ΥΠΟΘΕΣΙΣΔιηγεῖται καὶ ταῦτα αὐτὰ Ὀδυσσεὺς, τίνα αὐτῷ εἰς Ἅιδου κατελθόντι ἔχρησε Τειρεσίας· καὶ ὡς τὴν μητέρα εἶδεν αὐτοῦ καὶ ἄλλας πολλὰς τῶν παλαιῶν γυναικῶν, καὶ τῶν εἰς Ἴλιον συστρατευσάντων ἐνίους, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς. ΑΛΛΩΣἈπαγγέλλει πῶς κατὰ Κίρκης ἐντολὰς εἰς Ἅιδου κατῆλθεν· καὶ ὡς ἤκουσε Τειρεσίου τοῦ μάντεως περὶ τῆς ἑαυτοῦ καὶ τῶν ἄλλων ἑταίρων σωτηρίας. καὶ ὡς τοὺς ἥρωας καὶ τὰς ἡρωΐδας εἶδεν ἐν Ἅιδου, καὶ τὴν μητέρα, καὶ εἰς Ἴλιον συστρατευσάντων τινὰς, καὶ τῶν ἐν Ἅιδου κολαζομένων τινάς.
ἐν δʼ ἱστὸν τιθέμεσθα οὐχ ἁπλῶς ἐνεθήκαμεν τῇ νηῒ, ἀλλὰ μετὰ τὸ στῆσαι τὸν ἱστὸν καὶ ἁπλῶσαι τὰ ἱστία, οἷον εὐτρεπίσαμεν.
ψιλωτέον τὸ ἴκμενον, ἤτοι ὑγρόν. ἐσθλὸν ἑταῖρον ἑταῖρον εἶπεν, ὡς ἀξιωσάσης αὐτῆς τὸν ἄνεμον. νῦν τὸν συνεργόν.
αὐδήεσσα ἡ περίφημος, ἢ ἡ ἔχουσα αὐδὴν ἀνθρώπων, ἢ ἡ φωνητική.
ποντοπορούσης δῆλός ἐστιν ὁ ποιητὴς διὰ τὸ ποντοπορούσης ὠκεανὸν καλῶν τὴν ἔξω θάλασσαν. ἀλλαχοῦ δὲ ποταμὸν τὸν ὠκεανὸν καλεῖ διὰ τὸ ῥοῶδες. τὴν θάλασσαν διερχομένης, πλεούσης.
ἔνθα δὲ Κιμμερίων Ἀρίσταρχος Κερβερέων. Κιμμέριοι ἔθνος περιοικοῦν τὸν ὠκεανόν. ἔνιοι δὲ γράφουσι χειμερίων· οἱ δὲ Κερβερίων, ὡς Κράτης. Ἡρόδοτος δὲ ὑπὸ Κιμμερίων φησὶ Σκύθας ἐξελαθῆναι. ἄλλοι δὲ Κιμμερίους φασὶν ὑποτίθεσθαι τοὺς κατὰ δύσιν οἰκοῦντας καὶ προσκειμένους τοῖς κατὰ τὸν Ἅιδην τόποις. ἢ νεκροῖς, ἀπὸ τοῦ ἐν τοῖς ἠρίοις κεῖσθαι. τινὲς, τῶν νεκρῶν, παρὰ τὸ ἐν ἔρᾳ κεῖσθαι. οὗτοι οἱ Κιμμέριοι οἱ Σκύθαι νομάδες ὄντες ἐκ τῶν δυτικῶν τοῦ ὠκεανοῦ μερῶν ἐλθόντες ἐπόρθησαν τὸν ναὸν Ἀπόλλωνος τὸν ἐν Δελφοῖς. διὸ δυσφημεῖ αὐτοὺς ὁ ποιητὴς ὡς ἐν σκότῳ οἰκοῦντας.
ἠέλιος φαέθων ἐπιδέρκεται πῶς οὖν ζῶσιν; ἢ ἐπιδέρκεται μὲν, φαέθων δὲ οὔ. ἐπιλάμπει μὲν ὁ ἥλιος τοὺς Κιμμερίους, οὐ φαέθων δέ· ἀντὶ τοῦ οὐ πάνυ λάμπων. οὔτε τὴν δύσιν οὔτε τὴν ἀνατολὴν διὰ τὸ δυτικοῖς καὶ ἀνατολικοῖς ὄρεσι περιέχεσθαι. κατὰ μόνην δὲ μεσημβρίαν ἥλιον ὁρῶσι. τὸ οὖν «ἀλλʼ ἐπὶ νύξ» ἐπὶ τῆς ἀορασίας κεῖται. Ἀρίσταρχος καὶ Ἀριστοφάνης, καταδέρκεται.
προτράπηται ἀπʼ οὐρανόθεν τράπηται. διὰ τί προτράπηται; δοκεῖ εἰδέναι ὁ ποιητὴς ὅτι ὁ ἥλιος τὴν ἑκούσιον πορείαν ποιούμενος ἀπὸ δύσεως εἰς ἀνατολὴν ὅμως ὑπὸ τοῦ παντὸς ἀνθέλκεται εἰς τὸ ἐναντίον καὶ αὐτός. προτράπηται γὰρ ἀντὶ τοῦ μεταβάλληται, ἀποκλίνῃ.
ἱερήϊα οὐκ ὀρθῶς· ἐπὶ γὰρ νεκρῶν τόμια καὶ ἔντομα, ἐπὶ δὲ θεῶν ἱερεῖα. ἢ ὅτι τὰ θρέμματα ἱερεῖα ἐκάλουν. ἔδει ἐπὶ νεκρῶν ἐντόμια εἰπεῖν. ἢ ἐπεὶ ἁπλῶς τὰ θρέμματα ἱερεῖα ὠνόμαζον.
χοὰς χέομεν τὸ χοὴν ἐχεόμην, ἀπὸ κοινοῦ κατὰ τῶν τριῶν. Ζηνόδοτος, χεάμην. χέομεν γρ. χεόμην.
γουνούμην νεκύων πῶς, εἰ μὴ αἰσθάνονται πρὸ τοῦ πιεῖν; εἰς τὴν τιμὴν οὖν τῶν δεσποτῶν ἡ δέησις. ἢ γονυπετῶν ἐπηγγελλόμην.
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν ζητεῖται διὰ ποίαν αἰτίαν κατελθὼν ἐν τῷ Ἅιδῃ Ὀδυσσεὺς ἐτάξατο τοῖς νεκροῖς, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν θῦσαι. καί φαμεν ὅτι οἱ νεκροὶ ἄτοκοί εἰσι καὶ οὐ τίκτουσι, διὰ τοῦτο ἐτάξατο αὐτοῖς βοῦν μὴ γεννῶσαν.
τοὺς δʼ ἐπεὶ πρὸς τὴν περίφρασιν ἀπέδωκε τὸ τούς. τί γάρ ἐστιν ἔθνεα νεκρῶν; δηλονότι τοὺς νεκροὺς ὅτε εὐχωλαῖς καὶ λιταῖς ἐλισάμην. τὰ ἔθνεα νεκρῶν οὐκ ἄλλο τι σημαίνει ἢ τοὺς νεκρούς. διὰ τοῦτό φησι, τοὺς δʼ ἐπεί.
ψυχαὶ ὑπʼ ἐξ Ἐρέβευς ὡς μυίας νομιστέον αὐτὰς ἥκειν ἐπὶ τὸ αἷμα.
νύμφαι τʼ ἠΐθεοί τε οἱ ἓξ παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει ἠθετοῦντο ὡς ἀσύμφωνοι πρὸς τὰ ἑξῆς. οὐ γὰρ μεμιγμέναι παραγίνονται αἱ ψυχαί· νῦν δὲ ὁμοῦ νύμφαι, ἠΐθεοι, γέροντες, παρθένοι. καὶ ἄλλως οὐδὲ τὰ τραύματα ἐπὶ τῶν εἰδώλων ὁρᾶται. ὅθεν ἐρωτᾷ, τίς νύ σε κὴρ ἐδάμασσε; τὸν Ἀγαμέμνονα. ἀθετοῦνται οὗτοι οἱ ἓξ, ὅτι οὔπω προσέρχονται· καὶ ὅτι ἀδύνατον φέρειν τὰς ψυχὰς τὰς τῶν σωμάτων πληγάς. ἀλλὰ πρὸς ἀνακεφαλαίωσιν πεποίηται τῶν μετὰ ταῦτα ῥηθέντων. νύμφαι, αἱ ἄνδρας ἔχουσαι· ἠΐθεοι, οἱ ἄζυγες· νέαι ἀταλαὶ, αἱ μηδὲν τλῆναι δυνάμεναι.
νεοπενθέα ἀεὶ νεάζον ἔχουσαι τὸ πένθος· ἢ νέον πενθοῦσαι. ἐν τῇ νεότητι πενθοῦσαι.
πολλοὶ δʼ οὐτάμενοι τοιούτῳ σχήματι ὑποτίθεται τοὺς νεκροὺς οἵῳ καὶ ἀπέθανον.
βεβροτωμένα δοκοῦντα βεβροτῶσθαι, ὅ ἐστι μεμολύνθαι διὰ τοῦ βρότου ἤτοι τοῦ μετὰ κόνεως αἵματος.
ἔνθα καὶ ἔνθα γρ. ἄλλοθεν ἄλλος. ἄλλοθεν ἄλλος γρ. ἔνθα καὶ ἔνθα.
δὴ τότʼ ἔπειθʼ ἑτάροισι αὐτὸς γὰρ ὡς ἡ Κίρκη ἔφη αὐτῷ ἐπὶ τοῦ βόθρου μένει. ἐνταῦθα οὖν χωρίζει τοὺς ἑταίρους, ἵνα μὴ κατακούσωσι τῶν μαντειῶν.
χάριν διʼ εὐχῶν ὁμολογῆσαι, ὡς δὴ ἀντομένου τοῦ σπουδαζομένου.
αὐτὰρ ἐγὼ ξίφος κοινή τις παρὰ ἀνθρώποις ἐστὶν ὑπόληψις ὅτι νεκροὶ καὶ δαίμονες σίδηρον φοβοῦνται.
πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἐπεὶ ἄταφος. τῶν δὲ τοιούτων καὶ πρὸ τοῦ πιεῖν φθέγγονται αἱ ψυχαί. ὁ Τειρεσίας πίνων τοῦ αἵματος ἐμαντεύετο, αἱ δὲ ἄλλαι ψυχαὶ πίνουσαι ἐπεγίνωσκον ἡ δὲ ψυχὴ τοῦ Ἐλπήνορος ἅτε δὴ μήπω ἐπιβᾶσα τῷ τῆς Λήθης πεδίῳ καὶ πρὸ πόσεως ἐπιγινώσκει τὸν Ὀδυσσέα. Καὶ ἄλλως. πῶς οὐδένα ὁρᾷ τῶν παρὰ Κύκλωψιν ἢ Λαιστρυγόσιν ἀπολομένων; ἐπεὶ, εἰ καὶ ἀθέσμως, ἐτάφησαν. οὐδένα ὁρᾷ τῶν παρὰ τῷ Κύκλωπι ἢ ἐν Λαιστρυγονίᾳ ἀπολομένων. οὗτοι γὰρ, εἰ καὶ ἀθέσμως, ἀλλʼ οὖν ἐτάφησαν.
οὐ γάρ πω ἐτέθαπτο εἰ ἀποφαίνεται νῦν περὶ τοῦ θανάτου αὐτοῦ, πῶς ἑξῆς διστάζων φησὶ «πῶς ἦλθες ὑπὸ ζόφον;» διὸ ὁ Καλλίστρατος ἀθετεῖ, εἰ μὴ ἄρα φησὶν ὅτι, οὐκ ᾐσθόμεθα τὸν θάνατον διὰ τὸ περὶ ἄλλα ἀσχολεῖσθαι. χθονὸς εὐρυοδείης τῆς πλατεῖαν ὁδὸν ἐχούσης.
ἔφθης πεζὸς ἐὼν πεζὸς ὢν ἔφθησας ἐνταῦθα ταχύτερον παρὸ ἐγὼ μετὰ τῆς μελαίνης νηός. οὐκ ἔστι κερτομίας ὁ λόγος, ἀλλʼ ἐπειδήπερ αὐτὸς οὐρίᾳ χρησάμενος πολλῇ καὶ μιᾶς ὥρας διαβὰς ὅλον ὠκεανὸν περιτυγχάνει αὐτῷ περὶ τὰς Ἅιδου αὐλὰς, πυνθάνεται τίς ἡ τῶν σωμάτων μετὰ θάνατον πορεία, ἥν γε καὶ ναῦς οὐριοδρομοῦσα προλαμβάνειν οὐκ ἐπίσταται. ἢ ὅτι ἀπὸ νήσου ἐστάλησαν ἄμφω, ἄλλο δὲ πλοῖον οὐκ ἦν παρὰ τῇ Κίρκῃ. πᾶσαι ἰών γρ.
βεβήκει γρ. κατῆλθε.
τῶν ὄπιθεν τῶν καταλελειμμένων οἴκοι, τῶν οὐ παρεόντων. λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς τῶν οὐ παρόντων γουνάζομαι καὶ ἱκετεύω. ὡς πρὸς τῶν θεῶν καὶ πρὸς Διός. λείπει ἡ πρός, ἵνʼ ᾖ πρὸς τῶν οὐ παρεόντων νῦν, ἀλλὰ καταλειφθέντων εἰς τὴν ἡμῶν οἰκίαν, ζώντων δὲ ἔτι. ὑπὲρ τούτων οὓς ὄπισθεν ἑαυτοῦ κατέλιπες οἴκοι.
πρός τʼ ἀλόχου οὐ προστίθησι τὴν μητέρα· ὁρᾷ γὰρ αὐτῆς τὴν ψυχήν. οὐδὲ περὶ τοῦ θανάτου αὐτῆς λέγει, ἵνα μὴ λυπήσῃ τὸν παρακαλούμενον.
ἔλειπες διὰ τὸ μέτρον διφθογγογραφεῖται, ὀφεῖλον γράφεσθαι διὰ τοῦ ι.
ἐνθένδε κιὼν χάριν τοῦ λαβεῖν ἐφόδια καὶ μαθεῖν περὶ τοῦ πλοῦ.
μήνιμα γένωμαι ἤτοι μὴ ὀργισθῶσι σὲ οἱ θεοὶ διʼ ἐμὲ ἄταφον ἐάθεντα.
κακκῆαι κατακαῦσαι. ἀντὶ τοῦ κατάκαυσον. ἡ κοινὴ κακκεῖαι, Ἀρίσταρχος κακκῆαι. προπερισπωμένως δέ· ἀπαρέμφατον γάρ ἐστιν.
σῆμά τέ μοι χεῦαι εὐτρέπισόν μοι σῆμα καὶ τάφον ἐπὶ τῷ αἰγιαλῷ τῆς πολιῆς καὶ λευκῆς θαλάσσης χῶσον. ὑποτίθεται δὲ ὁ ποιητὴς μὴ ἀμελεῖν ταφῆς.
εἴδωλον εἰ μὲν ἀπὸ τοῦ εἰδέναι, διὰ μόνου τοῦ ι γραπτέον, εἰ δὲ ἀπὸ τοῦ εἴδους, προσλήψεται τὸ ε. ἀγορεῦον διαλεγόμενον. ἀγόρευεν τινὲς εἰκαιότερον, ἀγορεῦον.
ψυχὴ μητρὸς κατατεθνηυίης ὅτι πρὸς τὸ ἐκ τῆς περιφράσεως νοούμενον ἀπήντησε. ψυχὴ γὰρ μητρὸς κατατεθνηκυίας ἐστὶν ἡ Ἀντίκλεια. κατατεθνηυίης τελευτώσης.
Αὐτολύκου—Ἀντίκλεια Αὐτόλυκος υἱὸς Ἑρμοῦ καὶ Φιλωνίδος τῆς Δαιδαλίωνος τοῦ Ἑωσφόρου, οἱ δὲ Στίλβης. ὁ λόγος, Ἀντίκλειαν διὰ τὸν πόθον τοῦ παιδὸς βρόχῳ ἑαυτὴν ἐξαγαγεῖν τοῦ βίου.
ἀλλʼ οὐδʼ ὣς εἴων καρτερικὸς ὁ ἔρως τοῦ ἡδέος ἀεὶ προκρίνων τὸ συμφέρον.
ψυχὴ Θηβαίου ὅτι πάλιν πρὸς τὸ ἐκ τῆς περιφράσεως νοητὸν ἀπήντησε. ψυχὴ γὰρ Θηβαίου Τειρεσίου ἐστὶν ὁ Τειρεσίας. διὸ ἐπήνεγκεν ἔχων, οὐκ ἔχουσα. ἦλθε, φησὶν, ἡ ψυχὴ τοῦ Τειρεσίου εἰς ἐμὲ ἔγγιον καὶ προεῖπεν ἡμῖν.
ἐμὲ δʼ ἔγνω τῷ νῷ, οὐ τοῖς ὀφθαλμοῖς. ἐπεὶ τυφλὸς ἦν. ἐμὲ δʼ ἔγνω οὐκ εἴ τις εἰμὶ, ἀλλʼ ὅτι σφάγια κομίζω μετὰ τὸ πιεῖν ἐκ τῆς μαντείας γνωρίζει αὐτόν. ὅσῳ δʼ ἄρα τις ἐκδέχεται τυφλώττειν τὸν Τειρεσίαν, τοσούτῳ καλὸν τὸ ἔγνω, ἵνα καὶ τὸ ἐλλεῖπον τῶν ὄψεων τῇ τῆς συνέσεως γνώσει πληροῦται.
Ζηνόδοτος, τίπτʼ αὔτως.
ἀτερπέα χῶρον τὸν ἐκτροπὴν οὐκ ἔχοντα, ἐπεὶ οὐδεὶς ὑποστρέφει ἐκεῖθεν.
ἄπισχε δὲ ὁ γὰρ Ὀδυσσεὺς εἰς βόθρον καὶ τὸ ξίφος κατέχων πρὸς ἐκφόβησιν τῶν ψυχῶν ἠρώτα ἑκάστην τίς εἴη.
ὁ λόγος, οὐκ ὀΐω τὸν νόστον σου λήσειν Ποσειδῶνα. τινὲς δὲ λήσειεν.
κότον διὰ τὴν τοῦ Κύκλωπος τύφλωσιν.
αἴκʼ ἐθέλῃς ἐὰν δύνῃ.
Θρινακίῃ τῇ Σικελίᾳ· ἐπεὶ τρία ἔχει ἀκρωτήρια, Πέλωρον, Πάχυνον, Λιλύβαιον. καὶ ἔδει μὲν Τρινακρίαν λέγεσθαι, διὰ δὲ τὸ εὐφωνότερον οὕτως ὠνόμασται. Τρινακίη λέγεται ἡ Σικελία ἀπὸ τοῦ ἔχειν ἀκρωτήρια τρία.
ὃς πάντʼ ἐφορᾷ ὑποσημαίνει ὅτι οὐκ ἄν τις ἀδικήσας τοιοῦτον θεὸν διαλάθοι.
τεκμαίρομʼ ὄλεθρον τελεσθῆναι οἴομαι, ἢ σαφῶς εἰδὼς προαγορεύω. τὸ γὰρ τεκμήριον σαφὲς ὁρίζονται σημεῖον. «τέκμωρ οὐ γὰρ ἐμὸν παλινάγρετον»
ὀψὲ κακῶς νεῖαι ἐπὶ γὰρ τῷ τῶν βοῶν τολμήματι ἑπτὰ ἔτη ὅλα παρὰ Καλυψοῖ διατρίβει, καὶ πάλιν ναυαγήσας πρὸς τοὺς Φαίακας ἐκβράττει.
ὅτι οὐκ ἐνήλλακται ὁ χρόνος ὡς τὸ «σύν τε μεγάλῳ ἀπέτισαν·» οὐ γὰρ ἦσαν οἱ μνηστῆρες συνηγμένοι εἰς τὸν οἶκον Ὀδυσσέως.
μνώμενοι—καὶ ἔδνα διδόντες τῇ γὰρ ἀληθείᾳ ἤδη ὄντος ἐν Ἰθάκῃ τοῦ Ὀδυσσέως καὶ ἔνδον ἐπʼ αὐτοῦ προσφέρουσιν αὐτῇ οἱ μνηστῆρες τὰ ἔδνα. ὥστε ἄξιον μνημονεύειν τοῦ δήεις, ὅ ἐστιν εὑρήσεις.
ἀποτίσεαι ἀποδώσει τιμωρίαν τῶν ὧν ἔπραξαν.
ἠὲ δόλῳ ἢ ἀμφαδὸν οὐ διστάζει, ἀλλʼ ὁ ἤ ἀντὶ τοῦ καί. φαίνεται γὰρ τὸ μὲν πρῶτον δόλῳ, ἑξῆς δὲ φανερῶς ἐπιθέμενος. ἀντὶ τοῦ καί, ὅπως ἂν ᾖ, καὶ δόλῳ καὶ φανερῶς· ὅμοιον τῷ «Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ» καὶ γὰρ ἐνταῦθα τὸ ἠέ ἀντὶ τοῦ καί. ἀπίθανον γὰρ τὸ ἐνδοιάζειν τὸν μάντιν. καὶ φαίνεται δὲ τὰ μὲν πρῶτα δόλῳ, ἑξῆς δὲ φανερῶς ἐπιτιθέμενος.
ἔρχεσθαι δὴ ἔπειτα ἵνα κἀκεῖνοι γνῶσι τὴν τοῦ Ποσειδῶνος δύναμιν.
εἰς ὅ κε τοὺς ἀφίκηαι εἰς Βουνίμαν ἢ εἰς Κελκέαν.
ἀνέρες οὐδέ θʼ ἅλεσσι τοῖς ἀπὸ θαλάσσης. εἰσὶ γάρ που καὶ ἐν μέσῃ ἠπείρῳ ἅλες ὀρυκτοί. τοῖς ἐκ θαλάσσης βρώμασιν, ἰχθύσιν, ὀστρέοις. ἐνδέχεται γὰρ ἅλας πήγνυσθαι καὶ παρὰ ἠπειρώταις.
φοινικοπαρῄους τὰς ἐν τῷ ἐρυθρῷ βάμματι κεχρωσμένας.
ἀθηρολοιγὸν ὀξυτόνως. δηλοῖ δὲ τὸ πτύον. οἱ δὲ νεώτεροι τὸ κίνητρον τῆς ἀθέρας οἴονται. πτύον. φησὶ δὲ παρὰ τὸ εἶναι λοιγὸν τῶν ἀθέρων. ὅθεν καὶ ἀθερίζειν τὸ τοὺς ἀθέρας καθαίρειν. λέγεται δὲ καὶ πλάτη χερσαία, ὥσπερ καὶ πλάτη θαλασσία ἡ κώπη. τῶν ἀθέρων ὀλοθρευτικὸν ὄργανον. ἀθέρες γὰρ λέγονται κυρίως τῶν ἀσταχύων τὰ ἄκρα. λέγει δὲ τὸ πτύον, «ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρώσκουσι κύαμοι μελανόχροες ἢ ἐρέβινθοι» ὁ μέντοι Σοφοκλῆς ἀπεδέξατο τῆς ἀθήρης κίνητρον λέγων οὕτως «ὤμοις ἀθηρόβρωτον ὄργανον φέρων.»
ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι ἐν τοῖς οἰκείοις κλήροις οἱ τιμώμενοι εἴτʼ οὖν ἄνθρωποι εἴτε καὶ θεοὶ οὐκ ἂν ἐπί τινος γένοιντο φιλοτιμίας μείζονες. εἰ μέντοι ἐν τόποις τισὶ τοῖς πόρρω καθʼ οὓς οὐ πολιτεύονται λάβοιεν γέρα, ἐνταῦθα δὲ πλείων ἡ χάρις. ᾗ γε ἤδη διὰ τὴν παρὰ τοῦ Ὀδυσσέως εὐσέβειαν καὶ θεραπείαν καὶ ἠπειρώτης ἂν τιμηθείη Ποσειδῶν.
διπλῆ ἀνάγνωσις, καὶ, ἔξαλος, προπαροξυτόνως ἀντὶ τοῦ ἔξω καὶ πόρρω τῆς θαλάσσης, καὶ, ἐξ ἁλός, διῃρημένως, διὰ τὸ τῆς τρυγόνος κέντρον, ᾧ ὁ Τηλέγονος ἀντὶ αἰχμῆς ἐχρῆτο. ἐξ ἁλὸς ἔξω τῆς ἁλός. οὐ γὰρ οἶδεν ὁ ποιητὴς τὰ κατὰ τὸν Τηλέγονον καὶ τὰ κατὰ τὸ κέντρον τῆς τρυγόνος. τὸ ἔξαλος ὡς ἔκβιος, οἷον ἠπειρωτικὸς καὶ οὐ θαλάσσιος. ἔνιοι δὲ κατὰ παράθεσιν, ἐξ ἁλὸς, οἷον ἀπὸ θαλάσσης, ὡς τὸ «ἐπισσεύῃ μέγα δαίμων ἐξ ἁλός» καί φασιν ὡς ἐντεύξει τῆς Κίρκης Ἥφαιστος κατεσκεύασε Τηλεγόνῳ δόρυ ἐκ τρυγόνος θαλασσίας, ἣν Φόρκυς ἀνεῖλεν ἐσθίουσαν τοὺς ἐν τῇ Φορκίδι λίμνῃ ἰχθῦς· οὗ τὴν μὲν ἐπιδορατίδα ἀδαμαντίνην, τὸν δὲ στύρακα χρυσοῦν εἶναι, τὸν Ὀδυσσέα ἀνεῖλεν. ἀλλʼ εἴ γε καὶ ἐν παραθέσει εἴη ἡ ἐξ, δύναται τὸ ἔξω δηλοῦν, ὡς τὸ «ἔκ τʼ ἀνδροκτασίης» ὁ μέντοι Ἀσκαλωνίτης τὸ πλῆρες ἔξω ἡγεῖται, ἵνʼ ᾖ ἔκθλιψις τοῦ ω, ὡς ἐν τῷ «βαθέης ἐξάλλεται αὐλῆς» οὐκ ἀναγκαῖον δὲ, τῆς ἐξ ἤδη τὸ ἔξω σημαινούσης. οἱ νεώτεροι τὰ περὶ Τηλέγονον ἀνέπλασαν τὸν Κίρκης καὶ Ὀδυσσέως, ὃς δοκεῖ κατὰ ζήτησιν τοῦ πατρὸς εἰς Ἰθάκην ἐλθὼν ὑπʼ ἀγνοίας τὸν πατέρα διαχρήσασθαι τρυγόνος κέντρῳ. Αἰσχύλος δὲ ἐν Ψυχαγωγοῖς ἰδίως λέγει «ἐρρωδιὸς γὰρ ὑψόθεν ποτώμενος ὄνθῳ σε πλήξει, νηδύος χειλώμασιν. ἐκ τοῦδʼ ἄκανθα ποντίου βοσκήματος σήψει πα-λαιὸν δέρμα καὶ τριχορρυές.»
ἀβληχρὸς ὁ ἐν γήρᾳ γενόμενος ἠρεμαῖος θάνατος.
ἀρημένον ὡς βεβλαμμένον, ἀντὶ τοῦ ἀνόσῳ γήρᾳ κεκρατημένον. φύσει δὲ τὸ γῆρας βλαβερόν ἐστι τοῖς κεκτημένοις, κἂν ἄνοσον ᾖ. διὸ ἀρημένον φησίν. μηδαμοῦ λιμοῦ ἐπισκήπτοντος αὐτοῖς μηδʼ ἑτέρου δεινοῦ.
ἐπέκλωσαν ἐπεμοίρασαν.
ταῦτα λέγει τῷ Τειρεσίᾳ περὶ τῆς ἰδίας μητρὸς, τὸ ταύτης ἐν τῷ Ἅιδῃ θεασάμενος ἴνδαλμα φαντασιωδῶς.
οὕτως δὲ ἐπεὶ πρόκειται ὅτι θέλει σοι φθονῆσαι, ὑποστρέψει πάλιν ὄπισθεν.
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ ᾤετο γὰρ αὐτὸν ἐκ τῆς πατρίδος ἐληλυθέναι διὰ τῆς Ἰταλίας, ἧς μεταξὺ πολλοί εἰσι ποταμοί. ἀθετοῦνται τρεῖς. ἀθετοῦνται. τὸ γὰρ ἑξῆς, μέσον ὠκεανός. γέλοιον δὲ καὶ πεζὸν ἐόντα.
ὠκεανὸς μὲν πρῶτα οὐκ ἐπήγαγε δεύτερα καὶ τρίτα, ἅπερ δεῖ κατὰ τὸ σιωπώμενον ἐκδέξασθαι. ἢ οὕτως· οἷον ἵνα μὴ ἄλλον ποταμὸν ἢ ῥεῦμα λέγωμεν, αὐτὸν πρῶτον ὠκεανόν.
ἦ νῦν δὴ Τροίηθεν τινὲς ὡς ἓν μέρος λόγου παροξύνουσιν, ἀντὶ τοῦ ἀρτίως, ὁμοίως τῷ «οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος»
Ἀριστοφάνης ἀθετεῖ.
τανηλεγέος μακροκοιμήτου. τοῦ μεγαλοκοιμήτου θανάτου, ἀπὸ τῆς ἐνεργείας, παρόσον οἱ ἀποθνήσκοντες οὐκέτι ἐγείρονται κατὰ τοὺς Ἕλληνας.
ἢ Ἄρτεμις ἀπὸ γὰρ τῆς σελήνης ἐπέρχονταί τινα νοσήματα.
οἷς ἀγανοῖς βελέεσσιν πραέσιν. οἱ γὰρ αἰφνίδιοι θάνατοι ἀνώδυνοί εἰσιν.
εἰπὲ δέ μοι πατρός τε τὰ τοιαῦτα ὁ Ὀδυσσεὺς ἐρωτᾷ τὴν ψυχὴν τῆς ἑαυτοῦ μητρὸς περὶ τῆς συνεύνου αὐτοῦ καὶ τῶν παίδων. καὶ οὐκ ἀπεικὸς τοῦτο ποιεῖ. ἐπειδὴ γὰρ, φασὶν, αἱ ψυχαὶ μετὰ τὴν τοῦ συνθέτου διάλυσιν αἴσθησιν ἔχουσί πως τῶν τῇδε καὶ γνῶσιν ἀσωματωτέραν καὶ ἁπλουστέραν τῶν συντεθειμένων ἔκ τε ψυχῆς καὶ τοῦ σώματος, καλῶς λαβεῖν τῶν τοιούτων τὴν εἴδησιν ἐκ τῆς μητρῴας ψυχῆς εἶχε τὸν ἐρωτῶντα. ἑξῆς καὶ ὡς ἐνὸν ἤκουσεν ἅπερ αὐτὸς ὁ Ὀδυσσεὺς πρὸς τῆς αὐτῆς ἐρωτήσεως οὐκ ἐγίνωσκεν, ἀλλʼ ὅμως καὶ τόπον τόπῳ ἀμείβων ὁ δύστηνος. ὃν κατέλειπον Ἀριστοφάνης, οὓς κατέλειπον.
εἰπὲ δέ μοι μνηστῆς ἀλόχου εἰδὼς ὁ Ὀδυσσεὺς τὰς ἑκυρὰς ἐχθρωδῶς περὶ τὰς νυοὺς διακειμένας περὶ Πηνελόπης ὑστάτης ἠρώτησεν. ἡ δὲ εὐφραίνουσα τὸν υἱὸν περὶ πρώτης αὐτῆς ἀπεκρίνατο.
ὀϊζυραὶ δέ οἱ αἰεὶ οὐ διὰ τοὺς μνηστῆρας· οὔπω γὰρ ἦσαν ἐπιθέμενοι· ἀλλὰ διὰ σέ. οὐχ ὑπὸ μνηστήρων ὀχλουμένῃ· οὐδέποτε γὰρ οἱ μνηστῆρες, οἵ γε μετὰ τέσσαρα ἔτη ἐπίασιν· ἀλλὰ σὲ ζητούσῃ.
τεμένη σεσημείωται τὸ ὄνομα ἀδιαιρέτως ἐξενεχθέν. Ἀρίσταρχος τεμένεα.
δικασπόλον αὐτὸν δηλονότι. ἀντὶ τοῦ εὐωχεῖ.
καλέουσι γρ. κοτέουσι. πῶς οὖν οἶδεν τί εἰ «ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο;» νῦν οὖν ἡ κατὰ ἀντὶ τοῦ ἀπό.
λείπει ἡ κατά κατὰ τὸ σχῆμα.
ἐν κόνι ὅτι τὴν ἀπὸ τῆς ἐσχάρας σποδὸν κόνιν εἴρηκεν. κατὰ συγκοπὴν, ἢ κατὰ συναίρεσιν. κόνις ἡ εὐθεῖα, κόνιος, κόνιι καὶ κόνι. ἐν κόνει ἐν τῇ γῇ. ἦσται οὕτως Ζηνόδοτος. Ἀρίσταρχος, ἧστο. ἐνδέδυται.
κεκλιμένων κεκλαδευμένων, πεπτωκότων. χθαμαλαὶ οὐχ αἱ πρὸς τῇ γῇ, ἀλλʼ αἱ ἐν τῇ γῇ, ἢ ταπειναί.
σὸν πότμον γοόων αἱ χαριέστεραι γραφαὶ ἔχουσι, σὸν νόστον ποθέων.
οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἑαυτὴν ἀνήρτησε Ναυπλίου ψευδῶς μηνύσαντος θάνατον Ὀδυσσέως.
οὔτε τις οὖν μοι νοῦσος ἄλλο γὰρ νόσος, ἄλλο τηκεδών· οὐ γὰρ ταυτόν.
ἀλλά με σός τε πόθος ὅτι οὐχ ὡς οἱ νεώτεροί φασιν, αὐτὴν ἀπάγξασθαι παρὰ Ναυπλίου πεπυσμένην τὴν Ὀδυσσέως τελευτήν. οἳ διεσφάλησαν ὑπὸ τοῦ λεγομένου παρὰ τοῦ συβώτου ὡς «ἀπώλετο λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅστις ἔμοιγε ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι». διαρρήδην γὰρ νῦν ὁμολογεῖ τεθνηκέναι ἕνεκα τοῦ ποθεῖν τὸν Ὀδυσσέα. σά τε μήδεα ἅπερ κακῶς ἐβουλεύσω τὸν Κύκλωπα τυφλώσας καὶ ὑποβληθεὶς τοιαῖσδε ὑπὸ τοῦ Ποσειδῶνος κακώσεσιν.
σή τʼ ἀγανοφροσύνη εὐφήμως τὴν ἀγχόνην ἐσιώπησεν, ὡς δὴ αἰτίαν ἐχόντων τῶν οὕτως ὑπεξαγαγόντων ἑαυτοὺς τοῦ βίου.
ἴκελον γρ. ἰκέλη, ἡ ψυχή.
μίμνεις ἑλέειν εἰς ἐνθύμησιν ἄγεις.
ἦ τί μοι εἴδωλον ἦ, φησὶν, οὐχ ὑπάρχεις σὺ ἡ ἐμὴ μήτηρ, ἀλλʼ εἴδωλόν τι καὶ ἀποσκίασμα τὸ παρʼ ἐμοὶ νῦν ὁρώμενόν ἐστιν, ὅπερ ἡ ἀγαυὴ καὶ λαμπρὰ Περσεφόνη παρώτρυνεν ἐλθεῖν εἰς ἐμὴν ὄψιν. εἴδωλον. τὴν εἰς τὸ ἰδεῖν μόνον εἰκόνα, οὐ μέντοι καὶ εἰς ἄλλην αἴσθησιν.
ἀλλʼ αὕτη δίκη δίκην βροτῶν λέγει αὐτὴν τὴν αὐτῶν ἀποβίωσιν, εἶτα τὴν ἐκφαινομένην τῶν ψυχῶν φαντασίαν τοῖς ζῶσιν. αὕτη τοίνυν ἡ δίκη πάντων βροτῶν κατεκράτησεν ἐξ αὐτῆς ταύτης γενέσεως. ὅτε κέν τε θάνωσιν γρ. ὅτε τις κε θάνῃσι.
οὐ γὰρ ἔτι σάρκας σημείωσαι ἐνταῦθα ὅτι τὰ νεῦρα ὡς κινήσεώς τε καὶ αἰσθήσεως ὄργανα τὸν ὅλον ἔχουσι τοῦ ζῴου λόγον. αἱ δὲ σάρκες καὶ τὰ νεῦρα αἱ μὲν εἰς ἀσφάλειαν ἐγένοντο καὶ ἀνάπαυσιν τῶν νεύρων, τὰ δὲ εἰς ἀντέρεισιν τοῦ ζῴου. διὰ τοῦτο εἶπε καὶ τὸ «οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσι.»
δαμνᾷ, ὡς κιρνᾷ. οἱ δὲ, δάμναται ὥς κεν πρῶτα λίπῃ, ὡς Κράτης. ὁ δὲ Ἀσκαλωνίτης, συνεδάμνα, ἢ τοῦ δαμνᾶται ἀποκοπὴ, ἔξοδον δὲ ἀναγινώσκειν περισπωμένως, ἀπὸ τοῦ δαμνῶμαι ὡς πειρῶμαι, «πειρᾷ ἐμεῖο γεραιέ» καὶ ἐκφωνουμένου τοῦ ι, ὡς τὸ δύναι παρʼ Ἀττικοῖς.
ἀλλὰ φόωσδε τάχιστα ἀλλὰ ἐξελθεῖν ἐκ τοῦ Ἅιδου καὶ εἰς τὸ φῶς αὖθις ἐπανελθεῖν προθυμοῦ. λιλαίεο λείπει τὸ ἐλθεῖν ἢ ἱκέσθαι.
προμνηστῖναι ἤτοι ἐπὶ μίαν ἑξῆς, ἢ ἐπάλληλοι, ἢ ἐπὶ στίχον. καὶ ἔστι κατὰ τὸ ἔτυμον προμενέστιναι, ἀπὸ τοῦ προσμένειν τὴν ἑτέραν. ἤτοι μία καὶ μία κατὰ τάξιν ἐπήρχοντο καὶ ἀλλεπάλληλοι. ἡ δὲ τὸ δὲ, ἡ δὲ, Ἀρίσταρχος ψιλοῖ καὶ οἱ ἄλλοι.
Τυρὼ ἴδον ταύτην ἐπωνύμως οὕτω καλεῖσθαί φασι διὰ τὴν λευκότητα· λέγεσθαι δὲ οἱ μὲν Ὄσσαν, οἱ δὲ Συλὼ, οἱ δὲ Ῥαάνην, οἱ δὲ Λαοσόην. εὐπατέρειαν ὅτι ἐν εἰρωνείᾳ· δυσσεβὴς γὰρ λίαν ὁ Σαλμωνεὺς ἀντιβροντῶν τῷ Διὶ καὶ ἀνταστράπτων· διὸ καὶ κεραυνοῦται.
Σαλμωνῆος ἀμύμονος τινὲς ἀτασθάλου γράφουσι. πῶς οὖν οὐχὶ καὶ τὴν εὐπατέρειαν μετέθηκαν; ὅτι οὐχ ὑποτίθεται ἀσεβῆ τὸν Σαλμωνέα, ὡς οἱ νεώτεροι. οὐ γὰρ εὐπατέρειαν ἂν τὴν Τυρὼ εἶπεν οὐδὲ ἀμύμονος πατρός.
φῆ δὲ Κρηθῆος Αἰόλου καὶ Λαοδίκης τῆς Ἀλωέως Σαλμωνεὺς καὶ Κρηθεύς.
Ἐνιπῆος—ὃς πολὺ κάλλιστος ποταμῶν Ἐνιπεὺς Ἤλιδος ποταμὸς καὶ Θεσσαλίας. πῶς οὖν ἐν Ἰλιάδι ὁ Ἄξιος; ἢ τοῦ μὲν Ἀξίου τὸ ὕδωρ, τοῦ δὲ Ἐνιπέως τὸ σῶμα. ὅθεν καὶ ἐραστά.
ὃς πολὺ κάλλιστος ποταμῶν ἐναντίον εἶναι δοκεῖ τοῦτο τῷ «Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν» εἰ γὰρ κάλλιστος οὗτος πάντων, οὐκ ἄρα ἐκεῖνος. λύεται δὲ κατὰ λέξιν. τὸ γὰρ κάλλιστον οὐχ ἓν λέγεται, ἀλλὰ πλείω. δηλοῖ δὲ καὶ αὐτὸς ποτὲ μὲν λέγων «Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην» ποτὲ δὲ «ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδρην» καὶ μὴν καὶ ἀμφότεραι τοῦ Πριάμου θυγατέρες, καὶ ἐὰν ἡ μία θυγατρῶν εἶδος ἀρίστη, οὐκ ἄρα τις ἄλλη, ἀλλʼ ὅμως καὶ ἐπὶ τῶν δύο τοῦτό φησι. δύναται δὲ καὶ τὸ αἶαν μὴ τὴν γῆν λέγειν, ἀλλʼ ὄνομα κρήνης. φέρει δὲ τὸ ἔπος καὶ Εὔδοξος ἄνευ τοῦ ν «Ἀξίου, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶα.» πολλῶν γὰρ ποταμῶν ἐμβαλλόντων εἰς τὸν Ἄξιον θολερῶν, Αἶα ἡ κρήνη διαυγέστατον ἀνίησιν ὕδωρ. ὥστε τὸ κάλλιστον οὐκ ἐπὶ τοῦ ποταμίου ὕδατος, ἀλλʼ ἐπὶ τοῦ κρηναίου φησίν. ἔστι δὲ καὶ ἐκ τοῦ προσώπου λῦσαι. τὸ γὰρ περὶ τοῦ Ἐνιπέως ἡ Τυρὼ λέγει ἐρασθεῖσα αὐτοῦ.
ἡ τοῦ Κρηθῆος γυνὴ περιεπόλει εἰς τὰ καλὰ ῥεῖθρα τοῦ Ἐνιπῆος ποταμοῦ ἔρωτι τούτου· ἀπεικάσθη οὖν αὐτῷ καὶ ὡμοιώθη ὁ ἐννοσίγαιος, καὶ ἐκοιμήθη εἰς τὰς αὐτοῦ προχοὰς μετὰ τῆς γυναικὸς Κρηθῆος.
ἐν προχοῇς ποταμοῦ ἐπαφροδίτως ὁμοῦ καὶ φιλονείκως ἐν αὐτῷ μέσῳ τῷ ποταμῷ, οὗ δὴ ἡ Τυρὼ ἤρα, τοῦ Ποσειδῶνος κοινωνῆσαι θελῆσαι, ὥσπερ ἐπεγγελῶντα. προχοῇσι δὲ, τοῖς εἰς θάλασσαν τῶν ποταμῶν στόμασιν.
περιστάθη οὔρεϊ ἶσον κύκλωθεν ἐστάθη σφαιροειδῶς, ὃν τρόπον Σκάμανδρος ἔσωζε τοὺς Τρῶας «κρύπτων ἐν δίνῃσι βαθείῃσι μεγάλῃσιν» οὐ πνίγων, ἀλλʼ ἀέρα παρέχων αὐτοῖς.
τὴν φύσιν λέγει ἀπὸ τοῦ εἴδους τοῦ κατὰ τὸν τρόπον. Καὶ ἄλλως. ἀθετεῖται· πρὸς τί γὰρ τῇ ἐρώσῃ καὶ ἑκουσίως βουλομένῃ μιγῆναι κατέχευεν ὕπνον; Ζηνόδοτος δὲ ἀγνοεῖ τὸν στίχον. ἕξει σεμνοτάτῃ κοσμεῖ τὸ αἰσχρὸν, ὡς ὁ Ξενοφῶν «ἔγνω αὐτήν» ἀντὶ τοῦ ἐμίγη.
τέξεις οὕτω Ἀρίσταρχος. Ζηνόδοτος δὲ κακῶς, τέξεαι. τινὲς δὲ «ἀνεμώλιοι εὐναὶ» γράφουσιν, οὐκ εὖ. ἀποφώλιοι ἀδόκιμοι, ἄγονοι, ἄπαιδες, ἄκαρποι.
ὀνομήνῃς ἐξ ὀνόματος εἴπῃς. ἡ ἀπάντησις πρὸς τοὺς παῖδας.
θεράποντε Διὸς βασιλεῖς. καὶ γὰρ οἱ πολεμικοὶ θεράποντες Ἄρηος.
τοὺς δʼ ἑτέρους καλῶς τοὺς ἑτέρους· δύο γὰρ ἦσαν γένη παίδων, τὸ μὲν ἐκ Ποσειδῶνος, τὸ δὲ ἐκ Κρηθέως.
ἱππιοχάρμην ἤτοι χαίροντα ἵπποις, ἢ ἐφʼ ἵππων μαχόμενον.
Ἀντιόπην ὁ μὲν ποιητὴς Ἀσωποῦ, οἱ δὲ τραγικοὶ Νυκτέως. Νυκτέως αὐτὴν οἱ νεώτεροι ἱστοροῦσιν. Θηβῶν ὁ Ἀσωπός. οὐκ ἀναστρεπτέον τὴν μετά πρόθεσιν.
Ἀμφίονά τε Ζῆθόν τε ὅτι οἱ περὶ Ἀμφίονα ἐτείχισαν τὰς Θήβας διὰ τὸ δεδοικέναι τοὺς Φλεγύας. μετὰ δὲ τελευτὴν αὐτῶν κατασκαφείσης τῆς πόλεως ὑπὸ Εὐρυμάχου τοῦ Φλεγυῶν βασιλέως, Κάδμος ὕστερον ἐλθὼν ἀνέκτισε τὴν Θήβην.
πρῶτοι πρὸ τῆς Κάδμου ἐπιδημίας.
πληθυντικὸν τὸ πύργωσαν. Ἀριστοφάνης, ἐπεὶ οὔ μιν. ἐπεὶ οὔ μιν ἀπύργωτον διὰ τοὺς Φλεγύας. μετὰ δὲ τὴν τελευτὴν αὐτῶν Εὐρύμαχος ἠρήμωσε τὰς Θήβας, ὥς φησι Φερεκύδης ἐν τῇ δεκάτῃ.
τὴν δὲ μετʼ Ἀλκμήνην Τηλεβόαι στρατεύσαντες κτείνουσι τοὺς Ἠλεκτρύωνος παῖδας περὶ θρεμμάτων ἀγωνιζομένους. καὶ Ἀμφιτρύων ἀποκτείνας ἀκουσίως Ἠλεκτρύωνα φεύγει εἰς Θήβας. Ἀλκμήνη δὲ Ἠλεκτρύωνος οὐκ ἐβούλετο γαμηθῆναι πρὶν τίσαιτο τοὺς Τηλεβόας ὑπὲρ τῶν αὐτῆς ἀδελφῶν. ὑπισχνεῖται δὲ τοῦτο Ἀμφιτρύων καὶ αὐτὴν εἰς Θήβας μεταγαγὼν πορεύεται ἐπὶ Τηλεβόας. ἐν ταύτῃ Ζεὺς τῇ νυκτὶ ἀφικνεῖται ἐπὶ τὴν Ἀμφιτρύωνος οἰκίαν ἔχων καρχήσιον, ἐοικὼς Ἀμφιτρύωνι. ἡ δὲ Ἀλκμήνη δοκοῦσα τὸν ἑαυτῆς παστὸν εἶναι πυνθάνεται περὶ τῶν Τηλεβοῶν εἰ κατέκτεινεν αὐτούς. ὁ δὲ Ζεὺς λέγων αὐτῇ πάντα ὅσα ἐγένετο δίδωσι καὶ τὸ καρχήσιον φάμενος ἀριστεῖα εἰληφέναι παρὰ τῶν στρατιωτῶν. ἡ δὲ ἀσμένως ἀποτίθησιν. ἔπειτα αὐτῇ συνευνασθεὶς Ζεὺς ἀπέρχεται, καὶ τῇ αὐτῇ παραγενόμενος νυκτὶ Ἀμφιτρύων μίσγεται. καὶ γεννᾷ Ἀλκμήνην ἐκ μὲν Διὸς Ἡρακλέα, ἐκ δὲ Ἀμφιτρύωνος Ἰφικλέα. ἡ ἱστορία παρὰ Φερεκύδῃ.
θρασυμέμνονα γρ. κρατερόφρονα.
Μεγάρην Μεγάρα Κρέοντος τοῦ Θηβῶν βασιλέως. γημαμένη Ἡρακλεῖ παῖδας ἴσχει Θηρίμαχον καὶ Κρεοντιάδην καὶ Δηικόωντα. βαδίζοντος δὲ αὐτοῦ εἰς Ἅιδου ἐπὶ τὸν τοῦ κυνὸς ἆθλον Λύκος ὁ τῶν Θηβῶν βασιλεὺς πεισθεὶς Ἥρᾳ καταστέφει τοὺς Ἡρακλέους παῖδας, ἵνα θύσῃ. οὐ γὰρ αὐτὸν ἐπανήξειν ᾤετο. παραγενόμενος δὲ Ἡρακλῆς ἀναιρεῖ αὐτὸν καὶ τοὺς ἐκείνου παῖδας. μανεὶς δὲ διὰ τὴν Ἥραν κτείνει τοὺς ἰδίους. ἔμελλε δὲ καὶ τὸν ἀδελφὸν Ἰφικλέα, εἰ μὴ ἔφθασεν Ἀθηνᾶ κωλύσασα. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
μένος αἰὲν ἀτειρής ὀργῆς ἀφορήτου μεστός.
Οἰδιπόδαο ἀπὸ τῆς Οἰδιπόδης εὐθείας. Ἐπικάστην παρὰ τοῖς τραγικοῖς Ἰοκάστην. Λάϊος ὁ Οἰδίποδος πατὴρ παρὰ Φοίβου μαντείαν λαβὼν ὅτι ὁ τικτόμενος παῖς ἀπʼ αὐτοῦ ἀναιρεῖ αὐτὸν, Ἐπικάστην γήμας γεννᾷ Οἰδίποδα καὶ τοῦτον ἐκτίθησι. Σικυώνιοι δὲ ἱπποφορβοὶ ἀναλαβόντες ἔτρεφον αὐτόν. ἡλικίας δὲ γενόμενος ὁ Οἰδίπους ἦλθεν εἰς Θήβας ἐπιζητῶν τοὺς γονέας. ἀποκτείνας δὲ ἀκουσίως τὸν πατέρα λαμβάνει πρὸς γάμον οὐκ εἰδὼς τὴν μητέρα ἐπιλυσάμενος τὸ τῆς Σφιγγὸς αἴνιγμα τὸ λέγον, τί δίπους, τί τρίπους, τί τετράπους. καὶ λέγομεν ὅτι τὸ δίπους ἐστὶν ὁ ἄνθρωπος, τὸ τρίπους σημαίνει γέροντα βαστάζοντα βακτηρίαν, καὶ τὸ τετράπους τὸ νήπιον τὸ συρόμενον. γίνεται δὲ ἐκ τούτων Ἐτεοκλῆς καὶ Πολυνείκης καὶ θυγατέρες Ἀντιγόνη καὶ Ἰσμήνη. ὕστερον δὲ ἡ Ἰοκάστη ἐπιγνοῦσα ὅτι τῷ παιδὶ παρεμίγη ἑαυτὴν ἀνήρτησεν· ὁ δὲ Οἰδίπους ἐκπεσὼν ὑπὸ Κρέοντος ἦλθεν εἰς τὴν Ἀττικὴν, καὶ ᾤκησεν Ἱππέα Κολωνὸν καλούμενον. καὶ ἱκέτευεν ἐν τῷ ἱερῷ τῶν θεῶν, Δήμητρος καὶ πολιούχου Ἀθηνᾶς, καὶ βίᾳ ἀγόμενος ὑπὸ Κρέοντος ἔσχεν ὑπερασπιστὴν Θησέα. τελευτῶν δὲ ὁ Οἰδίπους διὰ γῆρας παρεκάλεσε τὸν Θησέα μηδενὶ τῶν Θηβαίων δεῖξαι τὸν τάφον. ἐθελῆσαι γὰρ αὐτὸν καὶ νεκρὸν αἰκίσασθαι. ἡ ἱστορία παρὰ Ἀνδροτίωνι.
ἄφαρ οὐκ εὐθέως· ἐπεὶ πῶς ἔσχε παῖδας; ἀλλʼ ἐξαίφνης. ἀνάπυστα ἀνὰ στόμα πᾶσι λέγεσθαι καὶ πυνθάνεσθαι· ἢ διάδηλα. προπαροξυτόνως φησὶν ἐν τῇ καθόλου, περιττῆς οὔσης τῆς ἀνά, ἀντὶ τοῦ πυστὰ, ἐξάκουστα. δύναται δὲ καὶ τοῦ ἄπυστα ἐγκειμένου ἄλλη στέρησις ἐντεθῆναι μετὰ προσθέσεως τοῦ ν, ὡς ἐν τῷ ἀνήκουστος, ἀνηλεής. αἱ δύο οὖν στερήσεις μίαν συγκατάθεσιν ἐδήλωσαν, καὶ ἔστιν ἀντὶ τοῦ ἀκουστά.
ἀλλʼ ὁ μὲν ἐν Θήβῃ ἀγνοεῖ τὴν τύφλωσιν καὶ τὴν φυγὴν Οἰδίποδος. καὶ ἐν Ἰλιάδι γράφει αὐτὸν ἐν Θήβῃ τετελευτηκέναι· «Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβασδʼ ἦλθε δεδουπότος Οἰδιπόδαο.» πολυηράτῳ πολλὰς ἀρὰς καὶ βλάβας ὑπομεινάσῃ παρὰ θεῶν. οὐ γὰρ ἐρασμίῳ· ὅπως ἂν ᾖ τῷ ὑποκειμένῳ ἀκόλουθον.
θεῶν ὀλοὰς διὰ βουλάς τὰς τῷ Οἰδίποδι ὀλοὰς καὶ ὀλεθρίας γινομένας. τὸ δὲ ἑξῆς, πάσχων θεῶν ὀλοὰς διὰ βουλάς. τὸ ἑξῆς, ἄλγεα πάσχων θεῶν ὀλοὰς διὰ βουλὰς Καδμείων ἤνασσεν· οὐχὶ θεῶν ὀλοὰς διὰ βουλὰς ἤνασσεν.
πυλάρταο τοῦ τὰς πύλας ἰσχυρῶς ἐπαρτῶντος καὶ συγκλείοντος.
ἁψαμένη ἀναρτήσασα, ἐκδήσασα, ἀναψομένη βρόχον ὑψηλὸν καὶ τῆς γῆς ἀφεστηκότα. μελάθρου νῦν δοκοῦ.
καὶ Χλῶριν ἴδον Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς παῖς ἐξελαθεὶς ὑπὸ Πελίου τοῦ ἀδελφοῦ τῆς Ἰωλκοῦ ἀφίκετο εἰς Μεσσήνην τῆς Πελοποννήσου. καὶ λαβὼν παρὰ ἐγχωρίων τὴν Πύλον κτίζει, καὶ γαμεῖ Χλῶριν τὴν Ἀμφίονος τοῦ Ἰάσου καὶ Φερσεφόνης τῆς Μινύου θυγατέρα, βασιλεύει τε οὐ μόνον τῶν Πυλίων, ἀλλὰ καὶ τῶν ἐν Ὀρχομενῷ καὶ γίνεται εὐδαιμονῶν. ἡ ἱστορία παρὰ Φερεκύδῃ.
Ἀμφίονος Ἰασίδαο οὐ τοῦ Ζήθου ἀδελφοῦ· ἕτερος γὰρ οὗτος. ἕτερος οὗτος ὁ Ἀμφίων Ἀργεῖος ὁ Διός.
τὸ «ἠδὲ Πύλου» σύνδεσμος ἐπὶ Νηλέως ἀκουστέον, ὃς Ὀρχομενοῦ καὶ Πύλου ἐβασίλευσεν. οὕτως Ἀρίσταρχος· ὁ δὲ Ἡρωδιανὸς ἐπὶ Χλωρίδος φησὶν, ἀντιδιαστέλλων τῷ πατρὶ, καὶ ἐπὶ θηλειῶν δὲ τάσσει τὸ βασίλευε, «μητέρα δʼ, ἣ βασίλευεν»
Νέστορα τε Χρόμιόν τε ἐναντία φαίνεται ταῦτα τῷ «δώδεκα γὰρ υἷες ἦμεν.» τρεῖς γὰρ εἴρηνται νῦν. λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· ἐνταῦθα γὰρ ἐκ τῆς Χλωρίδος τρεῖς γενέσθαι τῷ Νηλεῖ φησί. τί οὖν ἐκώλυε καὶ ἐξ ἑτέρων ἔχειν τοὺς λοιπούς; πῶς οὖν ἐν Ἰλιάδι «δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἷες ἦμεν;» ἐξ ἄλλων καὶ ἄλλοι, ἐκ Χλωρίδος δὲ τρεῖς. ἢ νῦν κατʼ ἐξοχὴν τῶν τριῶν ἐμνήσθη, Χρομίου μὲν ὡς πρεσβυτάτου, Περικλυμένου δὲ ὡς ἀνδρειοτάτου, Νέστορος δὲ ὡς συνετωτάτου. δηλονότι οἱ δώδεκα παῖδες Νηλέως ἐκ διαφόρων ἦσαν. ὡς ἐξοχωτέρων τούτων μέμνηται, τοῦ μὲν Χρομίου ὡς πρεσβυτέρου, τοῦ δὲ Περικλυμένου ὡς γενναιοτέρου, τοῦ δὲ Νέστορος ὡς συνετοῦ. διὸ τὸ ἀγλαά προσέθηκεν. Περικλύμενόν τʼ ἀγέρωχον Ἡσίοδος τὸν Περικλύμενον διηγεῖται δῶρον εἰληφέναι παρὰ Ποσειδῶνος ὥστε ἀμείβειν ἑαυτὸν εἰς οἵου ζῴου ἢ δένδρου ἐθέλοι εἰκόνα. ἀγέρωχον οὖν ἀκουστέον νῦν τὸν ἄγαν ῥᾳδίως μεταφερόμενον καὶ μεταχεόμενον εἰς ὃ ἂν βούλοιτο.
τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ Νηλεὺς ὁ Ποσειδῶνος ἔχων θυγατέρα Πηρὼ τοὔνομα κάλλει εὐπρεπεστάτην οὐδενὶ ταύτην ἐξεδίδου πρὸς γάμον, εἰ μὴ πρότερον ἐκ Φυλάκης τὰς τῆς μητρὸς Τυροῦς ἐλάσειέ τις βοῦς παρʼ Ἰφίκλου. πάντων δὲ ἀπορουμένων Βίας ὁ Ταλαοῦ μόνος ὑπέσχετο δράσειν τοῦτο, καὶ πείθει τὸν ἀδελφὸν Μελάμποδα ῥέξαι τὸ ἔργον. ὁ δὲ, καίπερ εἰδὼς ἅτε δὴ μάντις ὅτι ἁλώσεται ἐνιαυτὸν, εἰς τὴν Ὄθρυν ἀφικνεῖται ἐπὶ τὰς βοῦς. οἱ φύλακες ἐνταῦθα καὶ οἱ βουκόλοι κλέπτοντα αὐτὸν λαμβάνουσι καὶ παραδιδόασιν Ἰφίκλῳ. καὶ δεθεὶς ἐφυλάσσετο παρεζευγμένων αὐτῷ θεραπόντων δύο, ἀνδρὸς καὶ γυναικός. καὶ ὁ μὲν ἀνὴρ αὐτὸν ἐπιεικῶς ἐθεράπευεν, ἡ δὲ γυνὴ φαυλότερον. ἐπεὶ δὲ ὁ ἐνιαυτὸς ὀλίγον πρὸς τὸ τελειωθῆναι περιῄει, Μελάμπους ἀκούει ὕπερθέν τινων σκωλήκων διαλεγομένων ὅτι καταβεβρώκοιεν τὴν δοκόν. καὶ τοῦτο ἀκούσας καλεῖ τοὺς διακόνους καὶ κελεύει αὐτὸν ἐκφέρειν, τῆς κλίνης λαμβανομένους τὴν μὲν γυναῖκα πρὸς ποδῶν, τὸν δὲ ἄνδρα πρὸς κεφαλῆς. οἱ δὲ αὐτὸν ἀναλαβόντες ἐκφέρουσιν. ἐν τοσούτῳ δὲ καὶ ἡ δοκὸς κατακλᾶται καὶ ἐπιπίπτει τῇ γυναικὶ καὶ κτείνει αὐτήν. ὁ δὲ ἀνὴρ ἐξαγγέλλει τῷ Φυλάκῳ, ὁ δὲ Φύλακος Ἰφίκλῳ, τὰ γενόμενα. οἱ δὲ ἐλθόντες παρὰ τὸν Μελάμποδα ἐρωτῶσιν αὐτὸν τίς ἐστιν. ὁ δὲ ἔφη μάντις εἶναι. οἱ δὲ αὐτῷ τὰς βοῦς ὑπισχνοῦνται δώσειν, ἐὰν μηχανήν τινα εὕρῃ παίδων γενέσεως Ἰφίκλῳ. καὶ πιστοῦνται ταῦτα. ὁ δὲ Μελάμπους βοῦν ἱερεύσας τῷ Διὶ διαιρεῖ μοίρας πᾶσι τοῖς ὄρνισιν. οἱ δὲ ἔρχονται πάντες πλὴν ἑνὸς αἰγυπιοῦ. ὁ δὲ Μελάμπους ἐρωτᾷ πάντας τοὺς ὄρνιθας εἴ τις οἶδε μηχανὴν πῶς ἂν Ἰφίκλῳ γένοιντο παῖδες. ἀποροῦντες δὲ ἐκεῖνοι κομίζουσι τὸν αἰγυπιόν. οὗτος δὲ τὴν αἰτίαν ἐξ ἀπαιδίας σπορᾶς εὐθέως εὗρεν. διῶξαι γὰρ τὸν Φύλακον μετὰ μαχαίρας τὸν Ἴφικλον ἔτι νεογνὸν ὄντα διὰ τὸ ἰδεῖν αὐτὸν ἄτοπόν τι ποιοῦντα, ἔπειτα τὸν Φύλακον μὴ καταλαμβάνοντα πῆξαι τὴν μάχαιραν εἴς τινα ἄχερδον καὶ περιφῦναι αὐτῇ τὸν φλοιὸν, τὸν δὲ Ἴφικλον διὰ τὸ δέος μηκέτι παῖδας ποιῆσαι. ἐκέλευσεν οὖν ὁ αἰγυπιὸς τὴν μάχαιραν τὴν ἐν τῷ ἀχέρδῳ κομίζειν καὶ ἀποσμήξαντα τὸν ἰὸν διδόναι ἀπʼ αὐτῆς πιεῖν ἐν οἴνῳ δέκα ἡμέρας Ἰφίκλῳ· γενήσεσθαι δὲ αὐτῷ παῖδας ἐκ τούτου. ποιήσας δὲ ὁ Ἴφικλος τοῦτο τὴν γονὴν ἀναρρώννυσι καὶ ἴσχει Ποδάρκην παῖδα. καὶ δίδωσι τὰς βοῦς τῷ Μελάμποδι, ἃς λαβὼν καὶ ἀγαγὼν εἰς Πύλον δίδωσι Νηλεῖ ἕδνα τῆς Πηροῦς. καὶ λαμβάνει αὐτὴν τῷ ἀδελφῷ Βίαντι πρὸς γάμον. καὶ αὐτῷ γίνονται παῖδες Περιάλκης καὶ Ἄρητος καὶ Ἀλφεσίβοια. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ.
περικτίται οἱ περιοικοῦντες. οὐδέ τι Νηλεύς Ἀρίσταρχος, οὐδʼ ἄρα.
ἐκ Φυλάκης ἐλάσειεν ἐκ Φυλάκης τῆς ἐν Θεσσαλίᾳ πόλεως Τυρὼ ἦλθε παρὰ Δηϊονέα τὸν θεῖον. ὁ δὲ κατασχὼν αὐτὴν εἰς Θεσσαλίαν δίδωσι Κρηθεῖ τῷ ἀδελφῷ ἤδη ἐκ Ποσειδῶνος ἐσχηκυῖαν Νηλέα καὶ Πελίαν. ὁ τοίνυν Νηλεὺς Ἴφικλον τὸν Φυλάκου τοῦ Δηϊονέως ἀπῄτει τὰ τῆς μητρός. καὶ ὃς οὐκ ἀπεδίδου. Μελάμπους δὲ ὁ Ἀμυθάονος ὑπὸ δρακόντων τὰ ὦτα καθαρθεὶς, ὡς καὶ τῶν ἀλόγων ἐπακούειν ζῴων, τὰς Ἰφίκλου βοῦς ἀπελαύνων ὑπὲρ τοῦ γῆμαι Πηρὼ τὴν Νηλίως Βίαντα τὸν ἀδελφὸν αὐτοῦ, συλληφθεὶς καὶ εἰς εἱρκτὴν ἐμβληθεὶς κατακούσας τε διαλεγομένων σκωλήκων ὀλίγον ἔτι ἀπέχεσθαι τῆς δοκοῦ, ἐκέλευσεν ἐκκομισθῆναι. τοῦ δὲ οἰκήματος κατενεχθέντος μαθὼν ὁ Ἴφικλος ὑπισχνεῖται τῷ Μελάμποδι τὰς βοῦς, εἴ γε τῆς ἀτεκνίας αὐτὸν διὰ τῆς τέχνης παύσειε. ὁ δὲ Μελάμπους παρʼ αἰγυπιοῦ μαθὼν τὴν αἰτίαν, καὶ ἀναζητήσας ἐκείνην τὴν μάχαιραν ἀχέρδου φλοιῷ κεκαλυμμένην, ἣν ἐπήνεγκε Φύλακος τῷ Ἰφίκλῳ ἐπὶ τῶν ἀγρῶν ἐκτέμνοντι τὰ τετράποδα, θύσας τε θεοῖς τοῖς μηνίουσιν ὑπὲρ τῆς τῶν τετραπόδων εὐνουχίας, τὸν Ἴφικλον ἀπεφήνατο πατέρα Πρωτεσιλάου καὶ Ποδάρκους. μετὰ θάνατον Σαλμωνέως Τυρὼ κομιζομένη παρὰ Δηΐονι τῷ θείῳ κορεύεται ὑπὸ Ποσειδῶνος. ὁ δὲ Κρηθεῖ τῷ ἀδελφῷ δίδωσιν αὐτήν. αὐξηθεὶς δὲ Νηλεὺς ἀπῄτει Ἴφικλον τὸν Δηϊονέως τὰ τῆς μητρός. τοῦ δὲ μὴ ἀπονέμοντος ὑπέσχετο τὸν γάμον θυγατρὸς τῷ δυναμένῳ ἀπαιτῆσαι. Μελάμπους δὲ ὁ Ἀμυθάονος πειρώμενος ἀπελάσαι τὰς βοῦς ἠγρεύθη. καὶ περὶ παιδοποιίας μαντευσάμενος Ἰφίκλῳ δέχεται τὰς βοῦς. ὁ γὰρ Ζεὺς εἶπε τῷ μάντει ὅτι κρατηθῆναι μέλλει ὑπὸ τοῦ Ἰφίκλου. Ἴφικλος υἱὸς ὢν τοῦ Ἡρακλέους βοῦς ἔβοσκεν ἰσχυρὸς τυγχάνων τὴν ῥώμην τοῦ σώματος. ὁ γοῦν Νηλεὺς θυγατέρα ἔχων ὡραίαν τὴν καλουμένην Πηρὼ ἔλεγε δοῦναι ταύτην τῷ κατισχύσαντι ἐξελάσαι τὰς βοῦς τῆς ἰσχύος τοῦ Ἰφικλέους.
ἀργαλέας χαλεπὰς, δυσκόλους. ἀπὸ τοῦ περιέχοντος δὲ ἔξωθεν πράγματος αὐτὸ τὸ περιεχόμενον ἐπωνόμασεν. ἀργαλέαι γὰρ οὐκ αὐταὶ αἱ βόες, ἀλλʼ αἱ περὶ αὐτὰς πραγματεῖαι καὶ σπουδαί.
Διὸς δʼ ἐτέλεσσεν ἐφετμήν γράφεται, Διὸς δʼ ἐτελείετο βουλή. Διὸς δʼ ἐτελείετο βουλή ὁ γὰρ Ζεὺς εἶπε τῷ μάντει ὅτι κρατηθῆναι μέλλει ὑπὸ τοῦ Ἰφίκλου.
Πλευρωνία μὲν ἡ Λήδα ἡ Θεστίον, ἐν Λακεδαίμονι δὲ ἐγαμήθη. καὶ Λήδην εἶδον τὴν Τυνδάρεως παράκοιτιν Ζεὺς Λήδας ἐρασθεὶς τῆς Θεστίου παιδὸς εἰς κύκνον ἑαυτὸν μετέβαλε καὶ διαπτὰς ἐμίγη αὐτῇ. μετὰ χρόνον δὲ ἐκείνη τεκοῦσα ὠὸν ἀποτίθεται εἰς λάρνακα, ὅθεν συνέβῃ τούς τε Διοσκούρους καὶ τὴν Ἑλένην γενέσθαι, γόνῳ μὲν Διὸς, ἐπίκλησιν δὲ Τυνδάρεω. ἡ δὲ ἱστορία παρὰ τοῖς νεωτέροις. τὴν Τυνδαρέου σημείωσαι· οὐ Τυνδαρέου ὀφείλει γράφειν, ἀλλὰ Τυνδάρεω.
ἥ ῥʼ ὑπὸ Τυνδάρεω παροξυτόνως τὸ Τυνδάρεω, ἀκολούθως τῷ «οὐχ ὡς Τυνδάρεω κούρη κακὰ μήσατο» μετὰ δὲ τὸ γαμηθῆναι τῷ Τυνδάρεῳ τέτοκε τοὺς Διοσκούρους, ἐκ μὲν Διὸς Πολυδεύκην, ἐκ δὲ Τυνδάρεω Κάστορα.
Κάστορα—καὶ—Πολυδεύκεα ὅτι οὐ παραδίδωσιν ἐκ Διὸς Κάστορα καὶ Πολυδεύκην, ἀλλʼ ἐστὶ νεωτερικὰ ταῦτα. τούτων ὁ μὲν Πολυδεύκης ἀπὸ τοῦ θείου σπέρματος ἱστορεῖται γενέσθαι, ὁ δὲ Κάστωρ ἀπὸ Τυνδάρεω.
τιμὴν πρὸς Ζηνὸς ἔχοντες ἀναιρεθέντος Κάστορος ὑπὸ Μελεάγρου ἢ Πολυνείκους, Πολυδεύκης ἄφθαρτος ὢν διὰ τὸ ἐκ Διὸς γεγονέναι, παρεκάλεσε τὸν πατέρα ὅπως ἐπιτρέψῃ αὐτῷ νείμασθαι πρὸς τὸν ἀδελφὸν τὴν ἀφθαρσίαν, ὥστε παρʼ ἡμέραν ἀμφοτέρους ὁτὲ μὲν ἐν Ὀλύμπῳ διατρίβειν, ὁτὲ δὲ ἐν Ἀϊδωνέως. παρὰ Ζηνός γρ. πρός.
ἑτερήμεροι ἑτέραν παρʼ ἑτέραν ἡμέραν οἱ δύο ἅμα, ἢ μίαν παρὰ μίαν ἡμέραν ζῶσι. τοῦτο δέ φησιν ἐπεὶ αὐτοί εἰσιν οἱ δίδυμοι καὶ γινόμενοι ὑπὸ γῆν δοκοῦσι τεθνάναι, ἀνατέλλοντες δὲ δοκοῦσι ζῆν. ἡμέραν δὲ ἐκάλεσε καὶ νύκτα· ἀεὶ γὰρ ἐν φωτί εἰσι τὰ θεῖα. τοῦτο δὲ πάσχειν τοὺς θεοὺς ᾐτήσαντο διὰ τὴν πρὸς ἀλλήλους ἄκραν φιλίαν. ἡ δὲ αἴτησις πρώτως ἐκ τοῦ Πολυδεύκους προήχθη ἀφθάρτου τυγχάνοντος ὑπὸ θεῶν.
τηλεκλειτόν τʼ Ἐφιάλτην περιβόητον ἐπʼ ἀνδρείᾳ ἢ ἐπὶ βλασφημίᾳ. διὰ δὲ τοῦ π τὸ ὄνομα.
μηκίστους καὶ πῶς ὁ Τιτυὸς ἐπʼ ἐννέα κεῖτο πέλεθρα ἐν Ἅιδου; γηγενὴς ἐκεῖνος, τούτους δὲ ἀντεξισάζει ἀνθρώποις. ζείδωρος ἄρουρα ἡ τὰ τινὸς ζωὴν δωρουμένη γῆ. ἡ σύγκρισις πρὸς ὁμογενεῖς καὶ ἐκ γυναικῶν, ὁ δὲ Τιτυὸς γῆς· ἢ ὅτι ἐννέα ἦσαν μόνον ἐνιαυτῶν. αὐξηθέντες οὖν ὑπερέβαλλον ἂν καὶ Τιτυόν· «καὶ γὰρ ἐν ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν, καὶ Ὄσσαν ἐπʼ Ὀλύμπῳ μέμασαν θέμεν,» καὶ τὰ ἑξῆς. Πίνδαρος δὲ ἐν Νάξῳ τὰ κατʼ αὐτοὺς ἱστορεῖ γεγονέναι· «ἐν Νάξῳ μὲν φαντὶ θανεῖν Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σὲ, τολμήεις Ἐπιάλτα.»
ἐννέωροι ἐννέα ὡρῶν ἤτοι χρόνων. ἐννεάχρονοι γὰρ γενόμενοι, φησὶν, ἦσαν καὶ ἐννεαπήχεις κατὰ τὸ εὖρος, κατὰ δὲ τὸ μῆκος ἐννεαόργυιοι. ἐννόησον οὖν ἐκ τούτου, εἴπερ ἂν εἰς μέτρον ἡλικίας ἵκοντο, ὁποῖοι ἔμελλον ἔσεσθαι. ὑπερέβαλον πάντως ἂν τὸν Τιτυὸν, ὃς ἐννέα πλέθρων ἦν τὸ μῆκος, καὶ τὸν Ὠρίωνα.
ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυοι δαιμόνιος ἡ ἀκρίβεια. ἀνάλογον γὰρ σῶμα οὗ τὸ πλάτος τρίτον ἐστὶ τοῦ μήκους. ἐννέα ὀργυιῶν. ὀργυιὰ δέ ἐστιν ἡ τῶν χειρῶν ἔκτασις.
ἐν μὲν Ὀλύμπῳ ἠπείλουν τὴν μάχην ποιεῖν, μετὰ δὲ ταύτην ὄρος ὄρει περιβαλεῖν καὶ κρατεῖν τοῦ Ὀλύμπου. ἀντὶ τοῦ παρὰ Ὀλύμπῳ, ἵνα ἐξ ἴσου πολεμῶσιν, οἱ μὲν ἐξ Ὀλύμπου, οἱ δὲ ἐξ Ὄσσης· μετὰ δὲ ταύτην ὄρος ὄρει περιβαλεῖν καὶ κρατεῖν τοῦ οὐρανοῦ. ἀπειλήτην μετάθεσις τοῦ ε εἰς τὸ η, ἀπειλήτην ὡς δορπήτην. ἀπειλείτην διεβεβαιοῦντο.
Ὄσσαν ἐπʼ Οὐλύμπῳ ἵνʼ ἐξ ἴσου μεγέθους πολεμῶσι. ἀθετοῦνται δὲ ὡς ἀδύνατοι. ἀλλὰ μέμασαν, φησὶν, οὐκ ἔπραττον δέ.
καί νύ κεν ἐξετέλεσσαν εἶτα πῶς οὐ ληρῶδες διστάζειν ὅλως εἰς τοῦτο τὸν ποιητήν; ἀλλʼ ἔοικεν ὁ ποιητὴς τὰ ἀδύνατα τοῖς ἀδυνάτοις συμπλέκων ἀναιρέσει ἀναγκαίᾳ τοσοῦτον ἀναιρεῖν καὶ τὸ πρῶτον, ὥσπερ εἰ λέγοις ὅτι ἐπετάσθησαν· πτέρυγας ἄρα εἶχον· ἀλλὰ μὴν πτέρυγας οὐκ ἔσχον· οὐκ ἄρα ἐπετάσθησαν. οὕτως οὖν καὶ νῦν συνελογίσατο, ἐξετέλεσαν ἂν εἰ ἥβησαν. ἀλλʼ ὥσπερ ἀδύνατον ἡβῆσαι τοὺς θεομάχους, οὕτω καὶ τὸ τελέσαι τὸν τοιοῦτον πόλεμον.
ἀλλʼ ὄλεσεν Διὸς υἱός οἱ νεώτεροί φασι τὴν Ἄρτεμιν ἔλαφον πέμψαι διʼ αὐτῶν, τοὺς δὲ ἐκείνην βουλομένους ἀνελεῖν ἑαυτοὺς φονεῦσαι.
ἰούλους ἴουλοι παρʼ ὅσον οἱ φύοντες αὐτοὺς ἄρχονται ἐπὶ τὸ ὅλον ἰέναι, ὅ ἐστι τὸ τέλειον. τὰς κατὰ τῶν γενείων πρώτας τρίχας ἰούλους λέγει, διὰ τὸ τοὺς ἤδη ταύτας ἔχοντας ἄρχεσθαι ἰέναι ἐπὶ τὸ ὅλον, ὅ ἐστι τὸ τέλειον.
γένυς πληθυντικῶς αἰτιατικῆς ὡς τὸ «ἐκ δὲ νέκυς οἴκων φόρεον»
Φαίδρην τε Θησεὺς ὁ Αἰγέως ἔχων παῖδα Ἱππόλυτον ἐξ Ἀμαζόνος Ἀντιόπης ἔγημε Φαίδραν τὴν Μίνωος θυγατέρα τοῦ τῶν Κρητῶν βασιλέως. εὐλαβούμενος δὲ μητρυιᾶς ἐπιβουλὴν πέμπει ἐξ Ἀθηνῶν τὸν υἱὸν Ἱππόλυτον Τροιζηνίων ἄρχειν. ἦν γὰρ αὐτῷ διὰ τὴν Πιτθέως Αἴθραν μητρῴα τις ἀρχὴ δεῦρο. Φαίδρα δὲ ἐρωτικῶς διατεθεῖσα τοῦ Ἱππολύτου, σφοδρῶς ἐπʼ αὐτῷ τηκομένη τὸ μὲν πρῶτον ἱερὸν Ἀφροδίτης ἐν Ἀθήναις ἱδρύσατο τὸ νῦν Ἱππολύτειον καλούμενον, εἰς Τροιζῆνα δὲ ὕστερον παραγενομένη διενοεῖτο πείθειν τὸν νεανίσκον ὅπως αὐτῇ μιγείη. χαλεπῶς δʼ ἐκείνου προσδεξαμένου τὸν λόγον λέγεται φοβηθεῖσαν αὐτὴν ἀντιστρέψαι τὴν αἰτίαν, καὶ πρὸς Θησέα διαβάλλειν ὡς Ἱππολύτου πείθοντος αὐτήν. ὁ δὲ τριῶν, ὥς φασιν, αὐτῷ παρὰ τοῦ Ποσειδῶνος εὐχῶν οὐσῶν, ὁμολογήσαντος ὅ τι ἂν εὔξηται συντελέσειν, πιστεύσας τῇ Φαίδρᾳ μίαν τούτων ᾐτήσατο παρʼ αὐτοῦ τὸν τοῦ παιδὸς ὄλεθρον. ἐκεῖνον μὲν οὖν λέγουσι τὸ ἅρμα γυμνάζοντα, παραφανέντος ἐξαίφνης ἀπὸ τῆς θαλάσσης ταύρου καὶ ταραχθέντων τῶν ἵππων, ἑλκόμενον ἀποθανεῖν, τὴν δὲ Φαίδραν φανερᾶς γενομένης τῆς διαβολῆς ἀπάγξασθαι. ἡ δὲ ἱστορίᾳ παρὰ Ἀσκληπιάδῃ. Πρόκριν τε Πρόκριν Ἐρεχθέως ὁ Κέφαλος ἀνὴρ ἀνεῖλεν ὡς ἐπὶ θηρὸς τὸ δόρυ καθείς. Πρόκρις Ἐρεχθέως θυγάτηρ Κέφαλον τὸν ἑαυτῆς ἄνδρα συνεχῶς ἐπὶ θήραν ἐπιόντα ἐτήρει λαθραίως διὰ ζηλοτυπίαν. ὁ δὲ Κέφαλος, νομίσας εἶναι θηρίον ἀπὸ τοῦ τῆς ὕλης κτύπου, ἔλαθεν αὐτὴν Πρόκριν κατακοντίσας. Κέφαλος ὁ Δηϊονέως γήμας Πρόκριν τὴν Ἐρεχθέως ἐν τῇ Θυριέων κατῴκει. θέλων δὲ τῆς γυναικὸς ἀποπειρᾶσθαι ἔρχεται εἰς ἀποδημίαν ἐπὶ ἔτη ὀκτὼ καταλιπὼν αὐτὴν ἔτι νύμφην οὖσαν. ἔπειτα κατακοσμήσας καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας ἔρχεται εἰς τὴν οἰκίαν ἔχων κόσμον, καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο καὶ συμμιγῆναι αὐτῷ. ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν συγκοιμᾶται αὐτῷ. ἐκφήνας δὲ ἑαυτὸν ὁ Κέφαλος αἰτιᾶται τὴν Πρόκριν. οὐ μὴν ἀλλὰ καταλλαγεὶς ἐξέρχεται ἐπὶ θήραν. πυκνῶς δὲ αὐτοῦ τοῦτο δρῶντος ὑπώπτευσεν ἡ Πρόκρις ὅτι μίσγεται γυναικὶ ἑτέρᾳ. προσκαλεσαμένη οὖν τὸν οἰκέτην ἔλεγεν εἰ σύνοιδεν. ὁ δὲ θεράπων ἔφη τὸν Κέφαλον ἰδεῖν καί τινος ὄρους κορυφὴν, καὶ λέγειν συχνῶς, ὦ νεφέλη παραγενοῦ, καὶ τοῦτο μόνον συνειδέναι. ἡ δὲ Πρόκρις ἀκούσασα ἔρχεται εἰς ταύτην τὴν κορυφὴν καὶ κατακρύπτεται. καὶ τὸ αὐτὸ λέγοντος αὐτοῦ πυθομένη προστρέχει πρὸς αὐτόν. ὁ δὲ Κέφαλος ἰδὼν αὐτὴν αἰφνιδίως ἔξω ἑαυτοῦ γίνεται, καὶ ὥσπερ εἶχε βάλλει μετὰ χεῖρα ἀκοντίῳ τὴν Πρόκριν καὶ κτείνει. μεταπεμψάμενος δὲ τὸν Ἐρεχθέα θάπτει πολυτελῶς αὐτήν. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ. καλήν τʼ Ἀριάδνην Ἀριάδνη Μίνωος θυγάτηρ, γυνὴ Θησέως, ἐξ ἧς Δημοφῶν καὶ Ἀκάμας.
Μίνωος ὀλοόφρονος Θησεὺς ὁ Αἰγέως λαχὼν μετὰ τῶν ἠϊθέων εἰς Κρήτην πλεῖ τῷ Μινωταύρῳ παρατεθησόμενος πρὸς ἀναίρεσιν. ἀφικομένου δὲ αὐτοῦ ἐρωτικῶς πρὸς αὐτὸν διατεθεῖσα ἡ τοῦ Μίνωος θυγάτηρ Ἀριάδνη δίδωσιν ἀγαθίδα μίτου λαβοῦσα παρὰ Δαιδάλου τοῦ τέκτονος, καὶ διδάσκει αὐτὸν, ἐπειδὰν εἰσέλθῃ, τὴν ἀρχὴν τῆς ἀγαθίδος ἐκδῆσαι περὶ τὸν ζυγὸν τῆς ἄνω θύρας καὶ ἀνελίσσοντα ἰέναι μέχρις ἂν ἀφίκηται εἰς τὸν μυχὸν, καὶ ἐὰν αὐτὸν καθεύδοντα μάρψῃ, κρατήσαντα τῶν τριχῶν τῆς κεφαλῆς τῷ Ποσειδῶνι θῦσαι καὶ ἀπιέναι ὀπίσω ἀνελίσσοντα τὴν ἀγαθίδα. ὁ δὲ Θησεὺς λαβὼν τὴν Ἀριάδνην εἰς τὴν ναῦν ἐμβάλλεται καὶ τοὺς ἠϊθέους καὶ παρθένους οὐδέπω φθάσαντας τῷ Μινωταύρῳ παρατεθῆναι. καὶ ταῦτα ποιήσας νυκτὸς μέσης ἀποπλεῖ. προσορμίσας δὲ τῇ Δίᾳ νήσῳ ἐκβὰς ἐπὶ τῆς ἠϊόνος μετακοιμᾶται. καὶ αὐτῷ ἡ Ἀθηνᾶ παραστᾶσα κελεύει τὴν Ἀριάδνην ἐᾶν καὶ ἀφικνεῖσθαι εἰς Ἀθήνας. συντόμως δὲ διαναστὰς ποιεῖ τοῦτο. κατολοφυρομένης δὲ τῆς Ἀριάδνης ἡ Ἀφροδίτη ἐπιφανεῖσα θαρρεῖν αὐτῇ παραινεῖ· Διονύσου γὰρ ἔσεσθαι γυναῖκα καὶ εὐκλεῆ γενέσθαι. ὅθεν ὁ θεὸς ἐπιφανεὶς μίσγεται αὐτῇ καὶ δωρεῖται στέφανον αὐτῇ χρυσοῦν, ὃν αὖθις οἱ θεοὶ κατηστέρισαν τῇ τοῦ Διονύσου χάριτι. ἀναιρεθῆναι δὲ αὐτὴν ὑπʼ Ἀρτέμιδος προεμένην τὴν παρθενίαν. ἡ ἱστορία παρὰ Φερεκύδῃ. κούρην Μίνωος ὀλοόφρονος καὶ πῶς «Μίνωα εἶδον Διὸς ἀγλαὸν υἱόν» ἢ τὸν κατὰ τῶν ἀσεβῶν ὀλοόφρονα, ὡς ἀλάστορα τὸν κατὰ τῶν ἀλαστόρων. ὀλοόφρονος οὖν, τοῦ ὀλοὰ τοῖς ἀδίκοις φρονοῦντος. ἢ τοῦ τέλεια φρονοῦντος. πῶς οὖν θεμιστεύει ἐν τοῖς νεκροῖς ὀλοόφρων ὤν; φησὶ Κράτης ὅτι ἕτερον τὸν ἐν Ἅιδου δικάζοντα καὶ ἄλλον τὸν λεγόμενον.
οὐδʼ ἀπόνητο τινὲς ἐτέλεσεν γρ. ἤτοι ἐπέσχε θανάτῳ. διὸ λέγει, οὐδʼ ἀπόνητο αὐτῆς, ἤτοι οὐκ ἐκορέσθη αὐτῆς, ἐπεὶ ἀπέθανεν. οὐδʼ ἀπώνατο. συστέλλεται δὲ διὰ τὸ μέτρον. Ἄρτεμις ἔκτα Ἀριστοφάνης γράφει, Ἄρτεμις ἔσχεν. ἔσχεν νῦν ἀντὶ τοῦ ἀνεῖλεν. γράφεται καὶ, ἔκτα.
Δίῃ ἐν ἀμφιρύτῃ Δία νῆσος πρὸς τῇ Κρήτῃ, ἥτις νῦν Νάξος καλεῖται. ἱερὰ δὲ αὕτη τοῦ Διονύσου. Διονύσου μαρτυρίῃσιν καταμαρτυρίαις, κατηγορίαις. ἐπεὶ ἀσέβειαν αὐτῆς κατεμαρτύρησεν ὡς ἐν τῷ ἄλσει μιγείσης τῷ Θησεῖ. διαφωνοῦσι δὲ οἱ νεώτεροι πρὸς Ὅμηρον περὶ τῆς Ἀριάδνης, λέγοντες αὐτὴν ἐν Νάξῳ καταλειφθεῖσαν γεγαμῆσθαι τῷ Διονύσῳ. ἐπεὶ κατεμαρτύρησεν αὐτῆς ἀσέβειαν μιγείσης ἐν τῷ τεμένει αὐτοῦ τῷ Θησεῖ. οἱ δὲ νεώτεροί φασι καταλειφθεῖσαν αὐτὴν ὑπὸ Θησέως ἁρπαγῆναι ὑπὸ τοῦ Διονύσου.
Μαῖράν τε Φερεκύδης ἐκ Μαίρας καὶ Διὸς τὸν Λοκρὸν εἶναι φησί. παρθένος ἀπέθανεν ἡ Μαῖρα. ἔστι δὲ Προίτου καὶ Ἀντείας θυγάτηρ· ἡ δὲ Κλυμένη Μινύου θυγάτηρ καὶ Εὐρυάλης. Μαῖρα Προίτου καὶ Ἀντείας θυγάτηρ. ἐτελεύτησε δὲ παρθένος. Μαῖρα ἡ Προίτου τοῦ Θερσάνδρου θυγάτηρ καὶ Ἀντείας τῆς Ἀμφιάνακτος ἐγένετο κάλλει διαπρεπεστάτη. ἡγουμένη δὲ περὶ πλείονος τὴν παρθενίαν εἵπετο τῇ Ἀρτέμιδι ἐπὶ τὰ κυνηγέσια. ταύτης ἐρασθεὶς Ζεὺς ἀφικνεῖται ὡς αὐτὴν καὶ λανθάνων διαφθείρει. ἡ δὲ ἔγκυος γενομένη τίκτει Λοκρὸν τὸ ὄνομα παῖδα, ὃς Θήβας μετʼ Ἀμφίονος καὶ Ζήθου οἰκίζει. τὴν δὲ Μαῖραν λέγεται τοξευθῆναι ὑπὸ Ἀρτέμιδος διὰ τὸ μηκέτι παραγίνεσθαι εἰς τὰ κυνηγέσια. ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ. Κλυμένην τε ἴδον Κλυμένη Μινύου θυγάτηρ. Κλυμένη Μινύου τοῦ Ποσειδῶνος καὶ Εὐρυανάσσης τῆς ὑπέρφαντος γαμηθεῖσα Φυλάκῳ τῷ Δηΐονος Ἴφικλον τίκτει ποδώκη παῖδα. τοῦτον λέγεται διὰ τὴν τῶν ποδῶν ἀρετὴν συναμιλλᾶσθαι τοῖς ἀνέμοις ἐπί τε τῶν ἀσταχύων διέρχεσθαι, καὶ διὰ τοῦ τάχους τὴν κουφότητα μὴ περικλᾶν τοὺς ἀθέρας. ἔνιοι δὲ αὐτὴν τὴν Κλυμένην προγαμηθῆναί φασιν Ἡλίῳ, ἐξ ἧς Φαέθων ἐγένετο παῖς. ἡ δὲ ἱστορία παρὰ Ἡσιόδῳ. στυγερήν τʼ Ἐριφύλην—τιμήεντα Ἀμφιάραος ὁ Οἰκλέους γήμας Ἐριφύλην τὴν Ταλαοῦ καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδραστον, καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησαν ὑπὲρ ὧν ἂν διαφέρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θήβας στρατείας ὁ μὲν Ἀμφιάραος ἀπέτρεπε τοὺς Ἀργείους καὶ τὸν ἐσόμενον ὄλεθρον προεμαντεύετο. λαβοῦσα δὲ ἡ Ἐριφύλη τὸν ὅρμον παρὰ τοῦ Πολυνείκους τὸν τῆς Ἁρμονίας, προέθετο τοῖς περὶ τὸν Ἄδραστον βιαζομένοις τὸν Ἀμφιάραον ἰδόντα τὴν τῶν δώρων ὑποδοχὴν καὶ πολλὰ τὴν Ἐριφύλην αἰτιασάμενον, αὐτὸν μὲν ἐξορμῆσαι πρὸς τὴν στρατείαν, Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήβας πορεύεσθαι πρὶν ἀποκτεῖναι τὴν μητέρα. ταῦτα δὲ πάντα δρᾶσαι λέγεται τὸν Ἀλκμαίωνα καὶ διὰ τὴν μητροκτονίαν μανῆναι. τοὺς δὲ θεοὺς ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ. στυγερήν τʼ Ἐριφύλην τὴν Ἀμφιαράου γυναῖκα, θυγατέρα δὲ Ταλαοῦ, καὶ Ἀδράστου ἀδελφήν. Ἴφιος θυγατέρα. μισητὴν δὲ, διὰ τὸ λαβεῖν παρὰ Πολυνείκους ἢ Ἀδράστου χρυσοῦν ὅρμον καὶ προδεδωκέναι Ἀμφιάραον τὸν ἄνδρα αὐτῆς μὴ βουλόμενον στρατεύεσθαι ἐπὶ Θήβας εἰδότα ὡς μάντιν τὸ ἀποβησόμενον.
ἀνδρὸς ἀντὶ τοῦ, κατὰ ἀνδρός. ἐδέξατο ἡγήσατο, ἐνόμισε. τιμήεντα ἐντιμότερον.
νὺξ φθεῖτʼ τὸ τέλειον, φθεῖτο, ἀντὶ τοῦ φθαρείη, οἷον παύσαιτο, ἀναλωθείη. φθίνω, ὁ μέλλων φθινῶ, ὁ παρακείμενος ἔφθικα, ὡς κρίνω κρινῶ κέκρικα, καὶ κλίνω κλινῶ κέκλικα· ὁ παθητικὸς ἔφθιμαι καὶ τὸ εὐκτικὸν μεταθέσει τοῦ ε καὶ κράσει τοῦ ε καὶ ι εἰς τὴν ει, φθείμην φθεῖο φθεῖτο. φθεῖται ἐπιλίποι.
ἀκὴν ἐγένοντο σιωπῇ ἡσύχως ἐγένοντο ἐν σιωπῇ. τὴν παντελῆ δείκνυσι σιωπὴν ἐκ τοῦ ἀναδιπλασιασμοῦ τοῦ λόγου.
κηληθμῷ τῇ μετὰ ἡδονῆς καὶ τέρψεως ἡσυχίᾳ.
πῶς ὔμμιν ἀντὶ τοῦ ποδαπὸς, ὁποῖος.
φρένας ἔνδον ἐΐσας ἀντὶ τοῦ ὁμοίας τοῖς σωματικοῖς πλεονεκτήμασι καὶ ἰσότιμος. ἐΐσας τὰς ἀναλογούσας τῷ σώματι, καὶ ὀρθὰς καὶ δικαίας.
ἕκαστος τῶν ἐνθάδε ἀφικνουμένων ξένων. Ἄλλως. ἕκαστος ἡμῶν τίμιός ἐστι· τιμήσατε αὐτόν· ἕκαστος δὲ ἡμῶν εὐμοιρῶν τιμῆς καὶ ἰσχύων τοὺς ξένους τιμᾶν τιμησάτω αὐτὸν τὸν Ὀδυσσέα. ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν διὰ δύο φησὶν ἡ Ἀρήτη ἄξιον εἶναι μὴ μικρολογεῖσθαι· ὅτι δὴ καὶ αὐτῆς ἐστι ξένος· αὐτῇ γὰρ πρώτῃ προσῆλθε· καὶ ὅτι ἕκαστος αὐτῶν εὐπορεῖ. ἕκαστος δʼ ἔμμορε τιμῆς μοῖραν ἔχει τὴν οὐσίαν, ὥστε τιμᾶν δύνασθαι.
ἀπὸ σκοποῦ οὐκ ἀποσκόπως, συνετῶς, οὐ παρὰ τὴν διάθεσιν καὶ τὸν σκοπὸν ἡμῶν εἶπεν ἡ βασιλίς. φιλόξενοι γάρ ἐσμεν. ἢ οὐκ ἄποθεν τοῦ σκοποῦ ἡμῶν καὶ τῆς δόξης ἧς περὶ αὐτῆς ἔχομεν ὅτι φιλόξενός ἐστιν· ἢ οὐκ ἄποθεν τοῦ δέοντος διαλέγεται. ἐκ μεταφορᾶς τῶν τοξευόντων. ὁ δὲ νοῦς, οὐκ ἄποθεν τοῦ δέοντος οὐδὲ ἄποθεν τῆς δοκήσεως ἧς περὶ αὐτῆς ἔχομεν, ὅτι φιλόξενός ἐστι, μυθεῖται, ἀλλὰ καὶ συνετῶς καὶ ὡς οἰόμεθα. ἄποθεν τοῦ σκοποῦ, ἀπὸ εἰκασμοῦ. εἴρηται δὲ ἀπὸ τοξοτῶν. ἀπὸ δόξης ἄποθεν ἧς ἔχομεν περὶ τοὺς ξένους διαθέσεως.
Ἀλκινόου δʼ ἐκ τοῦδε ὅσα δὲ εἶπεν Ἀρήτη, ταῦτα ἤδη κεκύρωται ὑπὸ Ἀλκινόου. πάντα γὰρ αὐτῷ δοκεῖ τὰ τῆς γυναικὸς δόγματα. ἀρέσομεν οὖν καὶ τῷ βασιλεῖ τῇ Ἀρήτῃ πειθόμενοι. οἷον ἐν Ἀλκινόῳ ἐστὶ τὸ τελείως ἀπαλλαχθῆναι. ἔχεται ἤρτηται.
τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος τὸ κυροῦσθαι τὰ τῆς Ἀρήτης δόγματα παρʼ ἐμοῦ, καὶ μὴ διστάζειν πρὸς αὐτήν.
ξεῖνος δὲ τλήτω τὸ ἑξῆς, τλήτω ἐπιμεῖναι εἰς αὔριον. ὁ δὲ οὖν παραπληρωματικῶς κεῖται οὐδὲν σημαίνων.
τοῦ γὰρ κράτος δεικτικῶς ἀντὶ τοῦ, ἐμοῦ οὗτινος ἰσχύς ἐστιν ἐν τῷ δήμῳ.
εἴ με καὶ εἰς ἐνιαυτὸν θεραπεύει τοὺς Φαίακας εἰ βούλοιντο μένειν ὑπισχνούμενοι τὴν γοῦν ὅ τι ποτὲ δύναιτο φυλάττειν. χαρίεντος τὸ λέγειν, ἑτοίμως ἔχειν καὶ πάντα ἐνιαυτὸν ἐπιμένειν αὐτόθι, τῶν διδομένων αἰεὶ πλεοναζόντων.
γρ. πομπή τʼ ὀτρύνοιτο. γρ. πομπὴ δʼ ὀτρύνοιτο.
Ἀριστοφάνης, πλειοτέρῃσιν χερσί. ὁ μετὰ πλειόνων ἀπελθὼν τοῦ ποτε.
αἰδοιότερος αἰδοῦς ἄξιος. ὅθεν Ἡσίοδος, «πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.»
τὸ μὲν οὔτι σʼ ἐΐσκομεν τὸ ἑξῆς, τὸ μὲν ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον οὔτι σʼ ἐΐσκομεν. εἰκάζομεν.
ἐπίκλοπον παραλογιστικόν. καὶ γὰρ ὁ κλέπτης παραλογιζόμενος κλέπτει. σημαίνει δὲ καὶ τὸν ἐπιθυμητήν. καὶ γὰρ ὁ κλέπτης ἐπιθυμίᾳ τῶν ἀλλοτρίων τοῦτο ποιεῖ. οἷά τε πολλοὺς οὕτως Ζηνόδοτος· ὁ δὲ Ἀρίσταρχος πολλούς.
πολυσπερέας πολυέθνους.
ἐκεῖθεν ψεύδεα ἀρτύνοντας ὅθεν τις οὐκ ἂν διασκοπήσειεν οὐδὲ προΐδοιτο ὅτι ψεύδεται. ὅθεν τις οὐκ ἂν διασκοπήσειεν.
ἀναστρεπτέον τὴν ἔπι καὶ τὴν ἔνι. μορφὴ εὐμορφία, ὡς ξεστὴν τράπεζα εὖ ἐξεσμένην.
μῦθον δʼ, ὡς ὅτʼ ἀοιδὸς, ἐπισταμένως ὁ νοῦς· ἐπιστημόνως κατέλεξας πάντων Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρὰ, ὡς μῦθον ἀοιδός. Καὶ ἄλλως. οὐ γὰρ ἄνευ μύθων οἴονται εἶναι ποιητικήν· διὸ ὁ Πύθιος οὐκ ἂν λεχθείη ποιητής.
νὺξ—μακρὴ καὶ ἐντεῦθεν ἡ ὥρα φαίνεται φθινοπωρινὴ οὖσα.
ὁ νοῦς, ὥρα μὲν λόγων, ὥρα δὲ καὶ ὕπνου· εἰ δὲ ἀκοῦσαι θέλεις, οὐκ ἂν φθονήσαιμι. ὁ μὲν Ἀρίσταρχος ἐν τῷ καθόλου, ὁ δὲ Σιδώνιος ἐλλειπτικῶς· ὥρη μὲν πολέων μύθων παύσασθαι, ὥρη δὲ καὶ ὕπνου μνήσασθαι.
οἳ δὴ μετόπισθεν ὄλοντο μετὰ τὸν πόλεμον. εἶτα ἐξηγεῖται τὸ μετόπισθεν εἰπὼν, οἳ Τρώων μὲν ὑπεξέφυγον θάνατον.
κακῆς ἰότητι γυναικός Ἑλένης ἡ Κλυταιμνήστρας. ἢ κακωθείσης Κασάνδρας, ἣν διαφθείρας ὁ Λοκρὸς Αἴας ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς δυσμενῆ κατέστησε τοῖς Ἕλλησι τὴν Ἀθηνᾶν. κακῆς ἰότητι γυναικός ἐν βουλῇ τῆς Ἑλένης.
ἀλλὰ καὶ ὁ Σίσυφος κέρδιστος ὢν διὰ τί κολάζεται; τὸ κακότροπον ὁ Γλαῦκος τοῦ προγόνου εἰς σύνεσιν μετήνεγκεν. πῶς δὲ καὶ ὁ Ἡρακλῆς ἐνταῦθα μένων θεός; καὶ πῶς οἷόν τε τὸν αὐτὸν εἶναι καὶ ἐν Ἅιδου καὶ ἐν οὐρανῷ; καὶ ἡ Ἥβη δὲ καθʼ Ὅμηρον παρθένος, ὅθεν καὶ οἰνοχοεῖ. ἀπίθανον δὲ αὐτὸν ἔχειν καὶ τὴν σκευήν. μὴ πιὼν δὲ πῶς ὁμιλεῖ; τὴν μὲν σκευὴν ἔχει κατὰ φαντασίαν, τοὺς δὲ δύο στίχους καὶ ἡμεῖς ἀθετοῦμεν, εἴδωλον, καὶ, τέρπεται ἐν θαλίῃς. οὐ πάντες δὲ οὗτοι ἐν τῷ τῶν ἀτάφων εἰσὶ χώρῳ, οἱ μὲν κολαζόμενοι, οἱ δὲ κολάζοντες, ὡς ὁ Μίνως καὶ ὁ Ἡρακλῆς. οὗτοι δὲ μὴ πεπωκότες τοῦ Λήθης ὕδατος καὶ φθέγγονται χωρὶς τοῦ πιεῖν. ἄλλυδις ἄλλη Ἀρίσταρχος δὲ οὕτως, τὸ «ἐγκέφαλος δὲ διὰ σπέος ἄλλυδις ἄλλῃ.» Ἀριστοφάνης δὲ, ἄλλην, φησί.
ὡς ἐναργῶς ἐπιστατούσης τῆς θεοῦ. γυναικῶν θηλυτεράων θηλυτέρας λέγει ψυχὰς τὰς δειλοτέρας ἢ χαύνους.
ἐπεὶ ἴδεν ὀφθαλμοῖσι γρ. ἐπεὶ πίεν αἷμα κελαινόν.
πῶς μὴ πιὼν τὸ αἷμα γινώσκει; πάντως οὗτοι ἐν τῷ τῶν ἀτάφων εἰσὶ τόπῳ· οἱ μὲν δικάζοντες, οἱ δὲ δικαζόμενοι, μὴ πεπωκότες τῆς Λήθης ὕδατος φθέγγονται καὶ πρὸ τοῦ πιεῖν.
πιτνὰς εἰς ἐμὲ χεῖρας ἀντὶ τοῦ ἐκτείνων τὰς χεῖρας. ἀπὸ τοῦ πιτνάω πιτνῶ πίτνημι. ὀξυτόνως τὸ πιτνάς.
κῖκυς κίνησις μετὰ δυνάμεως.
γναμπτοῖσι περιφερέσι. χεῖρες γὰρ καὶ τὸ λοιπὸν σῶμα περιφερές. κάμπτεσθαι δυναμένοις.
τανηλεγέος ἤτοι πολυμερίμνου, ἢ τοῦ ταναὰ ἄλγη ποιοῦντος. τοῦ ἔχοντος τεταμένην τὴν ἠλύγην, ἤτοι τὴν νύκτα.
οἱ ἠέ ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀπὸ τῶν εἰρησομένων μετενεχθέντες.
ἀργαλέων Ἀριστοφάνης, λευγαλέων.
βοῦς περιταμνόμενον ἐλαύνοντα, περικυκλούμενον. περιελαύνοντα. ἐπειδὴ αὐτὸς ἐλθὼν εἰς Κίκονας καὶ ἁρπαγῇ ἐκεῖ ἐπιχειρήσας οὐκ εὖ ἀπήλλαξεν, εἰκότως τὰ ὅμοια πεπονθέναι ὑποπτεύει τὸν Ἀγαμέμνονα.
ἠὲ ἐνταῦθα διαζευκτικῶς νοεῖται. παράλογος ἡ διαίρεσις. θέλει γὰρ εἰπεῖν μαχόμενον. ἐπέκτασις οὖν γέγονε διὰ τὸ μέτρον.
σὺν οὐλομένῃ ἀλόχῳ ὅτι τῇ ἐπιβουλῇ κἀκείνη συνέγνω. τὸν γὰρ χιτῶνα καὶ τὸν πέλεκυν Ὅμηρος οὐκ οἶδεν.
δειπνίσσας δεῖπνον δούς. δειπνίζω γὰρ ἐνεργητικὸν, δειπνῶ δὲ παθητικόν.
εἰλαπίνῃ ἀπὸ τοῦ εἶλαρ τὸ βρῶμα καὶ τοῦ πίνω γίνεται εἰλαπίνη.
ἀντεβόλησας ἐνέτυχες, ὦ Ὀδυσσεῦ. ἀντεβόλησας οὕτως Ἀρίσταρχος· πρὸς γὰρ τὸν Ὀδυσσέα, ὡς καὶ τὸ ἑξῆς ὀλοφύραο θυμῷ.
μουνὰξ ἴσως ἐν μονομαχίᾳ.
κεῖνα μάλιστα τὰ κατʼ ἐμοῦ πραχθέντα ὑπὸ Αἰγίσθου καὶ τῆς Κλυταιμνήστρας.
δάπεδον δʼ ἅπαν αἵματι θῦεν ἀντὶ τοῦ τὸ αἷμα ἐν τῷ δαπέδῳ θῦεν καὶ μεθʼ ὁρμῆς ἔρρει. Ἀγαμέμνονος καὶ Κασάνδρας υἱὸς Τελέδημος.
οἰκτροτάτην δʼ ἤκουσα ὄπα ἐλεεινήν. οὐ τὴν Κασάνδραν, ἀλλὰ τὴν ὄπα αὐτῆς λέγει. τινὲς δὲ λείπειν φασὶ τὴν περί, ἵνα νοῶμεν ἐν τῇ σφαγῇ τὴν Κλυταιμνήστραν ὀνειδίζειν αὐτῷ τὰ περὶ τῆς Κασάνδρας.
ποτὶ γαίῃ χεῖρας ἀείρων πρὸς τῇ γῇ ὢν καὶ κείμενος ἐγὼ τὰς χεῖρας περιέβαλον ἀνακουφίζων αὐτὰς πρὸς τὸ ἐκσπάσαι τὸ ξίφος. ἢ οὕτως, παρὰ τῷ φασγάνῳ ἀποθνήσκων καὶ ποτὶ γαίῃ χεῖρας ἔβαλλον τύπτων τὴν γῆν καὶ ἐπαρώμενος αὐτῇ πρὸς τῇ γῇ ὢν καὶ σφαδάζων τὰς χεῖρας ὡς οἱ καταρώμενοι εἰώθασι ποιεῖν, ὡς ἔφη «πολλὰ γαῖαν πολυφέρβην χερσὶν ἀλοία» ὁ δὲ Ἀγαμέμνων οὐ καταρώμενος, ἀποθνήσκων δὲ περὶ τὸ ξίφος τοῦτο ποιεῖ ἀράσσων ταῖς χερσὶ τὴν γῆν καὶ ἐκτείνων αὐτὰς εἰς αὐτὴν καὶ περιβάλλων. ἢ εἰς τὴν γῆν ἀείρων καὶ ἐκτείνων τὰς χεῖρας ἔβαλλον ἱκετεύων καὶ λιτανεύων. οἷς ἀκολούθως ἐπάγει, ἡ δὲ κυνῶπις νοσφίσατο, ἤτοι ἀπεστράφη μὴ αἰδεσθεῖσα.
κατʼ ὀφθαλμοὺς ἑλέειν καθελεῖν, συγκλεῖσαι, συσφίγξαι.
ὡς οὕτως.
ἥτις δὴ τοιαῦτα ἐν πολλοῖς οὐ φέρεται, ὡς ἐκλύων τὸν θυμὸν, οὐ γὰρ ὅτι πρὸς θεραπείαν Ἀρήτης ὁ Ὀδυσσεύς· οὐ γὰρ ἀναγκαῖον τῷ ὑποκρινομένῳ τὸ πρόσωπον Ἀγαμέμνονος περιίστασθαί τι εἰπεῖν. ἔργα βάληται ποῖα ἔργα; οἷα κἀκείνη ἐμήσατο. ἀπὸ δὲ τοῦ πληθυντικοῦ εἰς ἑνικὸν μετέβαλεν.
κουριδίῳ ὅτι κουρίδιον αὐτόν φησιν. ἔνιοι γὰρ γεγαμῆσθαι τὴν Κλυταιμνήστραν Ταντάλῳ, ὡς Εὐριπίδης εἰσάγει αὐτὴν λέγουσαν «ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών.»
οἷ τε καὶ ἑαυτῇ αἶσχος ἐπέβαλε.
εὐεργὸς καλοεργός. καὶ ἐκείνῃ, ἥτις εὐεργὸς καὶ ἀγαθὴ ὑπάρχει γυνή. σώφρων, καλὰ ἔργα πράσσουσα.
ἀθετοῦνται παρὰ Ἀριστοφάνει.
γυναικείας διὰ βουλὰς αἰνίττεται τὴν Ἀερόπην.
εἰπὼν ὅτι ἕνεκεν Ἑλένης πολλοὶ ἀπωλόμεθα, ἐδήλωσε κατὰ τοῦτο τὴν δυστυχίαν Μενελάου· δυστυχεῖ γὰρ βασιλεὺς, ὅταν οἱ ἀρχόμενοι κακῶς πάσχωσιν.
τινὲς, μήθʼ οἷ, κακῶς.
ἀλλὰ τὸ μὲν λέγε τῇ σῇ γυναικὶ, τὸ δὲ κρύπτε.
οὐδὲ οὗτοι ἐφέροντο ἐν τοῖς πλείστοις, ὡς μαχόμενοι τοῖς προκειμένοις. υἷος τοῦ υἱοῦ τοῦ Ὀρέστου.
περιττὸς ὁ καί.
νῆα κατισχέμεναι ἐλλιμενίσαι.
εἴ που ἔτι ζώοντος ἀθετεῖται διὰ τὸ εὔηθες. εἰ γὰρ ἐπέπειστο ὅτι οὔπω τέθνηκε, πρὸς τί ἐρωτᾷ, ἤ που ἔτι ζώοντος ἀκούετε;
Ὀρχομενῷ ἱερῷ τόπῳ Βοιωτίας. ἢ ἐν Πύλῳ παρὰ μὲν Νέστορι ἐν Πύλῳ δοξάζει αὐτὸν εἶναι διὰ τὴν πολλὴν φιλίαν καὶ δύναμιν τοῦ Νέστορος, παρὰ δὲ Μενελάῳ διὰ τὴν συγγένειαν, ἐν Ὀρχομενῷ δὲ διὰ τὴν ἀσυλίαν καὶ ἀσφάλειαν. ἐκεῖ γὰρ καὶ οἱ κοινοὶ τῶν πόλεων θησαυροὶ πρώην ἔκειντο. ἱερὸν δὲ ἐκεῖσε τῶν Χαρίτων μέγιστον ἦν. τοῦτό φησι καὶ ὁ ποιητὴς ἐν Ἰλιάδι «οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινείσεται.» ἢ—ἢ ὀξυτονητέον τοὺς συνδέσμους· διστακτικοὶ γάρ εἰσιν.
οὐ γάρ πω οὐ γάρ που, αἱ Ἀριστάρχου.
ζώει ἀπὸ κοινοῦ τὸ ἤ· ἢ ζώει ἢ τέθνηκεν.
Πατροκλῆος αὕτη ἡ γενικὴ ἀπὸ εὐθείας ἐστὶ τῆς Πατροκλῆς, ὡς Φιλοκλῆς καὶ Σοφοκλῆς.
ἔγνω δὲ ψυχή με μεθὸ ἔπιε τοῦ αἵματος. ἔστι δὲ κατὰ τὸ σιωπώμενον διὰ τοῦ αἵματος.
μήδεαι βουλεύσῃ, ἐργάσῃ.
ἀφραδέες ἀδιανόητοι, ἢ ἀσώματοι. εἴδωλα αἱ εἰς τὸ ἰδεῖν μόνον εἰκόνες. καμόντων ἀποθανόντων. ἀφραδέες ναίουσι βροτῶν εἴδωλα καμόντων εἰς τὸ βροτῶν ἡ στιγμὴ, ἵνʼ ᾖ οὕτως ὁ νοῦς, ὅπου ἐν τῷ Ἅιδῃ οἰκοῦσιν οἱ τεθνεῶτες ἐπιλελησμένοι τῶν ἀνθρωπίνων πραγμάτων. ἀμέλει γοῦν διὰ τῆς τοῦ αἵματος πόσεως εἰς μνήμην τῶν ἀνθρωπίνων πραγμάτων αὐτοὺς ἄγει. ἐὰν δὲ μὴ εἰς τὸ βροτῶν στίξωμεν, ὁ νοῦς οὕτως, ὅπου αἱ ψυχαὶ τὰ εἴδωλα τῶν ἀποθανόντων ἀνδρῶν ἀφρόντιστοι ζῶσι, τὰ κατὰ ἀνθρώπους μὴ λογιζόμενοι. γρ. ἀδρανέες. ἀφραδέες οἱ ἀσώματοι. φρένες γὰρ οἱ κρεμαστῆρες τοῦ ἥπατος «ὅθι τε φρένας ἧπαρ ἔχουσι.» τινὲς, οὐ νοούμενοι, ἄφραστοι, ἀθεώρητοι.
ἐπάρουρος ὡς ἐπίγειος τῷ τόνῳ καὶ τῷ σημαινομένῳ. τινὲς δὲ πάρουρος, ὁ ἀκόλουθος, οὐκ εὖ. βουλοίμην κʼ ἐπάρουρος πῶς τοσοῦτον φιλόζωον εἰσάγει τὸν προκρίνοντα τὸν ὀλιγοχρόνιον μετʼ εὐκλείας ζῆν; ἤτοι οὖν παραμυθούμενος τὴν δυστυχίαν Ὀδυσσέως ταῦτά φησιν, ἢ τὸ ἄπρακτον τῶν νεκρῶν ὁρῶν βδελύττεται τὴν παρὰ τοῖς νεκροῖς δίαιταν. ἐπάρουρος γεωργός· ἢ ἐπίγειος καὶ ζῶν.
ἀκλήρῳ πένητι, κλῆρον καὶ οὐσίαν μὴ ἔχοντι. βίοτος γρ. βίος.
ἀνʼ Ἑλλάδα τε Φθίην τε ὄνομα τόπου αὕτη, ἐν ᾗ ὁ Ἀχιλλεὺς ἐβασίλευεν. σημείωσαι μόνην τὴν Φθίαν Ἑλλάδα λέγειν τὸν Ὅμηρον καὶ Ἕλληνας μόνους τοὺς ἐνοικοῦντας αὐτῇ. τοὺς δὲ ἐν ἄλλοις τόποις οἰκοῦντας Ἀργείους κικλήσκει καὶ Ἀχαιούς.
Ζηνόδοτος, εἰ γὰρ ἐγών.
Ἀρίσταρχος σὺν τῷ Μέμνονι ἀκούει.
εἰ τοιόσδʼ τὸ δέ ἀντὶ τοῦ γάρ, εἰ τοῖος γάρ. εἰ τοιόσδʼ ἔλθοιμι ἐὰν ἦλθον τοιοῦτος αὖθις ἀπὸ τοῦ Ἅιδου εἰς τὸ τοῦ πατρός μου δῶμα οἷος ἤμην πρὶν ἐν ζωῇ, διὰ τοῦτό τινι στυγητὸν ποιήσαιμι τὸ ἐμὸν μένος καὶ τὰς χεῖρας, ᾧ ἄν τινι εἰς κατάπληξιν ἄγοιμι.
τῷ κέ τεῳ οὕτως ἄν τινι. στύξαιμι εἰς κατάπληξιν ἀνάγοιμι. τέων ὁ Ἀρίσταρχος καὶ ἐγκλίνει τὸ τέων. τέων ἐκείνων.
ἐκ Σκύρου Σκῦρός ἐστι πόλις Δολοπίας.
τρισυλλάβως τὸ Τροΐην, ὡς καὶ Ἀρίσταρχός φησι.
μύθων τῶν συμβαλλομένων εἰς τὸ κρατεῖν λόγων.
διχῶς, νικάσκομεν, ἀπὸ τοῦ νικᾶν, νεικέσκομεν ἀπὸ τοῦ νεικεῖν ῥήματος. ἐνικῶμεν.
πρὸς τὸ σημαινόμενον ἀπέδωκε πάντας, ὅσσον λαόν.
ἀλλʼ οἷον ἀλλὰ μυθήσομαι οἵως τὸν Τηλεφίδην κατενήρατο. θαυμαστικῶς δὲ τὸ οἷον.
Εὐρύπυλον Εὐρύπυλος ὁ Ἀστυόχης καὶ Τηλέφου τοῦ Ἡρακλέους παῖς λαχὼν τὴν πατρῴαν ἀρχὴν τῆς Μυσίας προΐστατο. πυθόμενος δὲ Πρίαμος περὶ τῆς τούτου δυνάμεως ἔπεμψεν ὡς αὐτὸν ἵνα παραγένηται σύμμαχος. εἰπόντος δὲ αὐτοῦ ὡς οὐκ ἐξῆν αὐτῷ διὰ τὴν μητέρα, ἔπεμψεν ὁ Πρίαμος τῇ μητρὶ αὐτοῦ δῶρον Ἀστυόχῃ. χρυσῆν ἄμπελον· ἡ δὲ λαβοῦσα τὴν ἄμπελον τὸν υἱὸν ἔπεμψεν ἐπὶ στρατείαν, ὃν Νεοπτόλεμος ὁ τοῦ Ἀχιλλέως υἱὸς ἀναιρεῖ. ἡ δὲ ἱστορία παρὰ Ἀκουσιλάω.
Κήτειοι τινὲς ἀπέδοσαν μεγάλοι, παρὰ τὸ κῆτος. κρεῖσσον δὲ ἀποδιδόναι Μυσῶν ἔθνος τοὺς Κητείους. ἦν γὰρ ὁ Τήλεφος Μυσίας βασιλεὺς, καὶ Ἀλκαῖος δέ φησι τὸν Κήτειον ἀντὶ τοῦ Μυσόν. Κήτειοι, προπαροξυτόνως. καὶ τοὺς μεγάλους ἀκουστέον παρὰ τὸ κῆτος, ὡς καὶ Ἀρίσταρχος ἄλλοι δὲ ἔθνος Μυσίας τοὺς νῦν Ἐλεάτας καλουμένους. ἔνιοι δὲ γράφουσι κήδειοι, οἱ συγγενεῖς. οἱ δὲ, χήτειοι γυναίων, οἷον ἐστερημένοι τῶν γυναικῶν, δώρων ἕνεκεν, εἴ γε καὶ ὁ Ἕκτωρ φησὶ «τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ λαούς» ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι. γυναίων εἵνεκα δώρων ἔνιοι μὲν γύναια δώρα ἀπέδοσαν τὴν χρυσῆν ἄμπελον, ἣν ἐχαρίσατο Ζεὺς Τρωῒ ἀντὶ τῆς Γανυμήδους ἁρπαγῆς, ἥτις κατὰ διαδοχὴν μετέπεσεν εἰς Πρίαμον. οὐδὲν δὲ τούτων οἶδεν Ὅμηρος. κρεῖσσον δὲ ἀποδιδόναι ὡς ὑπέσχετο Πρίαμος τῷ Εὐρυπύλῳ μίαν τῶν θυγατέρων δώσειν γυναῖκα, ὡς καὶ Ὀθρυονεῖ ὑπέσχετο ἐν δὲ ἄλλῳ, τῶν δοθέντων δώρων τῇ Εὐρυπύλου γυναικὶ ὑπὸ τοῦ Πριάμου, ἵνα πείσῃ τὸν ἄνδρα αὐτῆς ἄκοντα ἐπιστρατεῦσαι συμμαχήσοντα τοῖς Τρωσί. ἃ ἐδίδων ξένια εἰς τὸ καταπεῖσαι τὸν ἄνδρα ἐξελθεῖν εἰς τὸ ταξείδιον. οἱ μὲν, διὰ τὸν Ἑρμιόνης γάμον· «ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσεν» ὁ Μενέλαος τῷ Νεοπτολέμῳ. οἱ δὲ, ὅτι ἄμπελον χρυσῆν Πρίαμος ὡμολόγησεν Ἀστυόχῃ τῇ ἑαυτοῦ ἀδελφῇ, Εὐρυπύλου δὲ μητρὶ, ἐπὶ τῷ πέμψαι τὸν υἱόν. ἔνιοι δὲ, ὅτι Πρίαμος ὑπέσχετο μίαν τῶν θυγατέρων Εὐρυπύλῳ ἐκδώσειν γυναῖκα, ὡς καὶ Ὀθρυονεῖ.
κάλλιστον—Μέμνονα πῶς οὖν μέλας ὁ Μέμνων ἂν εἴη;
ἠμὲν ἀνακλῖναι περιγραπτέον ὡς ἀπρεπῆ. θυρωροῦ γὰρ ἔργον. Ἀρίσταρχος οὐκ οἶδε τὸν στίχον, ἔνια δὲ τῶν ὑπομνημάτων.
Ἀρίσταρχος, ἔνθʼ ἄλλοι πάντες κατὰ δούριον ἵππον Ἀχαιοί.
ἐξίμεναι ἐξελθεῖν. ἐμφαντικώτερον δὲ τὸ ἐξέμεναι. ξίφεος δʼ ἐπεμαίετο κώπην ἐζήτει, ἐφήπτετο. καὶ ἔστι τὸ κώπην ἀντίπτωσις, ἐφήπτετο τῆς κώπης τοῦ ξίφους.
ᾤχετο γρ. φοίτα. κατʼ ἀσφοδελὸν λειμῶνα ὀξυτόνως. ἄδηλον δὲ πότερον σφοδελὸν ἢ ἀσφοδελόν. λέγει γὰρ καὶ χωρὶς τοῦ α. τινὲς δὲ γράφουσι σποδελὸν, διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. ἄμεινον δὲ ἀσφοδελὸν, διὰ τὸ Περσεφόνης εἶναι λειμῶνα τὸν τόπον. εἶπε δὲ ἀσφοδελὸν τὸν τόπον τὸν ἔχοντα ἀσφοδελὸν, ἥτις ἐστὶ βοτάνη ὁμοία σκίλλῃ. ἀσφοδελώδη. ἀσφοδελοὺς ἔχοντα.
χωρὶς τοῦ ι, γηθοσύνη, ἀντὶ τοῦ χαίρουσα.
εἴροντο δὲ κήδεʼ ἑκάστη ἔλεγον τὰ κήδεα τῶν ἐν ζωῇ καταλειφθέντων. ἀντὶ τοῦ ἔλεγον. «ὡς ἔχετʼ ἐμπεφυυῖα καὶ εἴρετο δεύτερον αὖτις»
νόσφιν ἀφειστήκει Ἀρίσταρχος ἀφεστήκει.
διὰ τὸ ἐμὲ τοῦ Ἀχιλλέως ἐπαρεῖν τὰ ὅπλα.
παῖδες Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη ἀντὶ τοῦ Τρῶες, ὡς «υἷες Ἀχαιῶν» καὶ «δυστήνων δέ τε παῖδες» οἱ φονευθέντες ὑπὸ Ὀδυσσέως ὅτε Αἴας τὸ πτῶμα Ἀχιλλέως ἐβάσταζεν. ἀθετεῖ Ἀρίσταρχος. ἡ δὲ ἱστορία ἐκ τῶν κυκλικῶν. φυλαττόμενος ὁ Ἀγαμέμνων τὸ δόξαι θατέρῳ χαρίσασθαι τῶν περὶ τῶν Ἀχιλλέως ὅπλων ἀμφισβητούντων, αἰχμαλώτους τῶν Τρώων ἀγαγὼν ἠρώτησεν ὑπὸ ὁποτέρου τῶν ἡρώων μᾶλλον ἐλυπήθησαν. εἰπόντων δὲ τὸν Ὀδυσσέα τῶν αἰχμαλώτων, δηλαδὴ ἐκεῖνον εἶναι τὸν ἄριστον κρίναντες τὸν πλεῖστα λυπήσαντα τοὺς ἐχθροὺς, ἔδωκεν εὐθὺς τῷ Ὀδυσσεῖ τὰ ὅπλα.
ἀέθλων ἄθλων, ἀγώνων.
εἵνεκα τευχέων οὐλομένων διὰ τὰ τοιαῦτα ὅπλα πῆμα καὶ βλάβην ἔθεντο οἱ θεοὶ τοῖς Ἀργείοισιν ὅτι παρεχώρησαν ὑπʼ αὐτοῦ τὸν Αἴαντα φονευθῆναι τοῖον ὄντα.
οὐλομένων ὀλέθρου ἀξίων· ἢ ὀλεθρίων, φθειρόντων. πῆμα γὰρ καὶ αὐτὰ οἱ θεοὶ ἐποίησαν τοῖς Ἕλλησι.
ἀλλὰ Ζεὺς Δαναῶν λείπει τὸ, ὃς Δαναῶν.
τοῦ θυμοῦ καὶ τῆς ὀργῆς κράτησον.
δῆλον οὖν ὅτι καὶ τῶν παρὰ τραγῳδοῖς λόγων βέλτιον αὐτοῦ ἡ σιωπή.
πόθεν τοῦτο οἶδεν; καὶ γὰρ ὁ Αἴας ἀπιὼν ᾤχετο.
ἔνθα χʼ ὅμως τότε ὅμως κεχολωμένος ὑπάρχων προσέφη ἂν ἐμέ· ἢ τούτου μὴ γεγονότος ἐγὼ ἂν ἔλεγον πρὸς αὐτόν. ἔνθα χʼ ὁμῶς περισπαστέον· ἐπίρρημα γάρ. τῷ συνδέσμῳ οὐ χρῆται, ἀλλʼ ἀντʼ αὐτοῦ τῷ ἔμπης. διὸ καὶ τὸ «ὅμως δʼ οὐ λήθετο χάρμης» οἱ πλείους περισπῶσιν. ὁ νοῦς, ὁμοίως τοῖς κεχολωμένοις προσέφη ἂν, ὡς καὶ ἔγω αὐτὸν, δηλονότι προσέφην. Ἄλλως. ὁμοίως καὶ ἐγὼ ἔφην ἂν πρὸς τὸν Αἴαντα κεχολωμένα ῥήματα θλίψεως. ἀλλʼ ὁ θυμὸς ὁ ἐμὸς ἤθελε καὶ τῶν ἄλλων τὰς ψυχὰς τῶν τεθνεώτων ἰδεῖν, καὶ σχολὴν οὐκ εἶχον. τὸ τέλειον κε ἔστι. ὁ δὲ ἦ ἀντὶ τοῦ ὡς.
νοθεύεται μέχρι τοῦ «ὣς εἰπὼν ὁ μὲν αὖθις ἔδυ δόμον Ἄϊδος εἴσω». καίτοι οὐκ ὄντες ἀγενεῖς περὶ τὴν φράσιν. ὑπὲρ δὲ τῆς ἀθετήσεως αὐτῶν λέγεται τοιάδε· πῶς οἶδε τούτους ἢ τοὺς λοιποὺς ἔσω τῶν Ἅιδου πυλῶν ὄντας καὶ τῶν ποταμῶν;
ἥμενον οὐκ ἄρα ὑπεξῆλθεν ὁ Μίνως, ἵνα συνοφθῇ. ἄλογον γὰρ τὸ καὶ σὺν δικαζομένοις καὶ αὐτῷ δίφρῳ ἐξελθεῖν. εἴροντο ἀντὶ τοῦ ἔλεγον· ὅθεν καὶ ἱρά ἡ ἐκκλησία. ἄλογα· καθήμενος γὰρ οὐδεὶς δικάζεται.
ἥμενοι ἑσταότες τε ἥμενοι οἱ ἐντελεῖς, ἑσταότες οἱ εὐτελεῖς.
τὰ κατὰ Ὠρίωνα ἐν Ὑρίᾳ πόλει τῆς Βοιωτίας.
οὐδὲ ἐπὶ τούτου τετήρηται τὸ σύμφωνον· ἄλογον γὰρ τὸ ἐν Ἅιδου κυνηγετεῖν· πῶς τε ἅμα τῇ τῶν θηρῶν ἀγέλῃ προῆλθε, καὶ διὰ τί; πῶς οὖν μήκιστοι οἱ προειρημένοι παῖδες Ἀλωῆος; ἢ πῶς ὁ κείμενος ἐξῆλθεν; εἰ δὲ μὴ ἐξῆλθε, πῶς ἑωρᾶτο;
τοὺς αὐτὸς κατέπεφνεν ὑποτίθεται τοὺς ἐν Ἅιδῃ τοιαῦτα πράττειν οἷα καὶ ἐν ζῶσιν ἐποίουν. οἰοπόλοισιν ἐρήμοις, ἐν οἷς ἔστι μόνον πολεῖσθαι, ὅ ἐστιν ἀναστρέφεσθαι. ἢ ἡμέροις, ἐν οἷς μόνος ἄν τις πορεύοιτο διὰ τὸ ἥμερον. ἢ ἐν οἷς οἶες ἀναστρέφονται, οἷον ὅπου νέμονται τὰ πρόβατα.
πέλεθρα πλέθρα. πλέθρον ἐστὶ τὸ ἕκτον μέρος τοῦ σταδίου. λέγει οὖν ὅτι τοῦ Τιτυοῦ τὸ σῶμα ἐπὶ ἐννέα ἔκειτο πλέθρα, ὥστε κατέχειν τόπον ἑνὸς ἡμίσους σταδίου. ἦν δὲ ὁ Τιτυὸς Διὸς καὶ Ἐλάρας υἱός. ἐν δὲ ἄλλῳ, μέτρον τι γῆς. ὑπερμεγέθης δὲ ὢν τῷ σώματι ἔκειτο ἐπὶ ἐννέα πέλεθρα. καταγέλαστα καὶ ταῦτα, εἰ κατεστρωμένος ἐν τῷ δαπέδῳ προῆλθεν ἐπὶ τὸ σφάγιον. αὐτὸς γὰρ ὁ Ὀδυσσεὺς οὐκ ἠδύνατο διαβῆναι ἐπὶ τὸ ἔρεβος.
ἧπαρ ἔκειρον οὐ τὸν ἐπικείμενον ὑμένα τῷ ἥπατι, ἀλλὰ τὸν ἐπίπλουν, ἀλλὰ τὸ δέρμα.
δέρτρον τὸ δέρτρον ἢ τὸ ἐκτὸς τῆς σαρκὸς δέρμα, ἢ τὸ ἐπικείμενον λεπτότατον δέρμα τῷ ἥπατι, ὅπερ ἡ πολλὴ γλῶσσα φλάμουλον οἶδε καλεῖν. τὸ δέρτρον Ἀντίμαχος μὲν ὁ Κολοφώνιος τὸν ἐπίπλουν ἀκούει τὸν ἐν τοῖς καλουμένοις ἐγκάτοις. λέγει γὰρ «οὐδέ τι θερμὸν ἀναπνείων χολάδας δέρτροισι καλύψεις.» ὁ δὲ ἐπίπλους, φησὶν Ἀπολλόδωρος, ὃν ἀργέτα δημὸν καλεῖ οὐ περὶ τὸ ἧπαρ, ἀλλὰ περὶ τὴν κοιλίαν ἐστίν. Δωριεῖς δὲ τὴν ὑπὸ τὴν δορὰν σάρκα δέρτρον καλοῦσιν, οὐ πᾶν δὲ τὸ ἐκδεδαρμένον μέρος τοῦ σώματος, ἀλλὰ τὸ περιανειληφὸς καὶ περικαλύπτον τὴν κοιλίαν, ὃ δὴ καὶ ἀνασχίσαντες ἐξαιροῦσι τὰ ἐντός. τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ τοῦ ... μετὰ τοῦ δέρματος καὶ χωρὶς, ὅταν ἐκδαρῇ. ὅθεν τινὲς καὶ τὸ τὰ σπλάγχνα ἐξαιρεῖν ἀποδερτροῦν καλοῦσιν. εὐλόγως δὲ καὶ οἱ γῦπες δέρτρον ἔσω δύνουσι, τὸ ἧπαρ ἐσθίοντες, εἰς τὴν ἐπιφάνειαν τῆς σαρκὸς, ἧς ἐντὸς τὸ ἧπαρ. τὸ γὰρ δέρτρον ἔσω ἴσον ἐστὶ τῷ, εἰς δέρτρον. τῷ γὰρ ἔσω ἀντὶ τῆς εἰς Ὅμηρος χρῆται· «καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω» ἀντὶ τοῦ εἰς τὸ Ἴλιον. ἤτοι τὴν ὑπὸ τὴν σάρκα πιμελὴν, ἢ τὸν ὑποκείμενον τῷ ἥπατι ὑμένα. ἔνιοι δὲ ἀπέδοσαν τὸ λεγόμενον ὑπὸ τῶν ἰατρῶν ἦτρον. ἐν δὲ ἄλλῳ, τὴν δοράν. ἀπαμύνετο ἀπεκώλυεν.
πόθεν ᾔδει τῶν κολάσεων τὰς αἰτίας; οὐ γὰρ ἤκουσεν, εἰ μὴ φησί τις εἶναι τοῦτο κατὰ τὴν Ἑλλάδα φήμην. Λητὼ γὰρ ἥλκησε διὰ τοῦτο ὑπʼ αὐτῆς ὠργίσθη καὶ τοῖς ὀρνέοις ἐκδέδοται. ἥλκησε ἐβιάσατο, ἀπὸ τοῦ ἀλκή ἡ δύναμις, ἐδυνάστευσε. ἥλκησεν ὠδύνησεν. ἥλκυσε γρ. ἥλκησε.
διὰ καλλιχόρου Πανοπῆος ὅτι κατὰ τὸ ἀρσενικὸν ἐσχημάτισται ὁ Πανοπεὺς, ὡς βασιλεὺς καὶ βασιλῆος. ἐν Πανοπῆϊ τῆς Φωκίδος πόλει τὰ κατὰ τὸν Τιτυόν. ἦν δὲ Γῆς καὶ Διὸς παῖς. Πανόπη πόλις Φωκίδος. καλλιχόρου ἀντὶ τοῦ καλλιχώρου, καλοὺς τόπους ἐχούσης.
Τάνταλον εἴσιδον κρατερὰ ἄλγεʼ ἔχοντα Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς νέοις καὶ συνεστιώμενος αὐτοῖς ἀπλήστως διετέθη. κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, οὐκ ἐξὸν αὐτῷ, ἔδωκε τοῖς ὁμήλιξιν. ἐφʼ οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβαλεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης καὶ ἐξαρτῆσαι ἐπʼ ὄρους ὑψηλοῦ ἐκδεδεμένον τῶν χειρῶν, καὶ τὴν Σίπυλον, ἔνθα ἐκεκήδευτο, ἀνατρέψαι. ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.
ἐν ὕδατι ὑπονοητέον αὐτὸν ἑστάναι μέχρι τοῦ γενείου κρυπτόμενον, ὡς δὲ ὑπέκυπτε πιέειν ἔφευγε τὸ ὕδωρ. προσεπέλαζε γρ. προσέπλαζε. προσεπέλαζε προσήγγιζεν.
στεῦτο νῦν ἀντὶ τοῦ ἵστατο ἐπὶ τῶν ποδῶν. τὸ πιεῖν δὲ οὐκ ἐδύνατο ἑλέσθαι. ἵστατο. νῦν ἐπὶ τῶν ποδῶν. κέχρηται δὲ τῇ λέξει ὁ διασκευαστὴς παρὰ τὴν τοῦ ποιητοῦ συνήθειαν. τὸ ἑξῆς, στεῦτο διψάων πιέειν, οὐκ εἶχε δὲ ἑλέσθαι.
καταζήνασκε ἀπὸ τοῦ ἄζω, τὸ ξηραίνω, ἀζαίνω. κατεξήραινεν. ἄζη ἡ ξηρασία.
δένδρεα δʼ ὑψιπέτηλα δεῖ νοεῖν τὸν κορμὸν τῶν δένδρων ὑπὲρ τὴν ἡλικίαν εἶναι τοῦ Ταντάλου, τοὺς δὲ κλάδους ἐπικλᾶσθαι ὑπὲρ τὴν κεφαλὴν αὐτοῦ βρίθοντας τῷ καρπῷ. καὶ πῶς ἵστατο ἐν ὕδατι τὰ δένδρα; φαμὲν ὅτι κατὰ φαντασίαν, πρὸς τιμωρίαν Ταντάλου.
δισυλλάβως καὶ προπερισπωμένως τὸ κατὰ κρῆθεν· οὐδὲ οὗτος δύναται σὺν λίμνῃ καὶ δένδροις ἐξεληλυθέναι ἐπὶ τὸ σφάγιον, ἢ πῶς ἔξωθεν τὰ ἔσω ἐθεώρει; χέε καρπὸν τὸ χέε καὶ ἐπὶ ξηρῶν. ὁ δὲ νοῦς, ἐπέκλων κατὰ τῆς κεφαλῆς αὐτοῦ τὸν καρπόν.
τῶν ὁπότʼ ἰθύσειʼ τουτέστιν ἐφάψασθαι ταῖς χερσὶν ὅτε ὥρμα ὁ γέρων.
Σίσυφον ἡ τιμωρία τούτου ἦν ἵνα λίθον μέγαν ἀναβιβάσῃ ἐν κορυφῇ ὄρους. τοῦτον ὁπόταν ἀνεβίβασε, διατεινόμενος ὁ λίθος πάλιν ὑπέστρεφε τῇ οἰκείᾳ δυνάμει χρώμενος. πῶς δύναται σὺν τῷ λίθῳ καὶ τῇ ἀκρωρείᾳ, ἐφʼ ᾗ ἀνεκύλιε τὸν λίθον, ἥκειν ἐπὶ τὰ σφάγια; πῶς τε κολάζεται ὁ ἐν Ἰλιάδι κέρδιστος ὢν καὶ συνετώτατος;
σκηριπτόμενος χερσίν τε ποσίν τε τοῖς μὲν ποσὶν ἀντιβαίνων εἰς τὴν γῆν, ταῖς δὲ χερσὶν ὠθῶν ἄνω τὸν λίθον.
λᾶαν ἄνω ὤθεσκε ἐπαινεῖται τὸ ἔπος ὡς διὰ τῶν μακρῶν συλλαβῶν τὴν δυσχέρειαν ἐμφαῖνον.
τότʼ ἀποστρέψασκε κραταιίς ὁ μὲν Ἀρίσταρχος καὶ Ἡρωδιανὸς ὀξυτόνως κατὰ συστολὴν, ὡς λικριφίς, ἀμφουδίς, ἐπιρρηματικῶς, ὁ δὲ Ἀσκαλωνίτης τὸ πλῆρες κραταιὰ ἴς, οἷον ἰσχυρὰ δύναμις. ᾧ ἐπείσθη καὶ ἡ συνήθεια. ἡ κραταιὰ δύναμις τοῦ λίθου, ὅ ἐστι τὸ βάρος. τότε ὁ λίθος ὑπέστρεφε κραταιῶς, ὅ ἐστι ταχέως. τὸ δὲ ὅλον ἐπὶ τοῦ λίθου ἀκουστέον, ὡς Ἀρίσταρχός φησι. ὑπεστρέφετο ἡ δύναμις ἐκείνου.
βίην Ἡρακληείην καὶ τοῦτο νεωτερικόν. οὐ γὰρ οἶδε τὸν Ἡρακλέα ἀπηθανατισμένον, οὐδὲ τὴν Ἥβην γεγαμημένην, ἀλλὰ παρθένον. διὸ καὶ παρθενικὰ ἔργα ἀποτελεῖ· οἰνοχοεῖ γὰρ καὶ λούει.
εἴδωλον, αὐτὸς δὲ ὅτι εἰς τρία διαιρεῖ, εἰς εἴδωλον, σῶμα, ψυχήν. τοῦτο δὲ οὐκ οἶδεν ὁ ποιητής. ὅτι αὐτοὺς τὰ σώματα αὐτῶν φησιν Ὅμηρος, οὐκ ἂν δέοι σώματος ἐν θεοῖς.
καλλίσφυρον Ἥβην τὴν Ἥβην τὴν καλλίσφυρον. ταύτην δὲ καλλίσφυρον ὁ ποιητὴς λέγει ὡς ἰσχυρὰ ἔχουσαν τὰ σφυρὰ, ἤτοι τοὺς ἀστραγάλους, οἷς τὸ ὅλον σῶμα ἀνέχεσθαι πέφυκεν. καλὴ, ἀπὸ μέρους, εὔρυθμος.
παῖδα Διὸς μεγάλοιο τοῦτον ὑπὸ Ὀνομακρίτου ἐμπεποιῆσθαί φασιν. ἠθέτηται δέ. ἔνιοι δὲ οὐ τὴν οἰνοχόον Ἥβην, ἀλλὰ τὴν ἑαυτοῦ ἀνδρείαν.
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν ἡνίκα κατῆλθεν ὁ Ἡρακλῆς ἐπὶ τὸν Κέρβερον, πόλεμον ᾖρε πρός τε τοὺς νεκροὺς καὶ τὸν Ἅιδην· τρώσας δὲ τὸν Ἅιδην καὶ τοὺς νεκροὺς εἰς φυγὴν τρέψας ἀνήνεγκε τὸν Κέρβερον. καὶ μετὰ θάνατον Ἡρακλέους νομίσαντες οἱ νεκροὶ ὅτι πάλιν βιάσασθαι αὐτοὺς κατῆλθεν ἐμάχοντο πρὸς τὸ εἴδωλον αὐτοῦ. τοῦτο δέ ἐστιν, ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς.
γρ. πάντοσʼ ἀτυσσομένων. νυκτὶ ἐοικώς ἀπὸ κοινοῦ τὸ ἦν.
ἀορτὴρ ὁ τοῦ τελαμῶνος κρεμαστὴρ, ἐξ οὗ τὸ ξίφος ἤρτηται.
χαροποί γρ. χαλεποί.
μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ ἐνταῦθα στικτέον. ὁ γὰρ νοῦς· οὐ τεχνησάμενος πρότερόν τι τοιοῦτον ἐπὶ τοῦτο ἦλθε τὸ ἔργον· οὐδʼ ἂν ἑξῆς τι τοιοῦτον τεχνήσαιτο. ὁ κατασκευάσας ἐκεῖνον τὸν τελαμῶνα ἄλλον τοιοῦτον οὐκ ἐτεχνήσατο, ἀλλʼ οὐδὲ τεχνήσεται. ὡς εἴ τις λέγοι, οἷον Φειδίας ἐποίησε τὸν Δία, τοιοῦτο οὐδὲν ἄλλο. εἰς ἐκεῖνον γὰρ τὸ πᾶν τῆς ἑαυτοῦ τέχνης κατέκλεισε. οἱ δὲ οὕτως· μὴ τεχνησάμενος μηδὲ ἄλλο τι τεχνήσαιτο ἄνθρωπος, ὃς εἰργάσατο τὸν τελαμῶνα ἐκεῖνον, δηλοῦντος τοῦ ποιητοῦ ὡς παντὸς ἂν εὐπετῶς ἔργου γένοιτο τεχνίτης ὁ δημιουργὸς τοῦ τελαμῶνος. ἣ ὡς εἴ τις λέγοι, οἷον Φειδίας ἐποίησε τὸν Δία, τοιοῦτον οὐδὲν ἄλλο ἐν τῇ ἑαυτοῦ ἐνέθηκε τέχνῃ, ἀντὶ τοῦ ἐπενόησε.
ἑῇ ἐγκάτθετο τέχνῃ ἐνέθηκεν ἐν τῇ ἑαυτοῦ τέχνῃ, ὅ ἐστιν ἐπενόησεν. ἐγκάτθετο τινὲς, ὃς κείνῳ τελαμῶνι ἑὴν ἐγκάτθετο τέχνην.
καί μʼ ὀλοφυρόμενος ἐλέγχεται ἐκ τούτων τὰ προκείμενα περὶ τοῦ Ἡρακλέους εἰδώλου, αὐτὸς γὰρ μετʼ ἀθανάτοισι θεοῖσι. πῶς οὖν ὀλοφύρεται ὡς ἐν δεινοῖς ὤν;
ἡγηλάζεις ἄγῃ κακῷ μόρῳ. ἢ διάγεις. δυστυχίαν βουκολεῖς. διάγεις καὶ ὑπομένεις.
ὅνπερ ἐγὼν ὀχέεσκον συνίστησιν ἑαυτὸν τοῖς Φαίαξιν ἐνδεικνύμενος ὅτι τὰ ὅμοια Ἡρακλεῖ ὑπέστη εἰς Ἅιδου καταβάς. ἅμα καὶ τὸ ἄπιστον τῆς καταβάσεως ἐπιστώσατο τῷ περὶ τὸν Ἡρακλέα διηγήματι.
κύνα λέγει τὸν Κέρβερον ἐκσπάσαι με τοῦ Ἅιδου εἰς φῶς.
χαλεπώτερον γρ. κρατερώτερον.
τὸ ἑξῆς, καὶ δὴ ἂν εἶδον τοὺς ἀρχαίους ἄνδρας.
Θησέα Πειρίθοόν τε ὁ μὲν Αἴθρας καὶ Ποσειδῶνος, ὁ δὲ Δίας καὶ Διός.
ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μῆκος ἂν λόγων κατηνάλωσεν εἰ περὶ πάντων διηγήσατο. ἐπεὶ οὖν ἄπιστον ἦν τὸ φιλήκοον ὄντα τὸν Ὀδυσσέα ἑκουσίως τῆς τῶν παραδόξων θεαμάτων ἱστορίας ἀποστῆναι, ἀξιόπιστον τὴν ἀπαλλαγὴν διὰ τοῦ δέους ἐποιήσατο. τὸ μὲν γὰρ μεῖναι τοιούτων τινῶν προφαινομένων ἀσύνετον, τὸ δὲ μηδενὸς ἐπικειμένου κινδύνου κατολιγωρῆσαι τῆς θέας ἀπίθανον.
μή μοι Γοργείην κεφαλὴν καὶ πῶς ἐν τῷ ὅπλῳ τῆς Ἀθηνᾶς ἐγκεῖσθαί φησιν αὐτήν; λέγει γὰρ «λάβε δʼ αἰγίδα θυσσανόεσσαν,» εἶτα ἐπάγει «ἐν δʼ ἔρις, ἐν δʼ ἀλκὴ, ἐν δὲ κρυόεσσα ἰωκὴ, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου» φησὶ δʼ Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνης, ὥσπερ οὐδὲ τὴν ἔριν καὶ τὴν κρυόεσσαν ἰωκὴν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνης γινόμενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. καὶ μήποτε πάλιν ῥητέον ὅτι οὐκ αὐτὴν εἶχεν, ἀλλʼ ὅτι ἐγγεγραμμένην ἐν τῇ ἀσπίδι ὥσπερ σημεῖόν τι. ῥητέον δὲ καὶ τοῦτο, ὅτι οὐδὲ Ὀδυσσεὺς λέγει ὡς ἦν ἐν Ἅιδου ἡ Γοργόνης κεφαλὴ, ἀλλʼ ὅτι αὐτὸς ἐφοβήθη μὴ τοιοῦτος δαίμων ἐκπεμφθῇ. φοβηθῆναι οὖν, οὐκ ἰδεῖν λέγει. ἢ ὅτι ἡ μὲν ψυχὴ ἐν Ἅιδου, τὸ δὲ σῶμα ἐν τῇ ἀσπίδι. καὶ Γοργείην κεφαλὴν οὐ πάντως τὴν τῆς Γοργόνης, ὡς τὸ «τοίην γὰρ κεφαλὴν πόθεον υἷες Ἀχαιῶν,» ἤτοι ἐκεῖ μὲν τὸ σῶμα, ἐν Ἅιδου δὲ τὴν ψυχήν. ἢ Γοργείην κεφαλὴν φοβερόν τινα δαίμονά φησι. ἐκ τούτου τὸ πλάσμα τὸ περὶ τὴν Γοργόνην γέγονεν Ἡσιόδου, καὶ συγγένειαν αὐτῆς γενεαλογεῖν ἐπεχείρησε, καὶ ὀνόματα περιέθηκε, καὶ ὅτι ἐκαρατομήθη. αὐτὴν τὴν Γοργὼ, ὡς τὸ, τοίην γὰρ κεφαλήν. γέλοιον δὲ δεδοικέναι τὴν κεφαλὴν τῆς Γοργόνης, ὥσπερ κεφαλῆς καθʼ ἑαυτὴν ἐλθεῖν δυναμένης.
ἐξ Ἄϊδος Ἀρίσταρχος, ἐξ Ἀΐδεω.
ἐκέλευον γρ. ὤτρυνον.