Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ ΤιθωνοῖοὬρνυτο. Μυθεύεται, ὅτι Τιθωνὸν τὸν Λαομέδοντος, εὐπρεπέστατον τῶν καθʼ αὐτὸν, ἐν Ἰλίῳ γενόμενον, ἐρασθεῖσα ἀνήρπασεν ἡ Ἡμέρα, καὶ τῆς τούτου μετέλαβε κοίτης. Αἰτησαμένῳ δὲ αὐτῷ παρέσχεν ἀθανασίαν. Ὁ δὲ γέρων γενόμενος, διὰ γὰρ ἄγνοιαν οὐκ ᾐτήσατο ἀθανασίαν σὺν ἀγηρασίᾳ, ἀχθόμενος ὡς τῶν ἐν βίῳ μεταλαμβάνειν οὐ δυνάμενος, ἐκάλεσε τὴν θεὸν, ὅπως αὐτὸν τοῦ ζῇν ἀπαλλάξῃ. Ἡ δὲ, οὐ δὲ γὰρ ἦν δυνατὸν ἀποθανεῖν αὐτὸν, μετέβαλεν εἰς τέττιγα, τὸν μουσικώτατον τῶν πτηνῶν, ὅπως καὶ διὰ τῆς φωνῆς αὐτοῦ τέρπηται. Γίγνεται δὲ ἐξ αὐτῶν παῖς Μέμνων, ὁ τῶν Αἰθιόπων βασιλεύς. Ἐκ λεχέων. Ἐκ τῆς κοίτης. Ἀγαυοῦ. Ἄγαν ἐνδόξου, καλοῦ. Τιθωνοῖο. Τιθωνοῦ. Τιθωνὸς δέ ἐστι Λαομέδοντος μὲν παῖς, ἀδελφὸς δὲ Πριάμου, Ἡμέρας σύνευνος.
Προΐαλλε. Προέπεμπεν, ἀπέστελλεν, ἐξέπεμπεν.
Ἀργαλέην. Ἄλγη ἐπιφέρουσαν. Τέρας. Σημεῖον. Πολέμοιο τέρας. Περιφραστικῶς, τὸν πόλεμον.
Μεσσάτῳ. Μεσαιτάτῳ. Γεγωνέμεν. Βοᾷν.
Εἴρυσαν. Ἀνείλκυσαν. Κάρτεϊ. Ἰσχύϊ.
Ὄρθια. Ὀρθῶς. ἀνατεταμένως, μεγάλως.
Ζώννυσθαι. Καθοπλίζεσθαι. Συνεκδοχικῶς, ἀπὸ μέρους.
Νώροπα. Λαμπρόν.
Ξεινήϊον. Ξένιον.
Πεύθετο. Ἠκούετο. Κύπρονδε. Ἕως εἰς Κύπρον. Ἠκούετο δὲ ἕως εἰς Κύπρον. Κλέος. Φήμη. Οὕνεκα. Νῦν ἀντὶ τοῦ, ὅτι.
Οἶμοι. Ὁδοί. στίχοι. Μεταληπτικῶς, ἀντὶ τοῦ, ῥάβδοι. Κυάνοιο. Χρώματι κυανῷ εἰκασμένου.
Κυάνεοι. Μέλανες. Ὀρωρέχατο. Ἐξέτατο. διεγηγερμένοι ἦσαν. ἐκτεταμένοι.
Ἴρισσιν. Ταῖς ἐν οὐρανῷ ἴρισι φαινομέναις. Ἴρις δέ ἐστι πάθος περὶ τὸν ἀέρα, ἐν νέφει συνεκτεταμένον ἐξ ἡλιακῆς ἀκτῖνος.
Στήριξεν. Ἔστησεν, ἥδρασεν.
Ἀορτήρεσσι. Τοῖς ἀπαιωροῦσι τὸ ξίφος ἱμάσι.
Πολυδαίδαλον. Πολλὰς κατασκευὰς ἔχουσαν. Θοῦριν. Ἤτοι, πολεμικήν· ἢ, εὐκίνητον καὶ κούφην τῷ φοροῦντι.
Γοργώ. Γοργότητος καὶ δέους παρασκευαστικὴ, καὶ φυγῆς τῶν ὁρώντων. Βλοσυρῶπις. Φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν. Ἐστεφάνωτο. Περιεῖχε, περιέκειτο.
Δερκομένη. Βλέπουσα.
Τελαμών. Ἀναφορεύς.
Ἀμφιστρεφέες. Ἐξ ἑνὸς στόματος τοῦ δράκοντος τρεῖς ἐπεφύκεισαν κεφαλαὶ, ἀλλήλαις συμπεπλεγμέναι.
Ἀμφίφαλον. Ἀμφοτέρωθεν φαλοὺς ἔχουσαν.
Ἀπʼ αὐτόφιν. Ἀπʼ αὐτῶν.
Ἐπὶ δʼ ἐγδούπησαν. Ἐπεκτύπησαν, ἐπεβρόντησαν.
Πρυλέες. Πεζοὶ ὁπλῖται.
Ῥώοντο. Ὥρμων. Ἠῶθι πρό. Πρὸ τῆς ἀνατολῆς, πρὸ ἡμέρας.
Φθάν. Ἔφθασαν. Φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρον κοσμηθέντες. Τινὲς ὑπερβατὸν τοῦτο νοοῦσι, μεγάλως κοσμηθέντες ἔφθασαν. τὸ οὖν μέγα, τῷ κοσμηθέντες συντάττεται. Φθὰν δὲ μέγα. Μεγάλως ἔφθασαν.
Μετεκίαθον. Μετʼ αὐτοὺς ἦλθον. Ὀλίγον μετεκίαθον. Μετʼ ὀλίγον ἐκεῖ ἐπορεύοντο. Κυδοιμόν. Θόρυβον.
Ἐέρσας. Δρόσους.
Μυδαλέας. Διαβρόχους, διΰγρους. Ἐζήτηται, πῶς ἐνεδέχετο, αἷμα ἔχειν τὰς νεφέλας. Καὶ λέγουσιν οἱ λύοντες τὸ ἀμφίβολον, ὡς, ἐπὶ μεγίστῳ πολέμῳ πολλῶν ἀναιρουμένων, τὸ αἷμα τούτων ἐπλήρου τοὺς πλησίον ποταμούς. ἀφʼ ὧν αἱ νεφέλαι λαμβάνουσαι τὸ ὕδωρ, αἱματώδεις δρόσους ἔπεμπον.
Θρωσμῷ. Τόπῳ ὑψηλῷ ἐν τῷ πεδίῳ, ἀφʼ οὗ ἦν καθορᾷν.
Οὔλιος. Ὀλέθριος. Λέγει δὲ τὸν Κύνα. Περὶ οὗ καὶ ἀλλαχόθι φησὶν ὁ Ποιητής· Καί τε φέρει πολὺν πυρετὸν δειλοῖσι βροτοῖσι.
Σκιόεντα. Σκιὰν παρέχοντα. Ταῦτα γὰρ συσκιάζει τὸν ἀέρα.
Φάνεσκεν. Ἐφαίνετο.
Πυμάτοισιν. Ἐσχάτοις.
Στεροπή. Ἀστραπή.
Ἀμητῆρες. Θερισταί. Ἐναντίοι ἀλλήλοισιν. Ἐρίζοντες ἀλλήλοις.
Ὄγμον. Τὸ ἐπίστιχον ἔργον τῶν θεριζόντων. Ἐλαύνωσι. Θερίζωσι σπουδαίως. Μάκαρος. Πλουσίου.
Ταρφέα. Συνεχῆ, πυκνά.
Θορῶντες. Ἐφορμήσαντες.
Δῄουν. Ἐτίτρωσκον, διέκοπτον. Μνώοντο. Μνείαν ἐποιοῦντο.
Ἴσας δʼ ὑσμίνῃ κεφαλὰς ἔχον. Κατὰ μίαν εὐθείαν εἶχον τὰς κεφαλάς· ὅ ἐστιν, ἐξίσωτο αὐτοῖς ἡ μάχη.
Θῦνον. Ἐνθουσιωδῶς ὥρμων.
Παρετύγχανε. Παρῆν.
Ὀρέξαι. Παρασχεῖν.
Οὐκ ἀλέγιζεν. Οὐκ ἐφρόντιζε.
Στεροπήν. Λαμπηδόνα.
Δρυτόμος. Ὑλοτόμος, ξυλοτόμος. Δρῦν γὰρ ἐκάλουν οἱ παλαιοὶ πᾶν δένδρον, ἀπὸ τοῦ ἀρχαιοτέρου. Ὡπλίσσατο. Παρεσκευάσατο. Ἡτοίμασεν.
Ἐκορέσσατο χεῖρας. Ἀντὶ τοῦ, ἔκαμεν, ἐκοπίασεν.
Ἄδος. Κόρος.
Ἵμερος. Ἐπιθυμία, ἔρως.
Τῆμος. Τηνικαῦτα. καθʼ ἣν ὥραν. τότε. Σφῇ. Τῇ ἑαυτῶν.
Κεκλόμενοι. Παρακελευόμενοι.
Κατεπάλμενος. Καθαλλόμενος, καθορμήσας.
Μετώπιον. Τὸ μεταξὺ τῶν ὤπων, τὸ μεσόφρυον.
Σχέθεν. Ἀντέσχε. Χαλκοβάρεια. Τῷ χαλκῷ βαρουμένη. ὅ ἐστιν, ἰσχυρά.
Πεπάλακτο. Ἐφύρετο, ἐμολύνετο.
Στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας. Ἐπειδή, φησι, τοὺς ἐν τοῖς στήθεσιν αὐτῶν χιτῶνας ἀφείλετο, καὶ γυμνοὺς φαινομένους τοὺς νεκροὺς κατέλιπε.
Βῆ Ῥῆσόν τε καὶ Ἄντιφον. Ἔβη ἐπὶ τὸν Ῥῆσον καὶ Ἄντιφον.
Παραίβασκε. Παραιβάτης ἦν. Ὥ ποτε. Οὕς ποτε. Δυϊκῶς.
Κνημοῖσι. Ταῖς προβάσεσι. Δείδη. Ἔδησε. Μόσχοισι λύγοισιν. Ἁπαλοῖς λύγοις.
Ἐπʼ ὄεσσιν. Ἐπὶ τοῖς ποιμνίοις. Ἔλυσεν ἀποίνων. Λύτρα δεξάμενος ἀπέδωκεν.
Ἔλασεν. Ἔπληξε.
Σπερχόμενος. Κατεπειγόμενος, σπεύδων. Ἀπὸ τοῖϊν. Ἀπʼ αὐτῶν. Δυϊκῶς.
Ξυνέαξε. Συνέτριψεν.
Ἁπαλόν. Νέον.
Δρυμά. Δρυμῶνας. συνδένδρους τόπους.
Φεύοντο. Ἔφευγον.
Μενεχάρμην. Ὑπομένοντα τὴν μάχην, πολεμικόν.
Ἀλεξάνδροιο. Παρὰ Ἀλεξάνδρου.
Κυκηθήτην. Ἐταράχθησαν.
Γουναζέσθην. Τῶν γονάτων ἥπτοντο. ἱκέτευον.
Προσαυδήτην. Προσεφώνουν. προσεφθέγγοντο.
Ἀμείλικτον. Ἀηδῆ, σκληράν.
Ἀγγελίην. Ἀντὶ τοῦ εἰς πρεσβείαν. δύο δὲ σημαίνει ἀγγελία. παράγγελμα ὡς ἐν τῷ· Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ. καὶ τὸν ἄγγελον, ἤτοι τὸν πρέσβιν. ὡς ἐνταῦθα· Ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆι.
Ἐξέμεν. Ἐξεῶσαι, ἐκπέμψαι.
Ἀεικέα. Χαλεπόν.
Οὔδει ἐρείσθη. Πρὸς τῇ γῇ ἠρείσθη, ἐστηρίχθη.
Ὅλμον δʼ ὣς, ἔσσευε. Ὅλμου δὲ δίκην αὐτὸν ῥίψας κυλίεσθαι. Ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτεται ὄσπρια, καὶ ἄλλα τινά.
Ὄλεκον. Ἀνῄρουν. Τὸ ο μικρὸν, διὰ τὸ μέτρον.
Ὦρσαν. Διήγειραν.
Χαλκῷ δηϊόωντες. Ἤτοι, τοῖς ἐπισώτροις κόπτοντες. Ἢ οὕτω συντακτέον· Πεζοὶ μὲν πεζοὺς ὄλεκον, ἱππεῖς δʼ ἱππῆας. οὐ γὰρ οἱ τῶν ἵππων πόδες χαλκῷ ἐτίτρωσκον.
Ἀξύλῳ. Καταξύλῳ. Πολυξύλῳ. Τὸ γὰρ α νῦν, οὐ κατὰ στέρησιν, ἀλλὰ κατʼ ἐπίτασιν.
Εἰλυφόων. Εἰλῶν, ταράσσων. Οἱ δέ τε θάμνοι. Καὶ οἱ σύμφυτοι τόποι. Παρὰ τὸ θαμὰ πεφυτεῦσθαι αὐτοὺς, ὅ ἐστι, πυκνῶς. Οἱ δὲ, τὰ χαμαίζηλα καὶ πολύκλαδα φυτά.
Πρόῤῥιζοι. Μέχρι τῶν ῥιζῶν. Τῶν γὰρ κάτω γῆς τὸ πῦρ οὐχʼ ἅπτεται. Πυρὸς ὁρμῇ. Τῷ πυρί. Περιφραστικῶς.
Κάρηνα. Ἀπὸ μέρους, ἄνθρωποι. Οἱ δὲ, ἀκρωτήρια.
Κείνʼ ὄχεα. Κενὰ τὰ ἅρματα. Κροτάλιζον. Ἀντὶ τοῦ, ἕλκοντες ἠχὴν ἐποίουν.
Κείατο. Ἔκειντο. Πολὺ φίλτεροι. Πολὺ προσφιλέστεροι.
Ὕπαγεν. Ὑπεξῆγεν, ὑπεξέφερε. Κονίης. Τοῦ ἐν τῷ πολέμῳ κονιορτοῦ.
Αἵματος. Φόνου. Κυδοιμοῦ. Θορύβου, κραυγῆς.
Σφεδανόν. Ἐπεικτικόν. σφοδρόν. ἢ καταπληκτικόν. Κελεύων. Παρακελευόμενος.
Ἐρινεόν. Ἀγρίαν συκῆν.
Ἱέμενοι πόλεως. Ἐπιθυμοῦντες ἀνελθεῖν ἐπὶ τὴν πόλιν.
Νυκτὸς ἀμολγῷ. Τῷ καιρῷ ἐν ᾧ συμβέβηκεν ἀμέλγεσθαι τὰ θρέμματα. Τινὲς δὲ, τὸ μεσονύκτιον, ὅταν οὐδεὶς μολίσκει, οὐδὲ πρόεισι.
Τῇ δέ τʼ ἰῇ. Μιᾷ δέ τινι αὐτῶν. Ἀναφαίνεται. Ἐπέρχεται. Αἰπύς. Ὑψηλός. ἐξ οὗ, μέγας, καὶ ὀλέθριος.
Ἔγκατα. Ἐντοσθίδια. Λαφύσσει. Μετὰ ποιοῦ ἤχου ἀναῤῥοφεῖ, ἢ κενοῖ ἐσθίων. Παρὰ τὸ, γλαφυρὸν ποιεῖν, ὅ ἐστι κοῖλον.
Ἔφεπε. Κατόπιν ἐδίωκεν.
Ὀπίστατον. Τὸν ἔσχατον.
Περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. Περισσῶς γὰρ καὶ ἐνθουσιωδῶς εἰς τοὔμπροσθεν ὥρμα. Ἵνʼ ᾖ, κατεπολέμει αὐτοὺς τῷ δόρατι.
Ἔνισπεν. Εἶπεν.
Ἀνώχθω. Κελευέτω.
Τυπείς. Πληγείς. Βλήμενος. Βληθείς.
Εἰς ἵππους ἅλεται. Εἰς τὸ ἅρμα ἀνέλθῃ.
Ποδήνεμος. Ἴση ἀνέμοις κατὰ τὸ τάχος.
Ἱρήν. Ἱερὰν, μεγάλην.
Τεΐν. Σοί. Δωρικῶς.
Ὑπόεικε. Ὑποχώρει.
Ἀρτύνθη. Παρεσκευάσθη, ἡτοιμάσθη.
Κλειτῶν. Ἐνδόξων, ὀνομαστῶν.
Ἀντηνορίδης. Ἀντήνορος παῖς Ἰφιδάμας.
Κισσῆς. Κισσεύς.
Μητροπάτωρ. Ὁ τῆς μητρὸς πατήρ.
Ἐρικυδέος. Τῆς μεγάλως ἐνδόξου.
Ἐκ θαλάμοιο. Ἀντὶ τοῦ, γεγαμημένος νεωστί. Μετὰ κλέος ἵκετʼ Ἀχαιῶν. Μετὰ τὴν ἀκοὴν τῆς ἐπιστρατείας τῶν Ἑλλήνων κληδόνα ἢ φήμην ἀκούσας, ὅτι ἐπεστράτευσαν τῇ Τροίᾳ.
Τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπεν. Ἐθαλασσοκράτουν γὰρ οἱ Ἕλληνες, διὸ τὰς ναῦς καταλιπὼν, πεζὸς ἦλθεν εἰς Τροίαν. ἡ δὲ Περκώτη πόλις Ἑλλησπόντου.
Ἀτρείδης μὲν ἅμαρτεν. Ἀπέτυχε. Νῦν μὲν ὁ πρότερος νικᾷ, καὶ δεύτερον ἀφείς. ἐν δὲ ταῖς ἄλλαις μονομαχίαις τετήρηται, ὅτι ὁ πρότερος ἀφεὶς νικᾶται.
Οὐδʼ ἔτορεν. Οὐδὲ διέκοψεν.
Ἀντομένη. Συντυχοῦσα, ὑπαντήσασα. Ἐτράπετο. Εἰς τοὐπίσω ἀνετράπη.
Οἰκτρός. Οἴκτου καὶ ἐλέους ἄξιος. Ἀστοῖσι. Τοῖς ἰδίοις πολίταις.
Ἧς οὔτι χάριν. Παρʼ ἧς οὐδὲν αὐτῷ χαρίεν, οὐδὲ ἡδὺ ἐγένετο. Πολλὰ δʼ ἔδωκε. Προσληπτέον τὸ ἕδνα.
Ἄσπετα. Ἀπαρακολούθητα. πολλά.
Ἐξενάριξεν. Ἀπέκτεινεν, ἐσκύλευσεν.
Ἀριδείκετος. Πάνυ ἔνδοξος, εὐπρεπέστατος.
Εὐράξ. Ἐκ πλαγίου.
Διέσχε. Διεξῆλθεν.
Ἀνεμοτρεφές. Ἤτοι κοῦφον, καὶ εὐκίνητον, ἢ στερεόν. τὰ γὰρ ἐν ἀνέμῳ πλέον γυμναζόμενα δένδρα, στερεά.
Ὄπατρον. Ὁμόπατρον.
Ἀΰτει. Ἐβόα, ἐκάλει.
Τοῖο δέ. Τούτου δέ. Ἐπʼ Ἰφιδάμαντι. Ὡς ἐπιξήνῳ χρησάμενος τῷ τοῦ Ἰφιδάμαντος σώματι. Ἐπίξηνον δὲ, τὸ ἐπίκοπον, ὅτι ἐπʼ αὐτοῦ ξαίνεται τὰ κρέα.
Ἀνήνοθεν. Ἀνεφέρετο.
Ἐτέρσετο. Ἐξηραίνετο τῆς ἐκ τοῦ αἵματος νοτίδος.
Ὀξεῖαι. Δριμεῖαι, σφοδραί. Δῦνον μένος Ἀτρείδαο. Τὸν Ἀγαμέμνονα κατέσχον.
Βέλος ὀξύ. Ἡ σφοδρὰ ὀδύνη. οἷον ἡ τιτρώσκουσα.
Προϊεῖσι. Προπέμπουσι. Μογοστόκοι. Αἱ τοὺς μόγους κουφίζουσαι τῶν τικτουσῶν. Εἰλείθυιαι. Θεαὶ τῶν τικτουσῶν ἔφοροι, Διὸς καὶ Ἥρας θυγατέρες.
Δῦνον. Κατεδύοντο, ὑπεισῆλθον.
Ἤχθετο. Ἐβαρεῖτο, ἐλυπεῖτο.
Γεγωνώς. Παρακελευόμενος, βοῶν.
Ἄφρεον. Ἀφροῦ ἐπληροῦντο, ἵδρουν.
Οἴχεται. Πορεύεται. Ὤριστος. Ἄριστος, ἰσχυρός.
Ὑπέρτερον εὖχος. Μεγάλως τῇ δόξῃ ὑπερέχον.
Θηρητήρ. Κυνηγέτης.
Σεύῃ. Ἐπισεύει, ἐφορμᾷ. Ἀγροτέρῳ συΐ. Ἀγρίῳ χοίρῳ. τῷ κάπρῳ. Ἀεὶ δὲ διῃρημένως ὁ Ποιητὴς λέγει. παρὰ μέν τοι τῷ κωμικῷ λέγεται ὑφʼ ἓν, σύαγρος.
Ὑπεραέϊ. Ἐπὶ ὕψους καὶ ὑπὲρ ὑμᾶς φερομένῃ. Ἀέλλῃ. Συστροφῇ ἀνέμου.
Καθαλλομένη. Καταπνέουσα. Ἰοειδέα. Μέλανα. διὰ τὸ βάθος.
Κλυτίδην. Κλυτίου παῖδα.
Στυφελίξῃ. Διασείσῃ, πλήξῃ.
Ἀργέσταο νότοιο. Τοῦ λευκοτάτου, ἢ, τοῦ ταχέως. Ὁ γὰρ Ὅμηρος τέσσαρας ἀνέμους μόνους οἶδε. Βαθείῃ. Ἀντὶ τοῦ, μεγάλῃ, ἰσχυρᾷ. Λαίλαπι. Τῷ μετὰ ὄμβρου ἀνέμῳ.
Τρόφι κῦμα. Εὐτραφὲς, εὐπαγές. Ἄχνη. Ὁ ἀφρός.
Ἐξ ἀνέμοιο. Ἀπὸ ἀνέμου. Πολυπλάγκτοιο. Πολυπλανήτου. Ἰωῆς. Πνοῆς.
Ἀμήχανα. Χαλεπά. Ἔργα γένοντο. Ἀρχαϊκώτερον συντέτακται. Καὶ πολύ ἐστι παρʼ αὐτῷ τὸ εἶδος. Ἡ μέν τοι συνήθεια τοῖς πληθυντικοῖς οὐδετέροις ἑνικὰ συντάσσει ῥήματα.
Κέκλετο. Παρεκελεύετο.
Λελάσμεθα. Ἐπιλελήσμεθα.
Ἔλεγχος. Αἰσχύνη, ὄνειδος.
Ἦδος. Ὠφέλεια.
Ἐθέλει. Βούλεται.
Κυδοίμεον. Ἐθορύβουν, ἐτάρασσον.
Θηρευτῇσι. Θηρατικοῖς. Πέσητον. Ἐμπέσωσιν.
Ὄλεκον. Ἀνῄρουν. Τὸ ο μικρὸν διὰ τὸ μέτρον. Παλινορμένω. Ἐκ τῆς φυγῆς ἐπιστραφέντες, εἰς τοὐπίσω ὁρμήσαντες.
Δήμου ἀρίστω. Δημότας ἀρίστους.
Περκωσίου. Ἀπὸ Περκώτης πόλεως Ἑλλησπόντου.
Ἔασκεν. Εἴα. συνεχώρει.
Στείχειν. Παραγίγνεσθαι.
Κῆρες γὰρ ἄγον. Ἰσχυροτέρα γὰρ ἡ μοῖρα τῆς μαντικῆς.
Κεκαδών. Χωρίσας, στερήσας.
Παιονίδην. Παίονος παῖδα.
Κυλίνδεται. Ἐπιφέρεται, ἐπέρχεται.
Ἀλεξώμεσθα. Ἀμυνώμεθα.
Τιτυσκόμενος. Καταστοχαζόμενος.
Πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός. Ὑπὸ τοῦ τῆς περικεφαλαίας χαλκοῦ ἀπεκρούσθη τὸ δόρυ.
Οὐδὲ ἵκετο. Οὐδὲ ἀφίκετο.
Αὐλῶπις. Τὸν ἐπʼ αὐτῇ λόφον ἀνατεταμένον ἔχουσα, εἰς ὃν οἱ αὐλοὶ κατακλείονται. Αὐλοὶ δέ εἰσιν αἱ περόναι.
Ἀπέλεθρον. Ὃ οὐκ ἔστι πλέθρῳ μετρῆσαι. Θέλει δὲ λέγειν, ὅτι ἀπὸ τοῦ δέους μεγάλως ἥλατο.
Παχείῃ. Ἰσχυρᾷ.
Μετὰ δούρατος ἐρωήν. Ὁρμήν. Δηλοῖ καὶ τὴν ὑποχώρησιν. Ὤιχετο. Ἐπορεύετο.
Καταείσατο. Κατηνέχθη.
Ἄμπνυτο. Ἀνεσωφρονίσθη, ἀνεκτίσθη.
Ἐπαΐσσων. Ἐπισείων, ἐφορμῶν.
Κύον. Ἀναιδέστατε.
Ἦ θήν σε. Πάνυ δή σε. Ἐξανύω. Ἐπὶ τέλος ἄξω. φονεύσω.
Ἐπείσομαι. Ἐπελεύσομαι.
Τιταίνετο. Ἔτεινε.
Στήλῃ κεκλιμένος. Τὴν ἐπὶ τοῦ τάφου στήλην προβεβλημένος ἀντὶ ἀσπίδος, ὡς δειλὸς, καὶ γυναιμανής. Ἀνδροκμήτῳ. Ἐφʼ ᾧ ἀνὴρ κεκμηκὼς ἔκειτο. ὅ ἐστι νεκρός. Ἢ, ὑπὸ ἀνδρὸς κατεσκευασμένῳ. Ἢ, ἐπὶ ἀνδρὶ κεκμηκότι κατεσκευασμένῳ.
Αἴνυτο. Ἀφηρεῖτο, ἐλάμβανε.
Βριαρήν. Ἰσχυράν. Τόξου πῆχυν. Τὸ τόξον. Περιφραστικῶς. Τὸ γὰρ ὅλον τόξον ἐκ δύο κεράτων σύγκειται, ὧν ἑκάτερον πῆχυς καλεῖται. Μετεχειρίζετο οὖν, φησι, τὸ τόξον.
Ταρσόν. Τὸ πλατὺ τοῦ ποδός.
Πεφρίκασι. Φοβοῦνται. Μηκάδες. Μηκητικαί.
Τοξότα λωβητήρ. Διὰ τόξων λωβώμενε καὶ βλάπτων. ἐξ οὗ, δειλέ. Κέρα ἀγλαέ. Καλλωπιζόμενε τῇ τοξικῇ, ἢ τῇ τριχώσει. Κέρας γὰρ οἱ παλαιοὶ καὶ τὴν τρίχωσιν ἐκάλουν. Παρθενοπῖπα. Παρθένους ἐπιτηρῶν, γυναιμανὲς, ἢ, γυναικιζόμενε, ἐπὶ γυναιξὶ μαινόμενε.
Πειρηθείης. Πεῖραν λάβῃς.
Χραίσμῃσι. Βοηθήσῃ. Ταρφέες. Πολλοὶ, πυκνοί.
Ἐπιγράψας. Ἐπιξέσας ἁπλῶς.
Οὐκ ἀλέγω. Οὐ φροντίζω.
Κωφόν. Ἀμβλὺ εἰς ἀλγηδόνα. Ἀνάλκιδος. Ἀνάνδρου, ἀσθενοῦς.
Ἦτʼ ἄλλως ὑπʼ ἐμεῖο. Ἀντὶ τοῦ, ἄλλως ὑπʼ ἐμοῦ πέμπεται. Ἐπαύρῃ. Ἐπιψαύσῃ, τρώσῃ, ἐφάψηται.
Ἀκήριον. Ἄψυχον, νεκρόν.
Ἀμφίδρυφοι. Ἀμφοτέρωθεν ἐσπαραγμέναι διὰ τὸ πένθος.
Ἐρεύθων. Ἐρυθραίνων. φοινίσσων.
Πύθεται. Σήπεται. Περιπλέες. Περὶ αὐτὸν πλείονες. Ἄμεινον, καθʼ αὑτὴν ποιεῖν τὴν, πέρι. Τὸ γὰρ, πλέες, συγκοπή ἐστι τοῦ, πλείονες. Εὐθεῖαν γὰρ ἀναπλάττειν μὴ εἰρημένην, εὔηθες.
Καθεζόμενος. Ἀντὶ τοῦ, κύψας.
Ἀνόρουσεν. Ἀνεπήδησεν, ἀνέστη. Ἐπέτελλεν. Ἐπέταττεν.
Οἰώθη. Ἐμονώθη.
Ὀχθήσας. Λυπηθείς.
Αἴ κε φέβωμαι. Ἐὰν φύγω.
Ἁλώω. Ληφθῶ, συσχεθῶ.
Διελέξατο. Διελογίσατο, ἐνεθυμήθη.
Μετὰ σφίσι πῆμα τιθέντες. Ἐπὶ τῷ ἰδίῳ κακῷ τοῦτο πράξαντες.
Ξυλόχοιο. Ὕλης ξυλώδους.
Θήγων. Ἀκονῶν. Γναμπτῇσιν. Ἐπικαμπέσι. Γένυσι. Σιαγόσιν.
Ἀμφὶ δέ τʼ ἀΐσσονται. Ἐπʼ αὐτὸν ὁρμῶσιν. Ὑπαὶ δέ. Ὑπὸ δέ. Κόμπος. Ψόφος.
Ἐσσεύοντο. Ὥρμησαν.
Πρότμησιν. Τὸν κατὰ τὴν λαγόνα τόπον, κατὰ τὸν ὀμφαλόν. διὰ τὸ πρῶτον αὐτὸν τέμνεσθαι, τὸν τεχθέντα παῖδα.
Ἕλεν. Ἔπληξεν. ἔλαβεν. Ἀγοστῷ. Τῷ ἀγκῶνι.
Αὐτοκασίγνητον εὐηγενέος Σώκοιο. Ἐκ τριῶν μερῶν λόγου ὅλος ὁ στίχος. Εὐηγενέος. Εὐγενοῦς.
Πολύαινε. Νῦν, μυθολόγε, φλύαρε.
Πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν. Ὅλην τὴν ἐπιφάνειαν αὐτοῦ τῶν πλευρῶν εἶρξεν καὶ ἐχώρισε τῶν μελῶν. Ἢ ὅτι οὐκ ἐποίησεν εἰς βάθος καιρίαν αὐτὸν πληγῆναι.
Ἔγκασι. Τοῖς ἐντέροις.
Ἆ δεῖλε. Ὦ δειλὲ, καὶ ἄθλιε.
Κλυτοπώλῳ. Τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι. Ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται.
Δούπησεν. Ἀπέθανε.
Φθῆ. Προέλαβεν, ἔφθασε. Κιχήμενον. Καταλαμβανόμενον.
Ὄσσε καθαιρήσουσι. Τοὺς ὀφθαλμοὺς κατακαλύψουσι.
Ὠμησταί. Ὠμὰ κρέα ἐσθίοντες.
Κτεριοῦσι. Θάψουσι.
Σώκοιο. Τὸ ὑπὸ Σώκου ἀκοντισθὲν δόρυ. Ἐνέκειτο γὰρ τῇ τοῦ Ὀδυσσέως πλευρᾷ.
Ἀνέσσυτο. Ἀνηκόντισε. Κῆδε. Ἐλύπει.
Αὖεν. Ἐβόα.
Χάδεν. Ἐχώρει.
Βιώατο. Βιάζοιντο.
Ἀποτμήξαντες. Χωρίσαντες τοῦ οἰκείου στρατοῦ.
Δαφοινοί. Φόνιοι. ἢ πυῤῥοί. Θῶες. Πανθήρια. Πάρισον δὲ καὶ ὁμοιοκατάληκτον εἶπε θῶες τῷ Τρῶες.
Ἤλυξεν. Ἐξέφυγε τὸν βαλόντα κυνηγέτην.
Λιαρόν. Χλιαρὸν, θερμόν. Ὀρώρῃ. Ἰσχύῃ, κινεῖται.
Δαρδάπτουσι. Κατεσθίουσι.
Νέμεϊ. Νέμει, συνδένδρῳ τόπῳ. Σκιερῷ. Τῷ σκιαζομένῳ ὑπὸ πλήθους τῶν δένδρων. Λῖνʼ. Τὸ πλῆρες, λῖνα. ὅ ἐστι, λέοντα. Δωρικῶς.
Σίντην. Βλαπτικόν. Διέτρεσαν. Σὺν δέει ἔφυγον. Δάπτει. Καταναλίσκει ἐσθίων.
Ἕπον. Περιεῖπον.
Νηλεὲς ἦμαρ. Τὴν ἀνηλεῆ ἡμέραν. τουτέστι, τὸν θάνατον.
Στῆ δὲ παρέξ. Ἔστη δὲ παρʼ αὐτόν. Ἄλλυδις ἄλλος. Ἄλλος ἀλλαχοῦ.
Εἵως. Ἕως.
Πριαμίδην νόθον υἱόν. Περισσὸν τὸ, υἱόν. κτητικῶς μὲν γὰρ προστίθεται τὸ ὑπὸ τὴν κτῆσιν πεσεῖν δυνάμενον· πατρωνυμικῶς δὲ ἐμπεριέχεται.
Πλήθων. Πεπληρωμένος.
Ὀπαζόμενος. Κατεπειγόμενος. ἀφʼ οὗ, πληρούμενος.
Ἀζαλέας. Ξηράς.
Εἰσφέρεται. Εἰς αὐτὸν φέρει. Ἀφυσγετόν. Ἰλυῶδες, συρφετόν.
Πεύθετο. Ἐπέπυστο, εἴδει, ἤκουσε.
Νέων ἀλάπαζε. Τὰς τῶν νεανίσκων ἐπόρθει τάξεις.
Οὐδʼ ἄν. Οὐκ ἂν δή.
Μετακλινθέντος. Κλίσιν καὶ προτροπὴν λαβόντος. τουτέστιν, ἐπικρατεστέρων τῶν ἐναντίων γενομένων.
Ἄγρει. Ἄγε δή.
Ἔχε. Ἔλαυνε.
Πολλῶν ἀντάξιος ἄλλων. Ἀντὶ πολλῶν ἄλλων τοῦ σώζεσθαι ἄξιος.
Τῇ γάρ. Ἐκεῖσε γάρ.
Δυσηχέος. Κακὸν ἦχον ἀποτελοῦντος.
Ἐπιμίξ. Ἀναμεμιγμένοι.
Ἰθύνομεν. Ἐπʼ εὐθείας ἐλαύνωμεν.
Κακὴν ἔριδα προβαλόντες. Φιλονείκως ἐρίσαντες.
Λιγυρῇ. Λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον. ἤτοι, ὀξὺν ἦχον ἀποτελούσῃ. Ἀΐοντες. Αἰσθόμενοι, ἀκούσαντες.
Στείβοντες. Πατοῦντες, βαροῦντες. Ὅθεν καὶ ἡ πεπιλημένη ὁδὸς, στίβος λέγεται.
Ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον. Ἃς αἱ ἀποπίπτουσαι τῶν ἱππείων ὀνύχων ῥανίδες ἔβαλλον. Ὁπλὴ γὰρ, ἡ τοῦ ἵππου ὄνυξ. Ῥαθάμιγγες. Ῥανίδες.
Ἀνδρόμεον. Τὸν τῶν ἀνδρῶν.
Μίνυνθα δὲ χάζετο δουρός. Ὀλίγον ὑπεχώρει, ἵνα εὐκόλως τῷ δόρατι χρῷτο.
Ἀλέεινεν. Ἔκκλινε.
Τρέσσε. Διὰ δέος ὑπεχώρησε. Παπτῄνας. Περιβλεψάμενος.
Ἐντροπαλιζόμενος. Παραλλάσσων, ἐπιστρεφόμενος. Ὀλίγον. Κατʼ ὀλίγον, κατὰ μικρόν. Ἀμείβων. Ἀλλάσσων.
Ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο. Διατί ὁτὲ μὲν λέοντι παραβάλλει τὸν Αἴαντα, ὁτὲ δὲ ὄνῳ; Ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίγνονται· αὐξήσεως, ἐνεργείας, σαφηνείας. Εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον ἐτήρησεν ὁ Ποιητὴς, εἰπὼν, τὸν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην, καὶ τῶν πολεμίων ἀναχωρεῖν ὡς ὄνον. Ταῖς γὰρ φύσεσι τῶν ζώων, καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν, καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν. Ἀπὸ μεσσαύλοιο. Ἀπὸ τῆς ἐπαύλεως.
Ἐσσεύοντο. Ἐδίωκον.
Βοῶν ἐκ πῖαρ ἑλέσθαι. Ἐξαρπάσαι τὴν λιπαρωτάτην καὶ καλλίστην τῶν βοῶν.
Ἐγρήσσοντες. Ἐγρηγορότες. Ἐρατίζων. Ἐρῶν, Ἐπιθυμῶν.
Ἰθύει. Ἐπʼ εὐθείας ὁρμᾷ. Πρήσσει. Ἀνύει, πράσσει. Ἄκοντες. Ἀκόντια, δόρατα.
Ἀντίον. Κατὰ πρόσωπον. Ἀΐσσουσιν. Ὁρμῶσι, φέρονται. Θρασειάων. Ἰσχυρῶν, τολμηρῶν.
Δεταί. Λαμπάδες, δᾷδες. Παρὰ τὸ δαίεσθαι, ὅ ἐστι, καίεσθαι. Τρεῖ. Φοβεῖται, τρέμει. Ἐσσύμενός περ. Καί τοι προθυμούμενος.
Ἠῶθεν. Ἕωθεν, ὄρθρου. Ἀπὸ νόσφιν ἔβη. Ἐχωρίσθη. Τετιηότι. Λελυπημένῳ.
Πόλλʼ ἀέκων. Πάνυ ἄκων.
Παρʼ ἄρουραν ἰών. Τὸ ἑξῆς, παριὼν ἀρόσιμον χώραν. Ἐβιήσατο. Τῇ βίᾳ ἐνίκησε. Παῖδας. Τὰ μικρὰ παιδία, νῦν.
Νωθής. Βραδὺς, ἀργός. Ῥόπαλα. Ξύλα. Ἀπὸ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι, τῇ φορᾷ, ἀλοᾷν καὶ συντρίβειν. Στίφη δὲ πληγῶν θέλει αὐτὸν παραστῆσαι φέροντα, ἵνα δείξῃ αὐτοῦ τὸ γενναῖον. Ἀμφὶς ἐάγη. Περιεκλάσθη.
Κείρει. Κόπτει τοῖς ὀδοῦσιν. ἐσθίει. μεταφορικῶς.
Σπουδῇ. Μόλις, δυσχερῶς. Ἐπεί τε. Ἐπειδʼ ἂν, ἐπʼ ἂν, ἀφʼ οὗ. Φορβῆς. Τροφῆς.
Τρωπάσκετο. Ἐτρέπετο.
Πάντας δὲ προέεργε. Πάντας, φησὶ, τοὺς Τρῶας, ἐπὶ τὰς ναῦς ὁρμῶντας, Αἴας ἀντιτασσόμενος ἐκώλυεν.
Ὅρμενα πρόσσω. Ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν.
Ἐπαυρεῖν. Ἐφάψασθαι, ἐπιθίγειν.
Ἆσαι. Κορεσθῆναι, πληρωθῆναι.
Βιαζόμενον. Καταπονούμενον.
Ἧπαρ ὑπὸ πραπίδων. Τὸ ἧπαρ ἔτρωσε κάτω ὑπὸ τὰς φρένας. Φρένας δὲ ὁ Ποιητὴς καὶ πάντες οἱ παλαιοὶ ἐκάλουν τὸ διάφραγμα, παρʼ ὅσον, φλεγμαῖνον τοῦτο, ὡς νευρῶδες, ἔχει συμπάσχοντα τὸν ἐγκέφαλον, καὶ παρακολουθοῦσι μέγισται παραφρονήσεις. Πηγὴ δὲ ὅλου τοῦ νευρώδους γένους ὁ ἐγκέφαλος· ὥσπερ ἀρτηριῶν καρδία, καὶ φλεβῶν ἧπαρ.
Αἴνυτο. Ἀφῃρεῖτο.
Ἀπαινύμενον. Ἀφαιρούμενον.
Δόναξ. Ὁ κλάδος.
Δυσηχέος. Κακοήχου, λυπηροῦ.
Σάκεʼ ὤμοισι κλίναντες. Ἐρείσαντες τοὺς ὤμους ταῖς ἀσπίσιν.
Ὣς οἱ μὲν μάρναντο δέμας πυρός. Οὕτως οὖν οὗτοι ἐμάχοντο θερμῶς, δίκην πυρός.
Ἱδρῶσαι. Ἱδρῶτι καταῤῥεόμεναι.
Ἐπὶ πρύμνῃ. Παρὰ τῇ πρύμνῃ.
Ἰῶκά τε. Καὶ τὴν δίωξιν. ὅ ἐστι, τὴν φυγὴν, τὴν πολλῶν δακρύων αἰτίαν, καὶ λυπηράν.
Ἔκμολεν. Ἐξέμολεν, ἐξῆλθεν.
Οὐκ ἔτʼ ἀνεκτός. Οἷον ἀκαρτέρητος, καὶ δεινή.
Ἔρειο. Ἐρώτησον.
Τά γʼ ὄπισθε. Τὰ ὀπίσω τοῦ σώματος. τὴν ἀποστροφήν.
Παρήϊξαν. Παρέδραμον.
Ἀπεψύχοντο. Πρὸς ἄνεμον ἐπιστραφέντες τὸν ἱδρῶτα ἐξηραίνοντο.
Ποτὶ πνοιήν. Πρὸς τὴν πνοὴν, πρὸς τὴν αὖραν.
Τεῦχε. Κατεσκεύαζε. Κυκειῶ. Κυκεῶνα. Ἔστι δὲ δίψους ἴαμα ὁ κυκεὼν, ἐκ διαφόρων εἰδῶν σκευαζόμενος.
Ἔξελον. Ἐξαίρετον ἔδωκαν.
Ἐπιπροΐηλεν. Ἐπʼ αὐτῷ παρέθηκε.
Κυανόπεζαν. Κυανῷ τοὺς πόδας κεχρισμένην. μελανόπουν.
Κρόμυον πότῳ ὄψον. Ποτικὸν ὄψον. ὅ ἐστι προσφάγιον, δίψους παρασκευαστικόν. Πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον, ὄψον καλεῖται. Ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξιφάρμακον.
Μέλι χλωρόν. Πρόσφατον, νέον. Οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον. Διατί δὲ τὸν Πάτροκλον ὁ Ἀχιλλεὺς πέμπει; Ῥητέον, ὅτι κατʼ οἰκονομίαν. Ἐπειδὴ γὰρ ἄπρακτος ἡ πρεσβεία γεγένηται, διὰ Πατρόκλου βούλεται Νέστορα τοῦτο κατορθῶσαι, ὅπερ οὐκ ἐποίησαν οἱ πρέσβεις. Ὥστε προῳκονόμησε τοῦτο ὁ Ποιητὴς οὕτως, ἵνα καὶ Νέστορος τὴν τῶν λόγων δύναμιν παραστήσῃ, καὶ Ἀχιλλέα δόξῃ μετʼ εὐλόγου προφάσεως εἰς τὸν πόλεμον ἐξάγειν. Ἀλφίτου ἱεροῦ ἀκτήν. Ἤτοι ἄλφιτα, περιφραστικῶς, ἀπὸ τοῦ κατασκευάσματος. ὅ ἐστιν ἄλευρον. Δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ ἄλευρον, ἀπὸ τοῦ κατάγνυσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον. Ὁτὲ δὲ αἰγιαλὸν, ἀπὸ τοῦ περικατάσσεσθαι, ἢ κατάγνυσθαι τὰ κύματα.
Ἀμφὶς ἕκαστον. Περὶ ἕκαστον.
Νεμέθοντο. Νεμομέναις, τουτέστι ζώσαις, ἐῴκεισαν αἱ πέλειαι. Δύω δʼ ὑπὸ πυθμένες ἦσαν. Ἤτοι, ὅτι διπλοῦς ἦν αὐτῷ ὁ πυθμήν. ἢ, ὅτι ἦν ἀμφίθετον· ὅπερ καὶ κύμβαλόν φασι τοῦτο, καὶ ἀμφικύπελλον.
Ἄλλος μὲν μογέων. Προσληπτέον τὸ πρεσβύτης. ἵνʼ ᾖ, οὐ ῥαδίως οὐδὲ εὐχερῶς αὐτὸ ἐκίνει τῆς τραπέζης τὶς τῶν λοιπῶν γερόντων. Ἀλλὰ μογέων, ὅ ἐστιν, ὀκνῶν. ἢ, ἄλλως μὲν κάμνων. Ἵνα δηλοῖ τὸν Μαχάονα, διότι ἐτέτρωτο.
Κύκησε. Τὸν κυκεῶνα ἐποίησεν, ἐτάραξε.
Πραμνείῳ. Ἤτοι τῷ πραϋντικῷ. τουτέστι, τῷ πραΰνοντι τὰς φρένας. Ἢ, παλαιῷ. ἀπὸ τοῦ παραμεμενηκέναι. Ἢ, ἀπὸ εἴδους ἀμπέλου οὕτω καλουμένης, τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπεν. Πρέμνον γὰρ τὸν ὑφέτην καλοῦσιν. Ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον. Πράμνη δὲ ὄρος ἐν τῇ Ἰκαρίᾳ οἰνοφόρον.
Κνήστι. Μαχαιρίῳ τυροτόμῳ. Πάλυνε. Κατέπασσεν ἐπὶ τῷ κυκεῶνι. Καὶ γὰρ μετʼ οἴνου καὶ μετὰ ζωμοῦ αὐτὰ ἐσθίουσιν.
Ὥπλισσεν. Ἡτοίμασε.
Πολυκαγκέα. Ξηραντικήν.
Ἐνέποντες. Ἐπαγγέλλοντες, λέγοντες.
Εἰς δʼ ἄγε. Εἰσήγαγε δέ. Κατὰ δʼ ἑδριάασθαι. Καθέζεσθαι.
Ἀναίνετο. Ἀπηρνεῖτο. Εἴρηται παρὰ τὸ ἀνανεύειν.
Οὐχ ἕδος. Οὐκ ἔστι καιρός μοι νῦν τοῦ καθέζεσθαι. Ἕδος γὰρ ἡ καθέδρα, νῦν.
Νεμεσητός. Φιλομεμφὴς, ἢ μεμψίμοιρος. Ὅ με. Ὅστις με.
Πάλιν ἄγγελος. Εἰς τοὐπίσω ἄγγελος.
Ἀναίτιον αἰτιόῳτο. Καὶ τὸν μὴ αἴτιον ὡς αἴτιον μέμψοιτο ἄν.
Ὀλοφύρεται. Οἰκτείρει, ἐλεεῖ.
Κέαται. Κεῖνται.
Ἀέκητι. Ἀκόντων, μὴ βουλομένων.
Ἐπισχερῴ. Ἐφεξῆς. Ἴς. Δύναμις.
Γναμπτοῖσι. Τοῖς καμπτομένοις.
Νεῖκος. Φιλονεικία. Ἐτύχθη. Κατεσκευάσθη, ἐγένετο.
Ἀμφὶ βοηλασίης. Περὶ βοῶν ἀπελασίας. Ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα. Νηλεὺς ὁ Ποσειδῶνος, ἱππικώτατος τῶν καθʼ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους ἐς τὸν ὑπʼ Αὐγέου συντελούμενον ἀγῶνα. Νικησάντων δὲ τούτων, φθονήσας Αὐγέας, ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς, ἡσυχίαν ἦγε. Νέστωρ δὲ, ὁ τῶν παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροίσας, ἐπῆλθεν Ἤλιδι. καὶ πολλοὺς ἀποκτείνας, ἀπέλαβε τοὺς ἵππους. καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυραν λείαν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.
Ὑπειροχίδην. Ὑπειρόχου παῖδα.
Ῥύσιʼ ἐλαυνόμενος. Ἀντὶ τοῦ, ῥυσιάζων. ὅ ἐστιν, ἐνέχυρα λαμβάνων. Ῥύσιον δὲ, τὸ ἐνέχυρόν φησι.
Περὶ τρέσαν. Οἱ περὶ αὐτὸν διὰ δέος ἔφυγον. Ἀγροιῶται. Ἀγροῖκοι, ἀγρῶται.
Ἤλιθα πολλήν. Πάνυ πολλήν.
Πώεα. Ποίμνια.
Συβόσια. Τὰ χοιροτροφεῖα.
Νηλήϊον. Τὴν τοῦ Νηλέως.
Ἐννύχιοι. Διὰ τῆς νυκτός.
Λίγαινον. Ἐβόων, ὀξέως ἐκήρυσσον.
Τοὺς ἴμεν. Τούτους συνέρχεσθαι. Χρεῖος. Χρέος, δάνειον. Ὠφείλετο. Ἐχρεωστεῖτο. Δίῃ. Θαυμαστῇ, ἱερᾷ. Ἐν αὐτῇ γὰρ ἐτιμᾶτο Ὀλύμπιος Ζεύς. οὗ καὶ πανήγυρις κατὰ τετραετῆ χρόνον ἤγετο, τὰ Ὀλύμπια, ἔνθα ἠγωνίζοντο οἱ ἀπὸ τῆς Ἑλλάδος πάντες. Ἔστι δὲ καὶ πόλις Πελοποννήσου.
Δαίτρευον. Ἐμέριζον. Ἐπειοί. Οἱ Ἠλεῖοι. ἀπὸ Ἐπειοῦ βασιλέως. Οὗτος Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς. Οὗ Ἠλεῖος, ὁ κτίσας Ἤλιδα. Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειός. ἀφʼ οὗ Ἐπειοὶ, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ Πέπλῳ.
Κεκακωμένοι. Κακῶς διατεθειμένοι, βεβλαμμένοι.
Ἐλθὼν γὰρ ἐκάκωσε βίη Ἡρακληείη.Ἡρακλῆς παρεγένετο εἰς Πύλον, χρήζων καθαρσίων. Οἱ δὲ Πύλιοι, ἀποκλείσαντες τὰς πύλας, οὐκ εἰσεδέξαντο αὐτόν. Ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως, ἐπόρθησε Πύλον. Συνεμάχουν δὲ τῷ Νηλεῖ τρεῖς θεοὶ, Ποσειδῶν, Ἥρα, Ἀϊδωνεύς. ὡς καὶ ἐν τῇ Ε φησί.
Τῶν προτέρων ἐτέων. Ἐν τῷ φθάσαντι χρόνῳ.
Δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν, Τῶν οἶος λιπόμην. Τὸν Νέστορά φησι μόνον περιλειφθῆναι τῶν τοῦ Νηλέως παίδων· ἤτοι ὅτι νέος ὑπάρχων ἔξω ἐτρέφετο παρὰ τοῖς Γερήνοις· ἢ ἐπεὶ συνεβούλευσεν εἰσαχθῆναι τὸν Ἡρακλέα, ὥς τινές φασιν.
Ὑπερηφανέοντες. Ὑπερηφανοῦντες, καταφρονοῦντες.
Ἀτάσθαλα. Ὑβριστικὰ, ἄδικα.
Κρινάμενος. Διαχωρίσας, ἄρας.
Καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετο. Ἡρακλῆς, προστάξαντος Εὐρυσθέως, ἀνεκάθηρε τὴν Αὐγέου κόπρον. Ἀπαιτοῦντι δὲ αὐτῷ τὸν μισθὸν, οὐκ ἀπεδίδου, λέγων, ἐξ ἐπιταγῆς αὐτὸν πεποιηκέναι. Φυλεὺς δὲ ὁ τούτου παῖς, κριτὴς γενόμενος, κατέκρινε τὸν πατέρα. Ὁ δὲ ἀγανακτήσας, ἐξέβαλεν αὐτὸν τῆς χώρας. Ἡρακλῆς δὲ, ἐπιστρατευσάμενος, Ἦλιν ἐπόρθησε. καὶ, μεταπεμψάμενος τὸν Φυλέα ἐκ Δουλιχίου, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν. Ὀλιγανδρίας δὲ οὔσης, διὰ τὸ πολλοὺς ἐν τῷ πολέμῳ συνεφθάρθαι, Ἡρακλῆς συγκατέκλινε τὰς τῶν τετελευτηκότων γυναῖκας τῷ στρατῷ. Οὕτως τε πολλῶν γεννηθέντων, ἔθηκε Διῒ τὸν Ὀλυμπιακὸν ἀγῶνα. Καὶ αὐτὸς πρῶτος τῶν ἀγώνων ἥψατο. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ.
Τέσσαρες ἵπποι. Αἱ δύο ξυνωρίδες. Ὅπερ καὶ τέτρωρον λέγεται. Καὶ αὐτὸς δὲ ἐν Ὁδυσσείᾳ· Ἠδʼ ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι.
Θεύσεσθαι. Δραμεῖσθαι.
Κάσχεθε. Κατέσχεν. Ἐλατῆρα. Τὸν ἡνίοχον. Ἀκαχήμενον ἵππων. Λείπει ἡ, ὑπὲρ, πρόθεσις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἵππων.
Τῶν ἐπέων κεχολωμένος. Ὡς καὶ βλάσφημά τινα εἰρηκότος αὐτοῦ ἐς τὸν Νηλέα.
Ἄσπετα. Πολλά.
Μή τις οἱ ἀτεμβόμενος κίοι ἴσης. Ὅπως μηδεὶς ἀπέλθοι, στερηθεὶς τῆς ὁμοίας καὶ ἴσης τιμῆς. Ἴσης γὰρ, τῆς τὸ δίκαιον καὶ ἶσον ἐχούσης.
Τὰ ἕκαστα διείπομεν. Περὶ πάντα εἴπομεν σπουδαίως.
Μετὰ δέ σφι Μολίονε. Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. διφυεῖς γὰρ ἦσαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας, πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι, συμμαχοῦντος Αὐγέου, λοχήσας ἀνεῖλεν αὐτοὺς, καὶ οὕτως ἐπόρθησε τὴν Ἦλιν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.
Θρυόεσσα. Πόλις ἐστὶ μεταξὺ Ἤλιδος καὶ Πύλου. Ταύτην ἐν τῷ καταλόγῳ Θρύον εἶπε. Πόλις, αἰπεῖα κολώνη. Πόλις ὑψηλὴ, ἄκρα.
Μετεκίασθον. Διεληλύθεισαν, παρεγένοντο.
Ἔννυχος. Ἐν νυκτί.
Ἀρήνης. Ἀρήνη, πόλις τῆς Πύλου.
Ἀλφειοῖο. Ἀλφειὸς, ποταμὸς μεταξὺ Ἤλιδος καὶ Πύλου.
Εὖτε. Ὁπότε. Ὑπερέσχεθεν. Ὑπὲρ γῆν ἦν.
Συμφερόμεσθα. Συνήχθημεν, συνεβάλομεν εἰς μάχην.
Μούλιον. Ὄνομα κύριον.
Εἶχεν. Ἐγεγαμήκει.
Ἣ τόσα φάρμακα ᾔδῃ. Ἠπίστατο. Μήδεια ἐγένετο Αἰήτου μὲν θυγάτηρ, Ἰάσονος δὲ γυνή. Αὕτη, μετὰ τὴν ἀποτελεσθεῖσαν ἐν Κορίνθῳ τεκνοφονείαν, φυγὰς εἰς Ἀθήνας ἀφίκετο, καὶ ἐγαμήθη Αἰγεῖ τῷ Πανδίονος. Κἀκεῖ Θησέα τὸν ἐξ Αἴθρας γενόμενον τῷ Αἰγεῖ, ἐπὶ τὸν τοῦ πατρὸς γνωρισμὸν ἐκ Τροιζῆνος ἀφικόμενον, πείθει τὸν Αἰγέα φαρμάκῳ ἀνελεῖν, ἐπίβουλον αὐτοῦ τῆς βασιλείας εἰποῦσα παραγενέσθαι. Πεισθεὶς δὲ Αἰγεὺς, φάρμακον ἔδωκε. Μέλλοντος δὲ αὐτὸ καταπίνειν ἐκείνου, ἐπιγνοὺς τό τε ξίφος καὶ τὰ ὑποδήματα, — ταῦτα γὰρ ἐν Τροιζῆνι γνωρίσματα κατέλιπε, — τὸ μὲν φάρμακον ἀφείλετο, τὴν δὲ Μήδειαν τῆς Ἀττικῆς ἐξέβαλεν. Οἰκίσασα δὲ αὕτη τὴν πλησίον Ἤλιδος Ἐφύραν, πολυφάρμακον ἐποίησεν αὐτὴν ὀνομασθῆναι. Ἡ ἱστορία παρὰ Κράτητι. Τρέφει. Γεννᾷ, φύει.
Ὀδὰξ ἕλον οὖδας. Τοῖς ὀδοῦσι τὴν γῆν ἔδακον θνήσκοντες.
Ἀκτορίωνε Μολίονε. Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος. Κατά τινας δὲ, Μολιόνης καὶ Ποσειδῶνος. Ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπε πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύνσεως· οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη. ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει.
Εἰ μή σφωε πατὴρ Ἐνοσίχθων ἐσάωσεν. Εἰ μὴ ἔσωσεν αὐτοὺς ὁ ταῖς ἀληθείαις αὐτῶν πατὴρ Ποσειδῶν.
Διʼ ἀσπιδέος πεδίοιο. Ἤτοι ἐπιμήκους καὶ μακροῦ· ἢ πλατέος καὶ περιφεροῦς. ἀπὸ μεταφορᾶς τῆς ἀσπίδος. Ἢ ἐν ᾧ τῶν ἀνῃρημένων αἱ ἀσπίδες ἔκειντο.
Λέγοντες. Συλλέγοντες, συνάγοντες.
Βουπρασίου. Βουπράσιον καὶ Ἀλείσιον πόλεις τῆς Ἤλιδος. ἡ δὲ Ὠλενία πέτρα τῆς αὐτῆς χώρας μεγίστη.
Ἀπέτραπεν. Ἀπέτρεπεν.
Ὣς ἔον. Τοιοῦτος ἦν.
Ἀπονήσεται. Ὄνησιν ἕξει, ἐν ἀπολαύσει γενήσεται.
Μετακλαύσασθαι. Ὕστερον ἀπολλυμένων ὄχλων μεταμελήσεσθαι.
Αὐλῆς ἐν χόρτῳ. Ἐν τῷ περιφράγματι τῆς αὐλῆς. Χόρτοι δὲ οἱ τρόχαλοι. Ἄλεισον. Ἔκπωμα, ποτήριον.
Αἰθομένοις. Καιομένοις.
Σφῶϊ. Ὑμεῖς. Ἕπετον. Περὶ αὐτὸν ἠσχολεῖσθε καὶ ἐνηργεῖτε.
Τάρπημεν. Ἐκορέσθημεν.
῎Υμμε. Ὑμᾶς.
Γενεῇ ὑπέρτερος. Τῷ τοῦ γένους ἀξιώματι κρείσσων. Ἢ, νεώτερος. Ἴωνες γὰρ ὑπέρτερον, τὸν νεώτερον.
Ὑποθέσθαι. Ὑποδεῖξαι, συμβουλεῦσαι.
Παραίφασις. Συμβουλία, παραίνεσις. Ἑταίρου. Προσυπακουστέον, ἀγαθοῦ φίλου.
Ἐπέφραδεν. Εἶπε.
Προέτω. Προπεμψάτω.
Ἴσκοντες. Ὁμοιοῦντες.
Ἀκμῆτες. Ἀκοπίαστοι.
Ἵνα σφʼ ἀγορή τε θέμις τε. Ὅπου αὐτοῖς τά τε ὤνια ἐπιπράσκετο, καὶ τὰ δικαστήρια ἐγίγνετο.
Τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί. Ὅπου καὶ τῶν πλευσάντων ἑκάστων πατρώων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν.
Ἀντεβόλησε. Συνέτυχε.
Σκάζων. Χωλεύων. Νότιος. Ὑγρός. Ἢ, πολύς. Ἐκ τοῦ νοσεῖν τὸ σῶμα γιγνόμενος.
Κελάρυζε. Μετὰ ἤχου ἐφέρετο. ὅ ἐστι, ποιῶς ἀναφερόμενος ἤχει.
Ἄσειν. Κορέσειν, πληρώσειν. Ἀργέτι δημῷ. Τῷ λευκῷ λίπει.
Σχήσωσιν. Ἐπίσχωσι, κωλύσωσιν.
Φθίσονται. Ἀναιρεθήσονται, φθαρήσονται.
Ἄλκαρ. Ἀλέξημα, βοήθημα.
Ὄρνυται. Διεγείρεται, αὔξεται.
Λιαρῷ. Εὐκράτῳ. χλιαρῷ.
Δικαιότατος Κενταύρων. Τὸ ὑπερθετικὸν κεῖται ἀντὶ ἀπολύτου, ὅ ἐστιν, ὁ μόνος ἐν Κενταύροις δίκαιος. Ὅμοιον δὲ τούτῳ τὸ, Μελάντερος ἠΰτε πίσσα.
Ἰητροὶ μὲν γάρ. Ἀντὶ τοῦ, ἰατρῶν μὲν γάρ. Ὀρθὴ ἀντὶ γενικῆς.
Χρηΐζοντα. Χρήζοντα.
Πῶς τʼ ἄρʼ ἔοι. Πῶς τοῦτο γένοιτʼ ἄν.
Μεθήσω. Ἀμελήσω.
Ὑπέχευεν. Ὑπέβαλλεν, ὑπέστρωσε. Βοείας. Δέρματα βοῶν. βύρσας.
Ἐκτανύσας. Ἐκτείνας, ἁπλώσας.
Περιπευκές. Περισσῶς καὶ πάνυ πικρόν.
Ἐπὶ δὲ ῥίζαν βάλε πικρήν. Ἐπέβαλεν, ἐπέπασσεν. Πρὸς δὲ τοὺς ζητοῦντας, πόθεν εἶχε τὴν ῥίζαν ὁ Πάτροκλος, ἔστι λέγειν, ὅτι, Ἤτοι, κατὰ τὸ σιωπώμενον, μεταπέμπεται αὐτήν. ἡ γὰρ ἀρχαία ἰατρικὴ ἐν βοτάναις ἦν. Ἤτοι, εἰκὸς, αὐτὸν ὡς ἰατρὸν ἐπιφέρεσθαι πρὸς τὰς ἐπικαίρους χρείας. Ἢ ὅτι ἐκ τοῦ πεδίου ἀνείλετο αὐτήν. Ἐζήτηται δὲ καὶ τὸ, ὁποία ἦν ὅλως ἡ ῥίζα, ἧς αὐτὸν κατέπασσε. Καὶ λέγουσιν, αὐτὴν εἶναι τὴν καλουμένην ἀριστολοχίαν, ἣν καὶ ἴσχαιμον καλοῦσι.
Διατρίψας. Τρίψας, λύσας. Ὀδυνήφατον. Ὀδυνῶν παυστικήν.
Ἔσχεν. Ἐπέσχεν, ἔπαυσεν. Ἐτέρσετο Ἐξηραίνετο.