eul_wid: vta-adq
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Odyssey: Book XVII by Scholia on the Iliad and Odyssey

As a beggar, Odysseus enters his own palace in Book XVII, and its plot summaries recall Melanthius's kick and Antinous's abuse. The notes describe the house's walls and coping, the belly that drives a beggar, and how the old dog Argus knew his master by scent, citing Aristotle on how long a dog lives. Eumaeus's evening meal, with a line of Callimachus, and the suitors' turn to dance and song follow.

Part of Scholia on the Odyssey

ΥΠΟΘΕΣΙΣΕἰς τὴν πόλιν ἐλθὼν Τηλέμαχος διηγεῖται τῇ μητρὶ Πηνελόπῃ τῆς ἀποδημίας τὰ κεφάλαια. ὕστερον δὲ Ὀδυσσεὺς ἀχθεὶς ὑπὸ τοῦ Εὐμαίου εἰς Ἰθάκην ἀπὸ τῶν ἀγρῶν εἰς τὸ συμπόσιον τῶν μνηστήρων εἰσέρχεται. ὁ δὲ ποιητὴς ἀπαγγέλλει πῶς ὁ κύων ἀναγνωρίζει τὸν δεσπότην. καὶ Εὔμαιος εἰς τοὺς ἀγροὺς ὑποστρέφει, Ὀδυσσεὺς δὲ ἐν αὐτοῖς μένει. ΑΛΛΩΣὈδυσσέως ἄφιξις εἰς τὴν πόλιν. τὰ δὲ κατὰ μέρος ἐστὶ τοιαῦτα. Εὐμαίῳ προστάσσει Τηλέμαχος ἵνα μεθʼ ἑαυτοῦ ἀγάγῃ τὸν Ὀδυσσέα εἰς τὴν πόλιν. ἐκείνου τοῦτο ποιοῦντος Μελάνθιος ὁ αἰπόλος συντυχὼν αὐτῷ κατὰ τὴν ὁδὸν ὑβρίζει τὸν Ὀδυσσέα λακτίσας. ὁ δὲ ὀλιγώρως ἤνεγκε τὴν ὕβριν. ἐπεὶ δὲ εἰς τὰ βασίλεια κατήντησε, καὶ ὡς ξένος θεωρεῖται. συνευωχούμενος δὲ Τηλέμαχος αὐτῷ παρέσχε τὰ χρήσιμα. προστάξαντος δὲ τοῦ λοιποῦ προσῄτει, καὶ ὑβρίζεται ὑπὸ Ἀντινόου. μαθοῦσα δὲ ἡ Πηνελόπη τὴν ὕβριν μεταπέμπεται αὐτόν. ὁ δὲ οὐ παραγίνεται κατὰ τὸ αὐτὸ, ὑπέσχετο δὲ τοῦτο ποιῆσαι νύκτωρ. ἐπειγομένης νυκτὸς καὶ Εὔμαιος εἰς τοὺς ἀγροὺς πορεύεται. καὶ ἐν τούτοις λήγει ἡ ῥαψῳδία.

εἵλετο δʼ ἄλκιμον ἔγχος μόνον τοῦτο ὠνόμασε, τὸ δὲ ξίφος σεσιώπηκεν, ἐπειδὴ τὸ ξιφηφορεῖν ἀεί τε ἦν καὶ σύνηθες. ὡς τὸ πρὸ τῆς τροφῆς μὲν ἀεὶ τὰς χεῖρας ἀπονίπτεσθαι δηλοῖ, τὸ δὲ μετὰ τὴν τροφὴν, ὡς ἀκόλουθον, ἡμῖν σιωπῇ κατέλιπεν ὑπονοεῖν.

τὸν ξεῖνον δύστηνον πρὸς τὴν τοῦ ἄρθρου μετάθεσιν. ὅμοιόν ἐστι τῷ «οὔτε τὰ τεύχεα καλά»

μηνίει ὀργισθῇ. ἑαυτὸν λυπήσει μηνίων.

τηλίκος τῆς δεούσης ἡλικίας.

σημάντορι τῷ ὁπωσοῦν ἐπιτάσσοντι. καὶ ἐν τῷ «σημάντορος οὐ παρεόντος» νομέως.

λείπει τὸ διά, διὰ πυρός. ἀλέη θερμασία, κυρίως ἡ τοῦ ἡλίου. ἡ θερμασία τοῦ ἡλίου. σημαίνει δὲ καὶ τὴν ἀποφυγήν. ἀλέη ἡ θερμότης τοῦ ἡλίου.

αἰνῶς κομιδῆ, λίαν, ὡς «αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν» «αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω.» καὶ ἐντεῦθεν ἡ ὥρα φαίνεται φθινοπωρινὴ, καὶ πρὸς χειμῶνα ἤδη.

στίβη ὑπηοίη ὁ παγετὸς ὁ ὀρθρινός. ὑπηοίη ἡ κυκλικὴ, ἐπηοίη.

διὰ σταθμοῖο γρ. διὲκ μεγάροιο.

ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν γρ. ἔγχος μὲν στῆσεν πρὸς κίονα μακρὸν ἐρείσας.

αὐτὸς δʼ εἴσω ἴεν ἐνήλλακται ἡ τάξις. τὸ γὰρ ἑξῆς, αὐτὸς δʼ ὑπέρβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν.

κώεα καστορνῦσα καταστρωννῦσα. οὐκ οἶμαι τοῖς τῶν μνηστήρων θρόνοις Εὐρύκλεια, ἀλλʼ ἐνδοτέρω μετὰ τὸν ἀνδρῶνα.

καὶ κύνεον ὡς ἂν δοῦλαι τοὺς ὤμους· ἡ δὲ Πηνελόπη κεφαλήν τε καὶ ἄμφω φάεα καλά. τὸ γὰρ στόμα οὔτε δοῦλοι οὔτε ἐλεύθεροι ἐφίλουν.

τὴν σωφροσύνην καὶ τὸ κάλλος καὶ τὸ μέγεθος πασάων ὑπερῆεν.

λάθρη ἐμεῦ ἀέκητι ποιότητος ἐπίρρημα. ποιότης δέ ἐστιν ἡ τὸ ποιὸν σχῆμα τοῦ σώματος ἢ τῆς ψυχῆς δηλοῦσα.

τὸ περ ἀντὶ τοῦ δή.

τεληέσσας ἑκατόμβας γρ. Τηλέμαχʼ ἑκατόμβας.

ἄντιτα ἀντίτιτα. ἔστι δὲ συγκοπή. ἄντιτα ἀντιτιμώρητα.

ἀγορήνδε ἐλεύσομαι νῦν τὸν τόπον ἐκάλεσεν ἀγοράν. ἀγορὴν ἐσελεύσομαι Ἀριστοφάνης ἐλεύσομαι.

ἠνώγεα γρ. ἤνωγον.

ἄπτερος μῦθος ἤτοι ἰσόπτερος, ταχύς. ταχὺς πρὸς τὸ πεισθῆναι καὶ ἰσόπτερος. ἢ οὐκ ἀπέπτη ὁ λόγος, ἀλλʼ ἐπέμεινε μὴ ἔχων πτερόν. λέγει δὲ ὅτι ταχέως προσήκατο τὸν λόγον, ταχέως ἤκουσεν. Ἡρωδιανὸς δὲ, ἕτοιμος, λέγει. ἢ πάγιος καὶ ἀμετακίνητος, ἐκ τοῦ α στερητικοῦ μορίου. ἢ μᾶλλον σύντομος καὶ ταχὺς, ἐκ τοῦ ἐπιτατικοῦ. ἔνιοι, ἔμμονος.

πάντες λαοὶ οἱ κατὰ τὴν πόλιν λαοὶ, οὐχ οἱ μνηστῆρες.

ἀντίον γρ. ἐγγύθεν.

τράπετʼ ἐτράπη.

ὄτρυνον ἔπειξον.

ἐχρῆν ὀρθοτονεῖν τὴν σέ. ἐπαυρέμεν ἐπεντρυφῆσαι.

πρῶτον ἐλούοντο, καὶ οὕτως ἐχρίοντο. οὐ γὰρ ἐνήλλακται ἡ φράσις.

παρεόντων τῶν παραμενόντων καὶ ταχέως μὴ σηπομένων.

κλισμῷ κεκλιμένη ἐπὶ τὰ ἀριστερὰ μέρη κεκλιμένη.

γρ. ἐς Πύλον.

ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν υἷα οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος, ἐνδυκέως ἐφίλει ὡσεί τε πατὴρ ἑὸν παῖδα.

πολλοὶ γρ. πολλά.

μόγησαν γρ. δάμησαν.

ἐφῄει γρ. ἐφῆκεν.

Φιλομηλείδῃ ἄδηλον τίς ὁ Φιλομηλείδης, καὶ εἰ κύριον τὸ ὄνομα. ὁ Φιλομηλείδης ὡς Φιλομήλου υἱός. ὁ γὰρ Πάτροκλος οὐ δύναται δηλοῦσθαι ὡς Φιλομήλας υἱὸς, ὅτι τὰ ἀπὸ μητέρων οὐ σχηματίζει ὁ ποιητὴς, καὶ ὅτι τὸ ἐπιφερόμενον οὐκ οἰκεῖον ἦν ἐπὶ Πατρόκλου, «καδδʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί.» καὶ ἐν Ἰλιάδι δὲ λέγει, «νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω.»

ἀθετοῦνται ιϛʹ στίχοι.

ἢ ἕρπων κατʼ ὀλίγον προσερχόμενος.

ἔστιν γρ. ἔστιν.

καὶ μὴν οὐδέπω εἰσελθὼν εἰς τὴν ναῦν θεᾶται τὸν οἰωνόν. οἷον ἐγὼ θαυμαστικῶς. ἐν τοῖς χαριεστέροις οὗτοι μόνοι οἱ βʹ ἀθετοῦνται, ἐπεὶ καὶ πρὶν εἰσελθεῖν ἐν τῇ νηῒ τὸν οἰωνὸν εἶδε, καὶ ἐγεγώνευν ἀκαίρως ἐστίν. ἐν δὲ τοῖς κοινοτέροις ἀπὸ τοῦ «ὣς ἔφατο» ἕως τοῦ «ἐξ ἐμεῦ.» ἐγεγώνεον ἐσήμαινον, ἔλεγον.

δειπνητὸς ὀξυτόνως μὲν τὸ δεῖπνον, βαρυτόνως δὲ ὁ καιρὸς τοῦ δείπνου. δειπνηστὸς βαρυτόνως μὲν ἡ τοῦ δείπνου ὥρα, ὀξυτόνως δὲ τὸ δεῖπνον.

καὶ τότε δή σφιν ἔειπε Μέδων εὐνούστατος μὲν ὁ Μέδων τῇ Ὀδυσσέως οἰκίᾳ, διʼ ἐπιείκειαν δὲ ἤθους καὶ οἱ μνηστῆρες αὐτὸν ἐτίμων καὶ ὁμοτράπεζον.

οὐ μὲν γάρ τι χέρειον ἤτοι καλόν ἐστιν· ὡς τὸ οὐχ ἥκιστα ἀντὶ τοῦ μᾶλλον.

ποτὶ οἶκον ἕκαστος γρ. πείθοντό τε μύθῳ.

ἴρευον ὡς συγκοπτόμενον ψιλοῦται. ἀθετεῖ καὶ Ἀριστοφάνης.

πόλινδʼ ἰέναι γρ. δʼ ἴμεναι.

μέμβλωκε μάλιστα μεμόληκε, ἀντὶ τοῦ προσήκει, καὶ μεσημβρία λοιπόν ἐστι, καὶ παρελήλυθε τὸ πλεῖστον τῆς ἡμέρας.

ποτὶ ἕσπερον ῥίγιον πρὸς ἑσπέραν μᾶλλον χειμών ἐστιν.

ῥόπαλον παρὰ τὸ εἰς ἕτερον μέρος ῥέπειν.

ἀρισφαλέα ἄγαν σφαλερὰν, τραχεῖαν, σκληρὰν, σφῆλαι πάνυ δυναμένην, δύσβατον, ὀλισθηρὰν ὥστε κινδυνεύειν καταπεσεῖν. τραχὺν, σκληρὸν, σφῆλαι πάνυ δυνάμενον, δύσβατον, ὀλισθηρὸν ὥστε κινδυνεύειν καταπεσεῖν. οὐδὸν δὲ νῦν ἀντὶ τοῦ τὴν ὁδόν. τὸ οὐδόν ἀντὶ τοῦ τὴν ὁδόν. νῦν δὲ μόνως μετὰ τοῦ υ.

τυκτὴν οὐκ αὐτοφυῆ. οὐ λέγει δὲ τὴν Ἀρέθουσαν.

Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ Πτερελάου παῖδες Ἴθακος καὶ Νήριτος ἀπὸ Διὸς ἔχοντες τὸ γένος ᾤκουν τὴν Κεφαλληνίαν. ἀρέσαν δὲ αὐτοῖς τοῦτο καταλιπόντες τὰ σφέτερα ἤθη παραγίνονται εἰς τὴν Ἰθάκην. καὶ τόπον ἰδόντες εὖ πεποιημένον εἰς συνοικισμὸν διὰ τὸ τῶν παρατεθειμένων ὑψηλότερον εἶναι κατοικήσαντες δεῦρο τὴν Ἰθάκην ἔκτισαν. καὶ ἐκ μὲν τοῦ Ἰθάκου ἡ νῆσος ἐπωνομάσθη Ἰθάκη, τὸ δὲ παρακείμενον ὄρος ἐκ τοῦ Νηρίτου Νήριτον. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάῳ. οὗτοι Πτερελάου παῖδες καὶ Ἀμφιμέδης. καὶ ἀπὸ μὲν Ἰθάκου Ἰθάκη, ἀπὸ δὲ Νηρίτου Νήριτον ὄρος, ἀπὸ δὲ Πολύκτορος Πολυκτόριον τόπος ἐν τῇ Ἰθάκῃ.

ἀμφὶ δʼ ἄρʼ—ἱστορία. Ἥλιος Ῥόδῃ μιχθεὶς τῇ Ἀσωποῦ παῖδας ἴσχει Φαέθοντα καὶ Λαμπετίην καὶ Αἴγλην καὶ Φαέθουσαν. ἀνδρωθεὶς δὲ ὁ Φαέθων ἤρετο τὴν μητέρα τίνος εἴη πατρός. πυθόμενος δὲ ὡς Ἡλίου, παρεγένετο ἐπὶ τὰς τοῦ πατρὸς ἀνατολάς. γνωρισθεὶς δὲ οὕτως ἐδεῖτο τοῦ πατρὸς ἐπʼ ὀλίγον αὐτῷ συγχωρῆσαι τὸ ἅρμα καὶ τοὺς ῥυτῆρας, ὅπως κατοπτεύσειε τὸν κόσμον. ὁ δὲ Ἥλιος ἀκούσας παραυτὰ μὲν ἀντέλεγεν εἰδὼς ἃ πείσεται, σφόδρα δὲ αὐτῷ ἐγκειμένῳ συγχωρεῖ διδάξας ὅ τι τὸ μεταίχμιον. ἐπιβὰς δὲ ἐκεῖνος τοῦ ἅρματος ἀτάκτως ἐφέρετο, ὥστε πάντα τὰ ἐπὶ τῆς γῆς φρύγειν. καὶ δὴ τῆς ἀφροσύνης ἐπισχεῖν αὐτὸν κεραυνῷ τὸν Δία. καταπεσόντος δὲ αὐτοῦ μετὰ τῆς θείας φλογὸς ἐπὶ τὸν Ἠριδανὸν ποταμὸν καὶ φθαρέντος αἱ ἀδελφαὶ παραγενόμεναι κατὰ τὸν τόπον τοῦ Κελτικοῦ πελάγους ἐθρήνουν ἡμέρας ἀδιαλείπτως καὶ νυκτός. ὅθεν κατελεήσας ὁ Ζεὺς ταύταις ἀνάμνησιν ἐνεποίησε τῶν κακῶν μεταβάλλων αὐτὰς εἰς αἰγείρους, αἵπερ εἰσὶ δένδρα. λέγεται δὲ καὶ ἐντεῦθεν ἀπογεννᾶσθαι τὸν ἤλεκτρον, τῆς ἀρχαίας οἰμωγῆς ἀποδακρύοντα τοῦτον καρπὸν ἀπὸ τοῦ δένδρου. ἡ δὲ ἱστορία παρὰ τοῖς τραγικοῖς.

περιττὸς ὁ καί.

ἡγηλάζει οὕτως Ἀρίσταρχος καὶ Ἀριστοφάνης, χωρὶς τοῦ σ.

μολοβρὸν τὸν μολοῦντα πρὸς τὴν βρῶσιν, μεταίτην, τὸν μολίσκοντα ἐπὶ βοράν. τὸν ἐπαίτην, τὸν γαστρίμαργον, τὸν μολίσκοντα ἐπὶ τὴν βορὰν, τὸν ἀκόρεστον τροφῆς. ἀμέγαρτε συβῶτα ἢ ἐν τῷ συβωτεῖν ἀφθόνητε, ὃ δηλοῖ τὸ κακῶς πράττειν. ἢ ᾧ οὐκ ἄν τις φθονήσειε τοῦ συβωτεῖν, οἷον ἄξιε τοῦ συφορβεῖν. οὐδενὸς λόγου ἄξιε.

δαιτῶν ἀπολυμαντῆρα ὑφʼ ἓν τὸ ἀπολυμαντῆρα. τὸν τὰ ἀποκαθάρματα τῶν εὐωχιῶν ἐσθίοντα. λυμεῶνα τῶν εὐωχιῶν, ἢ τὸν τὰ καθάρματα προσφερόμενον τῶν εὐωχιῶν.

φλιῇσι ταῖς παραστάσι τῆς θύρας. θλίψεται ὤμους θλίψεται Αἰολικῶς ἀντὶ τοῦ θλιβήσεται, ὃς οὐκ ἐκβήσεται τῶν φλιῶν, οὐδὲ εἴξει. εἰώθασι δὲ οἱ πτωχοὶ προσκλίνεσθαι ταῖς θύραις, ἢ προστρίβεσθαι. φλίψεται διὰ τοῦ θ, ὡς καὶ Ζηνόδοτος. θλίψεται ὤμους γρ. θλίψεται ἦτορ.

ἀκόλους οὓς οὐκ ἄν τις κολούσῃ διὰ τὴν βραχύτητα. ψωμοὺς ὧν οὐκ ἄν τις κωλύσηται διὰ τὴν σμικρότητα. ἄορας δὲ οἱ μὲν τὰς ἀπὸ τῶν ἀγώνων λαμβανομένας ἆθλα γυναῖκας, οἱ δὲ τοὺς ὦτα οὐκ ἔχοντας τρίποδας, παρὰ τὸ αἴρεσθαι, ὅ ἐστι βαστάζεσθαι· οἱ δὲ οὐδετέρως χωρὶς τοῦ σ τὰ ἄορα, ἵνα σημαίνῃ τὰ ξίφη. οὐδετέρως τὰ ἄορα, ἵνα λέγῃ τὰ ξίφη. οἱ δὲ τοὺς οὔατα οὐκ ἔχοντας τρίποδας, παρὰ τὸ αἴρεσθαι, ὅ ἐστι βαστάζεσθαι. οἱ μὲν χωρὶς τοῦ σ τὰ ξίφη, παρὰ τὸ ἆορ, οἱ δὲ μετὰ τοῦ σ ἄορας· οἱ μὲν τὰς ἀπὸ τῶν ἀγώνων λαμβανομένας ἆθλα γυναῖκας· λέγει γάρ που «ἢ τρίπους ἢ γυνή»· οἱ δὲ τοὺς τρίποδας τοὺς ὦτα ἔχοντας, ἐξ ὧν αἴρεσθαι δύνανται.

σηκοκόρον ἐπιμελητὴν ἐπαύλεως, ἢ τὸν σαίροντα τοὺς σηκούς. σηκοὶ δὲ λέγονται αἱ μάνδραι καὶ οἱ τόποι ἔνθα συγκλείονται αἱ αἶγες καὶ τὰ πρόβατα. θαλλόν πᾶν τὸ ἐκ γῆς φυέν. ἢ τὴν φυλλάδα. πᾶς γὰρ κλάδος δένδρου θαλλὸς προσαγορεύεται, ὑπὸ τῶν Ἀττικῶν δὲ μόνος ὁ τῆς ἐλαίας.

καί κεν ὀρὸν πίνων ὀρὸς ψιλῶς καὶ ὀξέως, παρὰ τὸ αἴρω. ὀρὸς ἡ ὑδατώδης καὶ ἐφθαρμένη ὑποστάθμη τοῦ γάλακτος, ἢ τὸ ἄπηκτον γάλα, τὸ ὑπολειπόμενον ὑδατῶδες. ἐπιγουνίδα δὲ λέγει τὴν τοῦ σώματος εὐεξίαν. ἀπὸ γὰρ μέρους τοῦ κατὰ τὸ γόνυ δέρματος τὸ πᾶν ἐσήμανεν. ἢ τὸ ὑπεράνω τοῦ γόνατος. ἐπιγουνίδα τινὲς τὴν λεγομένην ἄντζαν.

πτώσσων πτωχεύων, μεταιτῶν. καὶ πτωχὸς ὁ πτώσσων περὶ τὴν ὀχήν.

ἄναλτον ἀπλήρωτον. ἀκόρεστον, παρὰ τὸ μηδέποτε ἅλις ἔχειν. ὁ δὲ Ἡρωδιανὸς τὴν γαστέρα ἀναύξητον, ἄναλδόν τινα οὖσαν, τὴν ἀεὶ ξηρὰν καὶ ταπεινήν.

ἀμφὶ κάρη γρ. ἀμφικαρῆ. τινὲς μὲν ἀμφοτέρωθεν οἱονεὶ κεφαλὰς ἔχοντα. ἄμεινον δὲ κατὰ παράθεσιν ἀναγινώσκειν, ἀμφὶ κάρη, περὶ τὴν κεφαλήν. ἀμφὶ κάρη σφέλα ὁ μὲν Ἀσκαλωνίτης ἀμφικαρῆ σφέλα τὰ μικρὰ ὑποπόδια διὰ τὰς βάσεις, ὁ δὲ Ἡρωδιανὸς ἀμφὶ κάρη, ὡς εἰ ἔλεγε, πεμπόμενα ἐπὶ τὸ κάρη καὶ κατερχόμενα εἰς τὰς πλευρὰς συντρίψουσιν αἱ πλευραί. ὑπερβολικῶς δὲ εἶπεν ὡς εἰ φαίη τις ὅτι πολλὰς μάστιγας κατέτριψεν ὁ νῶτος τοῦδε. ἔνιοι δὲ «ἀμφὶ κάρη σφέλα» ὡς αὐτῶν τῶν βαλλόντων ἐπὶ τὴν κεφαλὴν ἐχόντων τὰς χεῖρας, ὁπότε μέλλοιεν ἀποπέμπειν κατʼ αὐτοῦ. σφέλα τὰ ὑποπόδια, ἢ τὰ ἐντινάγματα τὰ δυνάμενα σφῆλαι, ὅ ἐστι κινῆσαι. τὰ ἀμφοτέρωθεν ἐξοχὰς καὶ ἐπαναστάσεις ἔχοντα, ὅ ἐστιν ἑκατέρωθεν ἔχοντα βάσιν, ὡς ἐπὶ τῶν παρʼ ἡμῖν διφρίων, ὥσπερ ἐπʼ Ὀλύμποιο καρήνων τῶν ἐξοχῶν καὶ ἀκρωτηρίων. τὰ ἀμφωτέρωθεν ἐξοχὰς καὶ ἐπαναστάσεις ἔχοντα. ἢ ἴσως παρὰ τὸ ἀπὸ σφηνῶν συμπεπῆχθαι. σφῆνες δὲ τὰ μικρὰ ξύλα. σφέλα δὲ τὰ μικρὰ ὑποπόδια.

πλευραὶ ἀποτρίψουσι ἐμφαντικῶς, ὅτι αἱ τούτου πλευραὶ ἀποτρίψουσι τὰ ὑποπόδια.

ἢ πρὸς γῆν ἐλάσειε τὸ η τὸ δεύτερον περισπαστέον. τὸ δὲ ἀμφουδίς ὀξύνεται ὡς λικριφίς. περὶ γῆν ὡς εἰς τὸ ἔδαφος. περὶ τὸ ἔδαφος. ἀμφʼ οὖδας ἐρείσας γρ. ἀείρας.

νύμφαι κρηναῖαι προείρηται γὰρ ὡς ἐπὶ κρήνην ἀφίκοντο. ταύταις προσεύχεται ἤτοι καθὸ ἀγροῖκός ἐστιν, ἢ ὅτι τότε τὴν κρήνην προῄει.

ἀγλαΐας τοὺς καλλωπισμούς.

σοῦ γὰρ ὄντος ὧδε, ὃ θέλουσι ποιοῦσιν οἱ ὑπὸ σέ.

ἄστυ κάτα εἰ καὶ συναλοιφὴ, ὅμως δύναται ἀναστρέφεσθαι διὰ τὴν ἀνάπαυσιν. τὸ δὲ μῆλα νῦν μόνως τὰς αἶγας.

κάθισεν ἐκαθέζετο.

τὸν γὰρ φιλέεσκε μάλιστα ἐπεὶ τῇ ἀδελφῇ αὐτοῦ ἐμίγνυτο Μελανθοῖ.

περὶ δέ σφεας ἀντὶ τοῦ, περὶ γάρ σφεας, ἵνα τοῦ στῆναι φαίνηται ἡ αἰτία.

ἐξ ἑτέρων ἕτερʼ ἐστὶν διὰ τούτων βούλεται δηλοῦν ὡς οὐ μονοστέγων τῶν βασιλείων ὄντων, ἀλλὰ πολυστέγων. κατʼ ἀκρίβειαν τὸ ἕτερα διὰ τὸ δίστεγα εἶναι, ὡς μονοστέγων ὄντων τῶν ἰδιωτικῶν οἰκημάτων. δηλονότι τρίστεγοί εἰσι. ἐπήσκηται μετʼ ἐπιμελείας διακεκόσμηται.

τοίχῳ καὶ θριγκοῖσι τοῖς ἐπὶ τῶν τοιχίων ἀκανθώδεσι περιφράγμασιν εὖ ἠσφαλισμένοις. ἀστέγαστόν τι περίφραγμα πρὸ τῶν οἰκημάτων. εὐερκέες ἀσφαλεῖς. εἰ δὲ εὐεργέες, καλῶς εἰργασμέναι.

μιν αὐτὸ τὸ δῶμα. ὑπεροπλίσσαιτο ἤτοι ὑπερηφανήσει, ἢ εὐχερῶς ἐπιβουλεύσει.

δαῖτα τίθενται γρ. πένονται.

ἀνήνοθεν ἀνέρχεται. Ἀρίσταρχος ἐνήνοθεν, αἱ δὲ κοιναὶ ἀνήνοθεν.

δῦσε δὲ γρ. δύσεο. εἴσελθε.

προπάροιθεν πρότερον χρονικῶς, ὅμοιον τῷ «τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξε.» τοπικῶς δὲ «ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα Κολωνή.»

ἀδαήμων λείπει τὸ εἰμί.

τολμήεις ὑπομονητικός.

γαστέρα δʼ οὔπως ἔστιν ἀποκρύψαι ἀνεξέλεγκτον ποιῆσαι. ἐμφαίνει γὰρ ἑαυτήν.

οὐλομένην συνήθως κακίζει τὴν γαστέρα, ὡς καὶ ἐν τούτοις «ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρός»· «ἀλλά με γαστὴρ ὀτρύνει κακοεργός»· «οὔτʼ ἄρ τι στυγερῇ ἐπὶ γαστέρι».

ἂν δὲ κύων πῶς τὸν μεταμεμορφωμένον ἐπιγινώσκει; ὅτι παρὰ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα ζῷα μᾶλλον ἀντιλαμβάνεται καὶ ἐκ τῆς ὀδμῆς αὐτὸν ἐπέγνω. ἀλλὰ μετὰ τοσαῦτα ἔτη πῶς ἔζη ὁ κύων; Ἀριστοτέλης φησὶ τέσσαρα καὶ εἴκοσι ζῆν ἔτη κύνα.

Ἄργος ὄνομα κύριον τοῦ Ὀδυσσέως κυνός.

πάροιθεν πρότερον πρὸ τοῦ γηράσαι, ἢ ἔμπροσθεν τῆς Ἰθάκης εἰς τὴν ἤπειρον. λαγωὸς γὰρ οὐ γίνεται ἐν Ἰθάκῃ, ὥστε δῆλον ὅτι εἰς τὴν ἤπειρον ἐκυνηγέτουν.

πρόκας πρὸξ εἶδος ἐλάφου ταχυτάτης, ἀπὸ τοῦ προικνεῖσθαι. δορκάδων εἶδος ἢ ἐλάφων. ἢ τὰ ἔκγονα τῶν ἐλάφων.

ἀπόθεστος ἀπόθητος, ἀνεπιμέλητος. ἀποιχομένου Ὀδυσῆος γρ. ἀποιχομένοιο ἄνακτος.

τέμενος χωρίον. κοπρίσοντες κοπρίσαι ὀφείλοντες. κοπρήσσοντες κοπρεύσοντες, κόπρον τῇ γῇ ἐπιβάλλοντες. καταχρηστικῶς δὲ τέμενος τὸ χωρίον.

κυνοραιστέων τῶν κροτώνων. τινὲς δὲ λέγουσιν ἄλλα ζῷα ἐγγίνεσθαι, ἃ λέγεσθαι κυνοραϊσταί. κροτώνων. ῥαίουσι γὰρ τοὺς κύνας πίνοντες τὸ αἷμα αὐτῶν. εἰσὶ δὲ ταῦτα τὰ καλούμενα τζιβίκια. ἔνιοι μὲν κυνομυιῶν, Ἀρίσταρχος δὲ τῶν κροτώνων. τινὲς δὲ λέγουσιν ἄλλα ζῷα ἐγγίνεσθαι, ἃ λέγεται κυνοραισταί.

ἐρεείνατο γρ. ἐρεείνετο.

ἢ αὕτως ἁπλῶς καὶ ὡς ἔτυχε.

ἀγλαΐης δʼ ἕνεκεν κόσμου χάριν ἢ καλλωπισμοῦ. καλλονῆς.

βένθεσιν γρ. τάρφεσιν. βάθεσι, πυκνώμασι.

κνώδαλον κυρίως μὲν τὸ θαλάσσιον θηρίον τὸ κῆτος, νῦν δὲ θηρίον ὑπὸ κυνῶν ἁλισκόμενον. δίοιτο διώξειε.

γαίης γρ. πάτρης. περιῄδη περισσῶς ᾔδη τὴν ἄγραν αὐτοῦ δηλονότι.

τὸ ἀκηδέες ἀντὶ τοῦ ἀμελεῖς, φροντίδα οὐ τιθέμενοι.

οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν οἱ μὲν φαῦλοι οὐ βούλονται, οἱ δὲ ἀγαπῶντες οὐ δύνανται. τὸ γὰρ ἐθέλειν καὶ ἐπὶ τοῦ δύνασθαι καὶ ἐπὶ τοῦ βούλεσθαι.

ἀρετῆς τῆς ἑκουσίου πρὸς τὰ ἔργα ῥοπῆς. ἀρετήν φησι τὴν ἀγαθὴν ἐργασίαν τὴν μετὰ προαιρέσεως γινομένην. οἱ δὲ δοῦλοι, κἂν ἀγαθόν τι πράξωσι τοῦ δεσπότου κελεύσαντος, ἧττον ἐπαινετοί εἰσι.

νεῦσʼ ἐπί οἱ καλέσας τὸ δὲ ἑξῆς, ἐπένευσεν αὐτῷ ἐξ ὀνόματος καλέσας.

ἐνθάδε δαιτρὸς ἐφίζεσκεν ἐν ᾧ δίφρῳ ὁ μάγειρος ἐκαθέζετο κρέα πολλὰ δαιόμενος μνηστῆρσι.

προτίθει παρετίθει.

μελίνου ἀπὸ μελίας ξύλου γενομένου. μελία δὲ εἶδος δένδρου.

κυπαρισσίνῳ ἀπὸ κυπαρισσίνου ξύλου γενομένῳ.

οὖλον ὅλον, κατὰ ἔκλειψιν τοῦ υ.

ὥς οἱ χεῖρες νῦν τὸ ὡς ἀντὶ τοῦ ὅσον αἱ χεῖρες αὐτοῦ περιεβάλλοντο, ἐχάνδανον. ἀμφιβαλόντι γρ. ἀμφιβαλόντε.

ἀνδρὶ παρεῖναι εἰς τὸ παρεῖναι κεχρημένῳ ἀνδρὶ οὐκ ἔστιν ἐπωφελὴς ἡ αἰδώς. καὶ Ἡσίοδος «αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει.»

αἰδῶ δʼ οὐκ ἀγαθήν γρ. αἰδὼς δʼ οὐκ ἀγαθή. ἀνδρὶ προΐκτῃ ἴκτης ψιλωτέον, παρὰ γὰρ τὸ παραβάλλειν τὴν χεῖρα καὶ αἰτεῖν δωρεάν. ἢ ὁ πρὸ τοῦ αἰτεῖν ἱκετεύων, εἰ δασύνεται. μεταίτῃ, παρὰ τὸ ἱκετεύειν καὶ προσαιτεῖν. παρὰ τὸ προϊκετεύειν.

ὄλβιον εἶναι ἀπὸ κοινοῦ, ποίησον.

ἐπὶ πήρης ἐπάνω τῆς πήρας. ἁπλώσας γὰρ τὴν πήραν ἀντὶ τραπέζης ἐπάνω ἔθηκεν.

ὡς ὅτε μέχρις οὗ, ἕως ὅτε.

εὖθʼ ὁ δεδειπνήκειν οὕτω, δεδειπνήκειν, ἀντὶ τοῦ δεδειπνήκει. ὡς τὸ «ἤσκειν εἴρια καλά»

πύρνα πύρνα τοὺς πύρνους, ὡς κύκλα τοὺς κύκλους. πύριν πύρινα σιτία.

ἀπαλεξήσειν κακότητος κωλύσει καὶ ἀπολήξει τοῦ κακοῦ. πάντες γὰρ ἦσαν μοχθηροί.

ἐνδέξια ἀπὸ τοῦ δεξιοῦ μέρους. διχῶς, ἐνδέξια καὶ ἐνδεξία.

πτωχὸς πάλαι εἴη ὡς μεμελετηκὼς ἐκ πολλοῦ τὴν πτωχείαν· ὡς εἰ πτωχὸς ὑπῆρχεν ἐκ πολλοῦ.

αἰπόλος αἰγῶν περισσὸν τὸ αἰγῶν.

ὦ ἀρίγνωτε ὦ πᾶσι δῆλε συβῶτα ὤν. ἢ ἐπίσημε διὰ κακίαν ἢ πτωχείαν. ἀρίγνωτε ἐπίσημε, ἄγαν ἔκδηλε ὅτι συβώτης ὑπάρχεις.

προοικονομεῖ τὸ καὶ ἄλλων εἰωθέναι μεταστάσεις εἶναι ὡς αὐτοὺς, ἵνα μὴ ξενισθῶσι περὶ Ὀδυσσέως.

ἢ ὄνοσαι ἐκφαυλίζεις, εὐκαταφρόνητον καὶ τὸ μηδὲν νομίζεις. νῦν ἀντὶ τοῦ ὠφελῇ. Καὶ ἄλλως. εἰρωνεύεται πρὸς τὸ τοῦ Εὐμαίου φιλοδέσποτον.

ποθι ποθέν. καὶ προτὶ γρ. καί ποθι. ἐγκλιτικὸν τὸ ποθι.

τίς γὰρ δὴ ξεῖνον καλεῖ; ξεῖνον νῦν ἀλλότριον.

δημιοεργοὶ χειροτέχναι, δημοσίαν παρέχοντες τὴν ἑαυτῶν τέχνην.

μάντιν ἢ ἰητῆρα ἀπὸ κοινοῦ, ἢ τίς ἀλλότριον ἄνδρα καλεῖ, εἰ μὴ μάντιν ἢ ἰατρὸν, ἢ τέκτονα ἢ καὶ ἀοιδόν;

θέσπιν ἀοιδὸν ἐκ θεοῦ τὴν ὄπα ἔχοντα. τὸ δὲ τέρπῃσιν ἀντὶ τοῦ τέρπῃ, ὡς τὸ «νῦν δʼ ἂν πολλὰ πάθῃσι»

τρύξοντα καταπονήσοντα, ἀπὸ τοῦ τρύξαι καὶ συνθλῖψαι. Ἄλλως βραχὺ τὸ υ τοῦ τρύξοντα, ὡς ἐρύκω ἐρύξω, σμύχω σμύξω, ψύχω ψύξω, τρύχω τρύξω· ἔνθεν καὶ τρυγίας καὶ τρύγη. σημαίνει δὲ τὸ καταπονήσοντα.

ἐν τοῖς Ὀδυσσέως οἴκοις οὐκ ἄλλῳ γαμηθεῖσα.

ἄττα γρ. σίγα. μὴ ἐξ ἀμοιβῆς ἀποκρίνου, μὴ ἀμείβου τοῦτον πολλὰ τοῖς λόγοις.

υἷος γρ. υἱοῦ.

δίεσθαι διῶξαι, ἀπὸ τοῦ δίημι. προπαροξυτόνως ἀπὸ τοῦ δίημι. οἶδε δὲ τὸ δίω καὶ διῶ καὶ δίημι.

ἀναγκαίως ἀναγκαστικῶς.

μὴ ἐντρέπου εἰς τοῦτο τὴν ἐμὴν μητέρα.

γρ. ἀπαμείβετο φώνησέν τε.

εἴ οἱ τόσσον ἅπαντες δοκεῖ μὲν λέγειν ὅτι εἰ πάντες αὐτῷ τοσοῦτον παράσχοιεν ὅσον ἐγὼ, μένοι ἂν πόρρω τῆς σῆς οἰκίας ἔχων ἐφόδια ἐπὶ τρεῖς μῆνας. τὸ δὲ ἀληθὲς βούλεται εἰπεῖν ὅτι τρεῖς μῆνας μένοι πόρρω τῆς οἰκίας ὀδυνώμενος, εἰ τοσαύτας παρὰ τῶν μνηστήρων λάβοι πληγὰς ὅσας παρʼ ἐμοῦ. τὸ δὲ «Τηλέμαχʼ ὑψαγόρη μένος ἄσχετε, ποῖον ἔειπες;» ἀντὶ τοῦ διὰ τί μοι ὠνείδισας ἀμεταδοσίαν, καίτοι προαίρεσιν ἔχοντι παρασχεῖν; εἰ γὰρ παρὰ τῶν ἄλλων τοσοῦτον λάβοι, ἀρκέσει αὐτῷ καὶ εἰς τρεῖς μῆνας τὰ διδόμενα. τόσσον κακὸν, ὅσον ἐγὼ δίδωμι. ἢ ἐν εἰρωνείᾳ, τόσσον ἀγαθόν.

τρεῖς μῆνας οὐκ ἂν ἐπὶ τρεῖς μῆνας προέλθοι αἰτήσων. οἶκος ἐρύκοι ἤτοι διὰ τὴν πληγὴν νοσῶν, ἢ ἐν εἰρωνείᾳ μέχρι τριμήνου ἐφόδια ἔχοντα αὐτόν.

ἔδειξεν ὡς τούτῳ βαλῶν, εἰ προσέλθοι αἰτῶν αὐτόν.

προικὸς τῆς δωρεὰν δόσεως. τὴν δωρεάν· ὧδε γὰρ ὄνομά ἐστι.

στῆ δὲ παρʼ Ἀντίνοον ἀντὶ τοῦ, παρʼ Ἀντινόῳ, ὡς τὸ «στῆ παρὰ Πρίαμον Διὸς ἄγγελος.»

οἷον ἐν τῇ πόλει κάκιστος λεγόμενος.

περισσὸν τὸ ἀλλʼ ὤριστος.

κλείω δοξάσω, ὑμνήσω. ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος.

καὶ γὰρ ἐγώ ποτε οὐκ ἐκ γένους ταπεινοῖ ἑαυτὸν, ἵνα διʼ εὐγένειαν καὶ τῷ Ἀντινόῳ δοκῇ παρρησιάζεσθαι καὶ ὑπὸ Πηνελόπης μᾶλλον ἐλεεῖσθαι. κατὰ τὴν ἀξίαν τῶν δυστυχούντων ἕκαστα τῷ μὲν εὐγενεῖ λαμπρὰ, τῷ δὲ ταπεινῷ τὰ ἐοικότα.

οἷσίν τʼ εὖ ζώουσιν διʼ ὧν καλῶς ζῶσιν.

αὐτὰρ ἔμʼ ἐς Κύπρον ὅτι ἀεὶ πολλοὺς εἶχεν ἡ Κύπρος βασιλεῖς ἐν ταὐτῷ φησι καὶ ὁ Μένανδρος ἐν Μισουμένῳ «ὡς ἐν παραβάσει ἐκ Κύπρου λαμπρῶς πάνυ πράττων· ἐκεῖ γὰρ ὑπό τινʼ ἦν τῶν βασιλέων.» πέπεισται ὁ Εὔμαιος τἀληθῆ αὐτῷ διηγήσασθαι τὸν μεταίτην διὰ τὴν εὔνοιαν, καὶ ταῦτα πρὸς τὴν Πηνελόπην μηνύει περὶ αὐτοῦ ὡς αὐτὸς ἤκουσε. καὶ οἴεται αὐτὸν ψεύδεσθαι τοὺς μνηστῆρας, ἵνα μὴ παραγυμνώσῃ αὐτοῖς ἃ πέπυσται ἐν Θεσπρωτίᾳ περὶ Ὀδυσσέως. γρ. ξείνῳ. ἀντιάσαντι αἰτήσαντι, ὑπαντήσαντι ἐχαρίσαντό με.

Δμήτορι Κινύρου ἀποθανόντος Δμήτωρ ἐβασίλευσε Κύπρου. ἢ οὐδὲ εἴρηται ὁ Κινύρας ἐν Ἰλιάδι Κύπρου βασιλεὺς, ἀλλὰ Κύπριος ἁπλῶς. καὶ ἐν Ἰλιάδι πολλοὶ ὑπὸ βασιλέας ἦσαν.

δαιτὸς ἀνίην πρὸς ἡμᾶς ἤγαγε λύπην καὶ εὐωχίαν.

μετὰ δείξεως, ὁμοίως τῷ «ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν,» καὶ τῷ «Ἥφαιστε, πρόμολʼ ὧδε,» οὕτως ὡς ἔχεις σχήματος. ὁ δὲ λόγος ὡς νῦν, ἵστασαι, στῆθι κατὰ τὴν αὐτὴν στάσιν, μὴ πλησίον τῆς τραπέζης μου.

πικρὴν ἣν εἶπες πικρήν σοι εἶναι. ἵκηαι γρ. ἴδηαι.

ἑξείης τρεῖς νοθεύονται. ἐφʼ οἷς γὰρ Ἀντίνοος ὀνειδισθεὶς ὤργισται εἰκὸς ἦν ἀχθεσθῆναι καὶ τοὺς λοιπούς.

οὐδʼ ἅλα οὕτως Ἀρίσταρχος ἀνέγνωκε, καὶ ἀπέδωκε τοὺς ἅλας. ὁ δὲ Καλλίστρατος οὔδαλα, τὰ κόπρια, παρὰ τὸ ἐν τῷ οὐδῷ κεῖσθαι. οὐδὸς δὲ ὁ βατήρ.

θρῆνυν ἑλὼν βάλε εἰώθαμεν ἐν ταῖς ὀργαῖς ῥίπτειν ὃ ἐπὶ χεῖρας ἔχομεν.

ἀκέων ἀκεόντως, ἡσύχως, ἀφανῶς· λέγεται γὰρ ἐπὶ πράξεως τὸ ἀκέων, οὐκ ἀεὶ ἐπὶ φωνῇ.

ἂψ ὅγʼ ἐπʼ οὐδὸν γρ. ἂψ δʼ ἄρʼ ἐπʼ οὐδόν.

κέκλυτε αἰνιγματωδῶς φησι ταῦτα.

ἀλλʼ εἴ που νοθεύοντας ϛʹ. πῶς γὰρ ὁ Ἀντίνοος ἐκαρτέρησεν ἐπὶ ταῖς κατάραις, ὃς ἐπὶ τοῖς ἐλάσσοσιν οὕτως ἠγρίανε; πῶς τε συναλγοῦσιν αὐτῷ οἱ λοιποὶ εἰ τοιοῦτος ὢν οὕτω κατηρᾶτο πικρῶς;

ἔσθʼ ἀντὶ τοῦ ἔσθιε.

οὐδὲ τῷ τοιούτῳ προσώπῳ ἐοικότες οἱ λόγοι. καθʼ ἑαυτὸ οἷʼ ἀγορεύεις· κατὰ ἔκπληξιν· λείπει ἡ διά, διʼ οἷα.

εἰ δή πού τις ἐπουράνιος θεός ἐστι λείπει, τί ποιητέον εἰ θεός ἐστι;

οὐκ ἄπιστον οὖν εἰ καὶ μεταίτῃ εἰκασθήσεταί τις θεῶν.

εὐνομίην ἅπαξ εἴρηται παρὰ τῷ ποιητῇ. εὐνομίην εὐνεμεσίαν, καθʼ ἣν εὖ νεμόμεθα καὶ διατελοῦμεν.

εἰ γὰρ ἐπʼ ἀρῇσιν εἰ προβαίη ἐπὶ ταῖς ἡμετέραις εὐχαῖς τὰ πράγματα. τοῦτο γὰρ λείπει.

νοθεύει Ἀρίσταρχος δʹ. πῶς γὰρ ἂν ταῦτα εἰδείη, εἰ μή πως κατὰ τὸ σιωπώμενον; ἀλητεύει νῦν ἀντὶ τοῦ ἐπαινεῖ.

ἐνέπλησαν ἐκόρεσαν. πλήρεις ἔχοντι τὰς χεῖρας καὶ ἄλλα προσέδοσαν.

οὐκ ἂν οὕτως ἀκριβῶς εἰδείη τὸ βληθὲν μέρος.

ἡ δʼ ἐπί οἱ καλέσασα μετακαλεσαμένη αὐτὸν διά τινος. οὐ γὰρ οὕτως ἐγγὺς ἦν.

προσπτύξομαι νῦν προσδέξομαι. γράφεται προσφθέγξομαι.

οἷʼ ὅγε μυθεῖται θαυμαστικῶς διὰ μέσου ἀναπεφώνηται, οἷα ὅγε μυθεῖται. οἷʼ ὅγε γρ. ἢ ὅγε.

θεῶν ἐξ δεδαώς μαθὼν παρὰ θεῶν, θεόπνευστος.

ἔπεʼ ἱμερόεντα γρ. ἐπιμερόεντα.

προπροκυλινδόμενος μετὰ κακοπαθείας ἀπὸ πόλεως εἰς πόλιν φερόμενος. προκυλινδόμενος πλανώμενος. ἄλλοτε ἄλλους τῆς οἰκουμένης ἀμείβων τόπους.

ἵνʼ ἀντίον αὐτὸς γρ. ἵνʼ Ἀντίνοος.

ἑψιαάσθων ἀντὶ τοῦ παιζέτωσαν, διαλεγέσθωσαν. παιζέτωσαν. ἀπὸ τοῦ ἕπω, ἕψω, ἑψιάω. τοῦτο δὲ οὐχ ὡς προστάσσουσα, ἀλλʼ ὡς εἰδυῖα τὸ ἔθος ὅτι καθήμενοι ἔπαιζον.

ἐΰφρων ἄφροντις καὶ ἐν εὐφρασίᾳ.

ἀκήρατα ὑπὸ ἀλλοτρίων. ἃ δὴ οἰκεῖοι αὐτῶν ἔδουσι.

κονάβησε γρ. κανάχησε.

ἐντεῦθεν δῆλον ὡς καὶ τὸ Ἰλιακὸν διὰ τοῦ α ἐστιν, «ἐπεὶ πολλὰ κακὰ πέπασθε» πεπαθοίης ἀντὶ τοῦ πέπονθας. πεπαθοίῃ γρ. πεποθυίῃ.

χρῄζεις γρ. χρηΐζεις.

ὁμὴν τὴν αὐτήν.

ῥέξαντα γρ. ῥέζοντα.

ἐξαίσιον μεγάλως.

κακὸς δʼ αἰδοῖος κακὸς, ἀλυσιτελὴς ἑαυτῷ. αἰδοῖος, ὁ αἰδούμενος. αἰδοῖος νῦν ὁ αἰδούμενος.

ἅπερ κʼ οἴοιτο καὶ ἄλλος ἅπερ ἂν καὶ ἄλλος ὑπονοήσειεν.

ὕβριν ἀλυσκάζων ἐν τοῖς πλείστοις ὕλην ἀλυσκάζων. ἀλυσκάζειν ἐκφυγεῖν.

ὥσπερ ἂν ἀποβαίη, ἵνα εἴπῃ ὑπό τι νόει τὸ μέλλον.

Ἀχαιοί γρ. Ἀχαιῶν.

τηρεῖσθαι βούλεται τὸ ἔθος θηρώμενος τὸ ἀνύποπτον. δειελιήσας πρὸς τὴν δειλινὴν ὥραν παραγενόμενος, τουτέστι τὴν μεσημβρίαν· ἢ τὴν ἑσπερινὴν διατρίψας. ἔνιοι δὲ, τὴν δειλινὴν τροφὴν αἰτῶν. καὶ Καλλίμαχός φησι «δείελον αἰτίζουσιν, ἄγουσι δὲ χεῖρας ἀπʼ ἔργου,» τὴν πρὸς τῇ δειλινῇ τροφὴν αἰτοῦντες· οὐ δεόντως· προειρήκαμεν γὰρ ὅτι οἱ ἀρχαῖοι τρισὶ τροφαῖς ἐχρῶντο. δειλινήσας δειλινίσας, βρωματισάμενος δειλινὴν τροφήν. ἔνιοι δὲ, τὴν δείλην διατρίψας, οὐ φαγών.

ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη ἔνιοι γρ. ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.

πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ περισσὸς ὁ εἷς ἐκ τῶν βʹ.

οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδήν μετὰ τροφὴν αἱ ἀοιδαὶ, πρὸ τροφῆς δὲ γυμνασία σώματος, «δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες»

δείελον ἦμαρ ἡ δειλινὴ τῆς ἡμέρας. τὸ τῆς δειλινῆς ὥρας κατάστημα.