eul_wid: jfq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on the Argonautic Voyage by Apollonius of Rhodes

The Fragments on the Argonautic Voyage consist of forty-two passages attributed to the Hellenistic poet Apollonius of Rhodes. Preserved solely within the ancient commentaries, or scholia, on his epic Argonautica and in various grammatical treatises, these fragments present alternative mythological narratives and etiological details not found in the final version of his celebrated poem. They are believed to originate from earlier drafts, sections excised during revision, or auxiliary compositions on Argonautic themes. The content reflects the poet's scholarly compositional process, providing variant stories such as a different account of the death of Apsyrtus, offering precise geographical and cultic explanations, and potentially engaging in the contemporary literary debates of the era, including his noted rivalry with Callimachus. These fragments survive exclusively through this indirect transmission, having no independent manuscript tradition; modern editions reconstruct them from quotations scattered across ancient scholarly works. While not influential as a coherent separate work, the fragments are of significant scholarly value for understanding Hellenistic poetic practice. They illuminate Apollonius's methods, his critical engagement with prior mythological sources, and the editorial choices that shaped the definitive Argonautica, thus embodying the erudite and experimental ethos of the Library of Alexandria.

Κορινθιουργές ἐστι κιόνων σχῆμα
Τέρψει δὲ νηῶν ὁ γλυκύς σε χωρίτῃς
πλόος κομίζων δῶρα πλουσίου Νείλου.
Οὐδʼ ἵπποι ὀρθρινὰ κατὰ κλισίας χρεμέθεσκον,
ἀλλὰ βόες πλείῃσι παρηυνάζοντο κάπῃσι,
νηυσὶ δὲ πρηκτὰ κέλευθα Χελιδονίης ἀπὸ πέτρης
Πληγάδας ἀξείνους καὶ ὅπου Φινήϊα δόρπα
Ἅρπυιαι ἄτλητον ἐπὶ ψώαν πνείεσκον.
Τῷ ῥά ποτʼ Ὠκυρόην νύμφην, περικαλλέα κούρην,
Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα,
Ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι.
Πατρὸς ἐμεῖο φίλου συμφράδμονα θυμὸν ἀέξων,
Πομπίλε, δυσκελάδου δεδαὼς θοὰ βένθεα πόντου,
σῷζέ με.
Πομπίλον ὠκυάλων νηῶν παιήονα δούρων
Ὅσσα τε γαίης
ἔργα τε Δωτιάδος πρότεροι κάμον Αἱμονιῆες
Ἔνθα δὲ Πηλεΐδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου,
κὰδ δʼ Ἱκετάονα πέφνεν ἰθαιγενέος Λεπετύμνου
υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων
αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης
τηλίκον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις.
Ἡ γὰρ ἐπʼ Αἰακίδῃ κούρης φρένας ἐπτοίησεν
Πεισιδίκης, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν
χάρμῃ ἀγαλλόμενον θηέσκετο, πολλὰ δʼ ἐς ὑγρὴν
ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος.
Δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιϊκὸν ἔνδοθι πάτρης
παρθενική, κληῖδας ὑποχλίσσασα πυλάων,
ἔτλη δʼ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας
χαλκῷ ἐληλαμένους, καὶ δούλια δεσμὰ γυναικῶν
ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίῃς Ἀχιλῆος,
ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν
πενθεροὶ Αἰακίδαι, Φθίῃ δʼ ἔνι δώματα ναίοι
ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ — οὐδʼ ὅ γʼ ἔμελλεν
τὰ ῥέξειν —, ὀλοῷ δʼ ἐπαγάσσατο πατρίδος οἴτῳ·
ἔνθʼ ἥ γʼ αἰνότατον γάμον εἴσιδε Πηλείδαο
Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον
πανσυδίῃ θαμινῇσιν ἀράσσοντες λιθάδεσσιν.
Καλλίμαχος τὸ κάθαρμα, τὸ παίγνιον, ὁ ξύλινος νοῦς·
αἴτιος ὁ γράψας Αἴτια Καλλίμαχος.