eul_wid: mui-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Homeric Pronunciation by Dionysius the Thracian

The Fragments on Homeric Pronunciation is a collection of philological notes attributed to the Hellenistic grammarian Dionysius Thrax. Preserved exclusively through quotations in later sources, these sixty-one fragments apply the grammatical principles outlined in his seminal work, the Tekhnē Grammatikē, to specific questions concerning the oral performance of the Homeric epics. The fragments systematically address issues of pronunciation, accentuation, and prosody, focusing on the role of syllable quantity within the Homeric hexameter, the rules governing pitch accents, and phonological peculiarities of the epic dialect. This technical analysis was often employed as a criterion for textual criticism, adjudicating between variant readings based on their conformity to established rules of spoken delivery. The work survives through citations in later ancient and Byzantine grammarians and scholiasts, most notably within the Homeric scholia and the writings of Herodian. As a product of the Alexandrian scholarly tradition, these fragments were instrumental in standardizing the teaching and recitation of Homeric poetry, providing a foundational technical framework that influenced grammatical science and Homeric commentary for centuries.

Διονύσιος ὁ Θρᾷξ ἰδίᾳ μὲν τὸ κοῦροι, ἰδίᾳ δὲ τὸ ἐμοὶ μνηστῆρες διαστέλλει. καὶ ἡμῖν δὲ οὕτω δοκεῖ, ἵνʼ ᾖ, ὦ νέοι, ἐμοῖ μνηστῆρες.

... συστέλλει δὲ κακῶς ὁ Θρᾷξ τὸ ῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι.

Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θρᾷξ δασύνουσιν τὸ αὐΐαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.

Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατʼ ὀξεῖαν τάσιν Πυθώ, Λητώ· ἐχρῆν γάρ, φησίν, ὁμοίως ἀνεγνωκέναι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ταρφειάς: Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρʼ Ὁμήρῳ. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγιγνώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου. ταρφειάς· Θρᾶιξ ὁ Διονύσιος βαρύνει ὡς ταχείας. Ἀρίσταρχος δὲ ὀξύνει ὡς τὸ πυκνάς. οὕτως καὶ ἐπεκράτησε ἡ ἀνάγνωσις. ταρφειάς· Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς· ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικῶς, οὗ πολλαὶ ἦσαν χρήσεις. καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγιγνώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου ἀνάγνωσις.

... τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵνʼ ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. οὕτως δὲ καὶ Ἀρίσταρχόν φασι προφέρεσθαι. Διοκλῆς δὲ καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντα τὴν λέξιν τὸν Ἀρίσταρχον διαβάλλουσιν. Κάσσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεώς φησιν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες, κύνες, χεῖρες, ὅταν δὲ ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες, δμῶες, θῶες, λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν ΕΝΤΑΥΘΟΙ ΝΥΝ ΗϹΟ ΜΕΤ ΙΧΘΥϹΙΝ το εν ταυθοι ο Θραιξ βαρυτονει το γαρ περισπαν της νεωτερας Ιαδος οι δε δια του κεκʼ … το εκ του ενταυθα παρα … της εκ του ενταυθι … την … περισπωμενην γεγ … αια … ς δε Αττικον β φη … στον ἐνταυθοῖ· Διονύσιος ὁ Θρᾷξ, Τίμαρχος καὶ Ἀριστοτέλης ἐνταῦθοι ὁμοίως τῷ ἐνταῦθα προπερισπωμένως ἀνέγνωσαν. χρὴ δὲ περισπᾶν τὴν προκειμένην λέξιν ἅτε δὴ καὶ τοῦ χαρακτῆρος ἐπικρατοῦντος· τὰ γὰρ εἰς οι λήγοντα τοπικὰ ἐπιρρήματα ὑπὲρ δύο συλλαβὰς πάντα περιεσπάσθη, μεσαβοῖ, πανταχοῖ, Φρεαρροῖ· διὸ καὶ τοῦτο δικαίως περισπασθήσεται τῷ χαρακτῆρι πειθόμενον.

ἀχρεῖον· Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος.

Κάρησος: Τυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ Γλισᾶντα διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ προπερισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι ἡμῶν ἀναγιγνωσκόντων βαρυτόνως.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύσιος. παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι. Τὸ ἧχι χωρὶς τοῦ ι κελεύει γράφειν Διονύσιος καὶ παρατίθεται τοὺς Δωριεῖς λέγοντας ἇχι.

Ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ προστακτικοῦ ἐχρήσατο, ὥς φησι Διονύσιος.

... ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι ἤλλακται πτῶσις «Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα» ἀντὶ τοῦ Πατρόκλου.

Ὅτι τὴν αἰτίαν προτέταχεν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοί. ἔδει δὲ οὕτως «εἰ δʼ ἄγετʼ, ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, ὄφρα κʼ ἔτι γνῶμεν Τρώων νόον, ἢ καταλείψουσι πόλιν ἄκρην τοῦδε πεσόντος, ἠὲ μένειν μεμάασιν, ἐπειδὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν.» ὁ δὲ Διονύσιος διστάζει μὴ πρὸς τὴν ἀπόλειψιν τοῦ χρόνου· παρασκευάζει γὰρ τὸ «ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο» καὶ «ἐπίτονος βέβλητο»· τὰ γὰρ τοιαῦτα ἐσημειοῦντο πρὸς κρίσιν ποιημάτων, ὅτι σπανίως Ὅμηρος κακομέτρους ποιεῖ.

Σχολικὸν ἀγνόημα τὸ δοκεῖν Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ σ γραφήν. καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ Περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται· παρʼ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως.

Διονύσιος ὁ Θρᾷξ ἐν τῷ Πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας φησὶ γεγραμμένου «ἀντιόωντες» μεταθεῖναι τὸν Ἀρίσταρχον ἀμφὶς ἐόντες.

Ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον, ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ «οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ».

Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφε, συνάπτων δηλονότι ὅλον τὸν στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῶ ἐν χερσίν, οὐ μειλιχίῃ τέλος πολέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδʼ ἐν ἀγρίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ κατʼ εὐθεῖαν πτῶσιν, ᾧ ἀκόλουθόν ἐστιν στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἐσται καθʼ ἑαυτὸ ἐκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος, διόπερ ἐν χερσὶν ἡ σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου οἰκεία.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Τοὺς δʼ ἀθετεῖ Ζηνόδοτος καὶ ἀντʼ αὐτῶν γράφει «μή σʼ ἀπομουνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ», ὃν παρῳδεῖ Διονύσιος ὁ Θρᾷξ ἀντὶ τοῦ «λάβῃ» «δάκῃ» λέγων. Ὅτι Ζηνόδοτος κατὰ τὸ ἑξῆς τέσσαρας ἀπὸ τούτου ἦρκε, γράφει δὲ ἀντὶ αὐτῶν τοῦτον· «μή σʼ ἀπογυμνωθέντα λάβῃ κορυθαίολος Ἕκτωρ». ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διονοίᾳ.

ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται: Οἱ περὶ Διονύσιον τὸν Θρᾷκά φασιν Ἀρίσταρχον πρώτῃ ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι, καὶ γράψαι «ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέρʼ ἵκηται.» ἐμφατικῶς τὸ ἐν πολέμῳ πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ.

Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονύσιος ὁ Θρᾷξ διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι, καὶ δασύνουσι τὸ α, ἵνα ᾖ προσάπτω, ἀνατίθημι· οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ α, ἵνʼ ταὐτὸν ὑπάρχῃ τῷ προϊάλλω, οἷον δίδωμι, προσπεύδω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς Πρὸς Κωμανόν.

Ὑπεράλμενον· Διονύσιος ἀναστρέφει τὴν ὑπέρ, ὁ δὲ Ἀσκαλωνίτης ἓν ἐποίει, ὃ καὶ πιθανώτερον.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Τῶν πρωτέων· Μέμφεται Διονύσιος. Οὐ γὰρ περιεσπᾶτο τὸ … πρῶτον. κατὰ συνίζησιν δὲ φαίνεται. Ἀπὸ τοῦ πρώτων. Μέμφεται δὲ Διονύσιος· οὐ γὰρ τὸ πρώτων, φησί, περισπᾶται.

... Φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ «δονακῆεν» κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευκᾶεν.

... Διονύσιος δʼ ἡγεῖτο πλεονάζειν τόν τε σύνδεσμον, καὶ ἀγοὺς ἡγεῖτο τοὺς ἡγεμόνας. ὁ μέντοι Ἀρίσταρχος ταγοὺς ἐξεδέξατο, καὶ σχεδὸν ἅπαντες παρὰ τὸ τάσσω ῥῆμα τοῦ σχηματισμοῦ γενομένου· διὸ καὶ ἐγὼ συγκατατίθεμαι.

Ἀπολλώνιος ὁ Σοφιστής ... Ἐπὶ δὲ τοῦ ἰόμωροι Διονύσιος ὁ Θρᾷξ οἷον ἰόντες ἐπὶ τὸν μόρον, οἷον εὔψυχοι, ἀπὸ τοῦ προφανῶς ἐπὶ τὴν ἀπώλειαν ἰέναι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Πρότμησιν Διονύσιος ὁ Θρᾷξ τὴν ὀσφύν, Φιλότιμος ἰατρὸς τὸν τράχηλον, Ἀρίσταρχος τὸ ἀπὸ τῆς ἥβης ἕως τοῦ ὀμφαλοῦ, τὸ ἦτρον· Παρμενίσκος δὲ τὸν ὀμφαλόν, διὰ τὸ τοῦτον πρῶτον ἐκτέμνεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ὅτι κατʼ αὐτὸν εἰς δύο τέμνεται ἴσα ὁ ἄνθρωπος. Οἱ μὲν ἀπὸ τῆς ἥβης ἄχρι τοῦ ὀμφαλοῦ, ἐπεὶ καὶ τοῦτο ἱερουργεῖται, οἱ δὲ τὴν ὀσφύν, ἣν οὐδαμοῦ τιτρώσκει ὁ ποιητής, ὅτι τοῖς θεοῖς δίδοται αἴτιον ὂν ζωογονίας καὶ σπερμάτων.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἑανός· Ὁ δὲ Θρᾷξ ἐξηγεῖται ἑανὸν τὸ λεπτόν· παρὰ τὸ ἕω, τὸ ἀμφίημι, ὡς καὶ τὸ «ἑανοῦ κασσιτέροιο» τοῦ ἐπὶ λεπτὸν ἐληλασμένου.

Ἀθήναιος Διονύσιος δʼ ὁ Θρᾷξ τὴν στρογγύλην, τὴν ἀμφιθέουσαν κυκλοτερεῖ τῷ σχήματι.

... ἡ πήληξ μὲν οὖν εἰς ὃ τὸν λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς πίπτοντα μέρη διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς κόσμος.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν … ἐναύλος … χειμάρρους ὡς Ἀρίσταρχος … ν παραμήκεσι τόποις … νεσαι ἐν τοῖς αὐλῶσιν … αὐλῶνες οἱ στενοὶ καὶ ἐπιμήκεις τόποι. ὁ δὲ Θρᾶιξ τὰ κοιλώματα … αἱ ἐκ … ρύσεις τῶν ποταμῶν πίμπλανται· «καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος … ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους». αὐλὸς δὲ πᾶν τὸ στενοῦν.

Ἐτυμολογικὸν τὸ Γνήσιον ἐννεσίῃσι· διανοήσεσιν, ἐννοίαις, βουλήσεσιν, ὥς φησι Διονύσιος.

ἕλικος· Τὸ ἁπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιός φησιν, ἀντὶ τοῦ εἰλίποδος.

ὁμοστιχάει· Συμπορεύεται. βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος.

Ὅτι τὸν ἐν τῷ Διακόσμῳ Χρόμιν εἰρημένον, «Μουσῶν δὲ Χρόμις ἦρχε», νῦν Χρομίον εἴρηκε διὰ τὸ μέτρον. ὁ δὲ Διονύσιος, εἴ τις ζητοίη, φησί, πότερον παραπεποίηται, εἴποιμεν ἂν τὸν Χρομίον· εὔλογον γὰρ ἐκεῖ τὸ ὄνομα πρῶτον.

ῥεθέων· Τῶν μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστιν. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ τὸ πρόσωπον καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασίν. Διονύσιος δὲ καὶ νῦν τὸ πρόσωπόν φησι δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος «ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.»

μέροπες· οἱ ἄφρονες ὑπὸ Εὐβοέων. Διονύσιος ἐν …

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Διονύσιος ὁ Θρᾷξ ἐν ταῖς Μελέταις φησὶ τὴν παροιμίαν «πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου» ἀπὸ τούτου διαδεδόσθαι. προστιθέμενος γὰρ Ἀντίνοος τὸ ἔκπωμα βάλλεται. Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου: Παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. εἷς δὲ τῶν οἰκετῶν ἔφη μὴ μεταλήψεσθαι τὸν δεσπότην τοῦ καρποῦ. ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα, καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. μέλλων δὲ τὴν κύλικα προσφέρειν τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου· ὁ δὲ ἔφη τὸν εἰρημένον στίχον. τούτων ἔτι λεγομένων οἰκέτης ἦλθεν ἀπαγγέλλων, ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. ὁ δὲ Ἀγκαῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπʼ αὐτοῦ ἐτελεύτησεν. ὅθεν ἡ παροιμία. Διονύσιος δέ φησιν εἰρῆσθαι αὐτὴν ἀπὸ τῆς Ἀντινόου μνηστευσαμένου τὴν Πηνελόπην συμφορᾶς· προσαγόμενος γὰρ τὸ ἔκπωμα ἐτελεύτησε τοξευθεὶς παρὰ τοῦ Ὀδυσσέως. Ἔνιοι ἐπισχόμενον συσσημαίνειν τὸν προσάγοντα τῷ ἕρματι τὸ ποτήριον. ἐνταῦθα ὁ Θρᾷξ Διονύσιος φησὶ τὴν παροιμίαν «πολλὰ μεταξὺ κύλικος».

Πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει. ὁ μὲν Ἀπολλόδωρος ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος, πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους.

Ἡ διπλῆ, ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύσοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος, ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ ἰδιότης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις· ὁ δὲ Διονύσιος· «πῶς οὖν ἐπιφέρει “πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον”, εἰ μὴ εἶχον ξίφη;» Ἀθετεῖ Ἀρίσταρχος· ἐπιφέρει γὰρ περὶ ξιφῶν. φασὶ δὲ πληθύνειν αὐτὸν τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

Ἡ διπλῆ, ὅτι σύνηθες ἦν τοῖς ἀρχαίοις ἁρματομαχεῖν, ἐσφαιρωμένοις δόρασι χρωμένους, καὶ ἀνατρέπειν ἐκ τῶν ὀχημάτων. ὁ δὲ Διονύσιος οὐκ ἐπὶ μελέτης, ἀλλʼ ὅτι ἀνεῖλε πρὸ τῶν ἀγώνων καὶ πρώτως εἰς πόλεμον παραγενόμενος.

Τὸ σημεῖον Διονύσιος διὰ τὸν «Ὑπερήνορά» φησιν· προείρηται γὰρ «Ἀτρείδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὔτασε», καὶ ἴσως κατὰ τὸ σιωπώμενον ἐκεῖ αὐτὸν ὠνείδισεν.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Καὶ οἱ μὲν περὶ Διονύσιόν φασιν αὐτοκίνητα αὐτὰ εἶναι ὡς τοὺς τρίποδας. οἱ δὲ περὶ Ἀριστόνικον οὐ συντίθενται, ἐπεὶ μή εἰσι παρὰ θεοῖς. Διό τις τῶν παλαιῶν. Διονύσιος δὲ ἦν ἐκεῖνος αὐτοκίνητα καὶ τὰ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος ὑπώπτευσεν ἡφαιστότευκτα ζῷα τὰ ἐν τοῖς ἑξῆς δηλωθησόμενα, εἰ καὶ ἀντέλεγέ, φασιν, Ἀριστόνικος.

... ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ «ἔτι γὰρ ἔχον ἕλκεα λυγρά». δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτʼ οὖν λέγεσθαι, ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ πρὸς τὸ ὑγιάσθαι ὄντων.

Ἀθετεῖ ὁ Θρᾷξ· ὁ γὰρ ἵμερος περὶ μόνην τὴν ψυχήν. γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ μὴ λέγοι τις, ὅτι στερνοτυπεῖ. τοῦτο δʼ οὐ γράφει.

Ὑποπτεύει Διονύσιος, ἐπεὶ τὸ μὲν δισταγμοῦ, τὸ δὲ ἀποφάσεως μετέχει.

Ἀθετεῖ Διονύσιος.

Ψευδοπλούταρχος Οὐκ ὤκνησαν δέ τινες Σαλαμίνιον αὐτὸν εἰπεῖν ἀπὸ Κύπρου, τινὲς δʼ Ἀργεῖον· Ἀρίσταρχος δὲ καὶ Διονύσιος ὁ Θρᾷξ Ἀθηναῖον. Ὅμηρος ὁ ποιητὴς ... τὸ γένος κατὰ μὲν Πίνδαρον Σμυρναῖος, ... κατὰ δʼ Ἀρίσταρχον καὶ Διονύσιον τὸν Θρᾷκα Ἀθηναῖος.

ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονός, ἕως τοῦ ἵνα τοι βίος ἄρκιος εἴη: Ὁ μὲν Θρᾷξ Διονύσιος ἔλεγε φερέοικον τὸν κοχλίαν· ἐπιτιμῆσαι δέ φησιν … αὐτῷ τινα τοῦτο λέγοντι Ἀρκάδα· εἶναι γὰρ ἐν Ἀρκαδίᾳ τὸν φερέοικον ὁρᾶν μελίττῃ ἐοικότα σμικρότατον, κάρφη καὶ συρφετὸν ἑαυτῷ συνάγοντα στεγοποιεῖσθαι διὰ τοὺς χειμῶνας, βαίνειν δὲ ἀνὰ τὰ φυτὰ θέρους, τὸν δὲ κοχλίαν μὴ φαίνεσθαι θέρους, ἀλλʼ ὁπόταν ὄμβρος γένηται ἀναδυόμενον φαίνεσθαι, διὰ τῶν φυτῶν βαίνειν ἕλκοντα τὸ κοῦφον ἐξόπισθεν ὄστρακον ....

Τύνη Ὅτι πρὸς τὸν Δία. Πολύζηλος δὲ ἐν τοῖς Ῥοδιακοῖς Τύνην ἄρχοντα Χαλκιδέα φησίν, ἐφʼ οὗ κρίνεσθαι τὸν Ἡσίοδον μετὰ τοῦ ἀδελφοῦ, Διονύσιος δὲ Φαίδριστον, ἀγνοοῦντες ὅτι ἀντωνυμία ἐστὶ παράγωγος ἀπὸ τοῦ τύ, ὡς ἐγώνη, τύ τύνη.

… διον … σιου επο … αλκμανος … μελ … ν δʼ … Υ …

Σοῦδα πέλανοι: Πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια· ὡς αὐτός φησι, καρποὶ μέλιτι δεδευμένοι. Διονύσιος Θρᾷξ· θεοῖς ἀπαρχαί τινες. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός. καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτός, κόμμι· καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός.

Αἴλιος Ἡρωδιανός Περὶ καθολ. προσῳδίας τῷ ἐπιρρήματι μανάκις συστέλλειν ἄξιόν ἐστιν ὡς καὶ Ἐπαφρόδιτος ἐν αʹ Περὶ στοιχείων καὶ Διονύσιος. κέχρηται δʼ αὐτῷ Πλάτων ἐν Σύρφακι· «καὶ ταῦτα μανάκις, μυριάκις τῆς ἡμέρας» κτλ.

Κλήμης ὁ Ἀλεξανδρεύς Ἀλλὰ καὶ Διονύσιος ὁ Θρᾷξ ὁ γραμματικὸς ἐν τῷ Περὶ τῆς ἐμφάσεως περὶ τοῦ τῶν τροχίσκων συμβόλου φησὶ κατὰ λέξιν· «ἐσήμαινον γοῦν οὐ διὰ λέξεως μόνον, ἀλλὰ καὶ διὰ συμβόλων ἔνιοι τὰς πράξεις, διὰ λέξεως μὲν ὡς ἔχει τὰ λεγόμενα Δελφικὰ παραγγέλματα, τὸ “μηδὲν ἄγαν” καὶ τὸ “γνῶθι σαυτόν” καὶ τὰ τούτοις ὅμοια, διὰ δὲ συμβόλων ὡς ὅ τε τροχὸς ὁ στρεφόμενος ἐν τοῖς τῶν θεῶν τεμένεσιν εἱλκυσμένος παρὰ Αἰγυπτίων καὶ τὸ τῶν θαλλῶν τῶν διδομένων τοῖς προσκυνοῦσι. φησὶ γὰρ Ὀρφεὺς ὁ Θρᾴκιος· θαλλῶν δʼ ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν, οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσὶν, ἀλλὰ κυκλεῖται πάντα πέριξ, στῆναι δὲ καθʼ ἓν μέρος οὐ θέμις ἐστίν, ἀλλʼ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος. οἱ θαλλοὶ ἤτοι τῆς πρώτης τροφῆς σύμβολον ὑπάρχουσιν, ἢ ὅπως ἐπιστῶνται οἱ πολλοὶ τοὺς μὲν καρποὺς διʼ ὅλου θάλλειν καὶ αὔξεσθαι διαμένοντας ἐπὶ τὸ πλεῖστον, σφᾶς δὲ αὐτοὺς ὀλίγον εἰληχέναι τὸν τῆς ζωῆς χρόνον, τούτου χάριν δίδοσθαι τοὺς θαλλοὺς βούλονται, ἴσως δὲ καὶ ἵνα ἐπιστῶνται, ὅτι, ὡς οὗτοι καίονται, οὕτως καὶ αὐτοὺς δεῖ τοῦτον τὸν βίον ταχέως ἐκλιπεῖν καὶ πυρὸς ἔργον γενέσθαι.»

Ἰωάννης ὁ Δοξαπατρῆς ... ὁρίζεται δὲ πάλιν αὐτὴν Διονύσιος ὁ Θρᾷξ οὕτω· ῥητορική ἐστι δύναμις τεχνικὴ διὰ λόγου ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν. ἀλλὰ καὶ οὗτος κακίζεται, διότι τέλος ἐν αὐτῷ ἀποδέδοται τῆς ῥητορικῆς, ὅπερ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ τῶν ἄλλων τινῶν, δέον ὂν μήτε ἑνὸς πράγματος πολλὰ τέλη ἀποδίδοσθαι μήτε πολλῶν ἕν ...

Ὅτι διεχώριζε τὴν προσηγορίαν ἐκεῖνος ἀπὸ τοῦ ὀνόματος καὶ συνῆπτε τῷ ἄρθρῳ τὴν ἀντωνυμίαν· ...

... ὁ δὲ Διονύσιος ὁ Θρᾷξ, ὥς φησιν Ἀπολλώνιος ἐν τῷ Ῥηματικῷ, οὕτως ὁρίζεται τὸ ῥῆμα· «ῥῆμά ἐστι λέξις κατηγόρημα σημαίνουσα».

Στέφανος ὁ Βυζάντιος Ταρσός, ἐπισημοτάτη πόλις Κιλικίας, ἣν διὰ τοῦ ε ἔλεγον Τερσὸν παρὰ τὸ τερσανθῆναι, ὅ ἐστιν ἀναξηρανθῆναι· τῶν γὰρ ὑδάτων κατὰ τὴν πρώτην σύστασιν προχωρούντων εἰς τὸ νῦν πέλαγος φασὶν ἀναφανθῆναι πρῶτα τὰ Ταυρικὰ ὄρη. Διονύσιος δὲ ὁ Θρᾷξ ἐν τῷ Περὶ Ῥόδου ἀπὸ τῆς τοῦ Βελλεροφόντου πτώσεως· μέρος γάρ τι τοῦ ποδὸς ταρσὸν καλεῖσθαι, τῆς ἐκείνου χωλείας ὑπόμνημα ποιουμένων τῶν ἀρχαίων.

Τηλέμαχε· Οὗτος ὁ στίχος λαγαρός ἐστι· διὸ Ζηνόδοτος ἴσως μετέγραφε· «Τηλέμαχʼ ὑψαγόρη μέγα νήπιε, ποῖον ἔειπες;». τὸν δὲ δεύτερον περιῄρει τελέως διὰ τὸ μαχόμενον αὐτῷ «εἰ μὴ θεοὶ ὣς ἐτέλοιεν.»

ἔνθʼ ἐφάνη· Ὅπου ἡμῖν ὤφθη ὁ δράκων· οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι, λέγων αὐτὸν Σθένιον· οὕτως γὰρ ἱστόρηται Διονυσίῳ ἐν τῇ εʹ τῶν ἀπόρων.

Διονύσιος δὲ τὸν μέγιστον ἀριθμὸν ρκʹ τίμιον, τὸν δὲ λοιπὸν ἐν τῷ μεταξὺ τούτων ἄγεσθαι, ὡς φθάνειν πάσας ἀπὸ τε ἀνδρῶν.