ΥΠΟΘΕΣΙΣΓενομένης μάχης Ὀδυσσέως πρὸς ἕτερον πτωχὸν ἐλθόντα πρὸς τοὺς μνηστῆρας, Πηνελόπη λαμβάνει δῶρα παρὰ τῶν μνηστήρων. καὶ κοινολογία γίνεται ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον περί τινος ἄλλου ἐν τῷ συμποσίῳ. ΑΛΛΩΣὈδυσσέως καὶ Ἴρου πάλη, καὶ ἐξέλευσις Πηνελόπης πρὸς τοὺς μνηστῆρας ἐπιπληττούσης Τηλεμάχῳ περὶ τῆς τοῦ ξένου καταξενίας καὶ δωροδοκία τῶν μνηστήρων τῇ προειρημένῃ. καὶ ἀποπειρᾶται δὲ τῶν θεραπαινίδων Ὀδυσσεύς. ΑΛΛΩΣὈδυσσέως καὶ Ἴρου πυγμὴ γίνεται. φαίνεται δὲ καὶ Πηνελόπη τοῖς μνηστῆρσι καὶ παρʼ αὐτῶν δῶρα λαμβάνει. γίνεται δὲ καί τις κοινολογία ἐν τοῖς ἑξῆς Ὀδυσσέως πρὸς Εὐρύμαχον.
πτωχὸς πανδήμιος ὁ διʼ ὅλης τῆς πόλεως ἐπαιτῶν. πανδήμιος ὁ κατὰ τὸν δῆμον ἐπαιτῶν καὶ διʼ ὅλης τῆς πόλεως ἐπιών.
γαστέρι μάργῃ γαστριμαργίᾳ, ἀπληστίᾳ.
ἀζηχὲς διηνεκὲς, ἀδιάλειπτον. πολλά.
Ἀρναῖος ἢ ὅτι προβατώδης, ἢ παρὰ τὸ ἄρνυσθαι, ὅ ἐστι λαμβάνειν· ἢ ἀραῖος· ηὔχοντο γὰρ αὐτοῦ οἱ γονεῖς γεννηθῆναι· καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος. γέγονε τὸ ὄνομα παρὰ τὴν ἀρὰν ἀραῖος, καὶ πλεονασμῷ τοῦ ν ἀρναῖος, ὁ εὐκταῖος τῇ μητρὶ γενόμενος· ἢ παρὰ τὸ ἄρνυσθαι τὸ λαμβάνειν ὡς πτωχὸς, ἵνʼ ᾖ ὄνομα πτωχῷ πρέπον· ἢ ἀπὸ τῶν ἀρνῶν, ἵνʼ ᾖ ὁ βληχώδης καὶ ἠλίθιος.
ἐκ γενετῆς ἐκ γενεῆς, διχῶς. Ἶρος ἀπὸ τοῦ Ἶρις ἡ ἄγγελος τῶν θεῶν. Ἶρος παρὰ τὸ εἴρω τὸ λέγω, ὁ τὰς ἀγγελίας κομίζων· λέγει γὰρ, οὕνεκʼ ἀπαγγελίας. παρὰ τὸ εἴρειν.
διώκετο ἐδίωκεν. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ.
ἐπιλλίζουσιν διανεύουσι τοῖς ὀφθαλμοῖς. ἶλλοι γὰρ οἱ ὀφθαλμοὶ, ἀπὸ τοῦ εἰλεῖσθαι, ὅθεν τὸ δενδίλλων. ἐπιλλίζουσιν διὰ δύο λλ.
ἐκ παντὸς τὸ ἀνενόχλητον αὐτοῦ δηλοῖ. δαιμόνιε διʼ ἔργων σε οὐ κακοποιῶ. οὔτʼ ἀγορεύω, οὔτε κακολογῶ σε, οὔτε τινα φθονέω δόμεναι, καὶ πόλλʼ ἀνελόντα, οὐ φθονῶ σοι.
οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται χωρήσει, ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων. Δημήτριος δέ φησιν ὅτι ἀττικίζων ὁ ποιητὴς ἀντὶ τοῦ δέξεται χείσεται εἶπεν. οὐ στενοχωρήσει. οὐδέ τί σε χρὴ ἀλλοτρίων φθονεῖν· οὐ γὰρ ἀπὸ τῶν σῶν λήψομαι.
ἀλλοτρίων φθονέειν οὕτως ἡ σύνταξις, οὐ χρή σε φθονεῖν μοι τῶν ἀλλοτρίων. μέλλουσι δὲ οἱ θεοὶ εὐδαιμονίαν ἡμῖν παρέχειν. ἄδηλον γὰρ τὸ τῆς τύχης ῥεῦμα.
ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν ἐοίκασι δὲ οἱ θεοὶ δωρητικοὶ εἶναι εὐδαιμονίας, ὥστε οὐ φαίνονται ἡμῖν ἵλεω.
μή σε, γέρων ὅλον συνῆπται τὸ νόημα οὕτως, μήπως σε αἵματος πληρώσω, καὶ πλέον ἡσυχίαν ἐμαυτῷ ποιήσω αὔριον. εἰ γὰρ σὺ πληγείης, οὐκέτι ἐνταῦθα ἥξεις, καὶ εὑρίσκομαι ἐκτὸς ὢν μάχης, σοῦ μηκέτι ἐλθόντος.
γρηῒ καμινοῖ τῇ καμινοκαυστρίᾳ, τῇ φρυττούσῃ τὰς κριθὰς πρὸς τὸ ποιῆσαι ἄλευρα. οὕτως Ἀρίσταρχος καὶ Ἡρωδιανός. ὃ Ἀττικοὶ κοδομεύειν φασίν. ὁ δὲ Κομανὸς τῇ καμούσῃ τὰς ἶνας διὰ τὸ γῆρας. Καὶ ἄλλως. γρηῒ καμινοῖ, καμινευτρίᾳ, παραπλησίως κατὰ τὸ εἶδος καὶ τὴν ἐσθῆτα. ῥυπαρὰ γὰρ ἐφόρει. καμινευτρίᾳ, φρυγούσῃ κριθάς. ἔστι δὲ ἡ εὐθεῖα καμινώ. ἐν πολλοῖς, γρηῒ καμινῶ.
χαμαὶ δʼ ἐκ πάντας σχεδὸν πᾶσαι, χαμαὶ δέ κε πάντας. τοὺς ὀδόντας ἐκκόψω.
ληϊβοτείρης τῆς κατεσθιούσης τὸ λήϊον, ὅ ἐστι τὸ σιτοφόρον χωρίον. ἐὰν γὰρ εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξοδοντίζεται. νόμος ἦν, ὡς ἐὰν εὑρεθῇ σῦς ἀλλότριον σπόριμον πεδίον βοσκομένη, ἐξωδοντίζετο. ὡς χοίρου λήϊον βοσκομένης. εἴ που γὰρ εὑρίσκετο εἰς ἀλλότριον χωρίον χοῖρος, τοῦτο ἔπασχεν ὑπὸ τῶν δεσποτῶν τοῦ χωρίου κατεχομένη. οὗτος δὲ ὁ νόμος παρὰ Κυπρίοις.
ἐπιγνώωσι δὲ ἀντὶ τοῦ θεάσωνται.
πανθυμαδὸν ὀκριόωντο μετὰ παντὸς θυμοῦ ἐτραχύνοντο, ἠγριαίνοντο. καὶ λίθον ὀκριόεντά φησι τὸν τραχὺν καὶ οἷον ἄκρα ἔχοντα, καὶ ἀκριόεντα. πανθυμαδὸν ἐκθύμως, πάσῃ τῇ ψυχῇ, ἄγαν ὀργίλως. ὀκριόωντο ἐτραχύνοντο, διεφέροντο, διεπληκτίζοντο.
κακοείμονας κακὰ ἱμάτια περιβεβλημένους.
ἀγήνορες νῦν οἱ ἄγαν ἀνδρεῖοι.
γαστέρες οἰκεῖον τὸ ἆθλον τοῖς διὰ γαστέρα ἁμιλλωμένοις. ἐν πυρὶ δὲ ἀντὶ τοῦ παρὰ πυρί. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἀριστοφάνης ἐν πυρὶ, ἐν τῷ καταφωτιζομένῳ τόπῳ, ὡς ἐν Ἰλιάδι «αὐτὰρ ὅγε κρεῖον μέγα κάββαλεν ἐν πυρὸς αὐγῇ.» προσηκόντως γαστέρα πρὸς βρῶσιν τίθησι τῷ νικήσαντι. καὶ οὗτοι γὰρ διὰ τὴν γαστέρα ἐμάχοντο. γαστέρες αἵδʼ αἰγῶν τὰς φύσκας λέγει. οἰκεῖον δὲ τὸ ἆθλον τοῖς διὰ γαστέρα δυστυχοῦσιν. αἵδε δεικτικῶς, ἐν μέσῳ γὰρ τῷ ἀνδρῶνι τὸ πῦρ.
εὐλογώτατα πρὸ τῆς μνηστηροκτονίας τὸν Ἶρον ὑπεξάγει ὁ ποιητής.
ἥνδανε ἤρεσκε.
ἦρα τὸ ἐντελὲς ἐπίηρα. ἐπίηρα ἐστὶ τὸ ἐντελὲς, καὶ ἐν Ἰλιάδι «μητρὶ φίλῃ ἐπίηρα,» ὁ μεσολαβήσας τῷ ὀνόματι εἶπεν.
ἀτασθάλλων ἐνυβρίζων με ὑπερηφάνως ἢ ἀδικῶν με.
ἐπώμνυον ἐπώμνυον, οὐκ ἀπώμνυον. ἀπώμνυον γρ. ἐπώμνυον.
θείνῃ γρ. δείρῃ.
ξεινοδόκος ὁ τοὺς ξενοὺς ὑποδεχόμενος, διὰ τοῦ κ ἀντὶ τοῦ χ, ὡς ἱστοδόκος, ἢ ἀπὸ τοῦ δέχεσθαι. ἐπὶ δʼ αἰνεῖτον συγκατατίθενται. συντίθενται δὲ κελεύσει μου ὁ Ἀντίνοος καὶ Εὐρύμαχος.
ζώσατο περιεζώσατο μὲν τοῖς ῥάκεσι τὰ αἰδοῖα, ἢ περὶ τὰ αἰδοῖα ἐζώσατο.
μέλεʼ ἤλδανε ψιλῶς ἀπὸ τοῦ ἀλδαίνω. καὶ Αἰολεῖς ἄλματα καλοῦσι τοὺς κλάδους, οἷον ἀλδήματα καὶ αὐξήματα.
ἄϊρος Ἶρος ὀνομασθείς. ἐπίσπαστον ἑκούσιον, ἀπὸ τῶν ὀρνίθων τῶν δελεαζομένων καὶ ἐπισπωμένων ἑαυτοῖς τὸν ὄλεθρον. ἄϊρος ἐπίσπαστον ὁ μηκέτι ἐν ζωῇ ἐσόμενος, ὁ μηκέτι ἐσόμενος Ἶρος. τὸ δὲ, ἐπίσπαστον, αὐθαίρετον, ὃ αὐτὸς ἑαυτῷ ἐπεσπάσατο. ἕξει γρ. ἄξει.
ἐπιγουνίδα τὸν ἐπάνω τοῦ γόνατος τόπον. ἀπὸ δὲ μέρους τὸ πᾶν σῶμα φησίν. εἰ γὰρ τὸ ὀστῶδες μέρος εὔσαρκον, πῶς οὐκ ἂν καὶ τὰ ἄλλα;
ὠρίνετο κατεταράσσετο, οὐκ ὠργίζετο.
ἀλλὰ καὶ ὡς δρηστῆρες ἁπλῶς. οὐ γὰρ ἐπὶ τῶν μαγείρων. «οὗτοι δῶμα κάτα δρηστῆρες ἔασιν». δρηστῆρες οὐ πάντες δοῦλοι, ἀλλʼ ἴσως θεράποντες, ὃ καὶ ἄμεινον.
ὅμοιον τῷ «Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.»
νῦν μὲν μήτʼ εἴης ἀντὶ τοῦ ἀποθάνοις νῦν. μήτε γένοιο, ἀντὶ τοῦ μηδὲ ἐν παλιγγενεσίᾳ ἔλθοις τὸ δεύτερον. βουγάϊε μεγάλως ἐπαιρόμενε, βοῶν ἔργα ποιῶν. ἀκουστέον ὑπερμεγέθη ἔχων βοείαν ἀσπίδα, ἐπὶ τοῦ Αἴαντος, ὅταν λέγῃ «ὦ Αἶαν ἁμαρτοεπὲς βουγάϊε» ὡς εἰ ἔλεγεν, ὁ γαίων ἐπὶ τῇ ἀσπίδι, ὡς «κύδεϊ γαίων» ἐπὶ δὲ τοῦ Ἴρου χαριεντιζόμενός φησι, διὰ τὸ μέγεθος, ὡς ὑπερμεγέθη ἀνέχοντος ἀσπίδα. λέγει δὲ, μὴ εἴης μέγας, μηδὲ γένοιο· ὅμοιον τῷ «ἦ μάλα Ἶρος ἄϊρος», ἀπαγγέλλων ὅτε πού τις ἀνώγοι. τοῦτο ὅμοιον καὶ τῷ «οὕτω γάρ κεν δή μοι ἐϋκλείη τʼ ἀρετή τε εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα» τοῦτο γὰρ ταυτὸν τῷ εἴης καὶ γένοιο. βουγάϊε ἐπὶ μὲν τοῦ Αἴαντος, ἐπὶ τῇ βοῒ γαίων, ὅ ἐστι τῇ ἀσπίδι· νῦν δὲ χαριεντιζόμενος ἐπὶ τῷ γαυριῶντι τῇ ἀναισθησίᾳ φησί.
πέμψω σʼ Ἤπειρόνδε Ἤπειρος χώρα ἐστὶν ἐναντίον τῆς Ἰθάκης οὕτως ἰδικῶς λεγομένη.
εἰς Ἔχετον βασιλῆα Ἔχετος ἦν μὲν υἱὸς Βουχέτου, ἀφʼ οὗ καὶ ἐν Σικελίᾳ πόλις Βούχετος καλεῖται. Σικελῶν δὲ τύραννος λέγεται. τοῦτον τοὺς μὲν ἐγχωρίους κατὰ πάντα τρόπον σίνεσθαι, τοὺς δὲ ξένους ἀναιρεῖν λωβώμενον· τοσαύτην δὲ κακίαν ἔχειν ὡς καὶ τοὺς μακρὰν οἰκοῦντας ὅτε θέλοιεν σφόδρα τινὰ τιμωρῆσαι καὶ ξένῳ περιβαλεῖν θανάτῳ ἐκπέμπειν αὐτῷ. πολλὰς γὰρ μηχανὰς ἐξευρεῖν τοῦτον αἰκίας. ὅθεν τὸν λαὸν οὐχ ὑπομένειν τὴν πικρὰν ταύτην τυραννίδα, λίθοις δὲ αὐτὸν ἀνελεῖν. ἡ ἱστορία παρὰ Μνασέᾳ καὶ Μαρσύᾳ. οὗτος Ἠπείρου βασιλεὺς Εὐχήνορος καὶ Φλογέας υἱὸς, ὃς τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκασεν ἀλήθειν κριθὰς σιδηρᾶς, τότε φήσας ἀποδώσειν αὐτῇ τὰς ὄψεις ὅταν ἀλήσῃ τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ὡς ἐπὶ ἑστίαν καλέσας ἠκρωτηρίασε. καὶ εἰς ὠμότητα τραπεὶς μισθὸν ἐλάμβανεν ὑπὲρ τοῦ ἀκρωτηριάζειν τοὺς ἐπὶ τούτῳ πεμπομένους αὐτῷ ξένους. ὕστερον μέντοι μανεὶς ἐνεφορήθη τῶν ἰδίων σαρκῶν. τινὲς δέ φασιν ὅτι ἐπʼ αὐτοῦ Ὁμήρου ἦν ὁ Ἔχετος· ἐπειδὴ δὲ ἐπλημμέλησεν εἰς αὐτὸν, ἐμνήσθη αὐτοῦ ὡσανεὶ παλαιοῦ τινος ἀδίκου. Ἔχετος βασιλεὺς ἦν τῆς Ἠπείρου, Εὐχήνορος παῖς, ὠμὸς καὶ ἀπότομος, ὃς καὶ τὴν θυγατέρα Μετώπην ἢ Ἄμφισσαν ὑπὸ Αἰχμοδίκου φθαρεῖσαν πηρώσας ἠνάγκαζε σιδηρᾶς ἀλεῖν κριθὰς, λέγων τότε ἀποδώσειν τὰς ὄψεις, ὅτε ἀλέσει τὰς κριθάς. τὸν δὲ Αἰχμόδικον ἐπὶ ἑστίασιν καλέσας ἠκρωτηρίασε καὶ τὰ αἰδοῖα αὐτοῦ ἀπέκοψεν. ὕστερον μέντοι μανεὶς καὶ τῶν ἰδίων ἐμφορηθεὶς σαρκῶν ἀπέσβη.
ἄναγον Ἴωνες τὸ ἄγειν ἀνάγειν λέγουσιν. «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι»
ἐλάσει πλήξει βαλών.
ἀνασχομένω ἀνασχόμενοι. ἔστι δὲ ἀντὶ τοῦ ἀνασχομένων. ἀνασχομένω ἀνατείναντες.
μακὼν ἐπὶ ἀνθρωπείας φωνῆς. ἡ Αἰολὶς, χανών. σὺν δʼ ἤλασʼ ὀδόντας συνέκρουσε.
γέλω ἔκθανον ὑπὸ γέλωτος ἀπέθανον. διεχύθησαν τῷ γέλωτι τερπόμενοι.
εἷλκε διʼ ἐκ προθύροιο διὰ τοῦ προθύρου τοῦ ἀνδρῶνος εἷλκεν αὐτὸν, ἕως ὅτε κατέλαβε τὴν αὐλὴν, ὅπου εἰσὶν αἱ θύραι τῆς αἰθούσης.
αἰθούσης παρὰ τὸ καθῆσθαι ἐκ τῆς αὐλῆς. ποτὶ ἑρκίον αὐλῆς εἰς τὸ περίφραγμα τῆς αὐλῆς, ἀντὶ τοῦ τῷ περιεχομένῳ τόπῳ τῆς αὐλῆς.
ἐνταυθοῖ ἐνταῦθα, ἐν τούτῳ τῷ τόπῳ.
εἶναι ἀντὶ τοῦ ἔσο.
ἐπαύρῃ ἐπαύρομαι, ἐπαύρῃ, ἀντὶ τοῦ εὕρῃς. γρ. ἄλλο πάθῃσθα.
δεικανόωντʼ ἐπέεσσιν ἤγουν ἐδεξιοῦντο, παρὰ τὸ δείκνυμι.
οὗτοι οἱ βʹ ἐκ τῶν ἄνωθεν μετήχθησαν· ἐκεῖ μὲν γὰρ προτρέπων φοβεῖ, ἐνταῦθα δὲ ἀπάνθρωπον τελέως τὸ ἡμιονήπια τελεῖν· διὸ περιγράφονται.
ἀνάξομεν Ἤπειρόνδε ἀναχθῆναι ποιήσομεν. νῆσος γὰρ ἡ Ἰθάκη. ἀπαγάγωμεν.
ἀτὰρ μὲν νῦν γε νῦν δὲ δή γε· ὁ γὰρ μέν ἀντὶ τοῦ δή.
ἐπητῇ παρὰ τὸ ἔπος. περισπωμένως, ἀντὶ τοῦ λογίῳ. ἐπητῇ δεινῷ εἰπεῖν, ἢ λογίῳ, παρὰ τὰ ἔπη.
ἀκιδνότερον ὑπομονητικώτερον.
οἷον οὐκ ἀνέξεσθαι, ἀλλʼ αὐτὸν ἐξάξειν· οὕτως Ἀριστοφάνης.
ἀρετὴν εὐδαιμονίαν, τὴν ὑπὸ θεῶν εὐπραξίαν. ὄφρʼ ἀρετὴν παρέχωσι νῦν, τοῖς ἀγαθοῖς παρέχουσιν εὐδαιμονίαν· ὁμοίως τῷ «ἀρετῶσι δὲ λαοί.»
τελέουσι ποιοῦσιν, ἐπιφέρουσιν.
τοῖος γὰρ νόος ἐστὶν οἱ μὲν φιλόσοφοι ἐκδέχονται ὅτι οἷον ἂν ᾖ τὸ κατάστημα τοῦ ἀέρος, τοιαύτην καὶ τὴν ἡμέραν διατελοῦσιν οἱ ἄνθρωποι· ὁ δὲ ποιητὴς λέγει, ὁποῖα ἂν ᾖ τὰ προσπίπτοντα, τούτοις ἐξομοιούμεθα. ὁποῖον γὰρ ἐπάγει ἦμαρ ὁ Ζεὺς τοῖς ἀνθρώποις, τοιοῦτός ἐστιν ὁ νοῦς αὐτῶν, ἐν μὲν ταῖς εὐτυχίαις ἐπαιρόμενος, ἐν δὲ ταῖς δυστυχίαις ταπεινούμενος πρὸς τὰς ἐφʼ ἡμέραν τύχας.
ἔμελλον ἐῴκειν, ἐδόκουν. ἐῴκειν, ἐνομιζόμην.
πατρί τʼ ἐμῷ πίσυνος θαρρῶν τῇ προστασίᾳ τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν.
ἀλλʼ ὅγε σιγῇ ἡσυχῆ, ἐγκρατῶς, μήτε ἐπαιρόμενος, μήτε ἄγαν ὀδυρόμενος. δῶρα δὲ θεῶν ἁπλῶς τὰ διδόμενα ὁποῖα τύχῃ ὄντα.
οἷʼ ὁρόω μνηστῆρας θαυμαστικῶς τὸ οἷα. ἠρέμα ταῦτα πρὸς τὸν Ἀμφίνομον φησί.
καὶ κεῖνον πλήρης ὁ καί.
ἐμφαίνει τὸν ἐπιμελῶς ἀκούσαντα διὰ τοῦ νευστάζων. ὄσσετο προεμηνύετο.
πετάσειε ἐκπλήξειεν. ἀναστήσει πρὸς ἐπιθυμίαν. γρ. θέλξειε. οὐκ ἀλαζονικῶς δὲ πρόσεισιν ἡ Πηνελόπη, ἀλλʼ ὅπως μὴ βιασθῇ προνοουμένη καὶ ἐλπιδοποιοῦσα τὸ δοκεῖν τινι συνοικῆσαι.
μᾶλλον πρὸς πόσιος ἵνʼ ἐκπλαγεὶς τῷ κάλλει αὐτῆς Ὀδυσσεὺς μᾶλλον κατὰ τῶν μνηστήρων ἐπιρρωσθείη.
ἀχρεῖον ἄκαιρον μηδενὸς προκειμένου, οὐ χρειῶδες, οὐδὲ πρὸς χρείαν ἁρμοζόμενον. οἷον οὐκ ἐκ σπουδῆς.
συμβουλεύσαιμι γὰρ ἂν τῷ παιδὶ ἔπος τὸ κέρδιον εἴη.
ἐπαινεῖν συντίθεσθαι. ἐπαινεῖν γρ. ὁμιλεῖν. βάζουσι εἰς κενὸν λαλοῦσι. φρονέουσι βουλεύονται, ἐννοοῦσι.
ὅμοιον τῷ «ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον»
ἐπιχρίσασα παρειάς ἐλαίῳ λιτῷ ἢ σκευαστῷ.
ἄκριτον αἰεί ἀδιαλείπτως, ἀδιαχωρίστως.
ἠρῶ γρ. ἤρω.
παραύδα ἔξω τοῦ δέοντος λέγει ἢ κρύπτει. κηδομένῃ μετὰ τοῦ ι, ἀντὶ τοῦ κηδευούσῃ πρὸς τὸ χ.
ἀλοιφῇ ἐλαίῳ.
ἀγλαΐην νῦν ἀντὶ τοῦ καλλωπισμόν.
ἀνώχθει γρ. ἄνωχθι.
οὐ κεῖσʼ εἶμι τὸ πλῆρες, ἐκεῖσε εἶμι. τινὲς δὲ, εἴσειμʼ. ἄμεινον δὲ τὸ πρῶτον.
ἀγγελέουσα λέγουσα. νέεσθαι γρ. ἔσεσθαι.
κάλλεϊ νῦν τὰ μύρα. μυθικῶς θείῳ τινὶ χρίσματι.
Κυθέρεια ἢ ἀπὸ τοῦ κεύθειν ἢ ἀπὸ τοῦ κύειν ἔρωτα.
ἱμερόεντα γρ. ἐρόεντα.
πάσσονα παχυτέραν πρὸς ἀναλογίαν τοῦ μήκους.
πριστοῦ γρ. λευκοῦ.
δῖα θεάων Ζηνόδοτος γράφει, δῖʼ Ἀφροδίτη.
φθόγγῳ ἐπερχόμεναι σὺν φθόγγῳ, οὐ σιωπῇ βαδίζουσαι πρὸς αὐτήν. μετὰ φωνῆς ἐπιοῦσαι.
ἀπομόρξατο ὃ συνήθως οἱ διυπνισθέντες ποιοῦσιν.
αἰνοπαθῆ τὴν δεινοπαθῆ.
φθινύθω φθείρω.
ἔθελχθεν ἠλλοιώθησαν. ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν γράφεται, ἔρως δʼ ἄρα θυμὸν ἔθελγεν.
κέρδεʼ κέρδεα νῦν τὰ βουλεύματα. συνέσεις. ἐνώμας ἐκίνεις. ἀντὶ τοῦ ἐνενόεις.
νῦν δʼ ὅτε τὸ ἑξῆς, νῦν δʼ ὅτε δὴ μέγας ἐσσὶ, οὐκέτι φρένες εἰσὶν, ὡς τὸν ξεῖνον ἔασας.
οἷον δὴ θαυμαστικῶς τὸ οἷον δή.
πῶς νῦν τὸ ἑξῆς, πῶς εἰς τὸ μετέπειτά σοι αἶσχος λώβη τε πέλοιτο, εἴ τι ὁ ξεῖνος πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; τὸ γὰρ νῦν μέλλοντός ἐστι χρόνου, τὸ δὲ πῶς θαυμαστικὸν μετὰ ἤθους. ἐν μεταξυλογίαις θαυμαστικῶς, καὶ τοιοῦτος ὁ στίχος. πῶς ἀντὶ τοῦ ποδαπῶς, ὁποίως μετέπειτα· οὕτως εἴ τι ὁ ξεῖνος πάθοι.
ῥυστακτύος ἑλκυσμοῦ, αἰκισμοῦ. κήδεται δὲ αὐτοῦ παρʼ Εὐμαίου μαθοῦσα ὑπάρχειν αὐτὸν Ὀδυσσέως ἑταῖρον.
κεχολῶσθαι τὸ ἑξῆς, τὸ μὲν κεχολῶσθαί σε. ὁ δὲ νοῦς, διὰ τοῦτο μὲν ὀργίζεσθαι οὐ μέμφομαί σοι, οὐκ εἰμὶ δὲ ἀνόητος ὡς σὺ φῂς, ἀλλὰ νοῶν τὰ καθέκαστα.
πάρος δʼ ἔτι νήπιος ἦα γράφεται, μέγας δέ κε νήπιος εἴην. ὁ δέ ἀντὶ τοῦ γάρ· μέγας γὰρ ἀνόητος εἴην, εἰ μὴ νοῶ ἐσθλά τε καὶ τὰ χέρεια. μέγας δὲ, ἤτοι μέγας ὢν τῇ ἡλικίᾳ. ἢ δύναται καὶ ἐπιτάσεως εἶναι μέγας μωρὸς ἀντὶ τοῦ πάνυ ἀνόητος, ὡς καὶ ἐν τῇ συνηθείᾳ. ὅθεν καὶ ἐπίρρημα μέγα ἀντὶ τοῦ μεγάλως. ἠθέτει καὶ Ἀρίσταρχος.
οὐ μέντοι ξείνου οὐ κατὰ τὴν βούλησιν τῶν μνηστήρων, οὐδὲ ὡς ἐπεθύμουν αὐτοὶ ἀπέβη τὰ τῆς μάχης. ὁ γὰρ Ὀδυσσεὺς κρείσσων ἐγένετο, ἐκείνων βουλομένων τὸν Ἶρον νικῆσαι. μῶλος νῦν πυγμή.
ὁ δέ ἀντὶ τοῦ γάρ.
αἲ γὰρ, Ζεῦ ταῦτα σιωπῇ Τηλέμαχος πρὸς τὴν μητέρα φησὶ πρὸς τῇ παραστάδι παρεστηκώς.
λελῦντο προπερισπωμένως τὸ λελῦντο· τὸ δὲ νῦν τὸ τέλος. λέλυτο γρ. λῦτο, . γρ. λελῦτο.
νῦν γρ. γοῦν. ἐπʼ αὐλίῃσι γρ. ἐν αὐλείῃσι.
Ἴασον Ἄργος Ἴασος βασιλεὺς Πελοποννήσου. Ἄργος οὖν νῦν τὴν Πελοπόννησον λέγει, ἢ καὶ ὅλην τὴν Ἑλλάδα ἀπὸ τοῦ μεσαιτάτου. τὴν Πελοπόννησον, ἀπὸ Ἰάσου τοῦ τῆς Ἰοῦς. πρὸς τὴν αὐτὴν δὲ καὶ Ἀχαϊκὸν Ἄργος φησὶ, Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν.
περίεσσι γυναικῶν ἡ περί ἀντὶ τοῦ περισσότερον, ἤτοι ὑπερέχεις τῶν γυναικῶν.
φρένας ἔνδον ἐΐσας ἀκλινεῖς. ἀπὸ τῶν ζυγῶν ἡ μεταφορά. ἢ ὁμοίας τῷ κάλλει.
ᾖεν σὺν τῷ ι Ἀρίσταρχος καὶ Ἀριστοφάνης, ἀντὶ τοῦ ἦεν.
τὸν ἐμὸν βίον τὴν ἐμὴν πολιτείαν, τὴν ἐμὴν ζωήν. ἀμφιπολεύοι περιπέσοι, περὶ τὸν ἐμὸν βίον πολοῖτο καὶ ἀναστρέφοιτο. διέποι, θεραπεύοι.
λιπὼν κατὰ τινὲς ἀναστρέφουσι τὴν κατά· ἔνιοι δὲ ἀντὶ τῆς ἀπό λέγοντες οὐκ ἀναστρέφουσιν.
ἐμὲ χεῖρα ἀντὶ τοῦ ἐμοῦ χεῖρα, ἢ ἐμὲ προσηύδα.
καὶ γὰρ Τρῶάς φασι ἐλπιδοποιεῖ προφανῶς τοὺς μνηστῆρας, ὅτι σὺν τοῖς ἄλλοις εἰκὸς ἀνῃρῆσθαι αὐτόν.
ἵππων δʼ ὠκυπόρων ἐπιβήτορας τὸ ἑξῆς, οἵτινες ἐπιβάται τῶν ἵππων διαχωρίζουσι τὴν φιλονεικίαν τοῦ πολέμου, τέμνοντες συντόμως τὴν μάχην.
εἴ κέν μʼ ἀνέσει θεὸς ἐκ τοῦ θανάτου ἀφήσει, ἢ ἐκ τῆς ἀλλοδαπῆς εἰς τὴν πατρίδα ἀναπέμψει καὶ ἀνακομίσει. ἀνέσει ἐάσει, ἀναπέμψει.
ἢ ἔτι ἀντὶ τοῦ, καὶ ἔτι.
γενειήσαντα ἵνα μὴ ὑπὸ πατρῴου ἐξουσίας γένηται ὁ παῖς. Καὶ ἄλλως. ἐν ᾧ προτρέπει, ἐν τούτῳ ἀποτρέπει· γραῦς γὰρ τότε ἐγένετο. τάδε δὴ νῦν τεχνικῶς. τὸ μὲν γὰρ παντελῶς εἴργειν τὸν γάμον ἐπαχθὲς, τὸ δὲ εἰς ἀνεπιτήδειον ἡλικίαν περιστῆσαι συνετόν. δυσωπητικὸν δὲ καὶ τὸ τεὸν δῶμα.
νὺξ δʼ ἔσται, ὅτε δὴ στυγερὸς γάμος ἐλπίδα πᾶσαν αὐτοῖς ὑποβάλλει τοῦ γάμου, δεδοικυῖα ἵνα μὴ βιασθῇ. ἀντιβολήσει συντελεσθήσεται. ἤδη γὰρ πρὸς αὐτῷ τῷ τέλει εἰμί.
οὐλομένης ἀπολλυμένης μᾶλλον ἢ προδούσης τὴν κοίτην τοῦ ἀνδρός.
οὐχ ἥδε δίκη ἔθος. ἀντὶ τοῦ, οὐχ οὗτος ὁ τρόπος ὑπῆρχεν τῶν μνηστήρων ἐν τῷ προτέρῳ χρόνῳ.
ἐθέλωσι ἀντὶ τοῦ ἤθελον. καὶ τὰ ἑξῆς οὕτως.
κούρης τῆς νύμφης. οὐ μόνον δὲ ἡ παρθένος, ἀλλὰ καὶ ἡ γεγαμημένη κόρη καλεῖται. προσεῖπε δʼ Ὀρέστης Λάκαιναν κόρην, ἐπὶ τῆς Ἑλένης.
παρέλκετο ἀντὶ τοῦ ἐφέλκετο. εὐτελὲς τοῦτο, διὸ καὶ κεραύνιον παρέθηκεν Ἀριστοφάνης. εἰ μὲν ὑπὸ ἓν παρέλκετο, παρολκὴν ἐλάμβανεν, εἰ δὲ διῃρημένως, παρὰ τούτων ἐλάμβανε, καὶ ἀνεπλήρου τὰ ἀναλώματα. παρέλκετο παρέσπα.
ἐνέγκαι ἀντὶ τοῦ ἐνεγκεῖν.
ἐγκλιτικὸν τὸ τῷ.
πρόεσαν κήρυκα ἕκαστος ἐνδέχεται καὶ καθʼ ἕκαστον τῶν μνηστήρων κήρυκα εἶναι, ἢ καὶ τὸν αὐτὸν κήρυκα ἀπὸ πλειόνων πεμφθῆναι.
περικαλλέα πέπλον περιβόλαιον τὸ σκέπον τὸν ἀριστερὸν ὦμον ὄπισθεν καὶ ἔμπροσθεν, συνάγον τὰς δύο πτέρυγας εἰς τὴν δεξιὰν πλευρὰν, γυμνὴν ἐῶν τὴν δεξιὰν χεῖρα καὶ τὸν ὦμον.
κληῗσιν κατακλεῖσιν, εἰς ἃς καθίεσαν τὰς περόνας. ἐϋγνάπτῃς εὐπεριστρέπτοις, καλῶς ἐπικεκαμμέναις.
ὅρμον ἐτυμολογεῖ τὸν ὅρμον παρὰ τὸ εἴρω τὸ συνάπτω, ἕρμος, εἱρμός τις ὤν. ὅρμος δέ ἐστιν ὁ κατὰ τοῦ τραχήλου περικείμενος χρυσοῦς κόσμος.
ἕρματα δῶρα. τῶν ὤτων κόσμον, ὅ ἐστι τὰ ἐνώτια. εἰς τὸ δύω ὑποστικτέον. δύο γὰρ ἕρματα. θεράποντες ἀντὶ τοῦ θεράπων, ὡς στήθεσι. προεῖπε γὰρ, κήρυκα ἕκαστος. οὐ μέντοι κωλύει ἕνα μὲν ἀπελθεῖν, πλείους δὲ εἶναι τοὺς κομίζοντας.
τρίγληνα τρίκορα κόσμια, ἐνώτια, τριόφθαλμα. τὸ δὲ μορόεντα ἀντὶ τοῦ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας κατεσκευασμένα.
ἴσθμιον ἰσθμὸς ὁ τράχηλος. ἴσθμιον οὖν περιτραχήλιον κόσμον περιπεπλεγμένον, οὐ μέντοι κοσμήματά τινα ἐκκρεμάμενα. Καὶ ἄλλως. περιτραχήλιον, ἔνθεν καὶ παρίσθμια. διαφέρει δὲ τοῦ ὅρμου. τὸ μὲν γὰρ προσέχεται τῷ τραχήλῳ, ὁ δὲ ὅρμος κεχάλασται. ἰσθμὸς δὲ ὁ τράχηλος, ἀπὸ τοῦ εἰσιέναι διʼ αὐτοῦ τὴν τροφήν.
λαμπτῆρας μετεώρους ἐσχάρας, ἢ τοὺς χυτρόποδας, ἐφʼ ὧν ἔκαιον.
ἐπὶ δὲ γρ. περὶ δέ. κάγκανα τὰ ξηρὰ, τὰ πρὸς τὸ καίεσθαι ἐπιτήδεια.
αὖα πάλαι περίκηλα περισσῶς εἰς τὸ καῦσαι εὔθετα, κήλεον γὰρ τὸ καυστικόν· «ἐν πυρὶ κηλέῳ» βούλεται οὖν εἰπεῖν τὰ πάνυ ξηρά.
καὶ δαΐδας κατέμισγον κατέμισγον τοῖς ξύλοις, ἵνα ἐκ τῶν δᾴδων ἀνάπτωνται μᾶλλον. ἢ χωρὶς τῶν ξύλων τὰς ἐσχάρας ἢ ἀνὰ μέρος ἄλλοτε ἄλλη ὑπηρετοῦσα. μετέμισγον συνανεμίγνυον. ἀμοιβηδὶς ἐναλλὰξ, ποτὲ μὲν τὰς δᾷδας, ποτὲ δὲ τὰς ἐσχάρας, ἢ ἀνὰ μέρος.
ἠλάκατα νῦν ἀντὶ τῶν ἀτράκτων.
δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ ἡ Μελανθὼ χλιδὰς καὶ παιδιὰς ἐλάμβανεν, ἀλλʼ οὐ συνεχώρει αὐτῇ ἡ Πηνελόπη ἀθύρματα, ἀλλὰ τὰ πρὸς ἡδονὴν αὐτῆς ἔπραττε, δηλονότι νηπία ὑπάρχουσα. ἀθύρματα γάρ εἰσι τὰ τῶν νηπίων παίγνια.
χαλκήϊον ἐς δόμον ἐλθὼν εἰς ἐργαστήριον χαλκέως, ὅ φησιν Ἡσίοδος «πὰρ δʼ ἴθι χάλκειον θῶκον.» χαλκήϊον χαλκέως οἶκον.
ἐς λέσχην τόπον ἀθύρωτον, δημόσιον, ἔνθα συνιόντες λόγοις καὶ διηγήμασιν ἀλλήλους ἔτερπον. ὠνόμασται δὲ παρὰ τὸ λέχος, ἐπεὶ ἐκεῖ ἐκοιμῶντο οἱ πτωχοὶ παρὰ τὸ πῦρ. δημόσιον οἴκημα, οἷον λέχην, παρὰ τὸ ἐν αὐτῷ τοὺς μὴ ἔχοντας οἰκήματα λέχη ποιεῖσθαι. ἢ παρὰ τὸ λεσχαίνειν ἐν αὐτῷ, ὅ ἐστιν ὁμιλεῖν. δημόσια οἰκήματα. καὶ γὰρ ὅσοι οὐκ ἔχουσιν οἶκον ἐκεῖσε μένουσι. λέχην γρ. λέσχην. λέσχη παρὰ τὸ λέχος.
θαρσαλέως πολλοῖσιν ἀθετοῦνται τρεῖς ὡς ἐκ τῶν ἑξῆς μετατιθέμενοι καὶ ὅτι ἐνθάδε μηδὲν ἐθρασύνθη.
ἢ ἀλύεις ἀλύεις νῦν ἀντὶ τοῦ χαίρεις, γαυριᾷς. ἔνιοι δὲ, ἐν ἄλῃ καὶ θορύβῳ τῆς διανοίας καθέστηκας, οἷον οὐκ ἔχεις σαυτὸν ὑπὸ πολλῆς χαρᾶς.
μή τις τοι λείπει, φοβοῦ.
κεκοπὼς διὰ τοῦ φ κεκοφώς.
φορύξας μολύνας, αἱμόφυρτόν σε ποιήσας.
ὄντως τάχα τῷ Τηλεμάχῳ λέγω οἷα ἀγορεύεις, ὦ κύον.
διαμελεϊστὶ μεληδὸν, ἵνα σε ἐπὶ τόπῳ διατάμῃ μελεϊστί.
διεπτοίησε διεσκόρπισε.
γέλων γέλωτα, Ἀττικῶς. γέλων δʼ ἄρα τοῖσιν ἔτευξε γρ. γέλων δʼ ἑτάροισιν ἔτευχεν.
κελεύει γρ. ἀνώγει.
οὐκ ἀθεεὶ οὐ δίχα προνοίας θεοῦ. οὐκ ἄνευ θεοῦ.
ἔμπης νῦν ἀντὶ τοῦ ὁμοίως. ἔμπης μοι δοκέει ὁμοίως μοι δοκεῖ εἶναι τὸ σέλας τῶν δαΐδων καὶ τῆς κεφαλῆς αὐτοῦ. ἀντὶ τοῦ ὁμοίως, ὡς τὸ «ἔμπης εἰς γαῖάν τε καὶ οὐρανόν.» σέλας τὸ σέλασμα.
ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί ἡ γὰρ Ἀθηνᾶ «ξανθὰς ἐκ κεφαλῆς ὤλεσε τρίχας»
ξεῖνʼ τὸ ἑξῆς, ξεῖνε, εἴ σʼ ἀνελοίμην ἀγροῦ ἐπʼ ἐσχατιῆς, ἆρα ἐθελήσεις θητεύειν αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων, μισθὸς δέ τοι ἄρκιος ἔσται.
ἄρκιος ἱκανός.
αἱμασιάς τε τοὺς ἐκ χαλίκων φραγμοὺς χωρίων. χάλικες δὲ οἱ τεθραυσμένοι καὶ μικροὶ λίθοι· καὶ ἔστιν ἡ εὐθεῖα ὁ χάλιξ τοῦ χάλικος. λέγων δὲ ἀντὶ τοῦ οἰκοδομῶν ἐκ πολλῶν καὶ λογάδων λίθων. αἱμασιάς τοὺς περιβόλους τῶν τοίχων, τοὺς χάλικας. λέγων οἰκοδομῶν ἐκ συλλέκτων λίθων.
ἀμφιέσαιμι τὸ θέμα ἕω τὸ ἐνδύομαι, οὗ ὁ μέσος μέλλων πρῶτος ἕσομαι, καὶ ἐν πλεονασμῷ ἕσσομαι· ὁ εὐκτικὸς ἕσσαιμι.
ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται ζητοῦσι πῶς τὰς ἐαρινὰς ἡμέρας μακρὰς εἶπεν. ὅθεν ἠναγκάσθησάν τινες λέγειν ὅτι ἐαρινὴ τέθεικεν ἀντὶ τοῦ θερινή. ῥητέον δὲ ὅτι ἄλλο ἐστὶ τὸ πέλει καὶ ἄλλο τὸ πέλονται· τὸ μὲν γὰρ σημαίνει τὸ εἶναι, τὸ δὲ τὸ γίνεσθαι. ἐν δὲ τῷ ἔαρι μακραὶ γίνονται αἱ ἡμέραι, εἰς γένεσιν ἀγόμεναι τῶν μακρῶν. ἔστι δὲ ὅμοιον τῷ «ἥλιος ὃς διὰ γῆς πάντα βλαστάνει βροτοῖς φθίνει τε·» οὕτω γὰρ καὶ τὸ, μακραὶ γίνονται, κατὰ τὴν Ἀττικὴν συνήθειαν ἀκουστέον. πέλονται ἀντὶ τοῦ γίνονται, πρὸς τὴν παρουσίαν τοῦ θέρους.
ἐν ποίῃ τῷ δημητριακῷ χόρτῳ. ἐν σιτοφόρῳ χωρίῳ.
ποίη δὲ παρείη μὴ ἐπιλείποι ὁ θερισμός.
οἵπερ γρ. ὥσπερ.
αἴθωνες πυρροὶ ἢ μέλανες.
ἥλικες ἰσοφόροι ὁμήλικες ἴσως ἕλκοντες καὶ φέροντες. ἰσοφόροι παροξυτονητέον τὸ ἰσοφόροι. κατὰ γὰρ ἐνέργειαν ἡ σύνθεσις.
τετράγυον εἴη δὲ τὸ μέλλον ἀροῦσθαι χωρίον τέσσαρας ἔχον γύας. τέσσαρας ἔχον γύας. γύον δὲ μέτρον γῆς.
τῷ κέ μʼ ἴδοις διὰ τοῦτο ἄν με ἴδοις, διὰ τὸ εἶναι βόας. διηνεκέα ἀντὶ τοῦ διηνεκῶς, ἀπὸ μιᾶς ὁρμῆς. ὦλκα παρὰ τὸ ἕλκεσθαι τὴν ἐπιμήκη αὔλακα. διηνεκέα τὴν ὑπὸ μιᾶς ὁρμῆς σχιζομένην.
οὐδʼ ἄν μοι οὐδʼ ἂν φλυαροίης ὀνειδίζων μοι τὴν γαστέρα.
αἶψά κε τοι φυγόντι. οὕτως τὸ ἑξῆς. τὰ θύρετρα φεύγων τις στείνοιτο οὕτως ταρασσόμενος διὰ τῶν θυρῶν φύγῃς, ὡς δοκεῖν στενοχωρεῖσθαι. οὕτως ταραχθήσεσθαι ὡς δοκεῖν τὰς θύρας στενὰς εἶναι. στείνοιτο στενὰ γένοιντο. διʼ ἐκ μεγάροιο, Ῥιανός. καὶ ἐκ προθύροιο γράφεται, διʼ ἐκ προθύροιο.
οἷ διʼ οἷα.
σφέλας εἵλετο τὸ ὑποπόδιον, ἢ τὸ βλῆμα τὸ σφῆλαι δυνάμενον.
καθέζετο Τηλέμαχον γὰρ οὐχ ἱκανὸν ἐπίκουρον δοκεῖ εἶναι, καὶ προσκρούειν αὐτοῖς διασώζειν πειρώμενον τὸν ξένον. ὁ δὲ Ἀμφίνομος εἰ καὶ προσέκρουσε τοῖς λοιποῖς, ἐλυσιτέλει τῷ Ὀδυσσεῖ τῷ στασιάζειν πρὸς ἀλλήλους τοὺς μνηστῆρας.
ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα ὅμοιον τῷ, «ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ τάμνε νέους ὅρπηκας»
πρόχοος ὁ ξέστης.
μεθέηκεν ἐποίησεν. πᾶσαι, μετέθηκεν, ἀντὶ τοῦ ἐν ἡμῖν ἔθηκεν.
ψιλωτέον τὸ ἦδος.
καὶ οὐκέτι ἐν ἡσυχίᾳ φέρετε τὴν τρυφὴν, ἀλλʼ ἀταξίαν ἐξάγεσθε. δαιμόνιοι θαυμάσιοι ἐπὶ κακῷ. κεύθετε θυμῷ ἀντὶ τοῦ, ὑπὸ θυμοῦ, ὡς «Ἀχιλῆϊ δαμασθείς» ὅ ἐστιν ὑπὸ ἀλόγου κινήσεως. οὐ κρατεῖτε τῆς τροφῆς, ἀλλʼ αὕτη μᾶλλον ὑμῶν ἐπικρατεῖ καὶ παρασκευάζει ὑμᾶς ἐξάγεσθαι εἰς ἀταξίας.
βρωτὺν προπερισπωμένως.
διώκω δʼ οὔτινʼ ἔγωγε ἵνα παραμείνωσι καὶ ἀναιρεθῶσιν.
ἐνδακόντες, ἐμφύντες τοῖς χείλεσι δηκτικῶς.
ἐπαρξάσθω ἀπὸ τοῦ πρώτου ἀρξάσθω. ἀρχὴν τοῦ διανέμειν ἡμῖν ποιήσασθε.
Ῥιανὸς δὲ, ἐνὶ μεγάροισιν ἕκηλον. Τηλεμάχῳ μελέμεν ὑπὸ τοῦ Τηλεμάχου ἐπιμελείας ἀξιοῦσθαι.
ἁδόντα ἀρέσκοντα.
Μούλιος ἥρως ὅτι πάντας ἥρωας ἔλεγον.
ἐπισταδόν ἐπιστάμενος.