνης οὕτως γράφει, ἀντὶ τοῦ ὥσπερ ἦλθον καὶ ἀπέστησαν. καὶ πόλιν αὐτῶν πόλιν πλάττει ἰδίαν τοῖς ἀετοῖς ὁ Ὅμηρος. εἴποι δʼ ἄν τις καὶ πόλιν αὐτῶν τὰς τῶν ὀρῶν κορυφάς.
ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅπερ τελέεσθαι ἔμελλον οἱ γὰρ κακοὶ τὰς πράξεις κακὰς καὶ τὰς ἐλπίδας ἔχουσι. τὰ δὲ τοιαῦτα τῶν σημείων τοῖς μὲν ἀγαθοῖς τὸ θαρρεῖν, τοῖς δὲ πονηροῖς ἀποτροπὴν ποιεῖ τῶν τετολμημένων. τὸ δὲ ὥρμηναν σημαίνει τὸ διενόησαν, διελογίζοντο. τὸ δὲ ἅπερ ἀντὶ τοῦ καθάπερ. ἔμελλον διὰ τοῦ ο· τοῦτο γὰρ Ὁμήρῳ σύνηθες.
Ἀλιθέρσης τὸ Ἀλιθέρσης ψιλωτέον, εἰ καὶ παρὰ τὸ ἅλς ἐγένετο, εἰς ἰδιότητα τοῦ ὀνόματος. ὁ διάπυρος ἐν τῇ ἁλί. μαρτυρεῖ δὲ αὐτῷ καὶ χρόνον καὶ φύσιν εἰς ἔπαινον.
Μαστορίδης ὁ τοῦ Μάστορος υἱός. ὁμηλικίην ἐκέκαστο ἐκ τῶν ὁμηλίκων ἐκεκόσμητο.
ὄρνιθας γνῶναι διὰ τῶν ὀρνίθων ἐπιγνῶναι. ἐναίσιμα μαντευτικὰ, τὰ ὑπὸ τῆς αἴσης πεπρωμένα, τὰ καθήκοντα μαντεύσασθαι.
ὅ σφιν ἐϋφρονέων τὸ ὅ προκαταρκτικόν ἐστιν ἀντὶ τοῦ ὑποτακτικοῦ. ὅστις ἐν αὐτοῖς καλῶς ἐδημηγόρησε καὶ τὸ μετὰ ταῦτα εἶπε.
ὅττι κεν εἴπω ὅπερ ἂν εἴπω καὶ λέξω.
πιφαυσκόμενος προμηνύων, προλέγων, διαβεβαιούμενος.
τοῖσι γὰρ μέγα πῆμα κυλίνδεται τούτοις μεγίστη βλάβη ἐπέρχεται.
δὴν ἀπάνευθε φίλων ἐπὶ πολὺν χρόνον χωρὶς ἰδίων.
ἐγγὺς ἐὼν ἀλλὰ μὴν ἐν Ὠγυγίᾳ ἐστὶν, ὥστε οὐκ ἐγγύς ἐστιν. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὸ γὰρ ἐγγύς καὶ ἐπὶ χρόνου καὶ ἐπὶ τόπου τάσσεται· νῦν οὖν ἐπὶ χρόνου παρείληπται. τὸ ἐγγὺς οὐ τοπικῶς νῦν, ἀλλὰ χρονικῶς. ἐν Ὠγυγίᾳ γὰρ ἦν. τοίσδεσσι φόνον καὶ κῆρα φυτεύει τούτοις τὸν διὰ τοῦ φόνου θάνατον κατασκευάζει.
πολέσιν πολλοῖς τοῖς πατράσι τῶν Ἑλλήνων δηλονότι, ἤτοι τῶν μνηστήρων.
Ἰθάκην εὐδείελον τὴν εὖ πρὸς δείλην κειμένην· ἢ εὔσημον, εὐπεριόριστον· τοιαῦται γὰρ αἱ νῆσοι ὡς πρὸς σύγκρισιν τῶν ἠπείρων τῷ ὕδατι περιγραφόμεναι· ἢ τὴν λαμπρὰν, ἀπὸ τοῦ εὖ καὶ τοῦ ἕλη, ἡ θερμασία. τὴν πρὸς δυτικὸν μέρος εὖ ἔχουσαν. ἀναλογεῖ γὰρ τὸ ἀνατολικὸν καὶ ἑῷον μέρος τοῦ κόσμου τῇ πρωΐᾳ τῆς ἡμέρας, τὸ δὲ δυτικὸν καὶ ἑσπερινὸν τῇ δείλῃ καὶ ἑσπέρᾳ. ἢ εὐδείελον τὴν εὖ ἔχουσαν τοῦ ἀέρος κατὰ τὴν δείλην μᾶλλον τῆς ἡμέρας ἢ τὴν πρωΐαν. ἢ εὐδείελον τὴν πρὸς τὸ δυτικὸν μέρος κειμένην, παρὰ τὸ ἐνδεῆ εἶναι τῆς ἕλης ἤτοι τῆς θέρμης. εὐπεριόριστον ἢ εὔδηλον καὶ φανερὰν, καθὸ νῆσός ἐστιν. πᾶσαι δὲ αἱ νῆσοι συγκρινόμεναι ἠπείροις εὐδηλότερα ἔχουσι τὰ ὅρια. ἢ τὴν πρὸς δύσιν καὶ δείλην κειμένην — δείλη γὰρ ἡ δύσις —, τουτέστιν ἑσπερίαν.
καὶ γάρ σφιν καὶ γὰρ λώϊον αὐτοῖς ἐστι τὸ ἄφαρ παύσασθαι. λωΐτερον γρ. λώϊον.
ἀπείρητος ἄπειρος καὶ ἀμαθής. μαντεύσομαι αἱ χαριέστεραι μαντεύομαι, ὡς συνεχῶς, ἤγουν ἄπειρος αὐτὸς μαντεύομαι. προλέξω.
ὥς οἱ ἐμυθεόμην συναπτέον ἕως τοῦ «πολύμητις Ὀδυσσεύς.» δύναται δέ τις καὶ ἐπὶ τὸ ἐμυθεόμην στίζειν, τοῖς ἄνω αὐτὸ ἀποδιδοὺς, καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν «ὅτε Ἴλιον ἐσανέβαινον,» ἵνα ὑποστίζωμεν μετὰ τὸ Ἀργεῖοι καὶ Ὀδυσσεὺς, ἡ δὲ ἀπόδοσις, φῆν κακὰ πολλά.
εἰ δʼ ἄγε τὸ εἴα καὶ ἄγε καὶ φέρε ἐπιρρήματα παρακελευσματικά. τὸ εἰ ἀντὶ τοῦ εἴα.
ἀμείνων γράφεται, ἀμείνω, χωρὶς τοῦ ν, ὅπερ καὶ κάλλιον.
φοιτῶσʼ τινὲς πωτῶντʼ. ἀκυρότερον γὰρ ἐπὶ ὀρνίθων τὸ φοιτᾶν. οὐδέ τε πάντες ἐναίσιμοι μαντικοὶ, τὸ εἱμαρμένον σημαίνοντες· τοῦτο γὰρ τὸ ἐναίσιμοι. ὁ δὲ τε σύνδεσμος περισσός. ἐν δὲ τοῖς εἰκαιοτέροις γράφεται οὐδέ τι.
ὤλετο τῆλʼ τὸ τῆλε σημαίνει καὶ τὴν ἐν τόπῳ σχέσιν, ὥσπερ νῦν, καὶ τὴν ἐκ τόπου «τῆλʼ ἐξ Ἀσκανίης» καὶ τὴν εἰς τόπον «τῆλέ με εἴργουσι ψυχαί» ὡς καὶ σὺ τὸ ὡς ἀναφορικόν ἐστι, καὶ συναπτέον αὐτὸ τοῖς ἐπάνω. ἢ ἀντὶ τοῦ εἴθε, καὶ ἀπὸ ἄλλης ἀρχῆς αὐτὸ ἀναγνωστέον.
θεοπροπέων ἐκ θεῶν μαντευόμενος. κατʼ εἰρωνείαν τοῦτο.
ὧδʼ ἀνιείης ἀπὸ τοῦ ἀνίημι, ὡς τιθείης. κυνηγετικὴ ἡ λέξις, ὅτε τις κύνα τοῦ δεσμοῦ ἀνεὶς ἀφήσει κατὰ θηρός. ἀνέπειθες, διήγειρες. ἡ μεταφορὰ τῆς λέξεως εἴληπται ἀπὸ τῶν κυνηγετῶν τοὺς ἱμάντας ἀφιέντων τοῖς κυσί. ἀνιείης δασυντέον. ἔστι γὰρ ἀντὶ τοῦ ἀναπείθοις, ἀπὸ μεταφορᾶς τῶν κυνηγῶν τῶν ἐφιέντων τοὺς ἱμάντας τοῖς κυσί. ψιλοῖ δὲ Ἑλλάνικος παρὰ τὴν ἀνίαν ἐκδεχόμενος τὸ λυποίης. εἰ δὲ τοῦτο, ἐχρῆν γράφειν ἀνιῴης. τοιαύτη γὰρ ἡ δευτέρα συζυγία.
ποτιδέγμενος προσδεχόμενος. πόρῃσιν παράσχῃ.
παρφάμενος παραπείσας, παραλογισάμενος, συμβουλεύσας· ἐκ τοῦ παραινῶ καὶ τοῦ φημί, ἀπὸ τῆς παρά προθέσεως καὶ τοῦ αἶνος, ὁ λόγος. παραπείσας, ἀπατῶν.
ἀνιηρέστερον λυπηρότερον. Ἀττικὸν, ὡς τὸ πτωχέστερον.
θωὴν ἐπιθήσομεν ζημίαν, ἤγουν θάνατον ἐμβαλοῦμεν. σοὶ δὲ, γέρον, θωὴν ἐπιθήσομεν ἤτοι ἐπιβαλοῦμεν θωὴν, τουτέστι ζημίαν, ἥντινα τίνων, τουτέστιν ἀποτίνων καὶ ἀποδιδοὺς, ἀσχαλεῖς ἤτοι δυσχερανεῖς. γρ. ἐπιθήσομαι.
μητέρα ἣν ἐς πατρὸς—οἱ δὲ γάμον τεύξουσι τὸ σχῆμα περιττὸν, ἀπότομον. μητέρα ἣν ἐς πατρὸς ἡδέως τῷ σχήματι ἐχρήσατο· εἰπὼν γὰρ, «ἐς πατρός» μετέβη εἰς πληθυντικὸν «οἱ δὲ γάμον τεύξουσι,» δηλονότι οἱ μνηστῆρες, καὶ εὐτρεπίσουσιν ἔεδνα ὅσα δεῖ ἐπὶ τῇ τοιαύτῃ παιδὶ δίδοσθαι παρὰ τῶν γαμούντων. κειμήλια δὲ τὰ παρὰ τοῦ πατρὸς τῆς νύμφης διδόμενα, ἤγουν τὰ ἐξώπροικα.
οἱ δὲ γάμον οὗτοι οἱ μνηστῆρες, οἱ ἐν τῷ δώματι τοῦ πατρός. ἀρτυνέουσιν ἑτοιμάσουσιν. ἔεδνα τὰ παρὰ τοῦ νυμφίου, γαμήλια δὲ τὰ παρὰ τοῦ πατρὸς τῆς νύμφης διδόμενα.
πολλὰ μάλʼ ὅσσα ἔοικε φίλης πλεῖστα πάνυ ὁπόσα καὶ ἅ ἐστι προσφιλεστάτῃ παιδὶ δίδοσθαι.
μνηστύος ἀργαλέης ἔξωθεν ληπτέον, πρὸ τοῦ γῆμαι τὴν σὴν μητέρα. ἐπεὶ οὔτινα δείδιμεν προειπὼν «ἐπεὶ οὔτινα δείδιμεν ἔμπης,» οὔτε Τηλέμαχον οὔτε τὸν μάντιν οὐκέτι ἐπήγαγεν οὔτε ἄλλον τινὰ, καίτοι ὁ λόγος ἀπῄτει, ἀλλʼ ἣν εἶχεν ἀπέχθειαν πρὸς τὸ πλῆθος.
εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν ἕνεκα τῶν ἀρετῶν αὐτῆς ἐρίζομεν. τὰ κοσμοῦντα αὐτὴν πάντως λέγει. εἵνεκα τῆς ἀρετῆς ὁ Ἀρίσταρχος λείπειν φησὶ τὸ ἄρθρον, ἵνʼ ᾖ, εἵνεκα τῆς ταύτης ἀρετῆς· Ἰακὸν δὲ τὸ ἔθος εἶναι. Ἀριστοφάνης δὲ ὑπώπτευε τὸν στίχον, νεωτερικὸν λέγων ὄνομα τὸ τῆς ἀρετῆς. πιθανὸν δὲ συναθετεῖν αὐτῷ καὶ τὸν πρὸ αὐτοῦ καὶ τὸν μετʼ αὐτόν.
ἐπιεικὲς ὀπυιέμεν πρέπει μνηστεύεσθαι, γαμεῖν.
ἀγαυοὶ γρ. ἀγανοί. οἱ δὲ, Ἀχαιοί.
ταῦτα μὲν λείπει ἡ εἰς πρόθεσις, ἵνʼ ᾖ εἰς ταῦτα. παροξυτόνως δὲ ὑμέας ἀντωνυμία. ἔστι γὰρ ἀντιδιασταλτική. ταῦτα μὲν οὐχ ὑμέας περὶ τούτων οὐκέτι ὑμᾶς λιτανεύσω οὐδὲ δημηγορήσω.
ἀλλʼ ἄγε μοι δότε τὴν ὑπόνοιαν ἀποτριβόμενος αἰτεῖται παρὰ τῶν μνηστήρων τὰ πρὸς τὴν πορείαν. πῶς γὰρ ἐδύνατο σκευωρεῖν κατʼ αὐτῶν πολίτας ὀπαδοὺς ἔχων;
διαπρήσσωσι κέλευθον τὸ πρήσσω, τὸ περῶ, γίνεται ἀπὸ τοῦ περάω περῶ, ὁ μέλλων περάσω καὶ κατὰ συγκοπὴν πράσω, καὶ πρήσω τροπῇ τοῦ α εἰς η. ἐπεὶ δὲ ὁ μέλλων θεματοποιεῖται προσλαμβάνει καὶ ἕτερον σ πρὸς ἀντιδιαστολὴν τοῦ ἀφʼ οὗ γέγονε μέλλοντος.
εἶμι γὰρ εἰς Σπάρτην πορεύσομαι εἰς τὴν Σπάρτην. ἠμαθόεντα ὡς τὸ «ὀλοόεντος ἐχίδνης,» ἀντὶ τοῦ ὀλοοέσσης.
νόστον πευσόμενος τὴν ὑποστροφὴν ἀκουσόμενος τοῦ πατρὸς τοῦ ἐπὶ πολὺν χρόνον.
ἤν τίς μοι εἴπῃσι βροτῶν λείπει τὸ ἰδών. ὄσσαν θείαν φήμην, ἢ ἀπὸ μαντείας ἀκούσω.
ἦτʼ ἂν τρυχόμενός περ καταπονούμενος, δαμαζόμενος καρτερήσω, ὑπομείνω.
χεύω Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου χείω γράφει, καὶ Ἀρίσταρχος, Ἡρωδιανὸς δὲ χεύω, ἵνʼ ᾖ ἐνεστὼς ἀντὶ τοῦ μέλλοντος. ἐπὶ κτέρεα τὰ κάτω τῆς ἔρας νενομισμένα εἰς νεκρούς· ἢ ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι.
ἐπέτρεπεν οἶκον ἐπίτροπον, οἰκονόμον εἰς τὸν οἶκον αὐτοῦ ἐποίησε.
κέκλυτε, Ἰθακήσιοι ὁρῶν τοὺς μνηστῆρας ἀπηρυθριακότας οὐ πρὸς αὐτοὺς ἀποτείνεται, ἀλλὰ πρὸς τὸ κοινόν.
καὶ αἴσυλα ῥέζοι ἀπρεπῆ. βραχὺ διασταλτέον ἐπὶ τὸ ῥέζοι· τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅτι ἐστίν. ἢ ῥέζων.
κακορραφίῃσι κακοβουλίαις, κακομηχανίαις. τινὲς δὲ κακοφραδίῃσι γράφουσι.
σφὰς γὰρ παρθέμενοι τῶν οἰκείων καταφρονήσαντες, εἰς ἐχυρὸν θέμενοι, ἀντὶ τοῦ ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παραβαλόντες καὶ παρατιθέμενοι αὐτάς. εἰς τιμωρίαν ὑποθέμενοι τὰς ἰδίας κεφαλὰς, ἢ ὡς ἐνέχυρον τιθέμενοι, ὡς μὴ ἐπικείμενοι τὰς ἑαυτῶν κεφαλὰς, ἀλλὰ παρατιθέμενοι. ὀξυτονητέον δὲ τὴν σφάς· κτητικὴ γὰρ ἀντὶ τοῦ σφετέρας.
οἶκον Ὀδυσσῆος μετωνυμικῶς τὰ ἐν τῷ οἴκῳ· τὸ δὲ ἐναντίον «μετὰ δαίμονας ἄλλους» τὸν τόπον τῶν θεῶν. ὁμοίως καὶ τὸ «σύεσσι παρήμενον»
ἄνεῳ σὺν τῷ ι τὸ ἄνεῳ. εὐθεῖά ἐστι πληθυντικὴ ἀπὸ τοῦ ἄνεως.
κατερύκετε Ῥιανὸς γράφει καταπαύετε. καὶ λόγον ἔχει διὰ τὸ καὶ τὸν μάντιν εἰπεῖν «φραζώμεσθʼ ὥς κεν καταπαύσομεν, οἱ δὲ καὶ αὐτοὶ παυέσθων», καὶ τὸ «ἡμέας ὀτρύνων καταπαυέμεν.»
ἠλεὲ ἠλίθιε καὶ ἀνόητε τὰς φρένας, μάταιε.
ἀνδράσι καὶ πλεόνεσσι ἔδειξεν ὅτι γαστριμαργίας ἕνεκεν ἔπρασσε τὸ πᾶν. τινὲς γράφουσιν, ἀνδράσι καὶ παύροισιν. ἄμεινον δὲ καὶ πλεόνεσσι γράφειν, ἵνʼ ᾖ ἐπὶ τῶν κωλυόντων· εἰ δὲ καὶ πλείονες κωλύοιεν, φησὶ, περιέσονται εὐωχούμενοι.
κατὰ δῶμα ἕω τινὲς τὸ ἕω ἀντὶ τοῦ αὐτοῦ λέγουσι κακῶς.
εἰ πλέονές οἱ ἕποιντο εἰ πολλοὶ αὐτῷ ἕποιντο, ἢ εἰ πολλοὺς ὀπαδοὺς ἔχοι. τινὲς δὲ γελοίως γράφουσιν «εἰ πλεόνεσσι μάχοιτο.» δύναται καὶ οὕτως νοεῖσθαι, εἰ σὺν πολλοῖς μάχοιτο.
ἀλλʼ ἄγε, λαοὶ καὶ τοῦτο τῆς προπετείας αὐτῶν, ἀλλʼ οὐ συναγαγόντως λύειν.
τούτῳ δʼ ὀτρυνέει διασυρτικῶς, ἐπειδὴ οὗτοι ἦσαν οἱ ὑπὲρ Ὀδυσσέως εἰπόντες.
πατρώϊοι πάτριον τὸ τῆς πατρίδος, πατρῷοι ἐπὶ φίλων ἐμψύχων, πατρικοὶ δὲ οἶκοι, κτήματα.
δηθὰ ἐπίρρημα. τὰ δὲ ἐπιρρήματα ἀπὸ πασῶν τῶν πτώσεων γίνονται.
τελέει δʼ ὁδὸν τάχα ὡς μὴ δυναμένου τοῦ Μέντορος καὶ τοῦ Ἀλιθέρσου παρασχεῖν αὐτῷ τὰ ἐπιτήδεια πρὸς τὸ πλέειν.
αἰψηρὴν ἀντὶ τοῦ ταχέως, ὡς τὸ «τότε μοι χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως. γρ. λαιψηρήν, ταχεῖαν.
ἰὼν ἐπὶ θινὶ θαλάσσης αἰγιαλῷ. εἰ κατὰ δοτικὴν γράφεται τὸ θινὶ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ ἰών καὶ τὰ ἑξῆς συνάψομεν· εἰ δὲ διὰ τοῦ α, ὡς Δίδυμός φησι γράφειν Ἀρίσταρχον, μετὰ τὸ θαλάσσης διαστελοῦμεν. βραχὺ δὲ διασταλτέον καὶ μετὰ τὸ ἁλός.
κλῦθί μευ ὁ μὲν Τηλέμαχος ἁπλῶς θεὸν ἐπικαλεῖται· ἀγνοεῖ γὰρ τίς ἦν θεῶν ὁ φανεὶς αὐτῷ· ὁ δὲ ποιητὴς «εὔχετʼ Ἀθηναίῃ» φησίν.
ἠεροειδέα πόντον μέλανα, ἢ βαθὺν, ἢ ἀναπεπταμένον καὶ μέγαν. ἢ διὰ τὸ μόνον ἀέρα ὁρᾶσθαι τοῖς πλέουσιν· ἢ ἐπεὶ τὸν ἀέρα καθορᾶν ἔστιν ἐν τῷ ὕδατι. ἢ ὅτι ἀέρι ὁμοία ἡ θάλασσα τὴν χροιάν.
διατρίβουσιν Ἀχαιοὶ ἐκλύουσιν, ἀναβάλλονται, δαπανίζουσι.
ὣς ἔφατʼ εὐχόμενος εἰκότως ἄρα ἧκεν ἐπὶ τὴν εὐχὴν μηδὲ τὰ πρὸς τὴν ἔξοδον ἕτοιμα ἔχων ὁ νέος.
Τηλέμαχε προτρεπτικῶς, ὡς περὶ τὴν ἐκκλησίαν ἐμφρόνως διατεθειμένου· οὐδὲ ὕστερον κακὸς ἔσῃ, εἰ Ὀδυσσέως παῖς τυγχάνεις καὶ τῆς πατρῴας σπορᾶς ἔχεις τι σύμβολον.
εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται ὁ στίχος καὶ τοῖς ἑπομένοις καὶ τοῖς ἡγουμένοις δύναται συνάπτεσθαι. εἰ δή τοι εἰ δὲ ἡ σὴ ψυχὴ δέδεκταί τι τῆς ἐκείνου προθυμίας δίκην σταλαγμοῦ· μέγας γὰρ ἦν ἐκεῖνος εἰπεῖν τε καὶ πρᾶξαι· τάχα καὶ τὴν προκειμένην ὁδὸν οὐχὶ ματαίως πορεύσῃ. τὸ «οἷος ἐκεῖνος» κατὰ ἀναφώνησιν εἴρηται εἰς ἔπαινον τοῦ Ὀδυσσέως τοῦ πατρὸς Τηλεμάχου.
ἁλίη ἐκ μεταφορᾶς τῶν ἀχρήστων καὶ ῥιπτομένων εἰς τὴν θάλασσαν.
οὔ σέ τʼ ἔπειτα γρ. οὐ σέ γʼ ἔπειτα, χωρὶς τοῦ τέ.
παῦροι γάρ τοι παῖδες τὸ αἴτιον τοῦ διστασμοῦ.
οὐδʼ ἀνοήμων ἐπὶ τὸ ἀνοήμων ὑποστικτέον, ἐπὶ δὲ τὸ προλέλοιπεν ἢ ὑποστικτέον ἢ στικτέον.
μῆτις Ὀδυσσῆος τὰ μὲν περὶ τοὺς λόγους εὐδοκίμως πέπρακται τῷ Τηλεμάχῳ. ἐπαινοῦσα τὸν Ὀδυσσέα λεληθότως τὸν νεανίαν ἐπὶ τὰ ἔργα προτρέπεται.
τῷ γρ. καὶ τώ, μετὰ ὀξείας.
οὔτι νοήμονες οὐδὲ δίκαιοι συνετοὶ, προνοητικοί. ἄκρως δογματίζει Ὅμηρος ὅτι ὁ ἄδικος καὶ ἀσύνετος.
στελέω ἐκπλεῦσαι ἑτοιμάσω, εἰς πλοῦν εὐτρεπίσω.
ὅπλισσόν τʼ ἤϊα ἐν μὲν τῇ συνηθείᾳ ἐφόδια τὰ πρὸς τροφὴν ἐπιτήδεια ἀπὸ τῆς ὁδοῦ λέγεται, παρὰ δὲ Ὁμήρῳ ἤϊα τὰ ἐφόδια οἰκείως ἀπὸ τοῦ ἰέναι εἴρηται. ὅταν δὲ λέγῃ «θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται» καταχρώμενος λέγει ἀντὶ τοῦ ἑλώρια. Ἄλλως· τὰ εἰς τὸ ἰέναι ἐπιτήδεια ἤτοι ἐφόδια, ἰήϊα, καὶ ἀποβολῇ τοῦ πρώτου ι, ἤϊα. νῦν τὰ ἐφόδια, παρὰ τὸ ἰέναι. σημαίνει δὲ ἡ λέξις καὶ τὰ ἄχυρα, ἀπὸ τοῦ κινεῖσθαι τῷ ἀνέμῳ, «ἠΐων θημῶνα τινάξῃ»· καὶ τὸ ἐπορευόμην «ἤϊα πολλὰ θεοὺς γουνούμενος»· καὶ τὰ ἄλευρα «ἐν δὲ καὶ ἤϊα κωρύκῳ» στικτέον δὲ μετὰ τὸ ἤϊα, μετὰ δὲ τὸ πάντα βραχὺ διασταλτέον, καὶ μετὰ τὸ ἀμφιφορεῦσιν. ἤϊα ἀπὸ τοῦ ἀΐσσειν δύναμαι. οἱ γὰρ ἐσθίοντες καὶ πορεύεσθαι δύνανται.
ἀμφιφορεῦσι τοῖς Μεγαρικοῖς. ἄλφιτα δὲ τὰ ἄλευρα παρὰ τὸ ἀλφῶ, τὸ ψηλαφῶ. μύελον δὲ, ὡς ἰσχυροποιοῦντα τοὺς ἄνδρας. πᾶν δίωτον τὸ ἀπὸ δύο μερῶν βασταζόμενον εἶδος κεράμου. ἄλφιτα τὰ ἐκ κριθῶν ἄλευρα καὶ τὰ ἐκ σίτων.
πυκινοῖσι τοῖς μὴ ἀπʼ ἀλλήλων ἀραιουμένοις.
ἐπιόψομαι Ἀττικὸν λίαν φησὶν ὁ Ἀριστοφάνης τὸ ἐπιόψομαι ἀντὶ τοῦ ἐποπτεύσομαι, περιβλέψω.
παρέμιμνεν ἐχρόνισε, παρέμεινε.
φίλον τετιημένος ἦτορ οὐκ ἐσκυθρωπακὼς, ἀλλὰ καὶ φροντίζων ὡς ἀποδημεῖν μέλλων.
ἀνιεμένους, δασέως ἀπὸ τοῦ ἵημι. σημαίνει δὲ ἐκδέροντας, γυμνοῦντας· «κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχε» παρατηρητέον δὲ διόλου ὅτι οὔτε σπένδοντας οὔτε εὐχομένους θεοῖς πεποίηκεν αὐτοὺς, ὁπότε οὐδὲ ὁ συβώτης παρῆκε τὸ πρὸς τοὺς θεοὺς εὐσεβές. τὸ δὲ ἀνιεμένους ἐκ τῶν κάτω μερῶν ἐπὶ τὰ ἄνω ἕλκοντας καὶ ἐκδέροντας κάτωθεν ἀρξαμένους. ἀνασχίζοντας ἢ ἀνατείνοντας ἐκ τῶν κάτω μερῶν, ἔπειτα ἀνέλκοντας καὶ ἐκδέροντας κάτω ἀρξαμένους· ἢ διὰ πυρὸς ἱερωμένους. ἀνιεμένους δασέως, ἀπὸ τοῦ ἵημι. σιάλους λιπαροὺς καὶ εὐτραφεῖς χοίρους. σίαλος γὰρ ὁ σεσιτισμένος χοῖρος.
ἔν τʼ ἄρα μεγάλην ὕβριν ἐμφαίνει τὸ δεξιοῦσθαι ἐπὶ καταγέλωτι.
ἐν στήθεσσι τὸ ἀπενεγκεῖν αὐτὸν αὐτοὺς εἰς δημηγορίαν αἰνίττεται.
ἀλλὰ μάλʼ ἐσθιέμεν ἄκρως ἀπομιμεῖται φωνὰς ἀσώτου μειρακίου. τὰ μὲν γὰρ ἄλλα πάντα ἀπορρῖψαι τῆς ψυχῆς παρακελεύεται, μόνῃ δὲ τῇ γαστρὶ σχολάσαι. τοιαῦτα δὲ τὰ τῶν παροίνων ῥήματα. ἐσθιέμεν ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ.
ἐξαίτους ἐξαιρέτους, ἐκ τοῦ αἱρῶ τὸ βούλομαι καὶ προκρίνω. τουτέστιν ἔξω τῆς αἰτίας· ἤτοι ἐπιθυμητοὺς, οὓς ἐξῄτησας.
ὑπερφιάλοισι ἔθος ἦν τοῖς παλαιοῖς ἀπὸ τοῦ αὐτοῦ μὲν φιάλου ἢ ποτηρίου πίνειν ἐν συμποσίῳ τοὺς πάντας. τοὺς δὲ ἀναισχύντως καὶ ἀπαιδεύτως ἐν τῇ φιάλῃ προσκαθημένους ὑπερφιάλους ὠνόμαζον.
δαίνυσθαι ἔθος ἦν τοῖς παλαιοῖς, ἐπεὶ μετὰ τῶν φίλων ἔφαγον, μὴ ἀδικεῖν αὐτοὺς, οἱ δὲ τοὐναντίον εἰργάσαντο. ἀκέοντα οὕτω γράφει Ῥιανός. γράφεται δὲ καὶ ἀέκοντα.
ἐγὼ δʼ ἔτι νήπιος ἦα τοῦτο σημειοῦται Ἀριστοφάνης, ὅτι ἱκανὰ ἔτη ἐγεγόνει ἀφʼ οὗ οἱ μνηστῆρες συνήχθησαν. τοῦτο δὲ πρὸς τὸ ἐν τῇ Νεκυίᾳ, ὅτι δεῖ εἶναι «οἵ τοι βίοτον κατέδοιεν,» οὐ «κατέδουσιν.»
νῦν δʼ ὅτε τὸ ἑξῆς, νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ, πειρήσω ὥς κʼ ὔμμι.
πυνθάνομαι ἀντιστροφή ἐστιν ἀντὶ τοῦ πυνθανόμενος ἀκούω. ὁ μὲν θυμὸς ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλος ἀπὸ τῆς χολῆς. θυμὸς δὲ καὶ χόλος, λαβὼν τὴν ἐπὶ τὸ δρᾶσαι κακὸν ἀγανάκτησιν, χώεσθαι λέγεται, ὡς τὸ «σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος» ἤγουν ἀμυχὰς ποιήσεις σπαράσσων τὴν ψυχήν· καὶ «χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο» δηλοῖ δὲ τὸ οὐχ ἁπλῶς ὀργιζόμενος, ἀλλὰ μετὰ ἀγανακτήσεως ἀμυντικῆς· διὸ καὶ καταρᾶται καὶ κατὰ τοῦτο ἀμύνεται. καὶ «χωόμενος κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς» Ἀχιλλεὺς τῇ ὀργῇ δηλοῦσθαι ποιεῖ τὴν τιμωρητικὴν διαγανάκτησιν· ἐπιβουλεύει γοῦν διὰ τῆς μητρὸς τοῖς Ἕλλησι. ταυτὸν οὖν ἐστι θυμὸς καὶ χόλος· μῆνις δὲ καὶ μένος ὀργὴ ἐναπόθετος καὶ ἔμμονος· ζαφελὴς οὖν χόλος ἡ μῆνις, ζαφελὲς γὰρ τὸ ἀναφαίρετον. ὅτι δὲ τὸ μένος σθένος «πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι» καὶ πρὸς τὸν Δία «εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν» ὡς οὖν παρὰ τὸ σθένος μένος, οὕτω καὶ χόλος μένων μένος καὶ μῆνις. καὶ ὅτι ἐπιτηρητικὸς ὁ κότος εἰς τὸ δρᾶσαί τι πονηρὸν, Ζεὺς γὰρ «αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆς ἀπάτης κοτέων» καὶ τὸ «ἔχει κότον ὄφρα τελέσσῃ» καὶ ἔστιν ἡ μὲν κατὰ κίνησιν πρόσκαιρος ὀργὴ χόλος, θυμός· ἡ δὲ κίνησις μετὰ ἀγανακτήσεως καὶ δραστικῆς ἐνεργείας χώεσθαι λέγεται καὶ σκύζεσθαι. ὥστε ἀπόθετος μὲν χόλος μένος, καὶ μῆνις δὲ τὸ ἀμύνεσθαι ἐπιτηροῦσα κότον· καὶ ὅπως ὁρμὴ ἐπηρτημένη μετὰ λύπης ὀρέξεως ἡ ὀργὴ, καὶ ὅπως κατὰ αὔξησιν τοῦ θυμοῦ γίνεται. ὅπερ οὖν τὸ ἄχθεται πρὸς τὸ ἄχνυται ἔχει περιττεῦον τῇ ἀγανακτήσει, τοῦτο καὶ τὸ χώεσθαι πρὸς τὸ χολοῦσθαι.
κακὰς ἐπὶ κῆρας οὐκ ἀνέχεται τωθαζόμενος, ἀλλʼ εἰς ἄπειρον ὀργὴν ἦλθεν, ὥστε καὶ γυμνοῦν τὴν ἐπιβουλήν.
ἁλίη θαλασσία, ἢ ματαία· οὕτω γάρ ἐστι καὶ βέλτιον.
ἔμπορος ἀντὶ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος τοὺς κατηναλωκότας μου τὸν πλοῦτον· διὰ τὰ ἄνω, «ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλά.» Ἄλλως. ἀλλοτρίας νηὸς ἐπιβάτης μὴ ἔχων ἰδίαν ναῦν, ὡς καὶ ἀλλαχοῦ «ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίας» οὐ γὰρ κατὰ συνήθειαν τέτακται παρʼ Ὁμήρῳ, ἀλλʼ ἐπὶ τῶν ἐπʼ ἀλλοτρίας νηὸς παρόντων, οὕσπερ συνήθως ἐπιβάτας νῦν λέγομεν. ὅπερ γὰρ παρὰ τῷ ποιητῇ τῶν ἐπὶ τοῖς ἅρμασιν οἱ μὲν μαχόμενοι παραβάται, οἱ δὲ τὰς ἡνίας ἔχοντες ἡνίοχοι, τοῦτο ἐπὶ τῶν ἐν τριήρεσιν οἱ ἐπιβάται καὶ ἐπίκωποι παρὰ τοῖς Ἀττικοῖς. ἐπίκωποι δὲ οἱ τὰς κώπας ἔχοντες καὶ τὰ πηδάλια. Ἄλλως. οὐ μέντοι ὁ ἔμπορος ἀπὸ τοῦ πορίζειν πεποίηται παρʼ Ὁμήρῳ, ἀλλʼ ἀπὸ τοῦ πόρου, τουτέστι τῆς πορείας. τὸν δὲ πόρον κυρίως ἐπὶ τοῦ ὕδατος τάττει, ὡς τὸ «πόρους ἁλὸς ἐξερεείνων» καὶ τὸ «Θρύον Ἀλφειοῖο πόρον» καὶ τὸ «ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο» τὴν διʼ ὑγροῦ διάβασιν. ὡς οὖν τὸ μὴ ἐν ἰδίῳ οἴκῳ γαμεῖν, ἀλλʼ ἐν ἀλλοτρίῳ ἐγγαμεῖν λέγουσιν, οὕτως τὸ ἐπʼ ἀλλοτρίας νεὼς τὸν πλοῦν ποιεῖσθαι ἐμπορεύεσθαι. καλεῖται δὲ ἔμπορος ὁ τοιοῦτος. ἔμπορος, οὐ γὰρ νηὸς ἐπήβολος τὸ ἑξῆς· εἶμι μὲν ἔμπορος, ὅ ἐστιν ἐπιβάτης, ἐπὶ νηὸς ἀλλοτρίας, ἀντὶ ναυκλήρου, φησὶ, διʼ ὑμᾶς ἐπιβάτης ἐσόμενος. ἐπήβολος δὲ σημαίνει, ὥς φησιν ὁ Πορφύριος, ἐπιτυχῆ καὶ ἐγκρατῆ καὶ δεσπότην ἀπὸ τοῦ βάλλειν, ὅ ἐστι τοῦ σκοποῦ τυγχάνειν· ἔμπορος δὲ τὸν ἐπʼ ἀλλοτρίας νεὼς πλέοντα ἐπιβάτην, ὡς καὶ ἀλλαχοῦ «ἔμπορος εἰλήλουθας νηὸς ἐπʼ ἀλλοτρίας.» οὐ γὰρ νηὸς ἐπήβολος Ἀττικὴν εἶναι τὴν λέξιν φησὶν ὁ Πορφύριος· δηλοῖ δὲ τὸν ἐπιτυχῆ, ἀπὸ τοῦ βάλλειν, τουτέστι τοῦ σκοποῦ τυγχάνειν. ἐξ οὗ καὶ τὸ «σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι» τουτέστιν ἐπιτυχῶς λάμβανε. καὶ ἡ βουλὴ δὲ οἱονεὶ βολή τις οὖσα· ὅθεν ἔφη «σῇ δʼ ἥλω βουλῇ πόλις Πριάμοιο ἄνακτος» ὡς εἰ ἔφη τοῖς σοῖς ὅπλοις ἢ τοῖς σοῖς τόξοις ἢ βέλεσιν. ἐκ τούτου λύσεις καὶ τὸ «ἡ δὲ Φερὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ»· μετῆκται γὰρ ἀπὸ τῶν πόρρω τὴν ἐπιβολὴν ποιουμένων· ἡ ναῦς οὖν ἐπιβολὴν ἐποιεῖτο ὥστε τυχεῖν τῶν Φερῶν. χρῶνται δὲ ταύτῃ τῇ λέξει καὶ οἱ μεθʼ Ὅμηρον. Ἄρχιππος «νῦν δʼ ὡς ἐγενόμην χρημάτων ἐπήβολος» ἀντὶ τοῦ ἐπιτυχὴς καὶ κύριος. τί οὖν αἱ λέξεις σημαίνουσι δεδήλωται.
τὸ, ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι, σὺν βαρύτητι εἴρηται, λέγοντος τοῦ Τηλεμάχου ὅτι ἐν ἀλλοτρίῃ πλευσοῦμαι νηΐ· οὐ γάρ εἰμι, φησὶν, ἐπιτυχὴς ἰδίας νεὼς οὐδὲ κέκτημαι ἰδίους ἐρέτας· τοῦτο γὰρ ὑμῖν ὠφελιμώτατον εἶναι ἐφάνη, τουτέστι τὸ ἐμὲ μὴ ἔχειν ἰδίαν ναῦν, ἀλλʼ ἔμπορος πλεῖν. ἀναφέρει δὲ εἰς ἐκεῖνο ὅτι εἰς πενίαν αὐτὸν κατέστησαν. προεῖπε γὰρ «Ἀντίνοʼ, οὔπως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. ἢ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ κτήματʼ ἐμὰ μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;» ἔστιν οὖν δυνάμει τὸ νόημα, ἀντὶ τοῦ ναυκλήρου διʼ ὑμᾶς ἐπιβάτης γέγονα τοὺς κατηναλωκότας μου τὸν πλοῦτον.
σπάσεν Ἀρίσταρχος, σπάσατο.
ῥεῖα—ὁ στίχος οὗτος ἀθετεῖται ὡς περιττός. προηθέτει δὲ καὶ Ἀριστοφάνης.
πιθανὸν, ἵνα ἀπιστούντων καὶ κραιπαλώντων λάθῃ ἡ ἔξοδος. οἱ δʼ ἐπελώβευον ἐφύβριζον· ἀπὸ τοῦ λωβὸς ὁ τοῦ ὠτίου. οἱ γὰρ παλαιοὶ τοὺς λωβοὺς τῶν ὠτίων ἔκοπτον τοῖς ὑπʼ αὐτῶν τιμωρουμένοις εἰς ἀτιμίαν αὐτῶν· ὅθεν καὶ λώβη ἡ βλάβη καὶ λωβεύω τὸ βλάπτω διὰ ὕβρεως. ἐκερτόμεον κερτομῶ τὸ ὑβρίζω, ἀπὸ τοῦ τέμνειν τὸ κῆρ. ὁ γὰρ ὑβριζόμενος λυπεῖται.
ἦ μάλα Τηλέμαχος ὁ μὲν πρῶτος η περισπᾶται, οἱ δὲ ἑξῆς ἅπαντες ἐγκλίνονται, πλὴν τοῦ δευτέρου, ὃς ὀξύνεται διὰ τὸ τινάς. ἦ μάλα βεβαιωτικὰ ταῦτα τὰ ἔπη τοῦ μὴ εἰρῆσθαι ὑπὸ Τηλεμάχου τοὺς προηθετημένους στίχους «πειρήσω ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω ἠὲ Πύλονδʼ ἐλθὼν ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.» ἀποροῦντες γὰρ λέγουσιν «ἦ μάλα Τηλέμαχος,» οὐκ ἂν ἀπορήσαντες οἱ προακηκοότες.
Πύλου ἠμαθόεντος ἄμαθον ἔχοντος. ἰστέον ὅτι ἄμαθος ἡ ἐν τῷ πεδίῳ κόνις, ψάμαθος δὲ ἡ περὶ θάλασσαν.
ἠὲ καὶ εἰς Ἐφύρην τὴν ἐν Θεσπρωτίᾳ, οὐχ, ὡς ἔνιοι, τὴν Κόρινθον· ἐκείνη γὰρ καὶ μετωνομάσθη Κίχυρος.
οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον οὕτως ἂν ἡμῶν ηὔξησε τὸ κατὰ τὴν μνηστείαν ἔργον· ἢ ἐν εἰρωνείᾳ, οὕτως ἡμῖν μείζονα παρέξει κακά· μερισόμεθα γὰρ αὐτοῦ τὰ κτήματα. σημείωσαι ὅτι πόνον τὴν ἐνέργειαν καὶ κακοπάθειαν λέγει ὁ ποιητὴς, οὐδέποτε δὲ τὴν ἀλγηδόνα. ἢ πόνον τὴν περὶ τὸν γάμον σπουδήν. ὀφέλλειεν γρ. ἐπαυξήσειε.
ὡς ἔφαν γράφεται καὶ φάν. ἔφασαν καὶ ἐν συγκοπῇ ἔφαν καὶ φάν. τὸ δὲ, θάλαμον κατεβήσατο, νόει ἐκ τῆς λέξεως τὸ κοῖλον.
ὅθι νητὸς Ἀριστοφάνης ὅθιννητός γράφει διὰ δύο νν, ὡς τὸ ἐνιμμεγάροισιν· Ἀρίσταρχος δὲ διʼ ἑνὸς ν.
ἐν δὲ πίθοι οἴνοιο οὐ γὰρ ἦν τοσαύτη τῶν παλαιῶν περιεργία ὡς ἑκάστῳ τόπον ἀπονέμειν.
ἄκρητον θεῖον ἄκρατον, ἀπαραμιγὲς, διὰ τὸ φυλάττεσθαι ἀβλαβὲς καὶ ἀμετάβλητον.
κληϊσταὶ δʼ ἔπεσαν σανίδες ἐξ ὕλης τὸ εἶδος. ἡ γὰρ σανὶς ὕλη, ἡ δὲ θύρα τὸ εἶδος. πᾶν γὰρ πρᾶγμα ἐκ τεσσάρων συνίσταται, ἐκ ποιητικοῦ ἢ αἰτίου καὶ ὑλικοῦ, ἐξ εἰδικοῦ καὶ τελικοῦ.
ἀμφιφορεῦσιν ἀμφιφορεὺς καλεῖται τὸ παρὰ ἰδιώταις λεγόμενον φλασκίον.
μετὰ τὸν λαρώτατος χρηστὸν ἦθος ὑποφαίνει. οὐ γὰρ τὸν κάλλιστον, ἀλλὰ τὸν μετʼ ἐκεῖνον δεύτερον αἰτεῖ, τὸν δὲ προτερεύοντα τῷ πατρὶ φυλάσσει. οἰκονομικὸν τὸ διανόημα, ὅτι οὐκ εἰς τὴν καθʼ ἡμέραν δαπάνην τῷ αὐτῷ χρῆσθαι προσήκει, ἀλλʼ ἀποκεῖσθαι τὰ τιμιώτερα εἰς ἐξαίρετον χρόνον. ὧν γρ. καὶ μικρὸν, ἵνʼ ᾖ, ἐστὶν ἀπὸ τοῦ ὃν, ὡς τὸ «μετʼ ἀμύμονα Πηλείωνα.»
ὀϊομένη ἐν οἰήσει ἔχουσα καὶ δοξάζουσιν ἐλεύσεσθαι τὸν δυστυχῆ.
εἴκοσι δʼ ἔστω μέτρα εἴκοσι δὲ μοδίους ἀλεύρου ἀπὸ τῆς μυληφάτου ἀκτῆς οὕτω καλουμένης ἀλεύρου. λέγεται δὲ ἀκτὴ τὸ λεπτότατον τοῦ ἀλεύρου. μυληφάτου ἀλεύρου καθαροῦ ἀληλεσμένου ἀπὸ μύλης. τοῦ ἐν τῷ μύλῳ πεφαμένου, ὅ ἐστι κεκομμένου. λέγει δὲ τοῦ ἀλφίτου ἐπιθετικῶς. ἀλφίτου ἄλφιτον λέγεται τὸ παχὺ ἄλευρον παρὰ τὸ ἀλφαίνειν· ἡ πρῶτον εὑρεθεῖσα τροφή· κατὰ περίφρασιν τοῦ ἀλφίτου ἐπικατασσομένου τῆς κριθῆς.
κοίτου οἱ κοῖτοι τὰ στρώματα, ὁ κοῖτος δὲ ἡ κοίμησις.
ὅτι οὐδὲ ἐνταῦθα μνήμη τίς ἐστι τῆς Κρήτης.
νόστον πευσόμενος περὶ τῆς ὑποστροφῆς ἐρωτήσων.
κώκυσεν ὠλόλυξε, θρηνητικῶς ἐβόησε. κώκυσεν δὲ φίλη τροφὸς ἤτοι θρηνητικῶς ἀνεβόησεν. οἰκεῖον δέ ἐστι τοῦτο γυναικὶ καὶ Τηλεμάχου τροφῷ καὶ ἐξαιρέτως εὐνοϊκῇ. εἰκότως ἄρα ἀπολοφύρεται ἐν τούτῳ ὁρῶσα πᾶσαν τὴν τοῦ οἴκου διαδοχήν.
καί ῥʼ ὀλοφυρομένη καὶ πρὸς αὐτὸν ἀποκλαιομένη, ὀδυρομένη.
τίπτε δέ σοι τίνος ἕνεκεν ἔπλετο, παρεγένετο.
μοῦνος ἐὼν ἀγαπητὸς μονογενὴς ὢν καὶ ἀγαπώμενος.
ἀλλογνώστῳ ἐνὶ δήμῳ ἐν τῷ ὑπὸ ἄλλων καὶ οὐχ ὑφʼ ἡμῶν γινωσκομένῳ πλήθει. ἀλλοδαπῶν, ἢ πολεμίων καὶ ἐχθρῶν, ἢ τῶν ἄλλοις καὶ οὐχ ἡμῖν γινωσκομένων. ἢ τῷ ἄλλα γινώσκοντι ἔθνη, ἢ τῷ μὴ γινωσκομένῳ ἡμῖν, ἢ τῷ τοῖς ἄλλοις γινωσκομένῳ.
οἱ δέ τοι αὐτίκʼ ἰόντι ἀναφώνησις. τοῦτο γὰρ καὶ γέγονε. οὗτοί σοι εὐθέως πορευθέντι. κακὰ φράσσονται ὀπίσσω χαλεπὰ βουλεύσονται ἐν ὑστέρῳ.
ὥς κε δόλῳ ὅπως δολίως διαφθαρείης. ὥς κε δόλῳ φθείης γράφεται καὶ διὰ τοῦ ι φθίῃς. φθείης, ἀπὸ τοῦ φθαρείης κατὰ συγκοπήν.
ἀλλὰ μένʼ αὖθι τὸ αὐτὸ νόημα καὶ πρὸς τοῦ Ἀντινόου ἐλέχθη, δυσμενῶς μέντοι.
πόντον ἐπʼ ἀτρύγετον ἐπὶ τὴν θάλασσαν τὴν ἄκαρπον, ἀκαταπόνητον ὑπομένειν πλανᾶσθαι. ἢ τὸν ἀκαταπόνητον, ἢ τὸν ἄκαρπον, τὸν μὴ ἔχοντα τρύγα ἤτοι καρπόν. τὸν πολλὴν τρύγα ἤτοι πολλοὺς καρποὺς ἔχοντα, ἵνα σημαίνῃ τὸ α ἐπίτασιν. οὐδʼ ἀλάλησθαι προπαροξυτόνως· δηλοῖ γὰρ τὸ πλανᾶσθαι.
ἀλλʼ ὄμοσον ὀμόσαι μὲν τὸ ὀνομάσαι θεόν. τελευτῆσαι δὲ τὸν ὅρκον τὸ ἐπαγαγεῖν τὸ πρᾶγμα περὶ οὗ ὁ ὅρκος γίνεται. ἀλλʼ ὄμοσόν μοι μὴ πρότερον τῇ προσφιλεῖ μου μητρὶ ἐξείπῃς. μυθήσασθαι γρ. διὰ τοῦ ε, μυθήσεσθαι.
ἀφορμηθέντος ἐξελθόντος, ἐκπορευθέντος.
ἰάπτῃ διαφθείρῃ, καταδαπανᾷ, παρὰ τὸν ἰόν· ὅθεν καὶ τὸ «Ἄϊδι προΐαψεν.»
ὄμοσέν τε ὀμόσαι μὲν τὸ εἰπεῖν θεῖόν τι ὄνομα, οἷον νὴ τὸν Ἑρμῆν, μὰ τὰς Ἐλευσινίας θεὰς, τελευτῆσαι δὲ τὸν ὅρκον, τὸ ἀποδοῦναι τὸν ἔνορκον λόγον, οἷον ποιήσω τόδε, ἢ οὐ ποιήσω.
αὐτίκʼ ἔπειτα εὐθέως μετὰ ταῦτα. ἀμφιφορεῦσι ἐν τοῖς κεραμίοις. ἄφυσσεν ἐπήντλησεν.
ἐν δέ οἱ ἄλφιτʼ ἐπέλαβε δὲ καὶ τὰ ἄλευρα τοῖς καλῶς ἐρραμμένοις θυλάκοις. ἄλφιτα χεῦεν τὸ χέειν οὐ μόνον ἐπὶ τῶν ὑγρῶν λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν μαλακῶν.
ἐς δώματʼ ἰὼν ἰστέον ὅτι δῶμα Ὅμηρος οὐ πάντοτε τὴν ὅλην οἰκίαν λέγει, ἀλλʼ ἔστιν ὅτε καὶ τὸ ἐνδότερον αὐτῆς μέρος.
ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε τότε δὴ ἕτερα ἐβουλεύσατο.
κατὰ πτόλιν ᾤχετο πάντη ἐπορεύθη πανταχοῦ ὅσα ἂν εἶπεν ἐκεῖνος.
ἀγέρεσθαι ἀνώγει ἐνδεία τοῦ ἀγείρεσθαι. συναθροίζεσθαι παρακελεύει.
Φρονίοιο Νοήμονα πεποίηκεν πλαστὰ ὀνόματα.
ὑπέδεκτο ὑπέσχετο.
δύσετό τʼ ἠέλιος εἴωθεν ὁ ποιητὴς τοὺς μέλλοντας πολλάκις εἰς ἐνεστῶτας μετάγειν. ἔστιν οὖν τὸ ἐδύσετο παρατατικὸν ἀπὸ ἐνεστῶτος τοῦ δύσω. σκιόωντο ἐσκιάζοντο, σκιὰν ἐποιοῦντο, ὑπεσκιάζοντο, ἢ αἱ ὁδοὶ ἐσκοτίζοντο. τὸ σκιόωντο δὲ, σκιὰς ἐποίουν, ἀπὸ τοῦ τὸν ἥλιον εἶναι πρὸς δύσιν. ἀγυιαί τὰ ἄμφοδα, αἱ ὁδοί. στενωποὺς Ἀθηναῖοι, ἀγυιὰς Ἀργεῖοι καλοῦσιν.
πάντα δʼ ἐν αὐτῇ πάντα ἀσφαλῶς· τὸ μὲν γὰρ λαθεῖν δυνάμενον καὶ μεθʼ ἡμέραν πέπρακται, ἥ τε ἔντευξις ἡ πρὸς τοὺς πλευσομένους καὶ ἡ πρὸς τὸν τὴν ναῦν παρέξοντα, τὰ δὲ τῆς καθολικῆς τοῦ σκότους ἐπεληλυθότος.
εὔσελμοι φορέουσιν αἱ εὔζυγοι, αἱ εὐτάβλωτοι, αἱ εὐκάθεδροι. εὐσανίδωτοι. λέγει δὲ ἐπιθετικῶς τὰς ναῦς· σέλματα γὰρ τὰ τῶν νηῶν σανιδώματα. εἴρυσε καθείλκυσε. ὅπλʼ ἐτίθει τὰ χρειώδη σχοινία ἀπετίθει.
στῆσε δʼ ἐπʼ ἐσχατιῇ ἔστησε δὲ αὐτὴν τῷ τελευταίῳ μέρει· περὶ δὲ αὐτὴν οἱ συμπλέοντες ἢ καὶ οἱ συνναῦται.
ἀθρόοι γρ. αὐτήν. ἀθρόοι ἠγερέθοντο ὁμοῦ ἐν τῷ αὐτῷ συνηθροίζοντο· ἡ θεὸς γὰρ παρώρμα τούτων ἕκαστον.
πλάζε πλανᾶσθαι ἢ παραφρονεῖν ἐποίει. χειρῶν δʼ ἔκβαλλε κύπελλα ἀδυνατουσῶν διὰ τὸν ὕπνον. εἰκότως. πολὺν γὰρ ἔπινον χρόνον ἐξ ὅτου τὴν ἐκκλησίαν διέλυσαν.
οἱ δʼ εὕδειν ὤρνυντο δεῖ νοεῖν ὅτι οἱ ξένοι τῶν μνηστήρων παρὰ φίλοις ἐκάθευδον. οὐ γὰρ ἐθάρρουν παρὰ τῶν Ἰθακησίων μνηστήρων ἐν τῷ οἴκῳ Ὀδυσσέως καθεύδειν. οὕτως γὰρ αὐτῶν καὶ ἡ ἀπώλεια ἐγνώσθη.
Μέντορι εἰδομένη ἐπεὶ τοῖς ἔμπροσθεν ὁμοιωθεῖσα τῷ Τηλεμάχῳ ἡ θεὸς κατὰ πόλιν ᾤχετο πάντη, εὐλόγως νῦν μεταβάλλεται.
ἐυκνήμιδες ἑταῖροι ἔνοπλοι· ἐκ μέρους τὸ πᾶν. ἢ κατὰ μετάληψιν εὖ ὡπλισμένοι τὰ περὶ τὸν πλοῦν.
διατρίβωμεν ὁδοῖο Ἀττικῶς, μὴ ἀναβαλλώμεθα τῆς ὁδοῦ. Ζηνόδοτος δὲ εὐήθως ἀθετεῖ αὐτόν.
Καλλίστρατος, δεῦτε φίλοι, ὄφρʼ ᾖα φερώμεθα. καὶ ἔστι τῆς νεωτέρας Ἀτθίδος τὸ οὕτως συναιρεῖν.
οὐδʼ ἄλλα δωμαὶ λεληθότως ἀπόρρητον αὐτοῖς ὑποτίθησι τὴν πρᾶξιν ἔσεσθαι, ἵνα μηδὲ αὐτοὶ ἐξείπωσί τισιν.
βραχὺ διασταλτέον μετὰ τὸ φέροντες.
νηῒ ἀντὶ τοῦ νηός. ἀντὶ τοῦ, νεὼς πρύμνῃ· καὶ ἐν Ἰλιάδι «νηῒ δʼ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος»
ἐπὶ κλῃῗσι ταῖς ναυτικαῖς καθέδραις, ἐκ τοῦ συγκλᾶσθαι τὸν καθίσαντα.
ἴκμενον οὖρον ἀπὸ τοῦ ἱκνοῦμαι, τὸ παραγίνομαι. τὸν ἱκνεῖσθαι καὶ φέρεσθαι ποιοῦντα· ἢ τὸν δίυγρον καὶ ἁπαλόν. καὶ ἀλλαχοῦ «ἀνέμων μένος ὑγρὸν ἀέντων» ἢ τὸν ἐπιτήδειον εἰς τὸ ἰέναι· ἢ τὸν ὑγρὸν ἀπὸ τῆς ἰκμάδος.
ἀκραῆ ζέφυρον ἐπιτήδειον, ἄκρως πνέοντα πρὸς τὰς χρείας, οὐ πλέον οὐκ ἔλαττον. τὸ «ἀκραῆ ζέφυρον κελάδοντα,» καὶ τὸ «ἐπλέομεν βορέῃ ἀνέμῳ ἀκραέϊ» οὐκ ἔστιν ἄκρως πνέοντι, ἀλλʼ ἀκεράστως πνέοντι. τῆς γὰρ κράσεως τῶν ἀνέμων κατηγορεῖ τὸ δεινόν· λέγει γὰρ «δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα» ἐπαινεῖ ὡσαύτως καὶ ἐπὶ οἴνου τὸ ἀκέραστον· «ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο ἕστασαν ἄκρητον θεῖον πότον ἐντὸς ἔχοντες». οὕτως ἀκουστέον καὶ τὸ ἀκήρατον, καθαρὸν πόμα, καὶ ἀκέραστον, καὶ ἀκραιφνές. ἢ τὸν ἐπιτήδειον, ἢ ἄμικτον ἑτέρῳ· ἢ ἄκρως ἄοντα, ἤτοι αὐτάρκως πρὸς τὴν χρείαν, οὐ πλέον οὐκ ἔλαττον. τὸ δὲ κελάδοντα, τὸ κελαδεῖν ἐπὶ λιγυρᾶς φθογγῆς τίθεται, τὸ δὲ ῥοχθεῖν ἐπὶ κυμάτων.
ἐποτρύνας γρ. καὶ «ἐποτρύνων» διχῶς.
ὅπλων ἅπτεσθαι τῶν σχοινίων κωπίων ἐπιλαμβάνεσθαι παρορμήσαντος ὑπήκουσαν.
μεσόδμης ἱστοδόκης, ἐκ τοῦ μέσον δεδομῆσθαι. τῆς λίνου λέγει, εἰς ἣν ἐμβάλλεται ὁ ἱστός. ἔστι δὲ τοῦ πλοίου μέσος τόπος.
εὐστρέπτοισι βοεῦσι καλῶς ἡρμοσμένοις ἢ εἰργασμένοις ἱμᾶσι. ὕστερον δὲ οἱ κάλοι ἐπενοήθησαν. βοεῦσι λώροις· τούτοις γὰρ ἐχρῶντο τὸ πρότερον, νῦν δὲ τοῖς ὀνομαζομένοις κάλοις.
ἱστίον τὸ ἄρμενον, ἱστὸς δὲ τὸ κατάρτιον, ὡς τὸ μέσον ἱστάμενον ξύλον.
στείρῃ τῇ τρόπιδι, διὰ τὸ στερεὰν εἶναι, καὶ διὰ τὸ στερεοῦσθαι ἐν αὐτῇ τὴν ναῦν. πορφύρεον μέλαν· ἀφʼ οὗ λέγεται καὶ πορφύρεος θάνατος, ἤτοι μέλας.
δησάμενοι γρ. δήσαντες. ὅπλα θοὴν ἀνὰ νῆα τὰ σχοινία τὰ τείνοντα τὸ ἄρμενον. βραχὺ διασταλτέον ἢ μετὰ τὰ ὅπλα, ἢ μετὰ τὸ νῆα μέλαιναν.
ἐπιστεφέας μέχρι τῆς στεφάνης μεστοὺς καὶ τοῦ χείλους.
γλαυκώπιδι κούρῃ ἢ τῷ ἀέρι. ἡ Ἀθηνᾶ στοιχειακῶς εἰς τὸν ἀέρα ἀλληγορεῖται.
ἠῶ πεῖρε ἠῶ λέγει τὴν ὀρθρινὴν ὥραν τὴν μεταξὺ νυκτὸς καὶ ἡλίου ἀνατολῆς. τὸ δὲ πεῖρε ἀντὶ τοῦ ἐπέρα. ἔνθεν καὶ τὸ «ἀλεγεινά τε κύματα πείρων»