eul_wid: taq-abn
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lexicon Alpha–Omicron: Letter Xi by Hesychius the Alexandrian

Xi opens on wool, beasts and strangers: xainein, carding, the xandaros, an ox-like creature of the Atlantic, the Xanthica, a Macedonian festival purifying the army, and words for guest and guide. It explains xymboloi as omens from sneezes, dedicated to Demeter, or, after Philochorus, as divination by chance words that Demeter discovered, citing Sophocles' Gathering of the Achaeans. Near its end come xystis, a tragic robe, and xystos, the covered track where athletes trained.

Part of Lexicon Alpha–Omicron

Ξαίνει· διαξέει. νήθει, σωρεύει. ἐργάζεται ἔρια. καὶ δέρειν ἱμάντι

ξενύει· λήγει

ξάνδαρος· ζῷον ὅμοιον βοΐ, γενόμενον κατὰ τὸ Ἀτλαντικὸν πέλαγος

ξανᾶν· κοπιᾶν τὴν χεῖρα

ξανῆσαι· κοπιᾶσαι

Ξανθή· ἡ Τροία. καὶ ἡ καλή. καὶ ἡ πυρρά, ἢ πυρροειδής

ξανθίζεσθαι· κοσμεῖσθαι τὰς τρίχας. Λάκωνες. ἢ βάπτεσθαι αὐτάς. Ἀθηναῖοι

ξανθιμίας· βόλου ὄνομα

ξανθόν· πυῤῥόν. καλόν. εὖ εἰργασμένον. χλωρόν. ὁ δὲ ποταμὸς Ξάνθος. καὶ ὄνομα

ξάνιον· κτένια, ἃ αἱ γυναῖκες χρῶνται πρὸς τὴν τρίχα, καὶ ἃ φοροῦσιν ἐν τοῖς δεραίοις

Ξανθικά· ἑορτὴ Μακεδόνων, Ξανδικοῦ μηνὸς ἢ Ξανθικοῦ ἀγομένη. ἔστι δὲ καθάρσιον τῶν στρατευμάτων

ξανθοῖσιν ὀρνέοις· ...

ξανίσσατο· διενοήθη

ξανῶ· κοπιῶ

ξέεσθαι· σπανίζεσθαι

ξεναγεῖ· δέχεται ξένους. ἢ τῆς ὁδοῦ ἡγεμονεύει

ξεναγοί· οἱ τῆς ξένης ὁδοῦ ἡγούμενοι

ξεναγός· ὁ τῶν ξένων ἡγούμενος

ξεναγωγήσας· ξένον ὁδηγήσας

ξεναγῶν· ξενοδοχῶν, ὁδηγῶν, καὶ ἄγων τοὺς ξένους

ξεναγία· σύνταγμα παρὰ Κρησί. καὶ ὁ τούτων ἡγεμών ξεναγός

ξενία· κατάλυμα, καταγώγιον

ξενίζεται· ξενοδοχεῖται

ξενίζουσα· ἀλλόφυλος. ἀήθης. καινή

ξεστός· ὡμαλισμένος. ἐξεσμένος

ξεστοῖο· ὡμαλισμένου. ἐξεσμένου

ξεῖνος· ὁ ἀπὸ ξένης φίλος

ξεῖνος· φίλος

ξείνια· τὰ ξείνια δῶρα, χαριστήρια ξενίας

ξεινοδόκος· ὑποδεχόμενος ξένους. καὶ μάρτυς

ξενοδόχος· ὁμοίως

ξεῖνοι· Θεσσαλοί

ξεῖνον· ξένον

ξεινοσύνης προσκηδέος· τῆς τὴν οἰκειότητα ἐμποιούσης

ξεινοῦσσαι· ξενῶνες

ξειρίς· ἀρωματικόν τι φυτόν

ξενηλασία· τὸ μὴ ἐᾶν ξένους ἐπιμίγνυσθαι

ξενηλατοῦνται· τύπτεσθαι τοὺς ξένους ἐλαυνομένους

ξενία· ὑποδοχή, φιλοτιμία, φιλία. δῶρα

ξενίας δίκη· ἐπὶ τῶν ὡς πολιτῶν μετεχόντων τῶν δημοσίων

ξενίζειν· ξένῃ χρῆσθαι φωνῇ. ἢ ξένοις ἤθεσι

ξενίζουσαν· νεαράν

ξενοδοκοῦμαι· μαρτύρομαι

ξενοδοκῶν· ξενοδοχῶν. μαρτυρῶν

ξένοι· οἱ πολέμιοι. οἱ δὲ τοὺς Πέρσας. οἱ δὲ τοὺς ἀπὸ ξενίας φίλους. ἢ ξένους

ξενολόγος· ξένους στρατιώτας συλλέγων

ξένος· ὁ ὀθνεῖος. ὁ ἐπιξενούμενος

ξεῖνος δʼ οὗτος ἐμὸς πατρώϊος· καὶ ξενοδοκῶν καὶ ξενοδόχος

ξενών· κατάλυμα. ἢ μέγας ἀνδρών

ξενῶνες· οἱ ἀνδρῶνες ὑπὸ Φρυγῶν

ξενώσεται· ὑποδέξεται

ξερόν· τὸ ξηρὸν τῆς γῆς. χέρσον

ξέσαι· τεμεῖν, κόψαι. ποιῆσαι. τεκτήνασθαι

ξέσμα· ξόανον

ξέσω· ξύσω

ξεστήν· ἐξεσμένην· «παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν» . λέγει δὲ καὶ συνθέτως· «ἐϋξέστῃς ἐλάτῃσιν»

ξεστόν· γλυπτόν. λεῖον. ποιητόν

ξεστῇσιν· εὖ ἐξεσμέναις, καλῶς κατεσκευασμέναις

ξέστριξ κριθή· ἡ ἑξάστιχος. Κνίδιοι

ξηραλοιφεῖν· τὸ χωρὶς λουτροῦ ἀλείφεσθαι. ἢ ξηροτριβεῖσθαι . ξηρολουτεῖν· τὸ αὐτό

ξήριγγοι· ποταμοὶ ἀεὶ ῥέοντες

ξηροκόλλα· σύνθεσίς τις παρὰ τοῖς χρυσουργοῖς

ξίμβαι· ῥοιαί. Αἰολεῖς

ξίφαι· τὰ ἐν ταῖς ῥυκάναις δρέπανα ἢ σιδήρια

ξιφήρους· ξίφος ἐχούσης ξιφηφόρου

ξιφήρεις· ξίφη κατέχοντες

ξιφίας· ἰχθῦς ποιός. ξίφιος ὁμοίως

ξιφίζειν· ἀνατείνειν τὴν χεῖρα, καὶ ὀρχεῖσθαι

Ξιφίρου λιμήν· Αἰσχύλος Γλαύκῳ Ποτνιεῖ. ὁ πορθμός. ταῦτα γὰρ πάντα περὶ Ῥήγιον Ὠρίων ...

ξιφισμός· σχῆμα ὀρχηστικὸν τῆς λεγομένης ἐμμελείας ὀρχήσεως

ξιφιστής· φορεύς. τελαμών

ξιφισμάτων· ὀρχημάτων

ξιφιστύς· μαχαιρομαχία, μάχη ἐκ χειρῶν

ξιφοδρέπανον· ἡ λεγομένη ἅρπη, ὅπλον

ξιφομάχαιρα· ἡ μεγάλη μάχαιρα

ξιφοθήκη· βελοθήκη

ξίφος· μάχαιρα. ἢ παραζώνιον. ὁμώνυμον φάσγανον. ξιφίδιον. καὶ πόα δέ τις

ξιφύδρια· κοχλία

ξόανα· ἀγάλματα, εἴδωλα, ζῴδια. κυρίως δὲ τὰ ἐκ ξύλων ἐξεσμένα, ἢ λίθων

ξοανῶν προθύρων· ἐξεσμένων

ξοΐς· μεταλλικὸν σκεῦος, καὶ λιθουργικόν

ξοός· ξυσμός. ὁλκός

ξουθά· οὐ μόνον ξανθά, ἀλλὰ καὶ λευκὰ καὶ πυῤῥά

Ξουθίδαι· οἱ Ἴωνες. Ἴων γὰρ Ξούθου

ξουθόν· λεπτόν. ἁπαλόν. ἐλαφρόν. ὑγρόν. πυῤῥόν. χλωρόν. ἄργυρον. ξανθόν. πυκνόν. ὀξύ. τινὲς δὲ ποικίλον, εὐειδές, διαυγές

ξύει· κατασπᾷ. γράφει· ὡς παρʼ Ὁμήρῳ. ἔνθεν καὶ ξύσματα τὰ γράμματα

ξυήλη· ξυάλη. ἔστι δὲ καὶ ξιφίδιον, ὅ τινες δρέπανον λέγουσιν

ξυλεύς· τὰ ξύλα παρέχων. παρὰ Κρησίν. δοῦλος

ξυλεύεσθαι· ξυλίζεσθαι

ξυλιζομένην· ξύλα συλλέγουσαν

ξύλινον καρπόν· τῶν δένδρων

ξυλίτης· ἰχθῦς ποιός

ξυληβόρος· ξυλοφάγος

ξυλλεκτόν· συνειλεγμένον. παρεστός

ξύλον πρῶτον· βάθρον τὸ ἐν τῇ προεδρίᾳ, καὶ ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν τῷ δικαστηρίῳ

ξυλοφόρος· ζῷόν τι ἱστορεῖται σκωλήκιον

ξυλόχοιο· ὑλώδους τόπου

ξύλοχος· σύνδενδρος τόπος. καὶ ξυλώδης. δρυμός, ὕλη. ἢ θηρίου κοίτη

ξυλοδωνίη· τεκτοσύνη. ναυπήγησις. κωπηλασία. κυβέρνησις

ξυμβαίνοι· συμφωνοῖ

ξυμβῇ· συμπέσῃ

ξύμβλητε· συνετύχετε

ξύμβληντο· συνήντων, συνέβαλλον

ξυμβολιμαίας δίκας· Ἀττικοὶ τὰς κατὰ συμβόλαια

ξύμβολος· μάντις ἡ εὖ συμβάλλειν δυναμένη

ξυμβόλους· τοὺς διὰ τῶν πταρμῶν οἰωνισμοὺς ἔλεγον. ἀνετίθεντο δὲ οὗτοι Δήμητρι. τινὲς δὲ τὰς διὰ τῆς φήμης γινομένας μαντείας, ἃς Φιλόχορός φησι Δήμητρα εὑρεῖν. Σοφοκλῆς Ἀχαιῶν συλλόγῳ

ξύμμαχοι· σύμμαχοι

ξυμφορά· συντυχία. καὶ ἐπὶ ἀγαθοῦ τάσσεται ὡς παρʼ Αἰσχύλῳ ἐν Καβείροις, καὶ ἐπὶ κακοῦ παρὰ Σοφοκλεῖ

ξυνά· κοινά

ξυνάγειραν· συνήθροισαν

ξυναλλαχθέντες· κοινωνήσαντες

ξυναμοργός· δρεψαμένη

ξυνάορον· τὴν συμβιοῦσαν γυναῖκα, γαμετήν

ξυνάνεσθαι· συνανύεσθαι

ξυνάοροι· ἀδελφοί. ἀδελφαί

ξυναρμόσας· συνάψας. συνθήσας

ξυναυλίαν· πᾶν πρᾶγμα δισσόν. τὴν ὑπὸ δύο ἐπιτελουμένην αὔλησιν· ὅταν γὰρ δύο αὐλῶσι, ξυναυλία λέγεται

ξυνάωρ· εὐέα, δάμαρ, γυνή, ἄλοχος

ξυναόρων· ἀνδρῶν

ξυνέηκε· συνέβαλεν

ξυνεμπόρους· κοινωνούς

ξυνερέται· συνερέται

ξυνέται· συμπολῖται

ξυνάοροι· ἀδελφοί

ξυνεβέβλητο· συνεβέβλητο. συνέτυχεν

ξυνελαύνεις· συμβάλλεις

ξύνες· σύνες. ἄκουσον

ξυνέσεσθαι· συνεῖναι. συμβαλεῖν

ξύνεσιν· συνάφεσιν. συμβολήν

ξύνεσις· ἡ εἰς τὸ αὐτὸ συμφωνία

ξυνέχεται· συμφέρεται

ξυνεχῶς· συνεχῶς, διαπαντός

ξυνή· κοινή

ξύνηβος· συμπότης. συνῆλιξ

ξυνήϊα· κοινὰ καὶ ἀδιαίρετα χρήματα

ξυνῆκα· συνῆκα. ἔγνων

ξυνήλυσις· σύνοδος

ξυνήονες· κοινωνοί

ξυνήορον· κοινωνόν

ξυνηρετήσεις· συνήσεις. συζυγήσεις

ξύνθακος· συγκάθεδρος

Ξυνιάς· ὄνομα λίμνης

ξυνιέναι· νοῆσαι. συνιέναι

ξύνιεν· ἤκουεν

ξυνιέντες· συνιέντες

ξυνίημι· πέπεισμαι

ξύνιον· ἤκουον. συνῆκαν

ξυνιόντας· συμπορευομένους

ξύνισαν· συνήρχοντο

ξυνίστορας· συμπράκτορας

ξύνιστρον· νόμισμα

ξυννενοφυῖαν· σκυθρωπήν

ξύνοδος· σύνοδος. σύμπτωσις

ξυνοί· κοινοί. καὶ ὅροι

ξυνομαρτεῖ· ἀκολουθεῖ. συνομαρτεῖ

ξυνόν· κοινόν

ξυνουσία· συνήθεια. συνουσία

ξυνοχή· συνοχή

ξυνοχῇσι· τῷ συνέχοντι τόπῳ τοῦ καμπτῆρος, καὶ στενοῦντι ἀμφοτέρων τοὺς δρόμους

ξυνπονῆσαι· συνάρασθαι. ἀντιλαβέσθαι

ξυνστένομαι· συνσπῶμαι. ξύομαι

ξυνθήματος· συνθήματος. ἔστι δὲ σημεῖον, ἢ πρόσφθεγμα, διδόμενον ἐπὶ γνωρισμῷ τῶν οἰκείων ἐν πολέμῳ ἢ ἑτέρᾳ τινὶ ἐπιβουλῇ

ξυνέχοιτο· συνέχοιτο. συνείη

ξυντάσσεται· συσκευάζεται

ξυντυχεῖν· συντυχεῖν

ξυνῳδά· συνῳδά

ξυνών· συνών

ξυνωρίδα· ζυγήν, κυρίως δὲ ἐπὶ τῶν ἡμιόνων. Ὀρεύς γὰρ ὁ ἡμίονος

ξυνωρίς· ἅρμα ἐκ δύο ἵππων συνεζευγμένον

ξύομαι· δέφομαι

ξυόεσσαν· εὖ ἐξεσμένην

Ξυπεταία· δῆμος τῆς Κεκροπίδος φυλῆς

ξυρεῖ· ἀκονᾷ

ξύει· τρίβει

ξυρμεύεσθαι· ἀδιακρίτως λαλεῖν. καὶ καυχᾶσθαι. Ἀττικοί

ξυρόν· τομόν. ἰσχνόν. ὀξύ

ξῦσαι· χαράξαι, ἐπιγράψαι

ξυνεχῶς· συνεχῶς, διαπαντός

ξυμβαίνοι· συμφωνοῖ

ξυσμά· κνήφη. λέπρα

ξυσμός· κνησμός

ξυστάδες· αἱ πυκναὶ ἄμπελοι. ἄμεινον δὲ τὰς εἰκῆ καὶ μὴ κατὰ στοῖχον πεφυτευμένας ἀκούειν

ξυστίδα· τὸ λεπτὸν ὕφασμα. ἢ εἶδος ἐνδύματος

ξυστίδες· ποδήρη ἐνδύματα. ἢ χλανίδας κωμικάς

ξυστίς· τραγικὸν ἔνδυμα. τινὲς δὲ χιτῶνα ποδήρη γυναικεῖον. ἄλλοι τὸ λεπτόν ... παρὰ τὸ ξύεσθαι

ξυστοῖς· ἀκοντίοις

ξυστόν· ἀκόντιον, δόρυ κατεσκευασμένον. καὶ τόπος, ἔνθα οἱ ἀθληταὶ γυμνάζονται

ξυστός· ὁμοίως ἀνειμένος ἀθληταῖς τόπος

ξυστρολήκυθον· κάδη καὶ βησσία ἐλαίου λουτρικά

ξυστῷ· τῷ δόρατι

ξωθεν· ἔξωθεν

Ξώλων· ἔθνος βαρβάρων

ξώστρα· ψυκτρίς, ψυκτρία