—μεγάλης ... Ἄρκτου: τοῦ ἄστρου ἄνωθεν ἐμνημόνευεν.
—ὁμηλυσίῃ περ ἀνελθών: καίπερ ὁμοῦ ἀνατείλας τῷ Ἡνιόχῳ, ἐπειδὴ τὸν ἔξω πόλον διέρχεται.
—ἴση οἱ στάθμη: τόσον ἀπολείπεται τῶν ὀπισθίων ποδῶν τῆς Ἄρκτου ὅσον ὑπάρχει τὸ διὰ μέσου τῶν ἑαυτοῦ δύο ποδῶν.
—ἔνδιος: κατὰ τί λέγει; τοῦ οὐρανοῦ, ἤτοι τὸν μεσημβρινόν, ἢ ἔνδιος ἤτοι κατὰ τὸν ἀέρα.
ἤτοι μεσημβρινὸν ὅτι … μετὰ τοῦ οὐρανοῦ. ἢ κατὰ τὸν ἀέρα.
—θοώταται: παρʼ ὅσον μείζονα πόλον διέρχεται ὁ Κριὸς τῆς Ἄρκτου, εἰ καὶ τὸ αὐτὸ διάστημα ἐξ ἴσου διέρχονται ἀμφότεροι. τοῦτο δὲ τούτοις συμβαίνει ὅπερ τῇ στρόφιγγι καὶ τῇ ὅλῃ θύρᾳ.
—ἦρι καὶ ἑσπέριαι: ἤτοι κατὰ τὸν καιρὸν τοῦ θέρους ἀνατέλλει καὶ κατὰ τὴν ἀρχὴν τοῦ χειμῶνος δύεται.
—πέτηλον: τοῦτο λέγει διὰ τὸ πεπτωκέναι αὐτό.
—αἰόλος: ἤγουν ἀέριος. ἢ τῆς Λύρας πλησίον τρέχει διὰ τὸν ἀέρα.
—τὰ δέ οἱ ἔπι τετρήχυνται: τὰ πτερὰ αὐτοῦ τραχέα ὑπάρχουσιν. ἤτοι πεφώτισται
—ἀκούομεν: αἰσθανόμεθα ψύχους. κείνου γὰρ ἀνατέλλοντος καὶ τῷ ἡλίῳ συμπεριπατοῦντος καύματα εἰσίν.
—ἀγινεῖ: φέρει. πρὸς ἐκείνην ὁ νότος … νεύει.
—πολυκλαύστου: ὡς ἀπὸ τοῦ Φαέθοντος ὅτι ἐκεῖ ἔκλαυσαν αἱ Ἡλιάδες αἱ καὶ αἰγειροὶ διὰ τὸν Φαέθοντα.
—οὐκέτι νῦν ὑπὸ θαύματι τέλλεται ἀστήρ: ἤγουν … ξένος ὃν … μὴ ἴδῃ τις ποτὲ ἀνατέλλοντα ἄστρα … τί οὖν … θαυμάζομεν; ἀλλὰ πάντες γνώριμοί εἰσιν.
—ἀρχαίη Νύξ: ἀρχαία γάρ ἐστιν ἡ Νύξ, τοῦ Ἐρέβους γεννηθεῖσα.
—σῆμα: τὸ Θυτήριον, νότιον ὄν, πρώτως πνέεται τῷ νότῳ. ὅταν νῦν καθαρὸν θεαθῇ νέφους, καὶ βορέου ἐνισταμένου, γίνωσκε ὅτι νότος μέλλει πνεῦσαι, καὶ φυλάσσου τὸν κλύδωνα· καθαρὸν γὰρ τὸ Θυτήριον ὑπὸ τοῦ νότου ἐγένετο ἄρτι πνεῖν διεγερθέντος. καὶ εἰ μὴ πάρεστιν, ἀλλʼ ὅσον οὔπω ἐλεύσεται.
—ὀλίγη δέ μιν: καθαρὸν οὖν τὸ Θυτήριον καὶ τοῦ εὔρου πνέοντος καὶ τοῦ νότου. ὅταν γοῦν καθαρὸν φαίνηται, τῶν ἐπάνω τούτου ἄστρων ὄντων ἐζοφωμένων ὑπὸ νέφων, γίνωσκε μέλλειν πνεῦσαι τὸν νότον· καὶ ἔστι τοῦτο σημεῖον κλύδωνος. ὅταν δὲ καὶ αὖθις καθαρὸν μὲν φαίνηται τὸ Θυτήριον, ἐζόφωται δὲ ὁ ἄκρος ὦμος τοῦ Κενταύρου, τότε γίνωσκε τὸν εὖρον μέλλειν πνεῦσαι καὶ οὐ τὸν νότον, καὶ ἔχε τοῦτο σημεῖον. γίνωσκε δὲ ὅτι ὁ μὲν νότος κατʼ εὐθὺ τοῦ βορέου πνέει, ὁ δὲ εὖρος ἐκ πλαγίου.
—ἐπιτεκμήραιο: στοχάσῃ. ὡς ἐν τοῖς ἄλλοις τῶν ἄστρων ἔστιν ἰδεῖν πάντας παρʼ ἀλλήλους κειμένους καὶ διʼ ἀλλήλων φανερουμένους.
—ἐνιαυτοί: ἐνιαυτὸς ὁ κύκλος ἀπὸ τοῦ ἐν αὐτῷ τὸν πλάνητα γινόμενον κύκλον ἀποτελεῖν. τοῦτο γὰρ ἐνιαυτός. σημαίνει ὁ ἐνιαυτὸς τὸν χρόνον.
—ἀντιφέρονται: ἰσάζουσι κατὰ τὸ μέτρον ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινὸς κύκλος, καὶ ὁ θερινὸς τροπικὸς καὶ ὁ χειμερινός.
—ὅταν … ἐν τῷ Καρκίνῳ, τὰ πέντε ἄνω, τὰ δὲ τρία κάτω.
—ὅταν δὲ πάλιν … ἐν τῷ Τοξότῃ, τὰ τρία μέν εἰσιν ἄνω, τὰ δὲ πέντε κάτω.
—ἑκάτερθεν ἔχουσιν: οἱ κύκλοι κρατοῦσιν αὐτὸν τὸν ζῳδιακὸν ἐκ τοῦ ἀμφοτέρου μέρους, ὁ μέσος δὲ εʹ, ἤγουν ὁ ἰσημερινός, κατὰ τὸ μέσον τέμνει τὸν ζῳδιακόν.
—μία δέ σφεων: οὐ γὰρ λοξῶς κινοῦνται οἱ πόλοι ἵνα φαινομένου τοῦ ἑνὸς ὁ ἄλλος κρύπτηται, καὶ τοῦ ἑνὸς ἀνατέλλοντος ὁ ἄλλος ὑπὸ γῆν ἔτι ἔσται, ἀλλὰ κατʼ εὐθύ. καὶ διὰ τοῦτο μία τούτοις καὶ δύσις καὶ ἀνατολὴ φαίνεται.
—καὶ λεπτὰ φάουσαι: οὐ φαίνονται ὅτε ἀνατέλλουσιν· ὅμως διὰ τοῦ Ἀρκτούρου συνανατέλλοντος στοχάζονται καὶ αἱ Χηλαί.
—τοῦ μὲν ἄρʼ οἴη κνήμη: ἡ μία κνήμη ἀνατέλλει σὺν ταῖς Χηλαῖς, τὸ δὲ μέσον τῷ Σκορπίῳ, τὸ δὲ λοιπὸν τοῦ σώματος τῷ Τοξότῃ.
—χάριν Οἰνοπίωνι: ὁ Οἰνοπίων κατὰ τῆς Χίου ἦν. ἔδωκεν ἐξουσίαν θηρεύειν ἐν τῇ αὐτοῦ χώρᾳ, λέγω τῇ Χίῳ. ὃς Ὠρίων ἀνταμειβόμενος τοῦτον τῆς ἀγάπης ἐφόνευε καὶ τὰ θηρία ὅσα ἦν ἐν αὐτῇ.
—ὁ δὲ ... Κηφεύς: ἤγουν ἕως τῆς ζώνης δύει Κηφεύς, ἐπειδὴ ἕως τῆς ζώνης ἔξω τοῦ ἀρκτικοῦ πόλου ἐστί. τὸ δὲ λοιπὸν τοῦ σώματος ἔσω τοῦ ἀρκτικοῦ πόλου ἐστί, καὶ διὰ τοῦτο ἀειφανές.
—ἀτέλεστα: ἐπειδὴ πάντοτε διωκόμενος οὐδέποτε καταλαμβάνεται.
—πίσυρες: Ζυγὸς Σκορπίος Τοξότης Αἰγόκερως τοῦτον κατὰ μέρος κατάγουσιν.
—ὁποσταίη ... ἠώς: οἱ ἀρχαῖοι διὰ τῆς σελήνης ἠρίθμουν τὰς ἡμέρας τοῦ μηνός.
—ἄκρα ... νυκτῶν: δύσεις ἀνατολὰς ἡμερῶν διʼ ὧν αἱ δʹ τροπαὶ γινώσκονται.