eul_wid: sno-ar
ἘπιγράμματαEpigrams
Julian the Apostate Epigrams PDF
| 9.365.(p1) | ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ Ἀλλοίην ὁρόω δονάκων φύσιν· ἦ που ἀπ’ ἄλλης, χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης, ἄγριοι· οὐδ’ ἀνέμοισιν ὑφ’ ἡμετέροις δονέονται, ἀλλ’ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης νέρθεν ἐυτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει· καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν, οἱ δ’ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν. |
| 9.368.(p1) | ΙΟΥΛΙΑΝΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΠΑΡΑΒΑΤΟΥ Τίς, πόθεν εἶς, Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον, οὔ ς’ ἐπιγιγνώσκω, τὸν Διὸς οἶδα μόνον· κεῖνος νέκταρ ὄδωδε, σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ τῇ πενίῃ βοτρύων τεῦξαν ἀπ’ ἀσταχύων· τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον. |
| 16.115 | Ἀνδρόθεν ἐκκέχυθ’ ἵππος· ἀνέδραμε δ’ ἱππόθεν ἀνήρ, ἀνὴρ νόσφι ποδῶν, κεφαλῆς δ’ ἄτερ αἰόλος ἵππος· ἵππος ἐρεύγεται ἄνδρα, ἀνὴρ δ’ ἀποπέρδεται ἵππον. |