eul_wid: gsq-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of a Dionysian Tragedy by Chaeremon the Tragic Poet

The Fragments of a Dionysian Tragedy comprises 94 surviving passages from a lost play by the fourth-century BCE Athenian poet Chaeremon. Written in Attic Greek verse for the tragic stage, the work’s original plot and complete structure remain unknown, though its title indicates a traditional subject involving the god Dionysus. The extant text is characterized by a highly descriptive and visually elaborate style, marked by detailed imagery and refined language. These fragments survive not in a continuous manuscript but through quotations by later ancient authors such as Athenaeus. Chaeremon’s ornate literary manner is representative of a trend in later classical tragedy, which at times prioritized intricate poetic detail over direct theatrical spectacle. The philosopher Aristotle observed that this stylistic quality rendered Chaeremon’s work more suitable for reading than for stage performance. Collectively, the fragments offer a glimpse into the evolution of Greek dramatic poetry following the era of the great fifth-century tragedians.

ΑΛΦΕΣΙΒΟΙΑ
καὶ σώματος μὲν ὄψεις κατειργάζετο
στίλβοντα λευκῷ χρώματι διαπρεπῆ.
αἰδὼς δʼ ἐπερρύθμιζεν ἠπιώτατον
ἐρύθημα λαμπρῷ προστιθεῖσα χρώματι·
κόμαι δὲ κηρόχρωτος ὡς ἀγάλματος
αὐτοῖσι βοστρύχοισιν ἐκπεπλασμένου
ξουθοῖσιν ἀνέμοις ἐνετρύφων φορούμεναι
ΑΧΙΛΛΕΥΣ ΘΕΡΣΙΤΟΚΤΟΝΟΣ
ΠΑΝ, ΠΟΙΝΑ, ΑΘΑΝΑ, ΕΡΜΑΣ ΑΧΙΛΛΕΥΣ,
ΦΟΙΝΙΞ, ΘΕΡΣΙΤΑΣ, ΔΙΟΜΗΔΗΣ, ΜΕΝΕΛΑΟΣ, ΑΓΑ-
ΜΕΜΝΩΝ, ΦΟΡΒΑΣ, ΑΙΤΩΛΟΣ, ΑΥΤΟΜΕΔΩΝ, ΔΜΩΣ
τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία
ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος
ΔΙΟΝΥΣΟΣ
Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος
χορῶν ἐραστὴς κισσός, ἐνιαυτοῦ δὲ παῖς
στεφάνους τεμόντες ἀγγέλους εὐφημίας
κισσῷ τε ναρκίσσῳ τε τριέλικας κύκλῳ
στεφάνων ἑλικτῶν ...
ΘΥΕΣΤΗΣ
ῥόδʼ ὀξυφεγγῆ κρίνεσιν ἀργεννοῖς ὁμοῦ
ΙΩ
ἀνθηροῦ τέκνα
ἔαρος πέριξ στρώσαντες
ΚΕΝΤΑΥΡΟΣ
ἔνθʼ αἱ μὲν αὐτῶν εἰς ἀπείρονα στρατόν
ἀνθέων ἄλογχον ἐστράτευσαν, ἡδοναῖς
θηρώμεναι … οντα λειμώνων τέκνα
οἱ παῖδες
στεφάνους ἑτοιμάζουσιν, οὓς εὐφημίας
κήρυκας εὐχαῖς προὐβάλοντο δαιμόνων
ΜΙΝΥΑΙ
πολλὴν ὀπώραν Κύπριδος εἰσορᾶν παρῆν
ἄκραισι περκάζουσαν οἰνάνθαις χρόνου
ΟΔΥΣΣΕΥΣ
κόμαισιν ὡρῶν σώματʼ εὐανθῆ ῥόδα
εἶχον, τιθήνημʼ ἔαρος ἐκπρεπέστατον
ΟΙΝΕΥΣ
ΟΙΝΕΥΣ περὶ παρθένων τινῶν διηγούμενος ὧν ἐθεᾶτο
ἔκειτο δʼ ἡ μὲν λευκὸν εἰς σεληνόφως
φαίνουσα μαστὸν λελυμένης ἐπωμίδος,
τῆς δʼ αὖ χορεία λαγόνα τὴν ἀριστεράν
ἔλυσε· γυμνὴ δʼ αἰθέρος θεάμασιν
ζῶσαν γραφὴν ἔφαινε, χρῶμα δʼ ὄμμασιν
λευκὸν μελαίνης ἔργον ἀντηύγει σκιᾶς.
ἄλλη δʼ ἐγύμνου καλλίχειρας ὠλένας,
ἄλλης προσαμπέχουσα θῆλυν αὐχένα.
ἡ δὲ ῥαγέντων χλανιδίων ὑπὸ πτυχαῖς
ἔφαινε μηρόν, κἀξεπεσφραγίζετο
ὥρας γελώσης χωρὶς ἐλπίδων ἔρως.
ὑπνωμέναι δʼ ἔπιπτον ἑλενίων ἔπι,
ἴων τε μελανόφυλλα συγκλῶσαι πτερά
κρόκον θʼ, ὃς ἡλιῶδες εἰς ὑφάσματα
πέπλων σκιᾶς εἴδωλον ἐξωμόργνυτο,
ἕρσῃ δὲ θαλερὸς ἐκτραφεὶς ἀμάρακος
λειμῶσι μαλακοὺς ἐξέτεινεν αὐχένας.
ΤΡΑΥΜΑΤΙΑΣ
Χρὴ τιμᾶν θ ...
Ἀρχὴ γὰρ θνητοῖς
Ἱμείρου πάσης
Ῥώμην τιμῶμεν μ
Ἦθος ἔχειν ὅσιον ζη
Μὴ πᾶν κέρδος ὅρα
… ν … κιαν σαυτ
...
τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται
ὁ οἶνος παρασκευάζων
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν
χρεία δʼ ἀνάγκης οὐκ ἀπῴκισται πολύ
ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη
σχολῇ βαδίζων ὁ χρόνος ἀφικνεῖται τὸ πᾶν
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ὅ τι
οὐκ ἐν χρόνῳ ζητοῦσιν ἐξευρίσκεται
χρόνος μαλάσσει πάντα κἀξεργάζεται
τό τοι κράτιστον πανταχοῦ τιμητέον·
ὁ γὰρ φρονῶν εὖ πάντα συλλαβὼν ἔχει
οὐ ζῶσιν οἵ τι μὴ συνιέντες σοφόν
πρὶν γὰρ φρονεῖν εὖ, καταφρονεῖν ἐπίστασαι
σφαλεὶς γὰρ οὐδεὶς εὖ βεβουλεῦσθαι δοκεῖ
ψευδῆ δὲ τοῖς ἐσθλοῖσιν οὐ πρέπει λέγειν
ἡγοῦ δʼ ἐν ὀργῇ πάντα γίγνεσθαι κακά
ὀργὴ δὲ πολλὰ δρᾶν ἀναγκάζει κακά
ὅλως τὸ κρεῖσσον οὐκ ἐᾷ φρονεῖν μέγα
σοφῶν γὰρ ἀνδρῶν τὰς ἁμαρτίας καλῶς
κρίνειν, τὸ δʼ εἰκῆ καὶ μετὰ σπουδῆς κακόν
γυναῖκα θάπτειν κρεῖσσόν ἐστιν ἢ γαμεῖν
γένοιτό μοι τὰς χάριτας ἀποδοῦναι πατρί
πρὸς υἱὸν ὀργὴν οὐκ ἔχει χρηστὸς πατήρ
πλοῦτος δὲ πρὸς μὲν τὰς ὅλας τιμὰς ἰών
οὐκ ἔσχεν ὄγκον ὥστε καὶ δόξης τυχεῖν,
ἀλλʼ ἔστʼ ἄσεμνος· ἐν δὲ δόσει βροτῶν
ἡδὺς συνοικεῖν καί τινʼ εἰληχὼς χάριν
οὐδεὶς ἐπὶ σμικροῖσι λυπεῖται σοφός
γέρων γὰρ ὀργῇ πᾶς ὑπηρετεῖν κακός
τοῦ τε δυσκαπνωτάτου
φοίνικος ἐκ γῆς ῥιζοφοιτητοὺς φλέβας
ἔαρος ἡ νύμφη τέκνον τι μετὰ θέρους εἰς ὕστερον,
ἐν χειμῶνι δʼ οἴχεται σὺν τῷ ἀνέμῳ κεκαρμένη
τὰς γὰρ συμφοράς
ἀπροσδοκήτους δαίμονες διώρισαν