ΒΙΩΝΟΣ ΑΠΟΣΠΑΣΜΑΤΑ
ΕΙΣ ΥΑΚΙΝΘΟΝ
Ἀμφασία τὸν Φοῖβον ἕλεν τόσον ἄλγος ἔχοντα.
δίζετο φάρμακα πάντα σοφὰν δʼ ἐπεμαίετο τέχναν,
χρῖεν δʼ ἀμβροσίᾳ καὶ νέκταρι, χρῖεν ἅπασαν
ὠτειλάν· μοιραῖα δʼ ἀναλθέα τραύματα πάντα.
Κλεόδαμος
Εἴαρος, ὦ Μύρσων, ἢ χείματος ἢ φθινοπώρω
ἢ θέρεος τί τοι ἁδύ; τί δὲ πλέον εὔχεαι ἐλθεῖν;
ἦ θέρος, ἁνίκα πάντα τελείεται ὅσσα μογεῦμες,
ἢ γλυκερὸν φθινόπωρον, ὅκʼ ἀνδράσι λιμὸς ἐλαφρά,
ἢ καὶ χεῖμα δύσεργον—ἐπεὶ καὶ χείματι πολλοί
θαλπόμενοι θέλγονται ἀεργίᾳ τε καὶ ὄκνῳ—
ἤ τοι καλὸν ἔαρ πλέον εὔαδεν; εἰπὲ τί τοι φρήν
αἱρεῖται, λαλέειν γὰρ ἐπέτραπεν ἁ σχολὰ ἄμμιν.
Μύρσων
κρίνειν οὐκ ἐπέοικε θεήια ἔργα βροτοῖσι,
πάντα γὰρ ἱερὰ ταῦτα καὶ ἁδέα· σεῦ δὲ ἕκατι
ἐξερέω, Κλεόδαμε, τό μοι πέλεν ἅδιον ἄλλων.
οὐκ ἐθέλω θέρος ἦμεν, ἐπεὶ τόκα μʼ ἅλιος ὀπτῇ·
οὐκ ἐθέλω φθινόπωρον, ἐπεὶ νόσον ὥρια τίκτει.
οὖλον χεῖμα φέρει νιφετόν, κρυμὼς δὲ φοβεῦμαι.
εἶαρ ἐμοὶ τριπόθητον ὅλῳ λυκάβαντι παρείη,
ἁνίκα μήτε κρύος μήθʼ ἅλιος ἄμμε βαρύνει.
εἴαρι πάντα κύει, πάντʼ εἴαρος ἁδέα βλαστεῖ,
χἀ νὺξ ἀνθρώποισιν ἴσα καὶ ὁμοίιος ἀώς.
Μοίσας Ἔρως καλέοι, Μοῖσαι τὸν Ἔρωτα φέροιεν.
μολπὰν ταὶ Μοῖσαί μοι ἀεὶ ποθέοντι διδοῖεν,
τὰν γλυκερὰν μολπάν, τᾶς φάρμακον ἅδιον οὐδέν.
Ἐκ θαμινᾶς ῥαθάμιγγος, ὅπως λόγος, αἰὲς ἰοίσας
χἀ λίθος ἐς ῥωχμὸν κοιλαίνεται.
Οὐ καλόν, ὦ φίλε, πάντα λόγον ποτὶ τέκτονα φοιτῆν,
μηδʼ ἐπὶ πάντʼ ἄλλω χρέος ἰσχέμεν· ἀλλὰ καὶ αὐτός
τεχνᾶσθαι σύριγγα, πέλει δέ τοι εὐμαρὲς ἔργον.
Μηδὲ λίπῃς μʼ ἀγέραστον, ἐπὴν χὠ Φοῖβος ἀείδειν
μισθὸν ἔδωκε. τιμὰ δὲ τὰ πράγματα κρέσσονα ποιεῖ.
Οὐκ οἶδʼ, οὐδʼ ἐπέοικεν ἃ μὴ μάθομες πονέεσθαι.
Εἴ μευ καλὰ πέλει τὰ μελύδρια, καὶ τάδε μῶνα
κῦδος ἐμοὶ θήσοντι τά μοι πάρος ὤπασε Μοῖσα·
εἰ δʼ οὐχ ἁδέα ταῦτα, τί μοι πολὺ πλείονα μοχθεῖν;
εἰ μὲν γὰρ βιότω διπλόον χρόνον ἄμμιν ἔδωκεν
ἢ Κρονίδας ἢ Μοῖρα πολύτροπος, ὥστʼ ἀνύεσθαι
τὸν μὲν ἐς εὐφροσύναν καὶ χάρματα τὸν δʼ ἐπὶ μόχθῳ,
ἦν τάχα μοχθήσαντι ποθʼ ὕστερον ἐσθλὰ δέχεσθαι.
εἰ δὲ θεοὶ κατένευσαν ἕνα χρόνον ἐς βίον ἐλθεῖν
ἀνθρώποις, καὶ τόνδε βραχὺν καὶ μείονα πάντων,
ἐς πόσον, ἆ δειλοί, καμάτως κεἰς ἔργα πονεῦμες,
ψυχὰν δʼ ἄχρι τίνος ποτὶ κέρδεα καὶ ποτὶ τέχνας
βάλλομες ἱμείροντες ἀεὶ πολὺ πλείονος ὄλβω;
λαθόμεθʼ ἦ ἄρα πάντες ὅτι θνατοὶ γενόμεσθα,
χὠς βραχὺν ἐκ Μοίρας λάχομες χρόνον;
Ταὶ Μοῖσαι τὸν Ἔρωτα τὸν ἄγριον οὐ φοβέονται
ἐκ θυμῶ δὲ φιλεῦντι καὶ ἐκ ποδὸς αὐτῷ ἕπονται.
κἢν μὲν ἄρα ψυχάν τις ἔχων ἀνέραστον ἀείδῃ,
τῆνον ὑπεκφεύγοντι καὶ οὐκ ἐθέλοντι διδάσκειν·
ἢν δὲ νόον τις Ἔρωτι δονεύμενος ἁδὺ μελίσδῃ,
ἐς τῆνον μάλα πᾶσαι ἐπειγόμεναι προρέοντι.
μάρτυς ἐγὼν ὅτι μῦθος ὅδʼ ἔπλετο πᾶσιν ἀλαθής·
ἢν μὲν γὰρ βροτὸν ἄλλον ἢ ἀθανάτων τινὰ μέλπω,
βαμβαίνει μοι γλῶσσα καὶ ὡς πάρος οὐκέτʼ ἀείδει·
ἢν δʼ αὖτʼ ἐς τὸν Ἔρωτα καὶ ἐς Λυκίδαν τι μελίσδω,
καὶ τόκα μοι χαίροισα διὰ στόματος ῥέει αὐδά.
Ἁ μεγάλα μοι Κύπρις ἔθʼ ὑπνώοντι παρέστα
νηπίαχον τὸν Ἔρωτα καλᾶς ἐκ χειρὸς ἄγοισα
ἐς χθόνα νευστάζοντα, τόσον δέ μοι ἔφρασε μῦθον·
«μέλπειν μοι, φίλε βοῦτα, λαβὼν τὸν Ἔρωτα δίδασκε».
ὣς λέγε· χἂ μὲν ἀπῆλθεν, ἐγὼ δʼ ὅσα βουκολίασδον,
νήπιος ὡς ἐθέλοντα μαθεῖν, τὸν Ἔρωτα δίδασκον,
ὡς εὗρεν πλαγίαυλον ὁ Πάν, ὡς αὐλὸν Ἀθάνα,
ὡς χέλυν Ἑρμάων, κίθαριν ὡς ἁδὺς Ἀπόλλων.
ταῦτά νιν ἐξεδίδασκον· ὃ δʼ οὐκ ἐμπάζετο μύθων,
ἀλλά μοι αὐτὸς ἄειδεν ἐρωτύλα, καί με δίδασκε
θνατῶν ἀθανάτων τε πόθως καὶ ματέρος ἔργα.
κἠγὼν ἐκλαθόμαν μὲν ὅσων τὸν Ἔρωτα δίδασκον,
ὅσσα δʼ Ἔρως με δίδαξεν ἐρωτύλα πάντα διδάχθην.
Ἕσπερε, τᾶς ἐρατᾶς χρύσεον φάος Ἀφρογενείας,
Ἕσπερε, κυανέας ἱερόν, φίλε, νυκτὸς ἄγαλμα,
τόσσον ἀφαυρότερος μήνας ὅσον ἔξοχος ἄστρων,
χαῖρε, φίλος, καί μοι ποτὶ ποιμένα κῶμον ἄγοντι
ἀντὶ σελαναίας τὺ δίδου φάος, ὥνεκα τήνα
σάμερον ἀρχομένα τάχιον δύεν. οὐκ ἐπὶ φωράν
ἔρχομαι οὐδʼ ἵνα νυκτὸς ὁδοιπορέοντας ἐνοχλέω,
ἀλλʼ ἐράω· καλὸν δέ γʼ ἐρασσαμένῳ συναρέσθαι.
Ὄλβιοι οἱ φιλέοντες ἐπὴν ἴσον ἀντεράωνται.
ὄλβιος ἦν Θησεὺς τῶ Πειριθόω παρεόντος,
εἰ καὶ ἀμειλίκτοιο κατήλυθεν εἰς Ἀΐδαο·
ὄλβιος ἦν χαλεποῖσιν ἐν Ἀξείνοισιν Ὀρέστας
ὥνεκά οἱ ξυνὰς Πυλάδας ᾅρητο κελεύθως·
ἦν μάκαρ Αἰακίδας ἑτάρω ζώοντος Ἀχιλλεύς·
ὄλβιος ἦν θνᾴσκων ὅ οἱ οὐ μόρον αἰνὸν ἄμυνεν.
Ἰξευτὰς ἔτι κῶρος ἐν ἄλσεϊ δενδράεντι
ὄρνεα θηρεύων τὸν ἀπότροπον εἶδεν Ἔρωτα
ἑσδόμενον πύξοιο ποτὶ κλάδον· ὡς δὲ νόησε,
χαίρων ὥνεκα δὴ μέγα φαίνετο τὤρνεον αὐτῷ,
τὼς καλάμως ἅμα πάντας ἐπʼ ἀλλάλοισι συνάπτων
τᾷ καὶ τᾷ τὸν Ἔρωτα μετάλμενον ἀμφεδόκευε.
χὠ παῖς, ἀσχαλάων ὅκα οἱ τέλος οὐδὲν ἀπάντη,
τὼς καλάμως ῥίψας ποτʼ ἀροτρέα πρέσβυν ἵκανεν
ὅς νιν τάνδε τέχναν ἐδιδάξατο, καὶ λέγεν αὐτῷ
καί οἱ δεῖξεν Ἔρωτα καθήμενον. αὐτὰρ ὁ πρέσβυς
μειδιάων κίνησε κάρη καὶ ἀμείβετο παῖδα·
«φείδεο τᾶς θήρας, μηδʼ ἐς τόδε τὤρνεον ἔρχευ.
φεῦγε μακράν· κακόν ἐντι τὸ θηρίον. ὄλβιος ἔσσῃ
εἰσόκε μή νιν ἕλῃς· ἢν δʼ ἀνέρος ἐς μέτρον ἔλθῃς
οὗτος ὁ νῦν φεύγων καὶ ἀπάλμενος αὐτὸς ἀφʼ αὑτῶ
ἐλθὼν ἐξαπίνας κεφαλὰν ἔπι σεῖο καθιξεῖ».
Ἅμερε Κυπρογένεια, Διὸς τέκος ἠὲ θαλάσσας,
τίπτε τόσον θνατοῖσι καὶ ἀθανάτοισι χαλέπτεις;
τυτθὸν ἔφαν. τί νυ τόσσον ἀπήχθεο καὶ τεῒν αὐτᾷ
ταλίκον ὡς πάντεσσι κακὸν τὸν Ἔρωτα τεκέσθαι,
ἄγριον, ἄστοργον, μορφᾷ νόον οὐδὲν ὁμοῖον;
ἐς τί δέ νιν πτανὸν καὶ ἑκαβόλον ὤπασας ἦμεν
ὡς μὴ πικρὸν ἐόντα δυναίμεθα τῆνον ἀλύξαι;
Μορφὰ θηλυτέραισι πέλει καλόν, ἀνέρι δʼ ἀλκά.
Αὐτὰρ ἐγὼν βασεῦμαι ἐμὰν ὁδὸν ἐς τὸ κάταντες
τῆνο ποτὶ ψάμαθόν τε καὶ ἀιόνα ψιθυρίσδων,
λισσόμενος Γαλάτειαν ἀπηνέα· τὰς δὲ γλυκείας
ἐλπίδας ὑστατίω μέχρι γήραος οὐκ ἀπολειψῶ.
Πάντα θεῶ γʼ ἐθέλοντος ἀνύσιμα· πάντα βροτοῖσιν
ἐκ μακάρων ῥάιστα καὶ οὐκ ἀτέλεστα γένοιτο.