eul_wid: jtw-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Art of Cooking by Hegesippos the Comic Poet

The Art of Cooking is a lost Athenian comedy by the 4th-century BCE poet Hegesippos. The work survives only through a series of fragments preserved primarily by the grammarian Athenaeus in his Deipnosophistae. The extant passages indicate a play centred on food, cooking, and banquet scenes, offering insight into ancient Greek culinary culture and comic tropes. The fragments suggest the comedy explored the preparation and consumption of food, including themes of gluttony and culinary expertise, as well as the social rituals of banquets and symposia. It featured stock characters, such as the boastful cook or the parasitic guest, and employed detailed references to specific foodstuffs, utensils, and dining practices for humorous effect. The play has no independent manuscript tradition; its entire text derives from quotations in later authors, most notably Athenaeus. As a fragmentary work, its primary importance is twofold. It provides evidence for the themes and evolution of 4th-century BCE comedy, particularly its shift toward social and domestic comedy. Secondly, preserved for its culinary details, it serves as a valuable source for historians studying ancient Greek diet, material culture, and the social role of food.

ΑΔΕΛΦΟΙ
βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς
εἰρημένʼ ἐστίν. ΣΥΡ. ἢ λέγων φαίνου τι δὴ
καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με.
Α. οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,
εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.
οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσὶν
ἔχων περίζωμʼ, ἀλλʼ ἅπαντα τὸν βίον
ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα,
εἴδη λαχάνων ὅσʼ ἐστί, βεμβράδων τρόπους,
φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·
ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,
ἐπὰν τάχιστʼ ἔλθωσιν ἀπὸ τῆς ἐκφορᾶς,
τὰ βάπτʼ ἔχοντες, τοὐπίθημα τῆς χύτρας
ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν.
τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι
διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.
ΣΥΡ. φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;
Α. τὰ πάρεργά μου ταῦτʼ ἔστιν· ἂν δὲ δὴ λάβω
τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμʼ ἅπαξ,
ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,
ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτʼ ὄψει πάλιν·
ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται
ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·
ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν
ἑστήξετʼ ἀχανής, προσπεπατταλευμένος,
ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος
τὴν ῥῖνʼ ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.
ΣΥΡ. μέγας εἶ τεχνίτης. Α. ἀγνοεῖς πρὸς ὃν λαλεῖς·
πολλοὺς ἐγὼ σφόδρʼ οἶδα τῶν καθημένων,
οἳ καταβεβρώκασʼ ἕνεκʼ ἐμοῦ τὰς οὐσίας.
ΦΙΛΕΤΑΙΡΟΙ
Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτʼ ἐστὶ τἀγαθόν,
ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
εὖ γʼ, ὦ κράτιστʼ ἄνθρωπε καὶ σοφώτατε·
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστʼ οὐδὲ ἓν
ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.
ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ
Σατύας Σατύαντος