eul_wid: vta-ahd
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book IV by Scholia on the Iliad and Odyssey

The gods meet on the golden floor of Zeus's hall, and a scholion on the fourth book asks why Hebe pours for all of them while Ganymede serves Zeus alone, answering with an allegory of Zeus as first mind. In Agamemnon's review of the army the men of the two Ajaxes mass like a storm cloud, and Nestor marshals his captains Pelagon, Alastor and Chromius. A man struck from a distance is distinguished from one wounded hand to hand.

Part of D-Scholia on the Iliad

Πὰρ Ζηνί. Παρὰ τῷ Διΐ. Παρεσχημάτισται δὲ ἀπὸ τοῦ Ζεὺς ὁ Ζήν. τὸ πάθος ἀποκοπή. Ἠγορόωντο. Διελέγοντο, ἐκκλησιάζοντο. Ἀπὸ τοῦ, ἀγορεύειν. Ἐξ οὗ, ἠθροίζοντο.

Χρυσέῳ ἐν δαπέδῳ. Ἀντὶ τοῦ, ἐν τῷ κεχρυσωμένῳ καὶ καλῷ τόπῳ. Ἰστέον δὲ, ὅτι, ὅταν μὲν στερεὸν λέγειν βούληται, τότε πολύχαλκόν φησιν· ὅταν δὲ, καλὸν, χρυσοῦν λέγει οὐρανόν. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Πότνια. Σεβασμία, ἔντιμος. Ἥβη. Ἥρας θυγάτηρ, Ἡρακλέους δὲ γυνή. Ἐζήτηται, διʼ ἣν αἰτίαν ὁ Γανυμήδης, οἰνοχόος ὢν τοῦ Διὸς, οὐ πᾶσιν ὑπηρετεῖ. Ἔνιοι μὲν οὖν φασιν, ὅτι Διὸς μόνον ἦν διάκονος, καὶ οὐκ ἐξῆν αὐτῷ πᾶσιν οἰνοχοεῖν. ἡ δὲ Ἥβη εὐλόγως, ὅτι κοινὴ πάντων ἐστίν. Ἄλλοι δὲ, ὅτι, σκέψεως περὶ τῆς Ἰλίου πορθήσεως γιγνομένης, εὐοικονομήτως ἄπεστι τοῦ συνεδρίου, ἵνα μηδὲν ἐναντίον γένηται, διὰ τὴν πρὸς αὐτὸν χάριν, ἢ μόνος δόξῃ τὶ οἰκτίζεσθαι. Διὰ τί μόνῳ τῷ Διῒ Γανυμήδης ὑπηρετεῖ; Ῥητέον, ὅτι ἅπασιν ἡ Ἥβη διακονεῖ, ἐπειδὴ τὸ θεῖον πᾶν ἀεὶ νεάζει τε καὶ ἡβᾷ. Τοῦτο γὰρ βούλεται αὐτοῖς ἥ τε ἀμβροσία, ἀβροσία τὶς οὖσα, καὶ τὸ νέκταρ, παρὰ τὸ νεάζειν, λεχθέν. Γαννυμήδης δὲ ὑπηρετεῖ μόνῳ τῷ Διῒ, ὅτι ὁ μὲν Ζεὺς πρῶτος ἐστὶ νοῦς, μόνος δὲ ὁ νοῦς ἔχει οἰκεῖον τὸ, τοῖς μήδεσι γάννυσθαι. τοῦτο γὰρ ὁ Γαννυμήδης.

Νέκταρ. Τὸ τῶν θεῶν πόμα. Ἐῳνοχόει. Ἀντὶ τοῦ, ἐνέχει, ἐκίρνα. Ἔστι δὲ ὁ τρόπος κατάχρησις, κυρίως γὰρ τὸ οἰνοχοεῖν ἐπὶ οἴνου λεχθῆναί ἐστι. Τοὶ δέ. Οὗτοι δέ. Δεπάεσσιν. Ἐκπώμασι, ποτηρίοις.

Δειδέχατο. Ἐδεξιοῦντο. Τρῴων πόλιν. Τὴν Ἴλιον. Εἰσορόωντες. Ὁρῶντες, βλέποντες.

Ἐπειρᾶτο. Ἀπόπειραν ἐποιεῖτο. Ἐρεθιζέμεν. Ἐρεθίζειν, παροξύνειν.

Κερτομίοις. Ἐρεθιστικοῖς, χλευαστικοῖς, ἢ ἀποτόμοις. τὸ κέαρ τέμνουσιν, ὅ ἐστι, τὴν ψυχήν. Παραβλήδην. Παραβολάδην. ἀπατητικῶς. ἢ, παραβαλὼν τὴν ἀρχὴν τοῦ λόγου, πρὶν ἐκεῖνον ἀποσιωπῆσαι.

Δοιαί. Δύο. Ἀρηγόνες. Βοηθοί. Θεάων. Τῶν θεῶν.

Ἥρη τʼ Ἀργείη. Ἡ ἐν Ἄργει τῆς Πελοποννήσου πόλει τιμωμένη. Καὶ ἀλαλκομενηΐς. Ἡ ἀλάλκουσα τῷ μένει. ὅ ἐστι βοηθοῦσα. Ἢ, ἐν Ἀλαλκομεναῖς, πόλει τῆς Βοιωτίας, τιμωμένη, ἔνθα καὶ Ἀλαλκομένειον Ἀθηνᾶς ἱερόν. Ἢ, ἀπὸ τοῦ Ἀλαλκομενίου ὄρους τῆς Ἀττικῆς. Ἢ, ἡ παρὰ Ἀλαλκομένει τραφεῖσα τῷ Βοιωτῷ.

Ἀλλʼ ἦτοι ταί. Ἀλλὰ γὰρ αὗται μέν. Νόσφι. Χωρίς. Εἰσορόωσαι. Ὁρῶσαι, βλέπουσαι.

Τέρπεσθον. Τέρπονται. δυϊκῶς. Τῷ δʼ αὖτε. Τούτῳ δὲ δή. Φιλομειδής. Καθʼ Ἡσίοδον, ὅτι μηδέων ἐξεφαάνθη. ἢ ἡ φιλόγελως.

Παρμέμβλωκε. Παραμένει, πάρεστιν. Ἀμύνει. Ἀποτρέπει, ἀποσοβεῖ.

Ἐξεσάωσεν. Ἔσωσεν. Ὀϊόμενον. Ὑπολαμβάνοντα, προσδοκοῦντα. Θανέεσθαι. Ἀποθανεῖν.

Ἀλλʼ ἦτοι νίκη μέν. Ἀλλʼ ἡ μὲν νίκη.

Φραζώμεθα. Βουλευώμεθα, σκεπτώμεθα. Ὅπως. Ὃν τρόπον.

Ἤ ῥʼ αὖτις. Ἢ ἐκ δευτέρου. Φύλοπιν. Μάχην τὴν κατὰ πλήθη. Αἰνήν. Δεινὴν, χαλεπήν.

Ὄρσομεν. Διεγείρωμεν, ἐμβαλοῦμεν. Μετʼ ἀμφοτέροισιν. Ἐν ἀμφοτέροις, Τρωσὶ καὶ Ἕλλησιν.

Εἰ δʼ αὕτως. Εἰ δὲ οὕτως.

Ἦτοι μὲν οἰκέοιτο. Ὄντως γὰρ οἰκοῖτο.

Ἄγοιτο. Ἐπαγάγοιτο.

Ἐπέμυξαν. Μεμυκόσι τοῖς χείλεσιν ἐπεστέναξαν. Ὃ πάσχουσιν οἱ ὀργιζόμενοι, καὶ μηδὲν ποιεῖν δυνάμενοι.

Πλησίαι. Ἐγγύς. Αἵγε. Αὗται. Ἥσθην. Ἐκαθέζοντο. δυϊκῶς. Μεδέσθην. Ἐβουλεύοντο, διενοοῦντο.

Ἦ τοι Ἀθηναίη. Ἡ μὲν Ἀθηνᾶ. Ἀκέων. Ἀντὶ τοῦ ἀκέουσα. ἤγουν ἥσυχος ἦν. κεῖται δὲ ἀντὶ μεσότητος τῆς ἀκῆς. τίθησι γὰρ αὐτὸ καὶ ἐπὶ πληθυντικοῦ· ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι. Οὐδέ τι εἶπεν. Οὐδὲν ἐφθέγξατο.

Σκυζομένη. Ὀργιζομένη. Ἄγριος. Χαλεπὸς, ἀπηνής. Ἥιρει. Κατελάμβανεν.

Οὐκ ἔχαδε. Οὐκ ἐχώρησε. διὰ τὸ μέγεθος. Χόλον. Ἄγριον ὀργήν.

Ἅλιον. Μάταιον, ἄπρακτον. Θεῖναι. Ποιῆσαι. Πόνον. Κάματον. Ἠδʼ ἀτέλεστον. Καὶ ἀπλήρωτον.

Ἱδρῶθʼ. Τὸ τέλειον, ἱδρῶτα. Μόγῳ. Ταλαιπωρία, καμάτῳ. Καμέτην. Ἐκοπίασαν. δυϊκῶς.

Ἀγειρούσῃ. Ἀθροιζούσῃ. Τοῖό τε παισί. Καὶ τοῖς τούτου παισίν.

Ἔρδε. Πράττε. Ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. Οὐ μὴν συναινοῦμέν σοι οἱ λοιποὶ θεοί. Ὅ ἐστιν, οὐκ ἐπαινοῦμέν σε τοῦτο ποιοῦντα.

Ὀχθήσας. Στενάξας.

Τί νύ σε. Τί δή σε.

Τόσσα. Τοσαῦτα. Ῥέζουσι. Πράττουσιν. Ὅτʼ ἀσπερχές. Ὅτι ἀδιαλείπτως. Μενεαίνεις. Προθυμῇ.

Ὠμὸν βεβρώθοις. Ὠμὸν φάγοις.

Τότε κεν. Τότε ἄν. Ἐξακέσαιο. Ἰάσαιο.

Ἔρξον ὅπως ἐθέλεις. Πράξον ὅπως ἂν βούλῃ. Μὴ τοῦτό γε νεῖκος. Μὴ αὕτη ἡ φιλονεικία. Ὀπίσσω. Ἐν τῷ μεταταῦτα χρόνῳ. Τὸ δὲ ὅλον· μὴ αὕτη φημὶ ἡ ἔρις μεγάλης ἔχθρας ἐν ὑστέρῳ ἡμῖν αἰτία γένηται.

Ὁππότε κεν. Ὁπότε ἄν. Μεμαώς. Προθυμούμενος, θέλων. Ἐξαλαπάξαι. Ἐκπορθῆσαι, καταστρέψαι.

Τὴν ἐθέλω. Ἣν ἂν βουληθῶ. ἔλαβε δὲ ἄρθρον προστακτικὸν ἀντὶ ὑποτακτικοῦ. Ὅθι. Ἐνταῦθα, ὅπου. Ἐκγεγάασιν. Ἐκγεγένηνται, κατοικοῦσι.

Μήτι. Μηδαμῶς. Διατρίβειν. Παρέλκειν, ἀναβάλλεσθαι. Ἀλλά μʼ ἐᾶσαι. Ἀλλὰ συγχωρῆσαί με.

Δῶκα ἑκών. Ἔδωκα θέλων. Δοκεῖ δέ πως ἐναντίον εἶναι τὸ ἑκὼν, τῷ, ἀέκοντί γε θυμῷ. Διὸ καλῶς ὁ Τρύφων, συναλείψας ἐν τῷ δῶκα, συνάπτει τὸ ἀέκων. Ἵνʼ ᾖ, δῶκʼ ἀέκων, ἀέκοντί γε θυμῷ. Ἢ, ἑκὼν ἐγώ σοι ἔδωκα, ἀεκούσης μου τῆς διανοίας. ὅ ἐστι, καίπερ μὴ βουλόμενος. Καὶ γὰρ ἐγώ σοι δῶκα ἑκὼν, ἀέκοντί γε θυμῷ. Ζητεῖται, πῶς ὁ Ζεὺς ἅμα μὲν ἑκὼν λέγει τῇ Ἥρᾳ χαρίσασθαι, ἅμα δὲ ἄκων; Ἔστιν οὖν εἰπεῖν, ὅτι ἑκὼν μὲν δίδωσιν, ὡς ἂν ἀδελφῇ, καὶ γυναικί· ἄκων δὲ, ὅτι τοὺς φιλτάτους πρὸς ἀπώλειαν δίδωσιν. Καὶ γὰρ οἱ ἐν θαλάσσῃ πλέοντες, ὁπότʼ ἂν περιπέσωσι κινδύνῳ, ἐκβάλλουσι τὸν φόρτον εἰς τὴν θάλασσαν, ἑκόντες τε, καὶ ἄκοντες· ἑκόντες μὲν, ἵνα σωθῆναι δυνηθῶσιν· ἄκοντες δὲ, ὅτι τὸν φόρτον ἀπολλῦσιν, διʼ ὃν πλέουσιν.

Αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι. Ὅσαι γὰρ ὑπὸ τὸν ἥλιον, καὶ τὸν τοὺς ἀστέρας ἔχοντα οὐρανόν.

Ναιετάουσι. Κατοικοῦνται. ἐνεργητικὸν εἶπεν ἀντὶ παθητικοῦ.

Τάων μοι. Τούτων μοι. Περὶ κῆρι. Ἐκ ψυχῆς. Τιέσκετο. Ἐτιμᾶτο. Ἱρή. Ἱερὰ, μεγάλη.

Ἐϋμελίω. Τοῦ εὖ ποτε τῇ μελίᾳ χρησαμένου. πολεμικοῦ. Μελία δὲ εἶδος δένδρου εὐθέτου εἰς δόρατος κατασκευήν.

Λοιβῆς. Σπονδῆς. Κυρίως δὲ τῆς ἀναφερομένης ἐκ τῶν θυμάτων ἀναθυμιάσεως. Τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. Ταύτης γὰρ τῆς τιμῆς κατηξιώθημεν ὑπὸ τῶν ἀνθρώπων.

Βοῶπις. Μελανόφθαλμος, καλή.

Ἦτοι ἐμοί. Ἐμοὶ μὲν δή. Πολὺ φίλταται. Προσφιλέσταται. Πόληες. Πόλεις. Τὸ λη η διὰ τὸ μέτρον.

Τάς. Ταύτας. Διαπέρσαι. Ἐκπόρθησον. Ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ὅταν τοι. Ὅτʼ ἄν σοι. Ἀπέχθωνται. Μισηθῶσιν.

Πρόσθʼ ἵσταμαι. Προΐσταμαι, ὑπερμαχῶ. Οὐδὲ μεγαίρω. Οὐδὲ φθονῶ, οὐδὲ ἀντιπράττω.

Οὐκ εἰῶ. Οὐκ ἐῶ, οὐ συγχωρῶ.

Οὐκ ἀνύω. Οὐδὲν ὠφελῶ, οὐδέν σοι πράσσω. Ἐπειή. Ἐπειδή.

Χρή. Προσῆκόν ἐστι. Θέμεναι. Θεῖναι, ποιῆσαι. Οὐκ ἀτέλεστον. Οὐκ ἀπλήρωτον.

Ἔνθεν. Ἐντεῦθεν. Ὅθεν σοί. Τῶν αὐτῶν γονέων.

Πρεσβυτάτην. Ἐντιμωτάτην. Τέκετο. Ἐγέννησεν. Ἀγκυλομήτης. Ἀγκύλα καὶ σκολιὰ βουλευόμενος. ἢ ὁ περὶ τῶν δυσευρέτων καὶ σκολιῶν εὐχερῶς δυνάμενος βουλεύσασθαι. συνετός.

Ἀμφοτέρων. Κατὰ ἀμφότερα, διὰ τὸ καὶ ἀδελφὴν εἶναί σου, καὶ γυναῖκα. Γενεῇ. Τῇ γενεᾷ. Καὶ οὕνεκα. Καὶ ὅτι. Παράκοιτις. Γαμετή.

Κέκλημαι. Εἰμὶ, ὑπάρχω.

Ἀλλʼ ἦ τοι. Ἀλλὰ γάρ. Ὑποείξομεν. Εἴξομεν, συγχωρήσομεν.

Ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι. Ἐπακολουθήσουσι δὲ τῇ ἡμῶν γνώμῃ καὶ οἱ λοιποὶ θεοί.

Θᾶσσον. Τάχιον. Ἐπιτεῖλαι. Ἀντὶ τοῦ ἐπίτειλον. ὅ ἐστι, πρόσταξον. Διὸ περισπωμένως δεῖ ἀναγινώσκειν. ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ, ἐπίτειλον, καὶ πρόσταξον. Τὸ δὲ παροξυνόμενον ἐπιτεῖλαι, εὐκτικόν ἐστι, προσώπου τρίτου.

Πειρᾷν. Ἀπόπειραν λαβεῖν. Ὥς κεν. Ὅπως ἄν. Ὑπερκύδαντας. Ὑπεράραντας τῇ δόξῃ, διὰ τὴν Μενελάου νίκην.

Ἄρξωσιν. Ἄρξωσι, προλάβωσι. Δηλήσασθαι. Βλάψαι.

Πάρος μεμαυῖαν. Καὶ πρότερον προθυμουμένην.

Ἀΐξασα. Ὁρμήσασα.

Οἷον δʼ ἀστέρα ἧκε. Τὸν λεγόμενον κομήτην. Ἀστὴρ δὲ ἄστρου διαφέρει. ὅτι ὁ μὲν ἀστὴρ ἕν τι ἐστί. τὸ δὲ ἄστρον ἐκ πολλῶν συνέστηκεν ἀστέρων, ζώδιον ὄν. ὃ καὶ ἀστροθέτημα καλεῖται. Ἧκεν. Ἔπεμψε.

Τέρας. Σημεῖον.

Τοῦδέ τε. Τούτου δὲ τοῦ ἀστέρος. Ἵενται. Ἀφίενται, ἀποπηδῶσιν.

Εἰκυῖʼ. Ὁμοία. Ἄλλοι, ἰκέλη. Ἤϊξεν. Ὥρμησεν.

Κὰδʼ δʼ ἔθορε. Κατεπήδησε. Θάμβος. Ἔκπληξις, φόβος.

Εἴπεσκεν. Εἶπεν.

Ἤ ῥʼ αὖτις. Ἢ πάλιν.

Τίθησι. Ποιεῖ.

Ταμίης. Ταμίας, διατάκτωρ. ὅ ἐστι δεσπότης. Τέτυκται. Κατεσκεύασται, ὑπάρχει.

Κατεδύσατο. Κατῆλθεν.

Ἀντηνορίδῃ. Ἀντήνορος παιδὶ Λαοδόκῳ. Αἰχμητῇ. Πολεμιστῇ.

Διζημένη. Ζητοῦσα. Ζητεῖν δὲ προσποιεῖται ἡ θεὸς τὸν Πάνδαρον, ἐπειδὴ μορφήν τε καὶ εἶδος ἀνθρώπου προσείληφεν. Εἴ που ἐφεύροι. Εἴπου εὕροι. Οὐκ ἀσέβει φησιν Πάνδαρος, εἰ ἡ Ἀθηνᾶ συνεβούλευσε, καὶ Ζεὺς ἀπέσταλκε; Ῥητέον οὖν, ὅτι ὁ μὲν Ζεὺς, εἰδὼς, οὐ καλῶς τοὺς ὅρκους γεγενημένους, — οὐδὲ γὰρ ἕτερον Τρῶες ἢ ἐπὶ τοῖς ἀλλοτρίοις ὤμοσαν, — διατοῦτο ἐσπούδασε λυθῆναι τὰς ἀδίκους συνθήκας. Ἀθηνᾶν δὲ νῦν ὑποληπτέον τὸν λογισμὸν αὐτοῦ τοῦ Πανδάρου. Καὶ αὐτὸς πρὸς ἑαυτὸν ταῦτα διελογίζετο. ἄπιστοι γὰρ Λυκάονες, καὶ Ἀριστοτέλης μαρτυρεῖ. Ἄλλοι δὲ, καὶ τοῖς Ὁμήρου λύοντες, φασὶ, προειρηκέναι τὸν Ποιητὴν, πειρᾷν, αἴκε θέλῃσιν οὐχὶ πείθειν.

Εὗρε. Κατέλαβε. Λυκάονος υἱόν. Τὸν Πάνδαρον. Ἀμύμονα. Ἀγαθὸν καὶ ἄψογον τῇ τοξικῇ.

Ἑσταότα. Ἑστηκότα. Κρατεραί. Ἰσχυραὶ, γενναῖαι. Ἀσπιστάων. Πεζῶν, ὁπλιτῶν.

Ἕποντο. Ἠκολούθουν. Ἀπʼ Αἰσήποιο ῥοάων. Ἀπὸ τῶν τοῦ Αἰσήπου ῥευμάτων καὶ ῥείθρων. Ὁ δὲ Αἴσηπος, ποταμὸς τῆς ὑπὸ Ἴδην Λυκίας.

Ἦ ῥα νύ μοι. Ἆρα ἄν μοι. Ἔστι δὲ ἐπίῤῥημα διαπορητικόν. Πίθοιο. Πεισθείης. Διατί δὲ ἡ Ἀθηνᾶ, εἰς σύγχυσιν τῶν ὅρκων, οὐ τῶν Τρώων τινὰ, ἀλλὰ τῶν ἐπικούρων, καί τοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον, εἰ τῶν οἰκείων ᾖ, καὶ διατί τῶν ἐπικούρων τὸν Πάνδαρον, ἐπελέξατο; Καί φησιν ὁ Ἀριστοτέλης, ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ Ποιητής φησιν· Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. Τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο, ὡς φιλοχρήματον. Σημεῖον δὲ, ἡ τῶν ἵππων αὐτοῦ ἐπʼ οἴκου κατάλειψις, ἵνα μὴ δαπανᾷ, καὶ ὅτι φύσει ἐπίορκος. Τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι, ὅθεν ἦν, ἐπίορκον. Οἱ δέ τινες οὕτως λύουσιν, ὅτι ἀρίστου ἦν χρεία, τοῦ δυναμένου τρῶσαι καὶ καταστοχάσασθαι. Οὐκ ἦν δὲ ἐν τῷ Τρωϊκῷ μέρει τὶς, ἢ Ἀλέξανδρος καὶ Πάνδαρος, εὐφυεῖς οὕτως, ὡς καὶ ἐπιφωνῆσαι τὸν Ποιητήν· Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. Ὃ σημαίνει τὴν τοξικήν. Καὶ ὡς ἄριστον αὐτὸν ἐπελέξατο τοξότην. Δαΐφρον. Πολεμικὸν φρόνημα ἔχων.

Τλαίης κεν. Καρτερήσειας ἄν. ὑπομείνειας. Μενελάῳ ἐπιπροέμεν. Ἐπιπέμψαι τῷ Μενελάῳ. ἔστι δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. Ταχύν. Τὸν ταχέως φερόμενον.

Πᾶσι δέ κε Τρῴεσσιν. Ἀντὶ τοῦ, παρὰ πάντων τῶν Τρώων. Κῦδος. Δόξαν. Ἄροιο. Κτήσοι, λάβοιο.

Τοῦ κεν δὴ πάμπρωτα. Παρὰ τούτου δὴ πάντων πρῶτον. Πρόσκαιρον δὲ ἡ Ἀθηνᾶ βασιλέα κέκληκε τὸν Ἀλέξανδρον, ἕνεκα τοῦ πεῖσαι αὐτὸν τὸν Πάνδαρον ἐλπίδι μείζονος δωρεᾶς. Φέροιο. Ἀπενέγκοιο, λάβοις.

Αἴ κεν ἴδῃ. Ἐὰν θεάσηται.

Δμηθέντα. Ἀναιρεθέντα, δαμασθέντα. Πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. Ἀλεγεινῆς, χαλεπῆς. Οἱ γὰρ ἀρχαῖοι τὰ σώματα οὐκ ἔθαπτον ἐπὶ γῆν, εἰ μὴ πρότερον ἔκαυσαν. Εἶθʼ οὕτως τὴν τέφραν σὺν τοῖς ὀστέοις ἐχώννυον, ἐν ἀγγείῳ τινὶ ἀποθέμενοι. Ἐπιβάντα. Ἐπιβιβασθέντα. ἐπιτεθέντα.

Ὀΐστευσον. Τόξευσον. Μενελάου. Ἀντὶ τοῦ, κατὰ τοῦ Μενελάου. Κυδαλίμοιο. Ἐνδόξου.

Εὔχεο. Εὔχου. Λυκηγενέϊ. Τῷ ἐν Λυκίᾳ τιμωμένῳ, γεγενημένῳ. Φασὶ γὰρ, ὅτι λαθεῖν σπουδάζουσα ἡ Λητὼ τὴν Ἥρας ζηλοτυπίαν, εἰς Λυκίαν ἀπιοῦσα, ἐγέννησεν ἐκεῖ τὸν Ἀπόλλωνα. Κλυτοτόξῳ. Ἐνδόξῳ περὶ τὴν τοξικὴν τέχνην. Τεσσάρων γὰρ τεχνῶν ἔφορος ὁ θεός· τοξικῆς, ἰατρικῆς, μουσικῆς, καὶ μαντικῆς.

Πρωτογόνων. Πρωτογεννήτων, πρωΐμων. Ῥέξειν. Ἱερουργήσειν, θύσειν.

Νοστήσας. Ὑποστρέψας, ἐπανελθὼν εἰς τὴν θαυμαστὴν Ζέλειαν. Ἡ γὰρ ὑπὸ τῇ Ἴδῃ Λυκία, Ζέλεια ἐκαλεῖτο, διὰ τὸ τὸν Ἀπόλλωνα ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ἄστυ. Πόλιν. Ἔνθα καὶ τὸν πολιτικὸν ἐφέστιον φαμέν.

Ἄφρονι. Ἀνοήτῳ, ἀσυνέτῳ.

Ἐσύλα. Ἐγύμνου, ἐξέλαβε τῆς θήκης. Ἐΰξοον. Καλῶς ἐξεσμένον, ὅ ἐστι κατεσκευασμένον. Ἰξάλου. Ἤτοι τελείου, ἢ πηδητικοῦ καὶ ὁρμητικοῦ. Παρὰ τὸ ἱκνεῖσθαι. Ἢ, ὡς ὁ Πορφύριος λέγει, τὸν τομίαν. Συμβαίνει γὰρ πολλάκις, τῶν ἀγρίων αἰγῶν τοὺς τελείους, διωκομένους ἐν ταῖς θήραις, κατὰ παράτριψιν ἀποβάλλειν τὰ γεννητικὰ μόρια.

Ὑπὸ στέρνοιο. Ὑπὸ τὸ στῆθος. Ἐπιτυχὼν δὲ ἔβαλε.

Δεδεγμένος. Ἐπιτηρήσας. ἐκδεχόμενος. Ἐν προδοκῇσι. Τόποις πρὸς ἐνέδραν ἐπιτηδείοις προσκοπεῦσαι. Ἀπὸ τοῦ δοκεῖν.

Κέρα. Κέρατα. Ἀποκοπὴ τὸ πάθος. Ἑκκαιδεκάδωρα. Ἑκκαίδεκα παλαιστῶν. Δῶρον γὰρ καλεῖται ἡ παλαιστή. ἥ ἐστιν ἔκτασις τῆς χειρὸς τῶν τεσσάρων δακτύλων. Οἱ δὲ, ἑκκαίδεκα ἐνιαυτῶν. ὧρος γὰρ, ὁ ἐνιαυτός. Ὅπερ ἄτοπον. Πεφύκει. Ἐβεβλαστήκει.

Ἀσκήσας. Κοσμήσας. ἐργασάμενος. Κεραοξόος. Κερατουργὸς, κερατογλύφος. Ἤραρε. Προσήρμοσε. Τέκτων. Ὁ καλούμενος τοξοποιός. Ἢ κοινῶς, πᾶς τεχνίτης τέκτων λέγεται. Ἀπὸ τοῦ τεύχειν, ὅ ἐστι, κατασκευάζειν τί.

Λειήνας. Ξέσας, λεῖα ποιήσας. Κορώνην. Νῦν τὸ ἐπικαμπὲς ἄκρον τοῦ τόξου λέγει, ὅθεν ἀπήρτηται ἡ νευρά.

Τανυσσάμενος. Ἐκτείνας. Ποτὶ γαίῃ ἀγκλίνας. Πρὸς τῇ γῇ ἐπήρεισεν ἑαυτόν. δηλαδὴ ὥστε μὴ ὁρᾶσθαι ὑπὸ τῶν Ἑλλήνων.

Πρόσθεν. Ἔμπροσθεν αὐτοῦ. Σάκεα. Τὰς ἀσπίδας. Σχέθον. Ἔσχον.

Μὴ πρίν. Μὴ πρότερον. Ἀναΐξειαν. Ἀνορμήσειαν.

Βλῆσθαι. Βληθῆναι.

Ἐσύλα πῶμα. Ἀφῄρει τῆς βελοθήκης τὸ πῶμα. Ἕλετο. Εἵλετο, ἔλαβεν.

Ἀβλῆτα. Μή πω ἐπιβεβλημένον. καινόν. Πτερόεντα. Ἐπτερωμένον, ἢ ταχέως φερόμενον. Μελαινάων. Εἰς βάθος διηκουσῶν, δεινῶν. Ἕρμʼ ὀδυνάων. Ἔρεισμα ἐνερεῖδον τὰς ὀδύνας.

Κατεκόσμει. Κατετίθει, κατέταττε, ἥρμοζε τῇ νευρᾷ. Πικρόν. Ὀδυνηρὸν, χαλεπόν.

Γλυφίδας. Τὰς παρὰ τοῖς πτεροῖς ἐντομὰς τοῦ βέλους. τὴν χηλὴν, ὅπου ἐντίθεται ἡ νευρά.

Μαζῷ. Τῷ μαστῷ. Πέλασσε. Προσήγαγε. Σίδηρον. Τὴν ἀκμὴν τοῦ βέλους.

Κυκλοτερές. Εὔκυκλον. Ἐπὶ τοσοῦτόν, φησιν, ἔτεινε τὸ τόξον, ὡς κυκλοτερὲς γενέσθαι.

Λίγξε. Ποιόν τινα ἦχον ἀπετέλεσε. Βιός. Ὀξυτόνως, τὸ τόξον. Ἴαχεν. Ἦχον ἀπετέλεσεν. Ἆλτο. Ἀφήλατο.

Ὀξυβελής. Ἤτοι, ὁ ταχέως βάλλων. ἢ, ὁ ταχέως βαλλόμενος. Καθʼ ὅμιλον. Κατὰ τὸ πλῆθος. Ἐπιπτέσθαι. Ἐπιπετασθῆναι, ἐφάψασθαι. Μενεαίνων. Προθυμούμενος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα.

Οὐδὲ σέθεν, Μενέλαε, θεοὶ μάκαρες λελάθοντο. Σοῦ δὲ, ὦ Μενέλαε, οἱ θεοὶ, οἱ μακαρισμοῦ ἄξιοι, οὐκ ἐπελάθοντο. Καλεῖται δὲ ὁ τρόπος οὗτος ἀποστροφή.

Ἀγελείη. Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τῶν πολεμίων. ὅ ἐστι, λαφυραγωγός.

Ἥ τοι. Ἥ τις σοι. Πρόσθεν στᾶσα. Προσταθεῖσά σοι, καὶ ὑπερασπίσασα. ἐξ οὗ, ῥυσαμένη.

Τόσον. Τοσοῦτον. Ἔεργεν. Ἀπεῖργεν, ἐκώλυεν. Ἀπὸ χροός. Ἀπὸ τοῦ χρωτὸς, ἀπὸ τοῦ σώματος. Ὡς ὅτε μήτηρ. Δίκην μητρός.

Ἐέργει. Ἀπείργει, κωλύει. Ὅτε. Ὁπότε. Ἡδέϊ λέξεται ὕπνῳ. Ὁπότʼ ἂν τῷ ἡδυτάτῳ ὕπνῳ κρατηθὲν ἀποκοιμηθῇ.

Αὐτὴν δʼ αὖτε. Αὐτὴ δὲ ἡ δαίμων. Ἴθυνεν. Ἐπʼ εὐθείας ἐνεχθῆναι ἐποίησε. Ζωστῆρος ὀχῆες. Οἱ συνέχοντες τὸν ζωστῆρα ἱμάντες.

Χρύσειοι. Χρυσοῖ. Σύνεχον. Συνεῖχον, ἔσφιγγον. Διπλόος. Διπλοῦς. Ἤντετο. Ἀπήντα, ὑπέκειτο.

Ἐν δʼ ἔπεσεν. Ἐνέπεσε δέ. Ἀρηρότι. Εὖ ἡρμοσμένῳ.

Ἐλήλατο. Διεληλύθει, ἐπέπηκτο. Δαιδαλέοιο. Πολυκατεργάστου, ποικίλου.

Ἠρήρειστο. Ἥρμοστο, ἐνεπάγη.

Μίτρης. Ζώνης. Μίτρα δὲ ἐλέγετο τὸ ἐσώτερον τῆς λαγόνος εἵλημα. ἐρεοῦν χαλκῷ ἔξωθεν περιειλημένον. Ἔρυμα χροός. Φύλαγμα καὶ ἀσφάλεια τοῦ σώματος. Ἕρκος ἀκόντων. Τειχίον καὶ περίφραγμα τῶν ἀκοντίων.

Ἥ οἱ. Ἥτις αὐτῷ. Πλεῖστον ἔρυτο. Πολὺ ἐβοήθησε. Διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. Διῆλθε δὲ καὶ διὰ ταύτης.

Ἀκρότατον χρόα. Τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐπέγραψεν. Ἐπέξεσεν.

Ἔῤῥεεν. Ἔῤῥει, ἐφέρετο. Κελαινεφές. Μέλαν ὡς νέφος. Ἐξ ὠτειλῆς. Ἐκ τοῦ τραύματος. Ἀπὸ τοῦ οὐτᾶσθαι δὲ γίγνεται, ὅ ἐστι, τετρῶσθαι. Διαφέρει ὠτειλῆς οὐλή. Ὠτειλὴ μὲν λέγεται αὐτὸ τὸ τραῦμα. οὐλὴ δὲ ὁ τύλος τοῦ θεραπευθέντος τραύματος.

Ἐλέφαντα. Ἐλεφάντινον ὀστοῦν. Φοίνικι. Φοινικῷ χρώματι, ὅ ἐστιν, ἐρυθρῷ. Μιῄνῃ. Χρίσῃ, βάψῃ.

Μῃονίς. Λυδή. Κάειρα. Καρίνη. ἀπὸ Καρίας, ὡς τῶν χωρίων τούτων τὸ παλαιὸν καλαῖς βαφαῖς χρωμένων. Παρήϊον. Παραγναθίδιον, τὸ νῦν χαλινάριον καλούμενον.

Ἐν θαλάμῳ. Ἐν τῷ οἴκῳ. Πολέες τέ μιν. Πολλοὶ δὲ αὐτόν. Ἠρήσαντο. Ηὔξαντο.

Ἄγαλμα. Καλώπισμα πᾶν, ἐφʼ ᾧ τις ἀγάλλεται καὶ χαίρει. Οἱ δὲ μεθʼ Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον.

Ἐλατῆρι. Τῷ ἡνιόχῳ.

Τοῖοί τοι. Οὕτως σοι. Μιάνθην. Ἐμιάνθησαν, ἐμολύνθησαν.

Εὐφυέες. Εὐφυεῖς, καλοί. Σφυρά. Τὰ ἀπολήγοντα μέρη πρὸς τῷ ἀστραγάλῳ, καὶ ἐκ πλαγίων ἐξέχοντα τῆς κνήμης καὶ τῆς πτέρνης. Εἴρηται δὲ μεταφορικῶς, ἀπὸ τῶν χαλκευτικῶν σφυρῶν. Ὑπένερθεν. Ὑποκάτωθεν.

Ῥίγησεν. Ἐφοβήθη, ἔφριξεν.

Ὡς δʼ ἴδεν. Ὡς ἐθεάσατο δέ.

Νεῦρόν τε καὶ ὄγκους. Νεῦρον μὲν, ἐν ᾧ δέδεται τὸ σίδηρον τοῦ βέλους πρὸς τὸν κάλαμον. Ὄγκους δὲ τὰς ἀκίδας, καὶ ἐξοχὰς τοῦ βέλους. Ἐκτὸς ἐόντας. Ἔξωθεν τοῦ βέλους ὁρωμένας.

Ἄψοῤῥόν οἱ θυμός. Εἰς τοὐπίσω πάλιν αὐτῷ ἡ ψυχή. Ἀγέρθη. Τουτέστιν, ἐπισυνηθροίσθη, ἐπισυνήχθη.

Βαρυστενάχων. Μεγάλα στενάζων.

Ἔχων. Κρατῶν.

Κασίγνητε. Ἀδελφέ. Θάνατόν νύ τοι. Τὸν θάνατον δή σοι. Ὅρκιʼ ἔταμνον. Ἀντὶ τοῦ, ἐπὶ τῷ σῷ θανάτῳ τοὺς ὅρκους ἐποίησα.

Οἶον. Μόνον σε περὶ τῶν. Ἑλλήνων μάχεσθαι προὔστησα.

Ὡς ἔβαλον Τρῶες. Ἀντὶ τοῦ, ὃν τρόπον σε οἱ Τρῶες καταφρονήσαντες τῶν ὅρκων.

Οὐ μέν πως. Οὐδαμῶς μέν. Ἅλιον. Μάταιον. Πέλει. Γενήσεται.

Ἄκρητοι. Ἀτέλεστοι, ἀπλήρωτοι. Ἢ, αἱ διʼ ἀκράτου οἴνου γιγνόμεναι. Δεξιαί. Δεξιώσεις, πίστεις. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν.

Οὐκ ἐτέλεσσε. Οὐκ εἰς τέλος ἐπήγαγεν. οὐκ ἐπλήρωσεν.

Ὀψέ. Μεταπολὺ, βραδέως. Τελεῖ. Τελειώσει. Σύν τε μεγάλῳ ἀπέτισαν. Ἀπέδωκαν. Λείπει δὲ τὸ, χόλῳ. ἵνʼ ᾖ, σὺν μεγάλῳ χόλῳ, ἢ τόκῳ, ἤτοι ποινῇ, προστίμῳ.

Σφῇσιν Ἰδίαις. Γυναιξί τε, καὶ τεκέεσσιν. Ἀντὶ τοῦ, μετὰ γυναικῶν, καὶ τέκνων.

Ἦμαρ. Ἡμέρα.

Σφίν. Αὐτοῖς. Ὑψίζυγος. Ὁ ἐπὶ ὑψηλοῦ θρόνου καθεζόμενος. ὁ τὴν ἀνωτάτω ἔχων καθέδραν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐν ναυσὶ ζυγῶν, ἐφʼ ὧν καθέζονται οἱ ἐρέσσοντες. Ἢ, ὁ ἐν ὕψει ζυγοστατῶν, καὶ ἀπονέμων ἑκάστῳ τὸ πεπρωμένον. Αἰθέρι ναίων. Ἐν τῷ αἰθέρι κατοικῶν.

Ἐπισσείησι. Ἐπισείει. Ἐρεμνήν. Σκοτεινὴν, φοβεράν. μετωνυμικῶς.

Τῆσδʼ ἀπάτης. Ὑπὲρ ταύτης τῆς πλάνης. Κοτέων. Ὀργιζόμενος. Οὐκ ἀτέλεστα. Οὐκ ἀπλήρωτα.

Αἰνὸν ἄχος. Δεινὴ λύπη.

Αἴκε θάνῃς. Ἐὰν ἀποθάνῃς. Μοῖραν. Τὴν πεπρωμένην. Ἀναπλήσεις. Ἀναπληρώσεις. Βιότοιο. Τοῦ βίου. τῆς ζωῆς.

Καί κεν. Καὶ δὴ ἄν. Ἐλέγχιστος. Ἐπονείδιστος. ἐφύβριστος. Πολυδίψιον. Πολλοῖς ἔτεσι διψῆσαν. Ἄνυδρον γὰρ οὖσαν τὴν Πελοπόννησον, ἔνυδρον ἐποίησε Δαναὸς, ἐξελθὼν ἀπὸ τῆς Αἰγύπτου, καὶ οἰκήσας αὐτήν. Τῶν δὲ θυγατέρων αὐτοῦ ζητουσῶν ὑδρεύσασθαι, μιᾶς αὐτῶν, τῆς Ἀμυμώνης, ἠράσθη Ποσειδὼν, καὶ ἔδειξεν αὐτῇ, τριαίνῃ πλήξας τὰς ἐν Λέρνῃ πηγάς. Οἱ δὲ, ὅτι τὸ Ἄργος Ἀθηνᾶς ὑποθήκαις διὰ τῶν Δαναοῦ θυγατέρων ἔνυδρον ἐγένετο. Ἐκεῖναι γὰρ ὄρυξιν φρεάτων ἐπενόησαν. Παραγενομένῳ δὲ τῷ Αἰγύπτῳ ἐπὶ τὸν τῶν θυγατέρων Δαναοῦ γάμον, αἱ Δαναΐδες κατὰ τὰς τοῦ πατρὸς ὑποθήκας ἐδολοφόνησαν τοὺς νυμφίους. Ἐκεῖνος γὰρ αὐταῖς συνεβούλευσε, τοὺς τὴν παρθενίαν ἀφαιρουμένους ἀμύνασθαι. Ὑπερμνήστρα οὖν μόνη Λυγκέα περιέσωσεν. Ὅθεν καὶ γυναῖκα λαβὼν αὐτὴν ὕστερον, συνετήρησε. Πολυδίψιον οὖν, ἤτοι πολυδιάφθορον, διὰ πολέμους. Ἢ, πολυπόθητον. ἀπὸ τῶν διψώντων, μεταφορικῶς, καὶ ἐπιθυμούντων ποτόν. ἐξ οὗ ἄνυδρον. Ἢ βλαβερόν. ἀπὸ τοῦ, ἴψιον. Ἱκοίμην. Παραγενοίμην.

Μνήσονται. Μνείαν ποιήσονται. ὅ ἐστι, σοῦ τελευτήσαντος, εὐθὺς οἱ Ἕλληνες θελήσουσιν ἀπελθεῖν ἐπὶ τὰς πατρίδας.

Πύσει. Σήψει.

Ἀτελευτήτῳ. Ἀσυντελεύτῳ. ἀπληρώτῳ. Ἔργῳ. Πολέμῳ, νῦν.

Καί κέ τις. Καὶ δή τις. Ὑπερηνορεόντων. Ἤτοι, ὑπερεχόντων τῇ ἠνορέῃ. τοῦτʼ ἔστιν, ἀνδρείων. Νῦν δὲ, τῶν ὑπὲρ δύναμιν φρονούντων, ὑπερηφάνων.

Τύμβῳ. Τῷ τάφῳ. Ἐπιθρώσκων. Ἐφαλλόμενος, ἐπιπηδῶν.

Αἴθʼ οὕτως. Εἴθε οὕτως. ἐπίῤῥημα εὐκτικόν. Τελέσει. Πληρώσει.

Ἅλιον. Μάταιον.

Κεινῇσι ναυσί. Σὺν κεναῖς ναυσίν. Κεναῖς δὲ εἶπε διότι Μενέλαος, ἀποθανὼν, οὐκ ἔμελλε πλεῖν ἐν αὐταῖς.

Ἐρέει. Λέξει. Τότε μοι χάνοι εὐρεῖα χθών. Τότε με γῆ χάσματι δεχθείη. Οὐ γὰρ ἐπιθετικῶς λέγει αὐτὴν εὐρεῖαν, ἀλλὰ τὴν εὐρὺ τῇ διαστάσει χάσμα ποιοῦσαν.

Ἐπιθαρσύνων. Εὐθαρσέστερον ποιῶν, εὔψυχον.

Μηδέ τί πω. Μηδέ πω. Δειδίσσεο. Εἰς δέος καὶ φόβον ἄγε.

Οὐκ ἐν καιρίῳ. Οὐκ ἐν τῷ πρὸς ἀναίρεσιν τόπῳ τοῦ σώματος. ὅ ἐστιν, οὐκ ἐν ἐπικινδύνῳ. Πάροιθεν. Ἔμπροσθεν.

Εἰρύσατο. Ἐφύλαξε. Παναίολος. Παμποίκιλος.

Ζῶμα. Ὁ ζωστὸς χιτών. Μίτρη. Χαλκῆ λεπὶς, ἣν ζώννυνται περὶ τὸν κενεῶνα, χάριν πλείονος ἀσφαλείας. Κάμον. Ἔκαμον. κατεσκεύασαν.

Αἲ γάρ. Εἴθε γάρ. Φίλος. Ἀντὶ τοῦ, προσφιλέστατε.

Ἕλκος. Τραῦμα. Ἰητήρ. Ἰατρός. Ἐπιμάσσεται. Ἐφάψεται, ψηλαφήσει.

Φάρμακα. Ἰάματα. Φάρμακα γὰρ κυρίως ἐκεῖνα λέγονται, τὰ οἱονεὶ ἐπιφέροντα ἄκος, ὅ ἐστιν, ἴασιν. Ἅ κεν. Ἅπερ δή. Παύσῃσι. Παύσῃ, θεραπεύσῃ.

Ἦ. Ἔφη. εἶπε. Θεῖον. Ἤτοι, ἐκ θεῶν τὸ γένος ἔχοντα. ἢ, θαυμαστόν. Ἡ δὲ τῶν κηρύκων ἱστορία προείρηται ἐν τῇ α.

Ὁττιτάχιστα. Ὡς τάχος. Μαχάονα. Υἱὸν Ἀσκληπιοῦ καὶ Ἀρσινόης, ἢ Κορωνίδος· κατὰ δέ τινας Ἡσιόνης τῆς Μέροπος· κατὰ δὲ Ἡσίοδον, Ξανθινόης. Δεῦρο. Ἐνταῦθα, εἰς τοῦτον τὸν τόπον.

Ἀσκληπιοῦ υἱόν. Ἀσκληπιοῦ παῖδα. Εἴρηται δὲ ἀπὸ τοῦ ἀσκεῖν, καὶ ἤπια τὰ μέλη ποιεῖν. Ἀμύμονος. Ἀγαθοῦ, ἀψόγου. Ἰητῆρος. Ἰατροῦ. ἀπὸ τοῦ ἰᾶσθαι τὰ πάθη.

Παπταίνων. Περιβλέπων, ἐρευνῶν. Ἐνόησεν. Ἐθεάσατο, εἶδεν.

Ἑσταότα. Ἑστῶτα. Ἀμφὶ δέ μιν. Περὶ αὐτὸν δέ. Κρατεραί. Ἰσχυραί. Στίχες. Τάξεις.

Οἵ οἱ ἕποντο. Οἵτινες αὐτῷ ἠκολούθουν. Τρίκης ἐξ. Ἀπὸ Τρίκης, πόλεως Θεσσαλίας.

Ὄρσεο. Διεγείρου, ἀνίστασο. Ἀσκληπιάδη. Ἀσκληπιοῦ παῖ, Μαχάων. Καλέει. Καλεῖ. Ὁ τρόπος διαίρεσις.

Ὄφρα ἴδηαι. Ὅπως θεάσῃ.

Ὀϊστεύσας. Τοξεύσας. Ἔβαλεν. Ἔτρωσε. Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἔμπειρος.

Ἄμμι δὲ πένθος. Ἡμῖν δὲ λύπην.

Ὄρινε. Διετάραξε, διήγειρεν. ὁ τρόπος μεταφορὰ, ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

Βὰν δʼ ἰέναι. Ἐπορεύθησαν δέ.

Ἵκανον. Παρεγένοντο.

Βλήμενος. Βεβλημένος. Ἀγηγέραθʼ. Συνηθροισμένοι ἦσαν.

Κυκλόσʼ. Ἐν κύκλῳ. πέριξ.

Ἀρηρότος. Εὐηρμοσμένου. Ἕλκεν. Ἔξω εἷλκεν.

Τοῦ δʼ ἐξελκομένοιο. Τούτου δὲ ὀπίσω ἑλκομένου. Ἄγεν. Κατεάγησαν. συνετρίβησαν, αἱ γωνίαι. Ὀξέες. Ὀξεῖς. Ὄγκοι. Αἱ γωνίαι καὶ ἐξοχαὶ τῶν ἀκίδων τοῦ βέλους.

Ἐκμυζήσας. Ἐκπιέσας, ἐκθλίψας. Ἤπια. Τὸ ἑξῆς, ἐπέπασεν αὐτῷ πρᾶα καὶ προσηνῆ φάρμακα, παυστικὰ τῶν ὀδυνῶν.

Τά οἱ. Ἅπερ αὐτῷ. Πόρε. Παρέσχεν, ἐδωρήσατο. Χείρων. Εἷς τῶν Κενταύρων, εὑρετὴς ἰατρικῆς καὶ λυρικῆς, υἱὸς Κρόνου καὶ Φιλύρας· ἢ, ὡς ἔνιοι, Ποσειδῶνος.

Ὄφρα τοί. Ἕως οὗτοι. Ἀμφεπένοντο. Περὶ τὸν Μενέλαον ἐνήργουν, καὶ ἠσχολοῦντο.

Τόφρα δέ. Ἐπὶ τοσούτῳ δέ. Καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα. Ἐπὶ Τρώων στίχες. Τὸ ἑξῆς, ἐπῆλθον.

Ἔδυν. Ἐνεδύσαντο. Μνήσαντο. Μνήμην ἐποιοῦντο. Χάρμης. Τοῦ πολέμου. Χάρμη γὰρ ἡ μάχη, ἤτοι κατὰ ἐναντιότητα, ἢ ἡ χαρὰν ἐμποιοῦσα τοῖς νικῶσιν.

Ἔνθα. Τότε. Βρίζοντα. Νυστάζοντα καὶ ἠρεμοῦντα. ἐξ οὗ ἀμελοῦντα. Βρίξαι γὰρ κυρίως ἐστὶ, μετὰ βάρους τροφῆς ἀπονυστάξαι.

Καταπτώσσοντα. Ἀποδειλιῶντα. Φεύγοντα.

Εἴασε. Κατέλειψε.

Φυσιόωντας. Πνευστιῶντας, ἀσθμαίνοντας.

Παρασχέμεν. Παρασχεῖν.

Γυῖα. Μέλη. Διακοιρανέοντα. Διατάσσοντα, ἐπερχόμενον.

Ἐπεπωλεῖτο. Ἐπήρχετο.

Ἴδοι. Θεάσοιτο. Ταχυπώλων. Ἱππικῶν, πολεμικῶν.

Θαρσύνεσκεν. Εὐθαρσεστέρους ἐποίει, προέτρεπε.

Μεθίετε. Ἀμελεῖτε. Θούριδος. Ὁρμητικῆς, πολεμικῆς. Ἀλκῆς. Δυνάμεως.

Ἀρωγός. Βοηθός. Ὁ δὲ νοῦς· οὐδὲ γὰρ ἐπιβοηθήσει ὁ Ζεὺς τοῖς ψεύσταις.

Ἔδονται. Φάγωσι.

Μεθιέντας. Ἀμελοῦντας. Στυγεροῦ. Μισητοῦ, φοβεροῦ.

Νεικείεσκεν. Ἐκακολόγει. Χολωτοῖσιν. Ὀργιστικοῖς.

Ἰόμωροι. Οἱ περὶ ἰοὺς καὶ τόξα μεμωρημένοι, ὅ ἐστι, κάμνοντες. Ἐλεγχέες. Ἐπονείδιστοι. Οὔ νυ σέβεσθε; Οὐκ ἐντρέπεσθε;

Τίφθʼ οὕτως. Τί δή ποτε οὕτως ἀργοί. Τεθηπότες. Ἐκπεπληγμένοι, δειλωθέντες. Νεβροί. Ἐλάφων βρέφη.

Θέουσαι. Τρέχουσαι.

Οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή. Οὐδὲ μίαν ἔννοιαν ἀλκῆς καὶ σωτηρίας ποιοῦνται. δειλιῶσι. Ἀλκή. Δύναμις, ἀνδρεία.

Μένετε. Προσμένετε.

Εἰρύαται. Εἱλκυσμέναι εἰσίν. Εὔπρυμνοι. Καλὰς πρύμνας ἔχουσαι. Πρύμναι δὲ καλοῦνται τὰ ὄπισθεν μέρη τῶν νεῶν. Ἐπὶ θινί. Ἐπὶ τῷ αἰγιαλῷ.

Κιών. Παραγενόμενος. Ἀνὰ οὐλαμόν. Ἀνὰ τὸν θόρυβον, κατὰ τὴν συνέλευσιν καὶ ἄθροισιν τῶν ἀνδρῶν. Οὐλαμὸς δὲ τάξις συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. Ἡ δὲ φάλαγξ τάξις ἀπὸ ἑκατὸν εἴκοσιν ἀνδρῶν.

Ἀμφʼ Ἰδομενῆα. Περὶ τὸν Ἰδομενῆα.

Πυμάτας. Ἐσχάτας. Ὤτρυνεν. Ἐσπούδαζε. παρώρμα. Φάλαγγας. Τάξεις στρατιωτῶν εἶπεν ὁ Ποιητὴς, ἐπειδὴ τὸ παλαιὸν ξύλοις ἐμάχοντο, φάλαγγας δὲ ξύλα ἐκάλουν οἱ ἀρχαῖοι. Ἔτι γοῦν καὶ ἡμεῖς τὰ ἐκ τῶν ξύλων οἰκοδομήματα φάλαγγας καλοῦμεν.

Μειλιχίοισι. Προσηνέσι, πράοις.

Περὶ μέν σε τίω. Περισσῶς μέν σε τιμῶ, ὅ ἐστιν ὑπὲρ πάντας.

Ἀλλοίῳ. Ἀλλὰ καὶ ἐν ἄλλῳ τῷ οἱῳδήποτε. Ἔργῳ. Πράξει. Λέγει δὲ, τῇ ἕδρᾳ.

Γερούσιον. Ἔντιμον, κατὰ τιμὴν διδόμενον γέρας. Αἴθοπα. Μέλανα.

Κέρωνται. Κιρνῶσι.

Δαιτρόν. Μεμερισμένον, διαιρετόν. Πλεῖον. Πλῆρες.

Ἀνώγοι. Κελεύοι.

Ὄρσευ. Διεγείρου. Πάρος. Πρότερον. Εὔχεο εἶναι. Ἀντὶ τοῦ, καυχᾶσαι ὑπάρχειν.

Ἀγός. Ἡγεμών. Παρὰ τὸ, ἄγω, ῥῆμα.

Ἐρίηρος. Ἄγαν εὐάρμοστος, ἐπιτήδειος.

Ἔσσομαι. Γενήσομαι. ἢ, εἰμί. Πρῶτα. Πρότερον. ἐξ ἀρχῆς. Ὑπέστην. Ὑπεσχόμην.

Ὄτρυνε. Προτρέπου, παρώρμα.

Ἐπεὶ σὺν ὅρκιʼ ἔχευσαν. Ἐπειδὴ συνέχευαν τοὺς ὅρκους. ἐπιώρκησαν.

Κήδεα. Κακὰ, λῦπαι. Ὀπίσω. Μεταταῦτα.

Παρῴχετο. Παρῆλθεν. Γηθόσυνος κῆρ. Χαίρων τῇ ψυχῇ.

Οὐλαμόν. Τὸ πλῆθος.

Τὼ δέ. Οὗτοι δέ. Κορυσσέσθην. Καθωπλίζοντο. Νέφος. Πύκνωμα, πλῆθος. Ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ ἀθροίσματος τῶν νεφῶν. Εἵπετο. Ἠκολούθει.

Ἀπὸ σκοπιῆς. Ἀπὸ ὑψηλοῦ τόπου, ἀφʼ οὗ ἐστι περισκοπῆσαι καὶ ἰδεῖν. Νέφος. Ἀχλύν. Αἰπόλος. Αἰγονόμος.

Κατὰ πόντον. Διὰ τῆς θαλάσσης. Ὑπὸ ζεφύροιο ἰωῆς. Ὑπὸ τῆς τοῦ ζεφύρου πνοῆς. Εἴρηται δὲ ζέφυρος, ὅτι ἀπὸ ζόφου πνεῖ. ζόφον δὲ τὴν δύσιν ἔλεγον οἱ ἀρχαῖοι.

Τῷ δέ τʼ ἄνευθεν ἰόντι μελάντερον, ἠΰτε πίσσα, Φαίνετʼ ἰόν. Στικτέον μετὰ τὸ μελάντερον, ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον· ἠΰτε πίσσα. ἵνʼ ᾖ, τῷ πόῤῥω διατελοῦντι μελάντερον αὐτοῦ καταφαίνεται τὸ νέφος, καὶ ὅμοιον πίσσῃ. Ἄνευθεν ἰόντι. Πόῤῥωθεν ἐρχομένῳ, ἢ πορευομένῳ. Μελάντερον. Ἀντὶ τοῦ, μέλαν, συγκριτικὸν, ἀντὶ ὑπερθετικοῦ.

Λαίλαπα. Συστροφὴν ἀνέμου. καταφορὰν μετὰ ὄμβρου.

Ῥίγησεν. Ἐφοβήθη. Ὑπό τε σπέος. Ὑπὸ τὸ σπήλαιον. Ἤλασεν. Εἰσήλασεν, ἤγαγε. Μῆλα. Τὰ πρόβατα.

Τοῖαι. Τοσαῦται καὶ τοιαῦται. Ἅμʼ Αἰάντεσσιν. Ὁμοῦ τοῖς Αἴασιν. Αἰζηῶν. Νεανιῶν.

Πυκιναί. Πυκναὶ, πολλαί. Κίνυντο. Ἐκινοῦντο.

Κυάνεαι. Μέλαιναι, κυανέῳ χρώματι παραπλήσιαι, ἢ πυκναί. Σάκεσι. Ταῖς ἀσπίσιν. Ἔγχεσι. Δόρασι. Πεφρικυῖαι. Τῇ ἀνατάσει τῶν δοράτων πεπυκνωμέναι.

Τοὺς μέν. Τούτους μέν.

Καί σφεας. Καὶ αὐτούς.

Ἡγήτορε. Ἡγεμόνες, διατάκται.

Σφῶϊν. Ὑμᾶς. Οὐ γὰρ ἔοικεν. Οὐ πρέπει γάρ. Ὀτρυνέμεν. Παρορμᾷν. Ὁ δὲ νοῦς· ὑμᾶς μὲν οὐ παρορμῶ. οὐδὲ γὰρ προσήκει.

Ἀνώγετον. Κελεύετε.

Αἲ γὰρ Ζεῦ τε πάτερ. Εἴθε γὰρ, ὦ Ζεῦ πάτερ. Ἔστι δὲ ἐπίῤῥημα εὐχῆς σημαντικόν.

Τοῖος πᾶσι θυμός. Τοιαύτη πᾶσι προθυμία.

Τῷ κε. Οὕτως ἂν ταχέως. Ἠμύσσειε. Κλιθείη, πορθηθείη.

Ἁλοῦσα. Ληφθεῖσα.

Λίπεν. Κατέλιπεν. Μετʼ ἄλλους. Πρὸς τοὺς ἄλλους.

Ἔτετμεν. Κατέλαβε. Λιγύν. Ἡδὺν, τὸν συμβουλεύειν προσηνῆ.

Οὕς. Τοὺς ἰδίους. Στέλλοντα. Ἑτοιμάζοντα, διατάσσοντα.

Ἀμφὶ μέγαν Πελάγοντα, Ἀλάστορά τε, Χρόμιόν τε. Οὗτοι ταξίαρχοι ὑπῆρχον. βασιλεὺς δὲ πάντων τῶν Πυλίων Νέστωρ.

Ἱππῆας μὲν πρῶτα. Τοὺς μὲν ἱππέας ἐπὶ τοῦ δεξιοῦ μέρους. Ἱππῆας μὲν πρῶτα σὺν ἵπποισι καὶ ὄχεσφι. Πρώτως εἰκὸς, εἰρῆσθαι τοὺς ἐπὶ τοῦ δεξιοῦ κέρως ἑστῶτας. ὄπισθε δὲ, τοὺς ἐπὶ τοῦ ἀριστεροῦ. ὡς εἰκὸς, μεταξὺ τετάχθαι τοὺς δειλούς. Οὐ γὰρ λόγον ἕξει τὸ, Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.

Πεζοὺς δʼ ἐξόπισθεν. Τοὺς δὲ πεζοὺς ἐξ εὐωνύμων. Ἐσθλούς. Ἀγαθοὺς, γενναίους.

Κακοὺς δʼ ἐς μέσσον ἔλασσε. Τοὺς δὲ ἀσθενεῖς καὶ δειλοὺς κατὰ τὸ μέσον συνέκλεισεν. ἐπὶ γὰρ μετώπου τάσσει τὴν φάλαγγα, οὐ καταβάθους. τουτέστι, μεταξὺ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλεν. Ἔλασσε. Συνέλασε, συνέκλεισεν.

Ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζῃ. Ὅπως καὶ μὴ βουλόμενός τις, τῇ ἀνάγκῃ προσέχων, πολεμῇ.

Ἐπετέλλετο. Προσέτασσεν. Ἀνώγει. Ἐκέλευε.

Σφούς. Τοὺς ἰδίους. Ἐχέμεν. Κατέχειν. Κλονέεσθαι. Ταράσσεσθαι.

Ἱπποσύνῃ. Τῇ ἱππικῇ ἀνδρείᾳ. Ἠνορέῃφι. Τῇ ἑαυτοῦ ἀνδρείᾳ. Πεποιθώς. Πεπιστευκὼς, τεθαῤῥηκώς.

Πρόσθʼ ἄλλων. Ἔμπροσθεν τῶν ἄλλων. Μεμάτω. Προθυμείτω.

Ἀλαπαδνότεροι γὰρ ἔσεσθε. Ἀσθενέστεροι γὰρ καὶ εὐχείρωτοι ἔσεσθε.

Ἀπὸ ὧν ὀχέων. Ἀπὸ τῶν ἰδίων ἁρμάτων. Ἕτερʼ ἅρμαθʼ ἵκηται. Εἰς ἑτέρου ἅρμα παραγένηται.

Ἔγχει ὀρεξάσθω. Τῷ δόρατι ἐκτεινάτω, πολεμησάτω. Ὀρεξάσθω. Τοῦτο τὸ ῥῆμα κατὰ τὴν ἑρμηνείαν αὐτὴν ζητεῖται. Καὶ οἱ μὲν φασὶ, παραγγέλλειν αὐτὸν, ἵνα, ὃς ἂν πολεμίου ἅρματος ἐπιβῇ, μάχηται, καὶ μὴ ἐξελαύνειν σπουδάζῃ. Οἱ δὲ οὕτως· ὅστις δʼ ἂν, φησὶ, ἀποπέσῃ τοῦ ἰδίου ἅρματος, καὶ ἐπὶ τοῦ πλησίον παραγένηται, μὴ ἡνιοχείτω, διὰ τὸ εἶναι αὐτὸν ἐν ἀγνοίᾳ τοῦ ἤθους τῶν ἵππων· δόρατι δὲ μᾶλλον ἀμυνάσθω τοὺς πολεμίους, ὅ ἐστι, πολεμείτω. Ἐπειή. Ἐπειδή. Πολὺ φέρτερον. Κατὰ πολὺ κρεῖττον.

Ὧδε. Οὕτως. Καὶ οἱ πρότεροι. Καὶ οἱ προγενέστεροι, οἱ πρὸ ἡμῶν. Πόλιας. Πόλεις. Ἐπόρθουν. Κατέστρεφον.

Τόνδε νόον. Ταύτῃ τῇ διανοίᾳ χρώμενοι.

Πάλαι πολέμων εὖ εἰδώς. Ἐκ πολλοῦ χρόνου ἀσκηθεὶς τὸ πολεμεῖν. τουτέστι, πολλάκις πολεμήσας, καὶ τούτου πεῖραν ἱκανὴν ἔχων.

Καὶ τὸν μέν. Καὶ τοῦτον μέν.

Εἴθʼ ὡς θυμός. Εἴθέ σου τῇ τῆς ψυχῆς προθυμίᾳ ἐπήρκει ἡ τοῦ σώματος δύναμις.

Ἕποιτο. Ἀκολουθείη. Βίη. Δύναμις. Ἔμπεδος. Ἑδραία, ἀσφαλής. Εἴη. Ὑπάρχοι.

Τείρει. Δαπανᾷ, καταπονεῖ. Ὁμοίϊον. Τὸ ὁμοίως πᾶσι χαλεπόν. Ἰστέον δὲ, ὅτι ὁ Ποιητὴς πανταχοῦ τὸ ὁμοίϊον ἐπὶ τοῦ φαύλου λαμβάνει. οἷον ὡς ἐνταῦθα· Ἀλλά σε γῆρας τείρει ὁμοίϊον. καί· Ἀλλʼ ἤτοι θάνατον μὲν ὁμοίϊον οὐδὲ θεοί περ. Καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν ὁππότʼ ἂν τέλος ἔλθῃ ὁμοίϊον πολέμοιο.

Κουροτέροισι. Νεωτέροις. Μετεῖναι. Συναναστρέφεσθαι.

Ὣς ἔμεν. Οὕτως εἶναι, οὕτως ἀκμάζειν. Ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. Ἀπέκτεινα, ἐφόνευσα. Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον ὄρος Ἀγκαῖον. Νέστωρ δὲ, μονομαχήσας ἐκ προκλήσεως, Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος, ἢ, ὡς ἔνιοι Ἀφείδαντος, ἀνεῖλε. καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν. Οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες, τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τοὺς νεκροὺς, καὶ τὸν Ἐρευθαλίωνα, ἐπέγραψαν· Ἐνθάδʼ Ἐρευθαλίωνα φίλους τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλεῖς, γένος ἔξοχον Ἱππομέδοντος, Οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.

Ἀλλʼ οὔπως. Ἀλλʼ οὐδαμῶς. Ἅμα πάντα. Πάντα ὁμοῦ. Δόσαν. Ἔδωκαν, παρέσχον.

Κοῦρος. Νέος. Ἔα. Ἀντὶ τοῦ, ἦν ἐγώ. Ἔλαβε δὲ ὑπερσυντελικὸν ἀντὶ παρατατικοῦ.

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ οὕτως. Ἱππεῦσι μετέσσομαι. Ἅμα τοῖς ἱππεῦσιν ἔσομαι. Ἠδὲ κελεύσω. Καὶ προστάξω. ὅ ἐστιν, ἀφηγήσομαι.

Τὸ γὰρ γέρας ἐστὶ γερόντων. Αὕτη γάρ ἐστιν ἡ τῶν πρεσβυτῶν γνώμη καὶ τιμὴ, τὸ καλῶς συμβουλεύειν.

Αἰχμάς. Ἀπὸ μέρους τὰ δόρατα. Αἰχμάσσουσιν. Ἀνακινήσουσιν. ὅ ἐστι πολεμήσουσιν. Οἵ περ ἐμοῖο. Οἵτινες ἐμοῦ.

Ὁπλότεροι. Νεώτεροι. ὅπλα φέρειν δυνάμενοι. Γεγάασι. Γεγένηνται.

Παρῴχετο. Παρῆλθεν.

Εὗρʼ υἱὸν Πετεῶο. Ἰστέον, ὅτι τούτου τοῦ ὀνόματος ἡ ἀνάλογος εὐθεῖά ἐστιν ὁ Πετεὸς, τοῦ Πετεοῦ. ὡς ἐννεὸς, ἐννεοῦ. καὶ Ἀττικῶς, κατʼ ἐπέκτασιν τοῦ ο εἰς τὸ ω, γέγονε Πετεώς. Ὡς ἀπὸ τοῦ Μενέλαος, Μενέλεως, Μενέλεω, γίνεται κατὰ Ἀττικοὺς, καὶ ἀπὸ τοῦ λαὸς, λεώς. οὕτως καὶ ἀπὸ τοῦ Πετεὸς, Πετεώς. Εἶτα ἡ γενικὴ τοῦ Πετεῶ καὶ κατὰ πλεονασμὸν τοῦ ο, γέγονε Πετεῶο. Ἐξ οὗ καὶ τὸ, Εὗρʼ υἱὸν Πετεῶο.

Μήστωρες ἀϋτῆς. Δυνάμενοι κατὰ μάχην μήσασθαι. ὅ ἐστι, βουλεύσασθαι. ἐξ οὗ, ἐπιστήμονες μάχης.

Ἀλαπαδναί. Ἀσθενεῖς.

Οὐ γάρ πώ σφιν ἀκούετο. Οὐδέ πω γὰρ ἤκουον τῆς κατὰ τὸν πόλεμον κραυγῆς. τοῦτʼ ἔστιν, οὐδέ πω ᾔδεισαν, διὰ τὸ πόῤῥω εἶναι, εἰ ὁ πόλεμος κεκίνηται. Ἀκούετο. Ἀντὶ τοῦ, ἤκουον.

Νέον. Νεωστί. Συνορινόμεναι. Συνταρασσόμεναι. Κίνυντο. Ἐκινοῦντο.

Πύργος. Τάξις. μεταφορά.

Τρώων ὁρμήσειε. Προσληπτέον τὸ, κατά. ἵνʼ ᾖ, κατὰ Τρώων.

Νείκεσσεν. Ἐλοιδόρησεν, ἐπέπληξε.

Κεκασμένε. Κεκοσμημένε. Κερδαλεόφρον. Πανοῦργε, καὶ φιλοκερδέστατε.

Ἀφέστατε. Ἄποθεν καὶ χωρὶς ἑστήκατε. Μίμνετε. Περιμένετε.

Σφῶϊν. Ὑμῖν. Μετὰ πρώτοισιν ἐόντας. Ἐν πρώτοις ὄντας.

Καυστειρῆς. Δεινῆς, καυστικῆς, διαπύρου. Ἀντιβολῆσαι. Ἀπαντῆσαι, μετασχεῖν.

Πρώτω. Πρῶτοι. δυϊκῶς. Καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο. Καὶ ἐπὶ δαῖτα καλεῖσθε ἀπὸ τοῦ παρεπομένου. Ὁ τρόπος, συνεκδοχή. Ὁ δὲ λόγος· πρῶτοι γὰρ καὶ ἐπὶ εὐωχίαν καλεῖσθε ὑπʼ ἐμοῦ.

Γέρουσι. Τοῖς ἐντίμοις. Ἐφοπλίζοιμεν. Παρασκευάζοιμεν.

Φίλα. Προσφιλῶς. ἡδέως. Ὀπταλέα. Ὀπτά.

Μελιηδέος. Ἡδέος, καλοῦ. Ὄφρʼ ἐθέλητον. Ἕως οὗ θέλητε.

Νῦν δὲ φίλως χʼ ὁρόῳτε. Νῦν δὲ ἡδέως ἂν ἴδοιτε.

Μαχοίατο. Μάχοιντο.

Ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; Ὁποῖον τοῦτον τὸν λόγον ἐτόλμησας τῷ στόματί σου εἰπεῖν; Ἕρκος γάρ φησι τὸ περίφραγμα τῶν ὀδόντων, τὰ χείλη. περιφραστικῶς.

Πῶς δὴ φῄς; Πῶς δὴ λέγεις τοιαῦτα; Μεθιέμεν. Ἀμελεῖν.

Ὀξύν. Τὸν ταχὺν ἔχοντα τὴν ἐν τοῖς φόνοις κρίσιν. Ἄρηα. Νῦν, τὸν πόλεμον.

Ὄψεαι. Ἴδῃς, θεάσῃ. Ἢν ἐθέλῃσθα. Ἐὰν βούλῃ. Καὶ αἴ κέν τοι τὰ μεμήλῃ. Καὶ ἐὰν ἐῶσί σε οἱ πολέμιοι περὶ τούτου ἀσχοληθῆναι. Μεμήλῃ. Διὰ φροντίδος ᾖ.

Προμάχοισι μιγέντα. Ἐν τοῖς πρωταγωνισταῖς γενόμενον.

Ἀνεμώλια. Ἀνεμόφθορα, μάταια, ἀνέμοις ἐοικότα. ἐξ οὗ, ἀφανῆ. Βάζεις. Λέγεις.

Ἐπιμειδήσας. Ἐπιμειδιάσας, γελάσας.

Ὡς γνῶ χωομένοιο. Ὡς ἐπέγνω αὐτὸν ὀργισθέντα. Πάλιν δʼ ὅγε λάζετο μῦθον. Ἀντὶ τοῦ, εἰς τὸ ἐναντίον ἔτρεψε τὸν λόγον. Ψόγον γὰρ εἰπὼν, νῦν ἔπαινον λέγει. Πάλιν. Ἔμπαλιν, ἐκ δευτέρου. Λάζετο. Ἐπελάβετο, μετέστρεφε.

Νεικείω. Κακολογῶ. Περιώσιον. Περισσῶς. παρὰ τὸ προσῆκον.

Ἤπια. Πρᾶα, προσηνῆ. Δήνεα. Βουλεύματα. Ἅτʼ ἐγώ περ. Ἅπερ καὶ ἐγώ.

Ὄπισθεν. Ἐν τῷ μεταταῦτα χρόνῳ. Ἀρεσσόμεθα. Ἐξιλεωσόμεθα, θεραπεύσομεν.

Μεταμώλια. Μάταια. Θεῖεν. Ποιήσειαν.

Μετʼ ἄλλους. Ἐπὶ τοὺς ἄλλους.

Ὑπέρθυμον. Μεγαλόψυχον, ἀνδρεῖον.

Κολλητοῖσι. Καλῶς συνηρμοσμένοις, εὐσυμπήκτοις.

Ὤ μοι. Φεῦ μοι. Ἐπίῤῥημα λύπης δηλωτικόν.

Τί. Ἐπίῤῥημα ἀποῤῥηματικόν. Πτώσσεις. Κατέπτηχας, ἀποδειλιᾷς. Ὀπιπτεύεις. Ἐπιτηρεῖς. περισκοπεῖς. Πολέμοιο γεφύρας. Τὰς διεξόδους τοῦ πολέμου. Μεταφορὰ ὁ τρόπος.

Ὧδε. Οὕτως. Πτωκαζέμεν. Καταπτώσσειν, δειλιᾷν.

Πολύ. Ἐπίῤῥημα, μεσότητος δηλωτικόν. Πρὸ φίλων. Ἔμπροσθεν τῶν προσφιλῶν ἑταίρων. Δηΐοισι. Πολεμίοις.

Οἵ μιν ἴδοντο. Οἵτινες αὐτὸν ἴδον. Πονεύμενον. Ἐπιπονοῦντα, μαχόμενον.

Ἤντησα. Συνέτυχον. Περὶ δʼ ἄλλων. Ἀντὶ τοῦ, ὑπὲρ δὲ τοὺς ἄλλους λέγουσιν αὐτὸν γεγονέναι ἀνδρεῖον.

Ἄτερ πολέμου. Χωρὶς πολεμικῆς παρατάξεως. Οἰδίπους, ἀποβαλὼν Ἰοκάστην, ἐπέγημεν Ἀστυμέδουσαν. Ἥτις διέβαλε τοὺς προγόνους, ὡς πειράσαντας αὐτήν. Ἀγανακτήσας δὲ ἐκεῖνος, ἐπηράσατο, αὐτῶν διʼ αἵματος παραλαβεῖν τὴν χώραν. Καὶ παρέδωκε τὴν βασιλείαν τῷ Ἐτεοκλεῖ. ὃς ἐξέβαλε Πολυνείκην τὸν ἀδελφὸν αὐτοῦ, ὡς πρεσβύτερος. Παραγενόμενος δὲ οὗτος εἰς Ἄργος, εὗρε Τυδέα φυγάδα. βοηθῶν γὰρ κἀκεῖνος τῷ πατρὶ, καὶ τὸν ἐναντιούμενον ἀποκτείνας ἀνεψιὸν, ἔφυγεν. Ἄδραστος δὲ, θεασάμενος αὐτοὺς ἠμφιεσμένους θηρῶν δοραῖς, Τυδέα μὲν συὸς, Πολυνείκην δὲ λέοντος, συνέβαλε τὸν χρησμόν. ἦν γὰρ αὐτῷ δεδομένος, κάπρῳ καὶ λέοντι ζεῦξαι τὰς θυγατέρας. Καὶ δίδωσι Τυδεῖ μὲν Διϊπύλην, Ἀργείαν δὲ Πολυνείκει. Πέμψας δὲ εἰς Μυκήνας, συμμαχίαν ᾔτει ἐπὶ Θηβαίους. Θυέστης μὲν οὖν ἑτοίμως ἐδίδου, σημεῖα δὲ αὐτὸν ἐκώλυσε φαῦλα. Ἐπελθόντες οὖν ἐς τὰς Θήβας Ἀργεῖοι, πέμπουσι πρεσβευτὴν Τυδέα. Ὃς καταλαβὼν γυμνικὸν ἀγῶνα, καὶ συμμαχούσης Ἀθηνᾶς, νικᾷ τὰ πάντα. Ὑποστρέφων δὲ, πεντήκοντα νεανίας, ἐνεδρεύοντας συλλαβεῖν αὐτὸν, ἀναιρεῖ.

Ἀντιθέῳ. Ἰσοθέῳ.

Τότε. Ἐπίῤῥημα, χρόνου δηλωτικόν. Στρατόωντο. Ἐστρατοπεδεύοντο. Ἱερὰ πρὸς τείχεα Θήβης. Περιφραστικῶς, τὰς Θήβας. Θῆβαι δέ εἰσιν αἱ πᾶσαι τρεῖς, ὧν μέμνηται ὁ ποιητής. Μία, ἧς νῦν ποιεῖται λόγον. Καὶ αἱ Ὑποπλάκιοι, ὧν μέμνηται ἐν τῇ α καὶ ζ. Καὶ αἱ Αἰγύπτιαι, περὶ ὧν φησιν ἐν τῇ ι.

Κλειτούς. Ἐνδόξους. Ἐπικούρους. Βοηθοὺς, συμμάχους.

Δόμεναι. Δοῦναι. Ἐπῄνεον. Συγκατετίθεντο, συνῄνουν.

Ἔτρεψεν. Ἐκώλυσε. Παραίσια. Ἐναντία. παρεκτὸς τοῦ αἰσίου. ὅ ἐστιν, ἅπασι χαλεπά. Σήματα φαίνων. Σημεῖα φανερὰ ποιῶν. δεικνύς.

Ὤιχοντο. Ἐπορεύοντο. Ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο. Καὶ προῆλθον τῆς ἐπὶ Θήβας ὁδοῦ.

Ἀσωπόν. Ποταμὸς Βοιωτίας. Βαθύσχοινον. Βαθεῖαν σχοῖνον ἔχοντα. Λεχεποίην. Βαθείαν πόαν ἔχοντα, ἐξ ἧς ἐστι καὶ λέχος ποιῆσαι, ὅ ἐστι, κοίτην.

Ἀγγελίην ἔπι Τυδῆ στεῖλαν. Ἀντὶ τοῦ, τότε δὴ τὸν Τυδέα ἄγγελον, ὅ ἐστι, πρεσβευτὴν, ἔπεμψαν οἱ Ἕλληνες. Στεῖλαν. Ἀπέστειλαν.

Κιχήσατο. Κατέλαβε. Καδμείωνας. Τοὺς Θηβαίους. Ἀπὸ Κάδμου, τοῦ κτήσαντος τὰς Θήβας.

Δαινυμένους. Εὐωχουμένους, ἑστιωμένους. Κατὰ δῶμα. Κατὰ τὴν οἰκίαν. Βίης Ἐτεοκλείης. Τοῦ Ἐτεοκλέους. περιφραστικῶς.

Ξεῖνός περ ἐών. Πολέμιος ὑπάρχων. Ἱππηλάτα. Ἀντὶ τοῦ, ἱππηλάτης.

Τάρβει. Ἐφοβεῖτο, εὐλαβεῖτο.

Ἀεθλεύειν. Ἀγωνίζεσθαι. Προκαλίζετο. Προεκαλεῖτο. Πάντα δʼ ἐνίκα. Ἀντὶ τοῦ, ἐν παντὶ ἀγωνίσματι.

Ῥηϊδίως. Εὐκόλως, ῥᾳδίως. Τοίη τοι. Τοιαύτη αὐτῷ. Ἐπίῤῥοθος. Βοηθός.

Χολωσάμενοι. Ὀργισθέντες. Κέντορες ἵππων. Ἵππους κεντοῦντες, ἱππικοί.

Ἂψ ἀνερχομένῳ. Εἰς τοὐπίσω ἐρχομένῳ. Πυκινόν. Πυκνόν. Λόχον. Ἐνέδραν. Εἷσαν. Ἐκάθισαν λεληθότως. Ἄγοντες. Ἀγαγόντες. Ἔλαβε δὲ χρόνον ἀντὶ χρόνου.

Μαίων. Τὸν Μαίονα τινὲς στοχάζονται κήρυκα γεγονέναι, διὰ τὸ μόνον αὐτὸν σωθῆναι. Ἱερὸν γὰρ ἦν τὸ γένος τῶν κηρύκων. Διὸ φορτικὸν ἦν, ὑβρίζειν αὐτούς. Ὅθεν καὶ παροιμία ἐλέχθη· τὸ, Πρέσβυς οὐ τύπτεται, οὐδὲ ὑβρίζεται. Αἱμονίδης. Αἵμονος παῖς. Ἐπιείκελος. Ὅμοιος.

Μενεπτόλεμος. Ὑπομονητικὸς ἐν τῷ πολέμῳ, γενναῖος.

Ἀεικέα. Αἰκιστικὸν, χαλεπόν. Πότμον. Μόρον, θάνατον. Ἐφῆκεν. Ἐπέβαλεν.

Ἔπεφνεν. Ἀνεῖλεν, ἐφόνευσεν. Ἵει. Ἐφίει, ἀπέλυσε.

Θεῶν τεράεσσι πιθήσας. Τοῖς τῶν θεῶν σημείοις πεισθείς.

Τοῖος ἔην. Τοιοῦτος ἦν. Αἰτώλιος. Ἀπὸ τῆς Αἰτωλίας. Ἀλλὰ τὸν υἱόν. Ἀλλὰ τὸν παῖδα.

Γείνατο. Ἐγέννησεν. Εἷο. Ἑαυτοῦ. Χέρεια. Χείρονα. Μάχῃ. Ἐν τῷ πολέμῳ. Ἀγορῇ δέ. Ἐν δὲ τῷ δημηγορεῖν. Πάνυ γὰρ συνετὸν πανταχοῦ ὑποτίθεται τὸν Διομήδην ὁ Ποιητὴς ἐν τοῖς νέοις.

Οὔτι. Οὐδαμῶς.

Ἐνιπήν. Ἐπίπληξιν, μέμψιν. Αἰδοίοιο. Αἰδοῦς καὶ ἐντροπῆς ἀξίου.

Υἱὸς Καπανῆος. Ὁ Σθένελος.

Μὴ ψεύδεο. Μὴ ψευδοῦ. Ἐπιστάμενος. Εἰδὼς, δυνάμενος. Σάφα. Ἀκριβῶς, σαφῶς,

Ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι. Περὶ ἑαυτοῦ λέγει Σθένελος, Καὶ Διομήδους. οὗτοι γὰρ μόνοι τῶν Ἐπιγόνων ἐστρατεύκεισαν ἐπὶ Ἴλιον. Ἐπίγονοι δὲ ἐκλήθησαν τῶν ἐπὶ Θήβας στρατευσαμένων οἱ παῖδες. Μέγʼ ἀμείνονες. Καταπολὺ κρείσσονες, βελτίονες. Εὐχόμεθα. Καυχώμεθα.

Θήβης ἕδος. Περιφραστικῶς, τὰς Θήβας. Ἕδος δὲ ἵδρυμα, ἔδαφος. Εἵλομεν. Ἐλάβομεν. ἐπορθήσαμεν.

Παυρότερον. Ὀλιγώτερον. Ἄρειον. Ἄρεος ἱερόν.

Τεράεσσι. Σημείοις. Ἀρωγῇ. Βοηθείᾳ.

Κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο. Ἐκεῖνοι, τὸ πάθος ἀφαίρεσις. Σφετέρῃσιν. Ἰδίαις ἁμαρτίαις. ἀνοίαις. Ὄλοντο. Ἀπώλοντο.

Τῷ. Διοδή. Ἔνθεο. Συγκαταρίθμει.

Τέττα. Προσφώνησις τιμητικὴ νεωτέρου φίλου πρὸς παλαιότερον. Ἧσο. Καθέζου. Οὐκ ἔπρεπε δὲ εἰς πόλεμον προερχόμενον αὐτὸν καθέζεσθαι. Βέλτιον οὖν, λέγειν, τὸ, μετὰ σιωπῆς ἧσο, ἤτοι, μένε.

Νεμεσῶ. Μέμφομαι.

Ἅμʼ ἕψεται. Ἀκολουθήσει. Εἴ κεν. Ἐάν.

Δῃώσωσι. Φονεύσωσιν. Ἕλωσι. Λάβωσι, πορθήσωσι.

Μέγα πένθος. Μεγίστη λύπη. Δῃωθέντων. Φονευθέντων.

Νῶϊ. Ἡμεῖς. Μεδώμεθα. Φροντίδα ποιησώμεθα. Θούριδος ἀλκῆς. Τῆς ἐνθουσιαστικῆς καὶ ὁρμητικῆς δυνάμεως.

Ἦ ῥα. Ἔφη δή. Καὶ ἔστιν ἀντὶ τοῦ, ἄρα. Ἐὰν δὲ ἓν μέρος λόγου ᾖ, δηλοῖ τὴν μετʼ ἐπικουρίας χάριν. Ὀχέων. Τῶν ἁρμάτων. Ἆλτο. Καθήλατο. Χαμᾶζε. Χαμαί. ἐπὶ γῆς.

Δεινόν. Ἐκπληκτικὸν, φρικτόν. Ἔβραχεν. Ἤχησεν. Ὀνοματοποΐα ὁ τρόπος. Χαλκός. Περιφραστικῶς, τὰ ὅπλα.

Ὀρνυμένου. Διεγειρομένου. Ὑπό κεν. Ὑφʼ οὗ ἂν ἤχου. Ταλασίφρονα. Καὶ τὸν πάνυ καρτερικὸν, γενναῖον. Δέος εἷλε. Φόβος ἔλαβε.

Πολυηχέϊ. Πολυταράχῳ. μεγάλως ἠχοῦντι.

Ὄρνυται. Διεγείρεται. ὁρμᾷ. Ἐπασσύτερον. Συνεχές. πυκνόν.

Πρῶτα. Τὸ πρῶτον καὶ τὴν ἀρχήν. Κορύσσεται. Κορυφοῦται, αὔξεται, εἰς ὕψος ἐπαίρεται.

Χέρσῳ. Τῇ γῇ. Ῥηγνύμενον. Προσρησσόμενον. Βρέμει. Ἠχεῖ. Βρόμος δὲ κυρίως ὁ τοῦ πυρὸς ἦχος. Ἀμφὶ δέ τʼ ἄκρας. Περὶ δὲ τὰ ἀκρωτήρια.

Κυρτόν. Μετέωρον, ὑψηλόν. Ἐόν. Ὄν. ὑπάρχον. Ἀποπτύει. Ἀποῤῥίπτει, ἐκβάλλει. Ὁ τρόπος μεταφορά. Ἁλὸς ἄχνην. Τὸ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα. τὸν ἀφρόν. ὅπερ καὶ φῦκός φασι.

Νωλεμέως. Ἀδιαλείπτως. Κέλευεν. Ἐκέλευεν. Οἷσιν ἕκαστος. Ἕκαστος ἡμῶν τοῖς ἰδίοις.

Ἀκὴν ἦσαν. Ἡσύχως καὶ χωρὶς θορύβου παρεγένοντο. Φαίης. Ὑπολάβοις, εἴποις.

Τόσσον. Τοσοῦτον. Ἔχοντʼ ἐνὶ στήθεσιν αὐδήν. Κατέχοντες ἐν αὐτοῖς τὴν φωνήν. Ἐκ τούτου παρίστησιν αὐτῶν τὸ ἥσυχον.

Σιγῇ. Σιωπῇ. Δειδιότες. Φοβούμενοι. Σημάντορα. Τοὺς ἡγεμόνας.

Ποικίλα. Διάφορα, καὶ πολύχρωμα. Εἱμένοι. Ἐνδεδυμένοι, ἠμφιεσμένοι.

Ὄϊες. Πρόβατα. Πολυπάμμονος. Πολυθρέμμονος, πλουσίου. Πάμματα γὰρ καλεῖται παρὰ Δωριεῦσι τὰ κτήματα. καὶ πάσασθαι, τὸ κτήσασθαι ἐκτεινομένου τοῦ α.

Ἀζηχές. Ἀδιαλείπτως, συνεχῶς. Μεμακυῖαι. Μηκώμεναι. Μηκὴ γάρ ἐστιν ἡ αἰγῶν βοή. Ὅθεν καὶ τὸ, μηκάδας αἶγας. Βληχὴ δὲ ἡ τῶν προβάτων.

Ἀλαλητός. Θόρυβος. Κατʼ ἀντίφρασιν. Ὀρώρει. Διεγήγερτο. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

Ὁμός. Ὅμοιος, ὁ αὐτός. Θρόος. Θροῦς, θόρυβος. Οὐδʼ ἴα. Οὐδὲ μία καὶ αὐτή. Γῆρυς. Φωνή.

Πολύκλητοι. Οἱ ἐκ πολλῶν τόπων συγκεκλημένοι, ὅ ἐστι, συναλλαχθέντες.

Ὦρσε. Διήγειρε. παρώρμα εἰς τὸ πολεμεῖν. Τὸ δὲ ἑξῆς οὕτως· ὦρσε δὲ τοὺς μὲν, Τρῶας δηλονότι, ὁ Ἄρης, τοὺς δὲ Ἕλληνας ἡ Ἀθηνᾶ. Ἄρης. Ἡ προθυμία τοῦ πολέμου. Ἢ, ὁ σωματοειδὴς θεός.

Δεῖμός τʼ, ἠδὲ Φόβος. Ἄρεος καὶ Ἀφροδίτης παῖδες. Κατὰ δέ τινας, οὐχʼ υἱοὶ, ἀλλʼ ἵπποι. Ἄμοτον. Ἀμότως, ἀπληρώτως. ἀφʼ οὗ καὶ μότα, τὰ ἐπιτιθέμενα τοῖς κοίλοις τραύμασιν ὀθόνια, πρὸς ἀναπλήρωσιν τῆς σαρκός.

Κασιγνήτη. Ἀδελφή. Ἑτάρη. Φίλη.

Ἥ τε. Ἥτις Ἔρις. Ὀλίγη. Ἐξ ὀλίγου καὶ ἐκ μικροῦ πράγματος. μικρά. Καὶ ἔστι ποσότης ἀντὶ πηλικότητος. Πρῶτα. Τὴν ἀρχήν. Κορύσσεται. Μετεωρίζεται, αὔξεται. Ἡ μεταφορὰ ἀπὸ τῆς κόρυθος.

Ἐστήριξε. Προσεπέλασεν, ἤγγισε. Κάρη. Τὴν κεφαλήν.

Ἥ σφιν. Ἥτις αὐτοῖς. Τότε. Κατʼ ἐκεῖνον τὸν χρόνον. Νεῖκος. Φιλονεικίαν. Ὁμοίϊον. Ὁμοίως πᾶσι χαλεπόν. Μέσσῳ. Μεταξὺ Τρώων καὶ Ἑλλήνων.

Ὀφέλλουσα. Αὔξουσα. Στόνον. Στεναγμὸν, λύπην.

Ἐς χῶρον. Εἰς τὸ ὡρισμένον χωρίον. Ξυνιόντες. Συνερχόμενοι.

Σύν ῥʼ ἔβαλον. Συνέβαλον δή. ὁ δὲ, ρα, σύνδεσμος, ἀντὶ τοῦ δή. Ῥινούς. Τὰς ἀσπίδας, τὰς βύρσας. Μένεʼ ἀνδρῶν. Τὴν δύναμιν τῶν ἀνδρῶν. περιφραστικῶς.

Ὀμφαλόεσσαι. Ὀμφαλοὺς ἔχουσαι, περιφερεῖς.

Ἔπληντο. Ἐπλησίαζον, ἤγγιζον. Πολύς. Μέγας. Ὀρυμαγδός. Θόρυβος.

Οἰμωγή. Στεναγμὸς, ὀλοφυρμὸς τῶν ἡττωμένων δηλονότι. Εὐχωλή. Καύχησις, δηλονότι τῶν νικώντων. Πέλεν. Ἐγένετο, τῶν τε φονευόντων, καὶ τῶν φονευομένων.

Ῥέεν. Ἀντὶ τοῦ, ἐχεῖτο. Ἔλαβε δὲ διάθεσιν ἐνεργητικήν.

Χείμαῤῥοι. Οἱ Χειμῶνος ῥέοντες ποταμοὶ, καὶ πληρούμενοι ἀπὸ μεγάλων ὄμβρων. Κατʼ ὄρεσφι. Κατὰ τῶν ὀρῶν.

Ἐς μισγάγκειαν. Εἰς κοῖλον τόπον, ἔνθα ὁμοῦ συμμίσγεται τὸ ὕδωρ ἀπὸ διαφόρων τόπων. Συμβάλλετον. Συμβάλλουσι, συμμίσγουσιν. Ὄβριμον. Πολύχρονον, ἢ ἰσχυρόν.

Κοίλης. Βαθείας. Ἔντοσθεν. Ἔσωθεν. Χαράδρης. Τῆς ἐγχαράξεως τοῦ ἐδάφους, γιγνομένης ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων. Εἴρηται δὲ ἀπὸ τοῦ οἱονεὶ ἐγκεχαράχθαι τῇ φορᾷ τοῦ ὕδατος.

Τῶν δέ τε. Τούτων δὲ τῶν ποταμῶν. Τηλόσε. Πόῤῥω. μακράν. Δοῦπον. Ἦχον, ψόφον. Ἔκλυεν. Ἤκουσε.

Μισγομένων. Συνερχομένων. Ἰαχή. Φωνὴ, βοή.

Πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστήν. Ἀντὶ τοῦ, ἐφόνευσε. Πῶς οὐκ Αἴας ἢ Διομήδης ἀριστεύει πρῶτος; Καί φασιν, ὅτι Πύλιοι πρῶτον συνέῤῥηξαν. Ἄλλοι δὲ, ὅτι, ἐπεὶ ὁ Ἀντίλοχος ἄλκιμός τε καὶ ταχὺς ὑπόκειται, εἰκότως καὶ φονεύει πρῶτος. Ἐμοὶ δὲ δοκεῖ, ἀπʼ ἐλάσσονος ἦρχθαι τὸν Ποιητὴν τὸ τῆς τύχης αἰνισσόμενον κράτος. Κορυστήν. Πολεμιστὴν, ἢ πεζὸν, καὶ ὁπλίτην.

Ἐσθλόν. Ἀγαθὸν, γενναῖον. Θαλυσιάδην. Θαλυσίου παῖδα. Ἐχέπωλον. Ὄνομα κύριον.

Κόρυθος φάλον. Εἰς τὸ ἀνάστημα τῆς περικεφαλαίας.

Πῆξεν. Ἐνήρεισε. Πέρησεν. Διεπέρασε, διῆλθεν. Ὀστέον εἴσω. Ἔνδοθεν τῶν ὀστέων.

Ἤριπεν. Ἔπεσεν.

Ἔλαβε. Κατείληφε.

Χαλκωδοντιάδης. Χαλκώδοντος παῖς. Μεγαθύμων. Μεγαλοψύχων, γενναίων. Ἀβάντων. Τῶν Εὐβοέων.

Ὑπʼ ἐκ βελέων. Ἔξωθεν τῶν βελῶν. Βέλος δὲ καλεῖται τὸ ἐκ χειρὸς βαλλόμενον. Λελιημένος. Προθυμούμενος, ἐσπουδακώς. Τάχιστα. Ταχέως. Ὁ τρόπος ὑπερβολή.

Συλήσειε. Σκυλεύσει. ὅ ἐστι, τὰ ὅπλα ἀποδύσῃ. Μίνυνθα. ἐπʼ ὀλίγον.

Ἐρύοντα. Ἕλκοντα.

Κύψαντι. Ἐπινεύσαντι. Παρʼ ἀσπίδος. Ἐγγὺς τῆς ἀσπίδος. Ἐξεφαάνθη. Ἐξεφάνη.

Οὔτησεν. Ἐκ χειρὸς ἔτρωσε. Ξυστῷ. Ἐξεσμένῳ δόρατι. Χαλκήρεϊ. Σιδήρῳ ἡρμοσμένῳ. Λῦσε δέ. Λυθῆναι δὲ ἐποίησεν.

Ἔργον. Ἡ μάχη. Ἐτύχθη. Κατεσκευάσθη, ἐγένετο.

Ἀργαλέον. Χαλεπὸν, δεινόν. Οἱ δὲ λύκοι ὥς. Οἱ δὲ δίκην λύκων. Διὰ τὸ ἁρπακτικὸν τοῦ ζώου. Ὁ δὲ τρόπος ἀναστροφή.

Ἀλλήλοις ἐπόρουσαν. Ἐφώρμησαν ἀλλήλοις. Ἐδνοπάλιζεν. Ἀνῄρει, ἐφόνευεν.

Ἠΐθεον. Ἄγαν νέον. Θαλερόν. Ἀκμαῖον νέον. Σιμοείσιον. Τὸν Ἀνθεμίωνος παῖδα.

Ἴδηθεν. Ἐκ τῆς Ἴδης. Ἴδη δὲ ὄρος ὑψηλότατον Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. ἀπὸ τῆς διαθρεψάσης τὸν Δία νύμφης. Δίδυμος δὲ πάντα τὰ ὄρη Ἴδας λέγει. ἀπὸ τοῦ δύνασθαι ἀπʼ αὐτῶν πλεῖστα καθορᾷν. Κατιοῦσα. Κατερχομένη. Παρʼ ὄχθῃσι Σιμόεντος. Παρὰ ταῖς ὄχθαις, ὅ ἐστι, τοῖς χείλεσι τοῦ Σιμόεντος ποταμοῦ.

Γείνατο. Ἀπεκύησεν, ἔτεκεν. Ἐπεί ῥα. Ἐπεὶ δή. Τοκεῦσι. Γονεῦσι, πατράσιν. Ἕσπετο. Ἠκολούθει. Μῆλα. Πρόβατα. Ἰδέσθαι. Θεάσασθαι.

Τοὔνεκά μιν. Τούτου χάριν αὐτόν. Κάλεον. Ἐκάλουν.

Θρέπτρα. Τὰ ὑπὲρ τῆς ἀνατροφῆς χαριστήρια. Αἰών. Ὁ τοῦ ζῇν χρόνος.

Ἔπλετο. Ἐγένετο. Δαμέντι. Δαμασθέντι, ἀναιρεθέντι.

Ἰόντα. Ἐπιόντα.

Ἀντικρύ. Ἐξ ἐναντίας, διαμπάξ.

Ἐν κονίῃσιν. Ἐν τῇ γῇ. Αἴγειρος ὥς. Ὡς αἴγειρος. Ἀναστροφὴ ὁ τρόπος. Ἔστι δὲ εἶδος δένδρου. Ὠνομάσθη δὲ ἀπὸ τῆς ἐγέρσεως αὐτῶν, καὶ ἀναδόσεως.

Ἥ ῥα. Ἥτις δή. Ἐν εἰαμενῇ. Ἐν καθύδρῳ καὶ βοτανώδει τόπῳ. Ἔλεος. Ἔλους. Ἔλος δὲ καλεῖται ὁ ὁμαλὸς καὶ κάθυδρος τόπος. Πεφύκει. Ηὐξήθη, ἀναδίδοται.

Λείη. Λεία. ὁμαλή. Ἀτάρ τέ οἱ ὄζοι. Οἱ δὲ κλάδοι αὐτῆς. Πεφύασι. Πεφύκασιν.

Ἁρματοπηγός. Ἅρματα συμπηγνύων. τέκτων. Αἴθωνι. Λαμπρῷ. ὀξεῖ. Ἐπʼ ἂν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίγνεται.

Ἐξέταμεν. Ἐξέτεμεν, ἔκοψεν. Ἴτυν. Ἀψίδα. Λέγει δὲ τὴν περιφέρειαν τοῦ τροχοῦ. Δίφρῳ. Τῷ ἅρματι. Περικαλλέϊ. Πάνυ καλῷ.

Ἀζομένη. Ξηραινομένη. Ψιλῶς ἀναγνωστέον· ἐσχημάτισται γὰρ παρὰ τὴν στέρησιν τοῦ ζῆν.

Ἐξενάριξεν. Ἐφόνευσεν.

Αἰολοθώρηξ. Ποικίλον θώρακα ἔχων.

Πριαμίδης. Πριάμου παῖς Ἄντιφος.

Ἅμαρτʼ. Διήμαρτεν, ἀπέτυχεν. Λεῦκον. Νῦν προπερισπωμένως ἀναγνωστέον, ἵνʼ ᾖ ὄνομα κύριον.

Βεβλήκει. Σχῆμα χρονικόν. Ἔλαβε δὲ ὑπερσυντελικὸν ἀντὶ ὁριστικοῦ. Νέκυν. Νεκρόν. Εἴρηται δὲ παρὰ τὸ νήκηρος, ὁ μὴ ἔχων κέαρ, ὅ ἐστι, ψυχήν. Ἑτέρωσε. Εἰς τὸ ἕτερον μέρος. Ἐρύοντα. Ἕλκοντα.

Ἤριπε. Κατηνέχθε, ἔπεσεν. Ἔκπεσεν. Ἐξέπεσεν.

Ἀποκταμένοιο. Ἀναιρεθέντος. Χολώθη. Ἐλυπήθη, ὠργίσθη.

Κεκορυθμένος. Καθωπλισμένος. Ἀπὸ μέρους τὸ πᾶν. Αἴθοπι. Τῷ λαμπρῷ.

Ἀμφί ἑ παπτῄνας. Περὶ αὑτὸν περιβλεψάμενος. Κεκάδοντο. Ταρασσόμενοι ἐσκορπίζοντο, ἔφευγον.

Οὐχ ἅλιον. Οὐ μάταιον. Ἧκεν. Ἔπεμψε.

Νόθον. Τὸν οὐ γνήσιον, ἀλλʼ ἐκ παλλακίδος ὄντα. Αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ Ποιητῇ τετραχῶς λέγονται. ὁ μὲν γὰρ γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς· ὁ δὲ σκότιος, καὶ ἄλλος παρθένιος. Γνήσιος μὲν οὖν καλεῖται, ὁ ἐκ νομίμων γάμων. Νόθος δὲ, ὁ ἐκ παλλακίδος. Σκότιος, ὁ τὸν πατέρα ἀγνοῶν. Σκότιον δέ ἑ γείνατο μήτηρ. Παρθένιος δὲ, ὁ ἐκ παρθένου ἔτι νομιζομένης γενόμενος. ὡς τό· Παρθένιον τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη. Δημοκόωντα. Ὄνομα κύριον.

Ὅς οἱ Ἀβυδόθεν ἦλθεν. Ὅστις αὐτῷ ἐκ τῆς Ἀβύδου παρεγεγόνει πόλεως Ἑλλησπόντου. Παρʼ ἵππων ὠκειάων. Ἐξ ἐκείνου τοῦ τόπου, ἐν ᾧ ἵπποι ἐγεννῶντο ταχεῖς. Εἶπε δὲ, ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου.

Κόρσην. Τὸν κρόταφον. Πέρησε. Διεπέρασε, διῆλθεν.

Αἰχμή. Ἡ ἐπιδορατίς. Τὸν δὲ σκότος ὄσσʼ ἐκάλυψε. Σολοικισμὸς παρὰ τὰς πτώσεις, ἔδει γὰρ εἰπεῖν, τοῦ δὲ σκότος ὄσσʼ ἐκάλυψε. τούτου δὲ τοὺς ὀφθαλμοὺς τὸ σκότος ἐκάλυψεν.

Ἀράβησε δέ. Ἤχησε δέ. Τεύχεα. Τὰ ὅπλα.

Χώρησαν. Ὑπεχώρησαν, ἔφυγον. Πρόμαχοι. Πρωταγωνισταί. Φαίδιμος. Ἐπιφανὴς, λαμπρὸς ἐν ταῖς πράξεσι.

Μέγʼ ἴαχον. Μέγα ἐβόησαν. Ἐῤῥύσαντο. Εἵλκυσαν.

Ἴθυσαν. Ἐπʼ εὐθείας ὥρμησαν. Νεμέσησεν. Ἐφθόνησεν, ἐβάσκῃνε.

Περγάμου ἐκκατιδών. Ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος δὲ μόνην τὴν Ἰλίου ἀκρόπολιν, Πέργαμον καλεῖ· οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. Ἰστέον δὲ, ὅτι οἱ παλαιοὶ οἱ κτίζοντες τὰς πόλεις, ἐν τοῖς ὑψηλοτέροις τόποις ἀκροπόλεις ἐποίουν, διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς. Κέκλετο. Παρεκελεύσατο. Ἀΰσας. Βοήσας.

Ὄρνυσθε. Ὁρμᾶτε, διεγείρεσθε. Μὴ δʼ εἴκετε. Μὴ δὲ ὑποχωρεῖτε. Χάρμης. Μάχης. κατὰ ἀντίφρασιν. οὐδεὶς γὰρ ἐν αὐτῇ χαίρει.

Λίθος χρώς. Τὸ σῶμα ἀναίσθητος. Μεταφορά.

Ἀνασχέσθαι. Ἀναδέξασθαι, ὑπομεῖναι. Ταμεσίχροα. Τέμνοντα τὸν χρῶτα.

Οὐ μάν. Οὐ μὲν οὖν. Ἠϋκόμοιο. Εὐκόμου.

Μάρναται. Μάχεται. Θυμαλγέα. Τὸν τὴν ψυχὴν ἀλγοῦντα. Πέσσει. Καταδαπανᾷ, ἢ πραΰνει. Ὁ τρόπος μεταφορά.

Δεινός. Φρικτὸς, φοβερός.

Κυδίστη. Ἐνδοξοτάτη. Τριτογένεια. Ἡ Ἀθηνᾶ, ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις. ἢ ἡ ἐπὶ τῷ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα.

Ἀμαρυγκείδην. Ἀμαρυγκέως παῖδα Διώρην. Ἐπέδησεν. Κατέσχε.

Χερμαδίῳ. Χειροπλήθει λίθῳ. Βλῆτο. Ἐβέβλητο. Ὀκρυόεντι. Τραχεῖ.

Δεξιτερήν. Δεξιάν. Ἀγός. Ἡγεμών.

Ἰμβρασίδης. Ἰμβράσου παῖς Πείρως. Αἰνόθεν. Ἀπὸ Αἴνου πόλεως Θρᾴκης. Εἰληλούθει. Παρεγεγόνει, ἐληλύθει.

Ἀμφοτέρω δὲ τένοντε. Ἀμφότερα δὲ αὐτοῦ τὰ κατατείνοντα νεῦρα. Λᾶας. Λίθος. Ἀναιδής. Ὁ ταχύς.

Ἄχρις. Ἕως. Ἀπηλοίησεν. Ἀπέκοψε.

Κάππεσε. Κατέπεσεν. Ἄμφω χεῖρε. Ἀμφοτέρας τὰς χεῖρας. Πετάσσας. Ἐκπετάσας. ἐκτείνας.

Θυμὸν ἀποπνείων. Περιφραστικῶς, τὴν ψυχὴν ἐκπνέων. Ὅς ῥα. Ὅστις δέ.

Οὖτα. Ἔτρωσε.

Χύντο. Ἀθρόως ἐξεχύθησαν. Χολάδες. Τὰ ἔντερα. ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολή· τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν διάκρισιν τῶν περιττῶν. ἔμελλε γὰρ, ψυχρὰ ὄντα τῇ κράσει, ἀργὰ μένειν, καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. Οἱ δὲ ἠτυμολόγησαν παρὰ τὸ χεῖσθαι. οὐ καλῶς.

Ἀπεσσύμενον. Ἀπαλλασσόμενον. ἀπερχόμενον.

Πάγη. Ἐνεπάγη, εἰσῆλθεν.

Ἀγχίμολον. Ἐκ τοῦ σύνεγγυς. μετʼ οὐ πολύ.

Τύψε. Ἐπέπληξεν. Ἐκ δʼ αἴνυτο. Ἀφῃρεῖτο δέ.

Οὐκ ἀπέδυσεν. Οὐκ ἐσκύλευσε. Περίστησαν. Περιέστησαν κύκλῳ.

Ἀκρόκομοι. Ἤτοι, ἄκρως κομῶντες. Ἢ, οἱ μὴ κομῶντες ἄγαν, μήτε πάλιν ἐψιλωμένοι τὴν κεφαλήν. Δολίχʼ ἔγχεα. Τὰ μακρὰ δόρατα.

Οἵ ἑ. Οἵτινες αὐτόν. Μέγαν περʼ ἐόντα. Ἰσχυρόν περ ὑπάρχοντα. Ἴφθιμον. Ἰσχυρόν. Ἀγαυόν. Λαμπρόν.

Ὦσαν. Ἀπώσαντο, ἀπέκρουσαν. Ἀπὸ σφείων. Ἀφʼ ἑαυτῶν. Χασσάμενος. Ἀναχωρήσας. Πελεμίχθη. Διεσείσθη, ἀνεκινήθη.

Ὣς τώγε. Οὕτως οὗτοι. Παρʼ ἀλλήλοισι τετάσθην. Ἐγγὺς ἀλλήλων ἔκειντο ἐκτεταμένοι.

Ἐπειῶν. Ἠλείων. Ἀπὸ Ἐπειοῦ τοῦ Ἠλείου, βασιλέως αὐτῶν.

Περικτείνοντο. Περὶ αὐτοὺς ἀνῃροῦντο.

Ἔνθα. Τότε. Ἔργον. Νῦν, τὸν πόλεμον. Ὀνόσαιτο. Ἐκφαυλίσειε, μέμψαιτο. Μετελθών. Εἰς αὐτοὺς παραγενόμενος.

Ἄβλητος καὶ ἀνούτατος. Ἄβλητος καὶ ἀνούτατος λέγεται, ὁ ἔτι μήτε ἀπὸ διαστήματος τρωθεὶς δόρατι ἢ ὀϊστῷ, μήτε δὲ ἐκ τοῦ ἐγγὺς ξίφει. Τοῦτο γὰρ διαφέρει βολὴ τρώσεως.

Δινεύοι. Περὶ αὐτοὺς ἀναστρέφοιτο. Ὅθεν καὶ αἱ συστροφαὶ τῶν ἀνέμων, δῖναι λέγονται.

Ἀπερύκοι. Ἀπείργοι, κωλύοι. Ἐρωήν. Ὁρμήν.

Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Πρηνέες. Πρηνεῖς, ἐπὶ πρόσωπον, ἀπὸ τοῦ πρόσω νενευκέναι. Τέταντο. Ἐκτεταμένοι ἦσαν, ἀνῄρηντο.