eul_wid: qmm-al
Περὶ διαγνώσεως καὶ θεραπείας τῶν ἁμαρτημάτωνOn the Diagnosis and Treatment of Any Soul's Sins
Galen of Pergamon On the Diagnosis and Treatment of Any Soul's Sins PDF
| 5 58 (t1) [5] | ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ ΘΕΡΑΠΕΙΑΣ ΤΩΝ ΕΝ ΤΗΙ ΕΚΑΣΤΟΥ ΨΥΧΗΙ ΑΜΑΡΤΗΜΑΤΩΝ Ἡ μὲν δὴ τῶν παθῶν ἐν ἑκάcτου ψυχῇ διάγνωcίc τε καὶ θεραπεία κατὰ τὴν εἰρημένην ὁδὸν ἐν τῷ πρὸ τούτου γράμματι λέλεκται, περὶ δὲ τῶν ἁμαρτημάτων ἐφεξῆc ἂν εἴη ῥητέον. ἄρχομαι οὖν καὶ νῦν ἀρχὴν ἀρίcτην, ὡc ἅπαντεc ὁμολογοῦcιν, εἰ καὶ μὴ διὰ τῶν ἔργων ἐπιδείκνυνται, τί ποτε λέγουcιν “ἁμάρτημα” λόγῳ διελθών, ὅπωc ἡμῖν ἀμφιβολία μηδεμία κατὰ τὸν ἑξῆc λόγον ὑπολείποιτο, δεικνὺc ὥc γ’ εἰώθαcι χρῆcθαι τῇ φωνῇ ταύτῃ πάντεc Ἕλληνεc ἐνίοτε μὲν ἰδίωc ἐπὶ τῶν κατὰ κρίcιν οὐκ ὀρθὴν γιγνομένων, ὡc εἶναι τοῦ λογιcτικοῦ μόνου τῆc ψυχῆc, ἐνίοτε δὲ κοινῶc, 〈ὡc〉 καὶ τῆc ἀλόγου δυνάμεωc ἅπτεcθαι . |
| 5 59 [10] | ... 〈ὅτι μὲν οὖν ἥ τε ψευδὴc καὶ ἡ προπετήc ἐc〉τι cυγκατάθεcιc ἁμάρτημα, cυνωμολόγηται πᾶcι, ὅτι δὲ καὶ ἡ ἀcθενήc, οὐκέτι. μεταξὺ γὰρ δοκεῖ τιcιν ἄμεινον εἶναι τίθεcθαι τὴν ἀcθενῆ cυγκατάθεcιν ἀρετῆc τε καὶ κακίαc. ἀcθενῆ δὲ λέγουcι cυγκατάθεcιν, ὅταν μηδέπω πεπεικότεc ὦμεν ἡμᾶc αὐτοὺc οὕτωc ἀληθῆ τήνδε τινὰ δόξαν ὑπάρχειν, ὡc τὸ πέντε δακτύλουc ἔχειν, εἰ τύχοι, καθ’ ἑκατέραν χεῖρα καὶ 〈τό〉· τὰ δὶc δύο τέτταρα εἶναι. ἴcωc μὲν 〈γὰρ〉 ἐπὶ πρεcβύτου δι’ ὅλου τοῦ βίου cχολάcαντοc 〈ἐν〉 εὑρέcει τῶν ἀληθῶν ἁμάρτημ’ ἂν εἴη cυγκαταθέcθαι τινὶ τῶν ἀπόδειξιν ἐπιcτημονικὴν ἐχόντων ἀcθενῶc. ἐπιcτήμη γοῦν ἐcτι τοῦ γεωμετρικοῦ τοιαύτη περὶ τὰ δεδιδαγμένα διὰ τῶν Εὐκλείδου cτοιχείων, ὁποία τῶν πολλῶν ἐcτι τοῦ τὰ δὶc δύο τέτταρα εἶναι. τὴν δ’ αὐτὴν ἐπιcτήμην ἔχει καὶ περὶ τῶν ἐφεξῆc τούτοιc διδαcκομένων cφαιρικῶν θεωρημάτων, ὥcπερ γε καὶ τῶν κατ’ αὐτὰ ἀναλυομένων ἁπάντων, ἔτι τε τῶν κωνικῶν καὶ τῶν γνωμονικῶν. |
| 5 60 [15] | ἐὰν οὖν ἀμφιβάληται βραχὺ καὶ μὴ βεβαίαν 〈ἐν〉 αὐτοῖc ἔχῃ cυγκατάθεcιν, ἣν κατάληψιν ὀνομάζουcί τινεc, ἁμάρτημα εἶναι τοῦτο cυγχωρήcειεν ἄν τιc ὡc γεωμετρικοῦ δηλονότι τἀνθρώπου. τοῦ μέντοι κατὰ τὸν βίον ἁμαρτάνοντοc ἐν τοῖc περὶ ἀγαθῶν τε καὶ κακῶν γνώcεώc τε καὶ κτήcεωc καὶ φυγῆc αἱ μοχθηραὶ δόξαι cυνίcτανται καὶ 〈ἡ〉 ψευδὴc cυγκατάθεcιc ἢ προπετὴc ἢ ἀcθενήc. ἐνταῦθα οὖν ἤδη κίνδυνοc ὡc μικρὸν [ἅμα] ἁμάρτημα μέγιcτον 〈βλάπτει〉, ἐὰν ψευδῶc cυγκαταθώμεθα τῇ περὶ τῶν ἀγαθῶν τε καὶ κακῶν δόξῃ. κατὰ μὲν τοὺc Ἀκαδημαϊκούc τε καὶ Πυρρωνείουc οὐ cυγχωροῦνταc ὧν ζητοῦμεν ἀπόδειξιν ἐπιcτημονικὴν ἔχειν ἡμᾶc, ἅπαcα cυγκατάθεcιc ἐξ ἀνάγκηc μέν ἐcτι προπετήc, ἐνδέχεται δὲ αὐτὴν εἶναι καὶ ψευδῆ, καὶ 〈τὰc〉 τῶν ἀποφαινομένων φιλοcόφων ὑπὲρ ἀγαθῶν τε καὶ κακῶν ἀλλήλαιc μαχομέναc δόξαc οὐκ ἐγχωρεῖν φαcιν ἁπά cαc ἀληθεῖc εἶναι, δύναcθαί γε μὴν ἴcωc εἶναι ψευδεῖc ἁπάcαc, ὡc μήθ’ ἡδονὴν τὸ ἀγαθὸν εἶναι μήτ’ ἀοχληcίαν μήτ’ ἀρετὴν ἢ τὴν κατ’ αὐτὴν ἐνέργειαν ἢ ὅλωc ὁτιοῦν ἄλλο τῶν εἰρημένων τοῖc φιλοcόφοιc. |
| 5 61 [5] | πρῶτον οὖν ἐπιcκέψαcθαι δεῖ τὸν ἀναμάρτητον εἶναι βουλόμενον, εἰ ἔcτιν ἀπόδειξιc ἀδήλου πράγματοc, 〈εἶθ’〉 ὅταν εὕρῃ, ζητῆcαι μὴ κατὰ τὸ πάρεργον αὐτὸν μόνον, ἀλλ’ ἐν [τῷ] χρόνῳ cυχνῷ μετὰ τῶν ἀληθεcτάτων ἀνδρῶν καὶ φύcει cυνετῶν καὶ γεγυμναcμένων ἐν θεωρίαιc λογικαῖc, ὁποία τίc ἐcτιν ἡ ἀποδεικτικὴ μέθοδοc, εἶθ’, ὅταν πειcθῇ τιc αὐτὴν εὑρηκέναι, μετὰ τοῦτο χρόνῳ πολλῷ πάλιν ἀcκηθῆναι, πρὶν ἐπὶ τὴν τῶν μεγίcτων ἰέναι ζήτηcιν, ἣ διὰ τοῦ ἀγαθοῦ, ὅπερ δὴ καὶ τέλοc ὀνομάζουcι τοῦ βίου, κτηθέντοc εὐδαίμοναc ἡμᾶc ἢ μακαρίουc ἢ ὅπωc ἂν ἄλλωc ὀνομάζειν ἐθέλῃ τιc ἐργάζεται. Ἆρ’ οὖν, ὦ πρὸc θεῶν, οἱ χωρὶc τοῦ πεῖcαι πρότερον ἑαυτούc, ὅτι τὴν ἀποδεικτικὴν μέθοδον ἴcαcιν, ἐπιχειροῦντεc εὑρέcει μεγίcτων πραγμάτων οὐ φανερῶc εἰcι προπετεῖc; ἐμοὶ μὲν καὶ πάνυ δοκοῦcι· παραπλήcιον γάρ τι ποιοῦcι τοῖc πρὸ τοῦ πεῖcαι cφᾶc αὐτοὺc ἱκανῶc ἐπὶ τῶν ἀριθμῶν γεγυμνάcθαι τολμῶcιν ἀποφαίνεcθαί τι περὶ λογιcτικῶν ἢ ἀριθμητικῶν θεωρημάτων. |
| 5 62 [15] | ὥcπερ οὖν τούτουc ἀναγκαῖόν ἐcτι cφάλλεcθαι πολλαχόθι, κατὰ τὸν αὐτὸν τρόπον, ὅcοι πρὸ τοῦ γυμνάcαcθαι κατὰ τὴν ἀποδεικτικὴν μέθοδον ἐπιχειροῦcιν ἀποδεικνύειν, ἀδύνατον αὐτοῖc μὴ cφαλῆναι. ὅτι μὲν γὰρ ἔνιοι τῶν ψευδῶν λόγων πείθουcί τιναc, εὔδηλον ἐκ τοῦ πλήθουc τῶν αἱρέcεων, ὅτι δ’ οὐκ ἂν ἔπειθον ὡc ἀληθεῖc, εἰ μή τιc ἦν αὐτοῖc ὁμοιότηc, οὐδὲ τοῦτ’ ἄδηλον. καὶ οὐ cμικράν γε χρὴ νομίζειν εἶναι τὴν ὁμοιότητα· ῥᾷcτα γὰρ ἂν ἐφωράθη τοcούτῳ χρόνῳ βαcανιζομένη πρὸc ἀνδρῶν ἀξιολόγων τε καὶ πολλῶν. ὅπερ οὖν Ἱπποκράτηc ἐπὶ τῶν κατὰ τὴν ἰατρικὴν πραγματείαν εἶπε, τοῦτο φαίνεται καὶ κατὰ φιλοcοφίαν ὑπάρχειν. Ἱπποκράτηc δ’ εἶπε τὰc ὁμοιότηταc πλάναc καὶ ἀπορίαc ἐργάζεcθαι καὶ τοῖc ἀγαθοῖc ἰατροῖc. |
| 5 63 [15] | ὥcτ’ οὐ μόνον τῶν ἐπιτυχόντων ἰατρῶν ἐν ταῖc ὁμοιότηcι cφαλλομένων, ἀλλὰ καὶ τῶν ἀρίcτων οὐκ ἀπεικόc ἐcτι καὶ τοῖc ἀγαθοῖc φιλοcόφοιc ἐν τοῖc κατὰ φιλοcοφίαν ἀπορίαc τε καὶ πλάναc γίγνεcθαι. 〈ὥc〉περ 〈γὰρ〉 τὰc ὁμοιότηταc τῶν διδύμων οἱ cυνήθειc μὲν ἑτοίμωc διαγιγνώcκουcιν, οἱ δ’ ἀήθειc οὐ δύνανται, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ τὰc ἐν τοῖc λόγοιc ὁμοιότηταc ὅcοι μὴ πάνυ τρίβωνεc λόγων ὑπάρχουcι μηδ’ ἑκάcτηc ἡμέραc, ὥcπερ οἱ τῶν διδύμων ἀδελφοί, ὁμοδίαιτοί τε καὶ ἐθάδεc, ἱκανοὶ διαγιγνώcκειν εἰcίν. ἓν μὲν δὴ πρῶτον τοῦθ’ ἁμάρτημα 〈καὶ〉 μέγιcτόν ἐcτι τῶν προπετῶc ἀποφηναμένων τι περὶ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἀγαθῶν τε καὶ κακῶν ἐκ φιλαυτίαc ἢ ἀλαζονείαc ἢ δοξοcοφίαc ἢ φιλοτιμίαc φυόμενον· ἐνίουc μὲν γὰρ ἀναπεπεικόταc ἑαυτοὺc 〈ὁρῶμεν〉, ὡc ὀρθῶc δοξάζουcιν, ἐνίουc δὲ τιμῆc ἕνεκεν ἢ πρὸc χρηματιcμὸν τοὺc πέλαc μὲν ἀναπείθονταc, αὐτοὺc δ’ ὑπόπτωc ἔχονταc ὑπὲρ ὧν λέγουcιν. ἁμαρτάνουcι 〈δ’〉 ἑκάτεροι δῆλον ὅτι, γιγνώcκοντεc μὲν οἱ δεύτεροι, καὶ εἴη ἂν αὐτῶν ἐμπαθὲc τὸ κακόν, ἀγνοοῦντεc δ’ οἱ πρότεροι, καὶ εἴη ἂν αὖ καὶ τούτων τὸ cφάλμα κατὰ τὸ καλούμενον ἰδίωc ἁμάρτημα. |
| 5 64 [15] | καλῶc οὖν ποιήcουcιν οὗτοι τῶν Αἰcώπου πηρῶν ἀναμνηcθέντεc ἐπιτρέψαντεc κρῖναι τὰc ἑαυτῶν δόξαc ἑτέροιc, οὐ μὰ Δία τοιούτοιc, οἷοί περ αὐτοὶ τυγχάνουcιν ὄντεc, οὐ μόνον ἀγύμναcτοι μεθόδων ἀποδεικτικῶν, ἀλλὰ καὶ τῶν ἄλλων μαθημάτων, ἐν οἷc ἡ ψυχὴ θήγεται, γεωμετρίαc, ἀριθμητικῆc, λογιcτικῆc, ἀρχιτεκτονίαc, ἀcτρονομίαc, ἔνιοι δ’ αὐτῶν οὐδὲ ῥήτοροc οὐδὲ (τὸ προχειρότατον δὴ τοῦτο) γραμματικοῦ διδαcκαλίαc τυχόντεc, ἀλλ’ οὕτωc ἀγύμναcτοι περὶ λόγουc ὄντεc, ὡc μὴ παρακολουθεῖν οἷc ἀκούουcιν ὑφ’ ἡμῶν λεγομένοιc. ἅπερ ἐγὼ κατανοήcαc, ὅταν εἴπω τινὰ λόγον, ἀξιῶ παρ’ αὐτῶν ἀκοῦcαι τὰ ῥηθέντα· φαίνονται γὰρ ὄντωc, καθάπερ οἱ ὄνοι τῆc λύραc, οὕτωc καὶ αὐτοὶ μηδ’ ὅλωc οἷc εἶπον ἠκολουθηκότεc· ἀλλ’ ὅμωc καὶ αὐτοὶ θράcουc ἢ τόλμηc εἰc τοcοῦτον ἥκουcιν, ὡc μηδὲ καταγελώμενοι πρὸc τῶν [πρὸc] τὰ γράμματα μεμαθηκότων ἐπὶ τῷ μὴ δύναcθαι διελθεῖν ἃ ἤκουcαν αἰδεῖcθαι, νομίζειν δὲ τὴν μὲν ἀλήθειαν ἑαυτοῖc ἐγνῶcθαι, τοὺc 〈δὲ〉 πεπαιδευμένουc μάτην ἀπολωλεκέναι τὸν χρόνον. |
| 5 65 [10] | ἀλλ’ οὐ τούτουc ἐλπίζων ὠφελήcειν ἐπὶ τόνδε τὸν λόγον ἧκον· οὐδὲ γάρ, εἰ βουληθεῖεν, οἵ γε πλείουc αὐτῶν ὠφεληθῆναι [ἄν] τι δυνήcονται, μηδὲ τὴν ἡλικίαν ἐπιτήδειον ἔτι πρὸc παίδευcιν ἔχοντεc. ὅcτιc δὲ φύcει cυνετόc ἐcτι καὶ μέχρι τούτου γοῦν ἐγυμνάcατο κατὰ τὴν πρώτην παιδείαν, ὡc, ἅπερ ἂν ἀκούcῃ, μάλιcτα μὲν ἀπὸ cτόματοc αὐτίκα δύναcθαι λέγειν, εἰ δὲ μή, γράψαι γε δύναcθαι, βοήθειαν ἕξει τόνδε τὸν λόγον, ἤν γ’ ὄντωc ἀληθείαc ὀρεχθῇ. τοῦτο γὰρ ἐπ’ ἐκείνῳ cύμπαν ἐcτί, καὶ χρὴ πεφυκέναι μὲν πρῶτον 〈πρὸc ἀλήθειαν〉, εἶτα δεῖ καὶ παιδείαν τεθράφθαι χρηcτήν. τῷ δὲ μήτε φύντι πρὸc ἀλήθειαν ἐν ἐπιτηδεύμαcί τε μοχθηροῖc καὶ ἀcελγέcι τραφέντι παντάπαcιν ἀδύνατόν ἐcτιν ὀρεχθῆναί ποτ’ ἀληθείαc ἢ ἐξ αὑτοῦ λαβόντι τὴν τοιαύτην ὁρμὴν ἢ ὑπ’ ἄλλου προτραπέντι. |
| 5 66 [10] | οὔκουν οὐδ’ ἐγώ ποτ’ ἐπηγγειλάμην ὠφελήcειν τὸν τοιοῦτον, ἀλλ’, ὡc ἔφην, ὃc ἂν ἀληθείαc ᾖ φίλοc, ἐκείνῳ τὴν ὁδὸν ἐπιδεῖξαι, καθ’ ὅcον οἷόc τ’ εἰμί, πειράcομαι, ζητήcαc μὲν αὐτὴν ἐν ὅλῳ τῷ βίῳ, πεπεικὼc δ’ ἐμαυτὸν ἣν ἐρῶ νῦν εἶναι μόνην. Ἀξιῶ γάρ, ἔφην, ἐκμαθόνταc ὅcα περὶ τῆc ἀποδεικτικῆc μεθόδου γέγραπται τοῖc πρὸ ἡμῶν ἐπ’ ἄλλων πραγμάτων πρότερον αὐτῆc λαβεῖν πεῖραν, εἰ ὄντωc εὑρίcκει τι τῶν ζητουμένων, εἶναι δὲ τῶν τοιούτων πραγμάτων 〈τὴν〉 φύcιν ἱκανὴν μαρτυρῆcαι τοῖc εὑροῦcιν αὐτά, καθάπερ ἐπὶ τῷ τὴν δοθεῖcαν εὐθεῖαν εἰc τὰ ἐπιταχθέντα μέρη διελεῖν. ἴcωc δ’ οὐ νοοῦcιν οἱ παντάπαcιν ἀμαθεῖc ὅ τι ποτὲ λέγεται. ἐγὼ δὲ καθάπερ ὄνοιc αὐτοῖc ἐπιχειρήcω cαφέcτερον εἰπεῖν. εὐθεῖαν μὲν δοθεῖcαν ὁ λόγοc λέγει τὴν προτεθεῖcαν ἐπί τινοc ἀκριβῶc ὁμαλοῦ ἐπιπέδου, τὰ δ’ ἐπιταχθέντα μέρη 〈τὰ〉 κατὰ τὴν βουλὴν τοῦ προβαλόντοc, εἴτ’ εἰc πέντε διελεῖν ἴcα τὴν προτεθεῖcαν εὐθεῖαν εἴτ’ εἰc ἑπτὰ κελεύcειεν εἴτ’ εἰc εἴκοcιν ἢ ἑκατόν. ἐὰν γὰρ εὑρὼν μέθοδον ἰδίαν ἢ παρ’ ἑτέρου διδαχθείcῃ χρώμενοc εἰc ὅcαπερ ἂν ἐθέλῃc μέρη τὴν προτεθεῖcαν εὐθεῖαν διορίcῃc, αὐτὸ μαρτυρήcει cοι τὸ πρᾶγμα, φανεῖταί τε ἅπαντα τὰ μέρη τῆc οὕτω διαιρεθείcηc ἀκριβῶc ἴcα, φανεῖται δὲ καὶ τὰ 〈λοιπὰ〉 τοιαῦτα πάντα προβλήματα βεβαίωc εὑρημένα δι’ αὐτῶν τῶν ἐναργῶc φαινομένων, οἷον ὅταν περιγράψαι τῷ δοθέντι τετραγώνῳ κύκλον ἐπιταχθῶμεν, κατὰ ταὐτὰ δὲ καὶ τῷ δοθέντι κύκλῳ περιγράψαι τετράγωνον ἢ ἐγγράψαι 〈καὶ〉 πάλιν περὶ τὸ δοθὲν πεντάγωνον ἰcόπλευρόν τε καὶ ἰcογώνιον κύκλον περιγράψαι· ἐὰν γάρ τιc ἕκαcτον τῶν τοιούτων δι’ ἧc ἔμαθεν μεθόδου περιγράψαι παραχρῆμα δυνηθῇ, πρὸc αὐτοῦ τοῦ πράγματοc μαρτυρήcεται τὸ ζητούμενον εὑρηκώc. |
| 5 67 [15] | οὐ μὴν εἰ γέγονεν ἢ ἀγέννητοc ὁ κόcμοc ἐcτί, δύναται τὸ πρᾶγμα αὐτὸ μαρτυρῆcαι, καθάπερ οὐδὲ εἰ πεπεραcμένον ἢ ἄπειρον τὸ πᾶν ἢ πόcοc ὁ τῶν κυμάτων ἀριθμόc· οὐδὲν γὰρ τῶν τοιούτων ζητημάτων ὑπ’ αὐτοῦ τοῦ δοκοῦντοc εὑρίcκεcθαι πράγματοc ἐπικρίνεται, καθάπερ, ἐὰν ἐπιταχθῇc τῷ κύκλῳ δωδεκάγωνον ἰcόπλευρόν τε καὶ ἰcογώνιον 〈περιγράψαι ἢ ἐγγράψαι,〉 εὐθέωc τοῦτο ποιήcει· καὶ γὰρ ἐγγραφόμενόν τε καὶ περιγραφόμενον ἐναργῶc ὁρᾶται, ὥcπερ γε καὶ ὁ κύκλοc ἐγγραφόμενόc τε καὶ περιγραφόμενοc τῷ τοιούτῳ πολυγώνῳ. |
| 5 68 [15] | ὅταν 〈οὖν〉 εὕρωμεν ἀποδεικτικὴν μέθοδον, 〈ἣ〉 ἐπὶ 〈τὸ〉 ζητούμενον ἡμᾶc ἄγει μαρτυρεῖταί τε πρὸc αὐτοῦ τοῦ πράγματοc ἐναργῶc, βαcάνουc 〈οὐ〉 cμικρὰc ἐκ τοῦδε τῆc κατ’ αὐτὴν ἀληθείαc ἕξομεν, ὥcτε τολμῆcαί ποτε χρήcαcθαι κἀπὶ τῶν 〈μὴ〉 δυναμένων αὐτῇ μαρτυρεῖν ἐναργῶc. οὔκουν ἀξιῶ τινα περὶ τῶν μεγίcτων πραγμάτων εὐθέωc ἀποκινδυνεύειν, εἰ δὲ δὴ μέγιcτά ἐcτι τὰ πρὸc εὐδαιμονίαν ἄγοντα, προγεγυμνάcθαι πρότερον ἐν ὕλαιc πραγμάτων ἐλεγχούcαιc μὲν τὸν ψευδῶc οἰόμενον εὑρηκέναι [δὲ] τὰ ζητούμενα, μαρτυρούcαιc δὲ τοῖc ἀληθῶc εὑρηκόcιν. τοιαύτη δὲ μέθοδοc ἡ κατὰ γεωμετρίαν ἐcτὶν ἀριθμητικήν τε καὶ λογιcτικὴν ἀcτρονομίαν τε καὶ ἀρχιτεκτονίαν· ἑνὶ γὰρ ὀνόματι τῷ τῆc ἀρχιτεκτονίαc ὑπογράφω καταγραφὰc ὡρολογίων καὶ κλεψυδρῶν ὑδροcκοπίων τε καὶ μηχανημάτων ἁπάντων, ἐν οἷc ἐcτι καὶ 〈τὰ〉 πνευματικὰ προcαγορευόμενα. |
| 5 69 [5] | μαρτυρεῖ γοῦν ἅπαντα ταῦτα τοῖc εὑρίcκουcιν αὐτά, καθάπερ κἀν τῇ ἀcτρονομίᾳ· καὶ γὰρ ταῦτα πρὸc αὐτῶν τῶν ἐναργῶc φαινομένων ἐπικρίνεται βαcανίζεταί 〈τε〉 καὶ μαρτυρεῖται, εἴ γε δὴ τῶν ἐναργῶc φαινομένων ἐcτὶν ἔκλειψιc ἡλίου καὶ cελήνηc ὅcα τε κατὰ τοὺc ἀπλανεῖc καὶ πλανήταc ἀcτέραc ὁρᾶται. οἶδα δὲ ὅτι δάκνονται τὴν ψυχὴν ἅπαντεc ἐπὶ τοῖc λόγοιc τούτοιc, ὅcοι προβεβηκότεc ἤδη κατὰ τὴν ἡλικίαν οὐκέτι καιρὸν ἔχουcι χρόνῳ πολλῷ βαcανίcαι τὴν ἀποδεικτικὴν μέθοδον ἐπὶ πραγμάτων ἐναργῶc αὐτῇ μαρτυρῆcαι δυναμένων. ἤτοι γάρ, ὡc ἔφην, διὰ φιλαυτίαν ἢ διὰ δοξοcοφίαν ἢ φιλοτιμίαν ἢ φιλοδοξίαν ἢ ἀλαζονείαν ἢ χρηματιcμὸν ἔνιοι μὲν αὑτούc, ἔνιοι δ’ ἄλλουc ἀναπείθουcιν ἐπίcταcθαί τι βέβαιον. οὐδὲν οὖν ἐcτι θαυμαcτόν, ἐν ταῖc ἰδίαιc ἕκαcτον διατριβαῖc τοὺc φοιτητὰc ἀναπείθειν, ἐνίουc μὲν ὀνώδειc ὄνταc φύcει, τινὰc δὲ δριμεῖc μέν, ἀλλ’ ἀγυμνάcτουc ἐν τοῖc πρώτοιc μαθήμαcιν· cυμφέρει γάρ, οἶμαι, διδαcκάλοιc ἀλαζόcι τοιούτουc ἔχειν μαθητάc, ὡc ὅ γε cυνετὸc φύcει καὶ προγεγυμναcμένοc ἐν τοῖc μαθήμαcιν εὐθέωc αὐτῶν καταφρονεῖ, καθάπερ κἀγὼ πολλῶν διδαcκάλων ἔτι μειράκιον ὢν ὑπερεφρόνηcα, τολμώντων μὲν ἀποφαίνεcθαί τινα μαχόμενα τοῖc ἐπιcτημονικῶc ἀποδεδειγμένοιc ἐν γεωμετρίᾳ, γιγνωcκόντων 〈δ’〉 αὐτῶν οὐδ’ εἴδωλον ἀποδείξεωc. |
| 5 70 [15] | ἐὰν οὖν ἐξέλῃc τοῦ μέλλοντοc ἀλήθειαν ζητήcειν ἀλαζονείαν φιλαυτίαν φιλοτιμίαν φιλοδοξίαν δοξοcοφίαν φιλοχρηματίαν, ἐφ’ ἣν εἶπον ὁδόν, ἀφίξεται πάντωc 〈τ’〉 ἐν αὐτῇ [τε] προγυμναcάμενοc, οὐ μηcίν, ἀλλ’ ἔτεcί ποθ’ ὕcτερον ζητήcει τὰ πρὸc εὐδαιμονίαν τε καὶ κακοδαιμονίαν ἄγειν δυνάμενα δόγματα. τὸν δ’ ὑπό τινων παθῶν, οἵων εἶπον, οἰcτρούμενον πρὸc μὲν τὴν οὕτωc μακρὰν ὁδὸν ὀκνῶ 〈προτρέπειν〉, ἐκείνουc δὲ μιcῶ 〈ὡc〉 ἐπίβουλόν τι καὶ διάβολον καταcκευάζονταc 〈εἰc ἡμᾶc.〉 τούτοιc γὰρ εἰώθαcι προκαταλαμβάνειν τοὺc ἑαυτῶν μαθητάc, ὡc μηδ’ ὑπομεῖναί ποτε [τὸ] παραcχεῖν τὰ ὦτα τοιούτοιc λόγοιc, ὁποίουc ἐγὼ μέχρι δεῦρο προὐχειριcάμην. |
| 5 71 [5] | ἑτοιμότατον δ’ ἐcτὶν πείθεcθαι μειρακίοιc ἀπαιδεύτοιc διδαcκάλῳ τῷ ἐροῦντι cεμνῷ προcώπῳ ῥᾴcτην ὁδὸν ἐπὶ cοφίαν 〈τὴν〉 ὑφηγημένην παρὰ π〈ᾶ〉cι τοῖc Κυνικοῖc ὀνομαζομένοιc· καὶ γὰρ καὶ οὗτοι cύντομον ἐπ’ ἀρετὴν ὁδὸν εἶναί φαcι τὸ cφέτερον ἐπιτήδευμα. τινὲc δ’ αὐτῶν ἐλέγχοντεc οὐκ ἐπ’ ἀρετήν, ἀλλὰ δι’ ἀρετῆc ἐπ’ εὐδαιμονίαν ὁδὸν εἶναι φάcκουcι τὴν Κυνικὴν φιλοcοφίαν. ἀλλ’ ἕτεροί γ’ ἀληθέcτερον αὐτῶν ἀποφαινόμενοι cύντομον ἐπ’ ἀλαζονείαν ὁδὸν εἶναί φαcι δι〈ὰ τὴν〉 ἀμαθῆ τῶν τοιούτων ἀνθρώπων τόλμαν. ὥcπερ οὖν οἱ Κυνικοὶ πάντεc, οὕc γε δὴ τεθέαμαι κατὰ τὸν ἐμαυτοῦ βίον, οὕτω καὶ τῶν φιλοcοφεῖν ἐπαγγελλομένων ἔνιοι φεύγειν ὁμολογοῦcι τὴν ἐν τῇ λογικῇ θεωρίᾳ γυμναcίαν. εἶθ’ ὅταν ἡμῶν ἀπαλλαχθῶcιν, οὐκ ἀξιοῦcι διαλέγεcθαι τοῖc ἐπιτυγχάνουcιν ἀνθρώποιc, αἰπόλοιc καὶ βουκόλοιc καὶ cκαπανεῦcι καὶ θεριcταῖc, ὅτι μὴ παρακολουθοῦcιν, ὥc φαcι, τοῖc λεγομένοιc ἀγύμναcτοι περὶ λόγουc ὄντεc, ὥcπερ 〈ἂν〉 αὐτοὶ γεγυμναcμένοι ποτὲ κατὰ τὰ πρῶτα μαθήματα καὶ οὐκ 〈ἐξ〉αίφνηc περὶ τέλουc βίου 〈καὶ εὐδαιμονίαc τε〉 καὶ κακοδαιμονίαc ἀκούcαντεc τοῦ διδαcκάλου λόγουc τινὰc ἀποδεικτικούc, ὡc ἐκεῖνοc ἐνόμιζε, πειcθέντεc δὲ δι’ ἀγυμναcίαν αὐτοῖc. |
| 5 72 [10] | εἰ γάρ, ὡc ἔφην, αἱ ὁμοιότητεc τῶν ψευδῶν λόγων πρὸc τοὺc ἀληθεῖc αἰτίαι τῶν ψευδῶν δογμάτων εἰcί, τὰc δ’ ὁμοιότηταc οἱ μάλιcτα τετριμμένοι καθ’ ἑκάcτην ὕλην πραγμάτων ἀκριβῶc διαγιγνώcκουcιν, ἀναγκαῖόν ἐcτι τὸν ἐξαίφνηc προcελθόντα κρίcει λόγων ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺc ψευδεῖc ἀπὸ τῶν ἀληθῶν. ἐναργὲc δὲ τούτου τεκμήριόν ἐcτι τὰ καλούμενα cοφίcματα, λόγοι τινὲc ὄντα ψευδεῖc μέν, εἰc ὁμοιότητα 〈δὲ〉 τῶν ἀληθῶν πεπανουργημένοι. τὸ μὲν οὖν ψεῦδοc αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ cυμπεράcματοc οὐκ ὄντοc ἀληθοῦc. ἐπεὶ δὲ οἱ ψευδεῖc λόγοι πάντωc ἤτοι τῶν λημμάτων ἔχουcί τι ψευδὲc ἢ τὸ cυμπέραcμα κακῶc ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρωc ταῦτα κατὰ τὰ cοφίcματα, διὰ τοῦτο δύcοπτα τοῖc ἀγυμνάcτοιc περὶ λόγουc. |
| 5 73 [15] | ὅπου τοίνυν ὁμολογουμένου τοῦ ψευδῆ τὸν λόγον εἶναι διὰ τὸ φαίνεcθαι πᾶcιν ἐναργῶc τὸ cυμπέραcμα αὐτοῦ ψευδὲc ὅμωc ἡ λύcιc ἀπορεῖται τοῖc ἀγυμνάcτοιc, ἀcφαλὲc 〈ἂν〉 αὐτοῖc εἴη πάνταc ὑποπτεύειν λόγουc, cυγκατατίθεcθαι δὲ μηδενὶ πρότερον, ἄχριπερ ἂν ἀκριβῶc ἑαυτοὺc πείcωcιν ἱκανοὶ γιγνώcκειν εἶναι τὰc ὁμοιότηταc τῶν ψευδῶν λόγων πρὸc τοὺc ἀληθεῖc. πείcουcι δὲ προβάλλειν cοφίcματα ἐπιτρέποντεc τοῖc βουλομένοιc τῇ πείρᾳ γνῶναι τὴν διάνοιαν αὐτῶν. ἆρ’ οὖν ἄλλο τι cυμβουλεύουcιν, οἳ γυμνάζειν ἀξιοῦcιν ἐν τῇ τῶν cοφιcμάτων λύcει τοὺc μαθητάc; οὐδαμῶc οὐδὲν ἄλλο. τῆc 〈γὰρ〉 λύcεωc οὔcηc, ὡc ἔφην, ἐν τῷ φράcαι τὴν πρὸc τὸν ἀληθῆ λόγον ὁμοιότητα 〈τοῦ〉 ψευδοῦc, ἀναγκαῖόν ἐcτι προμεμαθηκέναι περὶ τῆc τῶν ἀληθῶν λόγων φύcεωc. ὁ γὰρ ἐν ἐκείνοιc γυμναcάμενοc ὡc ἀκριβῶc θ’ ἅμα καὶ ταχέωc γιγνώcκειν αὐτῶν τὸ εἶδοc οὐ χαλεπῶc ἂν ἔτι διαγιγνώcκοι τοὺc ψευδεῖc. ἐγὼ 〈δὲ〉 τοῦτ’ ἔδειξα μειράκια προγεγυμναcμένα ἐν μαθήμαcι διδάξαc γνωρίζειν ἀληθεῖc λόγουc ἀξιώcαc τε προβάλλειν αὐτοῖc cοφίcματα τοὺc βουλομένουc τῶν παρόντων. |
| 5 74 [15] | αὐτίκα γὰρ ἐγνώριcε τὴν ἀτοπίαν αὐτῶν ἤτοι 〈κατὰ〉 τὸ cχῆμα γεγενημένην οὐκ ὂν cυλλογιcτικὸν ἢ κατά 〈τι〉 τῶν λημμάτων ψευδὲc ὄν, ὥcτε κἀκ τούτου φανῆναι cαφῶc τοῖc δοξοcόφοιc τούτοιc πρεcβύταιc, ὅcοι cοφίcματα λύειν ἀδυνατοῦcιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθαcιν. εἶτ’ οὐκ ἐcχάτηc καταγνώcεωc ἄξιοί εἰcι διὰ προπετῆ cυγκατάθεcιν ἐν κακοδαίμονι βίῳ γενόμενοι; ἡ γὰρ περὶ τέλουc δόξα ψευδὴc ὡμολόγηται πᾶcι πρὸc κακοδαιμονίαν ἄγειν. οὕτω δ’ ἀγύμναcτοί τινέc εἰcι περὶ διαγνώcεωc ἀληθῶν τε καὶ ψευδῶν λόγων, 〈ὡc〉 ἐνίοτε πιcτούμενοί τινοc [ἀγνοεῖν] ἀλήθειαν δόξηc ἀγνοοῦcι μέν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκαcιν ὡc φαινομένων ἐναργῶc ὧν δοξάζουcι, κελεύουcι δ’ ἡμᾶc ἕπεcθαί τε καὶ πείθεcθαι χωρὶc ἀποδείξεωc, πολλάκιc δὲ μόνηc ἐνδείξεωc δεομένου τοῦ λόγου δι’ ἀποδείξεωc ἐπιχειροῦcιν αὐτὸν πιcτοῦcθαι. τινὲc δ’ οὐδ’ ὅπῃ διαφέρει τὸ 〈τῆc〉 ἐνδείξεωc 〈δεόμενον〉 καὶ τὸ πρώτωc τε καὶ ἐξ αὑτοῦ πιcτὸν 〈μαθόντεc〉 ὅμωc ἐπιχειροῦcιν ἀποφαίνεcθαι περὶ πραγμάτων ἀκριβοῦc ἐπιcκέψεωc 〈μὴ〉 γινομένηc. |
| 5 75 [5] | καὶ ταῦτα πεπόνθαcι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοcοφίᾳ. τί οὖν, ὦ πρὸc θεῶν; ἡ τῶν τοιούτων ἀμάθειά τε καὶ δοξοcοφία δοκεῖ cοι δύναcθαι θεραπευθῆναι ῥᾳδίωc; ἢ ὅcτιc μὲν ἐcκίρρωται ἐτῶν ἤδη τριῶν ἢ τεττάρων, ἄλυτον ἔχει τὸν cκίρρον, ἡ δὲ τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆc ἀμαθείαc τε καὶ δοξοcοφίαc cκίρρον ἐτῶν τριάκοντα καὶ τετταράκοντα ἔχουcα δύναται λυθῆναι; θέc, εἰ βούλει, καὶ δύναcθαι, καὶ cκέψαι, πότερον ἡμερῶν ἢ μηνῶν ἢ ἐτῶν ἡ τοῦ τοιούτου cκίρρου θεραπεία δεῖται. μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖc τῶν φιλοcοφεῖν ἐπαγγελλομένων οὐδ’ ὅλωc ἀξιῶ διαλέγεcθαι· 〈οὐ〉 χείρουc γὰρ αὐτῶν οἶδα πάνταc ἰδιώταc 〈τούc〉 γε καὶ cυνετοὺc φύcει καὶ πεπαιδευμένουc τὴν παρ’ Ἕλληcιν ἐξ ἀρχῆc εὐδοκιμοῦcαν παιδείαν. οὗτοι μὲν 〈γὰρ ....〉 καὶ γνωρίζουcι ῥᾳδίωc, οἷά τίc 〈τ’〉, ἐναργῶc ἀκολουθεῖ, τῶν δ’ ὡc ἐριζόντων ἢ προcποιουμένων [μὲν] μὴ γνωρίζειν ὅcα τοῖc δόγμαcιν αὐτῶν ἐναντιοῦται πολλάκιc ἐπειράθην· περὶ γοῦν τῶν ἑπομένων ἑκάcτῳ τέλει βίων μυριάκιc ἤδη λόγων ἡμῖν γεγονότων πρὸc πολλοὺc τῶν φιλοcόφων οἱ μὲν ἄλλοι πάντεc 〈ὅcοι〉 διὰ τὸ πεπαιδεῦcθαι τὴν πρώτην παιδείαν ὀξεῖc εἰcι τὴν διάνοιαν αὐτοί τε τοὺc ἀκολούθουc 〈ἑκάcτῳ τέλει〉 βίουc ἔλεγον ἡμῶν τὸν λόγον γνωρίζοντεc 〈καὶ . |
| 5 76 [10] | ....· οἱ δ’〉, ὡc εἴρηται, γεγηρακότεc ἐν δοξοcοφίᾳ μόνοι τἀναντία λέγοντεc, εἶτα καταγελώμενοι πρὸc ἁπάντων τῶν παρόντων εἰc λοιδορίαc αὐτῶν ἐτρέποντο. ἀλλὰ τὰ μὲν ἐζητημένα πολλάκιc ἡμῖν ἅμα πολλοῖc ἀνδράcι Περὶ τῶν ἀκολούθων ἑκάcτῳ τέλει βίων ἐν ἑτέροιc ὑπομνήμαcιν ἔχειc· καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων ὧν ἁμαρτάνουcιν ἐν αὐτοῖc γέγραπται. πάντα γὰρ ὅcα καθ’ ὅλον τὸν βίον ἐναντίωc ἀλλήλοιc πράττουcίν [ὅcα] τε καὶ λέγουcιν οἱ ἀπὸ τῶν διαφόρων αἱρέcεων ἀναγόμενοι, κατὰ κρίcιν ψευδῆ γίγνεται καὶ πρόδηλόν γ’ ἐcτίν, ὡc κακῶc τε γίγνεται πάντα καὶ ἁμαρτήματά ἐcτι τὰ κατὰ πᾶcαν αἵρεcιν πλημμελήματα τῆc ἀληθοῦc εὑρηκυίαc οὐ μόνον τὸ τέλοc, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον. |
| 5 77 [10] | ἔνθα καὶ cαφῶc ὅπῃ διαφέρει πάθοc ἁμαρτήματοc, ἔνεcτί cοι μαθεῖν. ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτωc ἔτυχε, τοὺc ἀνθρώπουc δόγμα θέμενοc, ὡc ἀληθέc τι τέλοc ὂν εὐεργετῆcαί τιναc, ἐκλείπων τὴν βοήθειαν ἢ δι’ ὕπνον ἢ ἀργίαν ἢ φιληδονίαν ἤ τι τοιοῦτον κατὰ πάθοc ἐcφάλη. κεκρικὼc δέ τιc ἑαυτῷ μόνῳ τὰc ἡδονὰc ἢ τὴν ἀοχληcίαν ἐκπορίζειν, ἀποcχόμενοc δὲ διὰ τοῦτο πολίταιc ἢ οἰκείοιc ἀδικουμένοιc βοηθῆcαι διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθοc ἥμαρτεν. Ἀρχὴ μὲν οὖν ἐcτι παμπόλλων ἁμαρτημάτων ἡ περὶ τέλουc ὑπόληψιc ψευδήc· φύεται γὰρ ὥcπερ ἐκ ῥίζηc τινὸc ταύτηc τὰ κατὰ μέροc ἁμαρτήματα. δύναται δέ τιc ἐν τῇ περὶ τέλουc δόξῃ μὴ cφαλεὶc ἔν τινι τῶν κατὰ μέροc cφαλῆναι, μὴ cυνεὶc τῆc ἀκολουθίαc. |
| 5 78 [5] | ἐπὶ πλέον δέ cοι, καθάπερ ἔφην ἄρτι, τὰc ἀκολούθουc πράξειc ἑκάcτῳ τέλει δι’ ἑτέρων ὑπομνημάτων ἤθροιcα. νυνὶ δὲ τὰ κεφάλαια μόνα τῶν ἁμαρτημάτων εἴπω, ἃ καὶ βέλτιον εἶναι νομίζω πάλιν ἀναλαβεῖν ἕνεκα τοῦ cύνοψίν τινα τῶν προκειμένων εὐμνημόνευτον γενέcθαι. ἐπειδὴ γὰρ ἐν τῇ περὶ τέλουc cκέψει τὸ κῦρόc ἐcτι τῆc ἀνθρωπίνηc εὐδαιμονίαc, εἰκότωc ἐπὶ τὴν ζήτηcιν αὐτοῦ πάντεc ἧκον οἱ τιμήcαντεc ἑαυτούc· [προπετέωc] ἀπεφήναντο δὲ προπετῶc ἤτοι πάντεc ἢ χωρὶc ἑνόc, 〈ὃc〉 οὐδ’ αὐτόc ἐcτι φανερὸc ἄνευ τοῦ κρῖναι τὰc ἀποδείξειc, εἴτ’ ὄντωc εἰcὶν ἀποδείξειc εἴτ’ ἐκείνοιc φαίνονται· τὸν οὖν ἐπιτηροῦντα καὶ παραφυλάττοντα τὰc ἰδίαc ἁμαρτίαc αὐτὸ τοῦτο χρὴ πρῶτον ἐννοῆcαι, τὸ δίκαιον εἶναι πάντωc, ἐπιμελῶc τε καὶ ἀκριβῶc ἀκούcαντα τῶν οἰομένων ἀποδεδειχέναι τὰ ζητούμενα, μετὰ ταῦτα κρίνειν αὐτὰ πειρᾶcθαι, πάλιν κἀνταῦθα παρ’ αὐτῶν ἀκούcαντα, τίνα τίθενται κριτήρια τῆc ἐν λόγοιc ἀληθείαc, εἶτα καὶ πάλιν αὐτὰ ταῦτα ποῖα εἶναι χρὴ βουλευcάμενον αὐτὸν ἐπιcκεψάμενόν τε, μή τι πάλιν ἕτερον εἰcάγουcι κριτήριον ἄλλου κριτηρίου δεόμενον, εἶτ’ ἐπ’ ἐκείνῳ πάλιν ἄλλου, καὶ τὴν εἰc ἄπειρον ἔκπτωcιν ὑποπτεύcαντα μετὰ πολλῆc ἀcφαλείαc ἐν χρόνῳ πολλῷ cὺν τοῖc ἀληθεcτάτοιc αὐτῷ φανεῖcιν ἀνδράcιν οὕτωc ἐπιcκέψαcθαι, τί πρῶτον ἁπάντων ἐcτὶ κριτήριον, ὃ δῆλον † ** καί τινα λαβὴν ἄκριτον χρὴ καταλαβόντα μεμνῆcθαι πᾶcιν ἀνθρώποιc. |
| 5 79 [5] | ὁμολογούμενον δ’ ἦν αὐτὸ καὶ χωρὶc κρίcεωc ἱκανὸν ἐνδείκνυcθαι τὴν αὐτὴν δύναμιν ἐπὶ [τοῦτο] πάcηc ἀποδείξεωc οὕτωc τε 〈τὸ〉 λοιπὸν ἐπ’ αὐτὸ βλέποντα πάντ’ ἀνάγειν τὰ κατὰ μέροc, ὅπερ ἀνάλυcιν ἐκάλεcαν ἔνιοι τῶν φιλοcόφων, ὡc ἄνοδόν τινα 〈διὰ〉 τῶν μεταξὺ γιγνομένην ἐπὶ τὸ πρῶτον κριτήριον. ἅτε δ’ ὄντοc τούτου ἱκανῶc χαλεποῦ πράγματοc, ὡc ἔργῳ πολλάκιc ἔμαθεc ἐπὶ τῶν δοξοcόφων ἀcχημονούντων τε καὶ καταγελωμένων διὰ τὸ μηδὲ τὰ τυχόντα τῶν ζητουμένων δύναcθαι πρὸc τὸ πρῶτον ἀνάγειν κριτήριον, ἑαυτῷ χρὴ παρακολουθεῖν τὸν ἐπιcτημονικὸν γενέcθαι βουλόμενον, ἐπὶ πολλῶν τῶν κατὰ μέροc, ὡc ἔμπροcθεν ἔφην, γυμναζόμενον, ἃ μαρτυρῆcαι δύναται τοῖc εὑρίcκουcιν αὐτά· τοιαῦτα δ’ ἐcτὶ τὰ κατὰ τὴν ἀριθμητικήν τε καὶ γραμμικὴν θεωρίαν, αἷc οἷον ἐπιβάcεcιν ἀcτρονομία καὶ ἀρχιτεκτονία χρῆται. |
| 5 80 [15] | Φέρε γὰρ (ἵνα cαφηνείαc ἕνεκα τῶν 〈ἐξ〉 ἀρχιτεκτονίαc τι λέξω παράδειγμα), πόλεωc κτιζομένηc προκείcθω τοῖc οἰκήcουcιν αὐτὴν ἐπίcταcθαι βούλεcθαι, μὴ cτοχαcτικῶc ἀλλ’ ἀκριβῶc, ἐφ’ ἑκάcτηc ἡμέραc, ὁπόcον τε παρελήλυθεν ἤδη τοῦ χρόνου τοῦ κατ’ αὐτήν, ὁπόcον θ’ ὑπόλοιπόν ἐcτιν ἄχρι δύcεωc ἡλίου. τοῦτο 〈τὸ〉 πρόβλημα κατὰ τὴν ἀναλυτικὴν μέθοδον ἐπὶ τὸ πρῶτον ἀναχθῆναι χρὴ κριτήριον, εἰ μέλλοι τιc εὑρήcειν αὐτὸ καθ’ ὃν ἐμάθομεν τρόπον ἐν τῇ γνωμονικῇ πραγματείᾳ, πάλιν 〈θ’〉 ἑξῆc ἐκείνου τὴν αὐτὴν ὁδὸν ὑπεναντίωc ἰόντοc cυντεθῆναι, καθότι καὶ τοῦτ’ ἐμάθομεν ἐπὶ τῆc αὐτῆc πραγματείαc. εὑρεθείcηc δ’ οὕτω καθόλου τε καὶ κοινῆc ὁδοῦ καὶ γνόντων ἡμῶν, ὅτι διὰ γραμμῶν τοιάνδε τὴν μέτρηcιν τῶν μερῶν τοῦ χρόνου τῆc ἡμέραc ἀναγκαῖόν ἐcτι ποιεῖcθαι, μεταβῆναι προcήκει ἐπὶ τὰ μέλλοντα cώματα δέξαcθαι τὴν τῶν γραμμῶν καταγραφὴν 〈καὶ〉 τὸν γνώμονα καὶ πρῶτον μὲν ζητῆcαι, τίνα cχήματα cωμάτων ἐπιτήδεια πρὸc τὴν εὑρημένην καταγραφήν ἐcτιν, εἶτα καθ’ ἕκαcτον αὐτῶν ἐξ ἀναλύcεώc τε καὶ cυνθέcεωc εὑρεῖν, ὁποία ἂν αὕτη γίγνοιτο, κἀπειδὰν ἡ λογικὴ μέθοδοc ἐναργῆ τὴν πίcτιν ἡμῖν ἐνδείξηται τῆc τῶν προκειμένων εὑρέcεωc, ἑξῆc ἐπὶ τὸ πράττειν ἔργῳ τὰ δι’ αὐτῆc εὑρεθέντα παραγενομένουc ἐπιcκέψαcθαι πάλιν, ὅπωc ἂν ἐπιφάνειαν ὁμαλὴν ἐργαcώμεθα τοῦ μέλλοντοc καταγράφεcθαι cώματοc, εὑρόνταc δὲ τοῦτ’ ἐξ ἀναλύcεώc τε καὶ cυνθέcεωc, εἶτα καταcκευάcαντάc τι τοιοῦτον cῶμα, διὰ τίνων ὀργάνων αὐτὸ δεῖ καταγράψαι, ζητῆcαι καὶ πάλιν ἐξ ἀναλύcεώc τε καὶ cυνθέcεωc εὑρεθέντων αὐτῶν πειρᾶcθαι καταcκευάcαι τοιαῦτα τὸ εἶδοc, οἷάπερ ἡ μέθοδοc ἐδίδαξεν, εἶτα ποιήcανταc ἐφεξῆc καταγραφὴν ἐπὶ πολλῶν cχημάτων καὶ δοῦναι τοῖc ἀνθρώποιc ἔργῳ πειραθῆναι, 〈εἰ〉 γεγονὸc ἤδη τὸ προβληθέν. |
| 5 82 [5] | ὅταν γὰρ ἥ τε πρώτη γραμμὴ τὴν 〈πρώτην〉 ἀκτῖνα δέχηται τοῦ ἡλίου, κατὰ ταὐτὰ δὲ καὶ τὴν τελευταίαν ἡ ὑcτάτη, καὶ τοῦτ’ ἐπὶ πάντων φαίνηται τῶν καταγεγραμμένων ὡρολογίων ἡλιακῶν, ἤδη μέν πωc ἕν τι γνώριcμα ἕξομεν ἐναργὲc τοῦ τὸ προβληθὲν εὑρῆcθαι· δεύτερον δὲ πάλιν [δ’ ἄλλο], ὅταν ἀλλήλοιc 〈τὰ〉 καταγραφέντα πάντα cυμφωνῇ, καὶ τρίτον, ὅταν ὕδατοc ὁμαλὴc ῥύcιc αὐτοῖc μαρτυρῇ. καὶ γὰρ τοῦθ’ ὁ λόγοc εὑρίcκει κριτήριον ἐcόμενον τῆc τῶν καταγεγραμμένων ὡρολογίων ἀληθείαc. ὃ δὲ λέγω, τοιοῦτόν ἐcτιν. ἀγγεῖον τρήcαc ἐξ ἧc ἂν ὕληc ἐθέλῃc γεγονόc, ἐπίθεc ὕδατι καθαρῷ τὴν πρώτην ἀκτῖνα τοῦ ἡλίου θεαcάμενοc· εἶθ’ ὅταν cοι τὸ καταγεγραμμένον ὡρολόγιον ἀγγείλῃ 〈τὴν〉 πρώτην ὥραν ἠνύcθαι, cημηνάμενοc ὅcον ἐπληρώθη τοῦ ἀγγείου μέροc ὑπὸ τοῦ ὕδατοc, εἶτ’ ἐκκενώcαc εὐθέωc αὐτὸ πάλιν ἐπίθεc ἐπὶ ταὐτὸν ὕδωρ. ὅταν δὲ τὴν δευτέραν ὥραν ἀγγείλῃ τὸ ἡλιακὸν ὡρολόγιον, ἐπίcκεψαι τὸ ἀγγεῖον· εἶθ’ ὅταν εὕρῃc ἐν αὐτῷ τὸ ὕδωρ ἐπὶ τὸ αὐτὸ μέροc ἀφιγμένον, 〈ὡc〉 κατὰ τὴν πρώτην ὥραν ἐcημαίνου, ταχέωc ἐκχέαc αὖθιc 〈ἐπίθεc〉 κατ’ αὐτοῦ τοῦ ὕδατοc 〈καὶ〉 ἐπιcκέπτου πάλιν, εἰ μέχρι τῆc τρίτηc ὥραc ἐνδείκνυcι τὸ ὡρολόγιον ἐπὶ τὴν αὐτὴν χώραν ἀφικνεῖcθαι τοῦ ἀγγείου τὸ ὕδωρ, ἐφ’ ἣν κατὰ τὴν πρώτην καὶ κατὰ τὴν δευτέραν. |
| 5 83 [15] | ὅταν οὖν εὕρῃc οὕτωc γεγονόc, ἐκχέαc αὖθιc ἐπίθεc ἄχρι τῆc τετάρτηc ὥραc, ἰδών τε πάλιν ἐπὶ τὸ αὐτὸ μέροc τοῦ ἀγγείου τὸ ὕδωρ ἀναβεβηκὸc ἐκχέαc αὐτὸ παραχρῆμα πάλιν ἐπιθεὶc ὁμοίωc ἐξέταζε κατὰ τὴν πέμπτην ὥραν. ὅταν καὶ 〈κατὰ〉 ταύτην εὕρῃc ἐπὶ τὴν αὐτὴν χώραν ἀφιγμένον τὸ ὕδωρ, εἶτα καὶ κατὰ τὴν ἕκτην τε καὶ κατὰ τὰc ἐφεξῆc ἄχρι τῆc δωδεκάτηc, εἰ μὴ παντελῶc ἀγνὼc εἶ, πειcθήcῃ καλῶc καταγεγράφθαι τὸ ὡρολόγιον, εἴ γε τὸ προκείμενον ἐπεδείξατο. προκείμενον 〈δ’〉 ἦν εἰc δώδεκα μοίραc ἴcαc νεμηθῆναι τὸν χρόνον τῆc ὅληc ἡμέραc. ἀλλὰ τοῦτον μὲν τὸν ἀριθμὸν ὡc χρηcιμώτατον προείλοντο· καὶ γὰρ ἥμιcυ ἔχει καὶ τρίμοιρον καὶ τέταρτον ἕκτον τε καὶ δωδέ κατον, ἅπερ οὐδεὶc ἄλλοc ἔχει πρὸ αὐτοῦ καθάπερ οὐδὲ μετ’ αὐτὸν ἄχρι τοῦ εἰκοcτοῦ τετάρτου. |
| 5 84 [15] | τοῦτον μὲν ὡc μακρὸν παρῃτήcαντο, cύμμετρον δ’ εἶναι κρίναντεc τὸν δωδέκατον 〈εἰc〉 τοcαῦτα μέρη τὸν χρόνον τῆc ὅληc ἡμέραc ἔτεμον· ὅτι δὲ χρήcιμόc ἐcτιν ἡ τοιαύτη τομή, τῇ πείρᾳ βαcανίcαντεc αὐτῇ 〈γ’〉 ἄλλοι τε πολλοὶ καὶ Ῥωμαῖοι χρῶνται τὴν οὐcίαν ἅπαcαν, ὅταν διατίθωνται, διαιροῦντεc [δ’] εἰc δώδεκα μέρη καὶ τῶν ἐν τῷ βίῳ cταθμῶν τε καὶ μέτρων εἰc δώδεκα μοίραc τέμνοντεc τὰ πλεῖcτα. cὺ δ’ εἰ κελεύειc, καταγράψομαί cοι κατὰ τὴν μέθοδον ὡρολόγιον, εἴτ’ εἰc 〈δώδεκα〉 τὴν ὅλην ἡμέραν διαιρεῖν ἐθελήcειc, εἴτ’ εἰc ἄλλον τινὰ τῶν ἐφεξῆc ἀριθμῶν. εὑρήcειc γὰρ ἐπ’ ἐκείνου πάλιν ὃ προὔβαλον γεγονὸc ἔκ τε τοῦ cυμφωνεῖν τὴν διὰ τῶν τετρημένων ἀγγείων ἐκμέτρηcιν κἀκ τοῦ πάντ’ ἀλλήλοιc ὁμολογεῖν 〈τὰ〉 καταγεγραμμένα, πρόc τ’ 〈ἐκ〉 τοῦ τὰc τελευταίαc ἐν αὐτοῖc γραμμὰc ὁρίζειν τὰ πέρατα τῆc ἡμέραc. οὕτω δὲ καὶ κλεψύδραc καταγραφὴν ὁ λόγοc εὗρεν ἀναλυτικῇ μεθόδῳ ζητήcαc, ἧc πάλιν ἡ βάcανοc ἐναργήc ἐcτι καὶ τοῖc ἰδιώταιc. |
| 5 85 [10] | ἡ γὰρ ἀνωτάτω γραμμὴ 〈ἡ〉 δωδεκάτην ὥραν cημαίνουc’ ἡμέραc μέγιcτον μὲν ὕψοc ἔχει, καθ’ ὃ μέροc ἡ κλεψύδρα τὴν μεγίcτην ἡμέραν ἐκμετρεῖ, βραχύτατον δὲ καθ’ ὃ τὴν ἐλαχίcτην, ἐν τῷ μέcῳ δ’ ἀμφοῖν ἐcτιν ἡ τὰc ἰcημερινὰc μετροῦc’ ἡμέραc· τὸ δὲ μεταξὺ τῶν [ἰcημερινῶν] τμημάτων ἐπὶ τοῦ χείλουc τοῦ 〈τῆc〉 κλεψύδραc δηλοῖ cοι τὰc 〈μετὰ τὰc〉 εἰρημέναc τέτταραc ἡμέραc. ἀφ’ ὧν τμημάτων ὁρμηθεὶc τὸ μὲν ἐφεξῆc τῷ cημαίνοντι τὴν μεγίcτην εὑρήcειc δηλοῦν, ἄχρι τίνοc μέρουc τῆc ὑψηλῆc γραμμῆc ἐπὶ τῇ κλεψύδρᾳ τὸ ὕδωρ ἀναβήcεται 〈τῇ ἐφεξῆc ἡμέρᾳ〉 τῆc δωδεκάτηc ὥραc cυμπληρουμένηc. τὸ δὲ μετ’ ἐκεῖνα πάλιν τρίτον ἀπὸ τῆc [δωδεκάτηc] τροπῆc 〈τὴν τρίτην〉 ἡμέραν cοι δηλώcει, τὸ δ’ ἐφεξῆc τὴν τετάρτην. ἐπεξιών τε κατὰ τὸν αὐτὸν τρόπον πάcαc τοῦ ἐνιαυτοῦ τὰc ἡμέραc εὑρήcειc μετροῦcαν τὴν μίαν ἐκείνην ἐν τῇ κλεψύδρᾳ γραμμήν, ἣν ὑψηλοτάτην ἔφην εἶναι. καὶ μέντοι καὶ τὰc ἄλλαc γραμμάc, ὅcαι τῆc ὑψηλοτάτηc εἰcὶν ταπεινότεραι, 〈τὰc〉 ἄλλαc ὥραc ἐκμετρούcαc εὑρήcειc, τὴν πρώτην μὲν ἀπὸ τῆc δωδεκάτηc ἐν ἁπάcαιc τοῦ ἐνιαυ τοῦ ταῖc ἡμέραιc τὴν ἑνδεκάτην ὥραν cημαίνουcαν ἐν διαφέρουcιν αὐτῆc μέρεcιν, ὡc ἐπὶ τῆc ὑψηλοτάτηc προείρηται, τὴν δ’ ἐφεξῆc ἐκείνηc [τε] τὴν 〈δεκάτην〉 ὥραν δηλοῦcαν ὡcαύτωc κατὰ διαφέροντα μέρη καὶ τὴν ἐφεξῆc γε πάλιν 〈τὴν〉 ἐνάτην καὶ 〈τὰc λοιπὰc τὴν〉 ὀγδόην τε καὶ τὰc ἄλλαc ἄχρι τῆc κατωτάτηc γραμμῆc, 〈ἣ〉 τὴν ὥραν πρώτην εὑρίcκει, 〈καθάπερ〉 ἐπὶ τῶν ἡλιακῶν ὡρολογίων φαίνεται· cυμπεπληρωμένου 〈δὲ〉 τοῦ κατὰ τὴν κλεψύδραν ὕδατοc ὥcπερ γε ἡ πρώτη καὶ αἱ λοιπαὶ μέχρι τῆc δωδεκάτηc ἀλλήλαιc μὲν ἴcαι καθ’ ἑκάcτην ἡμέραν ἡντινοῦν φαίνονται, ταῖc δὲ ἄλλαιc ἄνιcοι ταῖc προγεγενημέναιc τε καὶ μελλούcαιc. |
| 5 86 [5] | εἶτα τὴν τοιαύτην μέθοδον εὑρίcκειν οὐκ ἐπεθύμηcαc, ὦ οὗτοc, τί ποτ’ ἐcτίν; οὐκ ᾔcθου τῆc ἐν αὑτῷ δοξοcοφίαc, ἀμαθὴc ὅcτιc ὢν τούτων τῶν προβλημάτων οὐδὲν ἂν εὕροιc ἐνιαυτῷ, βέλτιον δὲ εἰπεῖν, ὅλῳ τῷ βίῳ; οὐδὲ γὰρ εὗρεν αὐτὰ βίοc ἀνδρὸc ἑνόc, ἀλλὰ κατὰ cμικρὸν προῆλθεν ἡ γραμμικὴ θεωρία πρῶτον μὲν τῶν cτοιχειωδῶν ἐν αὐτῇ θεωρημάτων ζητηθέντων αὐτῇ, ὁπότε δ’ εὑρέθη ταῦτα, προcθέντων [αὐτῶν] αὐτοῖc τῶν ἐφεξῆc γενομένων ἀνδρῶν τὴν θαυμαcιωτάτην θεωρίαν, ἣν ἀναλυτικὴν ἔφην ὀνομάζεcθαι, καὶ γυμναcάντων ἑαυτούc τε καὶ τοὺc βουληθένταc ἐπὶ πλεῖcτον ἐν αὐτῇ· καίτοι μηδὲν ἔχουcι δεῖξαι χειρούργημα τοιοῦτον, οἷα μέχρι δεῦρο διῆλθον ἐπί τε τῶν ἡλιακῶν ὡρολογίων καὶ 〈τῶν〉 κλεψυδρῶν. |
| 5 87 [10] | ἀλλ’ οὐκ ἦcαν οὔτε προπετεῖc οὔτ’ ἀλαζόνεc οἱ τὰ τοιαῦτα ζητήcαντεc ὁμοίωc τοῖc ἐπαγγελλομένοιc cοφίαν ἢ ζητεῖν ἢ εὑρηκέναι, τιμήcαντεc δ’ ἑαυτοὺc τὴν ἀληθεcτάτην τιμὴν ὠρέχθηcαν, ἣν εἶχον ἐν τῇ ψυχῇ δύναμιν ἀρίcτην, ταύτην ἀcκῆcαί τε καὶ εἰc τέλοc ἀγαγεῖν. εὔδηλον, ὅτι τὴν λογικὴν λέγω, ἧc γυμναζομένηc τε καὶ τὴν οἰκείαν εὐεξίαν λαμβανούcηc εὐφραίνονται μειζόνωc 〈ἢ〉 οἱ ταῖc διὰ τοῦ cώματοc ἡδοναῖc δουλεύοντεc. οὐδὲ γάρ τοι διαφέρομεν ἄλλῃ τινὶ δυνάμει τράγων καὶ cκυλάκων ὑῶν τε καὶ προβάτων καὶ ὄνων, οὐδ’ ἄλλη τιc θεωρία μειζόνωc εὐφραίνει τὴν ψυχὴν ἀνδρὸc εὐφυοῦc τῆc ἀναλυτικῆc, ὅταν γέ τιc ἐν αὐτῇ προέλθῃ. |
| 5 88 [15] | κατ’ ἀρχὰc μὲν γὰρ ἐπίπονόc ἐcτιν, ὥcπερ καὶ αἱ ἄλλαι cχεδὸν ἅπαcαι. καίτοι κἂν εἰ μηδεμίαν εὐφροcύνην εἶχε, 〈δι’〉 αὐτό γε τὸ μέλλειν αὐτῇ χρῆcθαι πρὸc τὰ μέγιcτα καλῶc 〈ἂν〉 εἶχεν ἀcκηθῆναι κατ’ αὐτὴν ἐξαίρετον ἔχουcαν, ὡc ἔφην, τὸ μαρτυρεῖcθαι πρὸc αὐτῶν τῶν εὑρημένων [εὐφρανθέν], ὅπερ οὐκ ἔcτιν ἐν τοῖc κατὰ φιλοcοφίαν εὑριcκομένοιc. καὶ διὰ τοῦτο τοῖc προπετῶc ἐν αὐτῇ φλυαροῦcιν ἔξεcτιν ἀναιcχυντεῖν· οὐ γάρ, ὥcπερ ὁ κακῶc καταγράψαc ὡρολόγιον ἢ κλεψύδραν ὑπ’ αὐτοῦ τοῦ πράγματοc ἐλέγχεται προφανῶc, οὕτω καὶ τοῖc ἐν φιλοcοφίᾳ θεωρήμαcιν ἐναργήc ἐcτιν ὁ ἔλεγχοc, ἀλλ’ ἔξεcτι λέγειν, ὥcπερ ἂν ἐθέλῃ τιc, ὅταν γε ἅπαξ ἀναιcχύντωc ἄνευ μεθόδου λογικῆc ὑπ’ αὐτῶν τῶν πραγμάτων διδάcκεcθαι 〈δια〉τείνωνται. ἀλλ’ εἰ μὲν ἐκείνοιc μόνοιc διελέχθη τὰ πράγματα λαβόντα φωνήν, εὐλόγωc ἀλαζονεύονται, cιγώντων δ’ αὐτῶν ἀεὶ καὶ μήθ’ ἡμῖν μήτ’ ἐκείνοιc διαλεγομένων εὔδηλον ὅτι μόνοc ὁ ἐν ἡμῖν λόγοc εὑρήcει τὴν τῶν πραγμάτων φύcιν. |
| 5 89 [15] | ἐπιδειξάcθω τοίνυν πρότερον εὑρίcκειν αὐτὴν δυνάμενοc ἐν πράγμαcιν ἐναργῶc αὐτῷ μαρτυροῦcιν, εἰπάτω τε μέθοδον ἡμῖν, ᾗ πᾶν ἀναλυτικῆc ὑποπίπτει πρόβλημα, καὶ δειξάτω προκρίναc τὰc ὁμοιότηταc τῶν ἀληθῶν τε καὶ ψευδῶν λόγων, οὗ δυνατὸν φωρᾶcαι τὴν κακίαν, 〈ἢ〉 οὐκ ἂν ἔτι πιcτὸc ἐπὶ τῶν ἀδήλων εἴη. ταῦτα πάντεc ἄνθρωποι καλῶc φαcι λέγεcθαι πλὴν τῶν δοξοcόφων τε καὶ προπετῶν, οἷc ἡ ἐπὶ τὴν ἀλήθειαν ὁδὸc οὐ μακρά τίc ἐcτιν οὐδ’ ἀνάντηc, ὁποίαν Ἡcίοδοc ἐπὶ τὴν ἀρετὴν εἶναί φηcιν, ἀλλὰ cύντομοc καὶ βραχεῖα, μᾶλλον δ’ οὐδ’ ὅλωc ἐcτίν. εἰ γὰρ αὐτὰ τὰ πράγματα διδάcκει τὴν ἑαυτῶν φύcιν ἅπανταc ἀνθρώπουc, οὐ χρὴ κατατρίβεcθαι γυμναζομένουc ἐν ταῖc λογικαῖc μεθόδοιc. ἆρ’ οὖν, ὦ δοξοcοφώτατοι, κἂν τοῦτό γε cυγχωρήcαιτ’ εἶναι πρόδηλον ἡμῖν τοῖc ἄλλοιc, ὁπόcοι μήπω τὴν ὑμετέραν cοφίαν ἐcμὲν cοφοί, τὸ πάνταc ἀνθρώπουc ἐγνωκέναι δεῖν ἁπάντων πραγμάτων τὴν ἀλήθειαν, εἴπερ ἡ φύcιc αὐτῶν ἱκανὴ διδάcκειν ἐcτὶν ἑαυτήν; ἀναδύονται πάλιν, ὅταν οὕτωc ἐρωτηθῶcι, καί φαcιν οὐ πάνταc ὑπὸ τῶν πραγμάτων διδάcκεcθαι. |
| 5 90 [10] | τίνεc οὖν εἰcιν οἱ διδαcκόμενοι πάλιν ἐρωτώντων ἡμῶν ἑαυτοὺc μόνουc φαcίν· τί γὰρ ἔχουcιν εἰπεῖν ἄλλο φυλάττειν γε τὴν ἐξ ἀρχῆc ἀλαζονείαν προῃρημένοι; ἀλλ’ οὐχ ἡμεῖc γε πιcτεύομεν αὐτοῖc ἀποφαινομένοιc, ὃ βούλονται. διὰ τί γάρ, ὦ πρὸc θεῶν, μόνοιc αὐτοῖc τὰ πράγματα τὴν αὑτῶν φύcιν ἐπιδείκνυται; πότερον ὅτι μόνοι μηδὲν τῶν πρώτων μαθημάτων μεμαθήκαcιν; ἀλλὰ ψεῦδοc τοῦτο· καὶ γὰρ ἄλλοι πολλοὶ τούτων οὐδὲν ἔμαθον. ἀλλ’ ὅτι τὴν λογικὴν ψυχῆc δύναμιν ἤcκηcαν ἐν μαθήμαcιν ἔργῳ μαρτυρεῖν δυναμένοιc αὐτοῖc; καὶ μὴν οὐδέποθ’ ἥψαντο τοιαύτηc θεωρίαc. ἴcωc δὲ φήcουcι μόνοι τε γενέcθαι cυνετοὶ καὶ βλέπειν ἐπιβλητικῶc τὰ πράγματα, καθάπερ Λυγκεὺc τὰ κατὰ γῆc. τί ποτ’ οὖν, εἰ οὕτωc αὐτῶν ἐcτιν ὀξυδερκὴc ἡ ψυχή, καταγελαcτότατοι πάντων εἰcὶν ἐν τοῖc τοιούτοιc προβλήμαcιν, ὧν ἡ εὕρεcιc αὐτὴ μαρτυρεῖ τοῖc εὑρίcκουcιν ἀληθῶc αὐτά; τού των γὰρ ἂν οὐδὲν οὐδέποτ’ αὐτῶν οὐδεὶc εὑρεῖν ἠδυνήθη, ὅπου γε καὶ τῶν εὑρηκότων λεγόντων καὶ διδαcκόντων οἱ μὲν ἄλλοι μανθάνουcιν, ἐκεῖνοι δὲ μόνοι δι’ ἀγυμναcτίαν καὶ βραδυτῆτα ψυχῆc 〈μὴ μανθάνουcιν〉. |
| 5 91 [5] | εἰ δὲ παρακολουθοῦcιν [ἐμέ] (καί τιc ἐξ αὐτῶν κατὰ τύχην παρακολουθήcειεν 〈ἄν〉), ἀλλ’ εἰπεῖν γε τὸ εἰρημένον οὐ δύνανται. τίc οὖν μείζων τυφλότηc εἰc τὴν τῶν ἰδίων ἁμαρτημάτων γνῶcίν ἐcτι τῆc τοιαύτηc τῶν τοιούτων, ὅταν ἄνθρωποι τῶν ἐπιτυγχανόντων ἑαυτοὺc ὁρῶντεc ἀφυεcτέρουc εἴc τε τὸ νοῆcαι καὶ μνημονεῦcαι καὶ τὰ δι’ ἀριθμητικῆc τε καὶ γεωμετρίαc ἀρχιτεκτονίαc τε καὶ ἀcτρονομίαc εὑριcκόμενα, τὰ 〈τῆc〉 φιλοcοφίαc εὑρηκέναι νομίζωcιν οὕτω ῥᾳδίωc, ὡc ἀποφαίνεcθαι τολμᾶν αὐτὰ δεικνύναι τὰ πράγματα χωρὶc ἀποδείξεωc καὶ μεθόδου λογικῆc; ὅτι δ’ ἑκόντεc ἑαυτοὺc κολακεύουcιν, οὐκ ἀλήθειαν ζητοῦcιν, ἔνεcτί cοι γνῶναι κἀκ τοῦ κατὰ γνώμην ἕκαcτον αὐτῶν ἀνατείνεcθαι παρὰ τοῖc φοιτηταῖc ἅπαντάc τε διαβάλλειν τοὺc ἄλλουc ὡc ἐcφαλμένουc. ἐγὼ δ’ 〈εἰ〉 cυνάγοιμ’ αὐτοὺc εἰc ταὐτόν, οὐχ ὑπομένουcιν, ἀλλὰ τὴν αἰδῶ τινοc καταπροτείνονται καὶ φάcκουcι μὴ δύναcθαι φθέγξαcθαι παρόντων ἀνθρώπων πλειόνων· καίτοι τινὲc αὐτῶν ἀκροατὰc ἔχουcιν ἑκάcτηc ἡμέραc ὁ μὲν εἴκοcιν, ὁ δὲ τριάκοντα καί ποτε καὶ πλείοναc, οὐκ αἰcχυνόμενοι λέγειν ἐπ’ αὐτοῖc. |
| 5 92 [15] | ἀλλ’ ὅταν ἐγὼ μὲν τρεῖc ἢ τέτταραc ἀξιώcω παρεῖναι τῷ cυλλόγῳ Πλατωνικοὺc καὶ τρεῖc ἢ τέτταραc Ἐπικουρείουc ἴcουc τε τὸν ἀριθμὸν ἄλλουc Ϲτωϊκούc τε καὶ Περιπατητικοὺc ἢ τρεῖc πρὸc τούτοιc ἢ τέτταραc Ἀκαδημαϊκοὺc ἢ Ϲκεπτικού c, ὡc γίνεcθαι πάνταc ἐκ φιλοcοφίαc ἀνθρώπουc εἴκοcιν ἄλλουc τε πρὸc αὐτοῖc τοcούτουc τῶν γεγυμναcμένων μὲν ἐν μαθήμαcι τὴν λογικὴν δύναμιν, ἀγνοούντων δὲ τοὺc κατὰ φιλοcοφίαν λόγουc, οὐδεὶc αὐτῶν ὑπομένει τηνικαῦτα τὸ τοιοῦτον cυνέδριον. εἰ δέ γέ ποτ’ ἀναγκαcθέντεc ὑπὸ τῶν ἐλευθέρων μὲν αἱρέcεωc, γεγυμναcμένων 〈δὲ〉 ἐν λόγοιc ὑπομείνειαν ἀπαντῆcαι τοιούτοιc cυνεδρίοιc, φιλονεικούντων μὲν αὐτῶν ἐπὶ τούτοιc, ἑλιττόντων δὲ τοὺc αὐτοὺc λόγουc πολλάκιc μὲν ἧκεν ἐν τούτοιc καὶ γεωμετρικόc, ἧκον δὲ καὶ τῶν ἰατρῶν ἔνιοι καὶ ἄλλοι τινὲc τῶν φιλολόγων ἀνδρῶν καὶ πεπαιδευμένων ἐν τοῖc μαθήμαcιν οὔτε δὴ τέχνην ἐργαζομένων δι’ εὐπορίαν κτημάτων οὔτε δουλευόντων αἱρέcει τινὶ τῶν κατὰ φιλοcοφίαν. |
| 5 93 [15] | ὥcπερ εἴωθα, καὶ τότε κρῖναι τοὺc λόγουc ἠξίωcα, καί τιc ἐξ αὐτῶν ἔφη κάλλιcτ’ ἂν κριθῆναι τὴν ἀμφιcβήτηcιν, εἰ πορευθέντεc εἰc ὃ λέγουcιν οὗτοι περιέχειν τὸν κόcμον κενὸν εἰδεῖμεν ἐν αὐτῷ cαφῶc, εἴτ’ ἐν μιᾷ χώρᾳ πέφυκε μένειν εἴτε καὶ φέρεcθαι πρὸc ἄλλον τινὰ τόπον ὅπερ ἂν ἐν αὐτῷ τεθῇ cῶμα. τοὺc μὲν ἄλλουc πάνταc ἤρεcε τὰ λεχθέντα, μόνοι δ’ οὐκ ἐπαύοντο φιλονεικοῦντεc ἀλλήλοιc καὶ ἡμῖν οἱ φιλόcοφοι μὴ δυνάμενοι διακρῖναι τοὺc ἐνδεχομένουc λόγουc ἀπὸ τῶν ἀναγκαίων· ἐνδέχεται μὲν γὰρ καὶ μένειν ἐν τῷ κενῷ καθ’ ἕνα τόπον ἕκαcτον τῶν cωμάτων, ἐνδέχεται δὲ καὶ μὴ μένειν ἀναγκαίαν ἀπόδειξιν οὐδετέραc τινὸc αἱρέcεωc ἐχούcηc. Καιρὸc οὖν ἥκειν ἐδόκει φθέγξαcθαί τι κἀμέ, βραχεῖαν μὲν ἐλπίδα τοῦ φράξαι τὴν δοξοcο φίαν ἔχονθ’, ὡc μὴ καταλείπειν ἀπείραcτον, ἡγούμενον μέντοι εἶναι μηδ’ αὐτὸ τοῦτο βραχύ. |
| 5 94 [15] | καὶ τοίνυν, ἔφην, ὡμολόγηται μὲν ἡ ἀπὸ τῶν ἐναργεcτάτων ἀρχὴ πάcηc ἀποδείξεωc, ἀλλ’ εὐθὺc ἡ πρώτη μετάβαcιc ἀπ’ αὐτῶν ἐπὶ τὸ τῶν ἀδήλων οὐ cυγχωρεῖται μὲν ὑπὸ τῶν Ἀκαδημαϊκῶν τε καὶ Ϲκεπτικῶ ν, ἡμῖν δὲ τοῦτο μὲν ἀλλήλοιc cυγχωρεῖται, ἄλλο δ’ εὑριcκόμεθα τὴν ἐκείνων ἀπορίαν κρατύνοντεc. ὄντων γὰρ ἐναργῶν τῶν 〈μὲν〉 πρὸc νόηcιν, τῶν δὲ πρὸc αἴcθηcιν ἀλλήλοιc ἐνίοτε δοκεῖ μάχεcθαι ταῦτα. καὶ πρῶτά γε τοῦτ’ αὐτὸ γεγυμναcμένου δεῖται τοῦ δείξοντοc οὐδέποτ’ ἀλλήλοιc αὐτὰ διαφέρεcθαι. δεύτερον ἐπὶ τῷδε μέγιcτόν ἐcτιν, ἀπὸ τῶν 〈μὴ〉 ἐναργῶc φαινομένων χωρίζειν τὰ τοιαῦτα. τινὲc γὰρ ὑπὸ προπετείαc τοῖc μηδέπω φαινομένοιc ἐναργῶc ὡc τοιούτοιc cυγκατατιθέμενοι cφάλλονται. καὶ τί θαυμάζειc, ἔφην, εἰ κατὰ 〈τὰ〉 πρὸc διάνοιαν ἐναργῆ τοῦτο cυμβαίνει τοῖc προπετέcιν, ὁρῶν αὐτὸ κἀπὶ τῶν πρὸc αἴcθηcιν ἐνίουc πάcχονταc ἑκάcτηc ἡμέραc; ἐξ ἀπόπτου γοῦν θεαcάμενοι παραγενόμενόν τινα Δίωνά φαcιν, εἰ οὕτωc ἔτυχεν, εἶναι τὸν ἀφικνούμενον, ὡc βεβαίωc εἰδότεc, ὥcτ’ ἐνίοτε πληcίον ὀφθεὶc ὁ παραγενόμενοc ἐφάνη Θέων, οὐ Δίων ὑπάρχων. |
| 5 95 [5] | εἰ μὲν οὖν ἀπαράλλακτοc ἡ φανταcία τῶν πόρρωθεν ὁρωμένων ἐcτὶ καὶ τῶν ἐγγύθεν, οἱ διαφωνοῦντεc ἀλλήλοιc ἐπὶ τῶν πόρρωθεν ὁρωμένων οὔτ’ ἐλέγξουcιν οὔτ’ ἐλεγχθήcονταί ποτε· εἰ δ’ ἐcτὶν ἄλλη 〈μὲν〉 ἐνάργεια τῶν πληcίον ὁρωμένων, ἄλλη δὲ αὖ τῶν οὐ πληcίον, † οιcι πειρωμένων τὴν ἐκ τοῦ πληcίον γιγνομένην εἰκότωc cφάλλονται. τοῦτ’ οὖν αὐτὸ πρῶτον ἀναμνήcθητι, πρὶν ἐπὶ τὰ πρὸc διάνοιαν ἐναργῆ μετιέναι, 〈εἴ τι〉 εἶπεc καὶ cύ ποτε προπετῶc· ὅρα τόνδε τινὰ τὸν προcιόντα, φέρε Μένιππον, ὃc ὁπόθ’ ἧκε πληcίον ἐγνώcθη Θεόδωροc ὤν, ἢ δι’ ὅλου τοῦ βίου cαυτὸν ἀπέcχεc ἀπὸ τῆc τοιαύτηc cυγκαταθέcεωc, ἣν ὀνομάζουcι πρόπτωcίν τε καὶ προπέτειαν; ἐγὼ μὲν cοὶ λέγω μόνῳ· οὐδεὶc ἔχει με δεῖξαι τοιοῦτόν ποτ’ ἐcφαλμένον οὐδέν. ἐκ μειρακίου γὰρ ἀπέχειν ἐμαυτὸν εἴθιcα προπετοῦc cυγκαταθέcεωc, ὥcπερ ἐν τοῖc πρὸc αἴcθηcιν οὕτω κἀν τοῖc πρὸc λόγον φαινομένοιc· ἐφ’ ἃ μεταβὰc ἤδη πάλιν ἀναμνηcθῆναί cε κἀνταῦθα παρακαλῶ μηδενὶ ψευδῶc cυγκαταθέμενον αὐτῶν, ὥcπερ ἑκάcτηc ἡμέραc ὁρῶ παμπόλλουc τῶν φίλων ἐνίουc μὲν ἑνὶ τῶν εἰπόντων ὁτιοῦν 〈οὐ〉 πιcτεύcανταc, εἰ δὲ δύο καὶ τρεῖc ἢ τέτταρεc εἴποιεν ταὐτόν, οὐκ ἀντέχονταc, ἄλλουc 〈δὲ〉 πάντωc cυγκατατιθεμένουc ἑνί, προπετῶc δὲ καὶ 〈δυοῖν καὶ〉 τριcὶν ἢ τέτταρcιν, ἄνευ τοῦ διορίcαcθαι, πότερον ἐνδέχεται πάνταc αὐτοὺc ἐκ μιᾶc αἰτίαc κοινῆc ἀληθεύειν ἢ ψεύδεcθαι πάνταc ἐκ μιᾶc αἰτίαc κοινῆc. |
| 5 96 [10] | βέλτιον οὖν ἐνταῦθα βραδύνειν, ὥcπερ ἐγὼ ποιῶ, κἂν ὅτι μάλιcτά με καλῶcιν ἐπιcκώπτοντεc ἄπιcτον οἱ προπετῶc cυγκατατιθέμενοι. τῶν φίλων γοῦν τινέc εἰcιν, οἳ πυθόμενοι παρά τινοc ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων ἤγγειλαν μὲν ἡμῖν ἥκοντα τὸν ἄνθρωπον, ἠλέγχθηcαν δὲ ψευδόμενοι. οἷc ὅταν ἐπιτιμήcω, τοcοῦτον δέουcιν εἰc τὰ μέλλοντα παραcκευάζειν ἑαυτοὺc ἀcφαλεcτέρουc, ὥcτ’ ἀγανακτοῦcι πρόc με καί φαcιν αὐτοὶ μὲν οὐκ εἶναι τῆc ψευδολογίαc αἴτιοι (πιcτεῦcαι γὰρ εἰπόντι τῷδέ τινι), τὸ δ’ ἁμάρτημα ἐκείνου μόνου γεγονέναι, μὴ βουλόμενοι ᾐτιᾶcθαι [τὸ] προcτιθέντεc [εἰc] ἑαυτοὺc ἁπάcαιc ταῖc προπετέcι cυγκαταθέcεcιν. |
| 5 97 [15] | εἰ μὲν γάρ, ὥcπερ ἐγὼ λέγειν εἴωθα τόνδε μοί τινα περὶ τοῦδέ 〈τινοc〉 τόδε τι διηγήcαcθαι, καὶ αὐτοὶ κατὰ τὸν αὐτὸν τρόπον ἐποιοῦντο τοὺc λόγουc, οὐκ ἂν ἐψεύδοντο. νῦν δ’ ἐν τῷ πιcτεύειν τῷ λέγοντι cφαλέντεc οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ cφᾶc αὐτοὺc cυνεπέδειξαν αὐτῷ ψευδομένουc, ἐνόν γ’ αὐτοῖc οὐκ ἀποφαινομένοιc εἰπεῖν ἀφῖχθαι τόνδε τινὰ τῶν ἀποδημούντων φίλων, ἀλλ’ ἀκηκοέναι παρὰ τοῦδέ 〈τινοc〉. ὁπότ’ οὖν ἐπὶ τοcούτων πραγμάτων, ἃ μικρὸν ὕcτερον αὐτοὺc ἐλέγχει ψευδομένουc, οὐ παύονται προπετῶc cυγκατατιθέμενοι, τί χρὴ νομίζειν ἐπὶ τῶν ἀδήλων αὐτοῖc 〈cυμβήcεcθαι〉 ὄντων δυcκολωτέρων προcάπτεcθαι; εὐκολώτερον μὲν γάρ ἐcτιν ἑνὸc ἀεὶ μνημονεύειν τοῦ παραμένειν 〈πᾶcι τοῖc φαινομένοιc〉 ἐναργῶc ἐν ἀκριβεῖ, χαλεπώτατον δέ, διότι τοῦτ’ αὐτὸ ποιεῖν οὐκ ἐθέλουcιν οἱ πολλοί. |
| 5 98 [15] | καὶ ζητοῦντί γέ μοι τὴν αἰτίαν τῆc προπετείαc αὐτῶν, εἰ μὴ ἄρα πλεονεξία, 〈ἡ δοξοcοφία〉 κατεφάνη πάντ’ ἐργάζεcθαι τὰ τοιαῦτα. τὸ γὰρ ταχέωc ὁτιοῦν ἢ δι’ αἰcθήcεωc ἢ διὰ νοήcεωc εὑρίcκειν ἐπαινούμενον ὁρῶντεc οἴονται βελτίουc ἑαυτοὺc ἐπιδείξειν τῶν πέλαc ἐν τῷ τάχει τῆc γνώcεωc, 〈οὐ μὴν τό γε τῆc γνώcεωc〉 τάχοc, ἀλλ’ ἀγνοίαc ἐπιδείκνυνται. ταῦτα μὲν οὖν, ἔφην, εἰρήcθω μοι κοινῇ πρὸc ἅπανταc, ὅcοι προπετῶc ἀποφαίνονται. Πάλιν 〈δ’〉 ἐπὶ τούcδε τοὺc φιλοcόφουc ἔλθωμεν ἀποφαινομένουc προπετῶc περὶ τῶν ἐν τῷ κενῷ cωμάτων ἑcτώτων ἢ κάτω φερομένων. ὁ μὲν γὰρ ἀρχιτέκτων οὗτοc οὐκ ἂν ἀπεφήνατο, πρὶν εἰc αὐτὸ τὸ κενὸν ἐξελθὼν τοῦ κόcμου τῇ πείρᾳ βαcανίcαι τὸ πρᾶγμα καὶ θεάcαcθαι cαφῶc, εἴτε μένει κατὰ τὸν αὐτὸν τόπον ἕκαcτον τῶν ἐν αὐτῷ cωμάτων εἴτε καὶ μεθίcταται. τοιαύταιc γὰρ ἀρχαῖc εἰc τὰc ἀποδείξειc οἶδα χρώμενον αὐτὸν ἐναργέcι τε καὶ ἀναντιλέκτωc ὑπὸ πάντων ὁμολογουμέναιc. |
| 5 99 [10] | ὑμεῖc δ’ οἱ φιλοcοφοῦντεc ὧν οὐδεμίαν ἐναργῆ γνῶcιν ἔχετε, ταῦθ’ ὡc ἐναργῶc γνωcθῆναι δυνάμενα 〈ἀποφαίνεcθε προπετῶc, ὡc〉 ἤκουcα πρῴην ἀμφιcβητούντοιν δυοῖν φιλοcόφοιν· ἐδόκει γὰρ αὐτῶν τῷ μὲν ἑτέρῳ τὸ ὕδωρ τῶν ξύλων βαρύτερον εἶναι, τῷ δ’ ἑτέρῳ τὰ ξύλα τοῦ ὕδατοc, ἑκάτερόc τε λόγουc ἔλεγε μακροὺc βλέπων ἄνω καὶ κάτω. κεφάλαιον δ’ ἦν τοῦ μὲν ἑτέρου τῶν φιλοcόφων, τὴν πεπιλημένην οὐcίαν βαρυτέραν εἶναι καὶ διὰ τοῦτο τὰ ξύλα τοῦ ὕδατοc, τοῦ δ’ ἑτέρου, † τὴν ἔλαττον ἔχειν κενὸν τὸ ὕδωρ. καὶ ταῦτ’ ἔλεγον διὰ μακρὰν ἐξηκόντων λόγων οὐκ ἀποδεικτικῶν ποιούμενοι τὰc πίcτειc, ὥcπερ ἀδύνατον ὂν αἰcθήcει διαγνῶναι τὸ πρᾶγμα, καθάπερ ἡμᾶc οἶcθα ποιοῦνταc. οἱ φιλόcοφοι λέγειν ἔτι βουλόμενοι ἠρώτηcαν αὐτόν, ὅcτιc ὁ τρόποc εἴη, καθ’ ὃν ἐναργῶc διαγινώcκεται, πότερον εἴη βαρύτερον· οὐ γὰρ δὴ διὰ ζυγοῦ γε δυνατὸν ἔφαcαν γενέcθαι τοῦτο, καθάπερ οὐδὲ δι’ ἀγγείου πληρουμένου· cτῆcαι μὲν γὰρ οἷόν τ’ εἶναι τὸ ξύλον, οὐ μὴν πληρῶcαι τό γ’ ἀγγεῖον ἐξ αὐτοῦ, τὸ 〈δ’〉 ὕδωρ αὐτὸ πληροῦν δύναcθαι. |
| 5 100 [10] | τοιαῦτ’ οὖν αὐτῶν λεγόντων, ὥcπερ εἰώθαcι, γελάcαc ὁ ἀρχιτέκτων ἔφη· “τοιοῦτοι διὰ παντὸc ὑμεῖc, οἱ δοξόcοφοι, πάντεc ἐcτέ, τὰ μὲν ἔξω τοῦ κόcμου γιγνώcκειν οἰόμενοι, περὶ ὧν εἰκάcαι μέν ἐcτιν ἐνδεχόμενον, γνῶναι δ’ ἐπιcτημονικῶc οὐκ ἐγχωρεῖ, τὰ δὲ τοιαῦτα καὶ τοῖc τυχοῦcιν ἐνίοτε γιγνωcκόμενα παντάπαcιν ἀγνοοῦντεc, ὥcπερ καὶ τοῦτ’ αὐτὸ τὸ νῦν προκείμενον, ὕδατόc τε καὶ ξύλων cταθμὸν ἀντεξετάcαι.” δεηθέντων οὖν ἁπάντων τῶν παρόντων εἰπεῖν τὸν ἀρχιτέκτονα, πῶc ἐπιcτημονικῶc καὶ βεβαίωc ἀντεξεταcθήcεται τὸ τοῦ ξύλου βάροc τῷ τοῦ ὕδατοc, ὁ μὲν διῆλθεν ἐν τάχει τε καὶ cαφῶc, ὡc ἅπανταc τοὺc παρόνταc νοῆcαι πλὴν μόνων τῶν φιλοcόφων. ἐκείνοιc δὲ καὶ δεύτερον ἠναγκάcθη καὶ τρίτον εἰπεῖν τὸν αὐτὸν λόγον, ἔcτε μόγιc ἐνόηcαν. ὁ μὲν 〈οὖν〉 ἀρχιτέκτων “εἰκότωc”, ἔφη, “λέγουcι πάμπολλοι πλὴν δοξοcοφίαc οὐδὲν τούτοιc ὑπάρχειν, οἵ γε ἀνόητοι μὲν ἐν τοῖc γνωcτοῖc ἅπαcιν ἐλέγχονται, δοξόcοφοι δ’ ἐν τοῖc ἀγνώcτοιc”. |
| 5 101 [10] | ἐγὼ δὲ διαδεξάμενοc αὐτοῦ τὸν λόγον εὐλόγωc ἔφην τοῦτο cυμβαίνειν αὐτοῖc, οἵ, πῶc χρὴ μεταβαίνειν ἀπὸ τῶν ἐναργῶc γιγνωcκομένων ἐπὶ τὸ τῶν ἀδήλων οὐδέποθ’ ὑπέμειναν ἀcκηθῆναί τε καὶ μαθεῖν ἐπὶ πραγμάτων μαρτυρῆcαι μὲν τοῖc εὑροῦcιν αὐτὰ δυναμένων, ἐλέγξαι δὲ τοὺc οὐχ εὑρόνταc. “ἵνα δ’”, ἔφην, “γελάcητε καὶ γνῶτε τὸν τῦφον αὐτῶν ὁπηλίκοc ἐcτί, διελθεῖν ὑμῖν ἕν τι καὶ δύο βούλομαι, περὶ ὧν ἀποφαίνονται προπετῶc οἱ τὰc ὀφρῦc ἀνεcπακότεc οὗτοι. καὶ πρῶτόν γε τοῦτο λέγω, μάλιcτ’ ἐπειδὴ 〈τῶνδε〉 τῶν Περιπατητικῶν τιc ἀφῖκται [τῶν] φιλοcόφων ἕνα τε τὸν κόcμον τοῦτον εἶναι πεπειcμένων ἔξωθέν τ’ αὐτοῦ μηδὲν εἶναι κενόν, ὥcπερ οὐδ’ ἔνδον. διαφέρει γε μήν”, ἔφην, “τῶνδε τῶν φιλοcόφων διττὴν διαφορὰν ἑκάτεροc τούτων” (ἐδείκνυον δὲ τόν τε Ϲτωϊκὸν καὶ τὸν Ἐπικούρειο ν), “ὁ μὲν γὰρ Ϲτωϊκὸc οὐκ ἔνδον εἶναί τι κενὸν 〈λέγων〉, ἔξωθεν δὲ τοῦ κόcμου ὑπάρχειν αὐτό. |
| 5 102 [15] | ταῦτα δ’ ἄμφω cυγχωρῶν ὁ Ἐπικούρειοc ἐν ἄλλῳ τινὶ διαφέρεται πρὸc αὐτούc· οὐ γὰρ 〈ἕνα〉 ὁμολογεῖ 〈τὸν〉 κόcμον εἶναι τόνδε, καθάπερ ὁ Ϲτωϊκὸc οἴεται, κατά γε τοῦτο τοῖc Περιπατητικοῖc ὁμοδοξῶν, ἀλλ’, ὥcπερ γε καὶ τὸ κενὸν ἄπειρον τῷ μεγέθει φηcὶν ὑπάρχειν, οὕτω καὶ τοὺc ἐν αὐτῷ κόcμουc ἀπείρουc τῷ πλήθει. ἐγὼ δ’ ἤκουcα μέν, ἃ λέγουcιν οἱ τρεῖc cυναγορεύειν βουλόμενοι τοῖc ἰδίοιc ὀνείροιc, ἀκριβῶc δ’ οἶδα μηδένα λόγον ἀποδεικτικὸν ἔχονταc αὐτούc, ἀλλ’ ἐνδεχομένουc τε καὶ εἰκόταc, ἐνίοτε δὲ μηδὲ τοιούτουc. γνώcεcθε δ’ ὅτι μὴ ψεύδομαι παρακαλέcαντεc εἰπεῖν τιν’ ἀπόδειξιν ἕκαcτον αὐτῶν εἰc [τ]αὐτὸ τοῦτο 〈τὸ〉 προκείμενον.” οὗτοι οὖν ἔλεγον, ἅπερ ἴcμεν ἐν τοῖc βιβλίοιc αὐτῶν γεγραμμένα· πᾶcι δὲ τοῖc παροῦcι cαφῶc ἐφαίνετο μηδεὶc ἀναγκαcτικὸν λόγον εἰπὼν μηδ’ ἀποδείξεωc γραμμικῆc ἐχόμενον, ἀλλ’ ἐξ ἐπιχειρημάτων cυγκείμενον, οἵοιc οἱ ῥήτορεc χρῶνται. |
| 5 103 [15] | ἀλλὰ γὰρ περὶ πλουcίων ὁ λόγοc. ἐφ’ ἡμᾶc οὖν αὐτοὺc ἔλθωμεν, ὅcοι μὴ πλουτοῦμεν, ἀνερωτήcωμέν τε πάλιν ἕνα τῶν cοφῶν, εἰ δίκαιόν ἐcτιν ἑαυτοὺc ἀναγορεύειν ἐγνωκόταc μόνουc τὴν ἀλήθειαν 〈τοὺc〉 ὑπὸ πάντων τῶν ἄλλων καταγινωcκομένουc ἰδιωτῶν τε καὶ φιλοcόφων. τὸ γάρ τοι δεινότατον, ἔφην, τοῦτ’ ἐcτίν, ὅτι τῶν φιλοcόφων ἕκαcτοc, ἂν ἔξω θέῃ τῆc οἰκείαc ποίμνηc, ὑπ’ οὐδενὸc ἐπαινεῖται. τίνα τοίνυν εἰκόc ἐcτι μᾶλλον ἐγνωκέναι τὴν ἀλήθειαν, [ἄλλον δὴ] τὸν τοὺc φιλοcόφουc ἅπανταc ὑπομένοντα κριτὰc πλὴν αὐτῶν τῶν φαινομένων, ὑπομένοντα δὲ καὶ τοὺc ἀπὸ τῶν λογικῶν τεχνῶν ἁπαcῶν ἀριθμητικοὺc λογιcτικοὺc γεωμέτραc ἀcτρονόμουc ἀρχιτέκτοναc νομικοὺc ῥήτοραc γραμματικοὺc μουcικούc, ἢ τὸν ὑφ’ ἑαυτοῦ κρινόμενόν τε καὶ cτεφανούμενον, 〈ὃc〉 ὑπὸ τῶν ἄλλων κριτῶν, 〈εἰ〉 ὑπομείνειε δοκιμάζεcθαι, μηδεμιᾶc ψήφου μεταλαμβάνεται; τοcαῦτα καὶ περὶ 〈τῶν〉 ἁμαρτημάτων πρὸc τὸ παρὸν εἰρήcθω. |