On FiguresΠερὶ σχημάτων
Herodian of Alexandria On Figures PDF
_On Figures_ is a lost grammatical treatise by the 2nd-century CE Alexandrian scholar Herodian, son of the grammarian Apollonius Dyscolus. Recorded as a one-book work in the Byzantine encyclopedia known as the Suda, it was dedicated to the systematic analysis of rhetorical and grammatical figures. Herodian defines a figure as a deliberate and reasoned deviation from standard expression for superior effect, carefully distinguishing such intentional artifice from outright grammatical error. The work presumably offered a technical classification and explanation of these stylistic devices, examining how they operate across various linguistic categories such as noun forms, cases, numbers, moods, persons, tenses, and voices. This methodical approach to language, characteristic of the Alexandrian grammatical tradition, would have provided prescriptive rules for advanced literary and oratorical composition.
The text itself does not survive directly and is known only by its title in the Suda. Herodian was an immensely prolific technical writer, best known for his monumental work _General Prosody_, but the vast majority of his output was lost over time. His influence endured, however, through extensive quotation and compilation by later grammarians like Arcadius of Antioch and various Byzantine scholars. Herodian's grammatical authority was foundational; his sophisticated analyses, even when preserved only in fragments or through the works of others, shaped rhetorical education for centuries. The rules and systems he developed, particularly in prosody, governed the medieval and early modern teaching of ancient Greek.
| 85 (1t) | ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ. Σχῆμά ἐστιν ἐξάλλαξις φράσεως ἀπὸ τοῦ καταλλήλου ἐπὶ τὸ κρεῖττον μετά τινος ἀναλογίας. διαφέρει δὲ τοῦ σολοικισμοῦ, ὅτι τὸ μέν ἐστι κατόρθωμα καὶ τὴν ἐξάλλαξιν εὔλογον ἔχει, ὁ δὲ σολοικισμὸς ἁμάρτημα, μηδεμίαν αἰτίαν τῆς ἀκαταλληλίας ποιούμενος. γίνεται δὲ τὸ σχῆμα κατὰ τοσούτους τρόπους καθ’ ὅσους καὶ ὁ σολοικισμός· καὶ γὰρ εἴδη διαλλασσόμενα καὶ γένη καὶ πτώσεις καὶ ἀριθμοὶ καὶ ἐγκλίσεις, ἔτι τε πρόσωπα καὶ χρόνοι καὶ διαθέσεις, καὶ πάντα ἁπλῶς ἃ τὴν τοῦ καταλλήλου συνάφειαν ἀπαιτεῖ, παρατραπέντα ποιεῖ τὸ σχῆμα. Ἐν μὲν οὖν εἴδεσιν ὀνομάτων ὧδέ πως συνίσταται τὸ σχῆμα· ἑβδομάτῃ δ’ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, καὶ μελάντερον ἠΰτε πίσσα. τὸ μὲν γὰρ πρότερον ὑπερθετικὸν ἀντὶ ἀπολύτου κείμενον κακίαν οὐκ ἐργάζεται, ὅτι γεγένηται ἐν ἀριθμητικῷ ὀνόματι, ἐν ᾧ, τῆς σημασίας μηδεμίαν διαφορὰν λαμβανούσης κατὰ τὴν τῆς φωνῆς ἐνάλλαξιν, ἡ μετάθεσις τῶν εἰδῶν ἀναμάρτητος, ἅμα δὲ σὺν τῷ τὸν ἀριθμὸν ὁρίζειν καὶ τὴν τελευταίαν δεδήλωκεν ἡμέραν. τὸ δὲ δεύτερον συγκριτικὸν ἀντὶ ἀπολύτου κείμενον λεληθυῖαν ἔχει τὴν σύγκρισιν, τὴν ἀναφορὰν ἤτοι πρὸς ἕτερον νέφος ποιούμενον ἢ πρὸς φυσικὴν τοῦ νέφους μελανότητα. |
| 86 | Ἐν δὲ γένεσι θεωρεῖται σχῆμα τόνδε τὸν τρόπον, παρθενικαί τε καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες. ὁμοίως δὲ ἔχει κἀκεῖνο, ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντ’ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. ἰσχυρότερον γὰρ ὂν τὸ ἀρσενικὸν γένος τοῦ θηλυκοῦ ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν. ὁμοίως δὲ καὶ τὸ θηλυκὸν γένος ἰσχυρότερον ὂν τοῦ οὐδετέρου ἐπεκράτησε κατὰ τὴν ἐπιφοράν, οἷον αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα εἵατ’ ἐνὶ μεγάροις ποτιδέγμεναι υἷας Ἀχαιῶν. Παρὰ δὲ πτώσεις ἀντιτιθεμένας ἡ τοῦ σχήματος σύστασις ἔχει πρῶτον αἴτημα τὴν τῶν πτώσεων οἰκειότητα τῶν τε πλαγίων πρὸς ἀλλήλας καὶ τῆς ὀρθῆς πρὸς τὴν κλητικήν, εἶτα τὴν τῶν πραγμάτων διάστασιν, ἵνα τὴν προτέραν περιγραφὴν τοῦ λόγου καταλιπὼν ἀπηρτισμένην μετὰ διαστάσεως ἐφ’ ἑτέραν ἀρχὴν τραπεὶς τῇ τῶν πτώσεων συμπλοκῇ σχηματίσῃ. τὴν μὲν οὖν τῶν πτώσεων συγγένειαν τὰ σχήματα ποιεῖν συμβέβηκεν οὕτως, Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσε· εἴρηται γὰρ δοτικὴ ἀντὶ γενικῆς Ἕκτορος, καὶ νεφεληγερέτα Ζεύς· κλητικὴ γὰρ ἀντὶ ὀρθῆς κεῖται τῆς νεφεληγερέτης. τὴν δὲ διάστασιν τῆς φράσεως οὕτως, οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει· ὡς ἀφ’ ἑτέρας γὰρ ἀρχῆς ἐπὶ τετελεσμένῳ τῷ προτέρῳ ποιησάμενος τὸν λόγον ἀπὸ ὀρθῆς ἤρξατο. τοιοῦτο δέ τι κἀκεῖνο, ἐλθόντες δὴ βαιὸν ἀπὸ σπείους τε καὶ ὕλης, πρῶτος ὑπ’ ἀρνειοῦ λυόμην. |
| 87 | καὶ τὸ παρ’ Ἱπποκράτει, ἡ γυνὴ τοῦ κηπωροῦ πυρετὸς εἶχεν αὐτή ν · διεσπαρμένας γὰρ ἐπιδημίας ὑπομνήματος δίκην γράφων, εἰπὼν τὸ ἡ γυνὴ τοῦ κηπωρο ῦ , ὡς ἀφ’ ἑτέρας ἀρχῆς τὸ πυρετὸς εἶχεν αὐτὴν ἐπήνεγκεν. ὅτι γὰρ οὕτως πως ὁ ἰατρὸς εἰς τὸ τοιοῦτον σχῆμα κατῆλθε, δῆλον ἐκ τοῦ μηδέποτε λόγου τελείου ἀπὸ τοῦ δὲ συνδέσμου ἀρχομένου. ἐκεῖνος ἐν τῷ περὶ ἄρθρων ἔφη εἰσβάλλων οὕτως, ὦμον δ ’ ἔναρθρο ν , ἕνα τρόπον οἶδ α · καὶ γὰρ ἐνταῦθα ὡς ἐν ὑπομνηματισμῷ, πεπονημένων αὐτῷ καὶ ἑτέρων ἔμπροσθεν καὶ εἰς τοῦτο τὸ εἶδος, οὕτως ἤρξατο. Ἐν δὲ ἀριθμοῖς ἡ τῶν σχημάτων κατόρθωσις, ἤτοι ὁπόταν λέξει τὸν μὲν τύπον ἑνικὸν ἐχούσῃ, τὴν δὲ σημασίαν πληθυντικήν, μὴ πρὸς τὸν χαρακτῆρα, πρὸς δὲ τὴν δύναμιν ἁρμοζόμενός τις πληθυντικὸν ἐπενέγκῃ μέρος λόγου, οἷον ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. καὶ παρὰ Δημοσθένει, ὑμεῖς γὰρ ὦ βουλ ή · τῇ γὰρ ὑμεῖς ἀντωνυμίᾳ πληθυντικῇ ἑνικὸν ὁ ῥήτωρ ἐπήνεγκεν ὄνομα βουλὴ διὰ τὸ πολλῶν ἐξ αὐτοῦ νοεῖσθαι σύστημα, περιληπτικοῦ ὑπάρχοντος. ἢ ὁπόταν ἐπιφέρηται τοῖς οὐδετέροις τῶν γενῶν ἑνικὰ ῥήματα, οἷον γράφει τὰ παιδία, [τὰ δώματα στάξει]. οἷς διαφόρους πληθυντικὰς συντάξεις ἐπάγουσιν οἱ Ἀττικοί, ὡς Εὔπολις καὶ λέγουσί γε τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσι. καὶ ἐν τοῖς ὑπερσυντελικοῖς τῶν ῥημάτων χρόνοις ἑνικὰ πολλάκις εἰς πληθυντικῶν παραλαμβάνεται χώραν διὰ τὴν ἐμφέρειαν τῆς φωνῆς, λέγω δὴ τὸ πεποίητο πολλάκις ἀντὶ τοῦ πεποίηντο παραλαμβάνεται· ἔσθ’ ὅτε δὲ πληθυντικοῖς ἀριθμοῖς ἑνικὸν ἐπάγουσιν, ὡς παρὰ τῷ ποιητῇ ὁ Μηριόνης πρὸς Ἰδομενέα φησίν, ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται, οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν, ὃ πρὶν ἔχεσκον. |
| 88 | καὶ παρ’ Εὐριπίδῃ ἐν Ἴωνι, κωλυόμεθα μαθεῖν ἃ βούλομαι. Παρὰ δὲ ἐγκλίσεις ἄριστον σχῆμα δείκνυται κατὰ τὴν τῶν ἀπαρεμφάτων ἀντὶ προστακτικῶν παράληψιν, οἷον μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλ’ ἔμ’ ἐᾶσαι. τὸ γὰρ τῆς προστάξεως σκληρὸν μετριώτερον ἐμφαίνεται διὰ τῶν ἀπαρεμφάτων ἀντὶ τῶν προστακτικῶν παραληφθέντων. τίθεται δὲ καὶ ὁριστικὰ ἀνθ’ ὑποτακτικῶν πολλάκις, ὁπόταν τὸ πρᾶγμα περὶ οὗ ὁ λόγος μηδέπω τετελεσμένον, τελεσθῆναι δὲ αὐτὸ πάντως δέῃ. προηγήσεται δὲ μόρια τὰ καὶ τῶν ὑποτακτικῶν προτιθέμενα, ἵνα ἡ μὲν τοῦ μορίου πρόταξις τὸ μηδέπω τούτων τετελεσμένον διὰ τοῦ δισταγμοῦ σημαίνῃ, ἡ δὲ τοῦ ὁριστικοῦ σύνταξις τὸ πάντως δεῖν γενέσθαι τὸ λεγόμενον, οἷον ὅπως ἔσται τάδε ἔργα. ταῦτα ἀμφότερα σχήματα ἡ ἀστειοτάτη τῶν διαλέκτων Ἀτθὶς εἰς αὐτὴν ἀναδίδωσι. τὰ μὲν γὰρ εὐκτικὰ τοῖς ὑποτακτικοῖς διαπλεκόμενα οὐδὲ ξενίζουσαν ποιεῖ τὴν φράσιν, ἐπειδήπερ ἀμφοτέρων ὡς ἐπὶ τὸ πλεῖστον τὰ αὐτὰ προτάσσεται μόρια, ὡς τὸ ἵνα καὶ τὸ ὄφρα καὶ τὸ ὅπως. Ἡ δὲ τῶν προσώπων μετάβασις ποιεῖ τὴν καλουμένην ἀποστροφήν, οἷον τὸν δ’ ἀπαμειβόμενος προσέφης Πατρόκλεις ἱππεῦ· καί, ἔνθα κέ τοι Μενέλαε φάνη βιοτοῖο τελευτή. τὸν γὰρ περὶ αὐτοῦ λόγον ἀφεὶς εἰς τὸν πρὸς αὐτὸν ἐτράπη, τουτέστιν ἀπὸ τοῦ τρίτου προσώπου τὴν μετάβασιν ἐπὶ τὸ δεύτερον ἐποιήσατο. |
| 89 | τέχνη δὲ αὐτοῦ τὸ μὴ συνεχῶς ὄντος τοῦ περί τινος τὴν ἀναστροφὴν αἰφνιδίαν ποιήσασθαι· διὰ γὰρ τὴν ἀκολουθίαν ἐλέγχεται ταχύτερον τὸ λεγόμενον· ἀλλ’ ὁπόταν μεσασθῇ, ἤτοι ἡρωϊκῷ λόγῳ ἢ πράγματος ἑτέρου παραθέσει, κἄπειτα διάστασιν λαβούσης τῆς διηγήσεως, λεληθότως μετάβασις γίνεται. ἐσχημάτισε δὲ καὶ Ἡσίοδος ἐν προσώποις κατ’ ἐκεῖνο, δεῦτε δή, ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι· εἴ γε γνήσιον Ἡσιόδου τὸ προοίμιον τίθεμεν. ἀντὶ γὰρ τοῦ ὑμέτερον δευτέρου τρίτον ἐπήνεγκε τὸ σφέτερο ν , οὐ πρὸς τὴν ἀκολουθίαν τῶν προσώπων ἀπιδών, ἀλλὰ πρὸς τὴν τῆς λέξεως σημασίαν· σημαίνει γὰρ τὸ σφέτερον ἔσθ’ ὅτε καὶ τὸ ἴδιον. Παρὰ δὲ χρόνους σχηματίζουσι πρῶτον μὲν οἱ τοὺς παρεληλυθότας ἀντὶ ἐνεστώτων παραλαμβάνοντες, ἔπειτα οἱ ἐνεστῶσι χρώμενοι ἀντὶ μελλόντων, οἷον ἐγὼ δέ κ’ ἄγω Βρισηΐδα καλλιπάρῃον. λέγοι γὰρ ἂν οὕτως τὸ βεβαίως ἐσόμενον παραστῆσαι θέλων, ὡς εἴ τις εἴποι, αὔριον διαλέγομαι, οἷον πάντως διαλέξομαι. Παρὰ δὲ διαθέσεις οἱ τοῖς μέσοις ἀορίστοις καὶ μέλλουσιν ἀντὶ ἐνεργητικῶν τὴν σύνταξιν ἁρμόζοντες, εὐπρεπεστέρας τῆς περικοπῆς γινομένης, ἐπεὶ καὶ ἡ τῶν Ἀττικῶν διάλεκτος χαίρει τούτοις. λαμβάνεται δὲ καὶ ὁλόκληρα παθητικὰ ἀντὶ ἐνεργητικῶν πολλάκις, ὅταν μὴ δύσφημος ἢ δυστράπελος ἡ ἐναλλαγὴ μέλλῃ γενήσεσθαι πρὸς τὸ τοῦ λέγοντος πρόσωπον· τὸ γοῦν γράφομαι λέγεται πολλάκις ἀντὶ τοῦ γράφω, οἷον γράφομαι τόνδε παραπρεσβείας· ὅλαι δὲ λέξεις ἀντὶ ἄλλων τιθέμεναι τὴν μὲν σύνταξιν οὐ ξενίζουσιν, ἤτοι δὲ λείπειν τὴν φράσιν ποιοῦσιν ὑπονοεῖν λανθάνουσαι ἢ τὸ διανόημα ἐξαλλάσσουσι. |
| 90 | τὸ μὲν οὖν πρότερον οὕτως, μήκων δ’ ὡς ἑτέρωσε κάρη βάλεν, ἥτ’ ἐνὶ κήπῳ καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι· τὴν γὰρ βριθομένη μετοχὴν ἐὰν μεταβάλλωμεν εἰς τὸ βρίθεται ῥῆμα, ὁ λόγος ἀπηρτισμένος ἔσται. τὸ δὲ δεύτερον οὕτως, ἔνθ’ οἵγ’ εἰσέλασαν, πρὶν εἰδότες· σημαίνει γάρ, ὡς καὶ τὸ πρότερον εἰδότων Φαιάκων τὴν χώραν, ὅπερ οὐκ ἀληθές, ἀλλὰ δεῖ τὸ πρὶν εἰδότες εἰς τὸ εἰδέναι μεταστῆσαι, ἵνα ᾖ πρὸ τοῦ εἰδένα ι . Περὶ μὲν οὖν τῶν ἐν λέξει σχημάτων ἱκανὰ ταῦτα· τὰ γὰρ παρά τι τῶν εἰρημένων ἐκφωνούμενα ποιητῶν ἢ διαλέκτων ἐστὶν ἰδιώματα, ἤπερ ἐμπειρίας σχηματισμοῦ. ῥητέον δὲ ἑξῆς περὶ τῶν ἐν διανοίᾳ τε καὶ λόγῳ σχημάτων. ΠΕΡΙ ΣΧΗΜΑΤΩΝ ΔΙΑΝΟΙΑΣ. Τὰ περὶ διάνοιαν σχήματα τὰ πρωτοστατοῦντα ἐν ἑαυτοῖς ἔχει τὴν συγγυμνασίαν καὶ τὴν ποιὰν θέσιν αὐτῆς τῆς διανοίας μετὰ τῆς τοῦ λόγου μορφῆς. ἔστι δὲ σχῆμα διανοίας τὸ μὴ κατὰ φύσιν ἐκφέρον τὸν νοῦν μηδὲ ἐπ’ εὐθείας, ἀλλ’ ἐκτρέπον καὶ ἐξαλλάσσον τὴν τῆς διανοίας φράσιν, ὥσπερ ὅταν ὁ Δημοσθένης λέγῃ, σὺ δὲ ὁ σεμνὸς καὶ τοὺς ἄλλους διαπτύω ν · μακαρίζειν γὰρ προσποιούμενος ἐκ τῶν ἐναντίων ἄσεμνόν τε καὶ δυστυχέστατον ἐκφαίνειν ἀξιοῖ. καὶ πάλιν ὁπόταν ὁ Αἰσχίνης λέγῃ ἐν τῷ κατὰ Τιμάρχου, οὐδὲν γοῦν θαυμαστό ν · ἀναβήσεται γὰρ ἀνὴρ καλός τε κἀγαθό ς , καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βί ῳ , καὶ τὸν Λεωδάμαντα ὅστις ἐστὶν ἀγνοῶ ν . |
| 91 | ταῦτα γὰρ τῇ ἐξαλλαγῇ ἔχει τινὰ δείνωσιν, καὶ ἔστι δυνατώτερος ὁ λόγος τοῦ κατὰ φύσιν· ἀγοραῖος γὰρ ἂν καὶ ἀπρεπὴς ἐγίνετο ἡ λοιδορία, εἰ οὕτως ἔλεγεν· οὐδὲν γοῦν θαυμαστόν· ἀναβήσεται γάρ, ὡς οἶμαι, ἄνθρωπος ἀσελγὴς τὸν βίον καὶ οὕτως ὡς αὐτὸς πόρνος καὶ παρὰ Λεωδάμαντι ἡταιρηκὼς καταφανῶς. τὸ δέ, καλός τε κἀγαθός, καὶ μισοπόνηρος καὶ πιστεύων τῷ ἑαυτοῦ βίῳ, καὶ τὸν Λεωδάμαντα ὅστις ἐστὶν ἀγνοῶν, ἄγει μᾶλλον ἐπὶ τὴν ἔμφασιν τῆς ἀληθείας, ἐκ τῶν ἐναντίων προειδότας παντὸς τοῦ λόγου τὴν ὑπόθεσιν. τούτου γὰρ δεῖ τοῖς εἰρωνευομένοις, ἐπεὶ πρὸς ἀγνοοῦντας κἂν ἀληθὲς ἐγκώμιον δόξειεν ἡ μεταβολή. Εἰσὶ δὲ τῶν τῆς διανοίας σχημάτων ὡς ἀνωτάτω ὀνομασίαι δύο, ἐπίτασις καὶ ἔκλυσις· τούτων τῇ μὲν ἐπιτάσει ὑποτάσσεται ἡ εἰρωνεία, τῇ δὲ ἐκλύσει ἡ καταβολή. Ἔστι δὲ εἰρωνεία λόγος διὰ τῶν ἐναντίων κατ’ ἐπίτασιν τὸ ὑποκείμενον πρᾶγμα σημαίνων, ὡς παρὰ Εὐριπίδῃ προειποῦσα ἡ Μήδεια ὅσων προϋπῆρξεν εἰς τὸν ἄνδρα εὐεργεσιῶν, ἐπιφέρει παθητικώτατα, τοιγάρ με πολλαῖς μακαρίαν ἀν’ Ἑλλάδα ἔθηκας ἀντὶ τῶνδε. θαυμαστὸν δέ σε ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη δόμων, ἔρημος σὺν τέκνοις μόνη μόνοις. Ἔκλυσις δέ ἐστι πραγμάτων μεγάλων δεινότης διὰ σμικροπρεπείας τοῦ λόγου μαραινομένη ἐν ταῖς τῶν ἀκουόντων διανοίαις, ὡς ὁπόταν ὁ Αἰσχίνης λέγῃ, οὐ μέμνησθε αὐτοῦ τὰ μιαρὰ καὶ ἀπίθανα ῥήματ α ; πῶς ποτε ὑμεῖ ς , ὦ σιδήρεο ι , ἐκαρτερεῖτε ἀκροώμενο ι , ὁπότε ἔφη παρελθώ ν · ἀμπελουργοῦσί τινες τὴν πόλι ν · τὰ κλήματα τοῦ δήμου ὑποβέβλητα ι · φορμορραφούμεθ α . |
| 92 | ταῦτα γὰρ οὐκ ἀναλογεῖ τὰ ῥήματα τῇ τότε ὑποκειμένῃ τῶν πραγμάτων ὑποθέσει. Τῆς δὲ εἰρωνείας καθέστηκεν εἴδη τὰ λεπτομερέστερα τάδε, σαρκασμός, διασυρμός, ἐπικερτόμησις, κατάγελως, εἰκασμός, χαριεντισμός. σαρκασμὸς μὲν οὖν ἐστι λόγος ἠθικὸς μετὰ σεσηρότος τοῦ προσώπου λεγόμενος, οἷον ἦ μὲν δὴ μάλα πολλὰ πονήσατο νόσφιν ἐμεῖο· καὶ δὴ τεῖχος ἔδειμε, καὶ ἤλασε τάφρον ἐπ’ αὐτῷ εὐρεῖαν, μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξεν. διασυρμός ἐστι λόγος εἰρωνικὸς ἐπὶ τῷ διασύρειν τοὺς πέλας λεγόμενος, οἷον ἄλλος δ’ αὖτέ τις ἀνέστη μαντεύεσθαι. ἐπικερτόμησις δέ ἐστι λόγος ἐρεθιστικὸς ἐπὶ τῷ λυπῆσαι τοὺς ἐχθροὺς συντεθειμένος, οἷον ἐνταυθοῖ νῦν ἧσο κύνας τε σύας τ’ ἀπερύκων, μὴ δὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι. κατάγελως δέ ἐστιν ὅταν ἐπί τινι πράξει τῶν μὴ δεόντως καταθρασυνομένων καταπαιζώμεθα, οἷον Ὀθρυονεῦ πέρι δή σε βροτῶν αἰνίζομ’ ἁπάντων, εἰ ἐτεὸν δὴ ταῦτα τελευτήσεις, ὅς’ ὑπέστης Δαρδανίδῃ Πριάμῳ. εἰκασμὸς δέ ἐστιν ὅταν μετὰ τοῦ παρατιθέναι τὸ ὅμοιον καθαιρῶμεν τοὺς πέλας, οἷον ὦ πόποι ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει γρηῒ καμινοῖ ἶσος. χαριεντισμὸς δέ ἐστι λόγος ἠθικὸς μετὰ χάριτος παριστῶν τὴν τοῦ λέγοντος ἐπί τινι διάχυσιν, οἷον ὦ πόποι, ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ. |
| 93 | καὶ τὰ μὲν τῆς διανοίας σχήματα τοιαύτην τινὰ τάξιν ἔχοντα παραδεδόσθω, τὰ δὲ τοῦ λόγου ποικίλα ὄντα τοῖς τε ὀνόμασι καὶ τῇ διακοσμήσει, πειρασώμεθα διὰ συντόμων ἀποδεῖξαι. Γίνεται δὲ πᾶν σχῆμα λόγου καὶ διανοίας ἐν περιόδῳ, ἥτις ἐστὶ λόγος ἐν εὐπεριγράφῳ συνθέσει κώλων αὐτοτελῆ διάνοιαν ἀποτελῶν, οἷον ἀνὴρ γὰρ ἰδιώτης ἐν πόλει δημοκρατουμένῃ νόμῳ καὶ ψήφῳ βασιλεύε ι . περίοδος μὲν οὖν τοῦτο, κῶλα δὲ τῆς περιόδου, πρῶτον μέν, ἀνὴρ γὰρ ἰδιώτης· δεύτερον δέ, ἐν πόλει δημοκρατουμένῃ· τρίτον, νόμῳ καὶ ψήφῳ βασιλεύει. γίνονται δὲ δίκωλοι καὶ τρίκωλοι καὶ τετράκωλοι. δίκωλοι μέν, οἷον Ἀθηναῖοι μὲν κατὰ θάλατταν ἠρίστευο ν , Λακεδαιμόνιοι δὲ ἐν τοῖς πεζικοῖς κινδύνοις ἐπρώτευο ν . τρίκωλοι δέ, ὡς ἔθηκέ τις ἐπὶ τῶν Ἀθηνῶν, ἣ πρὸς ἁπάσας ὁρωμένη καὶ κρινομένη τὰς πόλεις πρόσωπον μὲν ἂν φαίνοιτο τῆς Ἑλλάδος διὰ τὸ κάλλο ς , χεῖρες δὲ διὰ τὴν ἰσχύ ν , ψυχὴ δὲ διὰ τὴν φρόνησι ν . νοείσθω δὲ ἡ τρίκωλος χωρὶς τῆς προεκθέσεως ἀπὸ τοῦ, πρόσωπον μὲν ἂν φαίνοιτο καὶ τὰ ἑξῆς. τετράκωλος δέ, ὡς παρ’ Ἰσοκράτει, τίς γὰρ οὐκ ἂν ἡδέως μετάσχοι στρατείας τῆς ὑπὸ Ἀθηναίων μὲν καὶ Λακεδαιμονίων στρατηγουμένη ς , ὑπὸ δὲ τῆς Ἑλλάδος ἐκπεμπομένη ς , ὑπὲρ δὲ τῆς τῶν συμμάχων ἐλευθερίας ἀθροιζομένη ς , ἐπὶ δὲ τὴν τῶν βαρβάρων τιμωρίαν πορευομένη ς . νῦν δὲ ὁριστέον τὰ σχήματα. ΠΕΡΙ ΤΩΝ ΕΝ ΛΟΓΩι ΣΧΗΜΑΤΩΝ. |
| 94 (1t) | Σχῆμά ἐστι λόγου ἢ λέξεως οἰκονομία μετ’ εὐκοσμίας ἐκπεφευγυῖα τὴν ἰδιωτικὴν ἁπλότητα τῆς ἀπαγγελίας. ἔστι δὲ τὰ τῷ λόγῳ παρακολουθοῦντα σχήματα τάδε· ἀπὸ κοινοῦ, μερισμός, ἀπολελυμένον, παρονομασία, ἀποσιώπησις, διὰ μέσου, διόρθωσις, προδιόρθωσις, ἐπιδιόρθωσις, ἀποστροφή, διαβεβαίωσις, ἐρώτησις, ἀντεστραμμένον, ἐπαναφορά, πολύπτωτον, ὁμοιόπτωτον, ὁμοιοκατάληκτον, ὁρισμός, ἀστεϊσμός, ἐπιτροπή, ἀντίθεσις, διάλυσις, ἐπίζευξις, κλῖμαξ, σύλληψις, κατ’ ἐξοχήν, Πινδαρικόν, Ἰβύκειον, Ἀλκμανικόν, ἐκ παραλλήλου, καταρίθμησις, ἀσύνδετον, ἐξ ἀντιστρόφου. τὰς γὰρ κατασκευὰς τοῦ λόγου οὐ συναριθμητέον τοῖς σχήμασιν, οἷον τήν τε προοικονομίαν καὶ προαναφώνησιν καὶ παραβολὴν καὶ ὁμοίωσιν καὶ ἀνταπόδοσιν καὶ παράδειγμα καὶ εἰκόνα. Ἀπὸ κοινοῦ μέν ἐστι λόγων συνέχεια ἐν διανοίᾳ κοινωνοῦσα ὡς ἐπὶ τὸ πλεῖστον ἑνὸς ῥήματος εἰς συντέλειαν, οἷον καὶ ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα δύο κοσμήτορε λαῶν. Μερισμὸς δὲ πράγματος ἑνὸς εἰς πολλὰ διαίρεσις εἰς δήλωσιν τῶν ὑποκειμένων, οἷον ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τι πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας. τούτῳ τῷ σχήματι χρησαμένη ἡ Κλεοπάτρα ὥσπερ ἐδυσώπησε καὶ διήγειρε τὸν Μελέαγρον· ἡ γὰρ καθ’ ἕκαστον τῶν ὑποκειμένων διήγησις εἰς ὄψιν ἡμῖν τὸν τῆς πόλεως οἶκτον ἤγαγεν. Ἀπολελυμένον δέ ἐστι λόγος πολλὰς ἀρχὰς ἔχων ἐκ διαιρέσεως καὶ διαλείμματος ἐκφέρων τὴν τῆς φωνῆς ὁρμήν, καθάπερ ἀνακαιομένου καὶ ἐκλάμποντος τοῦ θυμοῦ τοῦ λέγοντος, οἷον Δύσπαρι, εἶδος ἄριστε, γυναιμανές, ἠπεροπευτά. |
| 95 | Παρονομασία δέ ἐστιν ὅταν ἔκ τινος τῶν ληφθέντων εἰς διάνοιαν ὀνομάτων ἢ ῥημάτων βραχὺ μεταποιήσαντες ἑτέραν κινήσωμεν διάνοιαν, οἷον τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε. συνώνυμον γὰρ ὄνομα λαβὼν ἐτήρησε τὴν ἀρχήν, δυνάμενος εἰπεῖν, Πρόθοος ταχύς. Ἀποσιώπησις δὲ ὁπόταν ἀτοπωτέρᾳ τις μέλλων ἐπιφορᾷ χρῆσθαι σιγήσῃ τὸ συμπέρασμα τῆς διανοίας· ἀλ λ ’ ἐμοὶ μὲν—οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγο υ . Διὰ μέσου δέ ἐστιν ἕνωσις λόγου τὸ ἀκόλουθον ἀφαιρουμένη ἑτέρου τινὸς παραθέσει λόγου, οἷον σφῶϊ μὲν—οὐ γὰρ ἔοικ’ ὀτρυνέμεν—οὔτι κελεύω. Διόρθωσις δὲ ὅταν τῷ ῥηθέντι δυσαρεστήσαντες ὡς οὐχ ἱκανῶς εἰρημένῳ μεταφράσωμεν, εἶτα ἐπιδιασαφήσωμεν αὐτὸ μᾶλλον, οἷον ὑμεῖς τοίνυ ν , ὦ ἄνδρες Ἀθηναῖο ι · τὸ δ ’ ὑμεῖς ὅταν εἴπ ω , τὴν πόλιν λέγ ω . Προδιόρθωσις δὲ ὅταν μέλλωμεν αἰσχρὰ κατὰ τῶν ἀντιδίκων ἢ μεγάλαυχα περὶ αὐτῶν ἐρεῖν, εἶτα ἐκμαλάσσωμεν τοῖς λόγοις προκαταλαμβάνοντες τοὺς ἀκροατάς, οἷον ἐγγὺς ἀνὴρ—οὐ δηθὰ ματεύσομεν—αἴκ’ ἐθέλητε πείθεσθαι· καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος, οὕνεκα δὴ γενεῇφι νεώτατός εἰμι μεθ’ ὑμῖν. πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι. Ἐπιδιόρθωσις δὲ ὅταν τοῖς δοκοῦσιν ἡμαρτῆσθαι ἐπάγῃ τις ὥσπερ θεράπειαν τὴν μετάνοιαν, οἷον σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος. ἐπεὶ γὰρ ὡς περὶ ἑτέρων εἶπε τὸ πείθοντα ι , συμπεριέλαβεν ἐν τῷ δευτέρῳ καὶ ἑαυτόν. |
| 96 | Ἀποστροφὴ δὲ γίνεται ὅταν δέον εἰπεῖν πρὸς ἁμαρτάνοντας, πρὸς μὲν αὐτοὺς ἐκείνους οὐδὲν εἴπωμεν, πρὸς δὲ τὸν τὴν ὅλην ἀποδεχόμενον βλάβην. Ὀδυσσεὺς οὖν βουλόμενος εἰπεῖν τὴν βλάβην τοῖς Ἕλλησιν, ὅτι ἀδικοῦσι παραβαίνοντες τὰς ὑποσχέσεις ἃς ὑπέσχοντο τῷ βασιλεῖ, πρὶν ἑλεῖν τὴν Ἴλιον ἀνακάμπτειν ζητοῦντες οἴκαδε, ἐπεὶ τοῦτο ἑώρα σκληρότερον πρὸς κεκινημένην τὴν ἐκκλησίαν, οὐδὲν μὲν παροξύνων εἶπεν, ἀλλὰ γὰρ ἀπέστρεψε τὸν λόγον πρὸς τὸν βασιλέα, Ἀτρείδη, νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. ἐπεὶ γὰρ τὸ ἐκείνους ψεύστας τε καὶ ἀδίκους ἀποφαίνειν κίνδυνον ἐδόκει φέρειν, τὴν μὲν δύναμιν ἐφύλαξε τοῦ νοῦ, ἔδοξε δὲ πολλοῖς ἐλεεινὸν λέγειν τὸν ἐγκαταλειπόμενον, καὶ οὐ πονηροὺς τοὺς ἐγκαταλείποντας τὸν βασιλέα. Διαβεβαίωσις δέ ἐστι λόγου παρρησία μετὰ τοῦ δύνασθαι πράττειν ἀπαρεμποδίστως ταῦτα ἅπερ ἐν τοῖς λόγοις διασημαίνεται, οἷον ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. Ἐρώτησις δέ ἐστι λόγος ἐν ὑποκρίσει λεγόμενος ἐπὶ τῷ σαφέστερον γνῶναί τι τῶν ἐπιζητουμένων, ὡς παρὰ Ὑπερίδῃ, δοκεῖς γὰρ αὐτὸν εἰπεῖ ν ; Ἀντεστραμμένον δέ ἐστι λόγος ἀντικείμενος τῇ κατὰ φράσιν προφορᾷ τῶν σημαινομένων, οἷον πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. Ἐπαναφορὰ δέ ἐστι πλάσις ἐκ τοῦ διπλασιάζεσθαι ἐπίτασιν δηλοῦσα, οἷον τοῦδ’ ἐγὼ ἀντίος εἶμι, καὶ εἰ πυρὶ χεῖρας ἔοικεν, εἰ πυρὶ χεῖρας ἔοικε, μένος δ’ αἴθωνι σιδήρῳ. |
| 97 | καὶ ἅτε παρθένος ἠΐθεός τε, παρθένος ἠΐθεός τ’ ὀαρίζετον ἀλλήλοιϊν. καὶ Θῆβαι δ έ , Θῆβα ι , πόλις ἀστυγείτω ν , με θ ’ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπαστα ι . Πολύπτωτον δὲ ὅταν ἤτοι τὰς ὀνομασίας ἢ τὰ ὀνόματα εἰς πάσας τὰς πτώσεις μεταβάλλοντες διατιθώμεθα τὸν λόγον, ὡς παρὰ Κλεοχάρει· Δημοσθένης ὑπέστη Φιλίππ ῳ · Δημοσθένους πένης μὲν ὁ βίο ς , μεγάλη δ ’ ἡ παρρησί α · Δημοσθένει πολλῶν διδομένων οὐδὲν οὔτε πλῆθος οὔτε κάλλος ἄξιον ἐφάνη προδοσία ς · Δημοσθένην Ἀλέξανδρος ἐξῄτε ι · τὸ διὰ τί πα ρ ’ αὑτοῖς λογίζεσθ ε · ἀδίκως τε ἀπέθανε ς , ὦ Δημόσθενε ς . ἔστι δὲ τὸ τοιοῦτον σχῆμα καὶ παρά τισι τῶν ποιητῶν, ὡς παρ’ Ἀρχιλόχῳ καὶ Ἀνακρέοντι· καὶ παρὰ μὲν οὖν Ἀρχιλόχῳ· νῦν δὲ Λεώφιλος μὲν ἄρχει, Λεώφιλος δ’ ἐπικρατεῖ, Λεωφίλῳ δὲ πάντα κεῖται, Λεώφιλος δ’ ἄκουε. παρὰ δὲ Ἀνακρέοντι ἐπὶ τριῶν, Κλευβούλου μὲν ἔγωγ’ ἐρῶ, Κλευβούλῳ δ’ ἐπιμαίνομαι, Κλεύβουλον δ’ ἰδέειν ποθέω. Ὁμοιόπτωτον δέ ἐστι φράσις ἐκ τῶν παραπλησίων καὶ τῶν ὁμοίων κλίσεων εἰς ἓν ἐξενηνεγμένη, οἷον ἐπὶ μὲν εὐθείας, λυσόμενός τε θύγατρα, φέρων τ’ ἀπερείσι’ ἄποινα, στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος. ἐπὶ δὲ αἰτιατικῆς, Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε. καὶ ἐπὶ τοῦ αὐτοῦ χρόνου, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. |
| 98 | Ὁμοιοκατάληκτον δέ ἐστι φράσις εἰς μίαν καὶ τὴν ὁμοίαν κατακλειομένη κατάληξιν, οἷον Οὔλυμπον δ’, ὅθι φασὶ θεῶν ἕδος ἔμμεναι ἐσθλόν. οὔτ’ ἀνέμοισι τινάσσεται οὔτε ποτ’ ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπικίδναται, ἀλλὰ μάλ’ αἴθρη πέπταται ἀννέφελος. Ὁρισμὸς δέ ἐστιν ὅταν προθέντες ὄνομά τι ἢ ῥῆμα, οἷόν ἐστιν, ὁριζώμεθα· παραπέμπει γὰρ ἡμᾶς ἡ ἐλπί ς , αὕτη δὲ ἀτυχούντων ἐστὶν ἐφόδιο ν . Ἀστεϊσμὸς δέ ἐστι προσποίησις πιθανὴ τοῦ μὴ λέγειν ἢ μνημονεύειν ἡμᾶς ἃ λέγομεν, ὡς παρὰ Σοφοκλεῖ εἰσῆκται λέγων ὁ Ὀδυσσεὺς τῷ Διομήδει, ἐγὼ δ’ ἐρῶ σοι δεινὸν οὐδέν, οὔθ’ ὅπως φυγὰς πατρῴας ἐξελήλασαι χθονός, οὔθ’ ὡς ὁ Τυδεὺς ἀνδρὸς αἷμα συγγενὲς κτείνας ἐν Ἄργει ξεῖνος ὢν οἰκίζεται, οὔθ’ ὡς πρὸ Θηβῶν ὠμοβρῶτ’ ἐδαίσατο τὸν Ἀστάκειον παῖδα διακαρατομῶν. Ἐπιτροπὴ δὲ ὅταν τοῖς ἀκούουσιν ἐπιτρέψωμεν τὴν τῶν πραγμάτων ἢ ὀνομάτων ἐξουσίαν, ὡς παρὰ τῷ Εὐριπίδῃ παρεισάγεται ἡ Ἀνδρομέδα λέγουσα τῷ Περσεῖ, ἄγου δέ μ’ ὦ ξέν’, εἴτε πρόσπολον θέλεις, εἴτ’ ἄλοχον, εἴτε δμωΐδα. Ἀντίθεσις δὲ γίνεται κατὰ τρόπους πλείους· εἷς μὲν ὅταν ἀντικείμενα ὀνόματα λαμβάνηται· τιμωρία γὰρ ἐπιτίμιον κακία ς , οὐκ ἀρετῆ ς . καὶ πολέμῳ δὲ ἰσχὺν χορηγεῖ πλοῦτο ς , οὐ πενί α . καὶ κατὰ διέξοδον, προτιμῶσιν αἱ πόλεις τῶν ἀδίκως πλουτούντων τοὺς δικαίως πενομένου ς , καὶ τῶν παρανόμως νικώντων τοὺς ἐννόμως ἡττωμένου ς , καὶ τῶν κακῶς ζώντων τοὺς καλῶς ἀποθνήσκοντα ς . |
| 99 | ἑτέρα δὲ ἀντίθεσις ὅταν ἀντιστέλληται κατάφασις ἀποφάσει· σὺ μὲν γὰρ ἔλαβε ς , Δημάδ η , δῶρα παρὰ Φιλίππο υ , ἐγὼ δὲ οὐκ ἔλαβο ν · καὶ σὺ μὲν συνέπινες αὐτῷ κατὰ τῆς πόλεως εὐωχουμέν ῳ , ἐγὼ δὲ οὐ συνέπινο ν · καὶ σὺ μὲν συνηνέχθης τοῖς ἐκείνου πρέσβεσι συνομνύμενο ς , ἐγὼ δὲ οὐ συνηνέχθη ν . Διάλυσις δὲ ὁπόταν τοὺς συνδέσμους αἴροντες ἑκάστου τῶν κώλων ἰδίαν ἀρχὴν ποιώμεθα, οἷον νομίσατε ὁρᾶν ἁλισκομένην πόλι ν , τειχῶν κατασκαφά ς , ἐμπρήσεις οἰκιῶ ν , ἀγομένας γυναῖκα ς , παῖδας ἐπὶ δουλεία ν , πρεσβύτας ἄνδρα ς , πρεσβύτιδας γυναῖκα ς , ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερία ν , κλαίοντα ς , ἱκετεύοντας ἡμᾶ ς , ὀργιζομένους οὐ τοῖς τιμωρουμένοι ς , ἀλλὰ τοῖς τούτων αἰτίοι ς . νῦν γὰρ οὐκ εἶπεν ἁλισκομένην πόλιν καὶ ἐμπιπραμένας οἰκίας καὶ κατασκαπτόμενα τείχη, ἀλλὰ χωρὶς τῶν συνδέσμων ἐξέφρασε τὸν λόγον. Ἐπίζευξις δὲ ὅταν τὰ προκείμενα ὀνόματα διαλαμβάνοντες τὴν ἐπιφορὰν ἐκφαντικωτέραν ποιησώμεθα, οἷον Θῆβαι δ έ , Θῆβα ι , πόλις ἀστυγείτω ν , με θ ’ ἡμέραν ἐκ μέσης τῆς Ἑλλάδος ἀνηρπάσθ η . Κλῖμαξ δὲ ὅταν ἕκαστον τῶν ἐν τοῖς κώλοις ὀνομάτων ἀναλαμβάνοντες διατιθώμεθα τὸν λόγον, ὡς οὐκ εἶπον μὲν ταῦτ α , οὐκ ἔγραψα δ έ , οὐ δ ’ ἔγραψα μέ ν , οὐκ ἐπρέσβευσα δ έ , οὐ δ ’ ἐπρέσβευσα μέ ν , οὐκ ἔπεισα δὲ Θηβαίου ς . καὶ τὸ παρ’ Ὁμήρῳ δέ τινες τούτῳ τῷ σχήματι συναριθμοῦσιν, Ἥφαιστος μὲν δῶκε Διῒ Κρονίωνι ἄνακτι· αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργειφόντῃ Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ· αὐτὰρ ὁ αὖτε Πέλοψ δῶκ’ Ἀτρέϊ, ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· αὐτὰρ ὁ αὖτε Θύεστ’ Ἀγαμέμνονι λεῖπε φορῆναι. |
| 100 | Σύλληψις δὲ ὅταν τὸ τῷ ἑτέρῳ συμβεβηκὸς κἀπὶ θατέρου λαμβάνηται, οἷον τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε, Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς. πιθανὸν γὰρ ἦν αὐτῶν τὸν ἕτερον σκάζειν, τὸν κατὰ τοῦ ταρσοῦ τετρωμένον. καὶ Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον. μόνος γὰρ ὁ Βορέας ἀπὸ τῆς Θρᾴκης ἐκπνεῖ. καὶ τὸ παρὰ Πινδάρῳ ἐπί τε τοῦ Πειρίθου καὶ τοῦ Θησέως λεγόμενον, φὰν δ ’ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνο ς . Κατ’ ἐξοχὴν δὲ γίνεται ὅταν τῶν ἐν τῷ κοινῷ ῥηθέντων ἰδίᾳ καθ’ ὑπεροχὴν μνησθῶμεν τινῶν· Ζεὺς δ’ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσεν. εἷς γὰρ ἦν τῶν Τρώων καὶ ὁ Ἕκτωρ, ἰδίᾳ δὲ εἴρηται, ὅτι ἄριστος· καὶ οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος. ὅπερ οὐ νοήσαντες οἱ νεώτεροι τὸν Μελέαγρον, Ἄρεως ὄντα, κεχωρίσθαι τῶν Οἰνειδῶν ἔδοξαν. Πινδαρικὸν δὲ τὰ τοῖς πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ῥήματα ἔχοντα ἐπιφοράν, οἷον ἄνδρες ἐπὶ πόλεω ς . καὶ ἰαχεῖ βαρυφθεγκτᾶν ἀγέλαι λεόντω ν . καὶ παρ’ Ἡσιόδῳ, τῆς δ’ ἦν τρεῖς κεφαλαί. ἀπὸ δὲ τούτου τοῦ ἔθους καὶ τοῖς οὐδετέροις πληθυντικοῖς ἑνικὰ ῥήματα ἐπιφέρειν ἀεὶ παρεδεξάμεθα, ὅπερ οὐ τηροῦσι παντάπασιν οἱ λυρικοί, ἀλλ’ οὐδὲ ὁ ποιητής· λέγει γοῦν γυῖα λέλυνται· καὶ ἐκ παραλλήλου, καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται. |
| 101 | Τὸ δὲ Ἰβύκειον καὶ λέξεως καὶ συντάξεώς ἐστι, γίνεται δὲ ἐν τοῖς ὑποτακτικοῖς τρίτοις προσώποις τῶν ῥημάτων κατὰ πρόσθεσιν τῆς σι συλλαβῆς, λαμπρὸν παμφαίνῃσι λελουμένος ὠκεανοῖο. καὶ εἴπερ τις ἐπιχθονίων ἀνθρώπων φησὶν ἐλεύσεσθαι. καλεῖται δὲ Ἰβύκειον, οὐχ ὅτι πρῶτος Ἰβυκὸς αὐτῷ ἐχρήσατο, (δέδεικται γὰρ καὶ παρ’ Ὁμήρῳ πρότερον) ἀλλ’ ἐπεὶ πολὺ καὶ κατακορὲς παρ’ αὐτῷ. καὶ γὰρ γλαυκώπιδα Κασάνδραν, ἐρασιπλόκαμον κόραν Πριάμοιο, φᾶμις ἔχησι βροτῶν. καὶ δι’ ἑτέρων, τᾶμος ἄϋπνος κλυτὸς ὄρθρος ἐγείρησιν ἀηδόνας, ἀντὶ τοῦ ἐγείρῃ. Ἀλκμανικὸν δὲ τὸ μεσάζον τὴν ἐπαλλήλων ὀνομάτων ἢ ῥημάτων θέσιν πληθυντικοῖς ἢ δυϊκοῖς ὀνόμασιν ἢ ῥήμασι. τέσσαρα δὲ παρὰ τῷ ποιητῇ τοιαῦτα, ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος. καὶ ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε. καὶ εἰ δέ κ’ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων. καὶ εἰ μὲν δὴ θάρσος μοι Ἄρης τ’ ἔδοσαν καὶ Ἀθήνη. πλεονάζει δὲ τοῦτο τὸ σχῆμα παρ’ Ἀλκμᾶνι τῷ λυρικῷ, ὅθεν καὶ Ἀλκμανικὸν ὠνόμασται. εὐθὺς γοῦν ἐν τῇ δευτέρᾳ ᾠδῇ παρείληπται, Κάστωρ τε πώλων ὠκέων δαμάντορες ἱππότα σοφὼ καὶ Πολυδεύκης κυδρός. |
| 102 | Ἐκ παραλλήλου δὲ ὅταν δύο λέξεις ἐπάλληλοι τεθῶσι τὸ αὐτὸ σημαίνουσαι, ὡς δηθά τε καὶ δολιχόν, ταὐτὸ σημαίνουσι. γίνεται δὲ ἤτοι ἐκ δύο λέξεων, ὡς ἔχει τὸ προειρημένον, ἐκ κοινοῦ καὶ ξένου, πυκνοὶ καὶ θαμέες· ἢ ἐκ δύο κοινῶν, δεῦτ’ ἄγετ’ Ἀργείην Ἑλένην καὶ κτήμαθ’ ἅμ’ αὐτῇ. καὶ ὡς παρὰ τῷ Ἡσιόδῳ, νόσφιν ἄτερ πόνου καὶ ὀϊζύος. Καταρίθμησις δὲ ὅταν ἐπαλλήλων ὀνομάτων σύνθεσις γίνηται, Καρδαμύην Ἐνόπην τε καὶ Ἰρὴν ποιήεσσαν. καὶ παρὰ Δημοσθένει, πρῶτον Ἐρέτριαν εἷλε ν , εἶτα Πύδναν πόλι ν , Ποτίδαια ν , Μεθώνην αὖθι ς . Ἀσύνδετον δὲ τὸ τὸν μὲν λόγον ἠρτημένον ἔχον τοῦ προτέρου διανοήματος, τὴν δὲ φράσιν κεχωρισμένην, ἴομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ’ Ὀδυσσεῦ· εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά. καὶ ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος, χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον. Ἐξ ἀντιστρόφου δέ ἐστι φράσις ἡ τὰ συνέχοντα τὴν ἑρμηνείαν ἐνηλλαγμένα ἔχουσα, ταὶ δὲ μεγάλα κτυπέουσαι πίπτον, ἀντὶ τοῦ πίπτουσαι ἐκτύπουν. καὶ κάμε τεύχω ν · καμὼν γὰρ ἔτευξεν. τοιοῦτο λέγουσιν εἶναι καὶ τὸ παρῴχηκε δὲ πλέον νὺξ τῶν δύο μοιράων. |
| 103 | νοείσθω δὲ τὸ πλέον τῆς νυκτός, ὅ εἰσι δύο μοῖραι. Ῥητέον δ’ ἑξῆς καὶ περὶ τῶν τοῦ λόγου κατασκευῶν. Προοικονομία τοίνυν ἐστὶν ἡ τὰ μέλλοντα διατίθεσθαι προπαρασκευάζουσα λέξις. ἐπειδὴ τῷ Σκαμάνδρῳ διωνυμίαν ἤμελλε περιάπτειν ὁ ποιητής, ἄλλας προϋπεστήσατο διωνυμίας, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης. καὶ χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν· ἵνα τῷ μέτρῳ τὸ ξάνθου ὄνομα παραλειφθὲν ἁρμόσῃ. Προαναφώνησις δὲ ἡ τὰ μέλλοντα αὖθις διὰ πλειόνων ῥηθήσεσθαι προσυνιστῶσα φράσις, οἷον ἦ γὰρ ἔμελλε οἷ τ’ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι. καὶ ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεύς, καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλεν, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν· αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι, πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ. ἡ δὲ προαναφώνησις ἐξ ἡρωϊκοῦ προσώπου γίνεται ὡς πρός τινα μὴ παρόντα, ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον· ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν. καὶ ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι, θνητῷ, ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε. Παραβολὴ δὲ πράγματος ὁμοίου παράθεσις ἢ γινομένου ἢ οἵου τε ὄντος γενέσθαι, ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών. |
| 104 | Ὁμοίωσις δὲ πράγματος ὁμοίου παράθεσις, οἷον ὄρνιθες ὥς. διαφέρει δὲ τῆς παραβολῆς, ὅτι διὰ συντόμων ὡς ἐπιτοπλεῖστον λέγεται καὶ χωρὶς ἀνταποδόσεως φράζεται. Ἀνταπόδοσις δὲ φράσις ἀνταποδιδομένη τῇ παραβολῇ καὶ συναπλοῦσα τοῖς πραττομένοις αὐτήν, ὡς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱός. Παράδειγμα δὲ πράξεων ἔκθεσις πρὸς ὁμοιότητα τῶν ἐνεστηκυιῶν προτροπῆς χάριν ἢ ἀποτροπῆς ἢ δηλώσεως ἁπλῆς, μέμνημαι τόδε ἔργον ἐγὼ πάλαι, οὔτι νέον γε· ὡς ἦν, ἐν δ’ ὑμῖν ἐρέω πάντεσσι φίλοισι· Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι. ἀποτροπῆς γὰρ ἕνεκα παρείληπται. προτροπῆς δὲ χάριν, οἷον ἢ οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν. δηλώσεως δὲ ἁπλῆς, τῷ ἴκελον οἷόν ποτ’ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. Εἰκὼν δέ ἐστι διαγραφὴ σωμάτων κατὰ μέρος ἤτοι μετὰ παραθέσεως ἢ διὰ ψιλῆς ἀποτυπώσεως· μετὰ μὲν παραθέσεως, οἷον ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. διὰ ψιλῆς ἀποτυπώσεως δέ, γυρὸς ἐν ὤμοισιν, μελανόχροος οὐλοκάρηνος. |