eul_wid: cto-aj

Scholia-Euripides
Σχόλια εἰς Εὐριπίδην

Xenophon Scholia Scholia Euripides PDF

The Scholia on Euripides constitute a corpus of marginal and interlinear annotations found in medieval manuscripts of the tragedian's plays. These notes, compiled from the work of numerous ancient grammarians, rhetoricians, and critics, offer a multifaceted commentary on the Euripidean text. Their content ranges from basic textual criticism and linguistic glosses to more expansive explanations of mythological references, historical context, rhetorical devices, and metrical structure. The scholia are not a unified work but a layered accretion of scholarship, primarily from the Hellenistic and Roman periods, which was later condensed and transmitted by Byzantine scribes from the tenth to the fourteenth centuries. Their transmission is tied to specific manuscript families, each preserving different strands of the ancient exegetical tradition. The occasional attribution to a grammarian named Xenophon likely reflects a manuscript tradition identifying a particular compiler or a prominent source within the collection. For modern scholarship, these annotations are an indispensable resource. They preserve fragments of otherwise lost critical works, illuminate the ancient reception and interpretation of Euripides, and provide editors of his text with vital evidence of ancient editorial judgments and variant readings.

vita t ΓΕΝΟΣ ΕΥΡΙΠΙΔΟΥ Εὐριπίδης ὁ ποιητὴς υἱὸς ἐγένετο Μνησαρχίδου καπήλου καὶ Κλειτοῦς λαχανοπώλιδος, Ἀθηναῖος.
vita 1 [5] ἐγεννήθη δὲ ἐν Σαλαμῖνι ἐπὶ Καλλίου ἄρχοντος κατὰ τὴν οε ὀλυμπιάδα ὅτε ἐναυμάχησαν τοῖς Πέρσαις οἱ Ἕλληνες. Ἤσκησε δὲ κατ’ ἀρχὰς μὲν παγκράτιον, ἢ πυγμὴν, τοῦ πατρὸς αὐτοῦ χρησμὸν λαβόντος ὅτι στεφανηφόρους ἀγῶνας νικήσει, καί φασιν αὐτὸν Ἀθήνησι νικῆσαι· ἀναγνοὺς δὲ ἐπὶ τραγῳδίαν ἐτράπη καὶ πολλὰ προσεξεῦρε, προλόγους φυσιολογίας ῥητορείας ἀναγνωρισμοὺς, ὡς δὴ ἀκουστὴς γενόμενος Ἀναξαγόρου καὶ Προδίκου καὶ Πρωταγόρου.
vita 2 [35] δοκεῖ 〈δὲ〉 αὐτῷ καὶ Σωκράτης ὁ φιλόσοφος [καὶ Μνησίλοχος] συμπεποιηκέναι τινά, ὥς φησι Τηλεκλείδης [frg. 39. 40]· ‘Μνησίλοχος δὲ ἐκεῖνος φρύγει τι δρᾶμα καινὸν Εὐριπίδου καὶ Σωκράτης τὰ φρύγαν’ ὑποτίθησιν.‘ οἱ δὲ τὰ μέλη αὐτῷ φασι Κηφισοφῶντα ποιεῖν, ἢ Τιμοκράτην Ἀργεῖον. φασὶ δὲ αὐτὸν καὶ ζωγράφον γενέσθαι καὶ δείκνυσθαι αὐτοῦ πινάκια ἐν Μεγάροις· γενέσθαι δὲ αὐτὸν καὶ πυρφόρον τοῦ Ζωστηρίου Ἀπόλλωνος. γεννηθῆναι δὲ τῇ αὐτῇ ἡμέρᾳ 〈ᾗ〉 καὶ Ἑλλάνικον, ἐν ᾗ ἐνίκων τὴν περὶ Σαλαμῖνα ναυμαχίαν οἱ Ἕλληνες, ἄρξασθαι δὲ ἀγωνίζεσθαι γενόμενον ἐτῶν κϛ . μετέστη δὲ ἐν Μαγνησίᾳ καὶ προξενίᾳ ἐτιμήθη καὶ ἀτελείᾳ. ἐκεῖθεν δὲ εἰς Μακεδονίαν παρὰ Ἀρχέλαον γενόμενος διέτριψε καὶ χαριζόμενος αὐτῷ δρᾶμα ὁμωνύμως ἔγραψε καὶ μάλα ἔπραττε παρ’ αὐτῷ, ὅτε καὶ ἐπὶ τῶν διοικήσεων ἐγένετο. ἐλέγετο δὲ καὶ βαθὺν πώγωνα θρέψαι καὶ ἐπὶ τῆς ὄψεως φακοὺς ἐσχηκέναι. γυναῖκα δὲ γῆμαι πρώτην Μελιτώ, δευτέραν δὲ Χοιρίλην. καὶ υἱοὺς κατέλιπε τρεῖς, Μνησαρχίδην μὲν πρεσβύτατον ἔμπορον, δεύτερον δὲ Μνησίλοχον ὑποκριτήν, νεώτατον δὲ Εὐριπίδην, ὃς ἐδίδαξε τοῦ πατρὸς ἔνια δράματα. ἤρξατο δὲ διδάσκειν ἐπὶ Καλλίου ἄρχοντος ὀλυμπιάδος πα ἔτει α , πρῶτον δὲ ἐδίδαξε τὰς Πελιάδας, ὅτε καὶ τρίτος ἐγένετο. τὰ πάντα δ’ ἦν αὐτοῦ δράματα ϙβ , σῴζεται δὲ οη · τούτων νοθεύεται τρία, Τέννης Ῥαδάμανθυς Πειρίθους. ἐτελεύτησε δὲ, ὥς φησι Φιλόχορος, ὑπὲρ τὰ ο ἔτη γεγονώς, ὡς δὲ Ἐρατοσθένης, οε · καὶ ἐτάφη ἐν Μακεδονίᾳ· κενοτάφιον δὲ αὐτοῦ [ἐν] Ἀθήνησιν ἐγένετο καὶ ἐπίγραμμα ἐπεγέγραπτο Θουκυδίδου τοῦ ἱστοριογράφου ποιήσαντος, ἢ Τιμοθέου τοῦ μελοποιοῦ· μνῆμα μὲν Ἑλλὰς ἅπας’ Εὐριπίδου, ὀστέα δ’ ἴσχει γῆ Μακεδών, ᾗπερ δέξατο τέρμα βίου. πατρὶς δ’ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δὲ Μούσας τέρψας ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. φασὶ δὲ [καὶ] κεραυνωθῆναι ἀμφότερα μνημεῖα. λέγουσι δὲ καὶ Σοφοκλέα ἀκούσαντα ὅτι ἐτελεύτησεν, αὐτὸν μὲν ἱματίῳ φαιῷ προελθεῖν, τὸν δὲ χορὸν καὶ τοὺς ὑποκριτὰς ἀστεφανώτους εἰσαγαγεῖν ἐν τῷ προαγῶνι καὶ δακρῦσαι τὸν δῆμον. Εὐριπίδης Μνησαρχίδου Ἀθηναῖος.
vita 3 [15] τοῦτον οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ὡς λαχανοπώλιδος υἱὸν κωμῳδοῦσι. γενέσθαι δὲ κατ’ ἀρχὰς μὲν αὐτόν φασι ζωγράφον, σχολάσαντα δὲ Ἀρχελάῳ τῷ φυσικῷ καὶ Ἀναξαγόρᾳ ἐπὶ τραγῳδίαν ὁρμῆσαι. ὅθεν καὶ πλέον τι φρονήσας εἰκότως περιίστατο τῶν πολλῶν, οὐδεμίαν φιλοτιμίαν περὶ τὰ θέατρα ποιούμενος. διὸ τοσοῦτον αὐτὸν ἔβλαπτε τοῦτο ὅσον ὠφέλει τὸν Σοφοκλέα. ἐπέκειντο δὲ καὶ οἱ κωμικοὶ φθόνῳ αὐτὸν διασύροντες. ὑπεριδὼν δὲ πάντα εἰς Μακεδονίαν ἀπῆρε πρὸς Ἀρχέλαον τὸν βασιλέα κἀνταῦθα ὀψιαίτερον ἀναλύων ὑπὸ βασιλικῶν ἐφθάρη κυνῶν. ἤρξατο δὲ διδάσκειν κατὰ τὴν πα ὀλυμπιάδα ἐπὶ ἄρχοντος Καλλίου. πλάσματι δὲ μέσῳ χρησάμενος περιγέγονε τῇ ἑρμηνείᾳ ἄκρως εἰς ἀμφότερον χρώμενος ταῖς ἐπιχειρήσεσι. καὶ τοῖς μέλεσίν ἐστιν ἀμίμητος παραγκωνιζόμενος τοὺς μελοποιοὺς σχεδὸν πάντας, ἐν δὲ τοῖς ἀμοιβαίοις περισσὸς καὶ φορτικὸς καὶ ἐν τοῖς προλόγοις δὲ ὀχληρός, ῥητορικώτατος δὲ τῇ κατασκευῇ καὶ ποικίλος τῇ φράσει καὶ ἱκανὸς ἀνασκευάσαι τὰ εἰρημένα. τὰ πάντα δὲ ἦν αὐτοῦ δράματα ϙβ , σῴζεται δὲ αὐτοῦ δράματα ξζ καὶ γ πρὸς τούτοις τὰ ἀντιλεγόμενα, σατυρικὰ δὲ η , ἀντιλέγεται δὲ καὶ τούτων τὸ α . νίκας δὲ ἔσχε ε . ἐτελεύτησε δὲ τὸν τρόπον τοῦτον.
vita 4 [10] ἐν τῇ Μακεδονίᾳ κώμη ἐστὶ καλουμένη Θρᾳκῶν διὰ τό ποτε κατῳκηκέναι ἐνταῦθα Θρᾷκας. ἐν ταύτῃ ποτὲ τοῦ Ἀρχελάου Μολοττικὴ κύων ἦλθεν ἀποπλανηθεῖσα. ταύτην Θρᾷκες, ὡς ἔθος, θύσαντες ἔφαγον. καὶ δὴ ὁ Ἀρχέλαος ἐζημίωσεν αὐτοὺς ταλάντῳ. ἐπεὶ οὖν οὐκ εἶχον, Εὐριπίδου ἐδεήθησαν ἀπολύσεως τυχεῖν δεηθέντος τοῦ βασιλέως. χρόνῳ δὲ ὕστερον Εὐριπίδης ἐν ἄλσει τινὶ πρὸ τῆς πόλεως ἠρέμει, Ἀρχελάου δὲ ἐπὶ κυνηγέσιον ἐξελθόντος, τῶν σκυλάκων ἀπολυθέντων ὑπὸ τῶν κυνηγῶν καὶ περιτυχόντων Εὐριπίδῃ, διεσπαράχθη καταβρωθεὶς ὁ ποιητής. ἦσαν δὲ ἔκγονοι οἱ σκύλακες τῆς ὑπὸ Θρᾳκῶν ἀναιρεθείσης κυνός, ὅθεν καὶ παροιμία ἐστὶ παρὰ τοῖς Μακεδόσι ‘κυνὸς δίκη‘. φασὶ δὲ αὐτὸν ἐν Σαλαμῖνι σπήλαιον κατασκευάσαντα ἀναπνοὴν ἔχον εἰς τὴν θάλασσαν ἐκεῖσε διημερεύειν φεύγοντα τὸν ὄχλον.
vita 5 [20] ὅθεν καὶ ἐκ θαλάσσης λαμβάνει τὰς πλείους τῶν ὁμοιώσεων. σκυθρωπὸς δὲ καὶ σύννους καὶ αὐστηρὸς ἐφαίνετο καὶ μισογέλως, καθὰ καὶ Ἀριστοφάνης αὐτὸν αἰτιᾶται ‘στρυφνὸς ἔμοιγε προσειπεῖν [Εὐριπίδησ]‘. λέγουσι δὲ αὐτὸν γήμαντα τὴν Μνησιλόχου θυγατέρα Χοιρίλην καὶ νοήσαντα τὴν ἀκολασίαν αὐτῆς γράψαι πρῶτον τὸ δρᾶμα τὸν Ἱππόλυτον, ἐν ᾧ τὴν ἀναισχυντίαν θριαμβεύει τῶν γυναικῶν, ἔπειτα δὲ αὐτὴν ἀποπέμψασθαι. λέγοντος δὲ τοῦ γήμαντος αὐτὴν ‘σωφρονεῖ παρ’ ἐμοί‘ ‘δύστηνος εἶ‘ ἔφη ‘εἰ [γυναῖκα] δοκεῖς παρ’ ᾧ μὲν αὐτὴν σωφρονεῖν, παρ’ ᾧ δὲ μή‘. ἐπιγῆμαι δὲ αὐτὸν δευτέραν, ἣν εὑρὼν ἀκολαστοτέραν προχειροτέρως εἰς τὴν κατὰ τῶν γυναικῶν βλασφημίαν ἐθρασύνετο. αἱ δὲ γυναῖκες ἐβουλήθησαν αὐτὸν κτεῖναι εἰσελθοῦσαι εἰς τὸ σπήλαιον, ἐν ᾧ γράφων διετέλει. διαβάλλεται δὲ ὑπὸ φθόνου ὡς τὸν Κηφισοφῶντα εἶχε συμποιοῦντα αὐτῷ τὰς τραγῳδίας. λέγει δὲ καὶ Ἕρμιππος [frg. 73 b ] Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοὺς φέροντας ἐν [τῷ] Μουσῶν ἱερῷ ἀναθεῖναι ἐπιγράψαντα τοῖς αὐτοῦ 〈καὶ〉 Εὐριπίδου ὀνόμασι. διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φασι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. μειρακίου δέ τινος ἀπαιδευτοτέρου στόμα δυσῶδες ἔχειν ὑπὸ φθόνου αὐτὸν εἰπόντος ‘εὐφήμει‘ ἔφη ‘μέλιτος καὶ Σειρήνων γλυκύτερον στόμα‘. ἔσκωπτε δὲ τὰς γυναῖκας διὰ τῶν ποιημάτων δι’ αἰτίαν τοιαύτην.
vita 6 [1] εἶχεν οἰκογενὲς μειράκιον ὀνόματι Κηφισοφῶντα. πρὸς τοῦτον ἐφώρασε τὴν οἰκείαν γυναῖκα ἀτακτοῦσαν. τὸ μὲν οὖν πρῶτον ἀπέτρεπεν ἁμαρτάνειν· ἐπεὶ δ’ οὐκ ἔπειθε, κατέλιπεν αὐτῷ τὴν γυναῖκα βουλομένου αὐτὴν ἔχειν τοῦ Κηφισοφῶντος. λέγει οὖν καὶ ὁ Ἀριστοφάνης [frg. 580] ‘Κηφισοφῶν ἄριστε καὶ μελάντατε, σὺ γὰρ συνέζης ὡς τὰ πόλλ’ Εὐριπίδῃ καὶ συνεποίεις † ὥς φησι καὶ τὴν μελῳδίαν‘. λέγουσι δὲ καὶ ὅτι αἱ γυναῖκες διὰ τοὺς ψόγους, οὓς ἐποίει εἰς αὐτὰς διὰ τῶν ποιημάτων, τοῖς Θεσμοφορίοις ἐπέστησαν αὐτῷ βουλόμεναι ἀνελεῖν. ἐφείσαντο δὲ αὐτοῦ πρῶτον μὲν διὰ τὰς Μούσας, ἔπειτα δὲ βεβαιωσαμένου μηκέτι αὐτὰς κακῶς ἐρεῖν. ἐν γοῦν τῇ Μελανίππῃ [frg. 501] περὶ αὐτῶν τάδε φησί· ‘μάτην ἄρ’ ἐς γυναῖκας ἐξ ἀνδρῶν ψόγος ψάλλει κενὸν τόξευμα καὶ κακῶς λέγει· αἱ δ’ εἴς’ ἀμείνους ἀρσένων, ἐγὼ λέγω‘ καὶ τὰ ἑξῆς. οὕτω δὲ αὐτὸν Φιλήμων ἠγάπησεν ὡς τολμῆσαι περὶ αὐτοῦ τοιοῦτον εἰπεῖν [frg. 40 a ] ‘εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, ἀπηγξάμην ἂν ὥστ’ ἰδεῖν Εὐριπίδην‘. ΥΠΟΘΕΣΙΣ ΕΚΑΒΗΣ †Μετὰ τὴν Ἰλίου πολιορκίαν οἱ μὲν Ἕλληνες εἰς τὴν ἀντιπέραν τῆς Τρῳάδος Χερρόνησον καθωρμίσθησαν, Ἀχιλλεὺς δὲ νυκτὸς ὁραθεὶς σφάγιον ᾔτει μίαν τῶν θυγατέρων τοῦ Πριάμου.
arg Hec 1 (t) [15] οἱ μὲν οὖν Ἕλληνες τιμῶντες τὸν ἥρωα Πολυξένην ἀποσπάσαντες Ἑκάβης ἐσφαγίασαν· Πολυμήστωρ δὲ ὁ τῶν Θρᾳκῶν βασιλεὺς ἕνα τῶν Πριαμιδῶν Πολύδωρον ἔσφαξεν. εἰλήφει δὲ τοῦτον παρὰ τοῦ Πριάμου ὁ Πολυμήστωρ ἐν παρακαταθήκῃ μετὰ χρημάτων. ἁλούσης δὲ τῆς πόλεως κατασχεῖν αὐτοῦ βουλόμενος τὸν πλοῦτον φονεύειν ὥρμησεν καὶ φιλίας δυστυχούσης ὠλιγώρησεν. ἐκριφέντος δὲ τοῦ σώματος εἰς τὴν θάλασσαν κλύδων πρὸς τὰς τῶν αἰχμαλωτίδων σκηνὰς αὐτὸν ἐξέβαλεν. Ἑκάβη δὲ τὸν νεκρὸν θεασαμένη ἐπέγνω, κοινωσαμένη δὲ τὴν γνώμην Ἀγαμέμνονι Πολυμήστορα σὺν τοῖς παισὶν αὐτοῦ ὡς ἑαυτὴν μετεπέμψατο κρύπτουσα τὸ γεγονὸς ὡς ἵνα θησαυροὺς ἐν Ἰλίῳ μηνύσῃ αὐτῷ. παραγενομένων δὲ τοὺς μὲν υἱοὺς ἔσφαξεν, αὐτὸν δὲ τῆς ὁράσεως ἐστέρησεν. ἐπὶ δὲ τῶν Ἑλλήνων λέγουσα τὸν κατήγορον ἐνίκησεν. ἐκρίθη γὰρ οὐκ ἄρξαι ὠμότητος, ἀλλ’ ἀμύνασθαι τὸν κατάρξαντα. ΣΧΟΛΙΑ ΕΙΣ ΕΚΑΒΗΝ προλογίζει Πολύδωρος Ἑκάβης ὢν γνήσιος παῖς, ὃν Πολυμήστωρ ὁ τῆς Θρᾴκης βασιλεὺς ἀνεῖλεν.
sch Hec 1 [20] τὴν δὲ Ἑκάβην ** Δύμαντος [Π 718], οἱ πολλοὶ δὲ Κισσέως. ἔνιοι δὲ γράφουσιν Ἑκάβης παῖς γεγὼς τῆς Κισσίας καὶ στοχάζονται ἀπὸ γένους τινὸς τῆς Φρυγίας ἢ κώμης οὕτως αὐτὴν προσαγορεύεσθαι, ὡς καὶ Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ [FHG iv p. 648 a ]. τὰ περὶ τὴν Πολυξένην ἔστι καὶ παρὰ Σοφοκλεῖ εὑρεῖν: —M γράφεται καὶ σκότου ς: —M 1 † ..... ἀποροῦσι ...... πάντως ἀσώματον, ὅ ἐστι πνεῦμα μᾶλλον, τὸ δὲ πνεῦμα δηλαδὴ ἡ ψυχή· ἀεικίνητος γάρ ἐστι καὶ φάνσιν οὐκ οἶδε. διὰ τοῦτο ....... ἐστὶ δηλωτικὸν, τὸ δὲ ἥκω κινήσεως, εἰκότως οὕτως ἐφθέγξατο. ἕτεροι δέ φασιν ὅτι οὐκ οἶδεν 〈τὸ〉 ἧκον, ἀλλὰ ἱκόμην μᾶλλον καὶ ....... ἥκω. ἔστι γὰρ καὶ τῶν ῥητόρων ἴδιον, μάλιστα δὲ τῶν Ἀττικῶν τὸ τοὺς παρ〈ῳχημένουσ〉 χρόνους ἐκφέρειν διὰ ἐνεστώτων καὶ ἀνάπαλιν: —A † .. Πολύδωρος ὁ γεγονὼς παῖς Ἑκάβης τῆς θυγατρὸς τοῦ Κισσέως καὶ τοῦ Πριάμου λιπὼν τὸν κευθμῶνα καὶ τὰς πύλας τοῦ σκότου, ὅπου, εἰς κευθμῶνα δηλονότι· κευθμὼν δὲ λέγεται ὁ κατώτατος τόπος παρὰ τὸ κεύθω, τὸ κρύπτω· κεχ〈ωρισμένως δι〉άγει ὁ Ἅιδης τῶν λοιπῶν θεῶν, 〈τῆς Π〉ερσεφόνης, τοῦ Πλούτωνος καὶ τῶν ἄλλων: —A ὅπου: —M g Ἑκάβης παῖς γεγὼς 〈τῆς Κισσέωσ〉 Πριάμο υ: Φερεκύδης [FHG iv p.
sch Hec 3 [5] 639 a ] γράφει οὕτως· Πρίαμος δὲ ὁ Λαομέδοντος γαμεῖ Ἑκάβην τὴν Δύμαντος τοῦ Ἠιονέως τοῦ Πρωτέως, ἢ Σαγγαρίου τοῦ ποταμοῦ, καὶ νηίδος νύμφης Εὐαγόρας. Γλαυκίππην δ’ ἔνιοι τὴν Ξάνθου τῆς Ἑκάβης παρέδοσαν μητέρα. Νίκανδρος δὲ Εὐριπίδῃ συνδραμὼν τὴν Ἑκάβην φησὶ Κισσέως [frg. 62]· ἔνθ’ Ἑκάβη Κισσηὶς, ὅτ’ ἐν πυρὶ δέρκετο πάτρην καὶ πόσιν ἑλκηθεῖσα παρασπαίροντα θυηλαῖς, εἰς ἅλα ποσσὶν ὄρουσε καὶ ἣν ἠλλάξατο μορφὴν γρήιον Ὑρκανίδεσσιν ἐειδομένη σκυλάκεσσιν: —M Ἑκάβης παῖς γεγὼς 〈τῆσ〉 Κισσέω ς: τὰ περὶ τῆς Ἑκάβης διαφόρως ἱστόρηται. Φιλόχορος μὲν γὰρ ἐν τῷ περὶ τραγῳδιῶν συγγράμματι [FHG iv p. 648 a ] Χοιρίλην αὐτήν φησι καλεῖσθαι, ἴσως δὲ διὰ τὸ πολύπαιδα γεγενῆσθαι· ἡ γὰρ χοῖρος πολλὰ τίκτει, καὶ ἐν τοῖς Ὀρφικοῖς οἱ χοῖροι ἑκάβαι προσαγορεύονται. οἱ δὲ λοιποὶ τῷ κυρίῳ αὐτὴν ὀνόματι προσηγόρευσαν. πολλάκις δὲ ὁ Εὐριπίδης αὐτοσχεδιάζει ἐν ταῖς γενεαλογίαις, ὡς καὶ ἑαυτῷ ἐνίοτε ἐναντία λέγειν, καὶ νῦν Κισσέως ἔφη θυγατέρα τὴν Ἑκάβην μετενεγκὼν τὸν πατέρα Θεανοῦς, περὶ οὗ φησιν Ὅμηρος [Λ 223]· ‘Κισσῆς τόν γ’ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον‘: —MA γράφεται τῆς Κισσία ς· καὶ ὑπονοοῦσιν ἀπὸ γενεᾶς τινος Φρυγίας εἰρῆσθαι ἢ ἀπὸ κώμης, ὡς Φιλόχορος ἐν τῇ πρὸς Ἀσκληπιάδην ἐπιστολῇ: —MA τὸ ἑξῆς· ἥκω Πολύδωρος ὁ παῖς Ἑκάβης τῆς Κισσέως: —MA ἔνιοι Ἠετίωνος καὶ Ἱπποθόης τῆς Ἐριχθονίου Κισσέα φασὶ γενέσθαι, οὗ καὶ Τηλεκλείας τῆς Ἴλου Ἑκάβην καὶ Θεανώ: —M τὸ χ , ὅτι ἰδίως Κισσέως φησὶ τὴν Ἑκάβην Ὁμήρου Δύμαντος αὐτὴν εἰρηκότος [Π 718]· ‘αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντοσ‘: —M † 〈 ὅς μ ’〉 ἐπεὶ Φρυγῶν πόλι ν: ὅστις, πατήρ μου, ἐπεὶ κίνδυνος ἔσχεν, ἤγουν ἐκράτησε, δορὶ 〈πεσεῖν Ἑλληνικῷ〉 τὴν Φρυγῶν πόλιν, φοβηθεὶς 〈μὴ σ〉φαγῇ ὑπὸ τῶν Ἑλλήνων, ὑπεξέπεμψε Τρωικῆς χθονὸς 〈τουτέστιν〉 ἀπὸ Τρωικῆς γῆς ἔπεμψέ με, πρὸς δώματα τοῦ Θρηικίου, ἤτοι τοῦ Θρᾳκικοῦ, φίλου, τοῦ Πολυμήστορος.
sch Hec 4 τὸ δὲ ξένου ἐν εἰρω〈νείᾳ〉 φησίν· ὅστις, Πολυμήστωρ, σπείρει, ἀντὶ τοῦ δι〈οικεῖ〉 .. τὴν ἀρίστην Χερρονησίαν χώραν. τὸ δὲ πλάκα ἀντὶ τοῦ Χ〈ερρονήσου〉 εἶπεν· ἐκάλεσε δὲ αὐτὴν πλάκα ἢ διὰ τὸ τραχὺ ἢ διὰ τὸ 〈ψυ〉χρὸν καὶ χιονῶδες: —A τὸ χ , ὅτι.
sch Hec 4bis οἱ νεώτεροι συγχέουσι Φρυγίαν καὶ Τροίαν, Ὅμηρος δὲ διαιρεῖ: —M μοῖρα: —M g πλάκ α: χώραν· ‘ἢ δυσγενὴς ὢν πλουσίαν ἀροῖ πλάκα‘ [Eur.
sch Hec 8 frg. 662]. περιφραστικῶς τὴν Χερρόνησον. ἢ ἀν... ἡ δὲ Χερρόνησος πόλις Θρᾴκης, ἧς ἐβασίλευε Πολυμήστωρ: —M †τὸν φίλιππον λαὸν, τὸν φιλοῦντα ἱππάζεσθαι, εὐθύνων καὶ ἄγων ἐν τῷ δορὶ: —A σπείρει φίλιππο ν: οὐκ ἀλόγως.
sch Hec 9 [5] βαρβάρους γὰρ ὄντας αὐτοὺς τῇ διὰ ξίφους ἀπειλῇ ὑπέτασσεν: —MA διοικεῖ: —M g ἀντὶ τοῦ ἱππικόν: —M g παρορμῶν ἐπὶ πόλεμον: —M g ἔνδεια περιουσίας: —M g μικρότατος δ’ ἤμην: —M g ἦν ἀντὶ τοῦ ἤμην φησίν.
sch Hec 13 [5] ἔστιν Ἀττικόν: —M g νεώτατος δ ’ ἦ ν: ἀντὶ τοῦ ἤμην φησίν. Ἀττικῶς δὲ ἦν. καὶ χωρὶς δὲ τοῦ ν ἦ, ἀντὶ τοῦ ἔα. οὕτω Δίδυμος. ἐν μέντοι τοῖς ἀντιγράφοις ἦν φέρεται καὶ κοινὴ ἀνάγνωσις ἦν: —Vat. 1345 † νεώτατος δ ’ ἦν Πριαμιδῶ ν: ὅπερ, τὸ εἶναί με νεώτερον πάντων μου τῶν ἀδελφῶν καὶ μικρὸν τὴν ἡλικίαν, ἐξέπεμψέ με ἀπὸ τοῦ Ἰλίου. οὐ γὰρ ἠδυνάμην ὅπλα φέρειν καὶ πολεμεῖν, ἵνα εἰμὶ ἐν πολέμῳ: —A † 〈καλῶς π〉ροφέρει ὁ Εὐριπίδης οὔ τ ’ ἔγχο ς: ὅπλα γὰρ λέγεται τὰ ἔργα 〈πασ〉ῶν τεχν〈ῶν〉 π〈ολεμικῶν〉· ἀρτίως δὲ .
sch Hec 15 [5] . ἀλλὰ τινὸς 〈τέ〉χν〈ησ〉, προέφερε τὸ οὔ τ ’ ἔγχο ς. ἔγχος γὰρ οὔκ ἐστιν ἄλλη τέχνη ἀλλ’ ἢ ἡ στρατιωτική: —A δυνατὸς ἤμην: —M g † ἕως μὲν οὖν γῆ ς: ὥσπερ οὖν τῆς Τρωικῆς γῆς τὰ ὁρίσματα ἔκειντο ὀρθὰ καὶ τὰ τείχη τῆς πόλεως ἵσταντο καὶ ἄθραυστα ἦν καὶ ὁ Ἕκτωρ ὁ ἐμὸς ἀδελφὸς ηὐτύχει ἐν τῷ πολέμῳ, ἕως τότε ηὐξόμην καλῶς παρὰ τοῦ Πολυμήστορος ὥσπερ τις πτόρθος.
sch Hec 16 [5] πτόρθον γὰρ αὐτὸν ἐκάλεσε διὰ τὸ νέον τῆς ἡλικίας. πτόρθος γὰρ ὁ κλάδος λέγεται: —A ἀντὶ τοῦ τὰ τείχη: —M g πατρώῳ φίλῳ: —M g τροφαῖσιν ὥς τις πτόρθο ς: διὰ τούτου τὸ νέον τῆς ἡλικίας καὶ τὸ ἁβρὸν τῆς τροφῆς ὑποσημαίνει.
sch Hec 20 [5] ζῶντος γὰρ Πριάμου πολυτελῶς ἀνετρέφετο ὑπὸ τοῦ Πολυμήστορος ὁ Πολύδωρος. 〈ἁλούσης δὲ τῆς Τροίας καὶ〉 τελευτήσαντος Ἕκτορος καὶ Πριάμου, ἀπ〈έκτεινεν αὐτὸν, ἵνα κερδάνῃ τὰ χρήμ〉ατα: —MA † ἐπεὶ δὲ Τροί α: ἐπεὶ δὲ ἡ Τροία ἀπώλετο καὶ ἡ ψυχὴ τοῦ Ἕκτορος, περιφραστικῶς αὐτὸς ὁ Ἕκτωρ, καὶ ἡ πατρικὴ ἑστία κατεσκάφη αὐτός τε ὁ πατήρ μου πρὸς τῷ θεοδμήτῳ ναῷ πιτνεῖ, ἀντὶ τοῦ πίπτει κεῖται, σφαγεὶς ὑπὸ τοῦ υἱοῦ τοῦ Ἀχιλλέως, τοῦ Νεοπτολέμου, κτείνει με ὁ Πολυμήστωρ τὸν ταλαίπωρον χάριν τοῦ χρυσοῦ.
sch Hec 21 [10] θεόδμητον δὲ βωμὸν εἶπε τὸν ὑπὸ θεῶν οἰκοδομηθέντα Ποσειδῶνος καὶ Ἀπόλλωνος. μυθεύεται γὰρ ὅτι τὸν Δία τῆς βασιλείας κρατήσαντα καὶ αὐθαδείᾳ χρώμενον ἐβουλεύσαντο οἱ ἄλλοι θεοὶ ῥῖψαι αὐτὸν ἀπὸ τοῦ οὐρανοῦ. μαθοῦσα δὲ 〈τοῦτο〉 ἡ Θέτις παρὰ τοῦ πατρὸς αὐτῆς Νηρέως ἀνήγγειλεν τῷ Διὶ τὴν ἐπιβουλήν. ὁ δὲ τοὺς μὲν 〈ἄλλουσ〉 θεοὺς ἄλλως ἐτιμωρήσατο· Ἀπόλλωνα δὲ 〈καὶ Ποσ〉ειδῶνα πέμπει πρὸς Λαομέδοντα ... Ποσειδῶνος καὶ 〈Ἀπόλλωνος κ〉τίζεται ὁ ναός: —A Ἕκτορός τ ’ ἀπόλλυται 〈ψυχ ή: τὸ αἷμα νῦν〉 ψυχήν φησι.
sch Hec 21bis [5] πολλοὶ γὰρ οὕτως ἐδόξασαν, αἷμα εἶναι τὴν ψυχὴν, ὡς καὶ Ὅμηρος [Ξ 518]· ‘ψυχὴ 〈δὲ κατ’〉 οὐταμένην ὠτειλὴν ἔσσυτ’ ἐπει〈γομένη· τὸν δὲ σκότος ὄσς’ ἐκάλυψεν‘. ἔνιοι δὲ περιφραστικῶς τὸν Ἕκτορά φασι〉: —M † τὸ αἷμα λέγει ψυχή ν, ἐπεὶ ἡ ψυχὴ ἐτυμολογεῖται παρὰ τὸ ψύχω τὸ ζωογονῶ, τὸ ζωογονοῦν τὸ σῶμα. ἐπεὶ δὲ ἐκχυθέντος τοῦ αἵματος τὸ σῶμα μένει νεκρὸν, καλῶς λοιπὸν ἀπεφήνατο ψυχὴν τὸ αἷμα: —A ὁ πατήρ: —M g γράφεται πρὸς θεοδμήτ ῳ: —M i † θεοδμήτ ῳ: ὁ Πρίαμος καταφυγὼν εἰς τὸν βωμὸν τοῦ Διὸς ἐφονεύθη παρὰ τοῦ Νεοπτολέμου· διὸ καὶ μιαιφόνος ἐκλήθη ὡς ἀνομήσας: —A πιτνε ῖ: λέγεται ὅτι τὸν Πρίαμον καταφυγόντα εἰς βωμὸν τοῦ Ἑρκείου Διὸς ἐπιδιώξας ὁ Νεοπτόλεμος ἀνεῖλε.
sch Hec 23 [5] διὸ καὶ μιαιφόνον αὐτὸν εἶπεν· ἐσῴζοντο γὰρ οἱ καταφυγόντες ἐν ἱερῷ ἢ βωμῷ ἱκέται: —MA ἐκ μιαιφόνου εἶπε 〈καλῶς· ἠσέβησε γὰρ περὶ τὸ κοινὸν πρὸς τῷ βωμῷ〉 ἀνελὼν τὸν Πρίαμον: —M ξένος πατρῷο ς: ἐν ἤθει καὶ εἰρωνείᾳ εἶπεν ὁ πατρικός 〈μου φίλοσ〉 κατ’ ἀντίφρασιν: —M † ξένος πατρῷο ς: ἐν εἰρωνείᾳ εἶπε ξένος πατρῷο ς, ἤτοι ὁ πατρικός μου φίλος, κατὰ ἀντίφρασιν, ὡς ἀποκαλεῖ ὁ Ὅμηρος κύνας ἀργοὺς τοὺς ταχυτάτους: —A ἀφῆκεν: —M g ἐν τῇ κινήσει καὶ ταραχῇ τοῦ πόντου: —M g πολλοῖς διαύλοι ς: δίαυλα λέγονται κύματα ἐξερχόμενα καὶ πάλιν εἰσερχόμενα.
sch Hec 29 [5] διαύλοις οὖν ταῖς παλιρροίαις τῶν κυμάτων. δίαυλοι δὲ τὰ ἔνθεν καὶ ἐκεῖθεν τοῦ ἱππικοῦ. ἀπὸ μεταφορᾶς οὖν εἴρηται, πρὸς ὃ καὶ τὸ χ . 〈τὸ χ 〉 πρὸς τὴν μεταφοράν. κυρίως γὰρ διαύλους δρόμους ἀπελθεῖν καὶ ἐλθεῖν. οἷον παλινδρομίαις πολλαῖς ἐν τῇ θαλάττῃ κεχρημένος, τουτέστιν· ἐνταῦθα κἀκεῖσε ὑπὸ τῶν κυμάτων φορούμενος καὶ πολλοὺς σταδίους τῇ βίᾳ τῶν κυμάτων ἀνύσας: —MA ὑπὲρ μητρὸς φίλη ς: ὑπὲρ τῆς κεφαλῆς τῆς μητρὸς, ὅ ἐστιν· ὄναρ αὐτῇ φαίνομαι: —MA ἄλλω ς: ὕπερθεν, φησὶ, τῆς μητρὸς ὁρμῶ τὸ σῶμα καταλιπὼν, οἷον φάντασμα ποιήσας, ἐπὶ γ ἡμέρας μετεωριζόμενος, ὅσας ἔχει καὶ ἡ ἐμὴ μήτηρ ἐν τῇ Χερρονήσῳ.
sch Hec 30 ὡς τριῶν ἡμερῶν οὔσης τῆς Ἑκάβης ἐκεῖσε: —MA καταλείψας τὸ ἐμὸν σῶμα ἔρχομαι εἴδωλον: —M g τριταῖον ἤδη φέγγος αἰωρούμενο ς: ἀφ’ οὗ τέθνηκε τριταῖός φησιν εἶναι.
sch Hec 32 [10] τοσοῦτον δὲ χρόνον καὶ ἡ Ἑκάβη παραβαλοῦσα ἦν ἐν Χερρονήσῳ. ἤδη τρίτην ἡμέραν ἔχων καὶ φερόμενος ἐν τῇ θαλάσσῃ. μαθὼν γὰρ ὁ Πολυμήστωρ ἐκεῖσε τοὺς Ἕλληνας ἐλθόντας φοβούμενος μὴ ἀπαιτηθῇ τὰ χρήματα, ἔσφαξε τὸν Πολύδωρον καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. τρίτην γὰρ εἶχον ἡμέραν οἱ Ἕλληνες ἐκεῖσε: —MA ἄλλω ς: ἐπειδὴ τρεῖς ἡμέρας εἶχον οἱ Ἕλληνες ἐν τῇ Χερρονήσῳ, τοσαύτας ὅσας εἶχεν ἀποσφαγεὶς ὁ Πολύδωρος: —MA φανταζόμενος: —M g † Πηλέως γὰρ παῖ ς: τοῦ γὰρ ἡλίου δύναντος καὶ τῆς νυκτὸς ἐνεστηκυίας εἶδεν ὁ στρατὸς ἅπας φάντασμα ὅμοιον τῷ Ἀχιλλεῖ λέγον· ποῦ πορεύεσθε ἀγέραστον ἐμὲ καταλιπόντες.
sch Hec 37 [10] καὶ ᾐτήσατο σφαγιασθῆναι αὐτῷ μίαν τῶν Τρῳάδων αἰχμαλωτίδων. ἡ δὲ σύνταξις οὕτως· ὁ Πηλέως γὰρ παῖς Ἀχιλλεὺς φανεὶς ὑπεράνω τύμβου κατέσχε τὸν Ἑλληνικὸν στρατόν: —A † ἡ ὑπέρ πρόθεσις τρεῖς σημασίας ἔχει· τὴν ἄνω φορὰν ὡς τὸ ὑπὲρ τύμβου ἀντὶ τοῦ ὑπεράνω τοῦ τύμβου καὶ ὡς τὸ ὑπὲρ καπνοῦ τίθησι τὰ πηδάλια [cf. Hes. opp. 43]· ὁμοίως καὶ ἀντίληψιν ὡς τὸ ὑπὲρ σοῦ κοπιῶ ἀντὶ τοῦ χάριν σοῦ καὶ ὡς τὸ ὑπὲρ τοῦ δήμου γράφω ἀντὶ τοῦ χάριν τοῦ δήμου· καὶ σύγκρισιν ὡς τὸ ὑπὲρ σέ εἰμι ἀντὶ τοῦ κρείττων σοῦ: —A γράφεται καὶ Ἀχαϊκό ν: —M i † εἰπὼν 〈 στράτευ〉μα ἑνικῶς κατέλυεν εἰς πληθυντικὸν εἰπὼν εὐθύνοντας ὡς πρὸς τὸ σημαινόμενον ἀπιδών· τὸ 〈γὰρ στράτε〉υμα πολὺ πλῆθός ἐστι.
sch Hec 39 [5] τοιοῦτόν ἐστι καὶ τὸ [Β 278] ‘ὡς φάσαν ἡ πληθύσ‘: —A † εὐθύνοντα ς: εὐτρεπίζοντας τὴν διὰ θαλάσσης ὁδόν: —A τὴν κώπην. ἀπὸ μέρους δὲ τὴν ναῦν καὶ ἀπὸ μιᾶς νεὼς τὰς πάσας παρέλαβεν: —MA τύμβῳ φίλο ν: Γλαῦκος ἐν τῇ † προηγήσει φησὶν ἐν τῇ ἁλώσει τῆς πόλεως τ〈ραυμα〉τισθεῖσαν τὴν Πολυξένην 〈ἀπολέσθαι, τ〉αφῆναι δὲ αὐτὴν ὑπὸ Νεοπτο〈λέμου.
sch Hec 41 [5] Ἴβυ〉κος δὲ σφαγῆναί φησιν ὑπὸ Διομ〈ήδους καὶ Ὀ〉δυσσέως: —A τύμβῳ φίλον πρόσφαγμ α: ὑπὸ Νεοπτολέμου φασὶν αὐτὴν σφαγιασθῆναι Εὐριπίδης καὶ Ἴβυκος [frg. 36]· ὁ δὲ τὰ Κυπριακὰ ποιήσας φησὶν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους ἐν τῇ τῆς πόλεως ἁλώσει τραυματισθεῖσαν ἀπολέσθαι, ταφῆναι δὲ ὑπὸ Νεοπτολέμου, ὡς Γλαῦκος γράφει. ἄλλοι δέ φασι συνθέμενον Πριάμῳ τὸν Ἀχιλλέα περὶ τοῦ Πολυξένης γάμου ἀναιρεθῆναι ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἄλσει: —MA γράφεται τῷ δ ’ ἐμὴν ἐν ἤματ ι: —M i τοὺς δύο νεκροὺς τῶν παίδων: —M g τὸ ἑξῆς· φανήσομαι γὰρ δούλης ποδῶν πάροιθεν ὅπως ἂν τάφου τύχω: —M †φανήσομαι γὰρ ἐν τῇ θαλάσσῃ ἔμπροσθεν τῶν ποδῶν τῆς δούλης πεμφθείσης καὶ μελλούσης κομίζειν ὕδωρ θαλάσσιον χάριν τοῦ λοῦσαι τὴν Πολυξένην: —A ἐν αἰγιαλῷ.
sch Hec 48 μελλούσης ὕδωρ ἀποφέρειν εἰς τὰ λουτρὰ τῆς Πολυξένης: —M i βασιλεύοντας.
sch Hec 49 [5] Πλούτωνα καὶ Περσεφόνην: —M † 〈τοὺς γὰρ〉 κρατοῦντας ἐν τῷ Ἅιδῃ θεοὺς παρεκάλεσα, ἤγουν τὸν Πλούτωνα, τὴν Περσεφόνην, τὸν Αἰακὸν, τὸν Μίνωα καὶ τὸν 〈Ῥαδάμανθυ〉ν, ὅπως τύχω ταφῆς καὶ ἐν ταῖς χερσὶ τῆς μητρὸς πέσω: —A τὸ ταφῆς ἀξιωθῆναι παρὰ τῆς μητρός: —M g A g τάφου τυχεῖν: —M g † τοὐμὸν μέ ν: φησὶ· τὸ ταφῆς ἀξιωθῆναι ὑπὸ τῆς μητρὸς γενήσεται· ταφήσομαι γάρ: —A ὁρᾷ γὰρ Ἑκάβην προϊοῦσαν ἐκ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος καί φησι μὴ βούλεσθαι φανῆναι αὐτῇ, ἵνα μὴ ἐκφοβηθῇ τὸ εἴδωλον ὁρῶσα τοῦ παιδὸς τοῦ δοκοῦντος σῴζεσθαι: —MA περᾷ γὰρ ἥ δ ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονο ς: εἰ κατὰ τὸν Εὐριπίδην ἴδιαι γυναικῶν αἰχμαλώτων στέγαι ἦσαν, πῶς ἐκ τῆς σκηνῆς Ἀγαμέμνονος ἐξῄει ἡ Ἑκάβη· πῶς δὲ καὶ ἐκεῖθεν ἐξιοῦσά φησι μετ’ ὀλίγον [87] ‘ποῦ ποτε Κασάνδραν ἐσίδω, Τρῳάδεσ‘ τῆς Κασάνδρας τῷ Ἀγαμέμνονι συνοικούσης.
sch Hec 53 [5] νοητέον τὴν Ἑκάβην τῷ φάσματι ταραχθεῖσαν προελθεῖν ἐκ τῆς σκηνῆς τῶν αἰχμαλωτίδων εἰσελθεῖν τε εἰς τὴν σκηνὴν Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὐτῇ κρίνῃ τοὺς ὀνείρους. καὶ μὴ εὑροῦσαν αὐτὴν διὰ τὸ ἴσως τὴν κόρην μετὰ τὴν κοίτην τοῦ Ἀγαμέμνονος καθαρμοῦ χάριν ἕωθεν εἰς τὴν θάλασσαν ἀπεληλυθέναι πάλιν ἐξελθεῖν τὴν Ἑκάβην τῆς βασιλικῆς σκηνῆς· ἣν ἰδὼν ὁ Πολύδωρος ἔφη περᾷ γὰρ ἥ δ ’ ὑπὸ σκηνῆς πόδα Ἀγαμέμνονο ς: —MA † ἡ ὑπό ἀντὶ τῆς ἀπό: —A † ἄλλω ς: νοητέον τὴν Ἑκάβην μὴ ἐξέρχεσθαι ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος, ἀλλὰ μᾶλλον εἰσέρχεσθαι. ἐκοιμᾶτο γὰρ ἡ Ἑκάβη, ὅτε ταῦτα τὸ εἴδωλον ἔλεγε, καὶ ταραχθεῖσα τῷ φάσματι ἀνέστη καὶ εἰσήρχετο εἰς τὴν σκηνὴν τοῦ Ἀγαμέμνονος εἰς ζήτησιν τῆς Κασάνδρας, ἵνα αὕτη κρίνῃ τοὺς ὀνείρους ἅτε μαντικὴ οὖσα. καί φησι τὸ εἴδωλον· περᾷ γὰρ, ἀντὶ τοῦ εἰσέρχεται, ἡ Ἑκάβη ὑπὸ τὸ ἔσχατον μέρος τῆς σκηνῆς, τουτέστιν ὑπὸ τὴν φλοιὰν αὐτὴν ἐμβαίνει τῆς σκηνῆς: —A † ἰστέον ὅτι τὸ πάλαι νόμος ταῖς γυναιξὶ ταῖς ζευγνυμέναις μὴ νομίμοις ἀνδράσι μετὰ τὴν μίξιν κατέρχεσθαι πρὸς τὴν θάλασσαν καὶ λούεσθαι καὶ οἱονεὶ .. ἀποκαθαίρεσθαι. τὸν αὐτὸν οὖν τρόπον καὶ νόμον καὶ ἡ Κασάνδρα συγκοιμηθεῖσα τῷ Ἀγαμέμνονι .. ὥστε ἀπολούσασθαι, καὶ τούτου χάριν οὐχ εὗρεν αὐτὴν ἐκεῖ εἰς τὴν τοῦ Ἀγαμέμνονος σκηνὴν ἡ Ἑκάβη: —A περὶ τοῦ φαντάσματος οὗ εἶδε περὶ ἐμοῦ δεδοικυῖα: —M i λίαν ἐν δυστυχίᾳ ἐξετάζῃ: —M g ἀντισηκώσας δέ σ ε: φθείρει δέ σε τις θεῶν ἀντιφορτώσας ἤδη πρὸς τὴν προτέραν εὐπραξίαν, ὅ ἐστιν· ἰσόρροπα τοῖς καλοῖς τὰ κακὰ ἔχεις: —M ὅσον ποτὲ καλῶς εὐτύχεις, τοσοῦτόν σοι βάρος τῆς εὐτυχίας ἀντίρροπον θεῶν τις παρέσχεν: —MA † ἤγουν· ὅσον εὐτύχεις πρὶν καὶ εὐδαιμόνεις, τοσοῦτον νῦν δυστυχεῖς.
sch Hec 57 [5] ἀντὶ τῶν καλῶν ὧν εὐμοίρεις, ἔδωκέ σοί τις τῶν θεῶν πλήθη τοσούτων κακῶν: —A ἄγε τ ’ ὦ παῖδε ς: προϊοῦσα ἀπὸ τῆς σκηνῆς Ἀγαμέμνονος ταῦτά φησι χειραγωγουμένη ὑπὸ τῶν Τρῳάδων διὰ τὸ ἀδυνάτως βαδίζειν ὑπό τε τῆς δυστυχίας καταπονηθεῖσα καὶ τοῦ γήρως: —MA λείπει τὸ σῶμα· ἐπαίρετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι: —M i A † ἄλλω ς: ἄγετέ μου τὸ σῶμα τῆς χειρὸς λαβόμεναι, καὶ ἐγὼ τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη τῷ οὐκ ὀρθῷ ἀλλ’ ἐπικαμπεῖ πορεύσομαι προτιθεῖσα, ἤγουν ποιοῦσα, βραδύπουν πορείαν: —A τῷ βάκτρῳ διὰ τῆς χειρὸς ἐπαιρομένη καὶ ἐπερειδομένη: —M καὶ ἄλλω ς: τῷ οὐκ ὀρθῷ βάκτρῳ, ἀλλ’ ἐπικαμπεῖ, ὡς διὰ πτωχείαν καὶ τούτου αὐτῆς ἀπορούσης: —MA ἡ διά πρὸς τὸ χειρός: —M g ἐπιστηριζομένη: —M g διερειδομένη, στηριζομένη, διαναπαυομένη: —M i τὴν βραδεῖαν ἔλευσιν καὶ πορείαν τῶν ἄρθρων προστιθεῖσα τῷ σκίπωνι: —MA g αὐτὸν τὸν Δία ἐπικαλεῖται: —M i A g μετεωρίζομαι: —M g A g δείμασι φάσμασ ι: ἤτοι ἀντὶ τοῦ δεινοῖς φάσμασιν ἢ δείμασι φασμάτων.
sch Hec 70 ὁ δὲ νοῦς· τί μετεωρίζομαι ἐν τούτοις τοῖς φάσμασι: —MA γράφεται νύ ξ: —M g μελανοπτερύγω ν: ἐπειδὴ ἐν νυκτὶ προσπελάζουσι.
sch Hec 71 [5] καὶ Ἡσίοδος περὶ τῆς Νυκτὸς λέγων ἐπιφέρει [Theog. 212] ‘ἔτικτε δὲ φῦλον ὀνείρων‘. εἰ δὲ γράφεται χθώ ν, οὕτως εἶπεν, ἐπεὶ ἐκ τῆς γῆς λέγονται ἀναπέμπεσθαι οἱ ὄνειροι: —MA ἄλλω ς: τὴν γῆν εἶπεν, ἐπειδὴ ἐξ Ἅιδου λέγονται οἱ ὄνειροι ἀναπέμπεσθαι. Ἡσίοδος δὲ Νυκτὸς τοὺς ὀνείρους φησίν: —MA ἀπ’ ἐμαυτῆς ἐκβάλλω τὴν νυκτερινὴν θέαν: —M g A τὸ φάντασμα: —M g ἀποτροπιάζομαι τὴν νυκτερινὴν φαντασίαν καὶ τὴν θέαν τοῦ ὀνείρου: —MA †ἥντινα εἶδον περὶ τοῦ ἐμοῦ παιδὸς Πολυδώρου τοῦ σῳζομένου κατὰ Θρῄκην καὶ τῆς Πολυξένης.
sch Hec 72 τὸ δὲ εἶδον λείπει: —A τοῦτο ὥσπερ οὐκ ἐν Θρᾴκῃ οὖσά φησι τῆς σκηνῆς ὑποκειμένης ἐν Χερρονήσῳ.
sch Hec 74 [5] ῥητέον δὲ ὅτι ποιητικὸν ἔθος ἐστι τὸ τοιοῦτον. Ὅμηρος [δ 10]· ‘υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην‘. ἐν Σπάρτῃ γάρ ἐστιν ὁ Μενέλαος: —MA ἀπὸ κοινοῦ τὸ εἶδο ν: —M i ἀπὸ κοινοῦ τὸ ὄψι ν: —M i ὃς μόνος οἴκω ν: ὅστις ἐπὶ τῶν ἐμῶν οἴκων ἄγκυρα ὑπολειπόμενος τὴν Θρᾴκην οἰκεῖ ἐν τοῖς ἀτυχήμασι σῳζόμενος: —MA ἄλλω ς: οἴεται ζῆν αὐτὸν, μετ’ οὐ πολὺ δὲ γινώσκει ὅτι τέθνηκε, καὶ γίνεται διπλοῦν τὸ πάθος τῆς τραγῳδίας πῆ μὲν Πολυξένην ὀδυρομένης τῆς Ἑκάβης, πῆ δὲ Πολύδωρον: —MA ἀσφάλεια, βοήθεια: —M i A g παραγενήσεται μέλος θρηνητικὸν ἡμῖν ταῖς θρηνούσαις καὶ πένθος ἐπὶ τοῖς προτέροις πένθεσι: —MA ἡμῖν ταῖς γοεραῖς γενήσεταί τι νέον.
sch Hec 84 ἐκ τοῦ ὀνείρου δεῖ τεκμαίρεσθαι ὅτι ἔχει τι δεινὸν γενέσθαι: —MA ἀτάραχος: —M g τὸ μὲν φρίσσει ταρβεῖ ταὐτόν ἐστιν.
sch Hec 86 [5] ὁ δὲ νοῦς· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ἀχώριστος φόβου γίνεται, τουτέστιν· ἐν κακοῖς ἀεί εἰμι. ἢ οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ ὑπονοεῖ τι καὶ τούτου ἀχώριστος γίνεται. ἢ οὐδέποτε ἀχώριστος φόβου ἡ ἐμὴ ψυχὴ γίνεται. τινὲς οὕτως· οὐδέποτε ἡ ἐμὴ ψυχὴ φρίσσει ἢ φοβεῖταί τι ἢ ὑπονοεῖ καὶ τούτου ἀχώριστος γίνεται, οἷον· εἴ τι φοβοῦμαι καὶ ὑπονοῶ, τοῦτο καὶ γίνεται: —MA ποῦ ποτε θείαν Ἑλένου ψυχά ν: ἔζη γὰρ Ἕλενος καὶ ὡς μέν τινες ἱστοροῦσιν, ηὐτομόλησεν, ὡς δέ τινες, ὑπὸ τῶν πολεμίων ἐλήφθη.
sch Hec 87 [5] ὁ δὲ νοῦς· ποῦ μοι ἄρα ἡ τοῦ Ἑλένου ψυχὴ ἡ μαντική. περιφραστικῶς δὲ εἶπε· ποῦ μοι ἄρα ὁ Ἕλενος ὁ μάντις καὶ ἡ Κασάνδρα, ἵνα μοι ὡς μάντεις ὄντες κρίνωσι τοὺς ὀνείρους: —MA ἵνα: —M g ὀξεῖαν, ἀπὸ τοῦ λίαν βαίνειν τὴν ἔλαφον, οἷον σύντονον τῷ βήματι: —M καὶ ἄλλω ς : βαλίαν τὴν λίαν ἐνεργῆ τῷ βήματι: —M ποικίλην: —M g † βαλία ν: γράφεται καὶ βαλιά καὶ βαλία.
sch Hec 90 [10] διαφέρει δέ· βαλία μὲν γὰρ λέγεται ἡ ταχεῖα παρὰ τὸ λίαν βαίνειν, βαλιά δὲ ἡ κατάστικτος καὶ φολιδωτός: —A † ἄλλω ς: εἶδον γὰρ βαλίαν ἔλαφον σφαζομένην ἐν ἀνάγκῃ τῷ αἱματοποιῷ ὄνυχι τοῦ λύκου ἀναρπασθεῖσαν ἀπὸ τῶν ἐμῶν γονάτων οἰκτρῶς: —A τῇ φονικῇ, οἷον τῷ αἱματοποιῷ ὄνυχι: —M g A g τῇ ἀνάγκῃ.
sch Hec 91 ἀποσπασθεῖσαν μετὰ βίας τῶν ἐμῶν γονάτων: —M ἐλεεινῶς. ἀνηλεῶς: —M g A g καὶ τοῦτο δὲ, τὸ φάντασμα τοῦ Ἀχιλλέως, πλεῖον με φοβεῖσθαι ποιεῖ· συντείνει γὰρ εἰς τὸν ὄνειρον: —MA εἰς ἐμὲ, φησὶν, ἐτράπη τὰ κακὰ, τοῦ Ἀχιλλέως γέρας αἰτοῦντος τοὺς Ἕλληνας μίαν τῶν Τρωικῶν γυναικῶν εἰς σφαγήν: —MA † .
sch Hec 93 .. ἦλθεν ὑπε〈ράν〉ω τῆς ἄκρας κορυ〈φῆσ〉 ..... Τρῳάδων καὶ δειμαίνω μή πως αὐτῷ θύσωσι τὴν Πολυξένην: —A ὁ δέ ἀντὶ τοῦ γάρ: —M i οὐ γὰρ ἰδικῶς τὴν Πολυξένην ᾐτήσατο, ἀλλὰ μίαν τῶν αἰχμαλωτίδων κάλλει ὑπερφέρουσαν: —M ἀποπέμψατε, ὦ θεοὶ, δεομένης μου ἐπακούοντες: —MA g ἀποπέμψατε, ὦ θεοὶ, τοῦτο τὸ φάντασμα 〈ἀπὸ〉 τῆς ἐμῆς θυγατρὸς δεομένης μου ἐπακούσαντες: —MA ὁ χορὸς ἐκ Τρῳάδων αἰχμαλώτων γυναικῶν.
sch Hec 98 [15] ὁ δὲ λόγος· ὦ Ἑκάβη, πρὸς σὲ ὡρμήθην μετὰ σπουδῆς τὰς δεσποτικὰς σκηνὰς, τοῦ Ἀγαμέμνονος, καταλιποῦσα: —MA †Ἑκάβη, σπουδῇ ἦλθον πρὸς σὲ λιποῦσα τὰς δεσποσύνους σκηνὰς, ὅπου ἐτάχθην φυλάττειν ἀπελαθεῖσα καὶ ἐκβληθεῖσα ἀπὸ τῆς Τροίας ἐκ τοῦ κοπτικοῦ στόματος τῆς λόγχης παρὰ τῶν Ἀχαιῶν γενομένη δοριθήρατος. ἦλθον δὲ οὐ μέλλουσά τι εὐφραντὸν μηνῦσαί σοι ἢ ἀποκουφίσαι σε ἀπὸ τῶν θλίψεων, ἀλλὰ μᾶλλον αἰρομένη καὶ φέρουσα μέγα βάρος ἀγγελίας, ἀντὶ τοῦ μεγάλην λύπην. ἐν γὰρ τῷ παντὶ συναθροίσματι τῶν Ἑλλήνων λέγεται δόξαν γενέσθαι, ἤγουν θέλησιν, τὴν σὴν παῖδα Πολυξένην σφάγιον θέσθαι τῷ Ἀχιλλεῖ. γινώσκεις γὰρ καὶ αὐτὴ ὡς ὁ Ἀχιλλεὺς θυσίαν ἐζήτησεν, ὅτε ἐφάνη σὺν ὅπλοις χρυσοῖς ἐπιβὰς τοῦ τύμβου, ἐκώλυε δὲ τὰς ποντοπόρους ναῦς ἐπερειδομένας, ἐχούσας, τὰ ἱστία ἐν τοῖς σχοινίοις, ταῦτα βοῶν καὶ λέγων· ποῖ ἀπέρχεσθε, Δαναοὶ, λιπόντες τὸν ἐμὸν τάφον ἀγέραστον: —A ὡρμήθην, παρεγενόμην. οὕτως Εὐριπίδης: —M g δεσποτικάς: —M g τὰς δεσποσύνου ς: τὰς τῶν δεσποτῶν.
sch Hec 99 [5] δεσπόσυνος δὲ κυρίως ὁ τοῦ δεσπότου υἱός. κατεχρήσατο οὖν οὕτως εἰπών: —MA ἦν γὰρ ἡ Ἑκάβη ἐν τῇ τοῦ Ὀδυσσέως σκηνῇ, ὁ δὲ χορὸς ἐν τῇ τοῦ Ἀγαμέμνονος. διὰ τοῦτο λέγει τὰς δεσποσύνου ς, τουτέστι τοῦ Ἀγαμέμνονος, ὅπου ἐκληρώθην εἶναι δούλη: —MA οὐδὲν παθέων ἀποκουφίζου ς’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα: —M ἄλλω ς: ἐν ὑπερβατῷ· σπουδῇ πρὸς ς’ ἐλιάσθην οὐδὲν παθέων ἀποκουφίζουσα.
sch Hec 104 [5] σπουδῇ, φησὶν, ἐχωρίσθην ἀπὸ τῆς σκηνῆς τοῦ Ἀγαμέμνονος οὐκ ἐπὶ τῷ κουφίσαι τι τῶν κακῶν σου, ἀλλὰ καὶ ἐπισάξαι τοῖς λεγομένοις ὑπ’ ἐμοῦ: —MA οὐδὲν παθέων ἀποκουφίζου ς’: οὐδὲν τῶν περιεχόντων σε κακῶν θεραπεύουσα καὶ ἀποκουφίζουσα, ἀλλὰ τοὐναντίον ἐπιτιθεῖσα βάρος ἀγγελίας, τουτέστιν· ἕτερά σοι πρὸς οἷς ἔχεις κακοῖς ἀπαγγέλλω κακά: —MA ἄλλω ς: παρεγενόμην δὲ οὐκ ἐλαττοῦσά σου τὰς συμφοράς, ἀλλὰ μᾶλλον καὶ παραύξουσα διὰ ταύτης τῆς ἀγγελίας: —MA γινώσκεις ὅτε ὁ Ἀχιλλεὺς ἐπάνω στὰς τοῦ ἑαυτοῦ τύμβου σὺν ὅπλοις χρυσοῖς ἐπεῖχε τὰς ναῦς οὔριον ἐχούσας τὸν πλοῦν, ταῦτα λέγων: —MA † ἐκ δὲ τοῦ εἰπεῖν λαίφη προτόνοις ἐπερειδομένας ἔδειξεν ὁ ποιητὴς ὅτι ἀνέμου ὄντος καὶ τῶν ἱστίων ἡπλωμένων ὑπαρχόντων καὶ τῶν νεῶν πλεόντων νηνεμία γέγονε ἡνίκα ἐφάνη ὁ Ἀχιλλεὺς καὶ .
sch Hec 110 ..: —A κυρίως σχεδία ἡ πρὸς τάχος γινομένη καὶ σχεδόν: —MA i τοῖς σχοινίοις τὰ ἄρμενα ἐκτεταμένα ἐχούσας πρὸς τὸ πλεῖν: —MA g ἐκτεινούσας: —M g λέγων· κυρίως δὲ ὑλακτῶν.
sch Hec 113 τὸ δὲ ἑξῆς· ἐφάνη τάδε θωύσσων: —M i ἀποπλέετε.
sch Hec 115 κυρίως δὲ ἀποστέλλειν ἐστὶ τὸ διὰ νεὼς ἐκπέμπειν, ὅθεν καὶ στόλος λέγεται ὁ πολλῶν νεῶν ἀπόπλους. καταχρηστικῶς δὲ ἀποστέλλειν λέγεται καὶ τὸ δι’ ἑτέρου τινὸς ἐκπέμπειν τι: —MA † πολλῆς δ ’ ἔριδο ς: πολλῆς φιλονεικίας κλύδων καὶ ζάλη γέγονεν, οἷα φιλεῖ γίνεσθαι, ὅταν ἐν πλείονι ὄχλῳ οὐχ ἡ αὐτὴ βούλησις ᾖ: —A ταραχή: —M i A g δόκησις διττή: —M g † δόξα δ ’ ἐχώρε ι: θέλ〈ει εἰπεῖν· δόξα〉 διπλῆ ἦν ἐν τῷ πολεμικωτάτῳ στρατῷ τῶν Ἑλλήνων.
sch Hec 117 [5] τοῖς μὲν γὰρ ἤρεσκε διδόναι καὶ ποιεῖν σφάγιον ἐν τῷ τοῦ Ἀχιλλέως τύμβῳ, τοῖς δὲ οὐδαμῶς τοῦτο καλὸν ἐδόκει. ἦν δὲ σπουδάζων καὶ θέλων τὸ σὸν καλὸν, ἤγουν τὸ μὴ σφαγιασθῆναι τὴν Πολυξένην, ὁ Ἀγαμέμνων ὁ ἀνέχων τὰς κοίτας τῆς μαντικῆς Κασάνδρας καὶ σὺν αὐτῇ κοιμώμενος: —A δοκοῦντος: —M g ἦν δὲ ὁ Ἀγαμέμνων εἰς τὸ σὸν συμφέρον σπεύδων διὰ τὸ τιμᾶν αὐτὸν τὰ λέκτρα τῆς Κασάνδρας: —MA χαριζόμενος τῇ Κασάνδρᾳ διὰ τὴν πρὸς αὐτὴν κοινωνίαν ὁ Ἀγαμέμνων οὐκ ἐβούλετο σφαγῆναι τὴν Πολυξένην: —MA † μαντιπόλος ἐλέγετο ἡ Κασάνδρα διὰ τὸ ἀναστρέφεσθαι αὐτὴν εἰς τὰ μαντεῖα: —A τῆς μαντικῆς: —M g A g τιμῶν, αὔξων: —M g A g † ἔνθεοι γὰρ καὶ μανικοὶ γενόμενοι οἱ μάντεις μαντεύονται: —A † τὼ Θησείδα δ ’ ὄζ ω: τοῦτο πρὸς τὸ σὸν σπεύδων ἀγαθὸν Ἀγαμέμνων ἀπέτρεπε.
sch Hec 123 [25] καὶ ἔστιν οὕτως· ἦν μὲν ὁ Ἀγαμέμνων ὁ σὲ ἐκδικῶν, οἱ δὲ Θησεῖδαι οἱ βασιλεῖς τῶν Ἀθηνῶν ἦσαν ῥήτορες δισσῶν λόγων, εἰς τὸν ὅμοιον δὲ νοῦν καταληγόντων. ἔλεγε γὰρ ὁ μὲν εἷς ὡς δεῖ τὸν Ἀχιλλέα τιμᾶν καὶ θῦσαι αὐτῷ τὴν Πολυξένην, ὁ δὲ ἕτερος ἔφασκεν ὡς οὐ δεῖ ἀγέραστον καταλεῖψαι τὸν Ἀχιλλέα, ἀλλὰ κυρωθῆναι τὴν ψῆφον, καθὰ περὶ αὐτοῦ ἐκρίναμεν. καὶ οἱ μὲν λόγοι δισσοὶ, εἰς ἕνα δὲ νοῦν λήγοντες καὶ εἰς μίαν γνώμην: —A ὄζω Ἀθηνῶ ν: οἱ δὲ τοῦ Θησέως παῖδες, Ἀκάμας καὶ Δημοφῶν, οἳ ἦσαν κλάδοι τῶν Ἀθηναίων, οἳ καὶ ἐστρατεύσαντο ἐπὶ Ἴλιον οὐχ ἡγούμενοί τινων, ἀλλ’ ἐπὶ τὴν ἀπολύτρωσιν τῆς Αἴθρας. ἕνεκεν γὰρ ταύτης ἐστρατευκέναι τούτους φασίν: —MA τὼ Θησείδα δ ’ ὄζω Ἀθηνῶ ν: τοὺς Θησέως παῖδας ἔνιοί φασι μὴ ἡγεμόνας στρατεύεσθαι ἐπὶ Ἴλιον μηδὲ τῆς συμμαχίας χάριν, ἀλλὰ ἀποληψομένους τὴν Αἴθραν· διὸ καὶ τὸν Ὅμηρον [Β 552] λέγειν τὸν Μενεσθέα ἡγεῖσθαι τῶν Ἀθηναίων. Διονύσιος γοῦν ὁ τὸν Κύκλον ποιήσας φησί [FHG iv p. 653 a ]· Δημοφῶν δὲ ὁ Θησέως ἐδεῖτο αὐτοῖς δοῦναι Αἴθραν τὴν Πιτθέως τὴν τοῦ πατρὸς μητέρα, ὅπως αὐτὴν κομίσωσιν οἴκαδε. Μενέλαος δὲ πρὸς Ἑλένην πέμπει Ταλθύβιον κελεύσας ἄγειν Αἴθραν. καὶ Ἑλένη δωρησαμένη Αἴθραν παντοδαπῷ κόσμῳ ἀποστέλλει πρὸς Δημοφῶντα καὶ Ἀκάμαντα. Ἑλλάνικος δέ φησιν [frg. 75] αὐτοὺς ἐστρατευκέναι, ὅπως, εἰ μὲν ἕλοιεν Ἴλιον, λάφυρον αὐτὴν λάβοιεν, εἰ δὲ μή, κἂν λυτρώσαιντο δώροις. φεύγειν δὲ αὐτοὺς διὰ τὸ μὴ βούλεσθαι ἄρχεσθαι ὑπὸ Μενεσθέως. ἦσαν δὲ μετὰ 〈τοῦ Ἐλεφήνορος τοῦ〉 Χαλκώδοντος τοῦ Ἄβαντος ἐν Εὐβοίᾳ: —MA δισσῶν μύθων ῥήτορε ς: οἱ δύο λέγοντες καὶ ῥητορεύοντες εἰς ταὐτὸ συνέτρεχον μίαν γνώμην ἔχοντες: —MA † οἱ μὲν λόγοι δύο ἦσαν τῷ αὐτοὺς δύο εἶναι, ἡ γνώμη δὲ μία: —AA g τιμᾶν, ἀπὸ μεταφορᾶς τῶν νικώντων, στεφανουμένων μετὰ τιμῆς: —M νέας παιδὸς αἵματι.
sch Hec 127 [5] ἢ ὑγρῷ, τῷ καὶ τὰ χλωρὰ φυτὰ ὑγρὰ εἶναι. τινὲς δὲ νέῳ: —M ἔλεγον δὲ τὰ τῆς Κασάνδρας λέκτρα οὐκ ὀφείλειν προκριθῆναι τῆς Ἀχιλλέως ἀρετῆς. ὁ γὰρ Ἀγαμέμνων εἰς τιμὴν Κασάνδρας συνεμάχει Πολυξένῃ: —MA † σπουδαὶ δὲ λόγων κατατεινομένω ν: λόγων δὲ λεγομένων ἡ αὐτὴ καὶ μία γνώμη ἐπεκράτει καὶ ἀπόφασις κατὰ τῆς σῆς παιδὸς οὐκ ἐδίδοτο, ἕως ὁ τὰ πρὸς χάριν τοῦ δήμου λέγων Ὀδυσσεὺς ἀνέστη καὶ πείθει τὸν στρατὸν μὴ ἀπωθεῖν τὸν ἄριστον τῶν Ἑλλήνων πάντων ἕνεκα τῶν δούλων σφαγίων.
sch Hec 130 ἔλεγε γὰρ· μὴ γένοιτό τινα ἀπὸ τῶν σφαγέντων Ἑλλήνων σταθῆναι ἔμπροσθεν τῆς Περσεφόνης καὶ εἰπεῖν ὡς ἀχάριστοι εἰς ἡμᾶς τοὺς σφαγέντας ἕνεκα τῶν Ἑλλήνων ἐφάνησαν οἱ Ἕλληνες μὴ τιμήσαντες ἡμᾶς, ἀλλ’ ἀγεράστους ἡμᾶς καταλείψαντες εἰς Ἑλλάδα ἀπέρχονται: —A ἀντὶ τοῦ· πρὶν Ὀδυσσέως μιᾷ γνώμῃ καὶ ψήφῳ προσετέθη: —M i ὁ συνετόβουλος: —M g A g ὁ λάλος.
sch Hec 131 [15] ὅθεν καὶ 〈δημοκόπος καὶ〉 κόβαλος, ὁ κομψός· ‘καὶ μὴν κόβαλά γ’ ἐστὶν ὡς καὶ σοὶ δοκεῖ [Arist. Ran. 104]‘. κοπίδας τε τὰς τῶν λόγων τέχνας 〈ἔλεγον〉 ἄλλοι τε καὶ ὁ Τίμαιος οὕτως γράφων [FHG iv p. 640 b ]· ‘ὥστε καὶ φαίνεσθαι μὴ τὸν Πυθαγόραν † εὑράμενον τῶν ἀληθινῶν κοπίδων μηδὲ τὸν ὑφ’ Ἡρακλείτου κατηγορούμενον, ἀλλ’ αὐτὸν 〈τὸν〉 Ἡράκλειτον εἶναι τὸν ἀλαζονευόμενον‘. τὰ περίεργα γὰρ τῶν λόγων καὶ τὰ κατεστωμυλμένα κόβαλα ἔλεγον, ὡς Ἀριστοφάνης ἐν Βατράχοις ‘κόβαλά γ’ ἐστὶν, ὡς καὶ σοὶ δοκεῖ‘: —MA λάλος: —M g σύντομος καὶ ὀξὺς τῷ λόγῳ: —M g ὁ τῷ δήμῳ κεχαρισμένα λέγων 〈εἰσ〉 τὸ εὔνοιαν ἐπισπᾶσθαι παρ’ αὐτῶν: —M i ἀντὶ τοῦ μιᾷ γνώμῃ προσετέθη.
sch Hec 133 στρατιὰ δέ ἐστι τὸ ἄθροισμα τῶν στρατιωτῶν, στρατεία δὲ αὐτὸς ὁ πόλεμος καὶ ἡ ἐν πολέμῳ 〈παρά〉ταξις: —MA ὡς ἀπέβησαν ἀπὸ τῶν πεδίων τῆς Τροίας οἱ Δαναοὶ ἀχάριστοι τοῖς Δαναοῖς τοῖς τεθνηκόσιν 〈ὑπὲρ τῶν〉 Ἑλλήνων [ἐγένοντο], ὅ ἐστιν· ἀχάριστοι οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν Ἕλληνας: —M τοῖς τεθνηκόσιν: —M g A g † οὐχ ἁπλῶς λέγει τῶν ἀποθανόντων καὶ ἐν Ἅιδου ὄντων, ἀλλὰ τῶν Ἑλλήνων τῶν ἐν τῇ Τροίᾳ ἐν τῷ ἀριστεύειν καὶ τῶν ἄλλων προμάχεσθαι ἀναιρεθέντων.
sch Hec 139 [5] ἀχάριστοι δὲ οἱ Ἕλληνες ἐγένοντο εἰς τοὺς τελευτήσαντας ὑπὲρ αὐτῶν ἐν Ἰλίῳ Ἕλληνας. ἢ λίαν ἀχάριστοι οἱ ἐν Ἰλίῳ Ἕλληνες τοῖς τεθνηκόσιν: —A ὅσον οὐκ ἤδ η: ὅσον οὐδέπω, μετ’ οὐ πολὺ, σφόδρα ταχέως: —M † ὅσον οὐκ ἤδ η: οὐδαμῶς ἐπὶ πολὺν χρόνον, ἀλλὰ ἐπ’ ὀλίγον, τουτέστι παραυτίκα καὶ παραχρῆμα καὶ ταχέως: —A ἀντὶ τοῦ παρθένον: —M g ἐξορμήσων αὐτὴν τῆς σῆς χειρὸς, τουτέστιν ἀφαιρησόμενος: —MA g ἐπικαλοῦ βοηθούς σοι γενέσθαι τοὺς οὐρανίους καὶ καταχθονίους θεούς: —MA g † κήρυσσε θεού ς: ἀντὶ τοῦ ἀνακάλει τοὺς θεοὺς τοὺς ὑπὸ γῆν καὶ οὐρανὸν· καὶ ἢ γάρ σε διακωλύσουσιν αἱ λιταὶ γενέσθαι ὀρφανὸν, ἀντὶ τοῦ ὀρφανὴν, τῆς σῆς δυστυχεστάτης παιδὸς, τουτέστιν ἢ σωθήσεται ἡ παῖς σου, ἢ δεῖ σε ἐπιδεῖν αὐτὴν προκειμένην ἐπὶ τύμβῳ φοινισσομένην ἐν τῷ μελαναυγεῖ νασμῷ τοῦ αἵματος, τουτέστι τῇ ῥύσει, ἀπὸ τοῦ νάω τὸ ῥέω.
sch Hec 146 τὸ δὲ αἵματι ἀντὶ τοῦ αἵματος γενικῶς, τοῦ ῥεομένου ἐκ τῆς ποτε φερούσης τὸν χρυσὸν δειρῆς αὐτῆς: —A ἔρημον.
sch Hec 149 ὡς ‘κλυτὸς Ἱπποδάμεια‘ [Β 742]: —M ἢ δεῖ ς’ ἐπιδεῖν τὴν παρθένον ἐγγὺς τοῦ τύμβου κειμένην ἐκ χρυσοφόρου δειρῆς φοινισσομένην νασμῷ μελαναυγεῖ, ὅ ἐστι τῇ ῥύσει τοῦ αἵματος: —MA προνενευκυῖαν: —M g τῆς ποτε χρυσοφόρου δειρῆς, ὡς τὸ ‘ἐυμμελίω Πριάμοιο‘: —M g † ἐκ χρυσοφόρου δειρῆ ς: ἤτοι ἐκ τραχήλου φέροντος κόσμια χρύσεα.
sch Hec 152 οἱ παλαιοὶ γὰρ, ὅταν ἔμελλον σφαγιάσαι τινὰ γυναῖκα ἐπὶ τάφῳ τινὸς, ἐκόσμουν αὐτὴν διὰ χρυσείων κόσμων ὥσπερ νύμφην: —A τῇ ῥύσει τοῦ μέλανος αἵματος: —M g ἠχὼ, ἀντὶ τοῦ βοήν.
sch Hec 155 τινὲς δὲ περισπῶσι τὸ ἀχ ῶ, ἵν’ ᾖ· ὁποίαν ἠχήσω βοήν: —MA λείπει τὸ ἕνεκα· ἐγὼ ἀθλία εἰμὶ ἕνεκα τοῦ δυστυχοῦς γήρως: —MA φεῦ τῆς δουλείας ταύτης τῆς οὐ τλητῆς οὐδὲ φορητῆς.
sch Hec 156 καρτερητῆς. οὐ φορητῆς: —MA εἰς ποίαν ὁδὸν βοηθείας παραγένωμαι: —MA εἰς ποίαν βοήθειαν ὁρμήσω: —M g A ἀντὶ τοῦ ἀπαγγείλασαι: —M ὦ κακά μοι ἀπαγγείλασαι.
sch Hec 165 ἢ ὑπομείνασαι καὶ παθοῦσαι: —MA οὐκέτι μοι φορητὸς ἢ θαυμαστὸς καὶ ἀποδεκτὸς ὁ βίος ἐν τῇ ζωῇ γενήσεται, ἀλλ’ ἐκ τῶν ἐναντίων ἐπαχθής: —MA † βίος δὲ σημαίνει τὸν παρόντα κόσμον, τὸν χρόνον τῆς ζωῆς, τὴν τέχνην καὶ κατάστασιν, τὴν οὐσίαν καὶ τὸ πρὸς τὸ ζῆν: —A καθήγησαι, ὦ τλήμων ποῦς: —M i ἔνδον ἐβούλετο εἰσελθεῖν πρὸς τὴν τῶν αἰχμαλωτίδων σκηνήν.
sch Hec 169 [10] βούλεται γὰρ συντυχεῖν τῇ Πολυξένῃ καὶ μηνῦσαι τὸν ἐσόμενον αὐτῇ θάνατον: —MA † καί φησι 〈πρὸς τὸν〉 ἑαυτῆς πόδα· ὦ τλημονέστατε ποδ〈ῶν, ἅγη‐〉 σαί μοι, τουτέστι ἡγεμόνευσόν μοι, κομίσαι με πρὸς ταύτην τὴν αὐλὴν, ἐν ᾗ ἐστιν ἡ Πολυξένη. καὶ εἰσελθοῦσά φησι πρὸς τὴν Πολυξένην· ὦ τέκνον, ἔξελθε ἀπὸ τῶν οἴκων καὶ ἄκουε τὴν φωνὴν τῆς μητρὸς, ὅπως ἴδῃς οἵαν ἀκούω φήμην καὶ λόγον, Πολυξένη, περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: —A † ὡς ἴδῃ ς: μετάληψις αἰσθήσεως καλεῖται τὸ σχῆμα· τὸ γὰρ ἴδῃς ἀντὶ τοῦ ἀκούσῃς ἐφθέγξατο.
sch Hec 174 μετήλλαξε δὲ τὴν δύναμιν τῶν ὤτων εἰς τὴν δύναμιν τῶν ὀφθαλμῶν· οὐ γὰρ μετὰ τῶν ὤτων βλέπει τις. διὰ τοῦτο καὶ μετάληψις αἰσθήσεως ὠνομάσθη τοῦτο: —A οἵαν ἤκουσα φήμην περὶ τῆς σῆς ψυχῆς, περὶ τοῦ σοῦ θανάτου: —M i † τί νεωστὶ κακὸν εἰσεληλυθὸς κηρύξασα: —A ὥσπερ ὄρνιν ἐξέπτηξάς με τούτῳ τῷ φόβῳ.
sch Hec 178 [5] ἢ καταπτῆξαι καὶ δειλιάσαι ἐποίησας: —MA τί με δύσφημα φθέγγῃ: —M g προοίμια: —M g † τί 〈με〉 δυσφημεῖ ς · φροίμιά 〈μοι〉 κακ ά: εἰπούσης τῆς Ἑκάβης οἴμοι τέκνον ἀκούσασα ἡ Πολυξένη ἐφοβήθη καί φησι· τί προοιμιάζῃ λόγους κακούς: —A τὸ ἑξῆς· σφάξαι σε Πηλείδα γέννᾳ, ὅ ἐστι Πηλέως γενεᾷ, ἀντὶ τοῦ Πηλέως παιδὶ, Ἀχιλλεῖ.
sch Hec 188 [10] πατρωνυμικὸν ἀντὶ πρωτοτύπου, Πηλέως γέννῃ: —MA † 〈 σφάξαι σ ’〉 Ἀργείων κοιν ά: ἡ κοινὴ γνώμη τῶν Ἀργείων συντείνει, ἤγουν σπεύδει, σφάξ〈αι σε〉 πρὸς τὸν τύμβον τὸν 〈τοῦ υἱοῦ〉 τοῦ Πηλέως, ἤγουν τοῦ Ἀχιλλέως. τὸ γὰρ Πηλείδα γέννᾳ ἀντὶ γενικῆς λαμβάνεται, ἵνα πρὸς τὸν τύμβον τοῦ γεννήματος ...: —A † ἄλλω ς : σφάξαι ς ’ Ἀργείων κοιν ά: ἡ πάντων ψῆφος καὶ γνώμη συμφωνεῖ τοῦ σε ἀποθανεῖν ἐν τῷ τύμβῳ τῷ τοῦ Πηλέως υἱῷ, τῷ Ἀχιλλεῖ: —A ἀντὶ τοῦ βουλή: —M g A g τῷ Πηλέως παιδὶ Ἀχιλλεῖ.
sch Hec 190 ἢ ἀντὶ τοῦ Πηλέως, πατρωνυμικὸν ἀντὶ πρωτοτύπου: —M γράφεται πα ῖ: —M g † ἀντὶ τοῦ πῶς πῶς· ἡ δὲ παλιλλογία 〈τὸ σπου〉δαῖον τῆς ἐρωτήσεως παρίστησιν: —A ἀφθόνητα· οἷς οὐκ ἄν τις φθονήσειε διὰ τὸ εἶναι κακά.
sch Hec 192 τοῖς γὰρ κακοῖς οὐδεὶς φθονεῖ: —MA τὸ ἑξῆς· ἀγγέλλουσί μοι δόξαι ταῖς τῶν Ἀργείων ψήφοις δυσφήμους φήμας περὶ τῆς σῆς ψυχῆς.
sch Hec 194 ἀντὶ τοῦ· ἀπαγγέλλουσί μοι αἱ φῆμαι περὶ τῆς σῆς ψυχῆς δόξαι τῇ ψήφῳ τῶν Ἑλλήνων, δηλονότι ἀποθανεῖν: —MA λείπει κρίνασαι: —M i περὶ τοῦ σοῦ θανάτου: —M g A g πάλιν Ἀττικῶς λείπει τὸ ἕνεκα· ὦ δυστυχεστάτη μῆτερ ἕνεκα τῆς ἀθλίας ζωῆς σου: —MA † οἵαν οἵα ν: οἴμοι 〈ποίαν〉 ποίαν αἰσχίστην βλάβην καὶ ἀρρήτην .
sch Hec 199 . σοὶ θεός τις διήγειρε καὶ παρώρμησε: —A ἀντὶ τοῦ ὧδε: —M g ἐγὼ ἡ δειλαία τῷ δειλαίῳ σου γήρᾳ οὐκέτι συνδουλεύσω: —MA † σκύμνον γὰ ρ: τὸν σκύμνον οἱ παλαιοὶ ἐπὶ παντὸς νέου λαμβάνουσι.
sch Hec 205 [15] σκύμνοι δὲ κυρίως λέγονται τὰ ἔκγονα τῶν λεόντων: —A † ἄλλω ς: σκύμνον τὴν Πολυξένην καλεῖ ὁ ποιητὴς διὰ τὸ βασιλέως εἶναι θυγατέρα, μόσχον δὲ διὰ τὸ μέλλειν ἤδη σφαγῆναι: —A οὐριθρέπταν μόσχο ν: ἀντὶ τοῦ νέαν· τὸν γὰρ μόσχον οἱ παλαιοὶ ἀντὶ τοῦ νέου παραλαμβάνουσιν: —MA g ὄψει σύ με τὴν μόσχον, ὅ ἐστι τὴν νέαν, ἀπὸ τῆς σῆς χειρὸς ἁρπαζομένην ὥσπερ σκύμνον ἐν ὄρει τεθραμμένον. ἀπὸ κοινοῦ δὲ τὸ εἰσόψε ι: 〈εἰσόψει〉 με λαιμότομον πεμπομένην τῷ Ἅιδῃ εἰς τὸν ὑπὸ γῆς σκότον, οἷον· εἰσόψει με οὐ κοινῷ θανάτῳ ἀποθνῄσκουσαν, ἀλλὰ τῷ διὰ σφαγῆς: —MA † εἰσόψει γάρ με καὶ ἴδῃς τὴν μόσχον τὴν δειλαίαν σὺ ἡ δειλαία ἀναρπαστὸν ἀπὸ τῆς σῆς χειρὸς ὥσπερ σκύμνον οὐρίθρεπτον, τῷ ὄρει τρεφόμενον, καὶ ὄψει λαιμότομον, ἤγουν τὸν λαιμὸν τμηθεῖσαν, ἀπὸ τῶν ἐνταῦθα πεμπομένην πρὸς τὸ σκότος τῆς γῆς, ὅπου ἡ ἀθλία διάξω μετὰ τῶν νεκρῶν. καὶ σὲ, ὦ μῆτερ δυστυχεστάτη, κλαίω ἐν πολλοῖς θρήνοις, τὸν ἐμὸν δὲ βίον οὐ κλαίω ὑπηργμένον ἅπαντα λύμην καὶ λώβαν: —A † λαιμότομο ν: λαιμοτόμος ἐστὶν ὁ τὸν λαιμὸν κόπτων, λαιμότομος δὲ ὁ ἀποτμηθείς: —A ἀντὶ τοῦ περὶ σοῦ.
sch Hec 211 ἢ ἐπὶ σοὶ, ὥσπερ καὶ θαῦμά σού φασιν ἀντὶ τοῦ ἐπὶ σοί. τινὲς δέ φασι λείπειν τὸ χάριν. ἢ ἀπὸ κοινοῦ τὸν βίον, ἵν’ ᾖ· κλαίω σου τὸν βίον: —M τὴν ἐμὴν ζωὴν πᾶσαν βλάβην καὶ λύμην οὖσάν μοι οὐ κλαίω: —M λοιμικήν: —M g οὐ κλαίομαι, ἀντὶ τοῦ οὐκ ὀδύρομαι: —M g ἀλλὰ ἡ τοῦ ἀποθανεῖν μοι δυστυχία βελτίων ἐφάνη τοῦ ζῆν ἀτίμως.
sch Hec 214 [5] τοῦτο δὲ λέγει παρόσον μετὰ τὴν πόρθησιν τῆς Τροίας καὶ τὸν τῶν ἀδελφῶν θάνατον καὶ τοῦ πατρὸς καὶ ἄλλων μυρίων, ὧν εἶχε 〈συγγενῶν τε καὶ φίλων, καὶ〉 αὐτὴ γενομένη αἰχμάλωτος δουλεύειν ἔμελλε καὶ τὰ αἴσχιστα ὑπομένειν· ὧν φησι προτιμότερον τὸν θάνατον εἶναι: —M † ἡ δυστυχία, φησὶν, ἐποίησέ με ἡγεῖσθαι τὸν θάνατον κρείσσονα τῆς ζωῆς: —A μετὰ σπουδῆς τοῦ ποδός: —M g ἤτοι καινὸν ἢ δεινόν.
sch Hec 217 Μένανδρος· ‘νεώτερόν τι σοι συμβέβηκεν‘: —M χρέος, πρᾶγμα: —M g τὴν κυρωθεῖσαν: —M g ἀντὶ τοῦ μνῆμα: —M g παραπομπούς, ὁδηγούς: —M g ἀρωγούς: —M g δεσπότης: —M g ἐτάγη, ἐχειροτονήθη: —M g τὰ καλὰ τῶν ἀντιγράφων δρᾶσον ἔχει: —M g οἶδας οὖν τί δρᾶσαι ὀφείλεις: —M i μὴ ἀφαιρεθῇς: —M g εἰς ἀγῶνα: —M g γίνωσκε δὲ ἐμὴν μὲν ἰσχὺν, σαυτῆς δὲ ἀσθένειαν: —M [διὰ] τὴν ἐμὴν ἀρχήν: —M i εὐπαίδευτον τοῦτό ἐστι, τὸ ἐν τοῖς κακοῖς μὴ ἐπαίρεσθαι καὶ παροξύνεσθαι: —M ὅπου με ἔδει τεθνάναι, οὐκ ἀπέθανον, ὅ ἐστιν ἐν Τροίᾳ: —M αὔξει: —M g εἰ δ ’ ἔστι τοῖς δούλοισ ι: εἰ δὲ ἔξεστι τοῖς δούλοις τοὺς ἐλευθέρους ἐρωτᾶν ὅσα 〈ἂν〉 μὴ λυπῇ μηδὲ δάκνῃ καρδίαν τῶν ἀκουόντων: —M ἀντὶ τοῦ ἐρωτῆσαι [ἀκοῦσαι]: —M g σοὶ μὲν λέγειν ἁρμόζει τὰ ἐρωτώμενα, ἐμοὶ δὲ ἐρωτᾶν καὶ ἀκούειν παρὰ σοῦ: —M σοὶ μὲν πρέπει ἀπολογεῖσθαι πρὸς τὰ ἐρωτώμενα: —M g τῆς ὑπερθέσεως γὰρ σοῦ ἕνεκεν οὐ φθονῶ: —M i καχειμονίᾳ κακόμορφος.
sch Hec 240 ἦλθε γὰρ Ὀδυσσεὺς εἰς τὴν Τροίαν εἰς ἐπαίτην μετασχηματίσας ἑαυτὸν 〈διὰ τὸ Παλλάδιον〉: —M ἄμορφο ς: ἀντὶ τοῦ ἄγνωστος: —M φόνου σταλαγμο ί: ὑπὲρ τοῦ ἐπικειμένου σοι φόνου ἀγωνιῶν ἐδάκρυσας.
sch Hec 241 [5] ἀντὶ δὲ τοῦ εἰπεῖν· δάκρυα φόνου ἦν σημαντικά, ἀπὸ [δὲ] τῶν ὀμμάτων σου, φησὶ, σταγόνες φόνου 〈κατέσταζον〉: —M σταγόνες φόνου· 〈ἔδει〉 δὲ εἰπεῖν δάκρυα, οἷον τὰ δάκρυα 〈φόνου〉 ἦν σημαντικὰ, ὅθεν καὶ ἐν τῇ συνηθείᾳ αἱμάτινα δάκρυα φαμέν: —M ἀπίθανον τὸ πλάσμα καὶ οὐχ Ὁμηρικόν· οὐ γὰρ ἂν ἐσίγησεν Ἑκάβη πολέμιον θεασαμένη κατοπτεύοντα τὰ κατὰ τοὺς Τρῶας πράγματα. ἡ δὲ Ἑλένη εἰκότως· ἄτην γὰρ μετέστενεν Ἀφροδίτης: —M ἀντὶ τοῦ ἐλυπήθην: —M g ἐλεεινὸς ὤν: —M g νεκρωθῆναι ὑπὸ τοῦ δέους τὴν χεῖρά μου: —M g ἀντὶ τοῦ ὑποκείμενός μοι: —M g κακὸς ὢν ἁλίσκῃ.
sch Hec 251 ὁ δὲ λόγος· οὐκοῦν κακὸς φαίνῃ ἐξ ὧν νῦν ἐβουλεύσω κατὰ τῆς ἐμῆς θυγατρὸς δι’ ἐμὲ ζῶν: —M τοιούτων εὐεργεσιῶν παρ’ ἐμοῦ τυχών: —M g ἀπὸ κοινοῦ τὸ δρᾷς: —M g δικανικάς: —M g εἰς τοὺς κατ’ αὐτὸν δημοκοποῦντας ῥήτορας λέγει: —M i τα〈ῦτα εἰς τὴν〉 κατ’ αὐτὸν πολιτείαν λέγει.
sch Hec 254 [5] καί ἐστι τοιοῦτος ὁ Εὐριπίδης, περιάπτων τὰ καθ’ ἑαυτὸν τοῖς ἥρωσι καὶ τοὺς χρόνους συγχέων: —M † ἀτὰρ τὶ 〈δὴ〉 σόφισμα τοῦ θ ’ ἡγούμενο ι: τοίνυν τί δίκαιον καὶ ἁρμόζον τοῦτο ἡγούμενοι, τὸ σφάξαι Πολυξένην, εἰς ταύτην ὥρι〈σαν〉 τὴν τοῦ φόνου ψῆφον.
sch Hec 258 [10] ἆρα τὸ πρέπον καὶ τὸ δίκαιον ἐκίνησεν ἀνθρώπους σφάζειν εἰς τὸν τύμβον, ἔνθα δὴ μάλιστα βοῦς πρέπει θυσιάζειν. ἢ τοὺς θανόντας ἀνταποκτεῖναι θέλων ὁ Ἀχιλλεὺς εἰς τήνδε τὴν παῖδα δικαίως τείνει τὸν φόνον. ἀλλ’ οὐδὲν αὕτη εἰς αὐτὸν δέδρακε κακὸν ἢ πεφόνευκεν. εἴπω σοι τὸ ἀληθές· Ἑλένην ἐχρῆν ἐν τῷ τύμβῳ αὐτῷ θῦμα * · αὕτη γάρ ἐστιν ἡ αἰτία τοῦ φόνου αὐτοῦ. εἰ γὰρ μὴ αὐτὴ τῷ Ἀλεξάνδρῳ ἠκολούθει, οὐκ ἂν ὁ Ἀχιλλεὺς εἰς Τροίαν ἦλθε καὶ ἀπέθανεν. εἰ δὲ πολλάκις λέγεις ὅτι χρή τινα ἔκκριτον ἀπὸ τῶν αἰχμαλώτων γυναικῶν θανεῖν, ἢ εὐπρεπεστάτην τῷ εἴδει, οὐχ ἡμεῖς τοῦτο ἔχομεν. τίς γὰρ εὐειδεστέρα Ἑλένης. ἄλλως τε καὶ οὐδὲν ἧττον ἡμῶν εὑρέθη αὐτὸν ἀδικήσασα, καὶ εἰ τὸ δίκαιον θέλετε πράξειν, αὐτὴν χρὴ σφαγῆναι: —A οἱ Ἕλληνες: —M g τὸ χρῆ ν: νόμιμον.
sch Hec 260 ἔστι δὲ ἐπιρρηματικόν: —M g τὸ δέον καὶ τὸ ὀφεῖλον αὐτοὺς εἰς προθυμίαν ἤγαγεν ἀνθρωποκτονεῖν εἰς τοὺς τάφους τῶν τελευτησάντων: —MA ἢ γὰρ Πολυξένη αὐτῷ αἰτία θανάτου γέγονεν: —M g A g ἐπίλεκτον εὐμορφίας ἕνεκεν: —M g διαφέρουσαν ὑπερβάλλουσαν: —M i † ἀδικοῦσά θ ’ ἡμῶ ν: αὕτη δὲ, ἡ Ἑλένη, καίπερ ἄδικα πράξασα κατ’ οὐδὲν ἡμῶν ἐλάττων εὑρέθη: —A † τῷ μὲν δικαίῳ τόν δ ’ ἁμιλλῶμαι λόγο ν: ἀντὶ τοῦ ὅτι μὲν δίκαιόν ἐστι τὴν Ἑλένην παθεῖν καὶ οὐχὶ τὴν Πολυξένην, τοῦτον ἁμιλλῶμαι καὶ λέγω τὸν λόγον· ἃ δὲ δεῖ σε ἀντιδοῦναί μοι ὑπὲρ ὧν παρ’ ἐμοῦ ἔπαθες ἄκουσον.
sch Hec 271 [5] ἥψω, ὡς φῂς, τῆς χειρός μου καὶ τῆς παρειᾶς· ἀνθάπτομαι κἀγώ σου τῶνδε καὶ ζητῶ σε χάριν, ἣν ἐγώ σοι δέδωκα, ἤγουν· ὥσπερ ἐγώ σε ἔσωσα τοῦ θανάτου τότε, ὅτε εἰσῆλθες εἰς τὴν Τροίαν κατάσκοπος, οὕτω καὶ σὺ σῶσον νῦν τὴν Πολυξένην: —A ἀντὶ τοῦ παρατίθημι: —M g A g αὐτάρκεια τῶν ἀποθανόντων μου τέκνων: —M g A † ταύτῃ γέγηθ α: ταύτῃ, τῇ Πολυξένῃ, χαίρω καὶ ἐπιλανθάνομαι τῶν ἐπισυμβάντων μοι κακῶν: —A ἀπίθανα ταῦτα· οὐ γὰρ ἔμελλε γηροβοσκεῖν ἡ Πολυξένη τὴν Ἑκάβην μὴ οὖσα μετ’ αὐτῆς· ὅμως μέντοι πρὸς τὴν ἱκεσίαν χρήσιμα: —MA παραμυθία: —M g τοὺς ἐν ἀρχαῖς ὄντας καὶ δυναμένους πράττειν ἃ βούλονται οὐ χρὴ εἰς κακόν τι τῇ ἐξουσίᾳ χρῆσθαι εἰδότας ὅτι οὐκ ἐν τῇ αὐτῇ μενοῦσι τύχῃ: —MA εὐτυχὴς δηλονότι: —M g † ἐλθὼν εἰς Ἀχαϊκὸν στρατό ν: σὺ, ὁ Ὀδυσσεὺς, ἐλθὼν εἰς τὸν τῶν Ἀχαιῶν στρατὸν παρηγόρησον, ἀντὶ τοῦ παρακάλεσον.
sch Hec 287 [10] ἢ παρὸ ἠγόρευσας καὶ ἐδημηγόρησας πρὶν ὅτι καλόν ἐστι σφαγιάσαι τὴν Πολυξένην, ἕτερόν τι νῦν λέξον καὶ εἰπὲ ὅτι μέμψις ἐστὶν ἀποκτεῖναι γυναῖκας, ἃς πρῶτον τοῦτο οὐκ ἐπράξατε ἀπὸ τῶν βωμῶν σπάσαντες, ἀλλ’ ᾠκτειρήσατε. νόμος δὲ ὁ αὐτὸς κεῖται καὶ περὶ τῶν δούλων καὶ τῶν ἐλευθέρων μὴ φονεύεσθαί τινα παρόσον καὶ ὁ δοῦλον φονεύσας τῷ αὐτῷ ἄγει ἐνέχεται. ἐὰν οὖν ταῦτα εἴπῃς τοῖς Ἕλλησιν, ἀκουσθήσῃ καὶ πείσεις αὐτούς. ὁ γὰρ εἷς λόγος καὶ ὁ αὐτὸς ὅταν ἐκ τῶν ἀδόξων καὶ ἐνδόξων ἐξέλθῃ, οὐ τὸ ὅμοιον δύναται, τουτέστιν· οὐ τὴν ὁμοίαν δύναμιν ἔχει: —A παράπεισον, νουθέτησον: —M g ὅτι: —M g A g ἀντὶ τοῦ νέμεσις.
sch Hec 288 [5] διαφέρει γὰρ νέμεσις φθόνου. νεμεσῶσι μὲν γὰρ οἱ δίκαιοι τοῖς ἀναξίως εὐτυχοῦσι, φθονοῦνται δὲ οἱ καλοί. νεμεσήσειαν ἂν ὑμῖν οἱ θεοὶ εἴγε ἃς πρότερον τοῖς βωμοῖς τῶν θεῶν προσφυγούσας ἀποσπάσαντες οὐκ ἐκτείνατε εἰς τιμὴν θεῶν, νῦν ἀνδρὶ χαριζόμενοι φονεύσετε: —MA ἄλλω ς: φθόνος νέμεσις. σημειωτέον δὲ ὅτι τὸν φθόνον νῦν ἐπὶ τοῦ μώμου τίθησιν, ὡς ἐν Θησεῖ [frg. 391] ‘καίτοι φθόνου μὲν μῦθον ἄξιον φράσω‘: —MA ἀντὶ τοῦ μέμψις: —M g A g νόμος δ’ ἐν ὑμῖν μήτε δοῦλον μήτε ἐλεύθερον φονεύεσθαι παρόσον καὶ ὁ οἰκέτην κτείνας ἐνέχεται τῷ ἄγει τοῦ ἀνδροφόνου: —MA ἄλλω ς: ἐν ὑμῖν δὲ, τοῖς Ἕλλησι, νόμος κεῖται σῳζόμενος τὸ ἴσον κρίνειν τοῖς ἐλευθέροις καὶ τοῖς δούλοις περὶ θανάτου, οἷον· ὥσπερ ἐλεύθερόν τις ἀνελὼν τιμωρίαν δίδωσιν ὑπὲρ τοῦ φόνου, τὸν αὐτὸν τρόπον καὶ ὁ δοῦλον φονεύων ὑποχειριός ἐστι τῷ ἐγκλήματι τοῦ θανάτου: —MA τὸ δ ’ ἀξίωμα κἂν κακῶς λέγ ῃ , τὸ σὸν πείσε ι: τὸ δὲ σὸν ἀξιόλογον πρόσωπον, κἂν κακῶς λέγῃ καὶ παρὰ τὸ δίκαιον, ὅμως πείσει· πόσῳ γε μᾶλλον, ὅτε καὶ ἔννομα: —MA λόγος γὰρ ἔκ τ ’ ἀδοξούντω ν: ὁ γὰρ αὐτὸς λόγος ἔκ τε τῶν ἀδόξων καὶ τῶν ἐνδόξων λεγόμενος οὐ ταυτὸν ἰσχύει καὶ δύναται, ἀντὶ τοῦ· δυνατὸς γίνεται, κἂν ᾖ φαῦλος, ὁ παρὰ τοῦ ἐνδόξου λεγόμενος: —M i A ἐκ τῶν δοξαζομένων: —M g ἀντὶ τοῦ στερρά, ὡς ‘κλυτὸς Ἱπποδάμεια‘ [Β 742].
sch Hec 296 [5] Ἀττικὸν δὲ τὸ σχῆμα: —M g A † οὐκ ἔστιν οὕτω στερρό ς: τὸ ἑξῆς· οὐχ οὕτως ἐστὶ στερρὸς φύσις ἀνθρώπου, ἥτις οὐκ ἂν ἐκβάλοι δάκρυον τῶν γόων τῶν σῶν καὶ τῶν ὀδυρμάτων τοὺς θρήνους ἀκούσασα: —A τοὺς θρήνους τῶν ὀδυρμάτων: —M g A † Ἑκάβ η , διδάσκο υ: ἀντὶ τοῦ σωφ〈ρόνει〉 καὶ τὸν εὖ λέγοντα μηδαμῶς τῷ θυμοειδεῖ μέρει τῆς ψυχῆς σου ποιοῦ δυσμενῆ: —A † ἄλλω ς : οὐκ ἔστιν οὕτω στερρὸ ς: τὸ γὰρ 〈στερρός ἀντὶ τοῦ στερρά, ὥσπερ καὶ ὁ〉 θεός καὶ ἡ θεός καὶ κλυτὸς Ἱπποδάμεια ἀντὶ τοῦ κλυτή.
sch Hec 299 [10] ὁ δὲ νοῦς· οὐκ ἔστιν οὕτως σκληρὰ καὶ ἀπ〈ηνὴς φύσις ἀνθρώπου ἥτις οὐκ ἂν δακρύσῃ κλύουσα, ἤγουν ἀκούουσα, τῶν σῶν〉 γόων καὶ μακρῶν ὀδυρμάτων τοὺς θρήνους: —A τῷ θυμώδει μέρει τῆς ψυχῆς. λέγει δὲ τῷ θυμουμένῳ μέρει τῆς ψυχῆς, τουτέστι τῷ θυμοειδεῖ: —M † μηδὲ τῇ ἐνούσῃ σοι ὀργῇ χάριν τοῦ σφαγῆναι τὴν Πολυξένην ὑπολάμβανε ἐχθρὸν ἐμὲ ἐν σῇ διανοίᾳ τὸν μὴ ἑλκύσαντα ἐν βίᾳ ἀπὸ τῶν σῶν ἀγκαλῶν τὴν Πολυξένην, ἀλλὰ λέγοντά σοι πράως δοῦναι αὐτήν: —A ἃ δ ’ εἶπο ν: ταῦτα εἶπον· ἐάν τις ἀριστεύσας μηδὲν πλέον τῶν δειλῶν ἀπενέγκηται, οἱ λοιποὶ ἀριστεῖς κινδύνου καταλαμβάνοντος τὴν πόλιν οὐκ ἂν ἕλοιντο ὑπερμαχεῖν τῆς πατρίδος ὁρῶντες τοὺς προαριστεύσαντας μηδενὸς γέρως τετυχηκότας.
sch Hec 303 [5] καὶ οὕτως συμβαίνει τὰς πόλεις κάμνειν μὴ ἐχούσας τοὺς προκινδυνεύοντας: —MA τούτῳ γὰρ, φησὶ, τουτέστι τῷ Ἀχιλλεῖ, ἐξαιτησαμένῳ τὴν σὴν θυγατέρα σφάγιον συνεβούλευσα τοῖς Ἕλλησιν ἐπιδοῦναι: —M τῷ Ἀχιλλεῖ: —M g ἀπὸ κοινοῦ τὸ εἶπον: —M i † ἐν τῷδε γὰρ κάμνουσι ν: ἐν τῷδε γὰρ δυστυχοῦσι καὶ ἀφανίζονται αἱ πολλαὶ πόλεις, τῷ μὴ τιμᾶσθαι δηλονότι τοὺς ἀγαθοὺς καὶ γενναίους ἄνδρας: —A διὰ τοῦτο: —M g δυστυχοῦσιν: —M g A g τῶν δειλῶν καὶ ἀνάνδρων: —M g A g † οὐκοῦν τό δ ’ αἰσχρό ν: οὐκοῦν κακόν ἐστι τοῦτο καὶ ἄδικον, ἐὰν, ὅταν ζῇ τις, φίλον αὐτὸν ἔχωμεν, ὅταν δὲ τελευτήσῃ, μή: —A ἀντὶ τοῦ ζῶντι: —M g † εἶε ν · τί δῆ τ ’ ἐρεῖ τι ς: τί δῆτα εἴποι τις, ἐὰν πάλιν ἄθροισις φανῇ στρατοῦ καὶ μάχη.
sch Hec 313 πολεμήσομεν ἢ φιλοψυχήσομεν ὁρῶντες μὴ τιμωμένους τοὺς θανόντας ὑπὲρ τῆς πόλεως. δῆλον ὡς φιλοψυχήσομεν: —A ὁ ἀγών: —M g A g φιλοζωήσομεν μὴ μαχόμενοι: —M g A g † καὶ μὴν ἔμοιγε ζῶντ ι: εἰ ἐν τοῖς ζῶσίν εἰμι καὶ μετρίως εὐτυχοίην, ἀρκούντως ἂν ἔχοι· θανὼν δὲ βούλομαι τιμᾶσθαι καὶ κλέος ἔχειν ἀοίδιμον παρὰ τῶν ζώντων τιμώμενος: —A ζῶν δηλονότι: —M i τιμώμενον, ἄξιον τιμῆς νομιζόμενον: —MA g ἐπὶ ποὺν γὰρ χρόνον μένει ἡ δόξα: —M g † διὰ μακροῦ γὰρ ἡ χάρι ς: ἐπὶ πολὺ γὰρ ἡ δόξα καὶ πολυχρόνιος γίνεται κατὰ διαδοχὴν αὐξανομένη: —A † εἰ δ ’ οἰκτρὰ πάσχειν φῄ ς: εἰ δὲ οἰκτρὰ πάσχειν λέγεις, ταῦτα ἀντάκουέ μου.
sch Hec 321 εἰσὶ καὶ παρ’ Ἕλλησι γυναῖκες αἱ μὲν παίδων ἐστερημέναι, αἱ δὲ νυμφίων, οὕστινας ἐν τῇ Τροίᾳ σφαγέντας ἡ Τρωικὴ κόνις κρύπτει: —A ἐν τῇ Ἑλλάδι δηλονότι: —M i A g ἄθλιαι μᾶλλον σοῦ: —M i σοῦ οὐδὲν ἧσσον ἄθλιαι: —M τὸ χ πρὸς τὴν συγκοπήν· πρεσβύτεραι γὰρ ἔδει εἰπεῖν: —M στερηθεῖσαι: —M g τῶν ἰδίων: —M g ἡ Τρωική: —M g ὑπόμενε καρτέρει: —M g A g ὑμεῖς δηλονότι: —M g A τὸ μήτε τοὺς φίλους ὡς φίλους τιμᾶν μήτε τοὺς ἐνδόξως ἀνῃρημένους θαυμάζειν: —MA τιμᾶτε: —M g ὑμεῖς δὲ πρὸς ταῦτα τὰ βουλεύματα καὶ τὴν τύχην κτήσησθε.
sch Hec 331 οἷα βούλοισθε, τοιαῦτα ἔχητε: —M i A † αἰαῖ τὸ δοῦλο ν: φεῦ φεῦ, ὡς κακὸν τὸ πεφυκέναι τινὰ δοῦλον.
sch Hec 332 τῇ βίᾳ γὰρ ὁ δοῦλος κρατούμενος τολμᾷ πράττειν ἃ μὴ χρή. πᾶς γὰρ δοῦλος ἀναγκαζόμενος πλεῖστα πράττει ἄδικα: —A ὑπομένει πολλάκις, ὃ μὴ πρέπον ἐστὶν ὑπὸ τῆς βίας ἀναγκαζόμενον: —MA ὦ τέκνον: —M g ἀντὶ τοῦ πρὸς ἀέρα: —M g φροῦδος κατὰ τὸ ἔτυμον λέγεται ὁ προαπεληλυθὼς τῆς ὁδοῦ [καὶ προαπελθών]: —M i A † φροῦδο ι: ἀνωφελεῖς, ἀφανεῖς, εἰς μάτην ἐκτοξευθέντες.
sch Hec 335 [5] οὐ γὰρ ἔκαμψαν τὸν τοῦ Ὀδυσσέως θυμὸν ἢ τῶν Ἑλλήνων, ἀλλὰ τὸ ψηφισθὲν αὐτοῖς ἔτι μένει: —A ἢ μήτηρ ἔχει ς: ἀντὶ τοῦ ἤπερ, οἷον· σὺ δὲ εἰ μᾶλλον τῆς μητρὸς δύναμιν ἔχεις: —MA συναλοιφή· ἡ μήτηρ ἀντὶ τοῦ ἤπερ ἡ μήτηρ. σὺ δὲ εἰ [μᾶλλον] ἔχεις μείζονά τινα δύναμιν, σπούδαζε: —MA ὁ τέ παρέλκει: —M g τὸ ἑξῆς· καὶ πεῖθε τὴν σὴν ὥστ’ ἐποικτεῖραι τύχην: —M i A † οὕτως ἡ σύνταξις· ἔχεις πρόφασιν ὥστε τὴν σὴν ἐποικτεῖραι τύχην· ἔστι γὰρ τέκνα καὶ τῷδε, τῷ Ὀδυσσεῖ: —A ὁρῶ ς ’ Ὀδυσσε ῦ: ἐνταῦθα ἐφύλαξεν ὁ Εὐριπίδης τὸ ἡρωικὸν ἦθος· οὐ γὰρ ταπεινὸν αὐτὸ μεμίμηται, ἀλλὰ παρρησιαστικόν: —MA ὁρῶ σε, φησὶν, ὦ Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα ὑπὸ τὰ ἱμάτια, τὸ δὲ πρόσωπον ἀποστρέφοντα, ἵνα μὴ ἱκετεύω σε: —MA οὐχ ἱκετεύσω σε, ἐπεὶ πέφευγας παρ’ ἐμοῦ τούτου τυχεῖν: —MM g A † ἀκούσας Ὀδυσσεὺς τῆς Ἑκάβης εἰπούσης τῇ Πολυξένῃ· ὦ τέκνον, πρόσπιπτε Ὀδυσσεῖ λαβοῦσα τῆς δεξιᾶς χειρὸς αὐτοῦ καὶ γενειάδος καὶ ἱκέτευσον αὐτὸν ὅπως τὴν σὴν τύχην ἐποικτείρῃ· οὕτω γὰρ ἔθος ἦν παλαιοῖς παρακαλεῖν τῆς χειρὸς καὶ τῆς γενειάδος ἁπτομένοις· ταῦτα ἀκούσας ὁ Ὀδυσσεὺς τὴν μὲν δεξιὰν αὐτοῦ χεῖρα εἰσήγαγεν ἔσωθεν τοῦ εἵματος αὐτοῦ καὶ τὸ πρόσωπον εἰς τοὐπίσω ἀπέστρεφεν, ὅπως μήτε τῆς χειρὸς αὐτοῦ λάβηται μήτε τῆς γενειάδος.
sch Hec 345 [15] ἰδοῦσα δὲ αὐτὸν [Πολυξένη] οὕτως ποιήσαντα εἶπεν ἡ Πολυξένη· ὁρῶ σε, Ὀδυσσεῦ, τὴν μὲν δεξιὰν χεῖρα κρύπτοντα 〈ὑπὸ τὰ〉 ἱμάτια, τὸ δὲ πρόσωπον στρέφοντα, ἵνα μὴ ἱκετεύω σε. θάρρει δὲ, ἐπεὶ πέφευγας τὸν ἐμὸν ἱκέσιον Δία, τουτέστι τὴν ἐμὴν ἱκεσίαν· ἐκ τοῦ Διὸς γὰρ πᾶσα ἱκεσία. ἱκέσιον δὲ Δία τὸν ἐπὶ παρακλήσει μεταλαμ〈βανόμενον〉: —A † ὥς ἐστιν ὁ Ζεὺς φίλιος καὶ ξένιος καὶ τὰ λοιπά, οὕτως καὶ 〈ἱκέσιος. ἀντὶ τοῦ πέφευγας τὴν ἐμὴν ἱκεσίαν, τουτέστιν· οὐχ ἱκε〉τεύσω σε: —A 〈ὡς ἕψομαί γε〉: ὄντως ἐπακολουθήσω σοι καὶ δι’ αὐτὸ τὸ ἀναγκαῖον καὶ ὅτι βούλομαι ἀπολέσθαι: —MA καὶ ἄλλω ς: ἕνεκα τῆς ἀνάγκης ἀκολουθήσω σοι καὶ ὅτι ἀποθανεῖν βούλομαι, ἐπειδὴ προτιμότερόν μοί ἐστι τοῦ ζῆν κακῶς: —MA ἀντὶ τοῦ φανήσομαι: —M g δειλὴ καὶ φιλόζωος γυνὴ φανήσομαι: —M g † τοῦτό μοι πρῶτον βίο υ: τοῦτό μοι ἦν πρῶτον [καὶ] ὅτι ἦν βασιλέως θυγάτηρ.
sch Hec 350 [5] ἔπειτα ἐτράφην ὑπὸ καλῶν ἐλπίδων βασιλεῦσι νύμφη. τοῦτο ἐλλιπές ἐστιν. ὁ δὲ νοῦς καὶ ἡ σύνταξις οὕτως· ἐτράφην ὑπὸ καλῶν ἐλπίδων μέλλουσα γενέσθαι νύμφη βασιλεῦσιν ἀπὸ βασιλέων γεννηθεῖσα. λείπει γὰρ ἐν τῷ βασιλεῦσι νύμφη τὸ μέλλουσα γενέσθαι: —A τὸ κεφάλαιον: —M g A g μακαρισμὸν, ἔπαινον τῶν γάμων: —MA ἀντὶ τοῦ τίνος: —M g A g ἐγὼ δὲ ἡ δύστηνος δέσποινα: —M g περίβλεπτος εὐδαίμων ἔνδοξος: —M g A g τὸ ἀποθανεῖν: —M g τὸ τῆς δουλείας ὄνομα τοῦ θανεῖν με ἐρᾶν ποιεῖ.
sch Hec 357 κακοσύνθετον δὲ τὸν λόγον πεποιήκασι τὰ δύο ἀπαρέμφατα: —MA τὸ ἑξῆς· δεσποτῶν ὅστις ὠμῶν κατὰ τὰς φρένας: —M g τὴν κάσιν· Ἀνακρέων [frg.
sch Hec 361 12 a ] ‘οὔτε μὴν ἁπαλὴν κάσιν‘. σεσημείωται δὲ ὅτι τὴν θήλειαν κάσιν εἶπεν, εἰ μὴ ἀποκοπή ἐστι τοῦ κασιγνήτην: —MA † ἀνάγκην σιτοποιό ν: τὴν μυλικὴν εἶπε.
sch Hec 362 [5] προσθεὶς τὴν σιτοποιὸν ἀνάγκην ἐν δόμοις τοῖς αὐτοῦ, ὅστις με ὠνήσεται, καὶ προσθεὶς τὸ σαίρειν τὸ δῶμα καὶ ἐφεστάναι ταῖς κερκίσιν ἀναγκάσει με ἄγουσαν, φέρουσαν καὶ ἔχουσαν, ἡμέραν λυπράν: —A ἀντὶ τοῦ μυλωθρικήν: —M g φιλοκαλεῖν: —M g ἀντὶ τοῦ παρεστάναι ἐπὶ κερκίσι με ἀναγκάσει.
sch Hec 363 ἀπὸ κοινοῦ δὲ τὸ προσθείς: —M μολυνεῖ, κακῶς ποιήσει: —M g οὐ δῆ τ ’ ἀφίημ ι: οὐ ταῦτα ὑποστήσομαι θελήσασα ζῆν: —M † οὐ δῆ τ ’ ἀφίημ ι: τὸ οὐ δῆτα ἀντὶ τοῦ οὐ θέλω ζῆν καὶ πάσχειν τοιαῦτα· ἐλεύθερον δὲ ἀφίημι τὸ φῶς τοῦτο τῶν ἐμῶν ὀμμάτων.
sch Hec 367 [5] οὐ γὰρ ἐπὶ ὑπηρετήσει καὶ δουλεύσει τοῖς ἐμοῖς ὀφθαλμοῖς ἔσται τὸ ὁρᾶν ** καταφωτίζον αὐτοὺς, ἐπεὶ προστίθημι τῷ Ἅιδῃ τὸ ἐμὸν δέμας: —A ἀντὶ τοῦ τὸ ἐμὸν δέμας προστίθημι τῷ Ἅιδῃ: —M γράφεται τό δ ’ ἤδ η: —M g † προστιθεῖ〈σα 〉 .
sch Hec 368 [5] .... τὸ δὲ σῶμα ἐπὶ τοῦ ..... ὁ δὲ Ὅμηρος τὸ μὲν δέμας ἐπὶ τοῦ ἐμψύχου ἀπὸ τοῦ συνδεδέσθαι τῇ ψυχῇ, τὸ δὲ σῶμα ἐπὶ τοῦ ἀψύχου οἱονεὶ σῆμά τι ὂν τοῦ ποτε ζῶντος: —A ἀντὶ τοῦ διαχείρισαι σφάξαι φόνευσον διάχρησαι: —M g δόξη ς: ὑπονοίας: —M i A g μηδὲν ἡμῖν ἐμποδὼν γένῃ, ὦ μῆτερ, μήτε λέγουσα μήτε πράττουσα: —MA φλυαροῦσα, μηδὲν ἀνύουσα: —M g A σύνθελέ μοι, σὺν ἐμοὶ βούλου ἀποθανεῖν: —M g † ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶ ν: ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι τῶν κακῶν, φέρει μὲν καὶ ὑπομένει αὐτὰ κατὰ ἀνάγκην, ἀλλὰ καὶ πλεῖστα ἀλγεῖ.
sch Hec 375 [10] ἐὰν 〈δὲ〉 θάνῃ, μᾶλλον ἂν δοκοίη εὐτυχής: —A τῷ τῶν κακῶν ζυγῷ τὸν αὐχένα ἐντιθεὶς ἀλγεῖ: —M i δεινὸς χαρακτή ρ: δυσχερές ἐστι, φησὶ, τὸ ἐξ ἀγαθῶν ἀγαθὸν γενόμενον τὸν χαρακτῆρα καὶ τὸ φρόνημα τῆς εὐγενείας ἀπορρῖψαι καὶ ἀφανίσαι: —MA ἄλλω ς: ἱκανός ἐστι χαρακτὴρ καὶ φανερὸς ἐπ’ ἀνθρώποις τὸ ἀγαθὸν γενέσθαι: —M ἱκανὴ, φησὶ, καὶ ἔνδοξος φρόνησις ἐν τοῖς ἀνθρώποις τὸ ἐξ ἀγαθῶν ἀγαθὸν προελθεῖν καὶ ἐπὶ πολὺ θαυμαζόμενοι καὶ δοξαζόμενοι γίνονται οἱ παρασκευάζοντες ἑαυτοὺς ἀξίους εἶναι τῆς εὐγενείας: —MA † ἄλλως εἰς τὸ αὐτ ό: σαφὴς, φανερὸς καὶ πρόδηλος χαρακτὴρ τὸ ἀπὸ ἀγαθῶν γενέσθαι, οἷον 〈ὁ〉 ἀπὸ εὐγενοῦς προελθὼν πᾶσιν εὐδιάγνωστός ἐστι καὶ ἐπὶ πολὺ θαυμάζονται καὶ δοξάζονται οἱ αὑτοὺς ἀξίους τῆς εὐγενείας παρασκευάζοντες, ἤγουν τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται, ὥσπερ καὶ ἡ Πολυξένη ἄξια τῆς ἑαυτῆς εὐγενείας πέπραχεν.
sch Hec 379 [20] εἵλετο γὰρ θανεῖν ἢ δούλη ὑπάρχειν. ἡ δὲ σύνταξις οὕτως· δεινὸς χαρακτὴρ καὶ ἐπίσημος ἐν βροτοῖς τὸ ἀπὸ ἐσθλῶν γενέσθαι· λείπει δὲ ἡ ἀπό πρόθεσις· καὶ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τῆς εὐγενείας ἐν τοῖς ἀξίοις αὐτῆς, τῆς εὐγενείας. πολλοὶ γὰρ εὐγενεῖς, ἀλλ’ οὐκ ἐπὶ πλέον ἔρχεται τὸ ὄνομα τούτων μὴ τὰ τῆς εὐγενείας πραττόντων ἄξια: —A ἐπίσημο ς: φανερὸς ἔνδοξος ἱκανός: —MA g τὸ ἐξ ἀγαθῶν προαχθῆναι: —M τοῖς ἀξίοις τῆς εὐγενείας.
sch Hec 381 οἷον· τοῖς ἄξια τῆς εὐγενείας διαπραττομένοις ἐπεκτείνεται τὸ ὄνομα τῆς εὐγενείας ἐπὶ πλέον καὶ ἐνδοξότεροι γίνονται: —MA ἐπέστρεψε τὸν λόγον πρὸς Ὀδυσσέα: —M g 〈οὐ〉 σὲ, ὦ γεραιὰ, φησὶ, κατθανεῖν ᾐτήσατο τὸ φάντασμα Ἀχιλλέως: —M g A εἰ καὶ τὸ φάντασμα ἐκείνην ᾔτησεν, ἀλλ’ ὑμεῖς με σὺν τῇ θυγατρὶ φονεύσατε: —MA ὑπέρθεσις· ἀλλ’ ὑμεῖς: —M g † καὶ δὶς τόσο ν: καὶ διπλοῦν γενήσεται τὸ πόμα τοῦ αἵματος τῇ τε γῇ καὶ τῷ νεκρῷ, ἐὰν κἀμὲ συσφάξητε τῇ παιδί μου: —A † ἅλις κόρης σῆ ς: ἀντὶ τοῦ· αὐτὴ μόνη ἀρκεῖ.
sch Hec 394 οὐ γὰρ προσενεκτέος ἄλλος θάνατος πρὸς ἄλλῳ· οὐ θέλομεν γὰρ ὀφείλειν καὶ τὸν σὸν θάνατον: —A οὐ προσενεκτέος: —M g A g † μηδὲ τόν δ ’ ὠφείλομε ν: ἀντὶ τοῦ· οὐκ ἀναγκάσεις με συναποκτεῖναί σε τῇ θυγατρί σου: —A λείπει τὸ ἐστί: —M g A g οὐ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι: —M † οὐ γὰρ οἶδα δεσπότας κεκτημένο ς: εἰπούσης τῆς Ἑκάβης ὡς ἀνάγκη συνθανεῖν τῇ θυγατρί μου, φησὶν Ὀδυσσεύς· πῶς; οὐ γὰρ δοῦλός εἰμι, ἵνα μετὰ ἀνάγκης δεσποτῶν διαπράττωμαί τι.
sch Hec 397 [5] πρῶτός εἰμι ἐν τῷ στρατῷ καὶ ὃ θέλω, ποιήσω. οὐ γὰρ ὑπ’ ἄλλου προστάσσομαι, ἵνα εἰπόντος ἐκείνου· σφαγήτω καὶ ἡ Ἑκάβη· ἀκούσω τούτου: —A ἐπεὶ τὰ μετὰ ἀνάγκης δούλοις πρέπει: —M g καθάπερ κισσὸς δρυὸς ἀντιλαμβάνεται περιπλακείς, κἀγὼ ταύτης ἀντιλαμβάνομαι καὶ οὐ χωρισθήσομαι αὐτῆς ἀναιρουμένης, ἀλλὰ σὺν αὐτῇ θνῄσκειν βούλομαι: —M † ὁποῖα κισσό ς: καθάπερ ὁ κισσὸς ἀντιλαμβάνεται καὶ περιπλέκεται τῇ δρυί, τὸν αὐτὸν κἀγὼ τρόπον ταύτης λαβοῦμαι καὶ οὐ χωρισθήσομαι: —A † ἄλλω ς: κισσός ἐστιν εἶδος δένδρου μικροῦ, ὅπερ καὶ ἐν τοῖς ἀμπέλοις συνεχῶς ἀνέρχεται καὶ εἱλίσσεται ἐν αὐταῖς, ἀναφέρεται δὲ τῷ Διονύσῳ.
sch Hec 398 [10] εἰς νάρθηκα γὰρ ἔπλεκον τὸ αὐτὸ φυτὸν, καὶ οὕτως ἐχόρευον αἱ Βάκχαι τῷ Διονύσῳ: —A † οὐκ ἤν γε πείθ ῃ: ἐὰν πείθῃ τοῖς σοφωτέροις σου, οὐδαμῶς τοῦτο ποιήσεις, τὸ συσφαγιασθῆναί σε τῇ θυγατρί, ἀλλὰ καταλείψεις αὐτὴν μόνην: —A αὐτόθι, παρὰ σοί: —M g A g ἀντὶ τοῦ Λαέρτου: —M g ὑποχώρει καὶ ἐνδίδου· ἀπὸ μεταφορᾶς τῶν ὑποχαλώντων τὸν πόδα πολλοῦ ὄντος ἀνέμου: —MA ἀντὶ τοῦ τραυματίσαι: —M g † ἑλκῶσα ι: ἀντὶ τοῦ ἕλκους καὶ τραυμάτων πληρῶσαι τὸν σὸν γηραιὸν χρῶτα: —A ἅτινα πάθῃς: —M g A g γλυκεῖαν: —M g ὅτι: —M g † τέλος 〈δ〉έχ ῃ: ἀντὶ τοῦ πλήρωμα· οὐ γὰρ προσομιλήσω σοι τοῦ λοιποῦ: —A † ὦ μῆτε ρ , ὦ τεκοῦ ς’ , ἄπειμι δὴ κάτ ω: ταῦτα λεγούσης τῆς Πολυξένης ἀνταπεκρίθη ἡ Ἑκάβη ἡμεῖς ἐν φάει δουλεύσομε ν.
sch Hec 414 [10] ἡ δὲ Πολυξένη πρὸς ταῦτα οὐκ ἀπεκρίθη, ἀλλ’ ἔχεται τῶν αὑτῆς λόγων κἂν ἀμοιβαῖοι φαίνωνται οἱ στίχοι. οὕτως γάρ ἐστιν ἡ ἀκολουθία τούτων· ὦ μῆτερ, ὦ τεκοῦσα, ἄπειμι δὴ κάτω ἄνυμφος, ἀνυμέναιος, ἄνευ τῶν ἐπὶ γάμῳ λεγομένων ὕμνων, ἐκεῖ δ’ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν, ἀντὶ τοῦ σοῦ. διὰ μέσου δὲ ἐβόα Ἑκάβη ἐκείνης λαλούσης, ὅπως ἀποκριθῇ καὶ εἴπῃ αὐτῇ τι, καὶ οὐκ ἀντεῖπεν αὐτῇ μέχρι τοῦ στίχου τοῦ λέγοντος τί σοι πρὸς Ἕκτο ρ ’ ἢ γέρον τ ’ εἴπω πόσι ν: —A ἄπειμι κάτω δηλονότι: —M g ἐλεεινή: —M g συναλοιφὴ τῶν δύο· ἔστι δὲ ἐγώ: —M i πῶς τὸ τέλος διάξω τοῦ βίου: —M g αὔξουσα τὸ πάθος φησί· ιθ γὰρ μόνους παῖδας ἐγέννησεν.
sch Hec 421 [10] Ὅμηρος [Ω 496]· ‘ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν‘. ἢ ὅτι συμπεριλαμβάνει τοὺς νόθους διὰ τὴν διάθεσιν τοῦ ἀνδρός. σύλληψις δὲ λέγεται ὁ τρόπος· οὐδὲ γὰρ αὐτὴ ἐγέννησεν, ὁ δὲ Πρίαμος ἐξ ἄλλων γυναικῶν: —M † ἡμεῖς δὲ πεντήκοντ〈ά γ ’〉 ἄμοιροι τέκνω ν: ἐζήτηται ἐνταῦθα πῶς δέκα καὶ ἐννέα παῖδας ποιήσασα Ἑκάβη πεντήκοντα ἑαυτὴν παίδων ἀμέτοχόν φησι. καὶ φαμὲν ὡς συμπεριείληφε τοὺς νόθους παῖδας τοῦ Πριάμου σὺν τοῖς ἑαυτῆς: —A ἀμέτοχοι: —M g A g περιπτυσσομένη τὴν μητέρα τοῦτό φησιν: —M g † ὦ στέρν α: ταῦτά φησιν ὡς ἀσπαζομένη τοὺς τῆς μητρὸς μαστούς: —A ταχυθανάτου.
sch Hec 425 μήπω γηρασάσης, τουτέστι νέας: —M g † χαῖ ρ ’ ὦ τεκοῦσ α: κἀνταῦθα οὐκ ἀμοιβαῖοί εἰσιν οἱ λόγοι, ἀλλὰ διὰ μέσου φησὶν Ἑκάβη, ὅπως ἀποκριθῇ αὐτῇ, καὶ οὐκ ἀντιλέγει.
sch Hec 426 [5] οὕτως γάρ ἐστιν ὁ νοῦς καὶ ἡ σύνταξις· χαῖρ’, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τ’ ἐμοὶ ὅ τ’ ἐν φιλίπποις Θρᾳξὶ Πολύδωρος κάσις. καὶ λεγούσης ταῦτα Πολυξένης λέγει καὶ ἡ Ἑκάβη διὰ μέσου· χαίρουσιν ἄλλοι καὶ, ἂν ζῇ Πολύδωρος, ἀπιστῶ· τοῦ ὀνείρου γὰρ ἐμνημόνευσεν ὃν εἶδε περὶ ἐκείνου ἐν ἀρχῇ τοῦ δράματος. καὶ τότε ἀποκρίνεται αὐτῇ ἡ Πολυξένη καὶ λέγει περὶ τοῦ Πολυδώρου· ζῇ καὶ θανούσης σου καλύψει τοὺς σοὺς ὀφθαλμούς: —A γράφεται τόδ ε: —M g ἀπὸ κοινοῦ τὸ χαιρέτω: —M g οὕτως εἰς πάντα δυστυχής εἰμι ὡς καὶ περὶ ἐκείνου ἀπιστῶ εἰ ζῇ: —MA ἐγὼ πρὶν τοῦ ἀποθανεῖν ὑπὸ τῶν κακῶν τέθνηκα: —M i ἄπαγε καλύψας τοῖς ἱματίοις διὰ τὸ κόσμιον: —M τὴν ἐμαυτῆς καρδίαν ἐκτέτηκα τοῖς θρήνοις τῆς μητρὸς κἀγὼ δὲ ταύτην ἐκτήκω: —MA † ὦ φῶ ς: ἔξεστί μοι προσφωνεῖν τὸ σὸν ὄνομα καὶ προσλέγειν· οὐ γὰρ ἀποκέκλεισμαι καὶ τοῦ λαλεῖν: —A οὐδέν ἐστι τὸ μεταξὺ τῆς πυρᾶς τοῦ Ἀχιλλέως καὶ τοῦ ξίφους: —M † μέτεστι δ ’ οὐδέ ν: ἀντὶ τοῦ οὐκ ἐπὶ πολὺ μέτεστί μοι τὸ φῶς ἀνακαλεῖσθαι πλὴν ὅσον φθάσαι με εἰς τὸν τάφον τοῦ Ἀχιλλέως.
sch Hec 436 [5] ὅταν δὲ ἐκεῖ φθάσω, οὐκέτι προσφωνήσω σοι, δηλονότι· ἕως οὗ τὴν ὁδὸν περιπατῶ τὴν πρὸς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔξεστί μοι ἀνακαλεῖσθαι τὸ φῶς καὶ βλέπειν αὐτό· ὅταν δὲ τὴν ὁδὸν ταύτην τελειώσω καὶ φθάσω εἰς τὸν τοῦ Ἀχιλλέως τάφον, ἔκτοτε οὔτε ἴδω τὸ φῶς οὔτε προσφθέγξομαι αὐτό· σφαγήσομαι γάρ: —A ἀποψύχω: —M g ὥ ς: οὕτως: —M i A g τὴν Λακωνικήν: —M g δι’ εὐπρεπείας: —M g † αὔρ α , ποντιὰς αὔρ α: τοῦ Ὀδυσσέως λαβόντος τὴν Πολυξένην καὶ ἀπερχομένου ἀνακλαίεται αὐτὴν ὁ χορὸς διὰ τὸ ἄδηλον καὶ τὸ μὴ εἰδέναι τί μέλλει αὕτη παθεῖν.
sch Hec 444 [45] ὁ δὲ χορὸς οὗτός ἐστιν ἐκ Τρῳάδων γυναικῶν καί φησι πρὸς τὸν τῆς θαλάττης ἄνεμον, ἀπὸ ἑνικοῦ δὲ δηλοῖ πάσας τὰς γυναῖκας ὁ ποιητής. φησὶ δὲ ταῦτα ὁ χορός· ὦ αὔρα ποντιὰς, ποῦ με τὴν δυστυχῆ ἐπαγάγῃς ἢ ποῖ τῶν νήσων ἢ ποῖ τῶν τόπων, καὶ τίνι δούλη γενήσομαι. ἆρα εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς με ἀπάξεις ἢ τῆς Φθιάδος, ὅπου, εἰς τὴν Φθίαν, τὸν Ἀπιδανὸν ποταμόν φασι ῥέειν. ἢ ποῦ [ἀπὸ] τῶν νήσων· ** ἆρα εἰς τὴν Δῆλόν με ἀπάξεις, ὅπου ὁ πρωτόγονος φοῖνιξ· πρωτόγονον δὲ εἶπεν αὐτὸν ὡς πρῶτον γεννηθέντα τῆς δάφνης· καὶ ἡ δάφνη κλάδους ἀνέφυσε μελλούσης τεκεῖν τῆς Λητοῦς τὸν Ἀπόλλωνα. ἢ εἰς Ἀθήνας με ἀγάγῃς, καὶ ἐν τῷ πέπλῳ, ἐν ᾧ πάσσουσι τὰ τῆς Ἀθηνᾶς ἆθλα αἱ παρθένοι, κἀγὼ σὺν ἐκείναις στίξω καὶ γράψω εἰς τὸν αὐτὸν πέπλον τὰ ταύτης ἆθλα καὶ τὴν τῶν Τιτάνων γενεὰν, ἣν ὁ Ζεὺς κατέφλεξεν ἐν τῷ κεραυνῷ. ἔθος γὰρ ἦν τοῖς τότε πάσσειν ἐν τοῖς πέπλοις τὰ τῶν ψευδωνύμων αὐτῶν ἆθλα θεῶν, καθὼς καὶ ἡμεῖς ἐν τοῖς πέπλοις νῦν γράφομεν ἵππους, ὄρνις καί τινα ἄλλα. τοὺς δὲ πέπλους οὐ μόνον παρθένοι ἔκαμνον, ἀλλὰ καὶ αἱ μὴ οὕτως ἔχουσαι. καὶ ὁ μὲν νοῦς ἐστι τοιοῦτος, ἡ δὲ σύνταξις οὕτως· αὔρα ποντιὰς αὔρα, ἥτις κομίζεις τὰς ἐν θαλάσσῃ πορευομένας θοὰς, ἤτοι ταχυτάτας, νῆας ἐπὶ τὸ κῦμα τῆς θαλάσσης, ποῖ με τὴν μελέαν καὶ δυστυχῆ κομίσεις καὶ ἀγάγῃς· τοῦτο γὰρ δηλοῖ τὸ πορεύσει ς· καὶ πρὸς τίνος οἶκον ἀφίξομαι. τὸ γὰρ τῷ δουλόσυνος πρὸς οἶκον κτηθεῖ ς ’ ἀφίξομαι τοῦτο λέγει· πρὸς τίνος οἶκον ἀφίξομαι δούλη γενομένη· τὸ τῷ ἀντὶ γενικῆς. τὸ δὲ ἤ πρὸς τὸ αὔρα ἀποδοτέον, ἵν’ ᾖ οὕτως· αὔρα ποντιὰς, ποῖ με κομίσεις, ἢ εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς, καὶ τὰ λοιπὰ διὰ μέσου· ἢ εἰς τὸν ὅρμον τῆς Φθιάδος γῆς, ἔνθα τὸν Ἀπιδανὸν ποταμὸν τὸν πατέρα τῶν καλλίστων ὑδάτων φασὶ λιπαίνειν τὰ πεδία· ἢ ποῖ με τῶν νήσων ἀπάξεις τὴν τάλαιναν· τὸ δὲ ποῖ ἀπὸ κοινοῦ· πεμπομένην ἐν τῇ ἁλιήρει κώπῃ, ἔχουσαν, ἐμὲ, οἰκτρὰν βιοτὴν ἐν τοῖς οἴκοις, οὗ γενήσομαι δούλη. εἰς τὴν Δῆλον με ἀπάξεις, ἔνθα πρωτόγονός τε φοῖνιξ καὶ ἡ δάφνη ἱεροὺς ἀνέσχε πτόρθους τῇ Λητοῖ φίλα ἀγάλματα καὶ δῶρα τῆς αὐτῆς ἐνδόξου ὠδῖνος, καὶ σὺν ταῖς Δηλιάσι κόραις ὑμνήσω τῆς Ἀρτέμιδος θεᾶς τὴν χρυσῆν περικεφαλαίαν καὶ τὰ τόξα. ἢ ἐν ταῖς Ἀθήναις κἀκεῖσε ἀπελθοῦσα ὑφανῶ ἐν τῷ κροκέῳ πέπλῳ τῆς καλλιδίφρου Ἀθηνᾶς τοὺς πώλους ποικίλλουσα αὐτοὺς ἐν ἀνθοβαφέσι πηνίοις ἢ μεταξίοις· ἢ τῶν Τιτάνων γενεὰν ὑφανῶ ἐν τῷ πέπλῳ, ἣν κοιμίζει ὁ Ζεὺς καὶ ἀφανίζει ἐν ἀμφιπύρῳ φλογμῷ, ἤγουν κεραυνῷ. ὤμοι τῶν ἐμῶν γονέων καὶ πατέρων καὶ χθονὸς, ἥτις κατεστράφη φλεχθεῖσα ἐν τῷ πυρί. † κατὰ γὰρ τὸ πῦρ, φησὶ, γενομένη ἡ πόλις αὕτη δορίκτητος καὶ δούλη τῶν Ἑλλήνων· ἐγὼ δ’ ἐν ξένῃ γῇ δούλη κληθήσομαι λιποῦσα τὴν Ἀσίαν δούλην, θεράπαιναν, τῆς Εὐρώπης, ἀλλάξασα τοὺς τῶν Ἑλλήνων θαλάμους ἀντὶ τοῦ Ἅιδου. φησὶ γὰρ· κρεῖττον ἦν σφαγῆναί με ἢ δούλην γενέσθαι. πολλῶν γὰρ Τρῳάδων γυναικῶν ἐφείσαντο οἱ Ἕλληνες χάριν τοῦ μοιχεύειν αὐτάς: —A πνοή: —M g ἥτις: —M g ταχείας ναῦς: —M g λίμνην τὴν θάλασσάν φησιν Ὅμηρος [γ 1]· ‘Ἠέλιος δ’ ἀνόρουσε λιπὼν περικαλλέα λίμνην‘: —M κῦμα, οἴδημά τι ὄν: —M g τίνι δούλη ὀνομασθεῖσα πρὸς τὸν οἶκον ἀφίξομαι: —M ἆρα, φησὶν, εἰς τὸν ὅρμον τῆς Δωρίδος γῆς ἀφίξομαι ἢ ἐπὶ τὸν ὅρμον τῆς Φθίας: —M τῆς Πελοποννήσου.
sch Hec 450 [5] ἴσως δὲ διὰ τὸν Ἀγαμέμνονα λέγει τοῦτο: —M i A γῆς: —M g τῆς Θεσσαλίας, διὰ τὸν Νεοπτόλεμον: —M g A Ἀπιδανὸς ποταμὸς Θεσσαλίας: —M τὰ πεδία Θεσσαλίας ἀρδεύειν· τὸ γὰρ ὕδωρ τρόφιμον: —M g ἀπὸ κοινοῦ τὸ πορεύσει ς· ἢ εἰς τίνα τῶν νήσων με πορεύσεις: —M i καὶ τοῦτο διὰ τὸν Ἀγαμέμνονα, ὅν φησιν Ὅμηρος [Β 108] ‘πολλῇσιν νήσοισι καὶ Ἄργει παντὶ ἀνάσσειν‘.
sch Hec 455 [5] ἁλιήρει δὲ τῇ ἐν ἁλὶ ἐρεσσομένῃ κώπῃ: —M ἐν οἷς ἀφίξομαι οἴκοις οἰκτρὰν ζωὴν ἔχουσα: —M ἐπειδὴ ἐμνήσθη νήσων, καὶ ἡ Δῆλος νῆσός ἐστι.
sch Hec 458 [25] καὶ Ὅμηρος [ζ 163]· ‘Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα‘. λέγεται δὲ ἡ δάφνη πρῶτον ἐν Δήλῳ γενέσθαι 〈καὶ〉 ὁ φοῖνιξ: —M i ὅ τε φοῖνιξ καὶ ἡ δάφνη: —M g † ἔ〈νθα πρωτό〉γονος τε φοῖνι ξ: ὁ Ζεὺς ......... 〈Ἀ〉στερίαν καὶ ... ἐτύγχανε καὶ ταύτῃ συγ〈κοιμώμενοσ〉 .......... προσήκοντα ταῖς τῶν γυναικῶν κυοφορίαις τε 〈καὶ〉 ἔγκυμον〈α〉 ... κατὰ δέ τινας ...... παρεγένετο εἰς Ἀστερίαν τὴν νῆσον μίαν τῶν 〈Κυ〉κλάδων τυγχάνουσαν κἀκεῖσε ἀπελθοῦσα καὶ ἁψαμένη δύο φυτῶν, ἐλαίας καὶ φοίνικος, διδύμους παῖδας ἀπέτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα. οἱ δέ φασιν ὅτι, ὁπηνίκα εἰς Ἀστερίαν τὴν νῆσον ἡ Λητὼ παρεγένετο τυγχάνουσα ἔγκυος, εὐθέως ἐν τῇ γῇ τῆς εἰρημένης νήσου δύο κάλλιστα φυτὰ ἀνεβλάστησαν, φοῖνιξ καὶ δάφνη, ἐναργὲς τεκμήριον ὄντα τῆς τῶν παίδων τῶν δύο τῆς Λητοῦς ἀποτέξεως, Ἀρτέμιδος καὶ Ἀπόλλωνος. ἢ καὶ ὡς ἀναθήματα παρὰ τῆς γῆς ἀνεδόθησαν τῆς καλλίστης καὶ περιφανοῦς ὠδῖνος αὐτῆς· διὸ καὶ τὴν νῆσον μετωνόμασαν Δῆλον, ὅτι φανερὸν καὶ ἐναργὲς σημεῖον ἐν αὐτῇ ἀνεδόθη τῆς τῶν εἰρημένων παίδων αὐτῆς ἀποτέξεως: —A † ἄλλως εἰς τὸ ἔνθα πρωτόγονός τε φοῖνι ξ: ὁ Ζεὺς κρυφίως τῆς ἰδίας γυναικὸς Ἥρας συμμιγεὶς τῇ Λητοῖ ἔγκυον ταύτην ἐποίησεν· ὃ γνοῦσα ἡ Ἥρα ἐδήλωσε τῇ Γῇ μὴ δέξασθαι αὐτὴν ἐν τῷ καιρῷ τοῦ τοκετοῦ. τοῦτο γνοὺς ὁ Ζεὺς ἠξίωσε τὸν Ποσειδῶνα ἀναδοῦναι εἰς φῶς τὴν κάτωθεν παρ’ αὐτῷ οὖσαν πόλιν, ὃ καὶ πεποίηκεν ἀναδοὺς τὴν σήμερον οὖσαν νῆσον Δῆλον, ἐν ᾗ καὶ δύο κλάδοι ἐβλάστησαν φοῖνιξ καὶ δάφνη, ἅτινα κρατήσασα ἡ Λητὼ ἐν τῷ καιρῷ τοῦ τοκετοῦ ἔτεκεν Ἄρτεμιν καὶ Ἀπόλλωνα: —A λείπει 〈ἡ〉 εἰς· 〈εἰσ〉 ἄγαλμα καὶ καλλώπισμα τῆς Λητοῦς.
sch Hec 461 ταῦτα μὲν κατέχουσα ἀπεκύησε τὸν Ἀπόλλωνα καὶ τὴν Ἄρτεμιν: —M ἐν τῇ Δήλῳ σὺν ταῖς Δηλιάσι κόραις τῆς Ἀρτέμιδος ἄμπυκα εὐλογήσω καὶ ὑμνήσω: —M ὁ τέ πλεονάζει: —M g ἀπὸ τῆς κεφαλοδέσμου τὸ κάλλος τῆς θεοῦ ἐσήμανεν: —M διὰ τοὺς Θησέως παῖδας Ἀκάμαντα καὶ Δημοφῶντα: —M i τᾶς καλλιδίφρου Ἀθαναία ς: οὐ μόνον γὰρ παρθένοι ὕφαινον, ὥς φησιν Ἀπολλόδωρος ἐν τῷ * περὶ θεῶν [FHG iv p.
sch Hec 467 [5] 649 a ], ἀλλὰ καὶ τέλειαι γυναῖκες, ὡς Φερεκράτης ἐν Δουλοδιδασκάλῳ [cf. frg. 46]. ὅτι δὲ κρόκινός ἐστι καὶ ὑακίνθινος καὶ τοὺς Γίγαντας ἐμπεποίκιλται, δηλοῖ Στράττις [frg. 69]. τοῦτον δὲ ἀνιέρουν διὰ πενταετηρίδος ἐν τοῖς Παναθηναίοις: —M ἐν πέπλῳ ποικίλλουσα: —M i ἐν κροκέῳ πέπλ ῳ: τῷ τῆς Ἀθηνᾶς κροκοειδεῖ πέπλῳ, ἐν ᾧ ἐγγράφεται ἡ ἀναίρεσις τῶν Τιτάνων ἢ τῶν Γιγάντων.
sch Hec 468 [5] ὁ δὲ νοῦς· ἐλθοῦσα, φησὶν, εἰς τὰς Ἀθήνας ἢ τοὺς πώλους ζεύξομαι τοὺς ἐπὶ τῷ πέπλῳ ἢ ἐπισκιάσω τὰς ἀριστείας αὐτῆς ὑφαίνουσα [ἢ] τὴν Γιγαντομαχίαν: —M ἀνθοκρόκοισι πήναι ς: κροκωτοβαφέσιν· ἄνθος γὰρ τὸ βάμμα: —M ἄλλω ς: ἀνθοβαφέσι καὶ κροκωτοῖς.
sch Hec 471 [5] πήναις δὲ τοῖς πηνίοις 〈κροκω〉τοῖς ἀπὸ τῶν βαμμάτων: —M ἀνθηροῖς πηνίοις: —M i ἢ Τιτάνων γενεά ν: ἀντὶ τοῦ Γιγάντων.
sch Hec 472 [5] ὑπσυγχέουσι δὲ τὴν ἐν ἑκατέροις διαφοράν. καὶ Καλλίμαχος [frg. 465] ‘ἧχι πάλους ἐβάλοντο, διεκρίναντο δὲ τιμὰς πρῶτα Γιγαντείου δαίμονες ἐκ πολέμου‘: —M ἐνεποίκιλλον δὲ τῷ πέπλῳ καὶ τὴν Γιγαντομαχίαν, ἐπεὶ διὰ τὴν τῆς Ἀθηνᾶς ἰσχὺν κατωρθώθη: —M i καυστικῷ κεραυνῷ καταπαύει: —M g ἐν γὰρ τῷ χορῷ καὶ παρθένοι εἰσὶ καὶ γυναῖκες: —M i καταστρέφεται.
sch Hec 477 κατεστράφη: —M i κεκαυμένη: —M g δοριάλωτος, ὑπὸ τὴν κτῆσιν καὶ δεσποτείαν γινομένη τῶν Ἑλλήνων: —M i ξείνᾳ χθονὶ δὴ κέκλη〈μαι 〉: .
sch Hec 479 .. Ἑλλήνων οἰκήματα: —A ἀντὶ τοῦ κληθήσομαι: —M g δούλα λιποῦ ς ’ Ἀσία ν: καταλιποῦσα τὴν Ἀσίαν τῇ Εὐρώπῃ θεράπαιναν, κατὰ συγκοπήν.
sch Hec 481 Ἀσία γὰρ ἡ Τροία, Εὐρώπη δὲ ἡ Πελοπόννησος: —M ἀλλάξα ς ’ Ἀίδα θαλάμου ς: ἀνταλλαξαμένη τὸν θάνατον τοῦ ζῆν.
sch Hec 483 [5] τοῦτο δέ φησιν ἐπεὶ πολλοὶ ἐφείσαντο σφάξαι τινὰς τῶν Τρῳάδων ἀγαπῶντες αὐτὰς ὡς παλλακίσι χρήσασθαι: —MA i ἄλλω ς : ἀλλάξα ς ’ Ἀίδ α: ὅ ἐστι τὸν θάνατον ἀνταλλαξαμένη. ἀντὶ τοῦ θελήσασα μᾶλλον τεθνάναι ἤπερ ζῆν: —MA 1 δήπο τ ’ οὖσαν Ἰλίο υ: κατὰ τὸ σιωπώμενον ἐσφάγη ἡ Πολυξένη.
sch Hec 484 ἔθος γὰρ τοῖς τραγικοῖς τὸ μὴ ἐπ’ ὄψει τῶν θεατῶν ἀναιρεῖν· ἠνιάθησαν γὰρ ἂν ὁρῶντες τοιαύτην θέαν: —MA 1 † αὕτη πέλα ς: αὕτη πλησίον σοῦ, ὦ Ταλθύβιε, .
sch Hec 486 ...... ἐπὶ τῆς χθονὸς ἔχουσα τὰ νῶτα ἤγουν ἐπὶ τῆς γῆς κειμένη: —A συγκεκαλυμμένη.
sch Hec 487 ἀπὸ τοῦ κλείω: —M g † ὦ Ζεῦ τί λέξω· ἆρα ὁρᾶν σε τὰ τῶν ἀνθρώπων· ἢ μάτην τὴν ὑπόληψιν ταύτην κεκτῆσθαι ἡμᾶς· ἡ τύχη δὲ πάν〈τα〉 σκοπεῖ.
sch Hec 488 [5] ταῦτα δὲ εἶπε .. τὴν Ἑκάβην καὶ λέγων· ὦ Ζεῦ, διὰ τί οὐκ ἐλευθεροῖς αὐτὴν ἀπὸ τῶν λυπῶν πολλὰ παθοῦσαν δεινά. ἡ δὲ σύνταξις οὕτως· ὦ Ζεῦ, ἆρα εἴπω σε ὁρᾶν καὶ ἐπισκοπεῖν τοὺς ἀνθρώπους, ἢ τὴν δόξαν ταύτην, ἤγουν τὴν ὑπόληψιν, μάτην κεκτῆσθαι τοὺς βροτοὺς ψευδῶς τὸ δαιμόνων γένος δοκοῦντας εἶναι, τὴν τύχην δὲ καὶ τὴν μοῖραν πάντα τοῖς ἀνθρώποις ἐπισκοπεῖν: —A ἐφορᾶν διοικεῖν: —M g ἢ λέξω τοὺς ἀνθρώπους ὑπόνοιαν ταύτην ψευδῆ κεκτῆσθαι δοκοῦντας εἶναι θεούς: —M νομιζομένους γένος εἶναι θεῶν τοὺς ἀνθρώπους: —M i μηκέτι δέ σε, ὦ Ζεῦ, ἐφορᾶν τὰ τῶν ἀνθρώπων πράγματα, ἀλλὰ τύχην εἶναι τὴν διέπουσαν αὐτὰ καὶ διοικοῦσαν: —MA 1 ἀνάστατος γέγονε τῷ πολέμῳ: —M g κόνιϊ κόνι, ὡς Θέτιϊ Θέτι: —M g ἀναδεύουσα μολύνουσα: —M i εἰ καὶ ὡς γέρων ὢν φιλόζωός εἰμι, ὅμως ἀποθανεῖν ἢ ἀτυχῆσαι εὔχομαι: —MA i † φεῦ φεῦ γέρων μέν εἰ μ’ , ὅμως θανεῖν δέ μο ι: γέρων μέν εἰμι, ἀλλὰ φιλόζωος.
sch Hec 497 [5] οὕτω γὰρ νοητέον· τί γὰρ καινὸν ἐὰν γέρων ὢν θανεῖν θέλῃ. ἀλλὰ προσληπτέον τὸ φιλόζωος, ἵνα ᾖ οὕτως ἀκριβές· γέρων μέν εἰμι φιλόζωος, ἀλλ’ ὅμως, καίπερ φιλῶν τὸ ζῆν, θάνοιμι πρὶν περιπεσεῖν αἰσχρᾷ τινι τύχῃ: —A δυστυχίᾳ: —M g μετέωρον, εἰς ὕψος: —M g γεγηρακὸς καὶ πεπολιωμένον: —M g γράφεται ὠ ή.
sch Hec 501 ἔστι δὲ κλητικὸν ἐπίρρημα: —M λείπει ἡ σέ· μεταπέμψαντός σε.
sch Hec 504 [5] καὶ πῶς ὑποκατιών φησι [509] πέμπουσιν δέ με δισσοί τ ’ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαϊκό ς. τάχα οὖν αὐτὴν ἄφοβον καθιστὰς ἐν προοιμίοις οὐ θορυβεῖ αὐτὴν πλήθει ὀνομάτων: —M † Ἀγαμέμνονος πέμψαντο ς , ὦ γύναι ...... οἱονεὶ μετακαλοῦντός σε: —A † ὦ φίλτα τ ’ ἆρα .
sch Hec 505 ..... κατασφάξαι καὶ τοῦτο ἔδοξε ....... τῆς Πολυξένης στερηθεῖσα: —A εἰ τοῦτο λέγοις, τὸ ἀποθανεῖν.
sch Hec 506 [5] ἡ δὲ ταυτολογία τῆς Ἑκάβης τὴν προθυμίαν ὑπέφηνεν: —M ἐκ παραλλήλου τὸ αὐτό· οἱ γὰρ σπεύδοντες κονιορτοῦνται τὰ γυμνὰ τοῦ σώματος: —M i † σπεύδωμεν ἐγκονῶμε ν: ἐγείρωμεν κόνιν ἀπὸ τῆς σπουδῆς· ὅταν γάρ τις δρομαίως τρέχῃ, ἐγείρει κόνιν ἀπὸ τῆς γῆς τῇ σπουδαίᾳ καὶ συντόνῳ κινήσει τῶν ποδῶν.
sch Hec 507 ἢ προευτρεπιζώμεθα εἰς τοῦτον τὸν ἀγῶνα ὥσπερ οἱ μέλλοντες εἰσελθεῖν εἰς πάλην ἀλείφονται κόνιν: —A μετακαλῶν σε: —M g A g † ἥκω μεταστείχων σ ε: οἱονεὶ· ἥκω μετακαλῶν σε ὅπως ἐλθοῦσα θάψῃς τὴν Πολυξένην: —A ὅσον τὸ κατὰ σὲ μέρος ἄπαιδες ἐσμέν.
sch Hec 514 [5] ὅσον τὸ κατὰ σὲ ἧκεν· ἔζη γὰρ Κασάνδρα, ἡγεῖτο δὲ καὶ Πολύδωρον ζῆν: —M † ἡμεῖς δ ’ ἄτεκνοι τοὐπὶ ς’ , ὦ τάλαι ν ’ ἐγ ώ: ὅσον τὸ ἐπὶ σοὶ ἄτεκνοι ὑπάρχομεν, ὦ Πολυξένη· σὺ γὰρ ἤδη ἐσφάγης· ὅσον δὲ ἐπὶ Κασάνδρᾳ καὶ Πολυδώρῳ οὔ. ἐδόκει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν: —A † ἄλλω ς: ὅσον τὸ ἐπὶ σοί· ὑπολαμβάνει γὰρ ἔτι τὸν Πολύδωρον ζῆν καὶ Κασάνδραν: —A † πῶς καί νιν ἐξεπράξατ ε: πῶς ταύτην, ὦ γέρον, διεχειρίσασθε καὶ ἐσφάξατε.
sch Hec 515 [5] ἆρα μετὰ αἰδοῦς, ἢ πρὸς τὸ δεινὸν, ἤγουν τὸ ἀναιδὲς, ἤλθετε καὶ τὸ ἀπηνὲς ὡς ἐχθρὰν κτείνοντες. τὸ δὲ ὅλον· ἆρα ἐγυμνώσατε αὐτὴν καὶ ἐφάνησαν τὰ μέρη τοῦ σώματος ἃ χρὴ κρύπτεσθαι, ἢ οὔ: —A ἐφονεύσατε: —M i ἢ ὡς ἐχθρὰν κατῃσχύνατε: —M i † διπλᾶ με χρῄζεις δάκρυ α: διπλᾶ με χρῄζεις, θέλεις, ὦ γύναι, δάκρυα κερδᾶναι, οἷον κλαῦσαι, ἐν τῷ οἴκτῳ τῆς σῆς παιδὸς ἀρξόμενον τὰ ταύτης λέγειν.
sch Hec 518 [10] διπλᾶ δὲ εἶπεν ὡς νῦν μὲν κλαύσομαι λέγων τἀκείνης, ἔκλαυσα δὲ καὶ ὅτε ἐσφάζετο. καὶ τούτου χάριν εἶπε διπλ ᾶ: —A † κερδᾶνα ι: ὡς φίλος γὰρ κέρδος οἴεται τὸ κλαῦσαι ἐκ δευτέρου τὴν Πολυξένην. ἡ δὲ σύνταξις οὕτως· ὦ γύναι, διπλᾶ με θέλεις δάκρυα κερδᾶναι τῷ οἴκτῳ τῆς σῆς παιδός· νῦν μὲν γὰρ λέγων τέγξω, ἤγουν βρέξω, τοῖς δάκρυσι τοῦτο τὸ ὄμμα, πρὸς τάφῳ τε, ὅτε ὤλλυτο. καὶ τοῦτο ἐλλιπές· λείπει γὰρ τὸ ἐπεί καὶ ὁ καί σύνδεσμος, ἵν’ ᾖ οὕτως· νῦν τε γὰρ βρέξω τὸ ὄμμα, ἐπεὶ καὶ, ὅτε ὤλλυτο, ἔκλαυσα: —A ὡς φίλος φησὶ τὸ κερδᾶνα ι: κέρδος γὰρ οἴεται τὸ κλαῦσαι καὶ δεύτερον περὶ τῆς Πολυξένης: —M g ἔτεγξα κατὰ κοινοῦ: —M g † παρῆν μὲν πᾶς ὄχλος τοῦ Ἑλληνικοῦ στρατοῦ πλήρης, οἷον πεπληρωμένος, ἔμπροσθεν τοῦ τύμβου ἐπὶ σφαγὴν τῆς σῆς θυγατρός, εἰπὼν δὲ τὸ ἅπας καὶ πλήρης ἔδειξε τὸ ὡς οὐδεὶς ἐλείπετο: —A παρῆν μὲν ὄχλο ς: αἴτημα σκηνικόν.
sch Hec 521 [5] πῶς γὰρ τοῦ Ἀχιλλέως ἐν τῇ Τροίᾳ θανόντος τοὺς Ἕλληνάς φησι πρὸ τοῦ τύμβου αὐτοῦ θύειν ἐν Χερρονήσῳ ὄντας: —M † πέλας δ ’ ἐγ ώ: πλησίον δὲ ἐγὼ καὶ οἱ ἐπίλεκτοι καὶ πρόκριτοι τῶν Ἑλλήνων καὶ ἔκκριτοι νεανίαι.
sch Hec 524 [5] λείπει γὰρ ἐνταῦθα ὁ καί σύνδεσμος: —A τὸ κίνημα τῆς νέας: —M g A g † ἕσποντ ο: παρεγένοντο ἵνα τὸ κίνημα ταύτης κρατήσωσιν, εἴ πως δειλανδρήσει ἐν τῷ σφάττεσθαι: —A † πλῆρες δ ’ ἐν χεροῖ ν: πρῶτον γὰρ οἶνον ἔρρανεν ἐν τῷ τάφῳ τοῦ Ἀχιλλέως, ὅπως ἀνέλθῃ ἡ ψυχὴ αὐτοῦ καὶ τότε ἀνελθούσης τῆς ἐκείνου ψυχῆς σφάξῃ τὴν Πολυξένην: —A προσφέρει τῷ πατρὶ χοάς: —M i σίγ α: κοινή ἐστι κατὰ τὸ μέτρον: —M μεμίμηται τὸ πολλάκις κηρύττειν τὰ αὐτὰ τοὺς κήρυκας: —MAB ἀθόρυβον ἥσυχον: —MA g τὰς πραϋνούσας τὰς ψυχὰς τῶν νεκρῶν.
sch Hec 535 ἢ τὰς κηλούσας τοὺς καταχθονίους δαίμονας: —MAB ἀπατητικάς: —M i καθαρὸν, ἄχραντον, τουτέστι τὸ τῆς παρθένου: —MAB πρᾶος εὐμενής· ἐκ γὰρ τῶν δύο σύγκειται ἡ λέξις: —MB ἀντὶ τοῦ ἀλύπου, ἀπὸ 〈τοῦ〉 πράου καὶ εὐμενοῦς: —M τὰς ἀγκύρας: —M i † δὸς δ’ ἡμῖν πάλιν ἀπελθεῖν ἀπὸ τῆς Τροίας εἰς τὴν πατρικὴν γῆν τυχόντας πρευμενοῦς, ἤτοι ἀλύπου, νόστου, ἀπὸ τοῦ πράου καὶ εὐμενοῦς: —A τὸ κεχρυσωμένον διὰ τῆς λαβῆς λαβών: —MAB †εἶτα λαβὼν ἀπὸ τῆς κώπης τὸ ἀμφίχρυσον ξίφος ἐξεῖλκεν ἀπὸ τῆς ξιφοθήκης.
sch Hec 543 [5] ἀμφίχρυσον δὲ νοητέον τὸ ξίφος οὐ κατὰ τὰ κοπτικὰ μέρη, ἀλλὰ κατὰ τὴν κώπην μόνην, ἤγουν τὸ κράτημα, ἵν’ ᾖ τὸ ἀμφίχρυσον ἀντὶ τοῦ περίχρυσον: —A τοῖς ἐπιλέκτοις: —M ὡς ἐνόησε: —M g † ἣ δ ’ ὡς ἐφράσθ η: αὕτη δὲ, ἡ Πολυξένη, ὡς ἔγνω, ὡς ἤκουσεν, ὡς ἐνόησεν ὅτι μέλλουσιν αὐτῆς ἅψασθαί τινες, εἶπε τοῦτον τὸν λόγον· ἑκοῦσα θνῄσκω· μή τις ἅψηται τοῦ ἐμοῦ σώματος: —A ἀντὶ τοῦ εἶπεν: —M g A g εὐτόλμως: —M g τὸ ἑξῆς· ἐλευθέραν δέ με μεθέντες κτείνατε, ἵνα ἐλευθέρα θάνω: —MB † ἐλευθέραν δέ μ ’ ὡς ἐλευθέρα θάν ω: ἤτοι ἄδετον, ἀδέσμευτον καταλείψαντες κτείνατε, ἵνα ὡς ἐλευθέρα ἀποθάνω.
sch Hec 550 [5] δουλείαν γὰρ ἡγεῖτο καὶ τὸ δεδεσμ〈ημ〉ένη θανεῖν. ἡ δὲ σύνταξις οὕτως· πρὸς θεῶν ὁρκωμοτικῶν μεθέντες με, ἀντὶ τοῦ καταλείψαντες, ἐλευθέραν, ἤγουν λυτὴν, κτείνατε, ὡς ἐλευθέρα θάνω. ἐν νεκροῖς γὰρ αἰσχύνομαι δούλη καλεῖσθαι ὡς δεσμηθεῖσα: —A ἐβόησαν· ἐκ μεταφορᾶς τῶν κυμάτων: —MA g B † ἐπερρόθησα ν: ἐβόησαν ἐπλήγησαν ἐλυπήθησαν.
sch Hec 553 ἢ ταραχὴν ἐποίησαν, ἐκ μεταφορᾶς τῶν ῥοθίων, ἤγουν τῶν ῥευμάτων: —A ἐᾶν ἀκατάσχετον: —M g γράφεται καὶ ὑστέρα ν: —B i τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν ἄλλος οὐδεὶς ἔλεγεν: —MA g B † τὴν ὑστάτην ὄπα, ἤτοι τὴν τελευταίαν φωνὴν, μεθ’ ἣν οὐδεὶς δύναται ἀντειπεῖν.
sch Hec 555 [5] εἰπόντος γὰρ βασιλέως ἄλλος οὐκ ἀντιλέγει: —A συναπτέον τὸν λόγον οὕτως· ὑστέραν ὄπα οὗπερ καὶ μέγιστον ἦν κράτος, ἀντὶ τοῦ Ἀγαμέμνονος. ὑστέραν ὄπα τὴν τοῦ βασιλέως φωνήν· τέλος γὰρ πάσης ὑπεροχῆς βασιλεύς. Πίνδαρος [ol. I 116]· ‘τὸ δ’ ἔσχατον κορυφοῦται βασιλεῦσιν‘: —MAB τοῦ ὑστέρου λόγου: —M g † ἔρρηξε λαγόνα ς: ἀντὶ τοῦ διέσχισε τὰ ἱμάτια κατὰ τὸ πλησιάζον μέρος ταῖς λαγόσι καὶ τῷ ὀμφαλῷ: —A τὸ ἑξῆς· εἰς λαγόνας: —M g καρτερικώτατον ὑπομονητικώτατον: —M i A g ἰδοὺ τόδ ε: τὸ σῶμα δηλονότι: —M g A g παρεσκευασμένος: —M g A g τὸ ἑξῆς· οὐ θέλων οἴκτῳ κόρης: —M g B † ὁ δ ’ οὐ θέλων 〈τε〉 καὶ θέλω ν: οὐ θέλων μὲν ὡς οἰκτιζόμενος τὴν Πολυξένην, θέλων δὲ ὡς τιμῶν τὸν πατέρα καὶ ὡς πρὸς τὴν πατρίδα θέλων ἐλθεῖν: —A † ἄλλω ς: ὁ δὲ οὐ θέλων τε ἐν τῷ οἴκτῳ τῆς Πολυξένης καὶ θέλων τὸ μὴ παρακοῦσαι τὸν πατέρα αὐτοῦ: —A τὰς ἀρτηρίας.
sch Hec 567 [5] τὰς φλέβας. διαφέρει δὲ ἀρτηρία φλεβὸς ταύτῃ, τῷ τὴν ἀρτηρίαν μὲν ὀλίγον ἔχειν αἷμα, πνεῦμα δὲ πολύ, τὴν δὲ φλέβα τὸ ἐναντίον τὸ μὲν αἷμα πολὺ, τὸ δὲ πνεῦμα ὀλίγον ὡς πρὸς σύγκρισιν τοῦ ἐν τῇ ἀρτηρίᾳ: —MAB † καὶ ἡ μὲν ἀρτηρία ὑποκάτω κεῖται τῆς φλεβὸς, ἡ δὲ φλὲψ ἐπάνω τῆς ἀρτηρίας. εἰπὼν δὲ ὅτι τέμνει πνεύματος διαρροάς ἔδειξεν ὅτι αἱ φλέβες καὶ αἱ ἀρτηρίαι ἐτμήθησαν: —A τὰς ἀρτηρίας, τὰς διεξόδους: —M g ἀλ λ ’ οἳ μὲν αὐτῶ ν: τιμῶντες αὐτὴν διὰ τὸ εὐθαρσὲς καὶ εὔψυχον οἱ Ἕλληνες φύλλοις καὶ ἄνθεσιν ἔβαλλον: —MAB † φύλλοις ἔβαλλο ν: οἱονεὶ στεφάνων τύπους ποιοῦντες διὰ φύλλων παρετίθουν εἰς αὐτήν: —A φύλλοις ἔβαλλο ν: τοῦτο παρὰ τοὺς χρόνους.
sch Hec 573 [20] Ἐρατοσθένης [frg. 20] γὰρ περὶ τῆς φυλλοβολίας φησὶν ὡς πάλαι ** χωρὶς ἄθλων ἀγωνιζομένων τῶν ἀνθρώπων τῷ νικήσαντι καθάπερ ἔρανον εἰσφέροντες ἔῤῥιπτον τῶν θεατῶν ἕκαστος ὅπως ηὐπόρει. οἱ μὲν οὖν ἐμπορευόμενοι διάφορα δῶρα ** τῶν δὲ λοιπῶν οἱ μὲν ἐγγὺς καθήμενοι [στεφάνους] ** ἐπετίθεσαν, οἱ δὲ ἀνωτέρω τοῦτο ὅπερ ἦν λοιπὸν ἔβαλλον τοῖς ἄνθεσι καὶ φύλλοις· 〈ὡσ〉 καὶ νῦν ἐπὶ τοῖς ἐπιφανῶς ἀγωνιζομένοις προβάλλουσι ζώνας, πετάσους, χιτωνίσκους, κρηπῖδας. διὸ σύνηθες ἦν κύκλῳ περινοστοῦντας 〈τοὺς ἀθλητὰσ〉 ἀγείρειν τὰ διδόμενα. ἕως μὲν οὖν ἓν ἀγώνισμα κατὰ τὴν Ὀλυμπίαν ἦν, δαψιλὴς ἐγίνετο ἡ τῶν δώρων δόσις, πολυπλασιαζομένων δὲ τούτων ταῦτα ἐμειοῦτο εἰς πολλὰ καταμεριζόμενα καὶ τέλος ἡ φυλλοβολία κατελείφθη. ταῦτα οὖν παρὰ τοὺς χρόνους Εὐριπίδης· ὀψὲ γάρ ποτε ὁ ἀγερμὸς 〈ἀντὶ〉 τῆς φυλλοβολίας ἀπελείφθη. φυλλοβολεῖται δὲ ἡ Πολυξένη, ὥσπερ ἐν ἀγῶνι νικήσασα. ἐφυλλοβολοῦντο γὰρ μετὰ τὸ νικῆσαι, καθὰ καὶ προείρηται: —MAB ἄνθεσι: —M i A g οὐ πορεύσῃ, οὐ βαδίζεις: —M i A g B τῇ περισσῶς εὐψύχῳ καὶ εὐθαρσεῖ καὶ εὐτόλμῳ: —M i B τῇ κατὰ ψυχὴν ἀρίστῃ: —M i B λέγω ν: ἀντὶ τοῦ ἔλεγεν· ὡς τὸ [Or.
sch Hec 580 991] ‘δικὼν ἐπ’ οἶδμα πόντου‘: —M ἐπήρθη καὶ ηὐξήθη· ἀπὸ μεταφορᾶς τοῦ ζέοντος ὕδατος καὶ ἐν τοῖς λέβησιν ἐπαιρομένου ἐν τῷ ζέειν: —MAB παρὰ θεῶν μετὰ ἀνάγκης δεδομένον: —M † τό δ ’ οὐκ ἐᾷ μ ε: δηλονότι τὸ σὸν κακὸν, ὅταν ἐνθυμηθῶ πολλῶν ὄντων τῶν εἰς ἐμὲ κακῶν γεγενημένων ἢ γινομένων, οὐκ ἀφίησι καὶ ἐᾷ καὶ καταλιμπάνει, ἐφέλκει δὲ ἄλλη τις λύπη ἐκεῖθεν διάδοχος ὑπάρχουσα, ἡ λύπη, πάντων τῶν κακῶν τοῖς κακοῖς.
sch Hec 587 [5] καὶ νῦν τὸ μὲν σὸν πάθος ὥστε μὴ θρηνεῖν οὐδ’ ἐᾷ με: —A † ἄλλω ς: τὸ γὰρ κακὸν διάδοχον τῶν κακῶν εἰσαγωγή ἐστι· προστέθειται γοῦν τὸ κακοῖ ς, ἵνα ἡ διαδοχὴ τῶν κακῶν ἑτέρων κακῶν φανῆται ὁδοποιός: —A ἐφέλκεται: —M i τὸ ἑξῆς· λύπη τις ἄλλη κακή: —M g † καὶ νῦν τὸ μὲν σό ν: νῦν τὸ μὲν σὸν πάθος ἐξαλείψασθαι ἀπὸ τῆς φρενὸς τῆς ἐμῆς, ὥστε μὴ στένειν, οὐκ ἂν δυναίμην: —A τὸ πάνυ λυπεῖσθαι ἀφείλου ἀγγελθεῖσά μοι τολμηρά: —M g A g B † οὔκουν δεινὸ ν: οὐ θαυμαστὸν, φησὶν, ὅταν κακὴ γῆ τυχοῦσα εὐκρασίας ἀέρων παρὰ θεοῦ φέρῃ στάχυν καλόν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν φέρῃ, καὶ ἐν τοῖς ἀνθρώποις τοῦτο οὐκ ἔστιν ἰδεῖν, ὅτι τὸ ἐκ φύσεως οὐ μεθίσταται.
sch Hec 592 [5] ὁ γὰρ κακὸς ἀεὶ κακός ἐστι, καὶ ὁ ἀγαθὸς ἀγαθὸς κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην: —AB οὔκουν δεινό ν: οὐχὶ δεινὸν οὖν, εἰ κακὴ γῆ, ὅταν τὰ ἐκ θεοῦ αὐτῇ κατὰ καιρὸν ἀπαντήσῃ, λέγει δὲ τοὺς ὑετοὺς καὶ τὸν ἀέρα, φέρει σταχὺν καλὸν, ἡ δὲ ἀγαθὴ τούτων ἀποτυχοῦσα καρπὸν κακὸν φέρει, τῶν δὲ ἀνθρώπων ἀεὶ ὁ κακὸς κακός ἐστιν, ὁ δὲ ἀγαθὸς ἀγαθὸς κἂν ἀτυχήμασι περιτύχῃ. ταῦτα δέ φησι θαυμάζουσα τὴν Πολυξένην: —MA † τὰ ἐν γενέσει καὶ φθορᾷ ἔχουσι μεταλλαγὰς, ὁ δὲ ἄνθρωπος ἀεὶ ὁ αὐτός: —A ἆ ρ ’ οἱ τεκόντε ς: πότερον ἡ εὐγένεια τῶν τεκόντων προτιμοτέρα ἐστὶν ἢ ἡ ἀνατροφή: —MAB † ἆ ρ ’ οἱ τεκόντε ς: ἆρα, φησὶν, ἡ τῶν τεκόντων εὐγένεια προτιμοτέρα καὶ τῇ τούτων εὐγενείᾳ καὶ οἱ παῖδες γίνονται ἀγαθοὶ, ἢ ἡ ἀνατροφὴ καὶ ὑπὸ τῆς καλῆς ἀνατροφῆς γίνεται ὁ ἀπὸ κακῶν γονέων καλός: —A ἔχει γέ το ι: τοῦτο ἐπήνεγκε δηλῶν ὅτι πολὺ διαφέρει τὸ ἐκ γονέων εἶναι καλῶν: —MAB † καὶ γὰρ καὶ ἡ Πολυξένη, εἰ μὴ ἀπὸ γονέων ἦν καλῶν, οὐκ ἂν τοιαύτη ἐφάνη ἐν τῷ θανάτῳ αὐτῆς, εἰ καὶ καλῶς ἀνετράφη: —A δίδαξιν ἐσθλο ῦ: τὸ καλὸν ἐάν τις μάθῃ εὖ, οἶδε καὶ τὸ κακὸν μαθὼν τοῦ καλοῦ τὸν κανόνα: —MAB † τοῦτο δ ’ ἤν τις εὖ μάθ ῃ: τὸ καλὸν ἐάν τις ἀκριβῶς μάθῃ, οἶδε καὶ τὸ κακὸν διὰ τὸν τοῦ καλοῦ κανόνα.
sch Hec 601 [5] ὁ γὰρ ἐθισθεὶς τοῖς καλοῖς, ὅταν τι κακὸν πράξῃ, γινώσκει τοῦτο ὡς ἀπὸ τοῦ κακοῦ, διδασκάλῳ τῇ πείρᾳ χρώμενος. οἷον· τρῶγέ τι γλυκὺ καὶ παρευθὺ γεῦσαι καὶ πικροῦ· καὶ νοεῖς τὸ πικρὸν εἰθισμένος ὢν τῷ γλυκεῖ. τρώγων δέ τις πάντοτε πικρὸν μὴ γευσάμενος γλυκέος, οὐκ οἶδε τὸ πικρὸν ὡς πικρόν ἐστι τῇ ἀπειρίᾳ τοῦ γλυκέος: —A τῇ ἀκολουθία: —M g A g † καὶ ταῦτα 〈μὲν δὴ〉 νοῦ ς: ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ ἐξεκένωσε καὶ εἶπεν· ἀπὸ μεταφορᾶς τῶν τοξοτῶν.
sch Hec 603 [5] τί γάρ με δεῖ τοιαῦτα σκοπεῖν καὶ ἐνθυμεῖσθαι ἐν τοιούτοις δεινοῖς οὖσαν: —A ἡ ἐμὴ διάνοια μάτην ἐτόξευσε καὶ εἶπεν. ἀντὶ τοῦ ἐξέπεμψεν, ἀπέβαλεν: —M g B ἀντὶ τοῦ τοῖς στρατηγοῖς: —M g τὸ ἑξῆς· μὴ θιγγάνειν μου τῆς παιδὸς μηδένα: —MB ὄχλο ν: τὴν ὄχλησιν· ὡς τὸ [Med.
sch Hec 605 [5] 337]· ‘ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι‘. ἢ Ἀργείοις, φησὶ, σήμηνον, ἀντὶ τοῦ στρατηγοῖς, εἴργειν τὸν ὄχλον: —MAB γράφεται καὶ ἔν το ι: —A g ἔν τοι μυρίῳ στρατεύματ ι: ὁ νοῦς· ἐν τῷ πολλῶ στρατεύματι ἀπαίδευτος ὄχλος καὶ ἀκόλαστος καὶ ἀνεξέταστος, ἐπικρατεστέρα δὲ ἡ ναυτικὴ ἀναρχία καὶ πυρός· παρ’ αὐτοῖς δὲ κακοῖς οὖσι καὶ ὁ μηδὲν κακὸν ποιῶν κακὸς νομίζεται καὶ δεινός: —MAB ἀντὶ τοῦ ἀναίδεια: —M g B i παρὰ τῷ πλήθει κακὸς ὁ μή τι δρῶν κακὸν νομίζεται: —M g A g B ἀγγεῖον: —M g παλαιὰ ὑπηρέτις, δούλη: —M g AB ἡ μετὰ φόβου δουλεύουσα, παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ τρεῖν: —MAB ἵνα ὅπως: —M g ἐν ἴσῳ τῷ κακόγαμον: —M g A g τὴν ἀτυχῆ παρθένον: —M g A g † τὸ α σημαίνει ἑπτά· στέρησιν, ὡς τὸ ἀοίκητος, ὁ μὴ ἔχων οἰκίαν· ἐπίτασιν, ὡς τὸ ἄξυλος ὕλη· ὁμοῦ, ὡς τὸ ἄκοιτις, ἡ ὁμόκοιτος· κακὸν, ὡς τὸ ἄφωνος, ὁ κακόφωνος· ὀλίγον, ὡς τὸ ἀμαθής, ὁ ὀλιγομαθής· ἄθροισιν, ὡς τὸ ἅμα ἀντὶ τοῦ ὁμοῦ· καὶ πλεονασμόν, ὡς τὸ πᾶς ἅπας: —A προθήσω, ἀντὶ τοῦ θάψω: —M g A g ὡς μὲν ἀξία ἐστὶν ἡ παρθένος, προθῶμαι αὐτήν· πόθεν; μὴ ἔχουσα τὰ ἄξια αὐτῆς· ὡς δὲ δύναμαι, προθῶμαι αὐτὴν κόσμον ἀγείρασα αἰχμαλωτίδων πάρα, ἵν’ ᾖ περιττὸς ὁ τ έ.
sch Hec 613 [5] ὡς μὲν ἀξίως αὐτὴν προθῶμαι, οὐκ ἂν δυναίμην· ὡς δὲ ἔχω, οὕτως αὐτὴν προτίθημι: —MAB πόθε ν: ἀντὶ τοῦ οὐδαμῶς καί ἐστιν ἐπίρρημα ἀρνήσεως: —M i B γράφεται καὶ τυχεῖ ν: —M i ὡς δ’ εὐπορῶ, προθήσω: —M i B i τοὺς Ἕλληνας: —M g A g εἰς τὸ εὐτελές: —A g B τοῦ πλούτου: —M i † φρονήματος τοῦ πρὶν στερέντε ς: φρόνημα ἐνταῦθα τὴν ἐκ τοῦ πλούτου λέγει ἔπαρσιν καὶ τὴν δόξαν· φρόνησις γὰρ κυρίως ὁ νοῦς καὶ ἡ καθεστηκυῖα σύνεσις: —A ὑπερνοούμεθα: —M i † εἶτα δῆ τ ’ ὀγκούμεθ α: ὑπερνοούμεθα, ὑπερηφανευόμεθα.
sch Hec 623 [10] ἐν ἐρωτήσει δὲ ὁ λόγος καὶ ἤθει ἕως τοῦ τὰ δ ’ οὐδέ ν: —B † εἶτα δῆ τ ’ ὀγκούμεθ α: ἐπειδὴ εἶπε καὶ ἀνεκαλέσατο τοὺς αὐτῆς δόμους τοὺς πρὶν εὐτυχεῖς; εἶπε δὲ καὶ ὅτι συναγείρω κόσμον ἐκ τῶν αἰχμαλωτίδων, ἐὰν ἔχωσί τι, καὶ θάψω κοσμίως καὶ πλουσίως τὴν Πολυξένην, μετέγνω καί φησιν· εἰς τὸ μηδὲν ἥκομεν· εἶτα δὴ νῦν ὀγκούμεθα καὶ ἐπαιρόμεθα καὶ ζητοῦμεν θάψαι πολυτελῶς τὴν Πολυξένην: —A † ἄλλως φροντίδω ν: τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται· μάτην εἰσὶ τὰ βουλεύματα καὶ τὰ τῆς γλώττης καυχήματα: —B ματαίως: —M i καυχήματα: —M i 〈ἀντὶ〉 τοῦ καθ’ ἑκάστην ἡμέραν: —M g ἔδει μοι ἄρα, ὡς ἔοικε, συμφορὰν γενέσθαι: —M i ABB i εἱμαρμένον μοι 〈ἦν〉: —M g αὕτη μοι ἀρχὴ συμφορᾶς, ὅτε ἐναυπηγήσατο ὁ Ἀλέξανδρος ὡς ἄξων τὴν Ἑλένην: —M i AB † ἄλλω ς : ἐμοὶ χρῆν συμφορά ν , ἐμοὶ χρῆν πημονὰν γενέσθα ι: ὁ χορὸς ἑαυτὸν ἀνακλαίεται καί φησιν· ἐμοὶ ἀπέκειτο συμφορὰν καὶ πημονὴ γενέσθαι ἀπ’ ἐκείνης τῆς ἡμέρας, ἀφ’ ἧς ὁ Ἀλέξανδρος ἔτεμε τὴν ἀπὸ τῆς Ἴδης τοῦ ὄρους ὕλην τὴν εἰλατίνην· ἐλάτη δὲ εἶδός ἐστι δένδρου· ναυστολήσων εἰς τὴν θάλασσαν διὰ τὰ λέκτρα τῆς Ἑλένης, ἤγουν διὰ τὴν κοίτην τῆς Ἑλένης, εἰς ἣν ὁ ἥλιος λάμπει, πόνοι δὲ μείζονες ἐπέρχονται καὶ κοινὸν 〈κακὸν〉 τῇ Σιμουντίδι γῇ ἐπεισῆλθεν ἐξ ἰδίας ἀνοίας, ἤγουν ἐκ τῆς τοῦ Ἀλεξάνδρου· ἴδιον γὰρ τὸ χωρίς.
sch Hec 629 [5] ἡ δὲ σύνταξις οὕτως· ἐμοὶ χρῆν συμφορὰν, ἐμοὶ χρῆν πημονὴν γενέσθαι πρῶτον ὅτε ὁ Ἀλέξανδρος ἔτεμε τὴν Ἰδαίαν ὕλην μέλλων ναυστολῆσαι ἐπὶ κῦμα θαλάσσης ἐπὶ τὰ τῆς Ἑλένης λέκτρα, ἣν αὐγάζει ὁ χρυσοφαὴς ἥλιος, ἀντὶ τοῦ εἰς ἣν λάμπει ὁ ἥλιος: —A εἶδος δένδρου: —M g ἀντὶ τοῦ ἐπὶ τὴν θάλασσαν: —M g ἥλιος: —M g ὁρᾷ: —M g A g μείζονες καὶ χείρονες: —M i A g B i ἐπιφέρονται ἐπικυλίονται: —M i A g B i ἐκ δὲ τῆς τοῦ Πάριδος ἰδίας ἀνοίας κοινὸν κακὸν ἔμολε τῇ Τρῳάδι γῇ· ἔδει δὲ μόνῳ τῷ ἐργασαμένῳ γενέσθαι τὸ δεινόν: —MABB i † κοινὸν δὲ κακὸν ἔμολε τῇ Σιμουντίδι γῇ ἐξ ἰδίας ἀνοίας, ἤγουν τῆς τοῦ Ἀλεξάνδρου, καὶ συμφορὰ ἀπ’ ἄλλων, ἤγουν Ἥρας, Ἀθηνᾶς καὶ Ἀφροδίτης.
sch Hec 640 [5] ἐκρίθη δὲ ἡ ἔρις εἰς τὰς τρεῖς θεὰς ταύτας, ἣν κρίνει ὁ βουκόλος Ἀλέξανδρος ἐπὶ βλάβῃ τῶν ἐμῶν δόμων: —A ἐξαίρετος καὶ μεγάλη, οἷον πρὸς τὰς ἄλλας συμφορὰς ἐξηλλαγμένη: —MA g † ἐκρίθη δ ’ ἔρι ς: εἰς ἐμὴν ἀπώλειαν ἐκρίθη ἡ κρίσις τῶν τριῶν θεῶν, τῆς Ἥρας, τῆς Ἀθηνᾶς καὶ τῆς Ἀφροδίτης, ἣν καὶ προετίμησεν ὁ Ἀλέξανδρος τῶν δύο χάριν τοῦ μέλλειν ἁρπάξαι τὴν Ἑλένην: —A ὁ δέ ἀντὶ τοῦ γάρ: —M g A g B i ἣν ἐν τῇ Ἴδῃ: —M g B i † μέλαθρον καὶ μέγαρον διαφέρουσι.
sch Hec 649 [5] μέλαθρον γὰρ λέγεται τὸ μαγειρεῖον ἀπὸ τοῦ μελαίνειν τὸν αἰθέρα, μέγαρον δὲ τὸ ὑπερῷον ἢ καὶ ἄλλο τι τῶν εὐγενῶν οἴκημα καὶ γίνεται ἀπὸ τοῦ μεγαίρω, τὸ φθονῶ: —A i οὐ μόνον δὲ εἰς κοινὸν 〈κακὸν〉 τῇ Τροίᾳ τὰ τῆς ἀνοίας τοῦ Ἀλεξάνδρου προῆλθεν, ἀλλὰ καὶ αὐτῇ τῇ Ἑλλάδι: —M i ABB i οἷον· οὐ μόνον αἱ Τρῳάδες θρηνοῦσιν, ἀλλὰ καὶ τῶν Ἑλληνίδων τινές: —M i ABB i † στένει δὲ καί τι ς: ὁ χορὸς ἀνακλαίων ἑαυτόν φησι· κἀγὼ πολλὰ πέπονθα δεινὰ, ἀλλὰ καὶ πολλῶν Ἑλλήνων μητέρες καὶ πατέρες θρηνοῦσι τοὺς ἐν Τροίᾳ σφαγέντας: —A Εὐρώτας ποταμὸς Λακεδαιμονίας: —M i A g † πολιὰν δ ’ ἐπὶ κρᾶτ α: ἐπὶ τὴν πολιὰν κρᾶτα μήτηρ τις τέκνων Ἑλλήνων ἐν Τροίᾳ ἀποθανόντων τίθεται χέρα: —A καταξέει: —M g A g † δρύπτεται δὲ παρ〈ειάν 〉: οἱονεὶ ξαίνει τὴν ἑαυτῆς παρειὰν τιθεμένη ἐν τοῖς σπαραγμοῖς ὄνυχα δίαιμον· πᾶς γὰρ ὁ τὴν παρειὰν ξαίνων ἀνάγκῃ .
sch Hec 655 ....... αἱματοῖ: —A τὸν αἱματώδη: —M g A g B i γράφεται καὶ δίδυμο ν: —B i μία τῶν δούλων αὐτῆς ἔρχεται φέρουσα τὸ σῶμα τοῦ Πολυδώρου.
sch Hec 658 [5] ἦν γὰρ πεμφθεῖσα ὑπὸ τῆς Ἑκάβης ἐπὶ τῷ κομίσαι ὕδωρ εἰς τὰ λουτρὰ τῆς Πολυξένης. αὕτη οὖν ἡ δούλη ἀπελθοῦσα παρὰ θάλασσαν εὑρίσκει τὸ σῶμα τοῦ Πολυδώρου καὶ ἔρχεται δεικνύουσα αὐτὸ τῇ Ἑκάβῃ: —MAB οὐδεὶς τὸν στέφανον αὐτῆς ἀφαιρήσει νικήσας αὐτὴν εἰς κακά: —M ἄλλω ς: οὐδεὶς αὐτὴν ἐν τοῖς κακοῖς νικήσει πώποτε: —MA g B † οὐδεὶς μᾶλλον αὐτῆς ἀποίσει στέφανον νικήσας αὐτὴν ἐν δυστυχίαις: —B † .
sch Hec 660 ........... νικήσας τὴν Ἑκάβην ἐν τοῖς κακοῖς λάβῃ στέφανον: —A τί δ έ: ἀντὶ τοῦ τί ἐστι.
sch Hec 661 τὰ δὲ λοιπὰ κατὰ ἀναφώνησιν: —M i B κακόφημος: —M i † ἐν κακοῖσι δ έ: οὐ δυνατὸν, φησὶ, κακῶν πολλῶν .
sch Hec 663 [5] ...... ὁμιλεῖν .... ὡς ἐν εὐτυχίᾳ: —A εὔφημον ἔχειν: —M g A g B i διαπερῶσα: —M g εἰς πρέπον: —M g καὶ ζῶσα οὐ ζῇς: —M g B i † οὐ καινὸν εἶπας ὡς δυστυχής εἰμι, τοῖς εἰδόσι δ’ ὠνείδισας, ἀντὶ τοῦ· ἐγὼ γινώσκω ὅτι δυστυχής εἰμι καὶ ἄπαις καὶ ἄνανδρος: —A προήγαγες τὰ δυστυχήματα: —M g ὀνειδίζειν ἐστὶ τὸ προφέρειν δυστυχήματα: —M i A g B i ἀτὰρ τ ί: στικτέον εἰς τὸ τί, ἵνα καθ’ ὑπόκρισιν ᾖ ἡ ἐρώτησις: —MAA g B † ἀτὰρ τ ί: εἰς ἀγγεῖον ἐσκεπασμένον βασταζούσης τῆς θεραπαίνης τὸν Πολύδωρον ἰδοῦσα ἡ Ἑκάβη τὸ ἀγγεῖον ἔξωθεν ἐδόκει ὡς τὸ τῆς Πολυξένης σῶμά ἐστι καί φησι· τί τὸ τῆς Πολυξένης μοι σῶμα κομίζεις, ἧς ἀπεγγέλθη ὁ τάφος σπουδαζόμενος παρὰ τῶν Ἑλλήνων: —A πάντων Ἀχαιῶ ν: ἐπειδὴ ἤκουσεν ὅτι οἱ μὲν αὐτὴν ἐφυλλοβόλουν τιμῶντες, οἱ δὲ ξύλα παρεκόμισαν εἰς τὴν πυρκαϊὰν, ταῦτά φησιν: —AB τῶν κατὰ τὸν Πολύδωρον: —MA g † νέων δὲ πημάτων οὐχ ἅπτετα ι: τῆς νεαρᾶς, φησὶ, βλάβης οὐχ ἅπτεται, ἤτοι τοῦ ἀποθανεῖν τὸν Πολύδωρον: —A † τῆς νέας βλάβης, ἤγουν τῆς τοῦ Πολυδώρου σφαγῆς καὶ τῆς ἐν θαλάσσῃ τούτου ἀπορριφῆς οὐκ αἰσθάνεται: —A † οἲ ἐγὼ τάλαιν α: ἡ Ἑκάβη φησὶ· φεῦ ἐγὼ ἀθλία· εἶτα τὴν θεράπαιναν ἐρωτᾷ βλέπουσα ἀγγεῖον ἐσκεπασμένον βαστάζουσαν, ἐν ᾧ ἦν ὁ Πολύδωρος· ἆρα τὴν Κασάνδραν βαστάζεις.
sch Hec 676 [5] ἡ δὲ θεράπαινά φησι πρὸς τὴν Ἑκάβην· τὴν ζῶσαν λέγεις, τὸν θανόντα δ’ οὐ στένεις καὶ κλαίεις τοῦτον. ἐπιδεικνύει γὰρ αὐτῇ τὸν νεκρὸν τοῦ Πολυδώρου: —A ἆρα: —M g A g τὸ μανικὸν, τὸ τῷ βακχείῳ συνδιατιθέμενον: —M g B ἀντὶ τοῦ εἶπας: —M g † ζῶσαν λέλακα ς: τὸ λέλακας ἐπὶ ὄρνιθος μόνον λαμβάνεται, ὡς καὶ Ἡσίοδός φησι [opp.
sch Hec 678 [5] 207] ‘δαιμονίη, τί λέληκασ‘ περὶ ἀηδόνος λέγων. ὁ δὲ παρὼν τραγῳδὸς καὶ ἐπὶ τοῦ ἀνθρώπου ἐδέξατο τοῦτο: —A βλέπε: —M g ταῦτα λέγουσα ἀνακαλύπτει τὸν νεκρὸν [τοῦ Πολυδώρου ἡ Πολύβοια]: —M i AB i † ἐπειδή σοι, φησὶ, τοῦτο θαυμαστὸν καὶ ξένον ὀφθήσεται ὡς παρ’ ἐλπίδας ἀπα〈ντῆσάν〉 σοι: —A γράφεται γόω ν: —M g ἀντὶ τοῦ θρηνητικῆς ᾠδῆς· νόμους γὰρ λέγουσιν οἱ παλαιοὶ τὰς ᾠδάς: —MAB † αἰαῖ κατάρχομαι νόμον [αἰαῖ κατάρχομαι γόων] βακχεῖον ἐξ ἀλάστορο ς: οὐκ ἐκ Διονύσου τὸν βακχεῖον νόμον μαθοῦσα, ἀλλ’ ἀπό τινος ἀλάστορος.
sch Hec 685 οἱ γὰρ γόοι τῶν βακχῶν μετὰ ἡδονῆς γίνονται· μαινόμεναι γὰρ οὐ λυποῦνται. καί φησιν ἡ Ἑκάβη· καὶ ἐγὼ βακχείων γόων κατάρχομαι, ἀλλ’ ἐξ ἀλάστορος καὶ ἀνηδόνου δαίμονος· οὐ γὰρ ἡδονὴν ἔχει ὁ ἐμὸς γόος ὥσπερ ὁ τῶν βακχῶν ... δαίμων: —A κινητικὸν ἢ σύντονον.
sch Hec 686 [5] ἢ ἀντὶ τοῦ θρηνητικόν: —M i B ἄλλω ς: οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον: —M i AB † οὐκ ἐκ Διονύσου μαθοῦσα τὸν βακχεῖον νόμον, ἀλλ’ ἔκ τινος ἀλάστορος. βακχεῖος γὰρ γόος λέγεται, ὃν λέγει τις μεθύσας: —A ἐκ κακοῦ δαίμονος: —MA g γράφεται ἀρτιμαθῆ νόμο ν .
sch Hec 687 [5] ἀρτιμαθής δὲ ἀντὶ τοῦ ἀπηρτισμένως μαθοῦσα, ἢ ἀρτίως μαθοῦσα, ἀπὸ τοῦ ὀνείρου: —M i AB ἀρτίως μαθοῦσα: —M † ἀρτιμαθή ς: ἀντὶ τοῦ ἀπηρτισμένως καὶ ὑγιῶς καὶ ἀρτίως μαθοῦσα τὰ κακὰ ἀπὸ τοῦ ὀνείρου οὗ εἶδεν, ἔνθα φησὶν [90] ‘εἶδον γὰρ βαλιὰν ἔλαφον‘ καὶ τὰ ἑξῆς: —A λείπει τὸ οὖσα: —M i † ἔγνως γὰρ ἄτη ν: ἤδη ἐπέγνως τὴν ἀληθῆ αἰτίαν καὶ τὸ συμβὰν περὶ τὸν παῖδά σου: —A τὸ ἐπαναλαμβάνειν τοὺς αὐτοὺς λόγους ἐν τῷ θρηνεῖν σφόδρα σχετλιαστικὸν καὶ πάθος ἐγεῖρον ἐν τῇ τραγῳδίᾳ: —MAB τυγχάνει: —M g δακρύων, στεναγμῶν μὴ τυχοῦσα: —MA g παύσει.
sch Hec 692 ἢ σχήσει: —M g τίνι μόρ ῳ : μόρῳ μὲν τῷ θανάτῳ, πότμῳ δὲ τῇ προφάσει.
sch Hec 695 [5] πρὸς τίνος δὲ ὑπὸ τίνος, ἵν’ ᾖ· ποίῳ θανάτῳ καὶ ποίᾳ προφάσει, ἢ τίς ὁ ἀνελών σε· εἰπὲ, τέκνον: —MAB τύχῃ προφάσει: —M i A g ὑπὸ τίνος: —M g εὗρον ἔτυχον: —M i A g B i ἀποπνιγέντα ὑπὸ θαλάσσης ἢ ἀναιρεθέντα ξίφει: —M i A g BB i † φονίου δορό ς: ἀποπνιγέντα ὑπὸ τῆς θαλάσσης ἢ ἀναιρεθέντα τῷ φονικῷ δόρατι ὑπό τινος ἀνδροφόνου, εἶτα εἰς θάλασσαν ῥιφέντα: —A ἐκβεβλημένον: —M g A g πτῶμα: —M g A g B τινὲς καὶ τοῦτο τῆς Ἑκάβης εἶναί φασιν: —M i B i ὁμαλῇ ψάμμῳ: —M i B i παρῆλθεν: —M g λείπει τὸ ὡς· ὡς οὐκέτ’ ὄντα: —M i AB i τίς γάρ νιν ἔκτειν ε: ὦ ἐξ ὀνειράτων φρονοῦσα καὶ διανοουμένη Ἑκάβη: —MAB i κατ’ εἰρωνείαν εἴρηται.
sch Hec 710 ἢ ὀνομαζόμενος φίλος: —MAA g B i ἀπόρρητα καὶ ἀδιήγητα, ταῦτα τὰ παρόντα δηλονότι: —MB i περαιτέρω καὶ μείζονα: —M i B g ποῦ τὸ δίκαιον τὸ ἐν τοῖς ξένοις: —M i B i ὦ καταρῶν ἄξιε ὑπὲρ πάντας ἀνθρώπους Πολυμῆστορ: —M g B μονονουχὶ καὶ εἰς μέρη διεῖλες: —MB οὐδὲ ᾤκτειρας: —M g περιφραστικῶς τὸν δεσπότην: —MB i τί ὑπερτίθης: —M g ὡς τοῦ Ταλθυβίου ἀπαγγείλαντος αὐτῷ ἃ ἡ Ἑκάβη αὐτῷ ἐν τοῖς προλαβοῦσιν εἶπεν: —MB ἐμβραδύνεις: —M g τὰ κατὰ τὴν Πολυξένην: —M g ὅτι γὰρ οὔκ ἐστιν Ἑλληνικὸς ὁ νεκρὸς, φανερόν μοι ποιοῦσιν οἱ πέπλοι μὴ ὄντες Ἑλληνικοὶ, ἀλλὰ Τρωικοί: —M i B δέμας περιστέλλοντες: —M g B g ὦ δύστηνε Πολύδωρε, τί δράσω ἐγὼ, ἡ Ἑκάβη: —MB πρὸς ἑαυτὴν ἀποστραφεῖσα λέγει.
sch Hec 736 [5] δῆλον δὲ ἐξ ὧν ὁ Ἀγαμέμνων πρὸς αὐτὴν λέγει· τί μοι προσώπῳ νῶτο ν. τὸ δὲ δύστηνε ὁ Δίδυμός φησι πρὸς τὸν Πολύδωρον λέγειν καὶ 〈πρὸς ἑαυτὴν〉 τὴν Ἑκάβην· ὦ δύστηνε Πολύδωρε, ἐμαυτὴν γὰρ λέγω δύστηνον ἀποκαλοῦσά σε, τί δράσω· πότερον ἱκετεύσω Ἀγαμέμνονα ἢ σιωπήσω: —MB ἐγκύψασα δὲ διαλέγεται πρὸς τὸν νεκρὸν Πολύδωρον καὶ πρὸς αὑτήν: —M i τί με ἀποστραφεῖσα καὶ τῷ προσώπῳ μου τὸν νῶτόν σου δοῦσα θρηνεῖς: —MB κατὰ ἀφαίρεσιν τοῦ ο , τουτέστιν ὀδύρῃ: —M i B i † ταῦτα καθ’ ἑαυτήν φησιν ἡ Ἑκάβη: —B i ἀντὶ τοῦ μαθεῖν: —M g ἀντὶ τοῦ διαλογίζομαι: —M g † καὶ τοῦτο καθ’ ἑαυτήν φησιν ἡ Ἑκάβη: —B i ἐὰν στίξωμεν εἰς τὸ τοῦδ ε, νοητέον οὕτως· ἆρα χαλεπὰς καὶ ἐχθρὰς λογίζομαι τὰς τούτου φρένας, τοῦ Ἀγαμέμνονος, οὐκ ὄντος δυσμενοῦς, ἵν’ ᾖ τὸ πᾶν περὶ Ἀγαμέμνονος.
sch Hec 746 [5] ἢ εἰς τὸ μᾶλλον στικτέον, ἵνα ᾖ οὕτως· ἆρα πρὸς τὸ δυσμενὲς μᾶλλον ῥέπω τούτου ὄντος οὐχὶ δυσμενοῦς τὰς φρένας: —MB τὰ αὐτά μοι βούλει: —M i τί σκέπτομαι: —M g B i ποῖον πρᾶγμα ἐπιζητοῦσα: —M g ἆρα: —M g τὸ τυχεῖν τούτου: —M g ἀντὶ τοῦ ὑπὲρ οὗ: —M g τοῦτόν πο τ ’ ἔτεκο ν: πρωθύστερον ποίησον, ἵνα γένηται σαφές· τοῦτόν ποτε ἔφερον ζώνης ὕπο καὶ ἔτεκον: —MB καὶ ἄλλω ς: τοῦτόν ποτε εἶχον κατὰ γαστρὸς ὑπὸ τὴν ζώνην καὶ ἐγέννησα αὐτόν: —MB ἐρωτηματικὸς ὁ ἧ σύνδεσμος· ἆρα γάρ τινα ἄλλον ἐγέννησας παῖδα παρ’ ἐκείνους ἑτέρῳ τινί: —MB φοβούμενος: —M g πικρότατον τὸν χρυσὸν εἶπε διὰ τὸ αἴτιον αὐτὸν γενέσθαι θανάτου καὶ σφαγῆς: —MB παρὰ τίνος: —M g ὦ ὑπομονητικὴ ἐν τοῖς κακοῖς.
sch Hec 775 ἐὰν 〈δὲ〉 τὸν Πολυμήστορα, τλήμονα λέγει διὰ τὸ κέρδος ἀσεβείας κοινωνήσαντα: —MB πληθυντικῶς εἶπεν ἀντὶ τοῦ· τοιοῦτόν τί ἐστιν: —M g οἱ νεώτεροι τὴν αὐτὴν Φρυγίαν καὶ Τροίαν φασίν: —M i B τὴν θεράπαιναν δείκνυσιν: —M g ὁ Πολυμήστωρ: —M g † ὄλωλα κοὐδέ ν: ὄλωλα, φησὶν, ὑπὸ τῶν κακῶν καὶ τῶν συμφορῶν καὶ εἰς τὸ οὐδὲν ἥκω.
sch Hec 784 [5] ἢ ἐλλειπτικῶς φησιν· ὄλωλα, ὦ Ἀγάμεμνον, καὶ οὐδὲν λοιπὸν τῶν κακῶν ἄκος εὑρεῖν δύναμαι. ἢ οὐδὲν ὑπολείπεταί μοι κακὸν, ὃ οὐ πέπονθα: —B τὴν δυστυχίαν δηλονότι: —M εὐσεβῆ δίκαια: —M g κολαστής: —M g ἀκολάστου: —M g χθονίους μὲν διὰ τὸ ἄταφον ἐᾶσαι φονεύσαντα, οὐρανίους δὲ διὰ τὸν ξένιον καὶ φίλιον Δία: —MB φιλίας: —M g γράφεται καὶ ξένω ν: —M i λείπει ἡ ἐν· ἐν τῷ ἀριθμῷ τῶν ἐμῶν φίλων πολλάκις τῆς κοινῆς τραπέζης καὶ τῆς ξενίας τὰ πρῶτα τυχών: —MB καὶ λαβὼν τὴν ὑπὲρ τοῦ παιδὸς πρόνοιαν, ὅ ἐστι χρήματα: —MB ἄλλω ς: πρόνοιαν τῶν κατ’ ἐμὲ πραγμάτων, ὅτι πορθηθείσης τῆς Τροίας ἐδυστύχησα εἰς πολλὰ μεγάλως: —MB † νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθ α: θεὸν γὰρ ἴσμεν τῷ σέβειν θεοῦ νόμους: —B † ἄλλω ς: τῷ γὰρ φυλάττειν τὰ ὑπὸ θεοῦ νενομοθετημένα εἶναι καὶ τὸ θεῖον νομίζομεν: —B νομίζομεν: —M g ἀφωρισμένα καὶ πρόδηλα ἔχοντες: —M i † καὶ ζῶμεν ἄδικ α: κακοσυνθέτως εἶπεν.
sch Hec 801 ἔδει γὰρ οὕτως εἰπεῖν· καὶ τὰ δίκαι’ ὁρισθέντες παρὰ τοῦ θεοῦ τηρεῖν ἐν τοῖς πράγμασιν ἀδίκως ζῶμεν, ἀντὶ τοῦ βιοῦμεν: —B τουτέστιν ὁ νόμος: —M g ἱεροσυλήσωσιν: —M g δίκαιον: —M g ὡς γραφεύ ς: ὡς ζῳγράφος ἀπωτέρω στὰς κατανοεῖ τὰς εἰκόνας, εἰ καλῶς γέγραπται τὸ ζῴδιον: —MB ἴδο υ: βαρυτόνως τὸ ῥῆμα, ὀξυτόνως τὸ ἐπίρρημα: —MB ποῦ μεταφέρεις τὸν πόδα σου: —M i B ποῖ μ’: τὸ ἐντελές· ποῦ μοι ὑπεξέρχῃ.
sch Hec 812 [5] ἐδιχοστάτει γὰρ αὐτῇ ἐπικουρεῖν Ἀγαμέμνων διὰ τὸ φίλον εἶναι τὸν Πολυμήστορα. οὐ γὰρ συνεμάχησε τοῖς Τρωσὶ χαριζόμενος τοῖς Ἕλλησι: —MB ζητοῦμεν ἃ οὐδέν ἐστι, τὴν δὲ πειθὼ μόνην οὐκ ἀσκοῦμεν μισθοὺς διδόντες: —MB πειθὼ δὲ τὴν τύραννο ν: ὁ νοῦς· οὐ σπουδάζομεν τὴν πειθὼ μανθάνειν ἀκριβῶς, ἧς ἔδει μᾶλλον τῶν ἄλλων τεχνῶν ἀντιποιεῖσθαι: —MB καὶ ἄλλω ς: οὐκ ἀνατίθησιν οὐδὲ τοῖς ῥήτορσι τὴν τοῦ 〈ἀεὶ〉 πείθειν δύναμιν: —MM g B ἵνα ὑπάρχῃ τὸ πείθειν εἰς ἅ τις βούλεται: —M i B πῶς οὖν: —M g εἰς τί οὖν ἐλπίσειέ τις πράξειν καλῶς: —MB i γράφεται καὶ ὑπερτέλλοντ α: —B g μάταιον ἀδόκιμον: —M g οὐ μαστροπώδεις οἱ λόγοι, ἀλλ’ ἀφαιρεθεῖσα τὸν τῆς τύχης ὄγκον εἰς πᾶν ὁτιοῦν καταβαίνει καθομιλοῦσα τοῖς καιροῖς καὶ λέγουσα ταῦτα δι’ ὧν ἔμελλε θηρᾶσθαι βοήθειαν: —MB ἡ Κασάνδρα: —M g φοιβά ς: ἡ μάντις: —B διὰ τὸ ἐν αὐταῖς σκέπτεσθαι: —MB ἀπ’ ἐκείνης δὲ ἐγώ: —M g B i νυκτερινῶν: —M g ἀντὶ τοῦ γαμβροῦ κηδεστὴν εἶπεν: —MB i ἢ Δαιδάλου τέχναισι ν: περὶ τῶν Δαιδάλου ἔργων, ὅτι ἐκινεῖτο καὶ προΐει φωνὴν, αὐτός τε ὁ Εὐριπίδης ἐν Εὐρυσθεῖ λέγει [frg.
sch Hec 838 [5] 373]· ‘οὐκ ἔστιν, ὦ γεραιὲ, μὴ δείσῃς τάδε· τὰ Δαιδάλεια πάντα κινεῖσθαι δοκεῖ βλέπειν τ’ ἀγάλμαθ’· ὧδ’ ἀνὴρ κεῖνος σοφόσ‘· καὶ Κρατῖνος ἐν Θρᾴτταις [frg. 74]· † πανὶ κακὸν δεῦρο μαστεύων τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν οὐδαμῶς ξύλινος ἐκεῖνος ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερον Δαιδάλειος ἦν ἤ τις ἐξέκλεψεν αὐτόν‘. καὶ Πλάτων [frg. 188]· ‘οὗτος τίς εἶ, λέγε ταχύ, τί σιγᾷς· οὐκ ἐρεῖς. Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα‘: —MB ἵνα [μου] τὰ μέλη πάντα φωνὴν ἀφιέντα κατὰ ταυτὸν ἱκετεύοιέν σε: —M g B i ὁμοῦ: —M g παραγγέλλοντα: —M g βοηθόν: —M g ἀλλ’ εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε, ἀντὶ τοῦ· μὴ ὡς αἰχμάλωτον καὶ δούλην παρίδῃς: —M † εἰ καὶ μηδέν ἐστι ν: εἰ καὶ μηδέν ἐστιν ἡ ἱκετεύουσά σε ὡς αἰχμάλωτος καὶ δούλη, ἀλλ’ οὖν δι’ αὐτὸ τὸ δίκαιον τιμώρησαι τὸν Πολυμήστορα.
sch Hec 843 τοῦτο γάρ ἐστιν ἀνδρὸς ἀγαθοῦ, τὸ τοὺς κακοὺς ἐννόμως τιμωρεῖσθαι: —B ὅτι: —M g καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισα ν: μεταλλακτέον τὰς πτώσεις· ἔστι γάρ· καὶ αἱ ἀνάγκαι τοὺς νόμους διώρισαν.
sch Hec 847 [15] ὁ δὲ νοῦς· δεινὸν ὅτι πάντα συνέρχεται τὰ κακὰ κατὰ ταὐτὸν τοῖς ἀνθρώποις, καὶ αἱ ἀνάγκαι τὰ νενομισμένα τοῖς ἀνθρώποις μετήλλαξαν. ἐδέδοκτο γὰρ πολέμιον εἶναι τῇ Ἑκάβῃ τὸν Ἀγαμέμνονα, ἀλλ’ ἡ ἀνάγκη τὸ νενομισμένον τῇ Ἑκάβῃ μετήλλαξεν: —MB καὶ ἄλλω ς· ἐναντίως εἶπεν. ἔδει γάρ· καὶ τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αὗται γὰρ καὶ νόμων ἐπικρατέστεραι, οὐ τὸ ἐναντίον, διότι οἱ νόμοι τὰ ἑκούσια τιμωροῦνται, οὐχὶ τὰ ἐξ ἀνάγκης δρώμενα· ὡς καὶ νῦν ἡ γραῦς ἐξ ἀνάγκης φίλον ποιεῖται τὸν πολέμιον: —MB ὁ δὲ Δίδυμος οὕτως· μᾶλλον ὤφειλεν εἰπεῖν ὅτι τοὺς νόμους αἱ ἀνάγκαι διορίζουσιν· αἱ γὰρ ἀνάγκαι καὶ τῶν νόμων ἐπικρατέστεραι, οὐχ οἱ νόμοι τῶν ἀναγκῶν. καὶ νῦν οὖν τοὐναντίον εἶπεν: —M καὶ ἄλλω ς: οἷον αἱ ἀνάγκαι οὐκ ἀκολούθως τοῖς νόμοις πράττουσιν: —MB i διετύπωσαν ἀφορίζουσιν: —M g B i ἐγώ σε καὶ τὸν παῖδά σου καὶ τὰς δυστυχίας καὶ τὴν ἱκέσιον χεῖρα ἐλεῶ: —MB καὶ βούλομαι θεῶν θ ’ οὕνεκ α: τὸ ἑξῆς· καὶ βούλομαι θεῶν οὕνεκα καὶ τοῦ δικαίου ἀνόσιον ξένον τήνδε σοι δοῦναι δίκην: —M εἴ πως φανείη γ’: εἴ πως φανείη σοι συμμαχία ὥστε καὶ σοὶ καλῶς γενέσθαι, καὶ τοῖς Ἕλλησι μὴ δόξω διὰ Κασάνδραν τιμωρεῖσθαι τὸν Πολυμήστορα: —MB λείπει τὸ τὶ, ἵνα ᾖ· ἔστι γάρ τι καθ’ ὃ τετάραγμαι· ποῖον τοῦτο.
sch Hec 857 [5] τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός: —B i B ἄλλω ς: ἔμελλεν εἰπεῖν ὅτι ἐστὶ φίλος τοῖς Ἕλλησιν· εἶτα μεταλογιζόμενός φησι· ταραγμὸς ἐμπέπτωκέ μοι, ἀντὶ τοῦ τετάραγμαι, ἐννοήσας ὅτι φίλος ἐστὶ τῷ στρατεύματι ὁ Πολυμήστωρ: —M i B ὅπου: —M g δηλονότι ὁ Πολύδωρος: —M i βοηθῆσαι: —M ἀκίνητον: —M g φεῦ οὐκ ἔστι θνητῶ ν: ταῦτά φησιν, ὅτι ἐν ἐξουσίᾳ ὢν ὁ Ἀγαμέμνων οὐ δύναται αὐτῇ χάριν παρασχεῖν ὑφορώμενος τοὺς Ἕλληνας: —MB ἢ χρημάτων γὰρ δοῦλός ἐστ ι: δοῦλος τύχης ἐστὶν ὁ ὑπὸ τῆς τύχης ἀναγκαζόμενος δουλεύειν: —MB ἄλλω ς : τύχη ς: εὐτυχίας εὐδαίμονος ἀνδρός· τῇ γὰρ εὐτυχίᾳ τῶν μειζόνων δουλεύομεν.
sch Hec 865 [5] οὕτως τινές· οὐ τῆς θείας τύχης φησίν, ἀλλὰ τῆς μερικῆς καὶ ἐν ἀνδράσιν ὁρωμένης: —MB εὐδαιμονίας: —M g οἷον τὰ κεχαρισμένα πράττεις τοῖς Ἕλλησιν: —MM g B συγγίνωσκε: —M g συγγίνωσκε μὲν γὰρ ἐάν τι κακὸν ἐργάσωμαι τῷ τόν〈δε, τὸν〉 Πολύδωρον δηλονότι, ἀποκτείναντι: —MB διαθήσω καλῶς: —M g ποία δύναμίς σοι συμβάλλεται: —M g ἀκαταμάχητον: —M g τί δ’ · οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκν α: Αἴγυπτος καὶ Δαναὸς ἀδελφοὶ ἦσαν ἀπὸ Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς.
sch Hec 886 [5] τούτων ὁ μὲν Αἴγυπτος ἔσχε ν παῖδας ἄρρενας, ὁ δὲ Δαναὸς εἶχε καὶ αὐτὸς ν θυγατέρας. οὗτος φθονῶν τῷ ἀδελφῷ Αἰγύπτῳ διὰ τὴν τῶν ἀρρένων παίδων κτῆσιν καὶ φοβηθεὶς ὅπως μὴ ὑπ’ αὐτῶν ἐκβληθῇ ἐκ τῆς βασιλείας, [ἀνδρωθέντων τῶν υἱῶν αὐτοῦ] ἐδίωξεν αὐτὸν εἰς τὴν Αἴγυπτον ἅμα τοῖς παισὶν, ὅθεν καὶ ἀπ’ αὐτοῦ ἡ χώρα Αἴγυπτος ἐκλήθη. χρόνου δέ τινος διαγενομένου καὶ τῶν παίδων ἀνδρωθέντων θαρρῶν τῇ τούτων δυνάμει παρεγένετο εἰς τὸ Ἄργος. ὁ δὲ Δαναὸς φοβηθεὶς αὐτὸν καὶ πρόνοιαν ἑαυτοῦ ποιούμενος καὶ τῆς βασιλείας ἐπιβουλὴν κατὰ τῶν Αἰγύπτου υἱῶν ταύτην ἐσκέψατο. συνέθετο γὰρ τῷ Αἰγύπτῳ συνάψαι πρὸς γάμον τὰς ἑαυτοῦ θυγατέρας τοῖς υἱοῖς αὐτοῦ. ἑτοίμως δὲ τοῦτο κατεπαγγειλαμένου τοῦ Αἰγύπτου συνεβούλευσε ταῖς θυγατράσιν ὁ Δαναὸς ὥστε ἀνελεῖν νύκτωρ τοὺς ἑαυτῶν ἄνδρας πρὸ τῆς μίξεως τῆς πρὸς αὐτὰς θάνατον ἐπαπειλήσας ταῖς μὴ τοῦτο ποιούσαις. αἱ μὲν οὖν πᾶσαι ἔχουσαι τὰ τοῦ πατρὸς προστάγματα ἀνεῖλον τοὺς ἄνδρας, μία δὲ μόνη τούτων ἡ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, ἀπὸ τῆς μίξεως διάθεσιν ἐσχηκυῖα πρὸς αὐτόν. οὗτος δὲ σωθεὶς ἐξεδίκησε τοὺς ἀδελφούς. ἐφόνευσε γὰρ τὰς θυγατέρας τοῦ Δαναοῦ, ἅμα καὶ αὐτόν, καὶ τῆς τούτου βασιλείας ἐκράτησε τοῦ Ἄργους ἅμα τῇ Ὑπερμνήστρᾳ. καὶ γίνεται ἐκ τούτων Ἄβας· ἐξ Ἄβαντος Προῖτος καὶ Ἀκρίσιος· ἐξ Ἀκρισίου Δανάη· ἐκ Δανάης Περσεύς· ἐκ Περσέως Ἀλκαῖος, Ἠλεκτρύων, καὶ Σθένελος· ὧν ὁ μὲν Ἀλκαῖος Ἀμφιτρύωνα ἔσχε παῖδα, ὁ δὲ Ἠλεκτρύων τὴν Ἀλκμήνην. ἐξ Ἀλκμήνης Ἡρακλῆς καὶ Ἰφικλῆς, ἐξ οὗ Ἰόλαος: —MB καὶ Λῆμνον ἄρδη ν: Δίδυμος οὕτως· Πελασγοὶ ἐπιθέμενοί ποτε ταῖς Ἀθήναις πολλὰ τῶν ἐξ Ἀθηνῶν ἁρπάσαντες ἤγαγον εἰς Λῆμνον, ἐν οἷς καὶ γυναῖκας Ἀττικὰς, αἷς καὶ παλλακίσι χρησάμενοι ἔσχον παῖδας, οὓς αἱ μητέρες τήν τε πατρῴαν γλῶσσαν καὶ τὰ ἔθη ἐδίδαξαν.
sch Hec 887 [15] οἱ δὲ συνήρχοντό τε ἀλλήλοις καὶ εἴ τις τύπτοι τινὰ αὐτῶν, ἐβοήθουν ἅπαντες. καὶ τέλος ἄρχοντα ἴδιον ποιήσαντες παρώξυναν τοὺς Πελασγοὺς οὕτως ὥστε ἐκείνους ἀνελεῖν τε τοὺς παῖδας ἅπαντας καὶ Ἀττικὰς πάσας γυναῖκας. καὶ μετὰ ταῦτα καὶ αἱ Λήμνιαι γυναῖκες τοὺς σὺν Θόαντι πάντας ἀπέκτειναν. δι’ ἀμφότερα οὖν ταῦτα ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: —MB καὶ ἄλλω ς: Πελασγοὶ ταῖς Ἀθήναις ἐπιθέμενοι ἥρπασαν ἄλλα τε 〈καὶ γύ〉ναια, ἃ εἰς Λῆμνον ἤγαγον καὶ χρησάμενοι ἐπαιδοποίησαν. αἱ δὲ τοὺς παῖδας τὴν πάτριον φωνήν τε καὶ τὰ ἔθη ἐπαίδευσαν. οἱ δὲ ἡβή〈σαντεσ〉 φίλοι τε ἀλλήλοις ἦσαν καὶ ἠμύναν〈το〉 τοὺς ἀδικοῦντας, τέλος δὲ καὶ ἄρχοντα αὑτοῖς 〈ἐπέ〉στη〈σαν〉, ἐφ’ οἷς ἀγανακτήσαντες οἱ πατέρες 〈αὐτούσ〉 τε καὶ τὰς μητέρας ἀνεῖλον. μετὰ δὲ ταῦτα αἱ Λημνιάδες τοὺς σὺν Θόαντι ἀνεῖλον. δι’ ἄμφω οὖν ἡ παροιμία ἐδόθη· τὰ Λήμνια κακά: —M παντελῶς: —M g πέμψον δέ μοι τήν δ ’ ἀσφαλῶ ς: ἀφόβως καὶ ἀκινδύνως, ἵνα μήτις τῶν Ἑλλήνων κωλύσῃ αὐτὴν αἰχμάλωτον οὖσαν: —M ἐγγίσασα: —M g σὸν οὐκ ἔλασσο ν: ἀντὶ τοῦ μᾶλλον, ἵνα ᾖ· διὰ σὸν μᾶλλον χρέος ἤπερ ἐκείνης: —MB καὶ παῖδα ς: σὺ δὲ κάλεσον καὶ τοὺς παῖδας ὡς ὅτι δεῖ καὶ τοὺς [ἐξ ἐκείνης] παῖδας εἰδέναι τοὺς ἡμετέρους λόγους: —MB ἀντὶ τοῦ ἀναβαλοῦ τὴν ταφὴν αὐτῆς: —M g ὡς τώ δ ’ ἀδελφ ώ: δυϊκῶς τοὺς ἀδελφούς: —MB ὅπως τοὺς ἐμοὺς παῖδας εἰς μίαν πυρκαϊὰν ἐμβαλοῦσα τῇ ἐμῇ μερίμνῃ θάψω.
sch Hec 896 [5] τὸν Πολύδωρον καὶ τὴν Πολυξένην: —MB καὶ ἄλλω ς: ἵνα οὗτοι οἱ δύο ἀδελφοὶ πλησίον μιᾷ φλογὶ κρυφθῶσι χθονί. μέριμναι δὲ ἀλγηδόνες τῇ μητρί: —MB ἔσται τά δ ’ οὕτω ς: οὐ καλῶς φησι ταῦτα ὁ Ἀγαμέμνων.
sch Hec 898 ἐχρῆν γὰρ αὐτὸν ἅπαξ δόντα τὴν χάριν σιωπῆσαι καὶ μὴ ἐλέγξαι τὴν ἑαυτοῦ γνώμην· οὐ γὰρ ἀνάγκῃ τοιαύτῃ ὑπέκειτο βασιλεὺς ὤν: —MB ἀφίησιν: —M g ἐπιτηδείους: —M g γαληνὸν, χωρὶς ἀνέμου: —M g γένοιτο δ ’ εὖ πω ς: εἴη δὲ πραχθῆναι τὸ κατὰ σὲ καλῶς, ὅτι πᾶσι καταθύμιον τοῦτο.
sch Hec 902 ὁ γὰρ φόνον δράσας κοινὸν τοῖς ἀνθρώποις ἀδίκημα ἐποίησε λυμηνάμενος τῷ κοινῷ νόμῳ καὶ ἀδικήσας τὸ τῆς φύσεως ὁμοιογενές: —MB ἀριθμηθήσῃ κληθήσῃ: —M i ἀντὶ τοῦ ὁ πόλεμος: —M i ἡ ἀμφί πρὸς τὸ κρύπτε ι, ὅ ἐστι περικαλύπτει: —M i ἀπὸ δὲ στεφάναν κέκαρσα ι: Καλλισθένης ἐν β τῶν Ἑλληνικῶν [frg.
sch Hec 910 [10] 15] οὕτως γράφει· ‘ἑάλω μὲν ἡ Τροία Θαργηλιῶνος μηνὸς, ὡς μέν τινες τῶν ἱστορικῶν, ιβ ἱσταμένου, ὡς δὲ ὁ τὴν μικρὰν Ἰλιάδα, η φθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν ἅλωσιν φάσκων συμβῆναι τότε τὴν κατάληψιν, ἡνίκα [frg. 11] ‘νὺξ μὲν ἔην μέσση, λαμπρὰ δ’ ἐπέτελλε σελήνη‘. μεσονύκτιος δὲ μόνον τῇ ὀγδόῃ φθίνοντος ἀνατέλλει, ἐν ἄλλῃ δ’ οὔ‘. 〈ᾧ〉 συμπεφώνηκεν Εὐριπίδης ὡς ὁμολογουμένης τῆς δόξης. Λυσίμαχος [frg. 20] δέ φησι Δημοφῶντος Ἀθήνησι βασιλεύοντος ἔτους πρώτου Θαργηλιῶνος [ἱσταμένου] δωδεκάτῃ: —MB τὸ κάλλος, τὴν ἐξοχὴν τοῦ τείχους: —M i ἀντὶ τοῦ ἀπεκόπης: —M i κατὰ δ ’ αἰθάλου καπνο ῦ: τοῦ ἀπὸ αἰθάλης καὶ πυρὸς γενομένου καπνοῦ.
sch Hec 911 ῥυπαρίαν τοῦ μελαίνοντος καπνοῦ: —M i B i βάρος μίασμα: —M g κεκάπνισαι.
sch Hec 912 ἢ κέκαυσαι: —M g ἐπιβήσομαι.
sch Hec 913 [5] ἀντὶ τοῦ· εἰσέλθω εἰς σέ: —M i ἡνίκα ἐκ δείπνων: —MB i ἐπὶ τοῖς ὀφθαλμοῖς: —MB i διασκορπίζεται: —M i μολπᾶν δ ’ ἄπο καὶ χαροποιῶ ν: τουτέστι· καταπαύσαντες τοὺς χοροὺς καὶ τὰς ᾠδὰς καὶ τὰς θυσίας οἱ ἄνδρες ἀνεπαύοντο ἐν τοῖς οἴκοις ἀμέριμνοι, ὡς ἀναπλευσάντων τῶν Ἑλλήνων: —MB καὶ ἄλλω ς: καὶ παυσάμενοι, φησὶ, τῶν χορῶν καὶ τῶν θυσιῶν ἀνεπαύοντο πάντες οἱ ἄνδρες ἀμεριμνήσαντες διὰ τοὺς Ἕλληνας: —M θυσίαν καταπαύσα ς: εἰς Τένεδον γὰρ προσορμισθέντες καὶ ἔμφασιν ποιήσαντες τῆς οἴκαδε ἐπανόδου νυκτὸς ἐπῆλθον τοῖς Τρωσὶν ἀπὸ χορειῶν καὶ εὐωχίας οὖσι διὰ τὴν καθίδρυσιν τοῦ δουρείου ἵππου καὶ κεκμηκότας ἀνεῖλον αὐτούς: —MB πόσις ἐν θαλάμοι ς: τὸ ἑξῆς· πόσις ἐν θαλάμοις ἔκειτο ναυτᾶν οὐκέθ’ ὁρῶν ὅμιλον, ξυστὸν δὲ ἐπὶ πασσάλῳ.
sch Hec 919 ἀπὸ κοινοῦ δὲ τὸ ἔκειτ ο: —MB i ξυστὸν δ ’ ἐπὶ πασσάλ ῳ: τὸ δὲ ἀκόντιον ἐπὶ τῷ πασσάλῳ ἐκρέματο, ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον οὐκ ἐθεωροῦμεν ἐν τῇ Τροίᾳ.
sch Hec 920 [5] τὸ δὲ ἀκόντιον εἰπὼν ἀπὸ μέρους ἐδήλωσεν ὅλα τὰ ὅπλα: —MB ἀπὸ ἑνὸς τὰ πάντα ὅπλα δηλοῖ: —M i λείπει τὸ ἐκρέμασεν: —M i διασυρτικῶς γυναικῶν τὸ καὶ μέσης νυκτὸς καλλωπίζεσθαι: —MB i μίτραισι ν: μετὰ τὸ εὐωχηθῆναι ἐν ταῖς μίτραις ἐκαλλωπιζόμην καὶ ἀνεδέσμουν ἐπὶ τῷ καθεύδειν μετὰ τοῦ ἀνδρὸς, κατὰ τὸ γυναικεῖον ἔθος.
sch Hec 924 μίτραις δὲ τοῖς κεφαλοδεσμίοις: —MB κατεκόσμουν, κατὰ ῥυθμὸν ἐτίθουν: —M i B i λεύσσου ς ’ ἀτέρμονας εἰς αὐγά ς: περιφερεῖς· τούτων γὰρ οὐκ ἔστι τέρμα· τὰ γὰρ κυκλοτερῆ τέρματα οὐκ ἔχει.
sch Hec 926 [5] λέγει δὲ λεύσσους’ εἰς κυκλοτερεῖς αὐγάς. οἱονεὶ τὰς κυκλοτερεῖς. τούτων γὰρ οὐκ ἔστι τέρμα. παρὰ τὸ εἰωθὸς δὲ ἔφη 〈περὶ τὸ〉 μεσονύκτιον ἐσοπτρίζεσθαι: —MB ἀτέρμονας εἰς αὐγά ς: ἀπληρώτους. ἢ κυκλοτερεῖς· ταῦτα γὰρ ἀτελῆ: —M ἵνα: —M g πότε δή πότ ε: λείπει τὸ εἰ μὴ νῦν.
sch Hec 930 ὁ δὲ νοῦς· τοῦτο δὲ, φησὶν, ἔλεγον οἱ Ἕλληνες παρακελευόμενοι ἀλλήλους· πότε δὴ τὴν ἀκρόπολιν πορθήσαντες τῆς Τροίας παραγένησθε εἰς τὰ οἰκεῖα: —MB i τὰ προσφιλῆ: —M g B i λιποῦσα Δωρὶς ὡς κόρ α: Δοῦρις ἐν τῇ β τῶν Ὥρων [frg.
sch Hec 934 [5] 50] γράφει οὕτως· κατὰ δὲ τοῦτον τὸν χρόνον ὑπὸ Αἰγινητῶν Ἀθηναῖοι κατὰ θάλατταν ὀχλούμενοι πέμπουσι πεζοὺς εἰς τὴν νῆσον ὑπολαμβάνοντες, ἂν φθάσωσι πεζοὺς ἀποβιβάσαντες, πολλὰ 〈ἂν〉 βλάψαι τὴν Αἴγιναν. οἱ δὲ ἐπεξελθόντες· ἔτυχον γὰρ αὐτοῖς προσκαταπεπλευκότες τῶν Σπαρτιατῶν τινες· τοὺς Ἀθηναίους ἀπαντῶντας ἀπέκτειναν πλὴν ἑνός, τοῦτον δὲ ἀπέστειλαν ἀπαγγελοῦντα. τὸν δὲ, ὡς ἦλθεν, περιέστησαν αἱ τῶν τεθνεώτων γυναῖκες, αἱ μὲν ἐρωτῶσαι τοὺς ἄνδρας τί γεγόνασιν, αἱ δὲ τοὺς υἱούς, αἱ δὲ τοὺς ἀδελφούς· ἐτύγχανον δὲ φοροῦσαι κατ’ ἐκεῖνον τὸν χρόνον Δωρίδα στολήν. τὰς περόνας οὖν ἀπὸ τῶν ὤμων ἑλκυσάμεναι τὸν ἄνθρωπον πρῶτον ἐξετύφλωσαν, εἶτα ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι μεγάλην ἡγήσαντο συμφορὰν τὸ γενόμενον πάθος, ἔδοξε δὲ αὐτοῖς περιελέσθαι τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς περιέστησαν, οὐ φυλακὴν τῆς ἀμπεχόνης. πάντων δὲ ἰδιαίτατον συνέβαινεν ἐπὶ τῶν Ἀθηναίων· οἱ μὲν γὰρ κόμας ἐφόρουν, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν τῇ Δωρίδι στολῇ. διόπερ καὶ εἰς ἡμᾶς πολλοὶ τὰς ἀχίτωνας δωριάζειν ἔφασαν: —M αἱ Λακεδαιμόνιαι κόραι διημερεύουσιν ἄζωστοι καὶ ἀχίτωνες ἱματίδιον ἔχουσαι πεπορπημένον ἐφ’ ἑκατέρου τῶν ὤμων. καὶ Καλλίμαχος [frg. 225]· ‘ἔσκεν ὅτ’ ἄζωστος χἀτερόπορπος ἔτι‘. καὶ τῶν ἐν ταῖς ἀρχαίαις γραφαῖς οὐκ ὀλίγα οὕτως ἔσταλται. καὶ δωριάζειν τὸ γυμνουμένας φαίνεσθαι τὰς γυναῖκας. Ἀνακρέων [frg. 59]· ‘ἐκδῦσα χιτῶνα δωριάζειν‘: —MB ἄλλω ς: ὑπὸ Αἰγινητῶν πειρατευόμενοι Ἀθηναῖοι στρατιὰν κατ’ αὐτῶν ἀποστέλλουσιν, οἱ δ’ ἅμα Σπαρτιάταις ἅπαντας ἀπέκτειναν. εἷς δὲ σωθεὶς ὑπέστρεψεν ἄγγελος, ὃν ὑπαντήσασαι τῶν τεθνεώτων αἱ γυναῖκες, ἀφελόμεναι τὰς περόνας τῶν ὤμων, τυφλώσασαι πρῶτον ἀπέκτειναν. οἱ δὲ Ἀθηναῖοι δεινὸν ἡγησάμενοι περιεῖλον τῶν γυναικῶν τὰς περόνας, ἐπείπερ εἰς ὁπλισμὸν αὐταῖς ἐχρήσαντο, οὐ φυλακὴν τῆς ἀμπεχόνης. αὐτοί τε ἐκόμων, αἱ δὲ γυναῖκες ἐκείροντο, καὶ τοῖς μὲν ἀνδράσι ποδήρεις ἦσαν οἱ χιτῶνες, αἱ δὲ γυναῖκες ἐβρύαζον ἐν ταῖς Δωρίαις στολαῖς. διὸ καὶ εἰς ἡμᾶς τὰς ἀχίτωνας δωριάζειν ἔφασαν: —MB ὡς καταφυγούσης αὐτῆς εἰς ἱερὸν Ἀρτέμιδος καὶ μηδὲν ὠφελησάσης: —M i B i ἄγομαι δὲ, φησὶν, ἐπὶ τὸ πέλαγος ἑωρακυῖα τὸν ἄνδρα μου ἀποθανόντα: —M i B i ἐπεὶ καὶ πόρρωθεν ἑωρᾶτο ἡ Τροία καιομένη, οἷον ἀπὸ Χερρονήσου: —M i B i ἀφώρισεν ἐχώρισεν: —M g B i ἀπείρηκα τοῖς κακοῖς ἡ ἀθλία ἐγώ: —M i B i ὅτι ὀλιγάκις κεῖται τὸ κάσις ἐπὶ ἀδελφῆς, ἐπὶ δὲ ἀδελφοῦ πολλάκις: —M i B ἐπαρωμένη ὡς αἰτίοις τοῦ πολέμου: —M i γράφεται καὶ ἀπούρισε ν: —M i ὁ τῆς Ἑλένης: —M i ἀλλὰ δαίμονος παλαμναίου τιμωρία καὶ ταλαιπωρία: —M i B i τὸν τοῦ Τυνδάρεω: —M g B i ὁ Πολυμήστωρ ἔρχεται, φησὶν, ἀκούσας ὅτι καλεῖ σε ἡ Ἑκάβη: —M i B Πολυμήστωρ ἀνακαλεῖται καὶ τεθνηκότα τὸν Πρίαμον: —M i B βέβαιον παραμόνιμον: —M g εὐτυχῶς: —M g φύρουσι δ ’ αὖ θ ’ οἱ θεο ί: ἀναμιγνύουσιν αὐτὰ οἱ θεοὶ εἰς ὀπίσω καὶ ἔμπροσθεν, ἀντὶ τοῦ· οὔτε εἰς τὰ παρελθόντα πράγματα τάξιν φυλάττουσιν οὔτε εἰς τὰ μέλλοντα, ἀλλ’ ἄτακτα ἐῶσι τὰ πράγματα, ἵνα σέβωμεν αὐτούς: —MB ἵνα: —M g B τῇ ἀγνωσίᾳ τοῦ μέλλοντος: —M g B † ἀλλὰ ταῦτα μέ ν: ἀλλὰ τί δεῖ με, φησὶ, ταῦτα θρηνεῖν μηδὲν ἐκ τοῦ θρηνεῖν δυνάμενον ἐπικόψαι τῶν κακῶν μὴ εἰς τὸ πρόσω βαίνειν: —B ταῦτα μὲν τί δεῖ θρηνεῖ ν: τί δεῖ με ταῦτα θρηνεῖν οὐδὲ τὸ τυχὸν προκόπτοντα τῶν κακῶν ἔμπροσθεν, ὅ ἐστιν· οὐ κατόπιν ἐῶντα τὰ κακά: —MB ἀντὶ τοῦ περαιτέρω, εἰς τὸ βέλτιον: —M i ἐπίσχες παύου: —M g προφασίζεται πλαττόμενος.
sch Hec 964 οὐκ ἐβούλετο γὰρ ὀφθῆναι τῇ Ἑκάβῃ, ἐπειδὴ ἀπέκτεινε τὸν Πολύδωρον: —MB ἐπαίροντί μοι καὶ προσιόντι πρὸς σέ: —M g B i τῇ μὲν ἀληθείᾳ οὐ θέλει αὐτὸν ὁρᾶν μισοῦσα ὡς φονεύσαντα τὸν υἱὸν, προφασίζεται δὲ 〈διὰ〉 τὴν δυστυχίαν ἐρυθριᾶν: —MB ᾧ τινι γὰρ ὤφθην εὐτυχοῦσα: —M ἐν δυστυχίᾳ: —M g ὀφθῆναι δηλονότι: —M g ἀτενέσιν: —M g ἐπεὶ εἶπεν· οὐ δύναμαί σε προσβλέπειν ὀρθαῖς κόραις, τὴν ὑποψίαν αὐτοῦ περιελεῖν βούλεται εἰποῦσα μὴ δύσνοιαν ἡγήσῃ σέθε ν: —MB γυναῖκας ἀνδρῶ ν: φυσικῷ νόμῳ αἱ γυναῖκες ἐνατενίζειν ἀνδράσι κωλύονται: —MB μετεπέμψω: —M g † τί χρῆ μ ’ ἐπέμψ ω: διὰ τί πρᾶγμα μετεπέμψω με καὶ προσεκαλέσω: —B ἡμέτερον ἰδιάζον: —M g ἐν ἀσφαλεῖ γὰρ ἥ δ ’ ἐρημί α: ἐν οὐδενὶ φόβῳ.
sch Hec 981 δειλοὶ δ’ οἱ βάρβαροι περιφέροντες τοὺς ἀκολούθους ἑαυτοῖς διὰ τὸ μὴ ἀναιρεθῆναι ὑπό τινος ἀδικηθέντος ὑπ’ αὐτῶν: —MB διὰ τὸ μὴ συμμαχῆσαι αὐτὸν τοῖς Τρωσίν: —M i B ἐμὲ τὸν εὐτυχοῦντα σοὶ τῇ ἀτυχούσῃ προσήκει βοηθῆσαι: —MB ἐρωτήσω: —M i B i ὅσον δι’ ἐκεῖνον εὐτυχεῖς: —M i B i διαχλευάζουσα αὐτόν φησιν: —M g B i ἀντὶ τοῦ δή: —M g οὗ κέκτημαι ἰδίου ἀπολαύσαιμι: —M i θησαυροί: —M g ταῦτα ἃ διηγήσω: —M g τοῦτό ἐστι τὸ πρᾶγμα, θησαυροὶ κεκρυμμένοι τῶν Πριαμιδῶν: —MB i ταύτῃ τῇ διανοίᾳ: —M i B i γινώσκεις τῆς Ἰλιακῆς Ἀθηνᾶς ποῦ ἐστιν ὁ ναός: —MB i τί οὖν ἔτι βούλει: —M g B i ποῦ δῆτα ἔχεις: —M g B i ἐν τῷ πλήθει τῶν σκύλων: —M i B τὸ ταῖσδε ἀναφορικόν ἐστι καὶ δεικτικόν.
sch Hec 1014 [5] ἡ μὲν οὖν Ἑκάβη δεικτικῶς εἶπε· ταύταις ταῖς σκηναῖς, ὁ δὲ Πολυμήστωρ ἀναφορικῶς νοήσας ἐρωτᾷ· ποῦ δὲ αἱ στέγαι αὗται, ἃς λέγεις ἔχειν τὸν χρυσόν· ἆρα τὰ ναύσταθμα τῶν Ἑλλήνων, τουτέστιν· ἐν ταῖς ναυσὶ λέγεις εἶναι τὸν χρυσόν. πρὸς ὃ ἐπάγει ἡ Ἑκάβη ὅτι οὐ τὰς ναῦς στέγας εἶπον· ἴδιαι γὰρ γυναικῶν αἰχμαλωτίδων στέγαι: —MB εἰς τὸ αἵδε στικτέον, τὸ δὲ λοιπὸν ἰδίᾳ κατ’ ἐρώτησιν ἐν ὑποστιγμῇ: —MB ναύλοχο ι: περιφραστικῶς τὰ ναύσταθμα.
sch Hec 1015 φησὶν οὖν· ποῦ δέ ἐστιν· αὗται γὰρ αἱ τῶν Ἀχαιῶν εἰσι σκηναί: —MB χωρίς: —M g τὰ ἀπόγεια σχοινία: —M i ἵνα: —M g τοῦτο ἠρέμα λέγει, ἵνα μὴ ὑποψίαν αὐτῷ δῷ ὧν μέλλει πάσχειν: —MB i λιμένα μὴ ἔχον: —M g † ἄντλον δὲ λέγει τὸ πέλαγος καὶ ἀλίμενον τὸ λιμένα μὴ ἔχον: —B ἀλίμενόν τις ὡς εἰς ἄντλο ν: τοῦτο πρὸς τὸ ἄνω συναπτέον τὸ οὔπω δέδωκα ς , ἀλ λ ’ ἴσως δώσεις δίκη ν.
sch Hec 1025 [5] τιμωρηθήσῃ, φησὶν, ὥς τις εἰς ἄντλον λέχριος καταπέσῃ ἀπολέσας τὸν βίον τῆς φίλης καρδίας: —MB πλάγιος: —M g στερηθήσῃ: —M g Δίδυμος οὕτως· 〈τὸ〉 ὑπέγγυον, τὸ ἀληθὲς, οὔτε παρὰ τῇ δίκῃ οὔτε παρὰ τοῖς θεοῖς συμπεσὸν ἀφανίζεται.
sch Hec 1029 [5] τοῦτο δέ φησι διὰ τὸν Πολυμήστορα, ὅτι μέλλει τιμωρεῖσθαι πρῶτος ἀρξάμενος τῶν ἀτόπων: —MB καὶ ἄλλω ς : ὑπέγγυο ν: δίκαιον. ὧδε ὑποστικτέον. τὸ ἠσφαλισμένον, φησὶ, τῇ δίκῃ καὶ παρὰ θεοῖς οὐ πίπτει, τουτέστιν· ὃ ἂν κυρώσῃ ἡ δίκη, τοῦτο βέβαιον παρὰ τοῖς θεοῖς. δικαίως οὖν κολαζόμενος ὁ Πολυμήστωρ καὶ τοὺς θεοὺς ἐχθροὺς ἔχει: —MB οὐκ ἀπόλλυται: —M g B i ἀπὸ ἑτέρας ἀρχῆς: —M i B i λείπει ἡ εἰς· εἰς ὀλέθριον κακὸν, καὶ λέγει· ἡ ἐλπὶς ταύτης τῆς ὁδοῦ ἀπατήσει σε εἰς ὀλέθριον κακόν: —M i BB i ἀνάνδρῳ, γυναικείῳ: —M g B ἔνδοθεν ὁ Πολυμήστωρ τυφλούμενος ταῦτα βοᾷ: —MB θρῆνον: —M g λείπει τὸ ἕνεκεν: —M g ταχυτάτῳ: —M g B i στηρίγματα: —M g βέλο ς: πᾶν τὸ βαλλόμενον.
sch Hec 1041 ταῦτα δέ φησιν ὡς βάλλων λίθους ἐν τοῖς οἰκήμασιν, ἵνα καταπαίῃ τὰς αἰχμαλώτους: —MB θέλετε ἐπέλθωμεν, ἐπεὶ ὁ καιρὸς καλεῖ: —MB κτύπει: —M g ὄντως ἐνίκησας τὸν Πολυμήστορα: —M g B παραφόρῳ ποδ ί: παραφερομένῳ, οὐκ ὀρθῶς βαδίζοντι, ἀλλὰ σφαλλομένῳ διὰ τὸ τετυφλῶσθαι αὐτόν: —MB θυμουμένῳ σφόδρα: —M g γράφεται δυσγενεστάτ ῳ: —B g πᾶ κέλσ ω· προσπελάσω.
sch Hec 1057 κυρίως δὲ τὸ ναῦν προσορμίσαι τινὶ εὐόρμῳ τόπῳ. ἐξοκεῖλαι δὲ τὸ ἐκβληθῆναι τὴν ναῦν ἔξω τοῦ λιμένος ὑπὸ ἀνέμου: —MB ὑπόκειται γὰρ τετραποδίζων: —M i B ἀγρίου: —M i ποιούμενος: —M g ποίαν παρέλθω ὁδόν· ἆρα ταύτην, ἆρα ἐκείνην, ἆρα τήνδε: —MB λείπει ὁδόν: —M i ἐπιδιῶξαι.
sch Hec 1062 καταλαβεῖν βουλόμενος: —M i τὰς φονικάς. τὰς Τρωικάς: —M i αἱ τάλαιναι· οὐ γὰρ πρὸς αὐτὰς ὁ λόγος: —M g B εἰς τὸ Φρυγῶν τελεία: —M g B ποῦ τῶν μυχῶν, ἀντὶ τοῦ τῶν κρυφίων τόπων: —M g B i ἀντὶ τοῦ τυφλὸν ὄμμα: —M g θεραπεύσειας: —M g τυφλὸν φέγγο ς: τὸ σκότος, κακῶς· φέγγος γὰρ ἐπὶ σκότους οὐ λέγεται: —M εἰς ἀνάβλεψιν ἀγαγών: —M g ἀντὶ τοῦ ὦ ὦ: —MA g λαθραίαν, ὡς ἡρέμα βαδιζουσῶν αὐτῶν: —M † σίγα κρυπτὰν βάσιν αἰσθ〈άνομαι 〉: .
sch Hec 1070 [5] .. ἑαυτόν φησιν ὁ Πολυμήστωρ ὥσπερ αὐτὸς ἑαυτὸν παρορμῶν ἐπὶ δρόμον καὶ κτύπου τινὸς αἰσθανόμενος λαθραίου, ὡς ἠρέμα βαδιζουσῶν αὐτῶν: —A ὡς θὴρ ταύτας καταθοινώμενος: —M i A g B † θοίναν ἀγρίων θηρῶ ν: ποῦ, φησὶ, κινήσας τὸν πόδα κατάσχω ταύτας, δηλονότι τὰς μετὰ τῆς Ἑκάβης αἰχμαλώτους γυναῖκας, καὶ καταφάγω [καὶ] τὰς σάρκας καὶ τὰ ὀστᾶ τούτων θοίναν, ἤγουν εὐωχίαν καὶ τράπεζαν, ἀγρίων θηρίων ποιούμενος, τουτέστιν· ὡς ἄγριος θὴρ αὐτὰς θοινώμενος, ἤγουν ἐσθίων ἀφειδῶς.
sch Hec 1073 τὸ δὲ ἀρνύμενος ἀντὶ τοῦ ποιούμενος καὶ ὥσπερ ἀποδιδοὺς, ἢ μᾶλλον ἀπολαμβάνων καὶ ἔχων καὶ κρατῶν βλάβην ἀντίποινον τῆς ἐμῆς λύμης: —A ἀποδιδούς: —M λαμβάνων.
sch Hec 1074 [5] ἀφαιρούμενος τὴν ὕβριν. τῆς ἐμῆς τυφλώσεως ἀντάξια παρέχων: —MM i ἄλλω ς: ἀπαιτῶν τιμωρίαν ἀντὶ τῆς ἐμῆς λύμης, τουτέστι πηρώσεως: —MM i A g † λαμβάνων καὶ ἀφαιρούμενος ἀντέκτισιν τῆς ἐμῆς βλάβης καὶ τυφλώσεως: —B † ποῖ πᾶ φέρομα ι: ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις τοῦ Ἅιδου, ἤγουν ταῖς Τρωικαῖς γυναιξίν.
sch Hec 1076 [5] ἐν γὰρ τῷ Ἅιδῃ ἔλεγον εἶναί τινας τιμωρητικὰς καὶ ἀνημέρους θεὰς, βάκχας καλουμένας [καὶ] διὰ τὸ ἄγριον αὐτῶν, 〈καὶ〉 κατὰ τοῦτο ἐκάλεσε καὶ τὴν Ἑκάβην σὺν ταῖς λοιπαῖς αἰχμαλώτοις γυναιξὶ βάκχας. τὸ δὲ ὅλον· ποῖ φέρομαι καταλιπὼν τὰ τέκνα μου ταῖς βάκχαις καὶ τοῖς κυσὶ τροφὴν καὶ τοῖς ὄρεσι ῥίμμα. ὑπενόει γὰρ ὡς μετὰ τὴν αὐτοῦ ἐξέλευσιν ῥίψουσιν αὐτὰ ἐν ὄρει. ἡ δὲ σύνταξις οὕτω· ποῖ φέρομαι λιπὼν τὰ τέκνα μου ταῖς βάκχαις διαμοιρᾶσαι, ἤγουν διασπαράξαι μεληδὸν, καὶ τοῖς κυσὶ πάλιν καταλιπὼν τὸν ἀπὸ σφαγῆς φόνον, ἤγουν αὐτὰ τὰ οἰκεῖα τέκνα, δαῖτα ἀνήμερον. καταλιμπάνω δὲ αὐτὰ καὶ ἐκβολὴν, ἤγουν ῥίμμα, ὀρείαν, δηλονότι εἰς τὸ ὄρος, ῥιφῆναι. ἀπὸ κοινοῦ δὲ τὸ καταλιμπάνω: —A διασπαράξαι μεληδόν: —M i B i † ὑπενόει γὰρ αὐτὰς ῥῖψαι τοῖς κυσὶ μετὰ τὸ σφάξαι τοὺς παῖδας αὐτοῦ, φονικὴν καὶ ἀπάνθρωπον εὐωχίαν καὶ ὀρεινὴν ἀποβολήν: —B ἀπάνθρωπον: —M g εἰς ὄρη: —M g ῥῖψαι κυσὶ δαῖτα καὶ ὀρεινὴν ἀποβολήν: —M i † πᾷ στ ῶ: ἐπὶ ταύτην δηλονότι τὴν κοίτην, ὅπου τὰ παιδία ἐσφαγμένα κεῖται, ὁρμηθεὶς καὶ κινηθείς· τοῦτο γὰρ σημαίνει τὸ ἐσσυθεί ς: βῶ περιπατήσας καὶ ἔλθω φύλαξ τῶν ἐμῶν τέκνων στέλλων, ἤγουν συστρέφων, τὸ λινόκροκον φᾶρος, περιφραστικῶς ἑαυτόν, καθὼς στέλλεται ἡ ναῦς ἐν τοῖς ποντίοις πείσμασι.
sch Hec 1080 [10] πείσματα δὲ τὰ καλῴδιά φησιν· οἱ γὰρ ναῦται, ὅταν μέλλωσι στρέψαι τὴν ναῦν, τὰ σχοινία τοῦ καλουμένου ποδὸς τοῦ λαίφους ἕλκουσιν ἔσωθεν: —A † ἄλλω ς: ποῦ, φησὶ, πορεύσομαι, ποῦ δὲ κάμψω, ποῦ δὲ στήσομαι, ἐπὶ ταύτην ὁρμήσας τὴν τῶν τέκνων μου κοίτην· λέγει δὲ τὸν τόπον, ἔνθα ἐσφαγμένα τὰ τούτου τέκνα κατέκειτο· ὀφείλων ταῦτα φυλάξαι πρὸς τὸ μὴ ὑπὸ τῶν Τρῳάδων ῥιφῆναι κυσὶν, ὡς ναῦς τὸ ἄρμενον συστέλλων, δηλαδὴ τῶν ὀφθαλμῶν στερηθείς. ὅπερ γάρ ἐστι τῇ νηῒ τὸ ἱστίον, τοῦτο τῷ σώματι ὁ ὀφθαλμός: —AB τοῖς σχοινίοις τῆς νεώς: —M i ὡς ναῦς τὸ ἄρμενον τὸ λινοῦν 〈συ〉στέλλων: —M λινόμιτον: —M i ὁρμηθεὶς ἔνθα κεῖταί μοι τὰ παιδία τεθνηκότα εἰς τὴν θανάσιμον θήκην: —M ὁ νῦν ὀ〈φείλων〉 φύλαξ εἶναι τῶν τέκνων: —M i τὸν θάνατον: —M i A g B g δυσβάστακτα: —M g B g πέπρακται: —M g A g B g δειναὶ καὶ χαλεπαὶ αἱ τιμωρίαι: —M i B g ἐν δόρατι μαχόμενον: —M i B i † ἔνοπλο ν: τοὺς συνελθόντας αὐτῷ δορυφόρους ἐπικαλεῖται.
sch Hec 1089 [5] λογχοφόρους δὲ λέγει τοὺς δόρατα πολεμικὰ καὶ λόγχας φέροντας, ἤγουν τοὺς στρατιώτας: —A ὁρμητικὸν εἰς πόλεμον καὶ ἐνθουσιαστικὸν ἐν πολέμῳ: —M i βοῶ: —M g ἀκούει τις, ἢ ἀκούει μὲν, οὐ δύναται δὲ βοηθῆσαι: —MA g B ἕνεκα τῆς λώβης: —M i λωβήσεως καὶ ἀπωλείας τῶν ὀφθαλμῶν: —MA g B i † ποῖ τράπωμαι ποῖ πορευθ ῶ: εἰς τὸν αἰθέρα τὸν οὐράνιον, φησὶ, πετασθεὶς ἀπέλθω εἰς τὸ ὑψιπετὲς μέλαθρον, ἔνθα ὁ Ὠρίων ἢ ὁ Σείριος αὐγὰς φλογέας ἀφίησι τοῦ πυρὸς ἀπὸ τῶν αὐτοῦ ὀφθαλμῶν, ἢ ὁρμήσω ὁ τάλας εἰς τὸν πορθμὸν, ἤγουν τὴν διάβασιν τὴν ἐπὶ τὸν Ἅιδην ἄγουσαν.
sch Hec 1099 ταῦτα δέ φησιν ἀδημονῶν: —A † ἔθος τοῖς δυσ〈φοροῦσι ταῦτα λέγειν〉: —B ἔν τισι τὸ αἰθέρα οὐ φέρεται: —A g B i ἀμπτάμενο ς: ἀναπτάμενος ἀναπετασθείς: —MB i Ὠρίων καὶ κατὰ πλεονασμὸν τοῦ α Ὠαρίων: —M i B Ἡσίοδος [opp.
sch Hec 1104 [5] 417]· Σείριος ὁ Ἥλιος. νῦν δὲ τὸν ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστέρα φησὶν ἀκολούθως Ὁμήρῳ [Χ 26 sq.]. ὅλον δὲ τὸ ἄστρον κύων λέγεται, ὅπερ ἐκ πολλῶν ἀστέρων σύγκειται, ὁ δὲ ὑπὸ τὸ γένειον τοῦ κυνὸς ἀστὴρ Σείριος λέγεται: —MAB † ἐπὶ τοῦτο〈ν〉 δὲ, φησὶ Πολυμήστωρ, τὸν ἀστέρα ἀνέλθω ἀναπετασθεὶς ἢ εἰς τὸν αἰθέρα. τοιαῦτα δὲ οἱ δυσανασχετοῦντες καὶ μὴ δυνάμενοι ὑπο〈μένειν〉 ἐν θλίψεσι φθέγγονται. σημείωσαι δὲ ὅτι δοκεῖ ὁ Σείριος οὗτος ἀστὴρ λαμπρότερος ἐνὼν τῷ κυνί: —A πορθμό ν: πέραμα, πλοῦν.
sch Hec 1106 [5] ἢ τὸν ἀόρατον πλοῦν: —M i ὅταν τις, φησὶ, πάθῃ κακὰ μείζονα ὑπὲρ ὃ δύναται βαστάσαι, συγγνωστόν ἐστιν αὐτῷ τὸ ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν: —MB † συγγνώσ θ ’ ὅτα ν: ἀντὶ τοῦ· συγγνωστὸς καὶ συγγνώμης ἄξιός ἐστιν ἀπαλλάξαι τὴν ζωὴν καὶ θανεῖν ὅστις πάθῃ δεινὰ, ἃ οὐ δύναται ὑπομεῖναι.
sch Hec 1107 τοῦτο γάρ ἐστι τὸ κρείσσο ν ’ ἢ φέρει ν, ἀντὶ τοῦ ἐπέκεινα ὄντα ὑπομονῆς: —A † κραυγῆς ἀκούσας ἦλθο ν: τῆς κραυγῆς σου, φησὶν ὁ Ἀγαμέμνων πρὸς τὸν Πολυμήστορα, ἀκούσας ἦλθον· οὐ γὰρ ἠρέμα ἐβόησεν ἡ Ἠχὼ, ἡ παῖς τῆς πέτρας.
sch Hec 1109 [5] ὅταν γάρ τις βοήσῃ ὅπου ἐστὶν ὄρος, ἀντηχεῖ ἡ πέτρα καὶ οἷον εἰπεῖν γεννᾷ τὴν Ἠχώ· καὶ τοῦ Πολυμήστορος τοίνυν βοήσαντος ἐφώνησε καὶ ἤχησε μεγάλως τὸ ὄρος: —A οὐ γὰρ ἠρέμα ἤχησεν ἡ θυγάτηρ τῆς πέτρας, ἡ Ἠχώ: —MB εἰ δὲ μὴ ᾔδειμεν ὅτι ἐπορθήσαμεν τὴν Τροίαν, ἐφοβήθημεν ἂν ἔφοδον νομίζοντες εἶναί τινα τῶν πολεμίων: —MAB οὐκ ὀλίγως: —M g † ὦ φίλτα τ ’ ᾐσθόμην γά ρ: ἐπέγνω Πολυμήστωρ τὸν Ἀγαμέμνονα ἀπὸ τῆς φωνῆς, ἐπεὶ καὶ ὁ Ἀγαμέμνων πολλάκις τῆς Τροίας πολεμουμένης ἦν αὐτῷ συντυχών: —A ὑποκρίνεται ἀγνοεῖν, ἵνα κατὰ τὸ δίκαιον ὑπὲρ τῆς Ἑκάβης κρίνῃ, ἢ μὴ, γνωσθεὶς ὅτι προσωμίλησεν αὐτῇ, δόξῃ Ἑκάβῃ χαρίζεσθαι: —MAB † Ἑκάβη με σὺν γυναιξί ν: Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλώτοις ἀπώλεσεν· ἀλλ’ οὐκ ἀπώλεσεν, ἀλλὰ καί τι μεῖζον ἀπωλείας ἐμὲ ἐπεπράχει.
sch Hec 1120 [10] εἰ γὰρ ἐφόνευσέ με, κρεῖττον ἦν· νῦν δὲ τοὺς παῖδας ἐφόνευσε κἀμὲ ἐτύφλωσε, καὶ τοῦτο μεῖζον ἀπωλείας: —A πρὸς ἣν οὐκ ἔστι μηχανὴν καὶ λύσιν εὑρεῖν: —MA g B Ἀττικῶς, ὦ οὗτος· σὺ δηλονότι: —M i μεμηνυῖαν: —M g τὸ θυμικόν: —M g A g προκατάσκοπος προορατὴς καραδοκητής: —MAB προγνώσει: —M g ἐπάρειαν: —M g A g γράφεται καὶ δόρ υ: —M i διαφθείροιεν: —M g A g B i λείαν ἀπελαύνοντες: —M g A g ἡμῖν, τοῖς Θρῃξίν: —M g A g κακῷ: —M g θησαυρούς: —M g A g ἀντὶ τοῦ ἱζόμην, ἐκαθεζόμην ἐν μέσῃ τῇ κλίνῃ: —M † πολλαὶ δὲ χεῖρε ς: οὕτω συντακτέον· πολλαὶ δὲ Τρώων κόραι ὥσπερ δὴ παρὰ φίλον θάκουν αἱ μὲν ἐξ ἀριστερᾶς, αἱ δὲ ἔνθεν, ἔχουσαι χερσὶ κερκίδ’ Ἠδωνῆς χερὸς, ἀντὶ τοῦ· κατέχουσαι ταῖς χερσὶ τὸ ἱμάτιον τὸ ἐκ Θρᾳκικῆς χειρὸς ὑφανθέν: —A † εἰς τὸ αὐτὸ ἐξήγησι ς: εἰσελθόντος τοῦ Πολυμήστορος μετὰ τῆς Ἑκάβης εἰς τὰς σκηνὰς καὶ καθεσθέντος προσῆλθον αὐτῷ αἳ εἶχον συμβουλὴν μετὰ τῆς Ἑκάβης αὐτὸν τυφλῶσαι αἰχμαλωτίδες καὶ αἱ μὲν ἐξ ἀριστερῶν αὐτοῦ ἐκάθισαν, αἱ δὲ ἐκ δεξιῶν ὥσπερ παρὰ φίλον Τρώων κόραι καὶ τοὺς αὐτοῦ πέπλους εἰληφυῖαι καὶ αἴρουσαι πρὸς τὰς τοῦ ἡλίου αὐγὰς ἐπῄνουν αὐτοὺς τοῦτο μὲν ὡς λαμπροὺς, τοῦτο δὲ ὡς ἐπιστημόνως κατεσκευασμένους.
sch Hec 1151 [20] πᾶς γὰρ ὁ μέλλων ἀκριβῶς σκοπῆσαι πέπλον εἰ καλός ἐστι πρὸς τὰς τοῦ ἡλίου ἀκτῖνας τοῦτον ὁρᾷ, καὶ αὗται δὲ πάστριαι οὖσαι ἐθαύμαζον αὐτόν. τοῦτο δὲ ἐποίουν ὅπως συλλήψωνται αὐτοῦ τὰς χεῖρας. καὶ αἱ μὲν ἐποίουν οὕτως, ἄλλαι δὲ τὸ ἀκόντιον αὐτοῦ ἐθαύμαζον καὶ ἑτέρα τῇ ἑτέρᾳ τοῦτο παρεχόμεναι εἰσήγαγον καὶ αὐτὸ εἰς τὴν ἔσωθεν σκηνήν. τοῦτο δὲ ἐποίουν, ὅπως ἔρημος γενόμενος παντὸς ξίφους συντόμως κατεργασθῇ. διηγεῖται δὲ ταῦτα ὁ Πολυμήστωρ τὸν δόλον αὐτῶν ἐκφαίνων καὶ πῶς αὐτὸν ἠπάτησαν: —A ἀντὶ τοῦ γυναῖκες, ἀπὸ μέρους τὸ πᾶν, ὡς τὸ ‘τοίην γὰρ κεφαλήν‘ [α 343] ἀντὶ τοῦ τοιοῦτον ἄνδρα: —MAB κερκίδα φησὶ τὸ ἱμάτιον τὸ γενόμενον ἀπὸ Θρᾳκικῆς χειρός, ἀπὸ δὲ τοῦ ποιοῦντος τὸ ποιούμενον ὠνόμασεν: —MAB καὶ ἄλλω ς: κερκίδας Θρᾳκικὰς κατέχουσαι· Ἠδωνοὶ γὰρ οἱ Θρᾷκες: —MB ἐπῄνουν κατέχουσαι καὶ σκοποῦσαι ὑπὸ τὰς αὐγάς: —M g τὸ Θρᾳκικὸν ἀκόντιον θεωροῦσαι: —M g A g B † ἄλλαι δὲ κάμακ α: κάμακα τὸ Θρᾳκικὸν ἀκόντιον λέγει.
sch Hec 1155 [5] τὸ δὲ 〈διπτύχου〉 στολίσματος γυμνόν με ἔθηκαν, εἰ μὲν ἀντὶ 〈τοῦ〉 δόρατος εἴπῃς, δίπτυχον νοήσεις δίστομον, τὸ ἀμφοτέρωθεν κόπτον· εἰ δὲ ἐπὶ τῆς χλαμύδος, τὸ διπλοῦν .... στολίσματος ἀντὶ τοῦ διπλῆς χλαμύδος γυμνόν με ἐποίησαν: —A διπτύχου στολίσματο ς: γράφεται καὶ στοχίσματο ς, ἵν’ ᾖ τῶν λογχῶν.
sch Hec 1156 [5] εἰ δὲ στολίσματο ς, τοῦ ἱματίου λέγει, οὐκέτι δὲ ὅλως γράφεται τὸ 〈 ἄλλαι δὲ〉 κάμακα Θρῃκίαν θεώμενα ι, ἀλλὰ πρὸς τὸ ᾔνουν θ ’ ὑ π ’ αὐγάς 〈τὸ〉 γυμνόν μ ’ ἔθηκαν διπτύχου στολίσματο ς, ἵνα λείπῃ ὁ καί, ἀντὶ τοῦ καὶ γυμνόν: —MA 1 καὶ ἄλλω ς : διπτύχου στολίσματο ς: τινὲς τῆς διπαλτίας, ἀλλ’ οὐκ ἐᾷ τὸ κάμακα ἑνικόν: —MA 1 B καὶ ἄλλω ς : στοχίσματο ς: καὶ ἀλλαχοῦ [Bacch. 1205] ‘οὐκ ἀγκυλωτοῖς Θεσσαλῶν στοχίσμασιν‘. ἐὰν δὲ στολίσματο ς, λείπει ὁ καί, καὶ ἡ σύνταξις πρὸς τὸ ᾔνουν θ ’ ὑ π ’ αὐγά ς: —M ἐπὶ μὲν τοῦ δόρατος διστόμου, ἐπὶ δὲ τῆς χλανίδος διπλῆς: — M g A 1 A g B † διπτύχου στολίσματός φησι τῆς τε χλανίδος καὶ τοῦ ἀκοντίου παρόσον καὶ αὐτὸ πρὸς ἄμυναν καὶ φυλακὴν τοῦ σώματος ἐβάσταζεν. Ὅμηρος [φ 340] ‘δώσω δ’ ὀξὺν ἄκοντα κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν‘: —B † διπτύχου στολίσματο ς: δίπτυχον στόλισμα τὴν διπαλτίαν φησί. τὸ γὰρ παλαιὸν οἱ πολεμοῦντες δύο παλτὰ ἐβάσταζον, τὸ μὲν ἓν μικρὸν, ὃ καὶ πόρρωθεν ῥιπτοῦντες ἠκόντιζον τοὺς ἐναντίους, τὸ δὲ ἕτερον μεῖζον. ἢ δίπτυχον στόλισμά φησι τὸ δόρυ διὰ τὸ τὰ Θρᾳκικὰ ἀκόντια δίστομα εἶναι καὶ ἄνω καὶ κάτω σιδήρους ἔχειν, τὸ μὲν κάτω, ἵνα πήγνυται ἐπὶ τῆς γῆς, τὸ δὲ ἄνω, ἵνα τιτρώσκῃ: —A 1 ὅσαι, φησὶν, ἦσαν τετοκυῖαι, τὰ ἐμὰ παιδία λαβοῦσαι, ὡς εὐειδῆ ὄντα, ἐξεθαύμαζον ἄλλη τῇ ἄλλῃ ἀνὰ μέρος ἀποδιδοῦσα, ὅπως ἐμοῦ, τοῦ πατρὸς, πορρωτάτω γένοιντο καὶ εὐχερέστατα αὐταῖς εἴη πρὸς ἀναίρεσιν: —MAB ἐκπληττόμεναι τὰ ἐμὰ παιδία: —M g ἵνα βελτίονα τοῦ πατρὸς γένοιντο: —M g γράφεται καὶ ἀμείβουσαι χεροῖ ν: —B i εἶτα ἐκ κολακικῶν προσφθεγμάτων δοκεῖς λαβοῦσαι [κτείνουσι] παῖδας κεντοῦσι: —MAB † καλῶς δὲ πρῶτον ἀπέκτειναν τοὺς παῖδας, ἵνα θεωρῶν ὁ πατὴρ πλέον ἀνιῷτο: —AB δοκεῖ ς: τὰ ἀκόντια: —M g † πῶς δοκεῖ ς: τινὲς τὸ πῶς δοκεῖς ἀντὶ τοῦ ὥσπερ κατάσκοποι, ἀπὸ τῆς δοκεύς εὐθείας, ὅπερ εἰ καὶ ἀληθές ἐστι λέγειν ὀκνῶ: —A 1 συλλαβοῦσαι ὡς αἰχμάλωτον: —M i A g † οὐδὲν ἴσχυον πρᾶξαι νικώμενος ὑπὸ τῶν πολλῶν γυναικῶν: —A περόνας: —M g A g τὸ ἑξῆς· ἐμῶν ὀμμάτων τὰς ταλαιπώρους κόρας: —M i B i † ἅπαν τ ’ ἐρευνῶ ν: ὥσπερ, φησὶν, ὁ θηρατικὸς ἀνὴρ πάντα περισκοπῶν ἐξακριβοῦται μὴ λάθοι αὐτὸν τὸ θήραμα, οὕτως ἀνηρεύνων κἀγὼ τοὺς τοίχους βάλλων καὶ ἀράσσων καὶ κατασχεῖν ἔσπευδον τὰς Τρῳάδας γυναῖκας: —A γράφεται ὁ δ’ αὐταῖς ξυντυχώ ν: —M g † μηδὲν θρασύνο υ: μὴ θράσος ἐνδείκνυσο καὶ ὡς βάρβαρος ἐκμαίνου τὰς πάσας ἡμῶν ψέγων· οὐ γὰρ συνετόν.
sch Hec 1183 ὁ χορὸς τῶν γυναικῶν ταῦτά φησι πρὸς τὸν Πολυμήστορα κοινῶς τὸ γυναικεῖον ἅπαν φῦλον μεμφόμενον: —A συμμίξας: —M g A g B i ἐπίμεμπτοι, ἐπίψογοι, ὕβρεως ἄξιοι: —M i B i αἱ δὲ καταταττόμεθα μὴ οὖσαι φαῦλαι εἰς ἀριθμὸν τῶν φαύλων: —M † ἀνθρώποισιν οὐκ ἐχρῆν ποτ ε: γνωμικόν.
sch Hec 1187 [5] φιλοσοφώτατα ἄγαν τὰ ῥήματα· οὐκ ἐχρῆν γὰρ, φησὶν, ὑψηλοτέραν εἶναι τὴν γλῶσσαν τῶν πράξεων, ἀλλὰ ταῖς πράξεσι συμφωνεῖν: —A † σοφοὶ μὲν οὖν εἰ ς ’ οἱ τά δ ’ ἠκριβωκότε ς: σοφοὶ μέν εἰσι, φησὶν, οἱ τὸ δίκαιον ἄδικον ποιοῦντες ῥήτορες καὶ τὸ ἄδικον δίκαιον, ἀλλὰ καθὸ τὸ δίκαιον ἄδικον ποιοῦσιν, οὐ διὰ τέλους εἰσὶ σοφοί: —A οἱ δυνάμενοι τὸ δίκαιον σοφίσασθαι ἐν ῥητορικῇ σοφοὶ μέν εἰσιν, οὐκέτι δὲ καὶ κατὰ τύχην: —MAB ἢ ὡς τῆς ἀληθείας ἐν ὑστέρῳ φαινομένης· ὡς καὶ Ἡσίοδός φησι [opp.
sch Hec 1192 [5] 215]· ‘δίκη δ’ ὑπὲρ ὕβριος ἴσχει, εἰς τέλος ἐξελθοῦσα‘: —AB πανοῦργοι: —M g τὸ πρὸς σέ μοι οὕτως ἔχει ἐν προοιμίοις: —M g B i † ὃς φή ς: ὃς φὴς τοὺς Ἕλληνας διπλοῦ πόνου ἀπαλλάσσων τὸν ἐμὸν υἱὸν πεφονευκέναι: —A g B γράφεται καὶ φόνο ν: —M g πρῶτον γὰρ ἠδίκησαν οἱ Φοίνικες Ἕλληνας ἁρπάσαντες Ἰὼ τὴν Ἰνάχου θυγατέρα τοῦ ποταμοῦ, ὥς φησιν Ἡρόδοτος [Ι 1], Ἕλληνες δὲ ἀντιτιμωρούμενοι τοὺς βαρβάρους ἥρπασαν τὴν Μήδειαν καὶ τὴν Ἡσιόνην, καὶ πάλιν βάρβαροι [Ἑλλήνων] Ἑλένην: —MAB † τίνα δὲ καὶ σπεύδων χάρι ν: τίνα δὲ καὶ χάριν ποιῶν τοῖς Ἕλλησιν ἐφόνευσας τὸν ἐμὸν παῖδα· ἆρα ὡς κηδεύσων τινὰ ἢ ὡς συγγενὴς ὢν Ἑλλήνων τοῦτο ἐποίησας: —A διὰ τὸ χαρίσασθαι αὐτοῖς: —M g μέλλων συνάπτεσθαι αὐτοῖς εἰς γένος: —M g συνεῖχεν ὁ πύργος τὴν πόλιν: —M g B i φανερὰ ἦν ἡ Τροία καιομένη ὑπὸ τῶν πολεμίων: —M g B οὐκ εἶπεν ὁ Πολυμήστωρ περὶ τοῦ χρυσοῦ· ἐπελάθετο οὖν ὁ ποιητὴς ἑαυτοῦ καί ἐστιν ἀκατασκεύαστα ταῦτα: —MAB † Τζέτζης νῦν ἀντὶ τοῦ ἐνδεέσι· πένης γὰρ ὁ χειρῶναξ: —A † καὶ μὴν τρέφω ν: καὶ σώσας τὸν ἐμὸν παῖδα, ὡς ἐχρῆν, καὶ τρέφων εἶχες ἂν δόξαν ἀγαθήν: —AB † ἀληθεῖς, τουτέστιν· ἐν πειρασμοῖς καὶ ταῖς θλίψεσι φαίνονται οἱ ἀληθεῖς φίλοι· ἡ γὰρ εὐτυχία πάντας φίλους ποιεῖ: —A † τὰ χρηστὰ δ ’ αὔ θ ’ ἕκασ τ ’ ἔχει φίλου ς: τὰ χρηστὰ αὐτὰ ἐξ αὐτῶν ἔχει τοὺς φίλους· εἰ δὲ καὶ ἀνατραφέντος τοῦ παιδὸς σὺ μὲν ἐστέρησο χρημάτων, ὁ δὲ παῖς ἐπλούτει, πάντως ἂν ἐκοινώνεις αὐτῷ τοῦ πλούτου τὰ τροφεῖά σοι ἀποτιννύντι: —A † τὰ γὰρ καλὰ πράγματα ἐξ ἑαυτῶν ἔχει τοὺς φίλους: —B † εἰ τῷ δ ’ ἀρκέσει ς: Ἀγάμεμνον, εἰ τῷδε βοηθήσεις, κακὸς φανῇς· οὔτε γὰρ ὡς ξένον πιστὸν ἢ εὐσεβῆ ἢ δίκαιον αὐτὸν εὖ δράσεις οἷς σε χρὴ εὖ δρᾶν, ἤγουν τοῖς εὐσεβέσι καὶ δικαίοις καὶ πιστοῖς: —A † οὔ τ ’ εὐσεβῆ γά ρ: τὸ ἑξῆς· οὔτε γὰρ εὐσεβῆ οὔτε πιστὸν οὔτε ὅσιον οὔτε δίκαιον ξένον εὖ δράσεις· τὸ δὲ οἷς ἐχρῆν διὰ μέσου: —AB † οἷς εὔλογόν ἐστι: —B i † εὖ δράσεις ξένο ν: ὁ Πολυμήστωρ: —B † αὐτὸν δὲ χαίρει ν: τινὲς δὲ ἰάσαντες τὸ ῥητὸν οὕτως ἤκουσαν· σὲ δὲ, Ἀγάμεμνον, εἴπωμεν καταλιπεῖν αὐτὸν τὸν Πολυμήστορα χαίρειν τοῖς κακοῖς τοιοῦτον ὄντα, ἐξ ἤθους νοοῦντες τὸ καταλιπεῖν: —A 1 † εὐλόγους καὶ συντόμους ἔχει τὰς ἀπολογίας τὰ ἀληθῆ πράγματα: —A † ἄλλω ς: τουτέστιν· ὁ ἀγαθόν τι πράξας ἢ κατορθώσας διὰ λόγων καὶ ἔργων δίδωσι τοῖς ἀνθρώποις ἀφορμὰς τῶν πρὸς αὐτὸν ἐπαίνων καλῶς: —A † ἀλ λ ’ οὐ τά χ ’ ἡνί κ ’ ἄν σε ποντία νοτί ς: εἰπόντος τοῦ Πολυμήστορος πρὸς τὴν Ἑκάβην· χαίρεις ὑβρίζουσά με, ἀποκριθεῖσα εἶπεν ἡ Ἑκάβη· οὐ γὰρ ἐνδέχεταί με χαίρειν με〈τα〉τιμωρουμένην σε.
sch Hec 1259 [15] εἶτα ὁ Πολυμήστωρ ἀνταποκριθεὶς ἔφη· ἀλ λ ’ οὐ τά χ ’ ἡνί κ ’ ἄν σε ποντί〈α νοτί〉 ς, ἤγουν ἀλλ’ οὐ χαρήσῃ τάχα, ὅταν σε ἡ ποντία νοτίς, καὶ ἔστη τοῦ λόγου. οὐ γὰρ ἐπλήρωσε τὸν αὐτοῦ λόγον, καὶ διὰ μέσου φησὶν Ἑκάβη· τί γάρ με ποιήσει ἡ νοτίς· ἆρά με ἀγάγῃ εἰς τὴν Ἑλληνίδα γῆν. καί φησι Πολυμήστωρ ὡς οὐκ ἔστι τοῦτο, ἀλλ’ οὐ χαρήσῃ, ὅταν σε κρύψῃ ἡ ποντία νοτίς, δηλονότι ἡ θάλασσα, πεσοῦσαν ἐκ καρχησίων. μυθεύεται γὰρ ὡς εἰς κυνὸς εἶδος μεταβληθεῖσα Ἑκάβη καὶ ἀνελθοῦσα ἐν τῷ ἀνωτάτῳ τοῦ ἱστοῦ, ἤτοι τοῦ κέρατος, ἔρριψεν αὑτὴν εἰς τὴν θάλασσαν καὶ ἀπεπνίγη. ταῦτα δὲ προμαντεύεται ὁ Πολυμήστωρ ὡς δὴ λυπήσων αὐτήν. καὶ πάλιν φησὶν Ἑκάβη· παρὰ τίνος ῥιφῶ τυγχάνουσα τούτων τῶν βιαίων ἁλμάτων, καί φησιν ὁ Πολυμήστωρ· αὐτὴ ἐν τῷ ποδί σου ἐμβήσῃ, ἤγουν ἔλθῃς, εἰς τὸ ἄκρον τοῦ ἱστοῦ. καὶ πάλιν φησὶν ἡ Ἑκάβη· ἀνέλθω, ἀλλὰ πτερὰ φύσασα ἐν τοῖς νώτοις ἢ ἐν ἄλλῳ τινι τρόπῳ, καί φησι Πολυμήστωρ· οὐχ οὕτως, ἤγουν οὐχὶ πτεροφυήσεις, ἀλλὰ κύων γενήσῃ, πυρσώδη καὶ ἠγριωμένα βλέμματα ἔχουσα οἷα καὶ ὁ κύων: —A καρχήσια τὰ ἄκρα τοῦ ἱστοῦ.
sch Hec 1261 † τοῦ κέρατος τῶν πλοίων τῶν κεραταρίων τροχαλίων τοῦ ἱστοῦ: —M κατ’ ἐνίους ἡ Ἑκάβη ἑαυτὴν ἔρριψεν εἰς τὴν θάλασσαν: —M g B ἐπτερωμένοις: —M g B i ὄμματα: —M g σώματος μεταμόρφωσιν: —M g οἱ μὲν περὶ τὸ Πάγγαιον εἶναι τὸ μαντεῖόν φασι τοῦ Διονύσου, οἱ δὲ περὶ τὸν Αἷμον, οὗ εἰσι καὶ Ὀρφέως ἐν σανίσιν ἀναγραφαί, περὶ ὧν φησιν ἐν Ἀλκήστιδι [966]· ‘οὐδέ τι φάρμακον Θρῄσσαις ἐν σανίσιν, τὰς Ὀρφεία κατέγραψε γῆρυσ‘.
sch Hec 1267 [10] ὅτι δὲ καὶ Διόνυσος μάντις, καὶ ἐν Βάκχαις φησὶ [298] ‘μάντις δ’ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον καὶ 〈τὸ〉 μανιῶδες μαντικὴν πολλὴν ἔχει‘: —MAB θανοῦσα δ’ ἐνθάδε ἐκπλήσω βίον ἢ ζῶσα ἐκπλήσω τὸν βίον, ὅ ἐστιν· ζῶσα εἰς τέλος τοῦ εἱμαρμένου μοι βίου προκόψω: —MB † θανοῦσα δ ’ ἢ ζῶσ α: μετὰ θάνατον δὲ ἀμειφθήσομαι εἰς κύνα, ἢ ζῶσα ἐν τοιούτῳ εἴδει κυνείῳ τὸν ἐπικεκλωσμένον μοι χρόνον τῆς ζωῆς ἐξανύσω καὶ ἐπιζήσομαι, ὅ ἐστι· μετὰ θάνατον ἐξαλλαγήσομαι καὶ ἀμειφθήσομαι εἰς κύνειον εἶδος ἢ ζῶσα ὥστε τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς μου κύων οὖσα ἐπιζῆσαι: —A 1 † ἄλλω ς: τοῦτο ὅσοι πρὸς τὸ κύων γενήσῃ συναρμόττουσιν οὕτως λέγουσι· θανοῦσα δὲ ἐνθάδε, ἤτοι ἐν τῷ τοιούτῳ κυνείῳ εἴδει, ἀπαλλάξω μου τὴν ζωὴν ἢ ζῶσα πάλιν μεταστραφήσομαι εἰς εἶδος ἀνθρώπου, ἔξωθεν ὑπακούοντες τὸ μεταλλαχθήσομαι εἰς εἶδος ἀνθρώπειον, ἵν’ ᾖ τὸ λεγόμενον τοιοῦτον ὅτι κύων ἀποθανοῦμαι ἢ πάλιν ἄνθρωπος γενήσομαι.
sch Hec 1270 [20] ὅσοι δὲ πρὸς τὸ ἡνί κ ’ ἄν σε [ἡ ] ποντία νοτὶς κρύψ ῃ, πάλιν οὕτως εἶπον ὅτι ἐνθάδε τεθνήξομαι, ἤτοι πεσοῦσα εἰς θάλασσαν ἐκεῖ ἀποθανοῦμαι, ἢ ζῶσα πάλιν τὸν εἱμαρμένον μου βίον ἐκπληρώσω: —A 1 † θανοῦσα δ ’ ἢ ζῶσ α: ὁ νοῦς τοιοῦτός ἐστι τοῦ ῥητοῦ· θανοῦσα, ἤγουν πρὸ τῆς εἰμαρμένης τελευτήσω, ἢ ζῶσα, ἤτοι πληρώσασα τὰ δεδομένα μοι ἔτη παρὰ τῆς μοίρας τότε θάνω. καί φησι Πολυμήστωρ ὡς θανοῦσα, ἤγουν πρὸ τῆς εἱμαρμένης θανοῦσα, πληρώσεις τὸν βίον: —A † τύμβῳ δ ’ ὄνομα σὸν κεκλήσετα ι: ὁ τάφος σου, φησὶν, τὸ σὸν ὄνομα εἰς κλῆσιν λάβῃ.
sch Hec 1271 πάντες γὰρ κυνὸς τάφον αὐτὸν καλοῦσι, καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: —A † μορφῆς ἐπῳδό ν: ἀντὶ τοῦ ἐπώνυμον τῆς ἐμῆς μορφῆς κληθήσεται τὸ σῆμα ἧς ἔχω νῦν, ἢ τί ἕτερον εἴπῃς.
sch Hec 1272 [5] καί φησι Πολυμήστωρ· οὐ τάφος Ἑκάβης κληθήσεται, ἀλλὰ κυνὸς σημεῖον τοῖς ναύταις ἐπίδηλον· ὅταν γὰρ ἀπέλθωσιν εἰς ἐκεῖνον τὸν τόπον οἱ ναῦται ἔνθα ἐστὶν ὁ τῆς Ἑκάβης τάφος, τότε γινώσκουσιν ὡς εἰς ξηράν εἰσιν: —A ἐπώνυμον: —M g κυνὸς ταλαίνη ς: περὶ τοῦ κυνὸς σήματος καὶ Ἀσκληπιάδης φησὶν ὅτι κυνὸς καλοῦσι δυσμόρου σῆμα: —B σοὶ δὲ εἴη ταῦτα γενέσθαι ἅπερ ἐμοὶ μαντεύῃ: —M g AB μὴ ἔλθοι εἰς τοσοῦτον μανίας ἡ Τυνδάρεω παῖς: —M g πρὸς τὸν Ἀγαμέμνονα ὁ λόγος, ἀντὶ τοῦ· καὶ σὲ, ὦ Ἀγάμεμνον: —M g οἱ νεώτεροι μὴ νοήσαντες τὸ παρ’ Ὁμήρῳ [δ 535] ‘δειπνίσσας ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ‘ ἀντὶ τοῦ· ὃν ἔδει μετὰ τοὺς πόνους ἀπολαύσεως τυχεῖν, τοῦτον ὡς βοῦν ἀπέκτεινεν ἡ Κλυταιμνήστρα, προσέθηκαν ὅτι καὶ πελέκει ἀνῃρέθη.
sch Hec 1279 [1] διὸ σημειωτέον ἐνταῦθα τὸ καὐτὸν τοῦτον πέλεκυν ἐξάρα ς ’ ἄν ω: —MAB † ἐπειδὴ ἐνδύσασα αὐτὸν τὸ ἱμάτιον τὸ μὴ ἔχον πέρας ζέμα αὐτῷ κατέχεεν ἡ Κλυταιμνήστρα: —AB οὐ καθέξετε τὸ στόμα αὐτοῦ: —M i B i γράφεται καὶ πιέζε τ’, ὡς πιεζόντων αὐτοῦ τῶν οἰκετῶν τὸ στόμα: —M i B i ἐξορίσετε εἰς νήσους ἐρήμους: —M i παρρησιάζεται: —M g τοὺς δύο: —M g † ταῦτά φησιν ὁ Ἀγαμέμνων πρὸς τὰς ἑτέρας Τρῳάδας γυναῖκας: —A καλῶς καὶ † νηπτικῶς καὶ εὐκατασκευάστως πρὸς τὸν χορὸν ταῦτά φησιν, ἵνα εὐπροσώπως ἀναχωρήσῃ: —MAB i ὁρῶ τὰ πνεύματα ἐπιτήδεια πρὸς πλοῦν ὄντα: —M g AB καλῶς ἐπεύχεται, ἐπειδὴ ἄτοπα παρὰ τοῦ Πολυμήστορος ἤκουσεν: —MAB πρὸς ἑαυτὰς ταῦτά φασιν αἱ ἀπὸ τοῦ χοροῦ: —M g AB i ΥΠΟΘΕΣΙΣ ΟΡΕΣΤΟΥ Ὀρέστης τὸν φόνον τοῦ πατρὸς μεταπορευόμενος ἀνεῖλεν Αἴγισθον καὶ Κλυταιμνήστραν· μητροκτονῆσαι δὲ τολμήσας παραχρῆμα τὴν δίκην ἔδωκεν ἐμμανὴς γενόμενος.
arg Or 1 (t) [40] Τυνδάρεω δὲ τοῦ πατρὸς τῆς ἀνῃρημένης κατηγορήσαντος κατ’ αὐτοῦ ἔμελλον κοινὴν Ἀργεῖοι ψῆφον ἐκφέρεσθαι περὶ τοῦ παθεῖν τὸν ἀσεβήσαντα. κατὰ τύχην δὲ Μενέλαος ἐκ τῆς πλάνης ὑποστρέψας νυκτὸς μὲν Ἑλένην εἰσαπέστειλε, μεθ’ ἡμέραν δὲ αὐτὸς ἦλθε. καὶ παρακαλούμενος ὑπὸ Ὀρέστου βοηθῆσαι αὐτῷ ἀντιλέγοντα Τυνδάρεων μᾶλλον ηὐλαβήθη. λεχθέντων δὲ λόγων ἐν τοῖς ὄχλοις ἐπηνέχθη τὸ πλῆθος ἀποκτείνειν Ὀρέστην. ** ἐπαγγειλάμενος αὑτὸν ἐκ τοῦ βίου προΐεσθαι· συνὼν δὲ τούτοις ὁ Πυλάδης ὁ φίλος αὐτοῦ συνεβούλευσε πρῶτον Μενελάου τιμωρίαν λαβεῖν Ἑλένην ἀποκτείναντας. αὐτοὶ μὲν οὖν ἐπὶ τούτοις ἐλθόντες διεψεύσθησαν τῆς ἐλπίδος θεῶν τὴν Ἑλένην ἁρπασάντων· Ἠλέκτρα δὲ Ἑρμιόνην ἐπιφανεῖσαν ἔδωκεν εἰς χεῖρας αὐτοῖς, οἱ δὲ ταύτην φονεύειν ἔμελλον. ἐπιφανεὶς δὲ Μενέλαος καὶ βλέπων ἑαυτὸν ἅμα γυναικὸς καὶ τέκνου στερούμενον ὑπ’ αὐτῶν ἐπεβάλετο τὰ βασίλεια πορθεῖν. οἱ δὲ φθάσαντες ὑφάψειν ἠπείλησαν. ἐπιφανεὶς δὲ Ἀπόλλων Ἑλένην μὲν ἔφησεν εἰς θεοὺς διακομίζειν, Ὀρέστῃ δὲ Ἑρμιόνην ἐπέταξε λαβεῖν, Πυλάδῃ δὲ Ἠλέκτραν συνοικίσαι, καθαρθέντι δὲ τὸν φόνον Ἄργους ἄρχειν: —MAB Ἀριστοφάνου ς: Ὀρέστης διὰ τὴν τῆς μητρὸς σφαγὴν ἅμα καὶ ὑπὸ τῶν Ἐρινύων δειματούμενος καὶ ὑπὸ τῶν Ἀργείων κατακριθεὶς θανάτῳ, μέλλων φονεύειν Ἑλένην καὶ Ἑρμιόνην ἀνθ’ ὧν Μενέλαος παρὼν οὐκ ἐβοήθησε, διεκωλύθη ὑπὸ Ἀπόλλωνος. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. Ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Ἄργει· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν Ἀργείων ἡλικιωτίδων Ἠλέκτρας, αἳ καὶ παραγίνονται ὑπὲρ τῆς τοῦ Ὀρέστου πυνθανόμεναι συμφορᾶς. προλογίζει δὲ Ἠλέκτρα. τὸ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ δὲ διασκευὴ τοῦ δράματός ἐστι τοιαύτη· πρὸς τὰ τοῦ Ἀγαμέμνονος βασίλεια ὑπόκειται Ὀρέστης κάμνων καὶ κείμενος ὑπὸ μανίας ἐπὶ κλινιδίου, ᾧ προσκαθέζεται πρὸς τοῖς ποσὶν Ἠλέκτρα. διαπορεῖται δὲ τί δήποτε οὐ πρὸς τῇ κεφαλῇ καθέζεται· οὕτως δὲ μᾶλλον ἐδόκει 〈ἂν〉 τὸν ἀδελφὸν τημελεῖν πλησιαίτερον [οὕτως] προσκαθεζομένη. ἔοικεν οὖν διὰ τὸν χορὸν ὁ ποιητὴς 〈οὕτωσ〉 διασκευάσαι. διηγέρθη γὰρ ἂν Ὀρέστης ἄρτι καὶ μόγις καταδαρθεὶς πλησιαίτερον αὐτῷ τῶν κατὰ τὸν χορὸν γυναικῶν παρισταμένων. ἔστι δὲ ὑπονοῆσαι τοῦτο ἐξ ὧν φησιν Ἠλέκτρα [140]· σῖγα σῖγ α , λεπτὸν ἴχνος ἀρβύλη ς. πιθανὸν οὖν ταύτην εἶναι τὴν πρόφασιν τῆς τοιαύτης διαθέσεως. τὸ δρᾶμα τῶν ἐπὶ σκηνῆς εὐδοκιμούντων, χείριστον δὲ τοῖς ἤθεσι. πλὴν γὰρ Πυλάδου πάντες φαῦλοι ἦσαν: —MAB ΣΧΟΛΙΑ ΕΙΣ ΟΡΕΣΤΗΝ † οὐκ ἔστιν 〈οὐδὲν〉 δεινό ν: τὸ δεινὸν ὄνομα γενικόν ἐστι, διαιρεῖται δὲ εἰς πάθος καὶ συμφοράν.
sch Or 1 [10] καὶ πάθος μὲν λέγεται τὰ νοσήματα, συμφορὰ δὲ αἱ τοῦ βίου δυστυχίαι καὶ περιπέτειαι: —A οὔτε ἀκοῇ οὔτε θέᾳ ἔστιν οὕτω δεινὸν ὅπερ οὐχ ὑφίσταται τῶν ἀνθρώπων ἡ φύσις. τοῦτο δέ φησι παρόσον ἔκτοπον καὶ ἀλλόκοτον ὑπέστη τιμωρίαν ὁ Τάνταλος· ἢ διὰ τὰς τοῦ γένους συμφοράς· ἢ δι’ ἑαυτὴν ὡς ὅτι τλημόνως συνυποφέρει τῷ ἀδελφῷ τὴν τύχην· ἢ διὰ τὸν Ὀρέστην: — MTAB † ἄλλω ς : ὧ δ ’ εἰπεῖν ἔπο ς: ἤγουν ὡς ἐν συντόμῳ λόγῳ εἰπεῖν, οὐκ ἔστι τι δεινὸν, οὔτε πάθος οὔτε συμφορὰ, ἧς οὐκ ἂν τὸ βάρος ἡ τῶν βροτῶν φύσις ὑπενέγκοιτο: —AB οὐδὲ πάθος οὐδὲ συμφορά ν: διὰ τί εἰρηκὼς ἔπος καὶ πάθος πρὸς τὸ θηλυκὸν τὰ ἑξῆς συνέταξε φάσκων ἧς οὐκ ἂν ἄραι τ ’ ἄχθο ς.
sch Or 2 [10] φαμὲν οὖν ὅτι προτιμᾶται τοῦ οὐδετέρου τὸ θηλυκὸν καὶ διὰ τοῦτο πρὸς αὐτὸ ἐποίησε τὴν σύνταξιν: —MTA οὐδὲ συμφορὰν θεήλατο ν· γράφουσί τινες οὐδὲ συμφορὰ θεήλατο ς, ἀγνοοῦντες δέ· ἀπὸ κοινοῦ γὰρ ληπτέον τὸ οὐκ ἔστιν 〈εἰπεῖν 〉 : —MTA † θεήλατο ς: θεόθεν ἐπερχομένη: —A † κατασκευὴν ποιούμενος ὁ ποιητὴς τῆς ἰδίας προτάσεως τῆς ὅτι πάντα φέρει τὰ δεινὰ ἡ ἀνθρωπότης, ἐπιφέρει ὅτι καὶ αὐτοὶ οἱ μακάριοι καὶ ὄλβιοι δόξαντες ἄνθρωποι οὐκ ἄμοιροι συμφορῶν καὶ παθῶν γεγόνασιν· ἐξ ἑνὸς δὲ τοῦ Ταντάλου καὶ τοὺς ἄλλους παραδηλοῖ. τὸν Τάνταλον δὲ καὶ οὐκ ἄλλον τῇ ὑποθέσει προσείληφε διὰ τὸ ἐξ ἐκείνου τοῦ γένους καὶ τὸν Ὀρέστην κατάγεσθαι: —A ὁ γὰρ μακάριο ς: μακάριον γὰρ αὐτὸν καλῶ καὶ οὐ δυστυχῆ, ἵνα μὴ ὀνειδίσω αὐτῷ: —MTAB ἄλλω ς: ὁ ποτὲ μακάριος.
sch Or 4 [30] οὐ γὰρ ὀνειδίσουσά φησιν, ἀλλὰ βουλομένη παραστῆσαι ὅτι πάντα τὰ δεινὰ ὑφίστανται οἱ ἄνθρωποι. καὶ Ὅμηρος [Ω 49]· ‘τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισι‘: —MTAB † οὐκ ὀνειδίζω τύχας ἡ Ἠλέκτρα προσέθετο, ἵνα δείξῃ ὅτι οὐχὶ ὀνείδη τῷ πάππῳ προφέρουσα ταῦτα λέγει, ἀλλ’ ἵνα τῆς ἀνθρωπείας φύσεως ἐκ τῆς ἐνδοξότητος τούτου ἀποδείξῃ τὸ εὐτελὲς καὶ ὅτι πᾶς ἄνθρωπος πάθεσι καὶ συμφοραῖς ὑπόκειται: —A Διὸς πεφυκώ ς: Τμώλου καὶ Πλουτοῦς υἱὸς ὁ Τάνταλος, Ταντάλου δὲ καὶ Εὐρυανάσσης Πέλοψ, Βροτέας, Νιόβη, Πέλοπος δὲ καὶ Ἱπποδαμείας Ἀτρεὺς, Θυέστης, Δίας, Κυνόσουρος, Κόρινθος, Ἵππαλκμος, Ἵππασος, Κλεωνὸς, Ἀργεῖος, Ἀλκάθους, Ἕλειος, Πιτθεὺς, Τροιζὴν, Νικίππη, Λυσιδίκη καὶ ἔκ τινος Ἀξιόχης νόθος Χρύσιππος. τούτῳ φθονοῦντες οἱ Πελοπίδαι ὡς προκρινομένῳ παρὰ τοῦ πατρὸς ἀναπείθουσιν ἅμα τῇ μητρὶ τοὺς πρεσβυτάτους Ἀτρέα καὶ Θυέστην ἀνελεῖν τὸν παῖδα. οἱ δὲ ἀποκτείναντες εἰς φρέαρ ἐνέβαλον. ὁ δὲ Πέλοψ ὑπόπτους ἔχων τοὺς παῖδας ἐκβάλλει ἐκ τῆς πατρίδος ἐπαρασάμενος. τούτων ἄλλοι μὲν ἄλλῃ ᾤκησαν, Ἀτρεὺς δὲ καὶ Θυέστης ἐν τῇ Τριφυλίᾳ κατῴκησαν ἐν Μακέστῳ. καὶ Ἀτρεὺς μὲν Κλεόλαν τὴν Δίαντος ἀγαγόμενος ἔσχε Πλεισθένη τὸ σῶμα ἀσθενῆ, ὃς Ἐριφύλην γήμας ἔσχεν Ἀγαμέμνονα καὶ Μενέλαον καὶ Ἀναξιβίαν. νέος δὲ τελευτῶν ὁ Πλεισθένης καταλείπει τῷ πατρὶ τοὺς παῖδας. Θυέστης δὲ λαβὼν Λαοδάμειαν ἔσχεν Ὀρχομενὸν, Ἀγλαὸν, Καλαόν. τῶν δὲ Ἡρακλειδῶν κατασχόντων Πελοπόννησον ἔχρησεν ὁ θεὸς αὐτοὺς μὲν ἀποστῆναι Λακεδαίμονος, τοὺς δὲ Πελοπίδας βασιλεῦσαι: —MTAB ὡς λέγουσ ι: καλῶς τὸ ὡς λέγουσ ι· οὐ γὰρ πείθομαι τὸν Δία τοὺς ἰδίους παῖδας οὕτως αἰκίζεσθαι: —MTAB ἄλλω ς: οὐκ ἐνδοιάζουσά φησιν εἰ παῖς ἦν τοῦ Διὸς ὁ Τάνταλος, ἀλλ’ ὀνειδίζουσα τῷ δαίμονι ὅτι τοὺς ἰδίους ἐκγόνους τοσοῦτον ἐν ταῖς δυσδαιμονίαις παρορᾷ: — ὑπερκείμενον: —M g ἀέρι ποτᾶτα ι: ἐπεὶ διὰ γλωσσαλγίας ἥμαρτεν ὁ Τάνταλος, σιωπῇ αὐτὸν κολάζει ὁ Ζεύς.
sch Or 7 [5] οὔτε γὰρ ἐν οὐρανῷ αὐτὸν τιμωρεῖται, ἵνα μὴ συνδιαλέγηται θεοῖς ἢ λαλούντων ἀκούῃ, οὔτε ἐπὶ γῆς, ὅπως μὴ ἐξείποι τοῖς ἀνθρώποις ἅτινα εἶδεν ἐν οὐρανῷ, οὔτε καθ’ Ἅιδου, ὡς μὴ καὶ ἄλλους ὁρῶν κολαζομένους ἁμαρτωλοὺς παραμυθοῖτο, ἀλλ’ ἐν ἀέρι μετέωρον, ὅπως μηδενὶ προσφθεγγόμενος μᾶλλον ἀνιῷτο: —MTAB οὐκ ἀπέδωκε τῷ μέν τὸν δέ: —M g ἀξίω μ ’ ἔχων ἴσο ν: παρὰ τὸ ‘δαιτὸς ἐίσησ‘: —M ἀκόλαστο ν: ἐπὶ ἀκολάστῳ τινὶ λόγῳ φασὶν αὐτὸν κολάζεσθαι.
sch Or 10 [5] εἰ γὰρ μετέδωκε τῆς ἀμβροσίας κατὰ τὸν Πίνδαρον [Ol. I 62 sq.] τοῖς βροτοῖς, μᾶλλον ἂν τῆς φιλανθρωπίας παρὰ θεῶν ἐθαυμάζετο: —MTAB τὴν γλωσσαλγίαν φησὶν αἰσχίστην νόσον, ὅτι πορνεία μὲν καὶ γαστριμαργία καὶ τὰ λοιπὰ πάθη σὺν τῇ βλάβῃ ἔχουσί τι καὶ τερπνὸν, ἡ δὲ γλωσσαλγία καὶ τούτου ἐστέρηται, καὶ ὅτι τὰ μὲν ἄλλα πάθη τὸν χρώμενον βλάπτει, αὕτη δὲ καὶ κατὰ τοῦ θείου ὁπλίζεται: —MTAB ἐξ Εὐρυθεμίστης τῆς Ξάνθου· ἢ Κλυτίας τῆς Ἀμφιδάμαντος, ὡς ἱστορεῖ Φερεκύδης [frg.
sch Or 11 93] ἐν ι · ὡς δὲ ἱστορεῖ * ἐξ Εὐρυανάσσης τῆς Πακτωλοῦ: —MTB ἀντὶ τοῦ γεννᾷ, μεταφορικῶς ἀπὸ τῶν δένδρων: —M g στέμματ α: τὸν τῆς ἀρχῆς στέφανον.
sch Or 12 [5] Αἰσχίνης γὰρ στέμματα τὰ ἔριά φησιν ἀπὸ τοῦ στέφειν τὰς ἠλακάτας· ἐξ ὧν γίνονται οἱ στέφανοι τῶν βασιλέων. ξήνασα δὲ ἀντὶ τοῦ προξενήσασα καὶ παρασχομένη. ὁ νοῦς· ἡ τῷ Ἀτρεῖ τὴν βασιλείαν περιποιησαμένη θεὰ πόλεμον καὶ ἔριν πρὸς τὸν ἀδελφὸν ἐπέκλωσε. γράφεται καὶ Ἔρι ς, ἵν’ ᾖ· ἡ θεὰ Ἔρις τὸν πόλεμον ἐπέκλωσε Θυέστῃ καὶ Ἀτρεῖ. οὐ παράλογον δὲ καὶ ἄλλον θεὸν ἐπικλώθειν ἢ τὰς Μοίρας. Ὅμηρος γοῦν φησι [α 17]· ‘τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι‘: —MTAB † ᾧ στέμματα ξήνασ α: τοῦτό φησιν ὅτι ἡ Μοῖρα βασιλείαν μελετήσασα τῷ Ἀτρεῖ οὐ καθαρὰν ταύτην αὐτῷ ἐχαρίσατο, ἀλλὰ διὰ τῆς ἀδελφικῆς συμφορᾶς. δύο γὰρ ὄντοιν ἀδελφοῖν Πελοπίδαιν Θυέστου καὶ Ἀτρέως, τῆς βασιλείας ὀφειλομένης τῷ Θυέστῃ ὡς πρωτοτόκῳ, ταύτην ἡ Μοῖρα τῷ δευτέρῳ, Ἀτρεῖ, περιεποιήσατο. ἐκεῖνον μὲν γὰρ ἡ φύσις ἐκάλει πρὸς τὴν ἀρχήν, τοῦτον δὲ ἡ πονηρία καὶ ἐπιτέχνησις εἰς τὸ κράτος ἀνήγαγε. ταύτην γὰρ τὴν πονηρίαν καὶ ἐπιτέχνησιν Μοῖραν ἐμυθεύσαντο οἱ σοφοί· μόρος γὰρ λέγεται ἡ κακοπάθεια καὶ μορεῖν τὸ κακοπαθεῖν· ὅθεν προσλήψει τοῦ ἰῶτα μοῖρα· ἡ γὰρ πονηρία μετὰ πλείστης κακοπαθείας καὶ μόχθου νικᾷ τὴν εὐθύτητα. διὰ τοῦτο καὶ λέγεται ἡ Μοῖρα κλώθουσα καὶ ξαίνουσα: —A ἀντὶ τοῦ τὴν αἰτίαν τῆς φιλονεικίας αὐτῶν: —M g ἀντὶ τοῦ πρὸς Θυέστην ὄντα σύγγονον θέσθαι: —M g A g † τί τἄρρητ α: ἐπειδὴ ἡ ἔρις τοῖς ἀδελφοῖς γέγονε διὰ τὴν μοιχείαν τῆς Ἀερόπης, ἣν γυναῖκα οὖσαν Ἀτρέως ὁ ἀδελφὸς αὐτοῦ Θυέστης ἐμοίχευσε καὶ ὤφειλεν ἐνταῦθα λαληθῆναι τὸ τῆς ἔριδος αἴτιον, διὰ τὸ ἄρρητον καὶ ἄφραστον τῆς ὑποθέσεως καὶ μηδὲ πρέπον διὰ κόρης τῆς Ἠλέκτρας ἐκλαληθῆναί φησιν ὁ ποιητὴς δι’ αὐτῆς τί τἄρρη τ ’ ἀναμετρήσασθαί με δε ῖ, ἤγουν τί με δεῖ τὰ μὴ ἐνδεχόμενα λαλεῖσθαί τινι καὶ μάλιστα ἐμοὶ ὡς παρθένῳ ἀναμετρήσασθαι καὶ ἀπαριθμῆσαι [χρεών].
sch Or 14 [5] ἤτοι ἀπαριθμήσασθαι, ἐν τῷ ἀριθμῷ τῶν λεγομένων ἐκθεῖναι: —A διὰ τοῦ ἀναμετρήσασθαι τὸ πλῆθος τῶν κακῶν ἐσήμηνεν. ἢ οὖν ὡς πολλὰ, ἢ ὡς ἄτοπα παραπέμπεται. ἢ ὡς παρθένος παραιτεῖται λέγειν διὰ τὴν μοιχείαν Θυέστου, ἢ τὴν ἄθεσμον Αἰγίσθου γονήν. ἐκ γὰρ Πελοπίας τῆς θυγατρὸς ἐποίησεν αὐτὸν Θυέστης: —MTAB ἐδείπνησεν: —M g μετὰ τὸ ψωμισθῆναι τὰ τέκνα τῷ Θυέστῃ ἐχρήσθη ἐν τῇ Πυθοῖ ἐρωτῶντι, πῶς τιμωρήσεται τὸν ἀδελφόν, μιγῆναι τῇ θυγατρὶ Πελοπίᾳ καὶ τὸν ἐξ αὐτῆς γενόμενον δεινὰ κατεργάσεσθαι τοὺς Ἀτρείδας: —MTAB ἐπειδὴ κακῆς πράξεως ὑπεμνήσθη, διὰ τοῦτο οὐκ εἶπεν ὁ πάππος ὁ ἐμός, ἀλλ’ ὁ Ἀτρεύς: —M g TA g πάλιν τὴν μοιχείαν Ἀερόπης αἰνίττεται ἢ τὴν γονὴν ** Πλεισθένους ὃν ἀνείλε〈το〉 Θυέστης: —M i T Μενέλεως τε Κρήσση ς: οὐ γὰρ ἂν Ἑλληνὶς γυνὴ τοιαῦτα ἔπραξε.
sch Or 18 τοῦτο οὖν προσέθηκεν ἐλευθερῶν μὲν τὰς Ἑλληνίδας, κωμῳδῶν δὲ τὰς Κρήσσας: —MM i TA † στυγουμένη ν: οὐχ ὡς μισουμένην παρὰ θεῶν προφανῶς ἡ Ἠλέκτρα εἶπεν, ἀλλ’ ὡς ἐν εὐχῆς τρόπῳ καὶ ὡς ἐὰν οὕτως εἶπεν· ἣν μισήσειαν οἱ θεοί: —A ἐπίσημο ν: τὸ ἐπίσημον ἐπὶ σωφροσύνῃ ἔφη, ὡς Ὅμηρος [γ 265]· ‘ἡ δή τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητ’ ἀγαθῇσιν‘.
sch Or 21 ἢ οὖν πρὸ τούτου ἐπίσημον ἢ νῦν ἐπὶ μοιχείᾳ ἐπίσημον: —M i TAB ᾧ παρθένοι μὲν τρεῖ ς: Ὅμηρος [Ι 145]· ‘Χρυσόθεμις καὶ Λαοδίκη καὶ Ἰφιάνασσα‘.
sch Or 22 [5] οὗτος Ἰφιγένειαν τὴν Ἰφιάνασσαν καλεῖ, Ἠλέκτραν δὲ τὴν Λαοδίκην διὰ τὸ πολυχρόνιον ἴσως τῆς παρθενίας οἷον ἄλεκτρός τις οὖσα ὡς αὐτός φησιν [72]· ‘[ὦ] παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου‘: —M i TAB τὸ ἄρσην Ὁμηρικῶς, ὡς τὸ [α 1] ‘ἄνδρα μοι ἔννεπε Μοῦσα‘: — M i A g ἀπείρῳ περιβαλοῦ ς ’ ὑφάσματ ι: ἡ γὰρ Κλυταιμνήστρα χιτῶνα ὕφανεν οὔτε ταῖς χερσὶν οὔτε τῇ κεφαλῇ ἔκδυσιν ἔχοντα, ὅπως μὴ Ἀγαμέμνων ἀμύνασθαι δύναιτο τοὺς φονεύοντας: —M i TAB καὶ ἄλλω ς: ἀντὶ τοῦ χιτῶνι.
sch Or 25 [5] ἄπειρον ὃ οὐκ ἦν περᾶσαι χερσὶν ἢ κεφαλῇ, ὥσπερ ἄπειρον δίκτυόν φασιν. καλῶς δὲ τὸ πόσι ν· εἰ γὰρ εἶπε τὸν ἐμὸν πατέρα, δι’ ἑαυτὴν ἐδόκει ἂν κατηγορεῖν τῆς μητρός. Αἰσχύλος δέ φησιν [fr. 365]· ‘ἀμήχανον τέχνημα καὶ δυσέκδυτον‘: —M i TAB Φοίβου δ ’ ἀδικίαν μέ ν: ἐν ἤθει ταῦτα· φησὶ μὲν γὰρ οὐ κατηγορήσειν τοῦ θεοῦ, ὅμως γε μὴν ὕστερον ὑπερπαθήσασα καταβοᾷ τοῦ Ἀπόλλωνος καὶ δι’ ὧν ἐδόκει μὴ κατὰ τοῦ Ἀπόλλωνος λέγειν, διὰ τούτων ἐλέγχεται αὐτοῦ κατηγοροῦσα: —M i TAB τί δεῖ κατηγορεῖ ν: τὸ ἀκόλουθον ἦν· ὁ δὲ Ἀπόλλων οὐκ ἄδικος μὲν, ὅμως πείθει Ὀρέστην ἀποκτεῖναι τὴν μητέρα: —M i TAB οἱ μὲν γὰρ ἐπῄνουν αὐτόν, οἱ δὲ οὔ.
sch Or 30 [5] διὸ τὸ πρὸς οὐχ ἅπαντας εἶπεν: —M i TAA g B εὐκλείαν φέρο ν: ἐκτατέον τὸ α τοῦ εὐκλεία. Ἀττικῶς, ἀντὶ τοῦ εὐκλείαν φέροντος, τοῦ κτεῖναι δηλονότι: —M i TA g οἷα δὴ γυνὴ φόνο υ: ὥσπερ ἀδύνατος ἡ γυναικεία φύσις μεταλαβεῖν φόνου· οὐ γὰρ κεκοινώνηκε τοῦ φόνου Ἠλέκτρα, ὡς Ὀρέστης φησί [284]· ‘σὺ μὲν γὰρ ἐπένευσας τάδ’, εἴργασται δ’ ἐμοί‘: —MTAB ἄλλω ς: ζητεῖται, τί δήποτε ἀνωτέρω παρθένον ἑαυτὴν εἰρηκυῖα, ὅπου φησὶν [26]· ‘ὧν δ’ ἕκατι, παρθένῳ λέγειν οὐ καλόν‘.
sch Or 32 [10] ἐνταῦθα γυναῖκα ἑαυτὴν λέγει. λεκτέον δὲ ὅτι οἷα δὴ γυνή πρὸς τὸ θηλυκὸν γένος σκοπουμένη, ὡς οὐδὲν μὲν ἔπραξεν, ἀλλὰ τοσοῦτον ὅσον ἂν γυνή τις ἐργάσαιτο: —MTAB ἄλλω ς: ὡς γυνὴ, συμβουλεύσασα, παραθαρρύνασα, ὑπομνήσασα τοῦ πατρός. οὐ γὰρ αὐτόχειρ γέγονε τῆς μητρὸς, ἀλλὰ λόγοις παρώρμησε κατ’ αὐτῆς τὸν ἀδελφόν. τάχα δὲ διὰ τοῦ οἷα δὴ γυνή παρονειδίζει τῇ μητρί· ἐκείνη γὰρ αὐτόχειρ γέγονε τοῦ Ἀγαμέμνονος οὐ κατὰ γυναῖκα: —MTAB Πυλάδης θ’: Φώκου παῖδες Κρῖσος καὶ Πανοπεύς.
sch Or 33 τούτων ὁ Κρῖσος ἔκτισε τὴν νῦν Κίρραν, τότε Κρῖσαν καλουμένην, καὶ παῖς αὐτῷ ἐξ Ἀντιφατείας τῆς Ναυβόλου Στρόφιος ἐγένετο, οὗ Ἀστυδάμεια καὶ Πυλάδης ἐκ Κυδραγόρας τῆς ἀδελφῆς Ἀγαμέμνονος: —MTAB συγκολληθείς: —M g παρὰ μὲν τῷ ποιητῇ τλήμων ὁ ὑπομονητικός, παρὰ δὲ τοῖς τραγικοῖς τλήμων ὁ δυστυχής: —M i TA τροχηλατε ῖ: κατεπείγει· τρόχος γὰρ ὁ δρόμος.
sch Or 36 οἷον μετὰ τροχοῦ καὶ ἁρμάτων ἐλαύνει: —MTAB ὀνομάζειν γὰρ αἰδοῦμαι θεά ς: τὰς Ἐρινῦς.
sch Or 37 οὐκ ὀνομάζουσι δὲ, ἀλλ’ εὐφημιζόμενοι σεμνὰς θεὰς ἢ Εὐμενίδας καλοῦσιν. ὀνόματα δὲ τῶν Ἐρινύων Τισιφόνη Μέγαιρα Ἀλληκτώ: —MTAB φησὶν Ὅμηρος [γ 309]· ‘ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν· αὐτῆμαρ δέ οἱ ἦλθε‘: —MTAB καθήγνισται δέμα ς: καθωσίωται.
sch Or 40 [5] κέκαυται. ἁγνείαν γὰρ ἐκάλεσε τὴν διὰ πυρὸς φθορὰν τοῦ σώματος: —MTAB ἄλλω ς: κεκάθαρται· πάντα γὰρ καθαίρει τὸ πῦρ: —MTAB ἄλλω ς: ἁγνὰ γὰρ δοκεῖ εἶναι τὰ καιόμενα, τὰ δὲ ἄταφα μεμιασμένα: —MTAB ὧν οὖτε σῖτ α: ἀφ’ ὧν ἢ δι’ ὧν, ἓξ ἡμερῶν, οὐκ ἔφαγεν.
sch Or 41 [5] ἐμφαίνει δὲ ὡς προσηνέχθη μὲν τῷ στόματι αὐτοῦ τροφὴ, ἀλλὰ καταπιεῖν οὐκ ἠδύνατο: —MTAB † .... 〈δέ〉ρην ὠνόμασεν ἀπὸ τοῦ περιέχοντος δηλῶν τὸ περιεχόμενον: —A κουφισθῇ νόσο υ: ἀκόλουθον τῷ [3] ἄραι τ ’ ἄχθος τὸ κουφισθῇ νόσο υ: —MT ἔμφρων δακρύε ι: ἀντὶ τοῦ ἔμφρων γενόμενος.
sch Or 44 ἄμεινον δὲ ὑφ’ ἕν· ἔμφρων δακρύει: —MT ὁ ἄποθεν τοῦ ζυγοῦ, ὅ ἐστιν ἀδάμαστος: —M i A g ἔδοξε δ ’ Ἄργε ι: φανερὸν ὅτι ἐν Ἄργει ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται.
sch Or 46 Ὅμηρος δὲ ἐν Μυκήναις φησὶ τὰ βασίλεια Ἀγαμέμνονος, Στησίχορος [frg. 39] δὲ καὶ Σιμωνίδης [frg. 207] ἐν Λακεδαίμονι: —MTAB μὴ πυρὶ δέχεσθα ι: τὸ ἑξῆς· μήθ’ ἡμᾶς στέγαις δέχεσθαι.
sch Or 47 πρὸς δὲ τὸ πῦρ οὐδὲν ἀνταπέδωκεν. ἔξωθεν οὖν ἀκουστέον τὸ ἐναύειν, καί ἐστι σχῆμα Ἀττικὸν, μὴ πυρὶ ἐναύειν, ἀντὶ τοῦ μήτι πυρὸς ἐναύειν. οὐ γὰρ τὸ δέχεσθαι πρὸς τὸ πῦρ ληπτέον: —MTAB τὸ νώ δυικῶς, ὅ ἐστιν· ἡμεῖς οἱ δύο: —M g ἢ φάσγανον θήξαν τ’: δυικῶς τὸ θήξαντ ε: —MT κέκριται, φησὶν, ἡμᾶς τελευτῆσαι· πότερον δὲ λίθοις βληθέντας ἢ ξίφει, σήμερον κρινοῦσιν: —MTAB λιμένα δὲ Ναυπλίειο ν: Ναύπλιος Ἀργεῖος ἀνὴρ ναυτικῆς ἔμπειρος λιμένα κατασκευάσας ἀφ’ ἑαυτοῦ ἐκάλεσε Ναυπλίειον.
sch Or 54 [5] ἦν δὲ υἱὸς Ποσειδῶνος καὶ Ἀμυμώνης. ἢ ὅτι ἐν λιμένι διέτριβεν, ἐκ τούτου ὁμώνυμος αὐτῷ ὁ λιμήν: —MTAB πλάτ ῃ: τὴν ὁδόν. διαπεπερακὼς ταῖς κώπαις τὸν λιμένα προσορμίζεται ταῖς ἀκταῖς. ἀπὸ δὲ τῶν πλατῶν τὰς ναῦς σημαίνει. πλάτη δὲ τὸ πλατὺ τῆς κώπης, ὃ καθίεται εἰς τὴν θάλασσαν: —MTAB νύκτα μή τις εἰσιδώ ν: οὐκ ὀρθῶς νῦν ποιοῦσί τινες τῶν ὑποκριτῶν πρῲ εἰσπορευομένην τὴν Ἑλένην καὶ τὰ λάφυρα.
sch Or 57 [5] ῥητῶς γὰρ αὐτὴν νυκτὸς ἀπεστάλθαι φησὶ, τὰ δὲ κατὰ τὸ δρᾶμα ἡμέρᾳ συντελεῖται: —MTAB † ἐδεδίει γὰρ ἡ Ἑλένη ἡμέρας ἐπιπολούσης εἰσελθεῖν, ἵνα μὴ ὑπὸ τῶν πατέρων, ὧν κατὰ Ἴλιον οἱ παῖδες ἔπεσον, ἀναιρεθῇ. αὕτη γὰρ τούτου αἰτία καὶ ἑτέρων πολλῶν. διὰ τοῦτο νυκτὸς ἐπικαταλαβούσης εἰσῄει μή † τινα ἔχουσα κατ’ ὄψιν: —A τίς ἔλιπεν· δηλονότι ὁ Μενέλαος ὅνπερ ἑξῆς ἐπάγει: —MA ὦ παῖ Κλυταιμνήστρα ς: τοῦ προσήκοντος ἤθους ἐξέπεσεν ὁ Εὐριπίδης.
sch Or 71 [10] νῦν γὰρ πρῶτον ἀλλήλας ἀποβλέπουσι καὶ ἀήθως πάνυ οὔτε ἀσπάζονται ἀλλήλας οὔτε προσφωνοῦσι, καὶ ἡ μὲν Ἑλένη ἔξεισιν ἔχουσα χοὰς καὶ τὸν βόστρυχον ἀποτετμημένον, ἅμα δὲ δυσωπεῖ τὴν Ἠλέκτραν καὶ λυπεῖ ὑπομιμνήσκουσα τοῦ ὀνόματος Κλυταιμνήστρας καὶ προτάσσουσα. ἀ〈να〉κολούθως δὲ καὶ τὸ διὰ μέσου. τὸ δὲ ἑξῆς· μακρὸν δὴ μῆκος χρόνου παρθένε, Ἠλέκτρα, ἀντὶ τοῦ· ὦ πολυχρόνιε παρθένε: —MTAB ἄλλω ς : παρθένε μακρὸν δὴ μῆκο ς: ὅ ἐστι· πολλῷ χρόνῳ παρθενευομένη. τοῦτο δὲ ὑβρίζουσα αὐτήν φησιν ὡς αἰτίαν ἐχούσης καὶ διὰ τοῦτο μὴ γαμουμένης. καὶ διὰ τούτου παρεμφαίνει ὅτι εὐμοιρίας νομίζει τέλος τὸν γάμον: —MTAB πῶς ὦ τάλαιν α: διὰ τούτου ὠνείδισεν αὐτὴν ὡς μητροφόνου ἀδελφήν.
sch Or 73 οἱ δὲ τοῖς ἐναγέσι προσφθεγγόμενοι καὶ αὐτοὶ δοκοῦσι μιαίνεσθαι, ὡς καὶ ἐν Ἡρακλεῖ [1219] καὶ Ἰξίονι δέδεικται: —A εἰς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτία ν: καὶ τοῦτο πανούργως· ἀναμάρτητον γὰρ τὸ θεῖον.
sch Or 76 ἐμφαίνει ὡς καταψευδομένων αὐτῶν τοῦ Ἀπόλλωνος: —MTAB ἣν ἐπεὶ πρὸς Ἴλιο ν: ἣν οὐκ εἶδον ἀφ’ οὗ εἰς τὴν Ἴλιον ἔπλευσα· διὰ μέσου γὰρ τὸ ὅπως ἔπλευσ α, εἶτα ὥσπερ αἰτίαν λέγουσα τοῦ πλοῦ θεομανεῖ πότμῳ φησὶν, ἀντὶ τοῦ· ὑπὸ εἱμαρμένης μανεῖσα.
sch Or 78 [5] ἢ μοίρᾳ θεοῦ μανεῖσα: —MTAB ἄλλω ς: ἣν οὐκ εἶδον ἀφ’ οὗ πρὸς Ἴλιον ἔπλευσα· εἰ δὲ θέλεις γνῶναι πῶς ἔπλευσα, γίνωσκε ὅτι θεομανεῖ πότμῳ. κρύπτει δὲ τὴν μοιχείαν καὶ ὑπὸ δαίμονός τινος βίᾳ ἦχθαι εἰς Τροίαν φησίν: —MTAB λείπει τὸ οὐκ εἶδον: —M i ἀπολειφθεῖσα δ ’ αἰάζω τύχα ς: ἄδηλον τίνος ἀπολειφθεῖσα θρηνεῖ, τοῦ [μὴ] ἰδεῖν τὴν Κλυταιμνήστραν ἢ τοῦ γνῶναι τῆς πορνείας τὴν αἰτίαν: —MTAB i † ἢ τοῦ καταλαβεῖν ζῶσαν τὴν Κλυταιμνήστραν ἀπολειφθεῖσα 〈ἢ〉 τοῦ γνῶναι τὸν τρόπον τῆς ἐμῆς φυγῆς: —A Ἑλέν η , τί σοι λέγοι μ ’ ἄ ν: πρὸς πάσας τὰς ὕβρεις ἀντέθηκε τὸ Ἑλέν η, ὅθεν καὶ χιάζεται ὁ στίχος· σεσημείωται γὰρ τὸ ὄνομα τῆς Ἑλένης.
sch Or 81 αἰνίττεται δὲ ὅτι πονηρῶς κερτομεῖ περὶ τούτων πυνθανομένη ὧν παροῦσα ὁρᾷ: —MTAB ἐν συμφοραῖσ ι: τὴν ἀπολογίαν δι’ ἑνὸς ἐδήλωσεν ὀνόματος· καὶ Ὀρέστης γὰρ κρινόμενος εἰς τὴν 〈ἀπὸ〉 τοῦ πατρὸς κατέφυγεν ἀπολογίαν: —MTAB † τί χρεὼν εἰπεῖν ἅτινα ὁρᾷς.
sch Or 82 [5] τί δὲ ὁρᾷς· ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος γόνο ν. δῆλον δὲ ὅτι οὐ τὸν Ὀρέστην μόνον λέγει ἀλλὰ καὶ ἑαυτὴν Ἀγαμέμνονος γόνον. περὶ τῶν δύο γὰρ ἡ Ἑλένη ἐπύθετο λέγουσα πῶ ς , ὦ τάλαιν α , σύ τε κασίγνητός τε σό ς. εἰκότως οὖν καὶ αὐτὴ ἐπάγει τὴν ἑαυτῆς ἄυπνον κηδεμονίαν καὶ τὴν Ὀρέστου νόσον: —TAB ἐγὼ μὲν ἄυπνος πάρεδρο ς: ἐγὼ μὲν μὴ καθεύδουσα παρεδρεύω ἕνεκα τοῦ μικρὸν ἐμπνεῖν τοῦτον.
sch Or 83 [5] εἶτα δυσχεραίνουσά φησι τῷ ἀθλίῳ νεκρ ῷ , ἵ ν ’ ᾖ· νεκρῷ ὄντι ἀθλίῳ. καὶ βεβαίωσις τούτου νεκρὸς γὰρ οὗτο ς: —MTAB ἄλλω ς: ἐγὼ μὲν ἄυπνος θάσσω παρεδρεύουσα τῷ ἀθλίῳ νεκρῷ οὕνεκα σμικρᾶς πνοῆς, ὅ ἐστιν· ὅπως μὴ ἀποψύξας λάθῃ με, φυλάττω: — MTAB νεκρὸς γὰρ οὗτο ς: ἕνεκα τοῦ πνεύματος νεκρός ἐστι· μικρὸν γάρ τι ἔχει πνεῦμα καὶ μόλις ἀναπνεῖ: —MTAB i αὐτὸ γὰρ, φησὶ, τὸ πνεῦμα αὐτοῦ νεκρόν ἐστιν: —M g B i τὰ τούτου δ ’ οὐκ ὀνειδίζω κακ ά: σιωπῶ τὰ κακὰ τούτου, ἵνα μὴ δόξω αὐτῷ ὀνειδίζειν τὴν μητροκτονίαν.
sch Or 85 καὶ διὰ μὲν τῆς σιωπῆς τὸ πλῆθος τῶν κακῶν αὐτοῦ ἐσήμηνεν, ἐμφαίνει δὲ ὅτι σὺ μὲν ὠνείδισας αὐτῷ εἰποῦσα ὅτι μητρὸς ὅδε φονεύ ς, ἐγὼ δὲ οὔ: —MTAB σὺ δ ’ εἶ μακαρί α: πλεονάζει τὸ ὑπαρκτικὸν ῥῆμα, ἵν’ ᾖ· σὺ δὲ [εἶ] μακαρία καὶ ὁ ἀνὴρ ὁ σὸς μακάριος.
sch Or 86 εἰς τὸ πόσις τελεία στιγμή, τὰ δὲ ἑξῆς ἀπολύτως: —MTB ἥκετον ἐ φ ’ ἡμᾶ ς: ἤλθετε πρὸς ἡμᾶς.
sch Or 87 τῇ προσθήκῃ δὲ τοῦ ἐ φ ’ ἡμᾶς τραχύτερον αὐτὸ ἐποίησεν· ἁρπασόμενοι γὰρ ἤλθετε ἡμᾶς, φησίν. ἔοικε δὲ τῷ Ἑπτὰ ἐπὶ Θήβας: —MTAB πόσον χρόνον δ έ: πάντως δέδοικε μὴ ὀλίγον χρόνον δυστυχοῦσι· διὸ οὐδὲ τὸν χρόνον εἶπεν ἡ Ἠλέκτρα: —MTAB i ἐξ οὗπερ αἷμ α: οὐ πρὸς τὴν πεῦσιν ἀπεκρίνατο· ἡ μὲν γὰρ ἤρετο ἀπὸ ποίου χρόνου νοσεῖ, ἡ δὲ εἶπεν ἀφ’ οὗ τὴν μητέρα ἀνεῖλε.
sch Or 89 [5] τοῦτο δὲ πάλιν ὁμοίως ἄδηλον τῇ Ἑλένῃ: —MTAB ὦ μέλεο ς: καὶ οὗτος, ὅτι μητέρα ἀνεῖλε, μέλεος, κἀκείνη, ὅτι ὑπὸ παιδὸς ἀνῃρέθη, μελέα: —MTAB i οὕτως ἔχει τά δ’: οὕτως ἔχει ὁ Ὀρέστης ἀτυχίας ὡς μηδὲν ἰσχύειν ὑπὸ τῶν κακῶν: —MT ὡς ἄσχολός γε συγγόνου προσεδρί ᾳ: οὕτως σοι πείσομαι ὡς ἀσχολουμένη περὶ τὴν προσεδρίαν τοῦ ἀδελφοῦ, ἀντὶ τοῦ· εἰ μὲν τὸ κελευόμενον παρὰ σοῦ χωρίζει με τοῦ ἀδελφοῦ, οὐ πείσομαι· εἰ δὲ οὐ χωρίζει, πείσομαι: —MTA ἄλλω ς: τοῦτό σοι, φησὶ, πεισθείην, ὃ μὴ ἀπασχολήσει με τῆς προσεδρίας τοῦ ἀδελφοῦ.
sch Or 93 [10] ἢ παντελῶς ἀπαρνεῖται τὴν ὑπούργησιν, τουτέστιν· οὐ πείθομαί σοι, ὅτι ἄσχολός εἰμι τῇ προσεδρίᾳ τοῦ ἀδελφοῦ, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτι. ἔντοι δὲ λείπειν φασὶ τὸ μή, ἵν’ ᾖ εἰρωνεία· πείθομαί σοι, ὅτι μὴ ἄσχολός εἰμι τῇ τοῦ ἀδελφοῦ προσεδρίᾳ· ἄσχολος γάρ ἐστιν. ἔνιοι ἐν ἐρωτήσει· πῶς οὖν, φησὶ, πεισθῶ ἀσχολουμένη τῇ νοσοκομίᾳ τοῦ ἀδελφοῦ. ἢ ὡς σχολὴν 〈μὴ〉 ἄγουσα, ἀντὶ τοῦ· μέγα ἐστὶ τὸ πρᾶγμα. ἢ τάχα τὸ ὡς ἀντὶ τοῦ ὅτε, ἵν’ ᾖ· ὅτε μὴ ἄσχολος. λείπει γὰρ τὸ μή: —MTAB βούλει τάφον μοι πρὸς κασιγνήτης μολεῖ ν: ἁπλούστερον αὐτῇ διαλέγεται, ὅτι μέλλει δεῖσθαι αὐτῆς, ἐν ταὐτῷ δὲ παραφυλάττεται καὶ μητρὸς εἰπεῖν, ἵνα μὴ δόξῃ ὀνειδίζειν αὐτῇ.
sch Or 94 [5] δεῖ γὰρ εἶναι κολακικὸν τὸν δεόμενον *** : —MTAB μητρὸς κελεύεις τῆς ἐμῆ ς: νῦν μητέρα αὐτὴν ἐκάλεσε δεικνύουσα ὅτι οὐδὲ τὴν πρώτην λοιδορίαν προσήκατο: —MTAB διὰ τοῦ ὀνόματος τῆς ἐχθρᾶς μητρὸς παραιτεῖται τὴν αἴτησιν: —MTB ἄλλω ς: ἡ μὲν κολακεύουσα συγγενικῷ ὀνόματι ἐχρήσατο, ἡ δὲ παραιτουμένη τὴν κολακείαν εἶπε μητρό ς: —MTB χοαὶ αἱ χεόμεναι τοῖς νεκροῖς σπονδαί: —MT σοὶ δ ’ οὐχὶ θεμιτό ν: οὐκ ἐν καιρῷ παρρησιάζεται ἡ Ἠλέκτρα, καὶ ταῦτα πρὸ ὀλίγου φάσκουσα ἐλπίδα ἔχειν εἰς τὸν Μενέλαον.
sch Or 97 [5] ἐὰν μὲν ἐν ἐρωτήσει ᾖ ὁ λόγος, μετριώτερός ἐστιν· ἐὰν δὲ ἑτέρως, ἄντικρυς ἐναγῆ καὶ μὴ ἀξίαν οὖσαν προσπελάζειν τῷ τάφῳ ἀποδεικνύει τὴν Ἑλένην διὰ τὰ πεπραγμένα αὐτῇ [τοῖς φίλοις]: —MTAB ἢ ἄλλω ς: πῶς· πικρῶς θέλει αὐτὴν ὁμολο〈γεῖν ποι〉ῆσαι δι’ ὃ φυλάσσεται προσελθεῖν τῷ τάφῳ: —MT ὀψέ γε φρονεῖς ε ὖ: οὐδαμοῦ ἀνώμαλον τὸ τῆς Ἠλέκτρας ἦθος: —M i TA εἰ μὴ τότε, φησὶν, ἀπῆλθες, ταῦτα οὐκ ἂν ἐγίνοντο· σὺ τούτων ἀρχηγός.
sch Or 99 δάκνουσα δὲ τοῦτό φησιν: —M i ἀληθῶς εἶπας, οὐ μέντοι προσφιλῶς ἐμοί: —M g TA πανούργως τὸν φόβον αἰδῶ ἐκάλεσεν: —TA g μόλις ἐλεγχομένη τὸ ἀληθὲς εἶπεν: —M i A g ἀναβο ᾷ: τὸ ἀναβοᾷ δευτέρου ἐστὶ προσώπου παθητικῆς διαθέσεως, ἀναβοᾷ σύ, ἀντὶ τοῦ καταβοᾷ.
sch Or 103 [5] ὁ δὲ νοῦς· δεινῶς γὰρ διὰ στόματος τοῦ Ἄργους ἀναβοᾷ σύ: —MTAB ἄλλω ς: διὰ τοῦ στόματος, ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘. τοῦτο δὲ ἀπολογίας ἔχεται ὡς ὅτι συμπάσχουσά σοι εἴρηκα. πλεονάζει δὲ τὸ τέ: —MTA κυρίως δὲ πρόσπολοι λέγονται αἱ δοῦλαι: —M i ἕρπει ν: ταῖς νεάνισιν· οὐ γὰρ ταῖς ἀγάμοις.
sch Or 108 [10] ἄγαμος γὰρ καὶ ἡ Ἠλέκτρα. παρθένος δέ ἐστιν ἥ τε ἀμιγὴς καὶ ἡ ἄρτι ἡβῶσα. ἢ πάλιν κακονόως οὐ παρθένον δεῖξαι βούλεται τὴν Ἠλέκτραν, ὅτι οὐκ ἐπείσθη αὐτῇ: —MTAB τὸ ἕρπειν κυρίως ἐπὶ ὄφεως: —M g T εἰς ὄχλον ἕρπειν παρθένοισι ν: τί οὖν· ταῖς τελείαις καλόν· ἔστιν οὖν εἰπεῖν ὅτι ἐν Σπάρτῃ εἰώθασι γυμνάζεσθαι αἱ γυναῖκες καὶ παρθένοι, ὥστε δέδοται μὲν παρθένοις εἰς ὄχλον ἕρπειν, οὐ μὴν καθόλου, ἀλλ’ ἐπὶ ὡρισμένοις πράγμασιν οἷον κανηφορούσαις ἢ γυμναζομέναις, οὐ μὴν ἄλλο τι πραγματευομέναις: —MTAB ἀντὶ τοῦ τροφεῖα· ἀνθ’ ὧν ἀνετράφη ὑπ’ αὐτῆς, ἀμοιβὴν διδοῦσα: —M i A λείπει ἡ μετά, ἵν’ ᾖ· μετὰ γάλακτος: —M i μελίκρα τ ’ ἄφες γάλακτος οἰνωπόν τ ’ ἄχνη ν: ἐμφαντικῶς τὴν δαψιλῆ τοῦ οἴνου ῥύσιν διὰ τῆς ἄχνης ἐσήμανε.
sch Or 115 [5] τοῦτο δὲ ἐπὶ τῶν κυμάτων εἴρηται [Δ 426]· ‘ἀποπτύει δ’ ἁλὸς ἄχνην‘. οἱ δὲ ἀκύρως τὴν οἰνόχροα τρίχα φασί. λάχνη γὰρ ἡ θρὶξ, ἀλλ’ ἄχνη τὸ λεπτὸν μέρος, ὃ κατέχειν τις οὐ δύναται, οἱονεὶ ἀέχη τις οὖσα: —MTAB ἀντὶ τοῦ ἐπ’ ἄκρον χῶμα: —M i περιττὸς ὁ τ έ· βούλεται δὲ λέγειν φόβῳ ταρβοῦσα: —M i γράφεται πρευμεν ῆ, ὅ ἐστι πραϋμενῆ καὶ προσφιλῆ: —M i T καὶ πόσει γνώμην ἔχει ν: ἐνταῦθα ἡ βελτίστη οὐδὲ τὴν θυγατέρα ἑαυτῆς προέκρινε· τοῦ γὰρ ἀνδρὸς μικροῦ δεῖν καὶ ἐπελάθετο: —MT τοῖν τ ’ ἀθλίοι ν: καὶ αὐτῶν μέμνηται, ἵνα μὴ δόξῃ παντελῶς λιθοκάρδιος εἶναι, ὅμως μετὰ ἀρᾶς.
sch Or 121 [5] τὸ γὰρ οὓς ἀπώλεσεν θεός δοκεῖ μὲν συναχθομένη λέγειν, πανούργως δὲ ἐμφαίνει ὅτι θεοῖς ἀπηχθημένοι εἰσίν. οὐ γὰρ ἀπολλύει εἶπεν, ἀλλ’ ἀπώλεσε ν, ὡς ἐγνωσμένης ἤδη τῆς παρὰ θεῶν δυσμενείας: —MTAB ἃ δ ’ εἰς ἀδελφή ν: ἃ δὲ νενόμισται τοῖς νεκροῖς ποιεῖν, ταῦτα κἀμὲ ὑπισχνοῦ εἰς τὴν ἀδελφὴν ποιεῖν: —MTAB ἅπαντα τὰ τῶν νεκρῶν δωρήματα, ἃ εὔκαιρον εἰς ἀδελφὴν ἐμὴν ἐκπονεῖν, ὑπισχνοῦ: —MTAB † ὦ φύσις ἐν ἀνθρώποισ ι: τὸν τρόπον λέγει καὶ τὴν ἑκάστου γνώμην.
sch Or 126 [5] ἢ φύσιν τὴν εὐμορφίαν: —A ὦ φύσις ἐν ἀνθρώποισι ν: οἱ μέν φασι συνωνυμεῖν τῇ μορφῇ καὶ τῇ δομῇ, οἱ δὲ τὴν εὐπρέπειαν τοῦ σώματος καὶ τὸ κάλλος, οἱ δὲ τὸν τρόπον καὶ τὴν φύσιν ἑκάστου, ὡς μέγα κακὸν ὁ [φαῦλος] τρόπος καὶ ἐπιβλαβής ἐστι τοῖς 〈κακῶσ〉 κεκτημένοις καὶ πάλιν ἐπωφελής ἐστι τοῖς καλῶς κεκτημένοις: —MTAB πολλοὶ γὰρ διὰ τὸ κάλλος εὐεργέτησαν τὰς πατρίδας: —M σωτήριόν τε τοῖς καλῶς κεκτημένοι ς: πολλοὶ γὰρ τὸ κάλλος ἐπὶ σωτηρίᾳ ἑαυτῶν καὶ τῆς πατρίδος ἐκτήσαντο, ὧν ἐστιν εἷς ὁ Γανυμήδης παρὰ θεοῖς εἶναι ἀξιωθεὶς καὶ ἵπποις ἀθανάτοις κοσμήσας τὴν θρεψαμένην.
sch Or 127 [5] καὶ Ἀμυμώνη δὲ διὰ τὸ ἴδιον κάλλος τὸ ἄνυδρον Ἄργος πολύυδρον ἐποίησε διὰ τῆς ἐπιμιξίας τοῦ Ποσειδῶνος: —MTAB εἴδετε πα ρ ’ ἄκρα ς: τὸ εἴδετε ἀντὶ τοῦ ἴδοι τις ἂν, ὡς τὸ [Γ 220] ‘φαίης κε ζάκοτον‘ καὶ [Δ 223] ‘ἔνθ’ οὐκ ἂν βρίζοντα ἴδοισ‘.
sch Or 128 [5] ἔνιοι δέ φασι ταῖς δμωσὶ ταῦτα λέγειν. οἱ δὲ πρὸς τὸ θέατρον, ὃ καὶ ἄμεινον. ἐφελκυστικὸς γάρ ἐστιν ἀεὶ μᾶλλον τῶν θεατῶν ὁ ποιητὴς, οὐ φροντίζων τῶν ἀκριβολογούντων: —MTAB ὡς ἐν τῇ σμικρότητι τῆς ἀφαιρέσεως μηδὲν ἀπολίποι τοῦ ὑγιοῦς: — M i TAB ἡ πάλαι γυν ή: ἤτοι πονηρὰ, ἢ τὰ αὐτὰ φρονοῦσα ἃ καὶ πρότερον· τοῦ γὰρ εἶναι εὔμορφος ἐπιμελεῖται.
sch Or 129 ἐλέγχει δὲ αὐτὴν ὅτι οὐδὲ τοῖς ἁμαρτήμασι σεσωφρόνισται, ἀλλ’ ἐν τοῖς αὐτοῖς ἤθεσι μεμένηκεν: —MTAB πᾶσάν θ ’ Ἑλλάδ α: τὸ κατὰ μέρος εἰποῦσα ἐπήνεγκε τὸ καθόλου· ὡς Ὅμηρος [Α 255]· ‘ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶεσ‘: —MTAB κατὰ τὸ σιωπώμενον ἔρχονται αἱ γυναῖκες ἰδεῖν τὸν Ὀρέστην πῶς ἔχει, καὶ ἐθεάσατο αὐτὰς: —MTB † δακρύοις ἀδελφό ν: προσεκτικῶς μετὰ ἤθους προενεκτέον τὸν λόγον: —A ἀντὶ τοῦ πραεῖα προσφιλὴς πραϋμενής: —M i A g σῖγα σῖγ α: ἠρέμα, ἀψοφητὶ καὶ μετὰ ἡσυχίας.
sch Or 140 [5] πρόσφορος τῷ πάθει ἡ τοῦ ῥυθμοῦ ἀγωγὴ δοχμιάζουσα: —MTAB † λεπτὸν ἴχνος ἀρβύλη ς: ἀντὶ τοῦ· κούφως καὶ ἐλαφρῶς τιθεῖτε τὸν πόδα μετὰ τῆς ἀρβύλης. εἰ δὲ γράφεται λευκὸν ἴχνο ς, ἀπὸ μέρους τὸ ὅλον ὡς τὸ [Α 538] ‘ἀργυρόπεζα Θέτισ‘: —B εἶδος ὑποδήματος κοίλου βαθέος γυναικείου: —M i TB † τιθεῖτ ε: ποιητικῶς, ἀντὶ τοῦ τιθῶμεν.
sch Or 141 εἰσελήλυθε δὲ ὁ χορὸς κατὰ ὑπόθεσιν ἔσω: —TAB ἀποπρὸ βᾶ τ ’ ἐκεῖ ς’: τὸ ὁλόκληρον τούτου τινές φασι τὸ ἀπόπροθι καὶ παρὰ τὸ Ὁμηρικὸν οὕτως ἐκδέχονται [Η 334] ‘τυτθὸν ἀποπρὸ νεῶν‘: —MTAB ἀντὶ τοῦ πόρρω μοι καὶ χωρὶς τῆς κοίτης γίνεσθε.
sch Or 142 [5] διαθέσεως δέ ἐστιν ἐμφαντικὸν τὸ μο ι, ὡς τὸ [Τ 287] ‘Πάτροκλέ μοι δειλῇ πλεῖστον‘: —MTAB ἰδοὺ πείθομα ι: τοῦτο εἰκὸς ὀξύτερον εἰρηκέναι τὸν χορὸν, διὸ καὶ Ἠλέκτρα περιδεὴς γενομένη εἶπεν ἆ ἆ.
sch Or 144 [5] φυσικῶς δὲ τὸ ἆ ἆ εἶπε πρῶτον ἐπειδὴ καὶ αὕτη ὑπὸ τῆς φύσεως πρώτη φωνὴ εὕρηται. ἀμέλει γοῦν, ἐπειδὰν πλῆθός τι θεάσηται παράδοξον, εὐθὺς οὐδὲν ἕτερον ἀναβοᾷ ἢ τὸ ἆ ἆ τῆς φύσεως ἀγούσης ἐπὶ τοῦτο. εἶτά φησι πρὸς τὸν χορόν· τοιαύτην πέμπε φωνὴν οἷός ἐστιν ὁ ἦχος σύριγγος καλάμων λεπτῶν ἐν τοῖς ἕλεσιν ἀποτελούμενος. οὐ γὰρ τὸ ὄργανον τῆς σύριγγός φησι· τοῦτο γὰρ πολύφωνον ὂν καὶ Ἐνδυμίωνα ἐγεῖραι δύναιτ’ ἄν: — MTAB ἀπήχησις συρίγξεως: —M i σύριγγος ὅπως πνο ά: ἀθορύβως φώνει μοι, ὡς πνοὴ συρίγξεως δόνακος.
sch Or 145 οὐ γάρ φησι σύριγγος τοῦ αὐλοῦ· οὗτος γὰρ καὶ Ἐνδυμίωνα ἂν ἐγείραι: —MTAB ἴ δ ’ ἀτρεμαῖον ὡς ὑπόροφο ν: μικρὸν σὺ, φησὶ, κελεύεις με φωνεῖν, ὡς ψιθυρίζει τῇ τοῦ ἀνέμου πνοῇ κάλαμος· ἐγὼ δὲ καὶ ἐλάττονα τούτου φέρω βοὴν ὡς ὑπὸ ὀρόφου γινομένην.
sch Or 147 [5] ὁ δὲ ὄροφος κάλαμός ἐστιν ἀσθενής τε καὶ λεπτὸς καὶ παπυρώδης, οὗ μέμνηται καὶ Ὅμηρος [Ω 451]· ‘λαχνήεντ’ ὄροφον λειμωνόθεν ἀμήσαντεσ‘. ἐκ τούτων δέ εἰσι καὶ αἱ γλωσσίδες τῶν αὐλῶν. ὡς ἀσθενὴς δὲ ἀσθενῆ ποιεῖται τὴν ἀπήχησιν τῷ μὴ ἀνθίστασθαι τῇ βίᾳ τοῦ πνεύματος: —MTAB ὄροφος λεπτὸς κάλαμος εἰς ὀροφὰς ἐπιτήδειος. τὴν μὴ διϊκνουμένην ἔξω τοῦ ὀρόφου, ὅ ἐστι βραχεῖαν: —M i B i κάταγε κάταγ ε: τὸ κάταγε ἐναντίον ἐστὶ τῇ ἀνατάσει τῆς βοῆς.
sch Or 149 [5] σημαίνει δὲ τὸ κάταγε 〈κάταγε 〉 τὸ πρόσελθε πρόσελθε· ἀφ’ οὗ καὶ καταγωγαὶ οἱ λιμένες: —MTAB ἀτρέμας ἴθ ι: τῇ ἐπαναλήψει μεμίμηται τὴν ἠρεμαίαν προϊεμένη φωνήν· ἅτε γὰρ οὐκ ἐξακουομένη δεύτερον ταῖς αὐταῖς κέχρηται λέξεσι: — M i TAB i χρόνι α: ἀντὶ τοῦ ἀπὸ πολλοῦ χρόνου.
sch Or 151 [5] τοῦτο δὲ ἀναφορὰν ἔχει πρὸς τὸ πρόσι θ ’ ἀτρέμα ς. ὁ δὲ νοῦς· χρονίως, ὅ ἐστι διὰ χρόνου, ἐκοιμήθη: —M i TAB τίνα τύχαν εἴπ ω: τὴν περὶ αὐτοῦ τύχην πότερον ἐπὶ τὸ χεῖρον ἢ ἐπὶ τὸ ἄμεινον νένευκεν: —MTB i τί φὴς ὦ τάλα ς: οἰκειούμενος τὰς συμφορὰς ὁ χορὸς καὶ συναχθόμενος γεγωνότερον ἀνέκραγε τὸ ὦ τάλα ς· διό φησιν ὀλεῖ ς , εἰ βλέφαρα κινήσει ς: —MTAB ὦ τάλα ς: δεῖ νοεῖν στεναγμόν τινα γεγενῆσθαι μετὰ τὸ ὦ τάλας ὑπὸ τοῦ χοροῦ, ἵνα εὔλογον ᾖ τὸ παρὰ τῆς Ἠλέκτρας εἰρημένον [167] σὺ γάρ νι ν , ὦ τάλαιν α , θωΰξα ς ’ ἔβαλες ἐξ ὕπνο υ: —MTB εἰ τοῦ ὕπνου ἀλλοτριώσεις καὶ μεταστήσεις: —M i τὸ βαθύτατον τοῦ ὕπνου, ὃ ἐν τοῖς ἑξῆς [211] ὕπνου θέλγητρόν φησιν: —MAB i μέλεος αὐτὸς διὰ τὰς ἐκ θεῶν πράξεις.
sch Or 160 ἠρέμα δέ πως ἀρνεῖται τὴν πρᾶξιν Ὀρέστου εἰς τὸν θεὸν ἀναφέρουσα τὴν ἁμαρτίαν: — MTAB i ἀντὶ τοῦ ἀδίκως: —M g A g ἄδικος ἄδικ α: τοῦτ’ ἐστὶ τὸ ἀλλαχοῦ [Hipp.
sch Or 162 [15] 701] εἰρημένον· ‘πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα‘. ἐπεὶ γὰρ ἔδοξεν ἀτυχῶς τῷ Ὀρέστῃ πεπτωκέναι τῆς μητρὸς ὁ φόνος, ἄδικος ὁ Λοξίας νενόμισται. ἢ τὸ ἄδικα ἐδίκασεν ἐμφαίνει ὅτι δικαίως μὲν ἐμαντεύσατο τὸν φόνον τῆς μητρός, ἀδικεῖ δὲ τῷ δράσαντι μὴ ἐπικουρῶν. τὸ δὲ ἑξῆς οὕτως· ὁ ἄδικος Λοξίας ἄδικα τότε ἐδίκασεν, ὅτε ἐπὶ τρίποδι Θέμιδος τὸν ἀπόφονον φόνον ἔλακεν ἐμῆς μητρός: —MTAB ἔλακε ν: καὶ Ἀριστοφάνης [Plut. 39]· ‘ἔλακεν ἐκ τῶν στεμμάτων‘ τραγικῇ λέξει χρησάμενος. ὅτε τὸν ἀπόφονον 〈φόνον〉 τῆς ἐμῆς μητρὸς ἐπὶ τρίποδι Θέμιδος ἐδίκασεν ὁ Λοξίας: —MTB ἄλλω ς: τὸ ἀπόφονον Ἀπόλλωνι, οὐκ Ὀρέστῃ ἐγκαλοῦσά φησιν. ἔνιοι δὲ ἀπόφονον ἐδέξαντο τὸν ἄτοπον φόνον. τὴν δὲ ἀπό πρὸς τὸ ἔλακε ν, ἀπέλακεν, ἀντὶ τοῦ ἀπεφθέγξατο: —MTAB ἀντὶ τῆς περί: —M g πρῶτον γὰρ εἶχεν ἡ Γῆ τὸν τρίποδα, εἶτα δεύτερον ἡ Θέμις, εἶτα Ἀπόλλων παρὰ Θέμιδος λαβών: —MTB i † τὸ μὲν παλαιὸν βοσκός τις ἔβοσκε πρόβατα εἰς ὄρος καὶ ἀναμεταξὺ τοῦ ὄρους ἐκείνου ἦν χάος, ὃ εὑρέθη πρῶτον ὑπὸ ἑνὸς τῶν προβάτων.
sch Or 165 [10] ἰδὼν δὲ τοῦτο ὁ βοσκὸς ὅτι παρὰ φύσιν λαλεῖ τὸ πρόβατον καὶ παρακύψας καὶ αὐτὸς ἐκεῖσε ἤρξατο λαλεῖν στίχων πλοκὰς καὶ ἕτερα ἐξαίσια. ἰδόντες δὲ τοῦτόν τινες τῶν ἀνθρώπων στίχων πλοκὰς λέγοντα ἠρώτων αὐτὸν πῶς ἄρα τοιαῦτα λαλεῖ. ὁ δὲ εἶπεν ὅτι εἰς τὸ ὄρος, ἐν ᾧ ἔβοσκον τὰ πρόβατα, ἐκεῖσε μεμάθηκα ἀπὸ χάους τινός. ἀκούσαντες δὲ οἱ ἐγχώριοι ἔκτισαν ἐκεῖσε ναὸν τῷ Ἀπόλλωνι, ἐν ᾧ καὶ τρίποδα χαλκοῦν ἔστησαν διὰ τὸ χρᾶσθαι αὐτοῦ τῇ μαντείᾳ στήσαντες ἄνωθεν τοῦ χαλκοῦ γυναῖκα παρθένον, ἵνα ἀνακρούῃ αὐτὸν καὶ ἐξ αὐτοῦ τοὺς χρησμοὺς δέχωνται. Λοξίαν δὲ λέγουσι τὸν Ἀπόλλωνα διὰ τὸ ποιεῖσθαι ἐξεστραμμένους τοὺς χρησμούς: —Vat. 1345 Paris. 2810 θωΰξα ς ’ ἔβαλε ς: ἀγρίως βοήσασα.
sch Or 168 [10] τὸ γὰρ ὦ τάλας γεγωνότερον εἶπεν ὁ χορός: —MTAB θωΰξασ α: θηριώδει βοῇ χρησαμένη. καὶ ἴσως εἴρηται παρὰ τοὺς θῶας. τινὲς δέ φασιν ὅτι φωνῇ ἐχρήσατο θρηνώδει ὁ χορὸς γραφῆναι μὴ δυναμένῃ, ἰυγμῷ ἢ καὶ ἰυγμοῦ τραχυτέρᾳ, ὅπερ εἰώθασι ποιεῖν αἱ γυναῖκες ἐπὶ τοῖς ὑπερβάλλουσι κακοῖς. ἃ γὰρ μὴ δύναται γράφεσθαι, ταῦτα δι’ ἑτέρων προσώπων δηλοῦται, οἷόν τι καὶ παρὰ τῷ κωμικῷ οἰκέτου στενάξαντος ἕτερός φησιν· ‘ἀκούεις, ὡς στένει‘: —MTB γράφεται καὶ † ἐλάσασα: —M g ἀπὸ τοῦ σὺ γάρ νιν ἕως τοῦ θωΰξασα τὸ κῶλον: —M i B i ἡ ἐξ πρόθεσις πρὸς τὸ ἔβαλε ς, ἐξέβαλες δὲ ἀντὶ τοῦ ἐξήγειρας: — M i B i † εὕδειν μὲν οὖν ἔδοξ α: ἐνόμισα αὐτὸν ἐν βάθει κοιμᾶσθαι: —A ἀντὶ τοῦ δοκῶ.
sch Or 169 [5] καθησυχάσουσα δὲ τὴν Ἠλέκτραν φησὶν ὅτι καθεύδειν αὐτὸν νομίζω. διὸ ἐπιφέρει τὸ ὑπνώσσει ὁριστικόν, ἐπεὶ πρώην ἀμφίβολον εἰποῦσα οὐκ ἔπεισεν: —TAB ὑποστρέψεις: —M i A g ὑπνώσσε ι: μὴ ταράσσου, φησὶν ὁ χορὸς, κοιμᾶται γάρ.
sch Or 173 [5] τὰ γὰρ δύο σς ἐνεστῶτος ποιοῦσι τὸ ῥῆμα: —MTB i λέγεις ε ὖ: ἀληθῶς καὶ καλῶς λέγεις. ταῦτα δέ φησι σκοπήσασα αὐτὸν κοιμώμενον: —MTB i † λέγεις ε ὖ: ἀντὶ τοῦ ἀληθῶς λέγεις. ὡς καὶ αὐτὴ θεωρήσασα αὐτὸν κοιμώμενόν φησιν: —A ἐπικαλεῖται τὴν Νύκτα πρὸς τὸ κοιμίσαι τὸν Ὀρέστην: —M i TA πότνια πότνια νὺξ ὑπνοδότειρ α: ὁ κατὰ φύσιν ὕπνος ἐξ ὑγρότητος γίνεται· ὑγρὰ δὲ ἡ νὺξ ἀφισταμένου τοῦ ἡλίου τοῦ ξηραίνοντος καὶ θερμαίνοντος τὸν ἀέρα.
sch Or 174 [5] ὁ τοίνυν Ὀρέστης ἐξηραμμένος ὑπὸ νόσου τε καὶ ἀσιτίας, ὑγρανθεὶς τῷ νυκτερινῷ καταστήματι μᾶλλον κοιμηθήσεται ἄλλως τε καὶ τῶν αἰσθήσεων ἠρεμουσῶν ἐν σκότῳ. ἕπεται ὕπνος ἡσυχίᾳ αἰσθήσεων καὶ κινήσεων: —MTAB Ἐρεβόθεν ἴθ ι: ἔδει ἐκ Χάους εἰπεῖν, ὡς Ἡσίοδος [Theog.
sch Or 176 [5] 123]· ‘ἐκ Χάεος Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο‘: —MTAB ἄλλω ς: τοῦτο τὸ μέλος ἐπὶ ταῖς λεγομέναις νήταις ᾄδεται καί ἐστιν ὀξύτατον. ἀπίθανον οὖν τὴν Ἠλέκτραν ὀξείᾳ φωνῇ κεχρῆσθαι, καὶ ταῦτα ἐπιπλήσσουσαν τῷ χορῷ. ἀλλὰ κέχρηται μὲν τῷ ὀξεῖ ἀναγκαίως, οἰκεῖον γὰρ τῶν θρηνούντων, λεπτότατα δὲ ὡς ἔνι μάλιστα: —B ταχεῖα: —M i γράφεται καὶ ἐπὶ δόμο ν: —M i καὶ τοῦτο κατὰ ἀναφώνησιν λέγει ἡ Ἠλέκτρα: —M i σῖγα σῖγα φυλασσομέν α: οὐ σιωπήσεις, φησὶν, ἀπὸ τοῦ στόματος φυλασσομένη τὸ ἀνακελαδεῖν καὶ τὴν ἀπὸ τῆς κοίτης ὕπνου χάριν ἥσυχον αὐτῷ παρέξεις.
sch Or 183 [5] ἢ τὸν κέλαδον ἄποθεν τοῦ λέχους ποιουμένη. οἷον· οὐ σιγήσεις καὶ μετὰ ἡσυχίας αὐτὸν ἐάσεις κοιμηθῆναι: —MTAB τὴν ἀπὸ τοῦ λέχους χαράν: —M i εἰπέ: —M g θρόε ι: λέγε ποῖον τέλος αὐτὸν ἐκδέχεται, πότερον δύναται ῥαΐσαι, ἢ οὔ: —M i TB εἰπὲ ποῖον ἔσται τὸ πέρας, ποῖον τέλος αὐτὸν μένει, ἆρά γε ῥαΐσει τῆς νόσου ἢ οὔ: —M i TB εἰ μὴ γὰρ ἐσθίει, τεθνήξεται: —M g A g ἐξέθυ ς ’ ὁ Φοῖβος ἡμᾶ ς: ἀντὶ τοῦ ἀπώλεσεν ἡμᾶς ὁ Ἀπόλλων πατροφόνου μητρὸς αἷμα δούς, οἷον ἐνδοὺς ἡμῖν καὶ κελεύσας τὸν τῆς μητρὸς φόνον ἐργάσασθαι.
sch Or 191 [5] τὸ δὲ ἑξῆς· μέλεον ἀποδοὺς αἷμα φόνον πατροκτόνου μητρός: —MTAB Ἄλλω ς : ἡ ἐξ πρὸς τὸ πατροφόνο υ. τουτέστι· δοὺς ἡμῖν τὸ αἷμα καὶ τὸν φόνον τῆς πατροφόνου μητρός. οἷον· ἐγχειρίσας ἡμῖν καὶ κελεύσας ἀπὸ τοῦ φόνου καὶ τοῦ αἵματος τῆς μητρὸς τιμωρῆσαι τῷ πατρί. δύναται δὲ καὶ ἀποδούς: —MTAB ὠφείλετο μὲν γὰρ αὐτὴ ἀναιρεθῆναι, οὐ μέντοι ὑπὸ τοῦ παιδός: —MTAB δίκαια μὲ ν , καλῶς δ ’ ο ὔ: ἀντὶ τοῦ δίκαιον μὲν αὐτὴν ἀναιρεθῆναι ἀνελοῦσαν τὸν ἄνδρα, οὐ μέντοι εὐκλεὲς οὐδὲ πρέπον ἦν ὑπὸ τοῦ παιδὸς αὐτὴν εὐθύνας δοῦναι τοῦ φόνου.
sch Or 194 ἐν δὲ τῷ ὑπομνήματι καὶ ταῦτα τῆς Ἠλέκτρας: —MTAB ἔκανες ἔθανε ς: ἐφόνευσας.
sch Or 195 [5] ὅθεν τὸ κανοῦν λέγεται, εἰς ὃ φέρεται ἡ ἱερουργικὴ μάχαιρα: —MTAB ἄλλω ς: φονεύσασα ἀνῃρέθης, τουτέστιν· ὁ κατὰ σοῦ πραχθεὶς φόνος ἄμυνα ἐγένετο καὶ οὐκ ἀδικία· σὺ γὰρ πρώτη ἐφόνευσας τὸν πατέρα: —MTAB ἀπὸ δ ’ ὤλεσα ς : ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ ὁ νοῦς ἐπεξήγησις 〈τοῦ〉 ἔκανες ἔθανε ς· ἀπώλεσας γὰρ τὸν πατέρα ζῶσα καὶ θανοῦσα τὰ τέκνα διὰ τοῦ αἵματος: —MTAB † δεικτικῶς φησιν ἑαυτὴν καὶ Ὀρέστην: —B i ἀντὶ τοῦ· διὰ τὸν σὸν φόνον καὶ ἡμεῖς ἀπολώλαμεν: —AB i † ἰσονέκυε ς: ἐπειδὴ εἶπεν ἰσονέκυε ς, κατασκευάζει πῶς εἰσιν ἰσονέκυες, λέγουσα πρὸς τὸν Ὀρέστην· σὺ γὰρ, Ὀρέστα, ἐν νεκροῖς τό τε πλεῖον μέρος τῆς ἐμῆς ζωῆς οἴχεται ἐν δάκρυσι συνεχέσι καὶ στεναγμοῖς.
sch Or 200 [5] τὸ δὲ ἄγαμος ἐπὶ δ ’ ἄτεκνος οὕτως συντακτέον· τὸ ἐπί εἰς τὸ ἕλκω καταβιβαστέον, ἵν’ ᾖ οὕτως· ἐπιέλκω δὲ, ἤτοι ἐφέλκω, εἰς τὸν αἰὲν χρόνον ἡ μέλεος τὸν βίοτον καὶ τὴν ζωήν μου ἄτεκνος ἄγαμος, ἅτε, ἀντὶ τοῦ καθά, ἄγαμος: —A ἐπὶ δ ’ ἄτεκνος ἅτε βίοτο ν: περισσὸν τὸ ἄτεκνο ς.
sch Or 206 ἀναστρεπτέον οὖν τὴν σύνταξιν· ἄτεκνος, ἐπειδὴ ἄγαμος· δυνατὸν γὰρ τὴν γήμασαν εἶναι ἄτεκνον: —MTAB οὐ γάρ μ ’ ἀρέσκε ι: Ἀττικὸν τὸ σχῆμα· Ἀριστοφάνης [Ran.
sch Or 210 [5] 103]· ‘σὲ δὲ ταῦτ’ ἀρέσκει‘: —A τῷ πάνυ ἐκλελυμένῳ, τῷ σώματι: —M i B i † νῦν οὐ τραγῳδεῖ, ἀλλ’ ἐν τῇ μανίᾳ: —B i ὕπνου θέλγητρο ν: τὸ βαθύτατον τοῦ ὕπνου, τὸ μάλιστα θέλγειν δυνάμενον τοὺς ἀσθενοῦντας· ὁ γὰρ ἐλαφρὸς φαντασίαις ἀναμέμικται: — MTAB † ἄλλω ς : θέλγητρο ν: τὸ θέλγον, ἡδῦνον, τὸ προσφιλέστατον καὶ βαθύτατον καὶ κάλλιστον τοῦ ὕπνου: —A φυσικῶς τὸν ὕπνον οἶδεν ἐπίκουρον τῶν κακῶν: —M i B † ἐπίκουρον νόσο υ: φυσικῶς αὐτὸ εἶπεν· παραμύθιον γὰρ τῶν κακῶν οἶδε τὸν ὕπνον: —A ὦ πότνια λήθη τῶν κακῶ ν: πότνιαν εἶπεν αὐτήν, ἐπεὶ πάντας τιμῶμεν τοὺς παραμυθουμένους.
sch Or 213 τὸ δὲ ὡς εἶ σοφή ἀντὶ τοῦ· λίαν σοφῶς ἐπενοήθης ὑπὸ τῆς φύσεως. τὸ δὲ τῶν κακῶν οἰκείως προσέθηκεν, ἐπειδὴ καλὴ τῶν κακῶν ἐστιν ἡ λήθη: —MTAB ἀπολειφθεὶς φρενῶ ν: τῶν πρὶν φρενῶν ἀπολειφθεὶς ἐν τῇ μανίᾳ.
sch Or 216 [10] οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν ἀμνημονῶ, ἀλλ’ ἐν τῇ νόσῳ. τὸ γὰρ ὄργανον, δι’ οὗ ἀναφέρομεν τὰ πραττόμενα, συννοσεῖ τῷ σώματι. ἀμνημονῶ τί πέπρακταί μοι ἐν τῇ νόσῳ. τῶν προτέρων φρενῶν ἀπολειφθεὶς καὶ μανείς: —MTAB † ἄλλω ς: τί πέπονθα ἀπολειφθεὶς τῶν πρὸ τῆς μανίας φρενῶν: —A † ἄλλω ς : ἀμνημονῶ γὰρ τῶν πρὶν ἀπολειφθεὶς φρενῶ ν : τῶν πρί ν: ἕως τούτου ὀφείλει〈σ〉 στίζειν, εἶτα ἀπολειφθεὶς φρενῶ ν. δεῖ δὲ νοεῖν· οὐχὶ νῦν ἀπολειφθεὶς τῶν φρενῶν, ἀλλὰ τότε· νῦν γὰρ φρονίμως διαλέγεται: —A βούλει θίγω σο υ: φιλαδέλφου κόρης ἦθος καὶ λόγους ἐμιμήσατο: —MTB i λαβοῦ λαβοῦ δῆ τ’: σφόδρα δεομένου ἡ φωνή· διὸ τῇ ἐπαναλήψει κέχρηται: —MTAB i † καὶ αὐχμώδη κόμην ἄφελε προσώπου: —A στόματος ἀφρώδ η: τὸν πεπηγότα ῥύπον ὑπὸ τοῦ ἀφροῦ: — MTAB i πέλανο ν: κυρίως πέλανος.
sch Or 220 [10] τὸ λεπτὸν πέμμα, ᾧ χρῶνται πρὸς τὰς θυσίας, παρὰ τὸ πεπλατύνθαι. οἱ δέ φασι καὶ πᾶν ἐξ ὑγροῦ πεπηγός. ἔνιοι παρὰ τὴν παιπάλην· ἐκ γὰρ ταύτης ὡς ἐπὶ τὸ πλεῖστον γίνεται. ἢ παρὰ τὸ παλῦναι, ὅ ἐστι λευκᾶναι· Ὅμηρος [Κ 7]· ‘ἐπάλυνεν ἀρούρασ‘. λευκὸν γὰρ τὸ πέμμα. οἱ δὲ ἀπὸ τοῦ πελάζειν καὶ ἱκετεύειν τοὺς θεοὺς δι’ αὐτῶν: —MTAB † καλῶς εἶπεν ἀφρώδη πέλανον ἐπὶ τοῦ στόματος, ἐπὶ δὲ τῶν ὀμμάτων οὐ δεῖ προσλαμβάνειν τὸ ἀφρώδη πέλανο ν, ἀλλὰ μόνον πέλανο ν. ἐπὶ γὰρ τῶν ὀμμάτων ῥύπος μὲν γίνεται, ἀφρῶδες δὲ οὔ: —A ἰδοὺ τὸ δούλευ μ ’ ἡδ ύ: τὴν ἀπὸ τοῦ γένους ἀνάγκην προβάλλεται πρὸς τὸ μὴ δυσωπῆσαι τῇ θεραπείᾳ τὸν ἀδελφόν: —MTAB ὑπόβαλε 〈πλευροῖσ〉 πλευρ ά: ἀστείως ταῦτα πεποίηται τοῖς λόγοις καὶ τοῖς ἤθεσι καὶ τῇ κατὰ τὴν σκηνὴν διαθέσει: —MTAB i λεπτὰ γὰρ λεύσσω κόραι ς: τουτέστιν· ἀποδιάστησον τὴν ἔμπροσθεν οὖσαν τῶν ὀφθαλμῶν μου κόμην.
sch Or 224 [5] ἀσθενῆ γὰρ λεύσσω ταῖς κόραις διὰ τὸ ἐπικεῖσθαί μοι τὰς τρίχας: —MTAB γράφεται λεύσσω νόσ ῳ, ἵν’ ᾖ· ἡ νόσος με ποιεῖ λεπτὸν λεύσσειν: —MTAB αὐχμηρὸν ῥυπαρόν: —M g B πῖνος ὁ ῥύπος· ‘πίνῳ δέ οἱ αὐαλέος χρὼς ἐσκλήκει‘ [Apoll.
sch Or 225 [5] Rh. II 200]: —M i TB ὦ βοστρύχων πινῶδες ἄθλιον κάρ α· κατὰ ἀναστροφὴν εἶπεν· οὐ γάρ ἐστι τῶν βοστρύχων τὸ κάρα, ἀλλὰ τοῦ κάρατος οἱ βόστρυχοι. ἢ ὅτι οὐδὲν ἄλλο ἐπιλείπεται τῇ κεφαλῇ ἢ μόνον οἱ βόστρυχοι, ἵν’ ᾖ οὕτως· ὦ τῶν βοστρύχων ἄθλιον κάρα. παρακαθίσασα δὲ ἔξωθεν καὶ εἰς πλευρὸν δεξαμένη τὸν Ὀρέστην ταῦτα λέγει: —MTAB ὅταν μ ’ ἀνῇ νόσο ς: περὶ γὰρ τὸν καιρὸν τῆς μανίας εὐτονοῦσιν οἱ μαινόμενοι ἐντεινομένων τῶν νεύρων καὶ πνεύματος πληρουμένων· χαλωμένης δὲ τῆς μανίας καὶ τοῦ πνεύματος ἐπιλείποντος παρίενται: —MTAB ἀν ῇ: ἐν ἀνέσει διαγενόμενος Ὀρέστης λέλυται: —MTAB † τὸ ἀνῇ ἀντὶ τοῦ ἀφήσει καταλείψει.
sch Or 227 τουτέστιν· 〈ἐὰν〉 ἐν ἀνέσει γένωμαι: —A ἢ ἡ διὰ τῆς μανίας νόσος, ἢ ἐπιθετικῶς· μανιὰς νόσος: —MTB i ἀδύνατος, μὴ δυνάμενος κεχρῆσθαι τοῖς ἄρθροις: —M i A g B i ἀνακύκλει δέμα ς: ἀνακίνει ἀνόρθου ἐξέγειρε· συμβαίνει γὰρ τὸν κείμενον κυκλοτερῆ τὴν ἀνάστασιν ποιεῖσθαι: —MTA g B οἱ γὰρ νοσοῦντες οὐκ ἀρέσκονται τοῖς παροῦσιν, ἀεὶ δὲ πρὸς τὸ μέλλον ὁρῶσιν: —MTAB † ἦ καὶ ἐπὶ γῆς ἐφίεσαι τοὺς πόδας κινῆσαι, ὅ ἐστι περιπατῆσαι· τὸ γὰρ τῇ γῇ ἁρμόσαι χρόνιον ἴχνος πάντων γλυκύτατον.
sch Or 233 [5] ἡ γὰρ μεταβολή, ὅ ἐστιν ἡ ἐκ τόπου εἰς τόπον ἄμειψις, μεγίστην τὴν ὠφέλειαν παρέχει. τὸ δὲ χρόνιον ἴχνος σημαίνει ** οἱ δὲ τὸ κατακεῖσθαι αὐτὸν ὑπὸ τῆς νόσου· αὕτη γὰρ κώλυμα αὐτῷ τοῦ μὴ περιπατεῖν: —T μεταβολὴ πάντων γλυκ ύ: προσυπακουστέον τὸ κακῶν.
sch Or 234 [10] κεκωμῴδηται δὲ ὁ στίχος. τὸ γὰρ ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν οὔκ ἐστιν ἡδύ. φησὶ γοῦν ὁ κωμικός [frg. anon. 327]· ὁ πρῶτος εἰπὼν ‘μεταβολὴ πάντων γλυκύ‘ οὐχ ὑγίαινε, δέσποτ’· ἐκ μὲν γὰρ κόπου γλυκεῖ’ ἀνάπαυσις, ἐξ ἀλουσίας δ’ ὕδωρ καὶ τὰ τοιαῦτα· ἢν δ’ ἐκ πλουσίου πτωχὸν γενέσθαι, μεταβολὴ μὲν, ἡδὺ δ’ οὔ. ὥστ’ οὐχὶ πάντων ἐστὶ μεταβολὴ γλυκύ: —MTAB δόξαν γὰρ τό δ ’ ὑγιείας ἔχε ι: τὸ ἀναστῆναι.
sch Or 235 ὁπόταν γὰρ εὐθυμῇ ψυχὴ τῇ τῆς ἐλπίδος ὑπολήψει, συνδιασῴζεται τὸ σῶμα. καὶ Σιμωνίδης [frg. 76]· ‘τὸ δοκεῖν καὶ τὰν ἀλάθειαν βιᾶται‘: —MTAB ἀντὶ τοῦ ἰσχυρόν: —M g A g πάντως καινότερόν τι ἀπαγγελεῖς: —M i A g χάριν φέρει ς: οἱ ἐν περιστάσει ὄντες ἀεὶ τὸ ἐπάγγελμα τοῦ μέλλοντος λέγεσθαι δεδοίκασιν: —MM g TA ἡ παρά καὶ τὸ ἐμοῦ προσληπτέον: —M i σοῦ κασίγνητος πατρό ς: διὰ τοῦ σοῦ κασίγνητος πατρός ψυχαγωγεῖ τὸν ἀδελφὸν ὑπομιμνήσκουσα τοῦ πατρὸς καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται διὰ τοῦ θείου.
sch Or 241 [5] περιπαθέστερον δὲ ποιεῖ τὸ δρᾶμα καὶ πόρρωθεν διαβάλλουσα τὸν Μενέλαον, καθὸ ἐλπισθεὶς βοηθήσειν οὐκ ἐβοήθησεν: —MTAB ἥκε ι · τὸ πιστό ν: τὸ ἑξῆς οὕτως· τοῦτο πιστὸν δέχου τῶν ἐμῶν λόγων: —A τὸ πιστὸν τόδε λόγω ν: ἀντὶ τοῦ πίστευε τοῖς ἐμοῖς λόγοις.
sch Or 245 [5] πίστιν δέχου ταύτην βεβαίαν καὶ ἀσφαλῆ μαρτυρίαν, τὸ καὶ τὴν Ἑλένην αὐτῷ συνεπιδημῆσαι· ὅπου γὰρ Ἑλένη, πάντως που καὶ Μενέλαος: — MTAB ὡς τοῦ τὴν Ἑλένην ἀχθῆναι ἐπιμολύναντος τὴν εὐπραξίαν Μενελάου: —MTA μέγα γὰρ αὐτὴν κακὸν τῇ Ἑλλάδι ἔτεκεν: —M i ἐπίσημον ἔτεκε Τυνδάρεω ς: Στησίχορός φησιν ὡς θύων τοῖς δεοῖς Τυνδάρεως Ἀφροδίτης ἐπελάθετο· διὸ ὀργισθεῖσαν τὴν θεὸν διγάμους τε καὶ τριγάμους καὶ λειψάνδρους αὐτοῦ τὰς θυγατέρας ποιῆσαι.
sch Or 249 [15] ἔχει δὲ ἡ χρῆσις οὕτως [frg. 26]· ‘οὕνεκά ποτε Τυνδάρεως ῥέζων πᾶσι θεοῖς μόνης λάθετ’ ἠπιοδώρου Κύπριδος, κείνα δὲ Τυνδάρεω κούραις χολωσαμένη διγάμους τε καὶ τριγάμους τίθησι καὶ λιπεσάνορασ‘. καὶ Ἡσίοδος δέ [frg. 117]· τῇσιν δὲ φιλομμειδὴς Ἀφροδίτη ἠγάσθη προσιδοῦσα, κακὴν δέ σφ’ ἔμβαλε φήμην. Τιμάνδρη μὲν ἔπειτ’ Ἔχεμον προλιποῦς’ ἐβεβήκει, ἵκετο δ’ ἐς Φυλῆα φίλον μακάρεσσι θεοῖσιν. ὣς δὲ Κλυταιμνήστρη 〈προ〉λιποῦς’ Ἀγαμέμνονα δῖον Αἰγίσθῳ παρέλεκτο, καὶ εἵλετο χείρον’ ἀκοίτην. ὣς δ’ Ἑλένη ᾔσχυνε λέχος ξανθοῦ Μενελάου: —MTAB ἀντὶ τοῦ πολυθρύλητον. περισσὸν δὲ τὸ ἄρθρον: —M g αὐτεξούσιος γὰρ ἡ ἀρετή.
sch Or 251 καὶ Ὅμηρος [Ζ 444]· ‘ἐπεὶ μάθον ἔμμεναι ἐσθλόσ‘: —M i A ὄμμα σό ν: φυσικῶς· καθόλου γὰρ τῶν τῆς ψυχῆς παθῶν εἰκόνες οἱ ὀφθαλμοί.
sch Or 253 αἰφνίδιοι δὲ τῶν λυσσωδῶν νοσημάτων αἱ μεταβολαὶ γίνονται: —MTAB ταχὺς δὲ μετέθο υ: ταχέως εἰς μανίαν μετεβλήθης ἄρτι σώας ἔχων τὰς φρένας: —MTAB ὁ νοῦς· μετεποιήθης καὶ μετεβλήθης εἰς λύσσαν, ἐν δὲ τῷ πρὸ τούτου *** μεταθεῖ ς, ἀντὶ τοῦ μετατρέχεις: —MT ὦ μῆτε ρ: δοκεῖ τὸ εἴδωλον τῆς μητρὸς παριστάμενον ὁρᾶν καὶ ἐπισεῖον κατ’ αὐτοῦ τὰς Ἐρινύας: —A ὦ μῆτερ, τὰς αἱματοποιοὺς καὶ δρακοντώδεις κόρας ἐπ’ ἐμοὶ μὴ ἐπίσειε, ἤγουν μὴ μετακίνει: —M g τὰς αἱματωπού ς: τὰ συμβαίνοντα τοῖς πάσχουσί τι τοῖς προεστῶσι τοῦ πάθους θεοῖς ἀνατιθέασιν οἱ ποιηταί· οἷόν τι καὶ Ὅμηρός φησι περὶ τῶν Λιτῶν [Ι 503]· ‘χωλαί τε ῥυσαί τε παραβλῶπές τ’ ὀφθαλμώ‘· ἐκ τῶν ἀποβαινόντων παθῶν εἰδωλοποιήσας.
sch Or 256 [5] καὶ τὸν Πλοῦτον τυφλὸν λέγουσιν, ὅτι ἀκρίτως ποιεῖ πλουσίους, καὶ τὸν Καιρὸν ὀπισθοφάλακρον, ὅτι τοῦ παρῳχημένου ἀδύνατον ἀντιλαμβάνεσθαι· καὶ κωφὸν δὲ αὐτὸν ὁ Δημοσθένης [frg. 12] φησὶν, ὅτι μετακαλούμενος οὐχ ὑπακούει. καὶ νῦν αἱματωποὺς εἶπε τὰς Ἐρινύας ὁ Εὐριπίδης ἐκ τοῦ τοὺς μαινομένους ὕφαιμον βλέπειν καὶ ταραχῶδες, ὡς Φοῖβος ὁ τοῦ φοιβᾶν τοὺς μάντεις, ὅ ἐστι μαίνεσθαι, αἴτιος καὶ ‘πολύμοχθος Ἄρησ‘ [Phoen. 784]: —MTAB τὰς Ἐρινύας ἐνθουσιαστικῶς φαντάζεται ὁρᾶν: —M i AB αὗται γὰρ αὗτα ι: ἐκ τοῦ ἀφανοῦς ὑπέθετο τὰς Ἐρινύας αὐτὸν διωκούσας, ἵνα τὴν δόξαν τοῦ μεμηνότος ἡμῖν παραστήσῃ· ὡς εἴγε παρήγαγεν αὐτὰς εἰς μέσον, ἐσωφρόνει ἂν Ὀρέστης τὰ αὐτὰ πᾶσιν ὁρῶν.
sch Or 257 ταῦτα δὲ νεώτερα· Ὅμηρος γὰρ οὐδὲν τοιοῦτον εἶπε περὶ Ὀρέστου: —MTAB τὰ γὰρ φαντασιώδη ἀνυπόστατα: —M g A ὁρᾶς γὰρ οὐδέ ν: ὃ γὰρ τὸ τῶν σωφρονούντων ὄμμα διαφεύγειν συμβέβηκεν, τοῦτο κατὰ τὴν πλάνην τοῖς μαινομένοις ** : —MTAB ἱέρ [ε ]ιαι δειναὶ θοα ί: τὸ ἱέριαι προπαροξύνουσιν ὡς τὸ τιμώριαι καὶ αἴτιαι: —MTB ἐνέρων ἱέρεια ι: ἱερείας αὐτὰς καλεῖ παρόσον ἐξυπηρετοῦνται αὐτοῖς· ἀποστέλλουσι γὰρ αὐτοῖς τὰς ψυχάς: —MTAB μ ί ’ οὖσ α: μία οὖσα τῶν κατ’ ἐμοῦ Ἐρινύων ἀπόστηθι.
sch Or 264 Ἐρινύων δὲ τῶν μανιῶν, ἵν’ ᾖ· ἄνες με τῆς μανίας ἀναχωρήσασά μου: —MTAB μέσον μ ’ ὀχμάζει ς: συνέχεις ἐπαίρεις.
sch Or 265 ἴδιον δὲ τῶν μαινομένων τὸ τοὺς κηδομένους ἀποσείεσθαι καὶ δοκεῖν βλάπτεσθαι μᾶλλον: —MTAB ὡς τῶν Ἐρινύων ἐψαυκυιῶν αὐτοῦ: —M g AB i κερουλκ ά: διὰ τῶν κεράτων ἕλκοντα τὴν νευρὰν, ἢ τὸ βέλος, ὡς τὸ κεραελκὴς ταῦρος.
sch Or 268 [10] ἢ παρὰ τὸ ἐκ κεράτων εἶναι καὶ ἕλκεσθαι: —MTAB Στησιχόρῳ [frg. 40] ἑπόμενος τόξα φησὶν αὐτὸν εἰληφέναι παρὰ Ἀπόλλωνος. ἔδει οὖν τὸν ὑποκριτὴν τόξα λαβόντα τοξεύειν. οἱ δὲ νῦν ὑποκρινόμενοι τὸν ἥρωα αἰτοῦσι μὲν τὰ τόξα, μὴ δεχόμενοι δὲ σχηματίζονται τοξεύειν. εἰ δὲ καὶ μαινόμενος ἐπ’ ἐνίων ὑγιαίνει, μὴ θαυμάσωμεν. ἡ γὰρ νόσος ποικίλη τῶν μεμηνότων· ὡς κἀν ταῖς Τρῳάσιν ἡ Κασάνδρα [367]· ‘τοσόνδε δ’ ἐκτὸς στήσομαι βακχευμάτων‘: —MTB μανιάσιν λυσσήμασι ν: ταῖς μανιώδεσι λύσσαις.
sch Or 270 [5] σχῆμα δέ ἐστι περίφρασις: —M i TAB μανιάσιν λυσσήμασι ν: ὡς τὸ ‘φοίνικι λίνῳ‘, ἀρσενικὸν μετὰ οὐδετέρου. ἀπὸ δὲ τοῦ ἡ μανιὰς τὸ μανιάσ ι: —M i TB μανιώδεσι λυσσήμασιν· ἢ μανίαις καὶ λυσσήμασιν: —M g TB εἰ μὴ ’ξαμείψε ι: εἰ μὴ ἀποστήσεταί τις τῶν Ἐρινύων τοῦ ἐμοῦ προσώπου: —MTAB i τί δῆτα μέλλε τ’ · ἐξακρίζε τ ’ αἰθέρ α: στιγμὴ εἰς τὸ μέλλετ ε.
sch Or 275 [5] τὸ δὲ ἑξῆς· εἰς τὰ ἄκρα τοῦ αἰθέρος πέτεσθε καὶ μέμφεσθε τὰ λόγια τοῦ Ἀπόλλωνος καὶ μὴ ἐμέ: —MTAB τὰ ἄκρα τοῦ αἰθέρος καταλαμβάνετε: —MT πτερωτὰς καὶ οὗτος τὰς Ἐρινύας ὑπέθετο: —MTAB † ἔ α: ἐκπληκτικὸν ἢ θαυμαστικὸν ἐπίρρημα τὸ ἔ α: —TA τί χρῆ μ ’ ἀλύ ω: διὰ ποίαν αἰτίαν ἀδημονῶ: —MTB i ἄλλω ς: τί τὸ πρᾶγμα καὶ τίς ἡ νόσος αὕτη, καθ’ ἃ ἀδημονῶ καὶ ἠπόρημαι.
sch Or 277 παρὰ τὴν ἄλην· ‘ἡ δ’ ἀλύους’ ἀπεβήσετο‘ [Ε 352]: —MTAB ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλή ν ’ ὁρ ῶ: κεκωμῴδηται ὁ στίχος διὰ Ἡγέλοχον τὸν ὑποκριτήν· οὐ γὰρ φθάσαντα διελεῖν τὴν συναλοιφὴν ἐπιλείψαντος τοῦ πνεύματος τοῖς ἀκροωμένοις τὴν γαλῆν δόξαι λέγειν τὸ ζῷον, ἀλλ’ οὐχὶ τὰ γαληνά.
sch Or 279 [15] πολλοὶ μὲν οὖν αὐτὸ διέπαιξαν τῶν κωμικῶν, Ἀριστοφάνης ** καὶ Στράττις ἐν Ἀνθρωπορραίστῃ [frg. 1]· καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν, Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον διέκναις’ Ὀρέστην, Ἡγέλοχον τὸν Κυντάρου μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν. καὶ ἐν ἄλλοις παίζων φησί [frg. 60]· γαλήν’ ὁρῶ. —ποῖ πρὸς θεῶν, ποῖ ποῖ γαλῆν· —γαληνά. —ἐγὼ δ’ ᾤμην σε γαλῆν λέγειν ὁρ ῶ. καὶ Σαννυρίων ἐν Δανάῃ [frg. 8]· τί οὖν γενόμενος εἰς ὀπὴν ἐνδύσομαι· ζητητέον. φέρ’ εἰ γενοίμην † γαλῆ· ἀλλ’ Ἡγέλοχος 〈εὐθύσ〉 με μηνύσειεν 〈ἂν〉 ὁ τραγικὸς ἀνακράγοι τ’ ἂν [εὐθὺς] εἰσιδὼν μέγα· ‘ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ‘: —MTAB σὺ μὲν γὰρ ἐπένευσας τά δ’ , εἴργασται δ ’ ἐμο ί: ἐγὼ μὲν εἰργασάμην, σὺ δὲ ἐπένευσας.
sch Or 284 θέλει δὲ εἰπεῖν ὅτι οὐ μετέχεις τοῦ φόνου, ἐπεὶ οὐδὲ ἔπραξας· διὸ οὐδὲ ὀφείλεις ἄχθεσθαι: —MTAB οὐ σοὶ μέμφομαι ἀλλὰ τῷ Ἀπόλλωνι, ὅτι πείσας με μητέρα φονεῦσαι οὐ βοηθεῖ: —M i TAB ὅστις μ ’ ἐπάρα ς: ἀναπτερώσας καὶ ἀναπείσας εἰς ἔργον ἀνοσιώτατον: —MTAB ἔργον ἀνοσιώτατο ν: ἀπειρηκὼς τῇ νόσῳ ὃ πρὶν εὐσεβὲς ᾤετο νῦν ἀνόσιον καλεῖ: —MTAB i ὡς ὑποσχομένου τοῦ θεοῦ βοηθήσειν: —MTA ἠρώτων ἐξέταζον: —M g TA g B i τὸ νίν ἐπὶ τῶν τριῶν γενῶν λαμβάνεται, αὐτόν, αὐτήν, αὐτό: —MTB i μήποτε τεκούση ς: μηδέποτε ἐπὶ τῇ σφαγῇ τῆς μητρὸς ὠθῆσαι τὸ ξίφος: —MTAB i καὶ νῦν ἀνακάλυπ τ’: τὴν ὄψιν δηλονότι· ἐσκεπάσατο γὰρ ὑπὲρ τοῦ μὴ λυπεῖν τὸν ἀδελφὸν δακρύοις: —MTAB ἄλλω ς: σεαυτὴν ἀποκάλυπτε· ἔκλαιε γὰρ ‘κρᾶτα θεῖς’ εἴσω πέπλων‘ [280]: —MTAB ἴσχναιν ε: λέπτυνε.
sch Or 298 παρὰ τὸ 〈ἴσχω〉 ἰσχνῶ ἰσχναίνω παραγώγως· ὅθεν καὶ ἰσχάς: —MTB γράφεται καὶ ἴσχαν ε, ἀντὶ τοῦ ἔπεχε πράυνε κούφιζε: —MTB γράφεται καὶ ἴσχναιν ε: —M i χρή σε νουθετεῖν φίλ α: νουθετεῖν [σε τὰ φίλα] καὶ παραμυθεῖσθαί σε τὰ φίλα καὶ προσηνῆ λέγοντα.
sch Or 299 [5] λείπει οὖν τὸ λέγοντα· τὰ φίλα λέγοντα: —MTAB i σῖτόν τ ’ ὄρεξα ι: διὰ τούτων φησὶν· μὴ ἄγαν ἀγρυπνίᾳ καὶ λιμῷ διάφθειρε σεαυτὴν, ἵνα μὴ νοσήσῃς· εἰ γὰρ τῷ προσεδρεύειν μοι κτήσῃ νόσον τινὰ καὶ ἀποστῇς, κἀγὼ τῆς σῆς παρουσίας ἐστερημένος ἀπόλλυμαι: —MTAB ἔκτεινον τὰς χεῖράς σου εἰς τροφήν: —M g B i ἀντὶ τοῦ ἐκτείνασα τὴν χεῖρα λάβε: —M i B i οὐκ ἔστ ι · σὺν σο ί: ἐπειδὴ εἶπεν αὐτῇ εἰ προλείψεις μ ε, φησὶν οὐκ ἔστ ι, ἀντὶ τοῦ· οὐ προλείψω σε: —MTAB i καὶ ζῆ ν · ἔχει γὰρ ταὐτό ν: τὸ ζῆν με καὶ ἀποθανεῖν ταὐτόν ἐστιν, ἐὰν σὺ τελευτήσῃς.
sch Or 308 [5] ἢ τὸ ἔχει ἀντὶ τοῦ σχήσει· ὁ δὲ λόγος· ἐὰν σὺ ἀποθάνῃς, ταὐτόν μοι πάθος γενήσεται, ὅ ἐστι· κἀγὼ συντεθνήξομαί σοι: —MTAB ἕξει γὰρ ταὐτόν με πάθος, ὅπερ καὶ σέ: —M i A g τουτέστιν· εἰ βούλει με φαγεῖν, πείθομαι: —M i B i καὶ μὴ τὸ ταρβοῦ ν: μὴ ἐν ὑποψίᾳ ἔχε μηδὲ φαντάζου τὸ ἐκφοβοῦν σε.
sch Or 312 [5] ἀποδέχου δὲ ἀντὶ τοῦ ὑποδέχου προσδέχου: — MTAB i κἂν μὴ νοσῇς γά ρ: Καλλίστρατος τὴν ἐκτὸς τοῦ ς γραφὴν διδάσκει· κἂν μὴ νοσῇ γά ρ , ἀλλὰ δοξάζῃ νοσεῖ ν, ἵν’ ᾖ ἀπὸ τοῦ Ὀρέστου εἰς κοινὸν μεταβεβηκὼς ὁ λόγος: —MTAB δοξάζῃ ς: ἀντὶ τοῦ δοξάζῃ τις, ὡς τὸ [Γ 220] ‘φαίης κε ζάκοτόν τ〈έ τιν’〉 ἔμμεναι‘: —MTB δρομάδες ὦ πτεροφόρο ι: πανταχοῦ περιτρέχουσαι καὶ τιμωρούμεναι τοὺς ἀνθρώπους.
sch Or 317 ἢ περιτρέχειν ποιοῦσαι τοὺς μεμηνότας: —MTAB Ποτνιάδες θεα ί: μανιοποιοί.
sch Or 318 [5] Πότνιαι γὰρ χωρίον ἐστὶ Βοιωτίας, ἔνθα φαγοῦσαι βοτάνην αἱ Γλαύκου ἵπποι καὶ μανεῖσαι διεσπάσαντο τὸν ἴδιον δεσπότην Γλαῦκον τὸν Βελλεροφόντου πατέρα ἐν τῷ ἐπιταφίῳ Πελίου. Πότνιαι δὲ πόλις Βοιωτίας, ὅθεν καὶ Γλαῦκος ** γευσάμενον ** ἐμμανὴς γέγονε καὶ ἥλατο εἰς θάλασσαν [ὁ Ἀνθηδόνιος]: — MTAB ἀπὸ 〈τῶν〉 Ποτνιάδων ἵππων μετήνεγκεν, αἳ μανεῖσαι ἔφαγον τὸν Γλαῦκον: —M i TB i ἀβάκχευτον αἳ θίασο ν: ἤτοι κακοβάκχευτον, τὸν κακὴν ἔχοντα βακχείαν οὐ πρέπουσαν τῷ Διονύσῳ, ἀλλ’ ἐν θρήνοις καὶ γόοις ἐξεταζομένην.
sch Or 319 ἢ παρόσον ἄοινα καὶ νηφάλια ταῖς θεαῖς ταύταις τὰ ἱερὰ συντελεῖται. ἢ τὸν μεγάλως ἐκβακχεύοντα: —MTAB μελάγχρωτε ς: μέλαιναι· χθόνιαι γάρ εἰσιν.
sch Or 321 ἢ μελαίνουσαι τοὺς νοσοῦντας. ὡς καὶ πρὸς τὸν Μενέλαον Ὀρέστης φησὶν [408]· ‘ἔδοξ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρασ‘: —MTAB ταναὸν αἰθέρ α: ἀνὰ τὸν αἰθέρα πάλλεσθε πτερωταὶ οὖσαι.
sch Or 322 [5] Ὅμηρος [Ι 571]· ‘ἠεροφοῖτις Ἐρινύσ‘: —MTAB ταναὸν αἰθέρ α: τὸν λεπτομερῆ, τροπικῶς· τὰ γὰρ τεινόμενα τῶν σωμάτων λεπτύνεται. τὸ ἀμπάλλεσθε ὡς, ἀνακινουσῶν αὐτῶν τὸν ἀέρα ἐμφαντικῶς, τουτέστιν· ἀναπάλλεσθε τοῖς πτεροῖς, κατὰ τὸν Ὁμηρικὸν [Ν 18] Ποσειδῶνα τὸν σείοντα τοῖς ποσὶ καὶ τῇ πορείᾳ τὸ ὄρος: —MTAB τιμωρίαν λαμβάνουσαι ὑπὲρ αἵματος καὶ φόνου: —M i TAB τῆς λύσσης τῆς καὶ μαίνεσθαι ποιούσης 〈καὶ〉 φοιτᾶν, ὅ ἐστι περιϊέναι: —M i λύσσα καὶ μανία καὶ φοῖτος ἕν ἐστιν: —M i B i τὸ [φεῦ μόχθων] καθ’ ἑαυτό.
sch Or 327 [5] τουτέστι· δυστυχής ἐστι χάριν τῶν μόχθων: —M i B τοῦτο κατ’ ἰδίαν ἀναπεφώνηται. ἢ τὸ φεῦ συντέτακται, ἵν’ ᾖ· φεῦ [ἰὼ Ζεῦ] οἵων μόχθων ὁ τάλας ὀρεχθεὶς ἔρρεις: —MT ἐπιθυμήσας· ἐκτείνεται γὰρ τὴν διάνοιαν ὁ ἐπιθυμῶν: — MM g TAB πρὸς αὐτὸν ἀπέτεινε τὸν λόγον· οἵων πραγμάτων ὁ τάλας ἐπιθυμήσας· λέγει δὲ τοῦ φόνου τοῦ κατὰ τῆς μητρός· οἴχῃ καὶ διέφθαρσαι ἀπὸ τοῦ τρίποδος δεξάμενος τὴν μαντείαν, ἣν ὁ Φοῖβος ἔλακεν: —MTB † ἀπόφατι ν: ἀντὶ τοῦ ἀπόφασιν πρόσταξιν: —TA g B i † κατ’ ἐκεῖνο τὸ δάπεδον: —TB i † ἵνα μεσόμφαλοι λέγοντα ι: ἡ Δῆλος γὰρ μεσαιτάτη ἐστὶ τοῦ παντὸς κόσμου.
sch Or 331 [5] ἢ τῶν Κυκλάδων νήσων. ἢ παρὰ τὰς ὀμφὰς καὶ τὰς φήμας: —TAB ἵνα μεσόμφαλοι λέγοντα ι: ὀμφαλὸς κέκληται ἡ Πυθὼ παρὰ τὰς ὀμφὰς τὰς ὑπὸ τοῦ θεοῦ χρηστηριαζομένας. ἢ παρὰ τὸ εἶναι ἐν μέσῳ τῆς οἰκουμένης τὴν Πυθώ. λέγεται γὰρ τὸν Δία μαθεῖν βουλόμενον τὸ μέσον τῆς γῆς δύο ἀετοὺς ἰσοταχεῖς ἀφεῖναι, τὸν μὲν ἀπὸ δύσεως, τὸν δὲ ἀπὸ ἀνατολῆς, καὶ ἐκεῖσε αὐτοὺς ἀπαντῆσαι, ὅθεν ὀμφαλὸς ἐκλήθη. ἀνακεῖσθαί τε χρυσοῦς ἀετούς φασι τῶν μυθευομένων ἀετῶν ὑπομνήματα: —MTAB ἰὼ Ζε ῦ: πρὸς τὸ ἄνω τοῦτο σχετλιαστικῶς μετὰ ἤθους ἀναπεφώνηται: —MT τὸ δεύτερον τίς ἀντὶ τοῦ οὐδείς: —M g τίς ἔλεο ς: εἰς τὸ τίς ἔλεος στιγμὴν δεδωκότες λείπειν τῷ λόγῳ φήσομεν τὸ γενήσεται καὶ τὸ ἄλλο τίς ἀντὶ τοῦ οὐδείς, ἵν’ ᾖ ὁ νοῦς οὕτως· τίς ἔλεος γενήσεται, ἀντὶ τοῦ· τίς ἐλεήσει σε, Ὀρέστα: —MTAB ἄλλω ς: τίς ἄρα, φησὶ, τοῦτον ἐλεήσει, τίς δὲ ὁ κίνδυνος οὗτος καὶ ἡ μανιώδης νόσος ἐπέρχεται ἐπὶ σὲ τὸν μέλεον, ταχύνων σε καὶ ἐξεγείρων.
sch Or 333 [30] τουτέστιν· ἆρα δαίμων τις ἐπιπέμπει τούτῳ τὰς Ἐρινύας: —MTAB ἢ καὶ ἄλλω ς: τίς ἐλεήσει αὐτόν· ἔξωθεν ἀκουσόμεθα τὸ οὐδείς. διὰ τί· οὗτος γὰρ αὐτῷ ὁ κίνδυνος, ὁ ἐκ τῶν Ἐρινύων, ἐπέρχεται φόνιος, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον: —MTB ἄλλω ς: τίς ἔλεός ἐστι τούτῳ τῷ Ὀρέστῃ, τίς, ὦ Ζεῦ, ᾧ δάκρυα δάκρυσι συμβάλλεταί τις ἀλάστωρ, πορεύων εἰς δόμους, ἀντὶ τοῦ περιέλκων αὐτὸν τῇ μανίᾳ [καὶ ἀναβακχεύων] κατὰ τὸν οἶκον, ὅστις, ὁ ἀλάστωρ, ἀνεγείρει τὸ αἷμα τῆς μητρός: —MTAB † ἄλλω ς: τίς ἔλεός ἐστι τούτῳ, ᾧ δάκρυα ἐπιβάλλει τις τῶν ἀλαστόρων δαιμόνων, τὸ αἷμα τῆς μητρὸς πορεύεσθαι καὶ διατρέχειν αὐτὸν κατὰ τὸν οἶκον ποιοῦν. τινὲς δὲ ἤκουσαν εἰς ἀλαστόρων δόμον ἀντὶ τοῦ εἰς Ἅιδου, εἰς τὸν οἶκον τῶν ἀλαστόρων· καὶ τίς δὲ ἡ νόσος πορεύεσθαι αὐτὸν ποιοῦσα εἰς Ἅιδου. ἡ δὲ περικοπή· οἵων μόχθων ἐπιθυμήσας, ὦ τάλας, διέφθαρσαι, δεξάμενος ἀπὸ τοῦ τρίποδος τὴν μαντείαν, ἣν ὁ Ἀπόλλων εἶπε κατὰ τοὺς Δελφοὺς, ἔνθα γῆς ὀμφαλὸς λέγεται. τίς ἐλεήσει αὐτὸν, ὦ Ζεῦ· τί· οὗτος γὰρ αὐτῷ ὁ ἀγὼν ἐκ τῶν Ἐρινύων ἐπέρχεται διὰ τὸν τῆς μητρὸς φόνον, μεθ’ ὁρμῆς φερόμενος ἐπὶ σὲ τὸν μέλεον. μετέβαλε δὲ ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου εἰς τὸν πρὸς αὐτόν: —TB τίς ὅ δ ’ ἀγὼν 〈φόνιοσ〉 ἔρχεται ἕως τοῦ ματέρος αἷμα σᾶς 〈ὅ σ ’〉 ἀναβακχεύε ι: τὸ ἑξῆς· τίς φόνιος οὗτος ἀγὼν, ματέρος αἷμα σᾶς ὅ σε ἀναβακχεύει, ἔρχεται θοάζων σε τὸν μέλεον, ᾧτινι, τῷ ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων μαίνεσθαί σε ποιῶν κατὰ τοὺς οἴκους: —M i TA θοάζω ν: ἐπιδιώκων ταχύνων διεγείρων ἐκμαίνων.
sch Or 335 [5] ‘κῆτος θοάζον‘ Ἀνδρομέδᾳ [frg. 949]: —MTB i ᾧ δάκρυα δάκρυσ ι: συνάγει καὶ συμμίσγει ἐπάλληλα δάκρυα. Ὅμηρος [Δ 453]· ‘συμβάλλετον ὄμβριμον ὕδωρ‘. ἢ συνάπτει, ἵνα ᾖ ἡ μεταφορὰ ἀπὸ τῶν συμβαλλόντων τοῖς σχοινίοις ἕτερα καὶ ἐπιμηκέστερα ποιούντων, οἷον· ἐπὶ τοῖς δάκρυσι συνάπτει δάκρυα. Ἀριστοφάνης [Pac. 37]· ‘ὥσπερ οἱ 〈τὰ〉 σχοινία συμβάλλοντες εἰς τὰς ὁλκάδασ‘: —MTAB ᾧ δάκρυ α: ᾧ, τῷ Ὀρέστῃ, δάκρυα δαίμων τις κακὸς ἀλλεπάλληλα συνάπτει δίκην τοῦ αἵματος τῆς μητρὸς αὐτοῦ εἰσπραττόμενος: —M i T † εἰς δόμους ἀλαστόρω ν: ἀντὶ τοῦ εἰς δόμους τοῦ Ἅιδου τὴν σὴν μητέρα ἢ σέ, τὸν Ὀρέστην: —A ὅ ς ’ ἀναβακχεύε ι: διχῶς στίζουσιν.
sch Or 338 [15] ἀποδίδοται οὖν πρὸς μὲν τὴν πρώτην στιγμήν· τίς οὗτος φόνιος ἔρχεται ἀγὼν, ᾧ, ἀγῶνι, δάκρυα δάκρυσι συμμίσγει καὶ συμβάλλει τις τῶν ἀλαστόρων πορεύεσθαι ποιῶν τὸ αἷμα τῆς σῆς μητρὸς εἰς τοὺς οἴκους καὶ μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον, [ἢ] ὅ σε, τὸ αἷμα δηλονότι, ἀναβακχεύει καὶ μαίνεσθαι ποιεῖ. πρὸς δὲ τὴν δευτέραν στιγμὴν οὕτως· τίς οὗτος ἔρχεται φόνιος ἀγὼν, [ᾧ, τῷ ἀγῶνι,] δάκρυα δάκρυσι συμμίσγει τις τῶν ἀλαστόρων, ὅς σε ἀναβακχεύει πορεύων καὶ περιέλκων ματέρος αἷμα σᾶς, ὅ ἐστιν· ἀνακινῶν τὸ αἷμα τῆς μητρός σου κατὰ τοὺς οἴκους καὶ μὴ ἠρεμεῖν αὐτὸ ἐῶν ἀτιμώρητον: —MTB ὅ ς ’ ἀναβακχεύε ι: τινὲς στίζουσιν εἰς τὸ ὅ ς’ ἀναβακχεύε ι, ἵν’ ᾖ ὅπερ σε, τὸ αἷμα. γράφεται δὲ καὶ ὅς σε ἀναβακχεύε ι, ἀλάστωρ 〈ὅσ〉 σε ἀνακινεῖ καὶ μαίνεσθαι ποιεῖ: —M i T † ὅ ς ’ ἀναβακχεύε ι: τουτέστιν· ὅπερ, 〈τὸ αἷμα〉 τῆς μητρὸς, ἀναβακχεύει σε καὶ μαίνεσθαι ποιεῖ. ἢ ὅστις ἀλαστόρων ἀνακινεῖ τὸ αἷμα τῆς μητρός σου μὴ ἐῶν αὐτὸ ἠρεμεῖν ἀτιμώρητον: —B ὁ μέγας ὄλβο ς: περισσὸν τὸ ἓν ὡ ς: —M i TA οὐ μόνιμος ὁ μέγας ὄλβος.
sch Or 340 [5] κατέκλυσε γὰρ αὐτὸν δαίμων τις, ὡσεὶ λαῖφος ἀκάτου θοᾶς τινάξας κατέκλυσε τοῖς ὀλεθρίοις καὶ λάβροις κύμασι πόντου. τὸ δὲ δεινῶν πόνων ἐν μέσῳ ἀναπεφώνηται. ἢ οὕτως· ὡς δὲ πόντου λάβροις ὀλεθρίοις ἐν κύμασι δαίμων τις ἀκάτου θοᾶς λαῖφος κατέκλυσεν, οὕτως καὶ τὸν μέγαν ὄλβον κατέκλυσε τινάξας ὑπὸ δεινῶν πόνων: —M i TAB ἀνὰ δὲ λαῖφο ς: ἀνατινάξας δέ τις δαίμων τὸν ὄλβον κατέκλυσεν αὐτὸν καὶ κατεπόντισεν, ὡς ἀκάτου θοᾶς λαῖφος πόντου λάβροις ὀλεθρίοις κύμασιν.
sch Or 341 ὅσον γὰρ δύναται πνεῦμα κατὰ νηὸς ἐν θαλάσσῃ, τοσοῦτον κατὰ τὸν βίον τῶν ἀνθρώπων ἡ τύχη: —MTAB κατέκλυσεν δεινῶ ν: κλύζεσθαι παρεσκεύασεν.
sch Or 343 [10] ἄστατον ὄντα ὑπὸ τῶν δεινῶν πόνων, τουτέστιν ἔργων. Ὅμηρος [Α 467]· ‘αὐτὰρ ἐπεὶ παύσαντο πόνου‘. ὡς γὰρ κλύζεται ναῦς ἐν θαλάσσῃ, οὕτω καὶ ἡ τῶν ἀνθρώπων τύχη ὑπὸ ἀστάτων ἔργων. τὸ γὰρ τῆς τύχης ῥεῦμα μεταπίπτει ταχύ: —MTB † ἀνὰ δὲ λαῖφο ς: οὕτως κλύζεσθαι δαίμων τις παρεσκεύασεν ὑπὸ ἀστάτων ἔργων, δηλονότι τὸν ὄλβον, ὡς λαῖφος ἀκάτου θοᾶς ἀνατινάξας κλύζεσθαι ἐποίησεν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις: —TA † καὶ ἄλλω ς: ἀνατινάξας γὰρ δαίμων τις, ὅ ἐστιν ἄνωθεν ἐκ τοῦ οὐρανοῦ πέμψας, δηλονότι τὸν ὄλβον, οὕτως κλύζεσθαι ἐποίησεν ὑπὸ τῶν ἀστάτων ἔργων ὡς ναῦν ἐν κύμασι πόντου λάβροις καὶ ὀλεθρίοις. τὸ γὰρ λαῖφος ἀκάτου θοᾶς περιφραστικῶς τὴν ναῦν: —TA τίνα γὰ ρ: ἀλγῶ οὖν, φησὶν, ὡς ἐπὶ ἰδίοις κακοῖς καὶ συνυποφέρομαι τὴν τύχην.
sch Or 345 [5] τίς γὰρ ἕτερος οἶκός ἐστι σέβεσθαι παρ’ ἡμῶν ἄξιος ἢ οὗτος, ὃς ἐκ θεῶν ἔχει τὴν καταβολήν. ἀρχηγὸς γὰρ τῆς γονῆς ὁ Ζεὺς, ὅστις ἐφύτευσε Τάνταλον Πλουτοῖ συνελθών: —MTAB πρὸς τὰ ἄνω. πρὸς τὸ κατολοφύρομαι 〈τὸ〉 τίνα γὰρ ἔτι πάρο ς: —M g B i ἐν τοῖς τέλεσιν εἰώθασιν οἱ ἀπὸ τοῦ χοροῦ μεταλλάττειν φεύγοντες τὴν μονῳδίαν τοῦ λόγου: —M g TABB i καὶ μὴν βασιλεύ ς: τὸ ἑξῆς· καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει Μενέλαος ἄναξ, τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν, πολλῇ δ’ ἁβροσύνῃ δῆλος ὁρᾶσθαι: —MTB ὅ ἐστι· διὰ τῆς ὄψεως ἐμφαίνει τὴν εὐγένειαν: —M g TAB τῇ τρυφῇ τοῦ βαδίσματος.
sch Or 349 ἢ τῆς ὄψεως: —M g A g ὦ χιλιόναυν στρατὸν ὁρμήσα ς: δι’ ὧν δοκεῖ αὐτὸν ἐπαινεῖν, διὰ τούτων λυπεῖ ἀναμιμνήσκουσα τῶν ἀπολομένων ἐν τῇ Τροίᾳ: — MTAB εἰς γῆν Ἀσία ν: ἀπὸ τούτων αὐτὸν ἐγκωμιάζει, ἀφ’ ὧν ἐμεγαλύνετο.
sch Or 353 τῷ δὲ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· τοσαῦται γὰρ ἦσαν αἱ νῆες τῶν Ἑλλήνων, ͵ αρπϛ : —MTAB νεώτερον τὸ τῆς Ἀσίας ὄνομα: —AB i σὺ, φησὶν, οὐ μετέχεις τῆς δυστυχίας τῶν Τανταλιδῶν: —M i TA g B i θεόθεν πράξας ἅπερ ηὔχο υ: τὸν γὰρ πόλεμον κατορθώσας ἔλαβε τὴν Ἑλένην.
sch Or 355 σὺ μὲν οὖν, φησὶν, εὐτυχῶς ἀπηλλάχθης, ὁ δὲ Ὀρέστης δυστυχεῖ: —MTAB ὦ δῶμ α: ἀπὸ πρώτης παρόδου σημειοῦται τὸ κακόηθες τῆς γνώμης Μενελάου.
sch Or 356 [5] καὶ γὰρ οὐδὲ εἰς Σπάρτην ἀνήχθη, ἀλλὰ πρότερον εἰς Ἄργος ὡς ἐξελάσων Ὀρέστην, ὡς ἐν τοῖς ἑξῆς δῆλός ἐστι. καίτοι παρὰ τῷ ποιητῇ εὑρίσκεται τῶν πάλαι πολεμίων φειδόμενος· ἐν γὰρ τῇ Ζ ῥαψῳδίᾳ [37—65] κωμῳδεῖται συγχωρῶν ζῆν τὸν Ἄδραστον δόσιν χρημάτων ἐπαγγειλάμενον: —MTAB ὄρος Λακωνικῆς· καὶ Ὅμηρος [γ 287]· ‘Μαλειάων ὄρος αἰπύ‘: —A g B i † ὁ ναυτίλοισ ι: τοῖς γὰρ ναύταις οὗτος, ὃς φίλος καὶ θαλάσσῃ ἐστὶ καὶ ἰχθύσι, τὰ πεπρωμένα βάζει: —A Νηρέως προφήτη ς: οὗτος Ἀνθηδόνιος ἁλιεύς· ἑωρακὼς δὲ ἰχθὺν παρὰ τὴν ψάμμον βοτάνης γευσάμενον καὶ ἀναζήσαντα, φαγὼν καὶ αὐτὸς γέγονεν ἀθάνατος, ἀλλ’ οὐκ ἀγήραος, ἐφ’ ᾧ κατεπόντισεν ἑαυτόν.
sch Or 364 [5] μαντεύεται δὲ ὡς ὁ παρ’ Ὁμήρῳ [δ 365 sq.] Πρωτεὺς καὶ παρὰ Πινδάρῳ [Pyth. IV 20] Τρίτων τοῖς Ἀργοναύταις: —MTAB περιπεσὼν πανυστάτοι ς: περισσὴ ἡ περ ί.
sch Or 367 [5] καί ἐστιν ὁ νοῦς· ἀποθανὼν, πεσὼν, ἀπολωλὼς τοῖς πανυστάτοις λουτροῖς τῆς ἀλόχου. ἢ περιπεσών ἀντὶ τοῦ συντυχὼν τοῖς λουτροῖς τῆς ἀλόχου· λουσαμένῳ γὰρ τὸν χιτῶνα περιήγαγεν· ὡς ἐν Ἑκάβῃ [1281]· ‘κτεῖν’ ὡς ἐν Ἄργει φόνια λουτρά ς’ ἀναμένει‘: —MTAB ἀπὸ Ναυπλίου τοῦ πατρὸς Παλαμήδους: —M g B i ἤδη δάμαρτο ς: μέμνηται τῆς γυναικὸς οὐκ ἐν δέοντι ἔρωτι, μεγίστῳ δὲ μᾶλλον: —A δοκῶν Ὀρέστη ν: ὕπουλα πάντα τὰ ῥήματα Μενελάου, ἀφ’ οὗ ὁ ποιητὴς τὸ ἄστατον τῆς Λακεδαιμονίων γνώμης κωμῳδεῖ, ὡς καὶ ἐν Ἀνδρομάχῃ [445 sq.
sch Or 371 [5] ]· ‘ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν, Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια‘. πρὸ γὰρ Διοκλέους, ἐφ’ οὗ τὸν Ὀρέστην ἐδίδαξε, Λακεδαιμονίων πρεσβευσαμένων περὶ εἰρήνης ἀπιστήσαντες Ἀθηναῖοι οὐ προσήκαντο, ἐπὶ ἄρχοντος Θεοπόμπου [ὅ ἐστι πρὸ Διοκλέους]. οὕτως ἱστορεῖ Φιλόχορος [frg. 117]: —MTAB ἀντὶ τοῦ περιλαβεῖν: —M g ὡς εὐτυχοῦντα ς: εἰώθασιν οἱ ἄνθρωποι τὰς τῶν ἐχθρῶν ἀτυχίας εὐτελεῖς λογίζεσθαι βουλόμενοι μέχρι θανάτου τὴν ἀτυχίαν αὐτοῖς προκόπτειν.
sch Or 373 [10] καὶ ὁ Μενέλαος τοίνυν ἔφεδρος ὢν τῇ τοῦ Ὀρέστου ἀρχῇ μόνον τὸ ζῆν αὐτὸν εὐτυχίαν ὁρίζεται: —MTAB ἄλλω ς: τὰ κατὰ τὸν Ἀγαμέμνονα ἠπιστάμην καὶ τὸν ἐκείνου θάνατον ἐδάκρυσα, ἐλπίζων δὲ περιπτύσσεσθαι τὸν Ὀρέστην καὶ τὴν μητέρα ὡς σῳζομένους, παρ’ ἐλπίδας ἤκουσα τῆς Κλυταιμνήστρας τὸν θάνατον. τὸ γὰρ εὐτυχοῦντας ἀντὶ τοῦ σώους καὶ ὑγιεῖς: —MTAB τὸ εὐτυχοῦντας κακοήθως: —MT τῶν ἁλιέων, ἀπὸ τοῦ κτυπεῖν ταῖς κώπαις. ἢ τῶν ναυτῶν: —M i B i δέον εἰπεῖν εὐσεβῆ φόνον, κακοήθως ἀνόσιον καὶ ἀσεβῆ φόνον καλεῖ τὴν τιμωρίαν Κλυταιμνήστρας: —TB i γράφεται θυγατρό ς: —M g ἀντὶ τοῦ· ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος: —M g ὃς τὰ δεί ν ’ ἔτλ η: καὶ ἐκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς ταῦτα λέγων.
sch Or 376 δέον γὰρ εἰπεῖν· ὃς ἤμυνε τῷ πατρί, φησὶν· ὃς τὰ δεινὰ εἰργάσατο κακά: —MTB i † ἢ περὶ οὗ ἐρωτᾷς, ἢ ὃν ὁρᾷς.
sch Or 380 εἴρηται γὰρ ἡ ὄψις ἱστορία, ὡς ἂν εἴποιμεν· ἱστόρησα τὴν πόλιν: —TB i πρωτόλεια θιγγάν ω: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι οὐπώποτέ τινα ἄλλον ἱκετεύσας.
sch Or 382 [10] πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρωτόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια πάντα τὰ πρῶτά φασιν: —MTB ἀντὶ τοῦ πρῶτον, σύνθετον ἀντὶ ἁπλοῦ: —M g B i † τῶν σῶν δὲ γονάτων πρωτόλει α: πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ· ἐνταῦθα δὲ τὸ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ πρωτοτύπως: —A ἱκέτης ἀφύλλου στόματο ς: ἀντὶ τοῦ ἄνευ στεμμάτων: — MTA τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ [Α 14] ὁ Χρύσης ‘στέμματ’ ἔχων ἐν χερσίν‘.
sch Or 383 [20] κέκληται δὲ φυλλάς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας ἢ δάφνης [ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος] ἐστί, καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα· προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαιὸς Ἀζᾶσι [frg. 2]· ‘νῦν οὖν ἡμεῖς ἱκέται ** θαλλούς τε θεῶν † τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίασ‘. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον [ἀντὶ τοῦ ἄνευ ἱκετηρίας] ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: —MTAB † ἀφύλλου στόματος ἐξάπτων λιτά ς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι παγχάλκοις ὅπλοις καὶ κωλύομαι, τὰς ἐκ στόματος προαγομένας ταύτας προσάγω: —A τίνα ἐκ τῶν νεκρῶν βλέπω: —M g εὖ γ ’ εἶπα ς: καλῶς με νεκρὸν ἐκάλεσας· οὐ γὰρ ζῶ ὑπὸ τῶν κακῶν.
sch Or 386 ὅσον ἥκει εἰς τὰ κακά, 〈οὐ〉 ζῶ: —MTB i τὸ σῶμα φροῦδο ν: ἀντὶ τοῦ εἰς ὄνομα μόνον λείπεται τὰ ἐμά.
sch Or 390 [5] καὶ εἰς ὄνομα μόνον λείπεται τὰ κατ’ ἐμέ, ἐπεὶ τὸ σῶμα ἅπαν μοι φροῦδον γέγονεν: —MTA ὅ δ ’ εἰμὶ μητρό ς: ἤτοι ὅτι μετανοεῖ ἀνελὼν αὐτήν, ταλαίπωρόν φησιν· οὐ γὰρ πρὸ πράξεως καὶ μετὰ τὴν πρᾶξιν οἱ αὐτοὶ τυγχάνομεν· ἢ προσαγόμενος αὐτὸν εἰς ἔλεον διὰ τοῦ καθομολογεῖν τὴν ἀνοσίαν ἑαυτοῦ πρᾶξιν· ἢ ὑπομιμνήσκων αὐτὸν ὅτι ἔκδικος τοῦ πατρὸς ὑπάρχει.
sch Or 392 τὸ δὲ ταλαίπωρος παρὰ τὴν πώρην, ὃ δηλοῖ τὸ πένθος. Ἀντίμαχος [frg. 58]· ‘πωρητὺν ἀλόχοισι καὶ οἷς τεκέεσσιν ἕκαστοσ‘, ἀντὶ τοῦ πένθος: —MTAB φείδου δ ’ ὀλιγάκις λέγειν κακ ά: λείπει τὸ ὥστε· ἤκουσα, ὥστε φείδου λέγειν τὰ κακά.
sch Or 393 [5] οἷον· παραιτοῦ τὰ κακὰ πολλάκις λέγειν. ὀλιγάκις δὲ ἀντὶ τοῦ οὐδ’ ὅλως, ὡς τὸ ‘ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύσ‘ [Ε 800]: —MTAB † ἄλλω ς: οὕτως συντάξεις· φείδου λέγειν τὰ κακά, ἀντὶ τοῦ. πεφεισμένως λέγε τὰ κακά. ὀλιγάκις δὲ ἀντὶ τοῦ καὶ ὀλιγάκις, τοῦ δέ ἐνταῦθα ἀντὶ τοῦ καί κειμένου: —A διὸ λέγειν ἀναγκάζεται πλουσίως καὶ πολυτελῶς ἔχων τὰ κακά: —M g TB πρᾶγμα: —M g B g ἡ σύνεσις ὅτι σύνοιδ α: ἐγκαλοῦσί τινες· πῶς γὰρ, φασὶν, αἰτιᾶται τὴν σύνεσιν, τὸ πᾶν αἴτιον τῶν Ἐρινύων ἐχουσῶν.
sch Or 396 [5] ἀγνοοῦσι δὲ ὅτι ὑπὸ δισσῶν φησιν ἀπόλλυσθαι, περὶ μὲν τὸν καιρὸν τῆς ὑγιείας ὑπὸ τῆς συνειδήσεως, ἐν δὲ τῇ λύσσῃ ὑπὸ τῶν Ἐρινύων· ὃ καὶ ἐπάγει· ‘μανίαι τε‘: —MTAB μετὰ γὰρ τὴν μανίαν ἡ ἔννοια τῶν κακῶν αὐτὸν ἐδάμαζεν: — M g TAB πῶς φή ς: διὰ τὸ μὴ πρὸς ἔπος ποιήσασθαι τὴν ἀπόκρισιν, τούτου ἕνεκεν λέγει αὐτὸν ἀσαφῶς εἰρηκέναι: —MTAB † ἄλλω ς: ἐπεὶ αὐτὸς μὲν τὴν ἰδέαν ἐπύθετο τῆς νόσου, ὁ δὲ τὸ συνειδὸς ἔφη, τοῦτο δὲ οὐ πάντως νόσος, τούτου χάριν φησὶν αὐτὸν ἀσαφῶς εἰρηκέναι.
sch Or 397 τίς οὖν ἐστιν ἡ ἀπὸ τῆς συνειδήσεως νόσος· ἡ λύπη, ὡς ἑξῆς λέγει: —TAB οὐ τὸ μὴ σαφὲς λέγειν ἐστὶ σοφόν, ἀλλὰ τὸ λέγειν σαφές: —M g B i μανίαι τε μητρὸς αἵματος τιμωρία ι: αἱ τιμωρητικαὶ τοῦ αἵματος τῆς μητρὸς, ἃς ὑφίσταμαι τιμωρίαν ταύτην διδοὺς ὑπὲρ τοῦ τῆς μητρὸς φόνου: —MTA κατὰ κοινοῦ τὸ διαφθείρουσά μ ε: —M g B i ἤρξω δὲ λύσσης πότ ε: καὶ τοῦτο πονηρῶς.
sch Or 401 [5] θέλων γὰρ ἐλέγξαι ὡς θεομισῆ φησιν ἤρξω δὲ λύσσης πότ ε. ἤθελε γὰρ μαθεῖν εἰ χρόνιόν ἐστι τὸ νόσημα καὶ δυσίατον: —MTAB ἐν ᾗ τάλαιναν μητέ ρ ’ ἐξώγκου ν: ἐν ᾗ, ἡμέρᾳ, ὑψηλοποίουν τὸ τῆς μητρὸς μνῆμα: —MTA γράφεται ἐν ᾗ ταλαίνης μητρὸς ἐξώγκουν τάφο ν: —MB i ὅ ἐστι· τὸ χῶμα ἐπέβαλλον: —MT ἐτίμων: —M g πότερα κα τ ’ οἴκου ς: ἀπὸ κοινοῦ τὸ ἤρξ ω, τουτέστιν· ἐν ποίᾳ ἡμέρᾳ ἤρξω καὶ ἐν ποίῳ τόπῳ.
sch Or 403 κακοήθως δὲ καὶ τοῦτο: — MTAB νυκτὸς φυλάσσω ν: μήποτέ τις ἀφέληται τὰ ὀστᾶ.
sch Or 404 ἢ παρατηρῶν πότε σβεσθείσης τῆς φλογὸς ἀφέλωμαι τὰ ὀστᾶ: —TAB ἀντὶ τοῦ φοβεράς, ὡς ὁ ποιητής [Α 47]· ‘νυκτὶ ἐοικώσ‘: —M g εὐπαίδευτα δ ’ ἀποτρέπο υ: κατὰ ἀντίφρασιν, ἀντὶ τοῦ ἀπαιδεύτως.
sch Or 410 [5] ἢ οὕτως· εὐπαιδεύτως δὲ ποιεῖς ὀνομάζειν αὐτὰς Ἐρινύας παραιτούμενος: —MTB ἄλλω ς: ἀπαιδεύτως φυλάττου ὀνομάζειν αὐτάς. πῶς δὲ ἀπαιδεύτως· καλῶν αὐτὰς Ἐρινύας: —MTAB αὗταί σε βακχεύουσι ν: κακοήθως τῷ ὀνόματι ἐχρήσατο 〈ἀντὶ〉 τῆς μανίας.
sch Or 411 [5] κακόηθες δὲ καὶ τὸ ὑπομιμνήσκειν αὐτὸν τοῦ φόνου τῆς μητρός. ἤρκει γὰρ αὗταί σε βακχεύουσι ν. λείπει δὲ ἡ διά, ἵν’ ᾖ διὰ τὸν συγγενῆ φόνον: —MTAB † τὸ δὲ συγγενεῖ φόνῳ διὰ τὴν μητέρα. ἀλ λ ’ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς Ὀρέστης εἶπεν, ὁ δὲ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς πεπραγμένους καὶ κατέκρινεν αὐτὸν [φησὶν Ὀρέστης] χωρὶς κρίσεως: —A γυμνὸν ἐνταῦθα δείκνυται τὸ ἦθος τοῦ Μενελάου· κατέκρινε γὰρ αὐτὸν ἄνευ κρίσεως: —M g B τῶν συμβάντων πραγμάτων: —M g ἀλ λ ’ ἔστιν ἡμῖν ἀναφορ ά: ἐπεὶ εἶπεν ὁ Μενέλαος οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους καὶ κατέκρινεν αὐτὸν δεινὰ πεπραχέναι, φησὶν Ὀρέστης· ἀλλ’ ἔστιν ἡμῖν τῆς συμβάσης τύχης ἀναφορά, ὅ ἐστι· δυνάμεθα τοῦ συμβάντος πράγματος τὴν αἰτίαν ἀναγαγεῖν εἴς τινα, ὥστε μὴ εἶναι ἡμᾶς αἰτίους δεινῶν πράξεων.
sch Or 414 [45] εἶτα ὁ Μενέλαος· μὴ θάνατον εἴπῃς τοῦ πατρός· οὐ γὰρ σοφόν. εἰ γὰρ καὶ διὰ τὸν πατέρα ἀνεῖλες τὴν μητέρα, δεινὰ πέπραχας· σὺ γὰρ οὐκ ὤφειλες θάνατον ἐπαγαγεῖν τῇ μητρί, ἀλλ’ ἡ δημοσία κρίσις. εἶτα Ὀρέστης λέγει ὅτι ὁ Ἀπόλλων ἔκρινε καὶ διὰ τοῦτο οὐ δεινὰ διεπραξάμην, εἴγε θεὸς ὁ κρίνας καὶ κελεύσας. εἶτα ὁ Μενέλαος· τοῦτο, τὸ δεινὸν, ἔκρινεν ἀμαθὴς ὤν. εἶτα Ὀρέστης· εἴτε ἀμαθεῖς εἴτε σοφοὶ οἱ θεοὶ, οὐκ οἶδα, τοῦτο δὲ οἶδα ὅτι δουλεύομεν καὶ πειθόμεθα αὐτοῖς, ὁποῖοι ἄν εἰσιν, εἴτε σοφοὶ εἴτε φαῦλοι. εἶτα ὁ Μενέλαος· εἰ αὐτός σοι ἐκέλευσε, πῶς οὐκ ἐλεεῖ νοσοῦντα καὶ μαινόμενον. εἶτα Ὀρέστης· ἴσως ἐλεήσει, ἀεὶ γὰρ βραδύνει τὸ θεῖον: —MTAB † ἄλλω ς: ὅρα τὸ εὐφυὲς τοῦ ποιητοῦ, πῶς δι’ ἀμφοτέρων τῶν προσώπων τούτων, τοῦ Ὀρέστου καὶ τοῦ Μενελάου, τὰς ἐναντίας τῶν ἀνθρώπων δόξας ὑποδηλοῖ. ἐπεὶ γὰρ οἱ μὲν τῶν ἀνθρώπων λέγουσι τιμωρεῖν τὸ θεῖον τοῖς πάσχουσιν, οἱ δ’ ἀδιαφοροῦσι, διὰ μὲν τοῦ Ὀρέστου τὸ βοηθεῖσθαι παρὰ τοῦ θείου τοὺς κάμνοντας συνίστησι, διὰ δὲ τοῦ Μενελάου σοφιστικῶς ἀπαγορεύει. ἐκεῖθεν δὲ τὴν ὑφὴν τοῦ λόγου προὐκατεσκεύασεν. εἰπόντος γὰρ τοῦ Μενελάου ἀπὸ τοῦ ‘οἶδα μὲν αὐτὰς, ὀνομάσαι δ’ οὐ βούλομαι‘ καὶ καθεξῆς, τοῦ Ὀρέστου εἰς μομφὴν τῶν Εὐμενίδων κινηθέντος ὁ Μενέλαος τρόπον τινὰ τοῦτον ἀπεστρέψατο εἰπὼν αὗταί σε βακχεύουσι συγγενεῖ φόν ῳ, δηλονότι ἃς κατευτελίζεις καὶ οὐ θέλεις καλεῖσθαι Εὐμενίδας λέγων εὐπαίδευτα δ ’ ἀποτρέπου λέγει ν, ἤτοι ἀπόφευγε τὸ προστιθέμενον αὐταῖς ὄνομα, τὸ Εὐμενίδες, παρὰ τῶν εὖ πεπαιδευμένων καὶ σοφῶν λέγειν καὶ λέγε δήπουθεν τὸ οἰκεῖον αὐταῖς ὄνομα ἤγουν αἱ ἀλάστορες, αἱ Τελχῖνες, αἱ φονεύτριαι. πρὸς τὸ βακχεύουσιν ὁ Ὀρέστης ἐπιτατικῶς εἶπε τὸ οἴμοι διωγμῶν οἷς ἐλαύνομαι τάλα ς, ὁ δ’ ἀντεῖπεν οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους ἤγουν μὴ τὰς θεὰς μέμφου, ἑαυτὸν δὲ τὸν αἴτιον τοῦ πάσχειν τὰ δεινὰ ὡς δεινὰ ἐργασάμενον. εἶτα ἐκείνου φεύγοντος τὴν πρᾶξιν καὶ πρὸς τὸν Φοῖβον ταύτην ἀναφέροντος ὁ Μενέλαος ἀπεστρέψατο μὴ εἶναι λέγων τὸ θεῖον ἀμαθὲς τοῦ καλοῦ καὶ τοῦ δικαίου. ἐκείνου δὲ ἐπιμείναντος τῇ ἐνστάσει καὶ λέξαντος ὅτι δουλεύομεν τοῖς θεοῖς, ἤτοι ποιοῦμεν ἃ παρ’ αὐτῶν κελευόμεθα κἂν μὴ λίαν ἐπιστάμεθα τί πρᾶγμά εἰσιν οἱ θεοί, ὁ Μενέλαος τὸν οἰκεῖον βουλόμενος συστῆσαι λόγον ὅτι οὐκ ἐκ θεοῦ ἐκεῖνο, ἀλλ’ ἐκ θυμοῦ τὸ πραχθέν, φησὶν ὅτι πάντως ἂν ἐβοήθησέ σοι ὁ θεὸς, εἴπερ καὶ προσέταξεν. ὡς δ’ εἶπεν ἐκεῖνος μέλλει τὸ θεῖο ν, ἤτοι βραδύνει ἐν ταῖς ἀντιδόσεσι ταῖς φαύλαις τε καὶ ταῖς ἀγαθαῖς ὡς ὂν φύσει τοιοῦτον, σοφιστικῶς ἐκεῖνος ἐπήγαγε τὸ ὡς ταχὺ μετῆλθόν ς ’ αἷμα μητρὸς αἱ θεα ί, ἤτοι ἀπῄτησαν. ἔκλεψε δ’ αὐτὸν διὰ τῆς μέσης ἐρωτήσεως τῆς πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοα ί. ἀποκριθέντος ἐκείνου τὸ πόσον τοῦ καιροῦ, ἀνεῖλεν ἐκεῖ τὸ μέλλει τὸ θεῖον διὰ τοῦ ὡς ταχὺ μετῆλθόν ς ’ αἷμα μητρό ς: —A μὴ θάνατον εἴπῃ ς: ὁ μὲν τὸν Ἀπόλλωνα ᾐνίξατο αἴτιον τῆς μανίας, ὁ δὲ ᾤετο τὸν τοῦ πατρὸς λέγειν θάνατον.
sch Or 415 [10] ἐκκλείων οὖν αὐτὸν ἀπολογίας φησὶ· μὴ λέγε τὸν θάνατον τοῦ πατρὸς μηδ’ αὐτὸς ἁμαρτὼν εἰς τὸν πατέρα ἀνάφερε τὴν ἁμαρτίαν. εὔηθες γὰρ τὸ αὐτόν τινα ἁμαρτάνοντα ἄλλῳ περιτιθέναι τὴν αἰτίαν: —MTB σὺ γὰρ, φησὶν, αὐτὸς αἴτιος τυγχάνεις. ἢ οὕτω· μὴ ὀνομάσῃς τὸν [περὶ] μητρὸς φόνον μηδὲ λέγε ὅτι τοῦτον προστέταξαι παρὰ τοῦ κρείττονος πράττειν. οὐ γὰρ ἁρμόζει θεῷ τὸ πρόσταγμα, ὅθεν σιώπα καὶ κρύπτε τὸ ἀμαθὲς τοῦ δαίμονος. ἢ μὴ εἰς τὴν εἱμαρμένην καὶ τὸν θάνατον ἀνενέγκῃς· οὐ γάρ ἐστι σοφὸν τοῦτο: —MT ἄλλω ς: τὸν θάνατον τοῦ πατρός. τοῦτο γὰρ οὐ βέβαιον· οὐ γὰρ δεῖ ἀντιφονεύειν τοὺς φονέας: —MT ἄλλω ς: ὁ Μενέλαος βουλόμενος αὐτὸν θανεῖν λέγει τὸ νομιζόμενον ὅτι μέλλει〈σ〉 λέγειν θάνατον, ἐν ἑαυτῷ βουλόμενος † ἀγαγεῖν: —T † Φοῖβος κελεύσα ς: ἀπὸ κοινοῦ οὕτως συντάξεις ὅτι ἐκέλευσεν ἂν τοῦτο ὁ Φοῖβος καὶ ἐπιστεύθης ἀληθεύειν, ἐὰν ἦν ἀμαθέστερος καὶ πλέον σοῦ ἀμαθὴς τοῦ καλοῦ καὶ τοῦ δικαίου.
sch Or 416 [5] τοῦτο δὲ εἶπεν ὡς φαυλίσας τὴν ἀναφορὰν, ὡς τάχα ψευσαμένου τοῦ Ὀρέστου καὶ τούτῳ τῷ τρόπῳ φεύγοντος τὴν μομφὴν τοῦ μητρικοῦ φόνου. κρείσσων γὰρ ἦν ἡ αἰτία, ἐὰν ἦν αὕτη ὁ θάνατος τοῦ πατρός, τοῦ θεὸν *** : —A ἀμαθέστερός γ ’ ὤ ν: εἰ τοῦτο ἐκέλευσεν, ἀμαθής ἐστιν, ἵνα ἐκ τῶν ἐναντίων δηλώσῃ ὅτι οὐκ ἐκέλευσεν ὁ θεός· οὐ γάρ ἐστιν ὁ θεὸς ἀμαθής: —MTAB ἄλλω ς: μετὰ συλλογισμοῦ τοῦτο εἴρηκεν· εἰ γὰρ οὐκ ἀμαθὴς ὁ θεός, δῆλον ὅτι οὐδὲ προσέταξε τοῦτο ποιεῖν: —MTAB ἀντὶ τοῦ ἀμαθής ἐστιν: —M g δουλεύομεν θεοῖ ς: † ἀνθρώπων ἐχόντων τὴν μορφήν.
sch Or 418 [5] ἢ ὁποίας ὦσι δυνάμεως καὶ κρίσεως, δουλεύομεν αὐτοῖς. τοῦτο δὲ πρὸς τὸ ἀμαθέστερο ς: —MTB ὅ τι πο τ ’ εἰσὶ〈ν οἱ〉 θεο ί: ἀκαίρως τοῦτο: ἑώρακε γὰρ τὸν Ἀπόλλωνα καὶ ἀκήκοεν αὐτὸν αἴτιον· ὡσεί τις ἰδὼν ἀετὸν λέγει· τί ποτέ ἐστιν· ἦ ἀετός: —MTB δουλεύομε ν: ἀνεπίγνωστον γὰρ ἔχουσι τοῖς ἀνθρώποις τὴν γνώμην. ὁποίας ἄρα, φησὶν, εἰσὶ δυνάμεως, δουλεύομεν αὐτοῖς: —A κᾆ τ ’ οὐκ ἀμύνε ι: πανούργως ἔχει πᾶσα ἡ ἐρώτησις.
sch Or 419 [5] ὁ μὲν γάρ φησιν ὅτι ὁ Ἀπόλλων μοι ἐκέλευσεν ἀνελεῖν τὴν μητέρα, ὁ δὲ ἀντεπάγει· καὶ πῶς ὁ κελεύσας ἀνελεῖν τὴν μητέρα οὐκ ἐλεεῖ σε μαινόμενον. τοῦ δὲ εἰπόντος ὅτι μελλητικόν ἐστι τὸ θεῖον, πάλιν ὁ Μενέλαός φησι· πῶς οὖν Ἐρινύες σε ταχέως μετῆλθον· οὐκ εἰσὶ καὶ αὗται θεαί. ἐλέγχει οὖν αὐτὸν ὡς καταψευδόμενον: —MTB πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοα ί: ἐχρῆν εἰπεῖν πόσῳ χρόνῳ.
sch Or 421 τὸ δὲ μητρός κακοήθως καὶ δυσωπητικῶς: —MTB ὡς ταχὺ μετῆλθόν ς’: διὰ τούτων ἐλέγχει αὐτὸν ὡς ἀθέως πεπραχότα τὸν φόνον, ὅπου γε αἱ μὲν Ἐρινύες εὐθέως τῇ μητρὶ συνεμάχησαν, ὁ δὲ Ἀπόλλων ἀναβάλλεται τὴν συμμαχίαν.
sch Or 423 [5] καὶ ἀνθυποφορά ἐστι τοῦ εἰρημένου ὑπὸ Ὀρέστου τὸ θεῖόν ἐστι τοιοῦτον φύσε ι: — MTAB οὐ σοφό ς: οὐ σοφὸς διαρρήδην μοι ὀνειδίζων τῆς μητρὸς τὸ αἷμα, ἀληθὴς δέ.
sch Or 424 [15] ἀληθὲς γὰρ διὰ τὸν φόνον ἀμύνεσθαι αὐτὸν τὰς Ἐρινύας: —M i TAB † ἄλλω ς: πρὸς ὃ κλαπεὶς ὁ Ὀρέστης εἰς κολακείαν αὐτοῦ προὔθετο τὸ οὐ σοφὸ ς , ἀληθὴς δ ’ εἰς φίλους ἔφυς κακό ς. τοῦτο δὲ τὸ ἔπος ἐναντιοφανές ἐστιν. ἐναντιοφανῆ δὲ λέγεται τὰ ῥητὰ τὰ μὴ τῇ κειμένῃ φράσει συναρμοζόμενα, νοήματι δὲ ἢ συντάξει θεραπευόμενα. σκόπει γὰρ ὅτι πρὸς ὕβριν ἐστὶ τοῦ Μενελάου τὸ οὕτως εἰπεῖν ‘οὐ σοφὸς ἔφυς, ἀληθὴς δὲ καὶ τέλειος κακὸς εἰς τοὺς φίλουσ‘ καὶ ποῦ δέον τὸν ἱκέτην ὑβρίζειν τὸν ἱκετευόμενον. θεραπεύεται δὲ τὸ ἔπος τῇ συντάξει οὕτως· οὐ σοφὸς κακὸς εἰς φίλους ἔφυς, ἀληθὴς δὲ ἔφυς σοφός. τὸ δὲ νόημα τοιοῦτον· σοφὸς μὲν ἀληθὴς λέγεται ὁ ὄντως σοφός, σοφὸς δὲ κακὸς ὁ σοφιστὴς καὶ ἀπατεὼν καὶ πιθανολογούμενος. λέγει τοίνυν αὐτῷ κολακικῶς ὅτι 〈οὐκ〉 ἐσόφισάς με, ὦ Μενέλαε, εἰπόντα βραδὺ εἶναι τὸ θεῖον πρὸς συνασπισμὸν ἀντειπὼν ὡς ταχὺ μετῆλθόν ς ’ αἷμα μητέρος θεα ί, σὺ δὲ ἀληθὴς εἶ σοφὸς, οὐ κακὸς σοφὸς εἰς φίλους, ἤγουν διὰ τῆς σοφιστείας καὶ πιθανότητος πλανήτης τῶν φίλων: —A ἀντὶ τοῦ ὑπάρχεις: —M g πατρὸς δὲ δὴ τί ς ’ ὠφελεῖ τιμωρί α: ἐν ἐρωτήσει ὁ λόγος ἀντὶ τοῦ· τὸ τῆς ἀναιρέσεως τοῦ πατρὸς τιμωρίαν σε λαμβάνοντα φονεῦσαι τὴν μητέρα τί δύναται συνάρασθαί σοι πρὸς τὸ μηδὲν παθεῖν ὡς φονέα.
sch Or 425 [5] ἢ οὐ προέστη σου ὁ πατὴρ, ὥστε ἀποσοβῆσαι τὰς Ἐρινύας: — MTAB οἱ Ἀττικοὶ προπαροξύνουσι· [μόνον τοῦτο] τιμώρια. τὸ δὲ 〈δη〉 τι ς ’ ἄμεινον βαρύνειν· δὴ τί ς’: —M i TB τὰ πρὸς πόλιν δὲ πῶς ἔχει ς: πονηρῶς πάλιν ἐρωτᾷ, ἵνα, εἰ μὲν εὐμενεῖς ἔχει τοὺς πολίτας, ἀφέξηται τοῦ ἐπιχειρήματος, εἰ δὲ ἐχθραίνοντας, ἐπιθέμενος κρατήσῃ: —MTAB οὐ δ ’ ἥγνισαι σὸν αἷμ α: νόμος γὰρ ἀποκαθαίρεσθαι τοὺς ἐμφύλιον φόνον πεπραχότας.
sch Or 429 ὁ δὲ νοῦς· οὐκ ἐκαθάρθης ἀπὸ τοῦ ὑπὸ σοῦ πεπραγμένου φόνου. ἢ σὸν αἷμα ἀντὶ τοῦ συγγενικὸν φόνον: —MTAB ἀντὶ τοῦ φιλονεικοῦσιν ἐκβάλλειν σε τῆς γῆς σπουδάζοντες: — M g A g ἐκδιώκουσιν [ἐνήλλακται δὲ ἡ πτῶσις]: —M Οἴαξ τὸ Τροίας μῖσο ς: Ναυπλίου καὶ Κλυμένης τῆς Κατρέως ἐγένοντο Οἴαξ καὶ Παλαμήδης.
sch Or 432 [25] ὁ δὲ Παλαμήδης ἀπελθὼν εἰς Τροίαν τὰ μέγιστα ὤνησε τὸν Ἑλληνικὸν λαόν. λιμωσσόντων γὰρ ἐν Αὐλίδι καὶ περὶ τὴν διανομὴν τοῦ σίτου δυσχεραινόντων τε καὶ στασιαζόντων, πρῶτον μὲν τὰ Φοινίκια διδάξας γράμματα αὐτοὺς ἴσην τε καὶ ἀνεπίληπτον τὴν διανομὴν ἐν τούτοις ἐπραγματεύσατο. ἔπειτα καὶ περὶ κύβους ἔτρεψεν αὐτῶν τὴν ὀλιγωρίαν καὶ μέτρα ἐξεῦρε καὶ ψῆφον ὥστε μέγα σχεῖν ὄνομα παρὰ τοῖς Ἕλλησιν. ἐπὶ τούτῳ δὲ φθονήσαντες οἱ περὶ Ἀγαμέμνονα καὶ Ὀδυσσέα καὶ Διομήδην τοιόνδε τι σκευωροῦσι κατ’ αὐτοῦ. λαβόντες γὰρ Φρύγα αἰχμάλωτον χρυσίον κομίζοντα Σαρπηδόνι ἠνάγκασαν γράψαι Φρυγίοις γράμμασι περὶ προδοσίας ὡς παρὰ Πριάμου πρὸς Παλαμήδην. καὶ τοῦτον μὲν φονεύουσι, θεράποντα δὲ Παλαμήδους πείθουσι χρήμασιν ἅμα τοῖς Τρωϊκοῖς χρήμασι καὶ τὸ γραφὲν πινάκιον ὑπὸ τὴν κλίνην θέσθαι Παλαμήδους. αὐτοὶ δὲ παρελθόντες προδοσίαν κατήγγελλον τοῦ ἥρωος καὶ φωραθῆναι τὴν σκηνὴν ἐκέλευον. εὑρεθέντος δὲ τοῦ πινακίου καὶ τῶν χρημάτων ὑπὸ τὴν κλίνην λίθοις φονεύεται Παλαμήδης. Ναύπλιος δὲ ἀκούσας ἧκεν εἰς Ἴλιον δικάσαι τὸν φόνον τοῦ παιδός. τῶν δὲ Ἑλλήνων κατολιγωρούντων αὐτοῦ πρὸς τὸ κεχαρισμένον τοῖς βασιλεῦσιν ἀποπλεύσας εἰς τὴν πατρίδα καὶ πυθόμενος ἀποπλεῖν τοὺς Ἕλληνας ἧκεν εἰς Εὔβοιαν καὶ χειμῶνα φυλάξας φρυκτωρίας ἧψε περὶ τὰς ἄκρας τῆς Εὐβοίας. οἱ δὲ εὐεπίβατον νομίσαντες τὸν τόπον προσορμίζονται καὶ ἐν ταῖς πέτραις ἀπόλλυνται: —MTAB ἄλλω ς: τὸν Παλαμήδους θάνατον οἱ μὲν ἐν Γεραιστῷ, οἱ δὲ ἐν Τενέδῳ, οἱ δὲ ἐν Κολωναῖς τῆς Τρῳάδος ὑποτίθενται. φασὶ δὲ αὐτὸν εὑρεῖν φρυκτωρίας καὶ μέτρα καὶ σταθμοὺς καὶ πεττοὺς καὶ γράμματα καὶ φυλακὰς καὶ ἀστραγάλους: —MTAB ἀντὶ τοῦ 〈τὸ〉 ἐπὶ Τροίας μῖσος τοῦ πατρὸς ἀναφέρων εἰς ἐμέ. ἐνήλλακται ἡ πτῶσις: —M g A g διὰ τριῶν δ ’ ἀπόλλυμα ι: πρῶτον τῶν πολιτῶν, δεύτερον Οἴακος.
sch Or 434 [5] διὸ ἐπάγει τίς ἄλλο ς, ἵνα πληρώσῃ τοὺς τρεῖς. τινὲς δὲ τριῶν φασι τῶν Ἐρινύων. προεῖπε γὰρ [408] ἔδο ξ ’ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρα ς. τινὲς δέ φασι τῆς συνέσεως, τῆς λύπης καὶ τῆς μανίας. ἐν δὲ τοῖς Καλλιστράτου γέγραπται· ἐπιζητήσειεν ἄν τις πῶς διὰ τριῶν εἴρηκεν, εἰ μὴ διὰ τὸ Ἀγαμέμνονα καὶ Διομήδην καὶ Ὀδυσσέα μετασχεῖν τοῦ φόνου Παλαμήδους: —MTAB ἀντὶ τοῦ διὰ πολλῶν: —M g πάλιν φιλοπράγμονος ὁ Μενέλαος παραγυμνοῖ τὸ ἦθος φροντίζων περὶ τῆς βασιλείας: —M g TAB τὸ οἵτινες οὐ πρὸς τὴν πόλιν, ἀλλὰ πρὸς τοὺς ἐν τῇ πόλει: — M g AA g τί δρῶντε ς: εἰπέ μοι σαφῶς ὃ ἔχεις εἰπεῖν· τί δρῶντες οὐκ ἐῶσί σε ζῆν.
sch Or 439 [5] οὐ γὰρ αἰτιῶδες νῦν τὸ ὅτ ι, ἀλλὰ ἀντὶ τοῦ τί Ἀττικῶς: —MTAB ἄλλω ς: ὁ λόγος· εἰπέ μοι σαφῶς ὅ τι δρῶντες οὐκ ἐῶσί σε ζῆν. καὶ ἔστιν Ἀττικὸν, τὸ ὅ τι ἀντὶ τοῦ τί. ἐὰν δὲ γράφηται ἢ τ ί, ὁ στίχος οὕτως· τί δρῶντες· ἢ τί καὶ σαφὲς εἰπεῖν ἔχεις: —MTAB γράφεται χθονό ς: —A g πάντων πρὸς ἀστῶ ν: τοῦτο καθ’ ἑαυτό.
sch Or 446 βραχέως, φησὶ, καὶ συντόμως εἴρηκα ὅπερ ἔδει: —M i TA g B i καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχ ε: Ἀττικὸν, ἀντὶ τοῦ ἀπόλαβε τὰ κατὰ σαυτὸν φυλάσσων.
sch Or 451 ὅμοιόν ἐστι τῷ [Sophocl. frg. 807] ‘εὐφημίαν μὲν πρῶτα κήρυξας ἔχω‘, ἀντὶ τοῦ ἐκήρυξα: —MTAB i ἀντιλαμβάνου: —M g A g ἔδει οἱ συγγενεῖς εἰπεῖν: —B i οἱ φίλοι, εἰ μὴ ἐπὶ ταῖς συμφοραῖς τῶν φίλων εἰσὶ φίλοι, οὐδέ εἰσι φίλοι, ἀλλὰ λόγῳ μέν εἰσιν, ἔργῳ δ’ οὔ: —M i B i τὸ ἑξῆς· γέροντι ποδὶ βαδίζει ἐνταῦθα: —M g AB i Τυνδάρεως μελάμπεπλο ς: Οἰβάλου τοῦ Περιήρους παῖδες οὗτοι· Τυνδάρεως, Ἰκάριος, Ἀρήνη, καὶ νόθος ἐκ Νικοστράτης Ἱπποχόων.
sch Or 457 [5] οὗτοι μετὰ θάνατον Οἰβάλου ἐστασίασαν περὶ τῆς ἀρχῆς. Ἰκάριος δὲ συνθέμενος μετὰ Ἱπποκόωντος ἐξελαύνει τὸν Τυνδάρεων τῆς Σπάρτης. ὁ δὲ οἰκεῖ ἐν τοῖς ἐσχάτοις τῆς Λακεδαιμονίας καὶ γαμεῖ Λήδαν τὴν Θεστίου τοῦ Αἰτωλοῦ, ἐξ ἧς ἔσχε Κάστορα καὶ Πολυδεύκην καὶ Τιμάνδραν καὶ Κλυταιμνήστραν καὶ Ἑλένην. ὕστερον δὲ Ἡρακλῆς ἐπὶ τῷ φόνῳ τοῦ Οἰωνοῦ φονεύσας Ἱπποκόωντα ἅμα τοῖς παισὶ καὶ καταγαγὼν τὸν Τυνδάρεων ἀπὸ Φρίξης καὶ Πελλήνης ἐγχειρεῖ αὐτῷ τὴν ἀρχὴν τῆς Σπάρτης. ἐγάμει γὰρ Ἡρακλῆς Δηϊάνειραν τὴν Λήδας ἀδελφιδῆν: — MTAB δείκνυται τῇ κουρᾷ τῇ ἐκθέσμῳ ὅτι ἐπὶ πένθει ἐξύρηται: — M g A 1 ἀντὶ τοῦ ἐξυρημένος: —M g πολλὰ δὲ φιλήμα τ ’ ἐξέπλησ ε: ἀντὶ τοῦ πολλῶν φιλημάτων με ἐξεπλήρωσεν, ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘: — MTAB † ἐξηριθμήσατο καὶ ἐπλήρωσε τὴν ἐπιθυμίαν: —A ἄλλω ς: ἀντὶ τοῦ τὴν ἐπιθυμίαν τῶν φιλημάτων εἰς ἐμὲ ἐτέλεσεν: — MTAB τὸν Ἀγαμέμνονο ς: ὡς περὶ ἑτέρου φησίν.
sch Or 462 ἀντὶ τοῦ εἰπεῖν περιφέρων ἐμὲ εἶπε τὸν Ἀγαμέμνονο ς. ἀντὶ τοῦ ἐμὲ, παῖδα ὄντα: —MB τιμῶντε μ ’ οὐδὲν ἧσσο ν: τιμῶντές με οὐδὲν ἧττον ἢ τοὺς Διοσκόρους.
sch Or 465 Ἀττικὴ δὲ ἡ σύνταξις, ἀντὶ τοῦ οὐκ ἔλαττον τῶν Διοσκόρων: —MTB ποῖον ἐπίπροσθεν νέφο ς: ποίαν Ἄιδος κυνέην ἢ ποῖον νέφος προβάλωμαι: —MB i ἐν προσώπῳ θῶμαι: —M g ἵνα μὴ ὁρῶμαι ὑπ’ αὐτοῦ: —M g A g B i οὐκ ἐπιζητεῖ τὴν Ἑλένην δυσαρεστῶν τοῖς πεπραγμένοις αὐτῇ: — M g AB χοὰς χεόμενο ς: εὐοικονομήτως ἐποίησε τὸν Τυνδάρεων ἀπὸ τῆς Σπάρτης διὰ τὰς χοὰς τῆς θυγατρὸς ἐληλυθέναι, ἵνα εὐκαίρως τῷ Μενελάῳ καὶ τῷ Ὀρέστῃ διαλεχθῇ: —MTAB εἰς τὸ Ἄργος: —B i ἔ α · τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδένα ι: εἰ γὰρ ᾔδειν παρόντα Ὀρέστην, ἥκιστα ἂν ἐληλύθειν.
sch Or 478 ἔοικε, φησὶ, τῷ ὄντι κακὸν εἶναι τὸ μὴ εἰδέναι τὸ μέλλον. ἦ γὰρ ἂν οὐκ ἦλθον, εἰ τοῦτον προσεδόκων ἐνθάδε: —MTAB πρὸ δωμάτων δράκω ν: εἶδος ἀντὶ εἴδους ἔλαβεν· γένος μὲν γὰρ ὁ ὄφις, εἶδος δὲ ὁ δράκων καὶ ἔχις καὶ τὰ λοιπὰ τῶν ὄφεων· νῦν δὲ δράκων ἀντὶ τοῦ ἔχις.
sch Or 479 [5] οὗτοι γὰρ οὐκ ἐξ ὠῶν γεννῶνται, ἀλλὰ ζῳοτοκοῦνται καὶ τικτόμενοι διαρρηγνύουσι τὰς τῶν μητέρων γαστέρας, ὥς φησι Νίκανδρος [Ther. 134]· ‘γαστέρ’ ἀναβρώσαντες ἀμήτορες ἐξεγένοντο‘. διὸ ἔχιν αὐτὸν ὡς μητροκτόνον φησίν: —MTAB ἀντὶ τοῦ ἄγριος ὡς δράκων, ὅτι ὠμῶς ἔπραξεν. λείπει δὲ τὸ ὡς, ἵν’ ᾖ· ὡς δράκων: —M g TAB τὴν μανίαν λέγει: —MA g νόσον δηλονότι.
sch Or 480 ὅ ἐστιν ὠδίνει: —MA Μενέλαε προσφθέγγῃ νι ν: προσφθέγγῃ αὐτὸν, τὴν ἀνοσίαν κεφαλήν.
sch Or 481 ἔθος γὰρ ἦν μὴ διαλέγεσθαι τοῖς ἐναγέσιν: —MTAB γράφεται καὶ ἀκάθαρτον κάρ α. εἶπε δὲ τοῦτο, ὅτι οὐκ ἦν καθαρός: —MTB φίλου μοι πατρός ἐστιν ἔκγονο ς: δέον εἰπεῖν ὅτι τοῦ ἀδελφοῦ μου υἱός ἐστι, φησὶ τοῦ πατρός μου ἔκγονος.
sch Or 482 [5] ἔκγονος γὰρ τοῦ Ἀτρέως Ὀρέστης: —MTAB ἄλλω ς : φίλου μοι πατρό ς: ὅ ἐστι συγγενοῦς μοι πατρὸς υἱός. πάλιν δὲ τὸ κακόηθες τοῦ ἀνδρὸς δείκνυται, ὅτι τὸν ἀδελφὸν φίλον εἶπεν: —MTB γράφεται ἀ φ ’ Ἑλλάδο ς: —M i τὸν πρὸς γένους συγγενῆ: —M g B i εἰς παροιμίαν ὁ στίχος οὗτος ἐχώρησιν: —M i B i καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλει ν: σὺ τοίνυν ἀδικεῖς τοὺς νόμους ἀγαπῶν τὸν μιαιφόνον.
sch Or 487 [5] ὁ δέ φησιν ὅτι ἀναγκάζει με τὸ συγγενές: —MTAB ἄλλω ς: ἐπεὶ Ὀρέστης καὶ παρὰ νόμους καὶ παρὰ φύσιν τὴν μητέρα ἀνεῖλε, καίτοι, φησὶν, Ἑλληνικὸν τὸ μὴ κρείττονα τῶν νόμων ἐθέλειν εἶναι καὶ φθάνειν τὴν τούτων βούλησιν: —MTAB πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐσ τ ’ ἐν τοῖς σοφοῖ ς: ἡ τῆς φύσεως ἀνάγκη, ὅ ἐστιν ἡ συγγένεια, πάντα δουλοῖ κατά τε τὴν κρίσιν τῶν νόμων καὶ τῶν σοφῶν.
sch Or 488 [15] δοῦλον οὖν ἀντὶ τοῦ δουλοποιόν· οὐχ οἷόν τε γὰρ παραιτήσασθαι τὴν συγγένειαν: —MTAB ἄλλω ς : δοῦλο ν: δουλοποιόν, τουτέστι· παρὰ τοῖς φρονίμοις ἡ ἀνάγκη νικᾷ. τιμῶμεν οὖν τὸν Ὀρέστην διὰ τὴν συγγένειαν καὶ δουλεύομεν τῇ ἀνάγκῃ ταύτῃ: —MTAB ἄλλω ς: πᾶν τὸ ἐξ ἀνάγκης δοῦλόν ἐστι καὶ ὑπήκοον, οἷον· πάντα κατὰ ἀνάγκην ποιοῦμεν. καὶ κατὰ τὴν τῶν σοφῶν κρίσιν πάντα τὰ ἀπὸ ἀνάγκης δουλοῖ καὶ ὑπηκόους ποιεῖ τοὺς ἀνθρώπους. καθὸ προείρηκεν ἐπὶ τοῦ Ὀρέστου εἰ δὲ δυστυχε ῖ , τιμητέο ς, διὰ τοῦτο καὶ νῦν εἶπε 〈 πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐσ τ ’ ἐν τοῖς σοφοῖς 〉. ἔστι δὲ ὁ λόγος ὅτι τιμᾶν ἀναγκαῖον τὸν Ὀρέστην διὰ τὴν συγγένειαν. ταῦτα δὲ ἐν ὑποκρίσει λέγει, οὐ σπουδῇ. ὁ δὲ Ἀριστοφάνης φησὶ *** πᾶν τὸ ἐξ ἀνάγκης γινόμενον δουλοῖ, οἷον ταπεινοῖ, κατὰ τὴν τῶν σοφῶν κρίσιν. δύναται καὶ οὕτως· πᾶν τὸ ἀναγκαῖον δοῦλόν ἐστιν, οἷον ὑπήκοον, καὶ πάντα κατὰ ἀνάγκην ποιοῦμεν διότι δουλοῖ πᾶν: —MTAB τὸ Ἑλληνικὸν φρόνημα: —M g B i ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρα ς: πρὸς τῷ εἶναί σε γέροντα καὶ ὀργίλος εἶ.
sch Or 490 [10] διὰ τοῦτο, φησὶ, παραιτῇ τὰ αὐτὰ τοῖς σοφοῖς φρονεῖν, ἐπεὶ συνελθοῦσα τῷ γήρᾳ σου ἡ ὀργὴ ἀπαίδευτόν σε ποιεῖ· ὡς καὶ Σοφοκλῆς [frg. 808]· ‘ὀργὴ γέροντος ὥστε μαλθακὴ κοπὶς † ἐν χειρὶ θήγει, ἐν τάχει δ’ ἀμβλύνεται‘: —MTAB ἡ ὀργή σου καὶ τὸ γῆράς σου ἅμα γεγονότα οὐ σοφόν σε ποιεῖ: — MTAB αὐτὸ καθ’ ἑαυτὸ τὸ γῆρας μελαγχολικώτερόν ἐστι τῆς νεότητος· εἰ δὲ συμβῇ τοὺς γέροντας ὀργισθῆναι, διπλάσιον γίνεται τὸ κακόν. τὸ γῆράς σου οὖν, φησὶν, ἅμα ὀργῇ γεγονὸς οὐ σκοπεῖ τὸ δέον: —MTAB ὀργῇ διὰ τοῦ ι : —M i πρὸς τόν δ ’ ἀγὼν τίς σοφίας ἥκει πέρ ι: οἷον· ἡ περὶ τὸν Ὀρέστην μητροκτονία οὐ δεῖται ἀγῶνος σοφίας.
sch Or 491 [5] προῦπτος γὰρ ἡ κρίσις, ὥστε μάτην ἡμᾶς οὐ σοφοὺς ἀπεκάλεσας. οὐ σοφισμάτων γὰρ προσδεῖται ἡ κρίσις, τουτέστιν· οὐ καιρὸς ἡμᾶς περὶ σοφίας ἀγωνίζεσθαι· περὶ γὰρ μητροκτονίας ἐστὶν ὁ λόγος: —MTAB ἐπεὶ εἶπεν ὁ Μενέλαος καὶ τὸ γῆρας οὐ σοφό ν, φησὶν ὁ Τυνδάρεως ὅτι τίς χρεία ὅλως σοφίας, ὅπου γε προφανὲς τοῦ Ὀρέστου τὸ πλημμέλημα: —MTAB ἐρωτηματικῶς: —M g οὐ κατενόησεν, οὐ κατέμαθεν: —M g B i οὐ δ ’ ἦλθεν ἐπὶ τὸν κοινό ν: ὡς ἐπὶ ὁδοῦ· οὐκ ἐβάδισε κατὰ τὸν Ἑλληνικὸν νόμον.
sch Or 495 ὁ γὰρ νόμος οὐκ ἐπιτρέπει αὐτόχειρά τινα γίνεσθαι: —MTAB πληγεὶς τῆς ἐμῆ ς: οὐκ εἶπεν ὑπὸ Αἰγίσθου, ἀλλὰ τὴν δοῦσαν τὴν ἀρχὴν αἰτίαν ἡγήσατο: —M i TAB i ὅπερ ἔχθιστον ἔργον, πληγῆναι τὸν Ἀγαμέμνονα ὑπὸ τῆς ἰδίας γαμετῆς: —M i TB i ἀντὶ τοῦ πρέπουσαν: —M g B ταύτην ὁσίαν δίκην φησὶ, τὸ φυγαδεῦσαι μόνον αὐτήν: —B ὁσίαν διώκον τ’: ἀντὶ τοῦ κατηγοροῦντα.
sch Or 501 [10] καὶ οὕτως ἂν, φησὶ, τοῦ κακοῦ τὸ σῶφρον ἐπελέξατο διώκων καὶ μὴ φονεύων καὶ τὴν πρέπουσαν τιμωρίαν ἀπῄτησεν ἂν ἐκβαλὼν τὴν μητέρα καὶ νόμῳ πειθαρχῶν ἐφαίνετο. ἢ οὕτως· ἀνθ’ ἧς ὑπέμεινε συμφορᾶς ἔδοξεν εἶναι σώφρων: —MTAB ἄλλω ς: εἰ φυγῇ μόνον ἦν ζημιώσας τὴν μητέρα, οὕτως ἂν ἔδοξε σωφρόνως κεχρῆσθαι τῇ τιμωρίᾳ τῇ κατὰ τῆς συμφορᾶς τοῦ πατρός [ἢ τῆς μητρός]: —MTAB τὸ σῶφρόν τ ’ ἔλαβεν ἂ ν: καὶ σωφρόνως καὶ ἐγκρατῶς ἔμελλε τὰ τῆς συμφορᾶς τιμωρεῖσθαι.
sch Or 502 [5] ἢ σῶφρον εἶπε τὸ μέτριον, συμφορὰν δὲ τὴν τιμωρίαν, ἵν’ ᾖ· μετρίως γ’ ἂν τὴν τιμωρίαν ἐλάμβανε φυγῇ ζημιώσας αὐτήν. μετριωτέρα γὰρ αὕτη ἡ τιμωρία τοῦ θανάτου: —MTAB εἰς τὸν αὐτὸν δ〈αίμον 〉 ’ ἦλθ ε: εἰς τὴν αὐτὴν ἁμαρτίαν· καὶ γὰρ παρανόμως ἐφόνευσε.
sch Or 504 πλέον δὲ τοῦτο κακόν· οὐ γὰρ δίκαιόν ἐστι γυναικὶ πρὸς ἄνδρα ὅσον υἱῷ πρὸς μητέρα. ὁ μὲν γὰρ φύσει ἐστὶν υἱὸς, ὁ δὲ ἀνὴρ συγγενής: —MTAB i εἰ τόν δ ’ ἀποκτείνειε ν: καθ’ ὑπόθεσίν ἐστιν ὁ λόγος.
sch Or 508 ὡς ἐν παραδείγματι ταῦτά φησι. ἀντὶ τοῦ εἴ τινα. τὸ τόνδε ὡρισμένον ἔλαβεν ἀντὶ ἀορίστου τοῦ τινά: —MTB εἶτα ὁ ἐξ ἐκείνου γενόμενος ἐκδικήσει τὸ προγονικὸν αἷμα: — MTAB i ἀντὶ τοῦ ἔνοχος αἵματος: —MM i TB i εὐκτικόν ἐστι· κυροῖμι κυροῖς κυροῖ: —MTAB i φυγαῖσι δ ’ ὡσίου ν: ἀντὶ τοῦ ἐκάθαιρον, ὁσίους καὶ καθαροὺς ἐποίουν.
sch Or 515 τὸ δὲ μὴ ἀνταποκτείνειν ὅσιον ἐνόμιζον: —MTAB ὅσιον νομίζειν: —M g ἀπὸ κοινοῦ τὸ ὁσιοῦ ν: —M i T ἀντὶ τοῦ ἐνέχεσθαι: —M g B i τὸ λοίσθιον μίασμ α: τὸ ἔσχατον, τὸ 〈μὴ〉 ἀφ’ ἑτέρου εἰς ἕτερον διαβαῖνον.
sch Or 517 [5] Ὅμηρος [Ψ 536] ‘λοῖσθος ἀνὴρ ὥριστοσ‘. εἷς δὲ, φησὶν, ὁ πρὸς τῷ τέλει ἤμελλεν εἶναι μεμιασμένος, ὁ ὕστατος, ὁ μηκέτι ἔχων ἕτερον μεθ’ ἑαυτόν. οἷον· εἷς ἕνα φονεύει κατὰ διαδοχὴν, καὶ οὐδείς ἐστι μύσους αἴτιος, ἐν ὅσῳ φονεύεσθαι μέλλει, εἰ μὴ εἷς. ἐκεῖνος μέντοι ὁ μὴ φονευθησόμενος μεμιασμένος ἐστὶν, ὁ πρὸς τῷ τέλει: —MTAB i τὸ θηριῶδες τοῦτ ο: τοῦτο διὰ τὸ λεγόμενον περὶ τῶν ἐχιδνῶν ὅτι μετὰ τὴν συνουσίαν φονεύει τὸν ἄρρενα ἡ ἔχιδνα, οἱ δὲ γεννώμενοι ὥσπερ τιμωρούμενοι τὸν τοῦ πατρὸς φόνον διατρήσαντες τὴν κοιλίαν τῆς μητρὸς καὶ φονεύσαντες αὐτὴν γεννῶνται ὡς Νίκανδρος ἐν τοῖς Θηριακοῖς [130 sq.
sch Or 524 ]. οἷς ὅμοιόν ἐστι καὶ τὸ κατ’ Ὀρέστην καὶ Κλυταιμνήστραν γενόμενον: —MTAB ἐπεὶ τί ν ’ εἶχε ς , ὦ τάλα ς , ψυχὴν τότ ε: ἰδίως ἀπέστρεψε τὸν λόγον καὶ διαλέγεται πρὸς αὐτὸν ὁ περὶ τούτου πρὸ ὀλίγων ἐγκαλῶν Μενελάῳ: —MTB δακρύοις γέρον τ ’ ὀφθαλμό ν: καίπερ, φησὶν, ἐγὼ μὴ γενόμενος θεατὴς τῶν κακῶν τούτων ὅμως δακρύω, σὺ δὲ θαυμαστὸς τῆς ἀπηνείας ὁ καὶ πρὸς τὴν θέαν ἀντισχών: —MTAB i ἓν οὖν λόγοισι τοῖς ἐμοῖ ς: ὅ ἐστι· κεφάλαιον ἔχω προσθεῖναι τοῖς ἐμοῖς λόγοις: —MTB ὁμορροθε ῖ: ἀντὶ τοῦ ἀκολουθεῖ καὶ συμφωνεῖ.
sch Or 530 [5] θέλει δὲ εἰπεῖν ὅτι τοῖς ἐμοῖς λόγοις ἐκεῖνο τὸ κεφάλαιον ἔχω προσθεῖναι, τὸ ὑπὸ θεῶν σε μισεῖσθαι πλανώμενον: —MTAB τί μαρτύρω ν: ἀντὶ τοῦ· οὐ δεῖ με πλείονας ζητεῖν μάρτυρας· αὐτὰ δυνατὸν ὁρᾶν τὰ πράγματα: —A ἀντὶ τοῦ· ἵνα οὖν μάθῃς: —M g B i θυγάτηρ δ ’ ἐμὴ θανοῦ ς ’ ἔπραξε ν: ἔπαθε μὲν δίκαια, καθὸ ἀπέθανε, καὶ δικαίαν τιμωρίαν δέδωκε· καθὸ δὲ ὑπὸ τούτου ἀπέθανεν, ἠδίκηται: —MTAB ἀντὶ τοῦ εἰς τοῦτο: —M i B i μεγάλας.
sch Or 543 ἢ φανερὰς, ὡμολογημένας: —M g B δέδοικα λέγειν· ἴσως γάρ σε λυπήσω: —M i ὅσιος δ ’ ἕτερον ὄνομ α: καθ’ ἕτερον ὄνομα.
sch Or 547 οἷον κατὰ τὸ ἐναντίον τοῦ ἀνοσίου, τὸ ὅσιον· ἀνόσιος μέν εἰμι τὴν μητέρα κτανὼν, τετύχηκα δὲ τοῦ ὁσίου ὀνόματος καθ’ ἕτερον τρόπον, ἢ μέρος: —MTAB ὅ ἐστιν ἀπόστα, καὶ δεόντως ἀπολογήσομαι: —M i TA ἄλλω ς: ἀντὶ τοῦ· σὺ ἀναχώρει καὶ τὰς ἀληθείας ἐρῶ: —M i TAB ἀντὶ τοῦ· ἐξίστησι τοῦ λέγειν: —M i τῷ λόγῳ προβαίνω: —M g B i δύο πράγματα δύο πράγμασιν ἀντίθες, τῷ πατρὶ τὸ σπέρμα, τῇ μητρὶ τὴν ἄρουραν: —MTA ἄνευ δὲ πατρό ς: λέγεταί τις αὐτοῦ εἰπόντος τοῦτο εἰρηκέναι· ‘ἄνευ δὲ μητρὸς, ὦ κάθαρμ’ Εὐριπίδη‘: —M i TAB ἰδίοισιν ὑμεναίοισ ι: τοῖς οὐ νενομισμένοις.
sch Or 558 ἢ τοῖς λαθραίοις: —MTAB ἐὰν ἐκείνην, φησὶ, λέγω κακῶς, ἐμαυτὸν ἐρῶ κακῶς: — M i TAB τοῦτον κατέκτει ν’: ἀπρεπῶς τὸ ἔθυσ α.
sch Or 562 [5] ἢ τάχα ἵνα δείξῃ ὅτι εὐσεβῶς διεπράξατο φονεύσας αὐτήν, ἔφη τὸ ἔθυσ α· τὸν Αἴγισθον μὲν ἔκτεινα, ἐπὶ τούτῳ δὲ τὴν μητέρα ἔθυσα: —MTAB πα ρ ’ οὐδὲν αὐταῖς ἦ ν: ἐν ὀλίγῃ προφάσει καὶ πάρεργον ἦν αὐταῖς τοὺς ἰδίους ἄνδρας φονεύειν: —MTAB i ἐπίκλη μ ’ ἐχούσαι ς: εἴπερ ἔμελλεν αὐταῖς, φησὶν, εἰς ἔγκλημα μόνον περιίστασθαι τὰ τῆς τιμωρίας, ἀκωλύτως ἂν ἐχώρουν κατὰ τῶν ἀνδρῶν: —MTAB ἄλλω ς: ἀντὶ τοῦ ἔγκλημα, τουτέστιν· ἐγκαλουμέναις, ἀντὶ τοῦ διαβαλλομέναις καὶ προφασιζομέναις, ὅ τι δήποτε.
sch Or 570 καὶ αὕτη γὰρ προεφασίζετο τὰ κατὰ τὴν Ἰφιγένειαν ὅτι διὰ τοῦτο ἀνεῖλεν αὐτὸν, ὅτι ἐν Αὐλίδι ἐσφαγίασεν Ἰφιγένειαν: —MTAB οὐχ αὑτῇ δίκην ἐπέθηκε ν: οὐχ ἑαυτὴν ἐτιμωρήσατο δέον τοῦτο ποιεῖν, ἀλλ’ ἵνα μὴ δίκας ἀπαιτηθῇ τῆς μοιχείας, προτέρα ἐφόνευσεν: —MTAB i περὶ τοῦ φόνου δικαζόμενος: —M i TA g παρεδίδου εἰς μανίαν: —M i T σύ τοι φυτεύσα ς: Ὁμηρικὸν ὡς τὸ [Ε 875]· ‘σοὶ πάντες μαχόμεσθα· σὺ γὰρ τέκες ἄφρονα κούρην‘: —MTA 1 B ἀντὶ τοῦ ἀμίαντον σῶφρον: —M i TA 1 B i † τὴν γὰρ κοίτην τοῦ ἀνδρὸς ἀπαράθραυστον διετήρησεν: —A 1 διαδίδωσιν: —M g TA g B i ἢ οὐκ ἀξιόχρεως ὁ θεό ς: εἴπερ ὁ θεὸς, εἰς ὃν ἀναφέρω τὴν αἰτίαν τοῦ μύσους, οὔκ ἐστιν ἱκανὸς λῦσαι με τοῦ μιάσματος, ποῖ φύγω: —MTAB ἱκανὸς ἐχέγγυος ἀξιόπιστος: —M i T εἰ μὴ ὁ κελεύσα ς: παρὰ τὸ σχῆμα καὶ τὸ χ παράκειται: — MTAB γράφεται ῥύσεται τὸ μὴ θανεῖ ν.
sch Or 599 περισσὸν δὲ τὸ ἓν μ ή. ἔστιν Ἀττικόν: —MTAB ἀλ λ ’ ὡς μὲν οὐκ ε ὖ: τὸ ἑξῆς· ἀλλ’ ὡς μὲν οὐκ εὖ τάδε εἴργασται, μὴ λέγε: —MB i μὴ πίπτουσιν ε ὖ: ἀντὶ τοῦ ἀπαντῶσιν.
sch Or 603 εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν κύβων. καὶ Σοφοκλῆς [frg. 809]· ‘ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι‘: —MTAB ἀεὶ γυναῖκες ἐμποδώ ν: ἀεὶ, φησὶν, αἱ γυναῖκες ταῖς ἰδίαις δυστυχίαις ἐμποδίζουσι ταῖς εὐτυχίαις τῶν ἀνδρῶν: —MTAB ἄλλω ς: ἀεὶ γυναῖκες ἐμποδίζουσι ταῖς ἀγαθαῖς συντυχίαις καὶ πρὸς τὸ δυστυχεῖν ἄγουσι τοὺς ἄνδρας.
sch Or 605 [5] συμφορὰς δὲ νῦν τὰς συντυχίας. πεφύκασι, φησὶν, αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι καὶ ἐν ταῖς πρὸς τούτους συντυχίαις καὶ κοινωνίαις ἄγειν αὐτοὺς πρὸς τὸ δυστυχέστερον. ἢ οὕτως· πεφύκασιν αἱ γυναῖκες ἐμποδίζειν τοῖς ἀνδράσι ταῖς παρ’ ἑαυτῶν συμφοραῖς ἐν τοῖς καλοῖς καὶ πρὸς τὸ δυστυχέστερον αὐτοὺς ἄγειν: — MTAB παρορμήσεις: —M g A g B i καλὸν πάρεργο ν: ἀντὶ τοῦ σπουδαῖον.
sch Or 610 [5] τῶν ἐμῶν πόνων καλὸν αὐτὸ ἡγήσομαι πάρεργον. πόνων δὲ λέγει τῶν κατὰ τὸν τάφον θυσιῶν· ὡς ἐν παρέργῳ δὲ τὸν κατὰ Ὀρέστου λόγον ποιεῖται. καὶ τὸ πάρεργον ὡς ἔργον, φησὶ, θήσομαι: —MTAB καὶ ἐγὼ μὲν, φησὶν, ἦλθον τὰ πρὸς τὴν θυσίαν ἐκπονήσων τῇ θυγατρί, νῦν δὲ ὑπὸ σοῦ παροξυνθεὶς διὰ σπουδῆς καὶ τοῦτο θήσομαι τὸ ἔργον, τὸ σὲ φονευθῆναι, καὶ παραγενόμενος εἰς τὴν ἐκκλησίαν ἤδη παροξυνῶ πάντας κατὰ σοῦ καὶ μὴ βουλομένους. πάρεργον δὲ εἶπεν, ἐπεὶ οὐ τοῦτο ἦν αὐτῷ τὸ προκείμενον: —MTAB τὸν ἐκκλησιάζοντα: —M g A g B i ὀνείρα τ’: τὴν μοιχείαν λέγει· κατὰ κοινοῦ δὲ τὸ ἀπαγγέλλουσα, ἵν’ ᾖ· καὶ τὸ Αἰγίσθου λέχος ἀπαγγέλλουσα ὃ μισήσειαν οἱ θεοί: —MTB οἱ νέρτεροι θεο ί: ἐπειδὴ περὶ τεθνεῶτος διαλέγεται, νερτέρους εἶπεν: —MAB καὶ γὰρ ἐνθά δ ’ ἦν πικρό ν: καὶ γὰρ ἐνταῦθα τοῦ ἔργου πικρὸν ἦν, φησὶ, τὸ πραττόμενον ὑπὸ ταύτης.
sch Or 620 [5] τουτέστι· κατ’ αὐτὸ γὰρ τοῦτο μάλιστα πικρότατον ἦν αὐτὴ συνεχῶς τὸ λέχος καὶ τὴν μοιχείαν ὀνομάζουσα κἀκ τούτου παροξύνουσα τὸν ἀδελφόν. ἢ οὕτως· καὶ γὰρ κατ’ αὐτὸ τοῦτο πικρὸν ἦν τὸ πρᾶγμα, ὅτι μοιχεία ἦν. ἢ τὸ ἐνθάδε ἀντὶ τοῦ κατὰ τὸν ἐν τῷ ζῆν βίον, οἷον· αὕτη σε ἐξηγρίωσεν ὀνομάζουσα τὸ ἐκείνης λέχος καὶ τὴν μοιχείαν Αἰγίσθου, ἣν εἴη καὶ τοὺς χθονίους μισῆσαι θεοὺς καὶ τὰς τῶν κατοιχομένων ψυχάς. καὶ γὰρ τοῖς ζῶσι πικρὸν ἦν ἡ μοιχεία: —MTAB ἕως ὑφῆψ ε: ἐπεὶ τὸ ὑφῆψεν εἶπεν ἀντὶ τοῦ ἀπώλεσεν, προσέθηκε καὶ τὸ δίχα πυρός: —MTAB ἐπεὶ μεταφορᾷ χρώμενος εἶπεν ὑφῆψε δῶμ α, οἷον ἀπώλεσεν, ἐπήνεγκεν ἀνηφαίστῳ πυρ ί, δηλονότι ἄνευ πυρὸς διέφθειρε τὸν οἶκον: —MTAB ἐν φροντίδι ἔχεις: —M g A g κῆδός τ ’ ἐμό ν: ἐν φροντίδι ἔχεις.
sch Or 623 οἷον· εἰ ἐφορᾷς τὸ παρ’ ἐμοῦ μῖσος καὶ τὴν ἐμὴν συγγένειαν καὶ φιλίαν: —TAB ἢ μὴ ’πίβαινε Σπαρτιάτιδο ς: Λακεδαίμονος πρῶτος ἦρξε Λέλεξ, ἀφ’ οὗ καὶ Λέλεγες ὠνομάζοντο.
sch Or 626 [10] ἔσχε δὲ παῖδας ἐκ Περιδίκης Μύλην, Πολυκάονα, † βωμολόχον, Θεράπνην. τούτων ὁ Μύλης ἐκ Κλεοχαρείας ἴσχει Εὐρώταν καὶ Πελίαν. Εὐρώτας δὲ ἄρξας μετὰ τὸν κατακλυσμὸν 〈τὸ〉 λιμναζόμενον ἐργασάμενος καὶ ποταμὸν ποιήσας Εὐρώταν ὠνόμασεν. οὗτος ἐκ Κλήτας ἴσχει θυγατέρα Σπάρτην, ἣν ἀγαγόμενος Λακεδαίμων ὁ Ταϋγέτης ἄρξας τοὺς μὲν Λέλεγας Λακεδαιμονίους, τὸ δὲ ὄρος Ταΰγετον καὶ πόλιν κτίσας Σπάρτην ὠνόμασεν: — MTAB ταύτην γὰρ αὐτῷ εἰς προῖκα ἔδωκεν ὁ Τυνδάρεως: —A g B i στεῖ χ ’ ὡς ἀθορύβω ς: πορεύου, ὅπως ὁ προσελθών μοι λόγος τοῦ γήρως τοῦ σοῦ ὑπείκοντος ἀθορύβως πρὸς τὸν Μενέλαον γένηται: —MTAB ποῖ σὸν πό δ’: ὡς τῷ ποδὶ τὸ ἔδαφος περιγράφοντος αὐτοῦ καὶ διστακτικῶς ἀναλογιζομένου εἰ δέοι βοηθεῖν, ὅπερ ποιοῦσιν οἱ ἀμηχανοῦντες ἐν πράγματι: —MTAB ὅπῃ τράπωμα ι: ποῦ τῆς τύχης τράπωμαι, πότερον σοὶ συνέλθω ἢ Τυνδάρεῳ: —MTAB μὴ νῦν πέραιν ε: μηδ’ οὖν τὸ δοκοῦν σοι εἰς πέρας ἄγε, πρὶν ἀκούσῃς τοὺς ἐμοὺς λόγους.
sch Or 636 [5] ἐπεὶ γὰρ ἐν ἑαυτῷ βουλευόμενός φησι διὰ τὴν τύχην ἀμηχανεῖν ὅπῃ τράπηται, παραινεῖ αὐτῷ μήπω τῇ δοκήσει πέρας ἐπιτιθέναι πρὶν ἀκοῦσαι τοὺς αὐτοῦ λόγους, καὶ οὕτως βουλεύσασθαι: —MTAB οὗ σιγὴ λόγο υ: οἷον· ἔστιν ὅπου ἡ σιγὴ κρείσσων τοῦ λόγου καὶ ἔστιν ὅπου ὁ λόγος τῆς σιγῆς κρείσσων: —M i TAB λέγοι μ ’ ἂν ἤδ η: ἐναντιοῦται τῇ Μενελάου βραχυλογίᾳ τὴν μακρηγορίαν τῶν λόγων προκρίνων.
sch Or 640 [10] οἱ γὰρ Λάκωνες βραχυλόγοι. καὶ Ὅμηρος [Γ 214]· ‘παῦρα μὲν, ἀλλὰ μάλα λιγέωσ‘. ὁ δὲ νοῦς· ἡ μακρὰ διήγησις σαφέστερον παρίστησι τὸ πρᾶγμα τῶν συντόμων λόγων. τὸ δὲ ἐπίπροσθεν ἀντὶ τοῦ· προτιμότερά ἐστι τὰ μακρὰ διηγήματα τῶν συντόμων λόγων: —MTAB ἔνιοι ἀθετοῦσι τοῦτον καὶ τὸν ἑξῆς στίχον· οὐκ ἔχουσι γὰρ τὸν Εὐριπίδειον χαρακτῆρα. καὶ πεποίηται ὁ νοῦς διὰ τὸν Μενέλαον· οἱ γὰρ Λάκωνες βραχυλόγοι: —MTB τὰ μακρὰ τῶν μικρῶ ν: Λακεδαιμόνιος ὁ Μενέλαος, Λακεδαιμόνιοι δὲ οὐχ ἥκιστα τῇ συντομίᾳ χαίρουσιν. προθεραπεύει τοίνυν τὸν ἀκροατὴν, ἵνα ἀναμείνῃ τὸ μῆκος τῶν λόγων ἀλύπως: —MTA ὅτι βραχυλογίαν ἀσκοῦσιν οἱ Λάκωνες. ἀνέχου οὖν, φησὶ, τῆς ἐμῆς μακρολογίας, ἐπεὶ τὰ μακρὰ καὶ σαφέστερα: —MT ἃ δ ’ ἔλαβε ς: τούτου ῥηθέντος αἴρουσιν οἱ ὑποκριταὶ τὴν χεῖρα ὡς τοῦ Μενελάου ἀγωνιῶντος μή ποτε λέγει ὅτι παρακαταθήκην ἀργυρίου παρὰ τοῦ πατρὸς πεπίστευται.
sch Or 643 [5] εὐήθης δέ ἐστιν ὁ τοιαύτης ὑποψίας ἀντιλαμβανόμενος Μενέλαος. εἰ γὰρ μήτε τὸν λέγοντα ᾔδει μήτε οὗ ἐστι χρεία, ἴσως ἂν εἶχέ τι πιθανὸν τὸ γινόμενον· ἐπεὶ δὲ ἐπίσταται, περιττὸν καὶ ἄπορον τὸ δρώμενον: —MTAB οὐ χρήμα τ ’ εἶπο ν: οὐ λέγω, φησὶ, χρήματα, χρυσὸν καὶ ἄργυρον, ἀλλὰ τῷ ὄντι χρήματα εἶπον, τὴν ἐμαυτοῦ ψυχὴν, ἥτις ἐστί μοι χρῆμα τιμιώτατον· ἣν ἐὰν σώσῃς, καλὴν ἀμοιβήν μοι δίδως: — MTAB ἄλλω ς: οὐ χρυσὸν ὠνόμασα χρήματα, ἀλλὰ χρήματά φημι τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆ ς: —MT τὸ τέλειον χρή μ ε: —M g T ἀδικ ῶ · λαβεῖν χρή μ’: κατὰ συλλογισμόν φησιν· ἀλλὰ λέγεις ὅτι ἀδικῶ εἰς ἄδικον ἐπικουρίαν σε παρακαλῶν.
sch Or 646 [5] οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμὲ, ὡς καὶ ὁ πατήρ μου διὰ σὲ ἠδίκησε βαρβάρους. δεῖ γάρ με ἀντὶ τῆς ἀδικίας ἐκείνης καὶ τοῦ κακοῦ ἐκείνου ἄδικόν τι λαβεῖν παρὰ σοῦ, ὅ ἐστιν· εἰ κρίνοις κακὸν εἶναι τὴν ἐμὴν ἐπικουρίαν, δικαίως ἂν καὶ τὴν ἐπικουρίαν τοῦ ἐμοῦ πατρὸς κακὸν ὀνομάσειας. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ ἐν καιρῷ σοι βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις: — MTB ἀδικ ῶ · λαβεῖν χρή μ’: οἷον· ὁμολογῶ ἀδικεῖν· δός τι καὶ σύ μοι ἄδικον καὶ ἀδίκησον δι’ ἐμέ: —TAB i ἄλλω ς: ὁμολογῶ ἀδικῆσαι φονεύσας τὴν μητέρα. ἀλλ’ ὅμως χρὴ καὶ σὲ ἀδικῆσαι δι’ ἐμὲ, ὅτι καὶ ὁ πατήρ μου ἠδίκησε διὰ σέ: —A † ἄλλω ς: εἰ καὶ ἄδικον ἐποίησα φονεύσας τὴν μητέρα, ἀλλὰ σὺ ἐν τοιούτῳ μοι κακῷ ὄντι παραστῆναι ὀφείλεις καὶ ὅση δύναμις ὑπὲρ ἐμοῦ ἀγωνίσασθαι· ἐν τούτῳ γὰρ μάλιστα δειχθήσῃ γνήσιος φίλος, ἐπὶ ὁμολογουμένοις κακοῖς μοι συνερχόμενος. εἰ γὰρ τὰ δίκαιά μου παντελῶς ἔρρωτο, τῆς παρ’ ἑτέρων ἐπικουρίας οὐκ ἐδεόμην. ἐν ἤθει ἀναγνωστέον ἀδικῶ καὶ στίζειν. εἶτα ἀπὸ ἄλλης ἀρχῆς λαβεῖν χρή μ ’ ἀντὶ τοῦδε τοῦ κακο ῦ, οἷον ἀντὶ τῆς περιεχούσης με δυστυχίας ἄδικόν τι αἰτῶ, καὶ γὰρ Ἀγαμέμνων ἄναξ ἀδίκως καὶ τὰ ἑξῆς. τὸ δὲ ἀντὶ τοῦδε τοῦ κακοῦ ἀντὶ τῆς παρὰ τοῦ πατρὸς βοηθείας. καὶ οὐδὲν εἶπε καθ’ ὑπόθεσιν: —TAB † ἄλλω ς: ἀλλ’ ἀδικῶ, φὴς, εἰς ἐπικουρίαν παρακαλῶν. οὐκοῦν καὶ σὺ ἀδίκησον δι’ ἐμέ· προσήκει γὰρ κἀμὲ ἐπικουρίαν λαβεῖν παρὰ σοῦ κἂν ἄδικος ᾖ· κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ ὁ ἐμὸς πατὴρ ἠδίκησεν ἐπιστρατεύσας κατὰ βαρβάρων οὐκ ἰδίας ἑαυτοῦ χρείας ἕνεκεν, ἀλλὰ σοὶ χαριζόμενος. εἰ οὖν, φησὶν, ἀδικίαν ταύτην φὴς εἶναι τὸ βοηθηθῆναί με παρὰ σοῦ, καὶ τοῦτο κἀγὼ τὸν ἐμὸν πατέρα ἠδικηκέναι φημὶ ὅτι σοὶ βεβοήθηκεν. ὅθεν σὺ ἀντίδος ὑπὲρ τῆς ἀδικίας ταύτης, ὡς φὴς, ἐπικουρίας χάριν ὁμοίαν κἂν ἄδικος ᾖ κατά γε τὸν σὸν λόγον. ἀλλ’ οὐκ ἠδίκησεν ὁ πατὴρ σοὶ δεομένῳ βοηθήσας· οὐκοῦν οὐδὲ σὺ ἀδικήσεις ἐν καιρῷ τὴν ἀμοιβὴν ἀποδιδούς. κατὰ γὰρ συλλογισμὸν προῆκται ὁ λόγος: —T ἀντὶ τοῦ· καθὸ ἠδικήθης παρὰ Ἀλεξάνδρου: —M g B i ἀπέδοτο δ ’ ὡς χρ ή: τὸ ἑξῆς· ἀπέδοτο δὲ τὸ σῶμα, ὅ ἐστιν· ἔκδοτον ἑαυτὸν τοῖς πολεμίοις παρέσχεν, ὡς πρέπει τοῖς γνησίοις φίλοις, καὶ κατατρωθῆναι τὸ πᾶν σῶμα τὸ ὅσον ἐφ’ ἑαυτῷ εἵλετο διὰ τὴν σὴν γυναῖκα.
sch Or 650 [5] οἷα χρὴ τοῖς φίλοις τοὺς φίλους ἐκπονεῖν. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ ἐκπονεῖν, ἵν’ ᾖ τὸ ἑξῆς· ὡς χρὴ τοὺς ἀληθεῖς φίλους ἐκπονεῖν τοῖς φίλοις, ἀπέδοτο τὸ σῶμα, σοὶ παρ’ ἀσπίδα ἐκπονῶν αὐτὸ τοῦτο: —MTAB i ἀπότισον οὖν μο ι: ὁ πᾶς λόγος· ἀπόδος μοι τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μόνην ἡμέραν ὑπὲρ ἐμοῦ πόνησον μηδὲ τὴν θυγατέρα φονεύσας, ἐπειδὴ δεῖ σε, ὥσπερ πλεονεκτεῖς μου τῇ εὐδαιμονίᾳ, πλεονεκτεῖν καὶ ἐν τῇ ἀμοιβῇ τῆς εὐεργεσίας: —MTAB ἃ δ ’ Αὐλὶς ἔλαβ ε: περὶ Ἰφιγενείας λέγει, ἣν ἔχρησεν ὁ θεὸς ἀπλοίας ἐπεχούσης τοὺς Ἕλληνας Ἀρτέμιδι θῦσαι: —MTAB Αὐλὶς πόλις Βοιωτίας.
sch Or 658 [15] ἐνταῦθα ἐπεσχέθησαν οἱ ἐπιστρατευόμενοι εἰς Ἴλιον οὐ πνέοντος οὐρίου ἀνέμου διὰ τὰς καυχήσεις Ἀγαμέμνονος. τοξεύσαντος γὰρ τὴν ἔλαφον καὶ εἰπόντος μηδ’ ἂν τὴν Ἄρτεμιν οὕτως βαλεῖν ** : —MTAB σφάγ ι ’ ἐμῆς ὁμοσπόρο υ: ταὐτὸν οὐκ αἰτῶ σε, φησί, τὴν θυγατέρα, τὴν Ἑρμιόνην, ἀντ’ ἐμοῦ δοῦναι πρὸς σφαγὴν, ὥσπερ ὁ ἐμὸς πατὴρ τὴν Ἰφιγένειαν, ἵνα τὴν γαμετὴν ἀπολάβῃς. ἀλλὰ σὺ μὲν ἔχε τοῦτο πλέον καὶ κερδᾶναι παρὰ τοῦ δαίμονος, ἐπεὶ σοὶ μὲν εὐτυχίας, ἐμοὶ δὲ δυστυχίας καιρός· ἐγὼ δέ σοι χάριν ἕξω σώσαντι μόνον κἂν μὴ τῷ αὐτῷ τρόπῳ σῴζῃς ἡμᾶς ἀντ’ ἐμοῦ δοὺς τὴν Ἑρμιόνην. ἢ συναπτέον τοῦτο πρὸς τὸ ἀπότισόν μο ι, καὶ ἔστιν ὁ λόγος οὕτως· ἀπόδος τὴν ἴσην χάριν ἧς ἔλαβες ἐν Ἰλίῳ παρὰ τοῦ πατρὸς, καὶ μίαν ἡμέραν μόνον ὑπὲρ ἐμοῦ πόνησον. προσήκει γάρ σοι ἐμοῦ δυστυχοῦντος τὰ νῦν μηχανᾶσθαί τι πρὸς τὸ ἐμὲ σῶσαι, ἐμὲ δέ σοι χάριν ὁμολογεῖν· ἵνα τὸ μεταξὺ κατ’ ἐπένθεσιν γένηται: —MTAB τουτέστι πλέον ἢ ἐγὼ δύνασθαι.
sch Or 661 [10] ὁ γὰρ εὖ πράσσων τοῦ μὴ πράσσοντος πλέον δύναται λογίζεσθαι τὰ πρὸς σωτηρίαν: —MTAB πλέον φέρεσθα ι: ἀντὶ τοῦ χάριν ἔχειν καὶ ὁμολογεῖν, παρὰ τὸ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργετοῦντος καὶ συνέρχεσθαι τούτῳ. ἀντὶ τοῦ· δεῖ σε, φησὶν, ἐμοῦ δυστυχοῦντος τοῦ πλείονος μετέχειν τῆς δυστυχίας κἀμὲ ἐφ’ οἷς σοι μεταδίδωμι τῆς συμφορᾶς συγγνώμην ἔχειν, ἀντὶ τοῦ χάριν, παρὰ τὸ ὁμοῦ συντρέχειν τῇ γνώμῃ τοῦ εὐεργέτου: — MTA χάριν σοι, φησὶν, ὁμολογήσω σῳζόμενος μόνον παρὰ σοῦ κἂν μὴ τῷ ὁμοίῳ τρόπῳ σῴζῃς ἐμέ: —MTB i † πλέον τι, φησὶν, ἢ ἔλαβες χάριτος ἀγωνίζεσθαι: —TA † τινὲς οὕτως· δεῖ γάρ σε πλέον φέρεσθαι καὶ λογίζεσθαι εἰς σωτηρίαν εὖ πράσσοντα ἐμοῦ κακῶς πράσσοντος. οἱ γὰρ εὐδαιμονοῦντες πλέον δύνανται βουλεύεσθαι τῶν κακῶς πρασσόντων: —TA μὴ εἰς Ἅιδου, ἀλλ’ εἰς σωτηρίαν, πατρί οὖν, διὰ τὸν πατέρα: —M i B i † ψυχὴν δ ’ ἐμή ν: χάρισαι τὴν ἐμὴν ψυχὴν τῷ ἀθλίῳ μου πατρί.
sch Or 662 [5] βούλεται γάρ με πάντως ἐκεῖνος σῴζεσθαι: —A 1 αὐτὸ τοῦτο τοὺς φίλου ς: λείπει ἡ κατά, ἵν’ ᾖ· κατ’ αὐτὸ τοῦτο δεῖ τοὺς φίλους βοηθεῖν τοῖς φίλοις, ὅ ἐστι κατὰ τὸ ἀδύνατον: — MTB i ἄλλω ς: ἀλλὰ λέγεις, φησὶν, ὅτι ἀδύνατόν ἐστι τὸ βοηθῆσαί μοι, ἐγὼ δέ σοι ἀντείποιμι ἂν ὡς μάλιστά μοι διὰ τοῦτο ὀφείλεις συμβαλέσθαι εἰδὼς ὅτι ἐν τοῖς ἀδυνάτοις δεῖ τῶν φίλων: —MTAB † ἄλλω ς: ἀλλὰ ἐρεῖς, φησὶν, ὅτι ἀδύνατόν ἐστι βοηθῆσαι.
sch Or 665 [10] εἶτα ἔξωθεν προσληπτέον· καθὸ μέγα ἐστὶ καὶ ἀσύγγνωστον τὸ ἁμάρτημα, ὅπερ ἀπεσιώπησεν Ὀρέστης. ἀλλὰ κατὰ τοῦτο, φησὶ, καθὸ ἀδύνατον εἶναι δοκεῖ, βοήθησον· ὁ γὰρ γνήσιος φίλος ἐν τοῖς μεγίστοις κακοῖς δείκνυται: — TAB οὐ κολακείᾳ, ἀλλ’ ἀληθείᾳ: —M i A g B i ἀντὶ τοῦ· πρὸς ταύτης σε ἱκετεύω: —M g A g B i ταύτης ἱκνοῦμαι ς’: ἀντὶ τοῦ πρὸς ταύτης 〈σε〉 ὁρκῶ βοηθῆσαί μοι.
sch Or 671bis [5] ἢ δέομαί σου πρὸς ταύτης ὅπως ἄν μοι βοηθήσειας. εἰς τιμὴν αὐτῆς. τὸ δὲ ἑξῆς ἠρέμα καθ’ ἑαυτὸν λέγει οἰκτείρων ἑαυτὸν ὅτι μέχρι τοσούτου προῆλθεν αὐτῷ τὰ τῆς δυστυχίας, ὡς διὰ τοῦ μεμνῆσθαι τῆς Ἑλένης προσδοκᾶν βοηθείας τυχεῖν. ἀνάξιον γὰρ ἑαυτοῦ ἡγεῖται τὸ καὶ μόνον μεμνῆσθαι τοιαύτης γυναικὸς, μήτι γε καὶ δοκεῖν σῴζεσθαι δι’ αὐτῆς: —MTA 1 B † δυστυχὴς οὖν, φησὶν, ἐγὼ εἰς τοιοῦτον κακὸν ἐλθών. διὰ γὰρ γυναικὸς τῆς πᾶσιν Ἕλλησι κακῆς σωθήσεσθαι προσδοκῶ: —TB εἰς οἷον ἥκ ω: ἀλλὰ τί, φησὶ, μωραίνω τὸ παρὰ ταύτης σωθήσεσθαι παραιτούμενος.
sch Or 672 [5] ἀνάγκη γάρ ἐστι καὶ πρὸς τοῦτο καταβαίνειν οἰκτρότητος καὶ πάντα ὑπομένειν κἂν αἰσχύνην μοι φέρῃ. οὐ γὰρ ἐγὼ μόνος, ἀλλὰ καὶ πᾶς ὁ οἶκος ὁ ἐμὸς κινδυνεύει: —MB † ἔστι δὲ καὶ ἑτέρα ἐκδοχὴ τούτου, συναπτομένου τοῦ ταύτης ἱκνοῦμαι πρὸς τὸ ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδ ε, εἴγε ὡς τοῦ Μενελάου ἀπεστραμμένου τὴν ἱκεσίαν αὐτὸς δυσφορῶν λέγει· δυστυχὴς ἐγὼ εἰς ἄπορον ἥκων κακῶν καὶ οὐκ ἔχων οὐδεμίαν καταφυγήν, καὶ πάλιν διαλαβὼν θαρσύνει ἑαυτὸν καί φησι· τί δεδοίκαμεν τὸν θάνατον· καρτερεῖν δεῖ καὶ φέρειν ἀναγκαίως τὰ παρὰ τοῦ δαίμονος: —B † τί δὲ, φησὶ, παραιτοῦμαι τὴν αἰσχύνην· πάσῃ μοι μηχανῇ ποριστέον τὴν σωτηρίαν. οὐχ ὑπὲρ μικρῶν γάρ μοι ὁ κίνδυνος, ἀλλ’ ὑπὲρ παντὸς τοῦ οἴκου ἐστίν: —A 1 B γράφεται χρ ή: —M g ἀντὶ τοῦ· μετὰ δακρύων καὶ γόων αἰτῶ τὴν σωτηρίαν: —M i B i γράφεται καὶ ὅσος τε δ ’ ε ἶ, ἀντὶ τοῦ δυνατὸς εἶ: —A 1 ἀντὶ τοῦ ὅσον δυνατὸς εἶ: —A g συνεκκομίζει ν: οἷον· συμπονεῖν δεῖ τοῖς συγγενέσι, κἂν κίνδυνος παρῇ: —A 1 B συνεκκομίζει ν: ὅ ἐστι· συμπονεῖν δεῖ τινα ὑπὲρ τῶν συγγενῶν κἂν συμβῇ αὐτὸν ἀποθανεῖν: —T ἀναστρεπτέον· ἔστι γὰρ κτείνοντα τοὺς ἐναντίους καὶ θνῄσκοντα: — M g TB τὸ δ ’ αὖ δύνασθαι πρὸς θεῶ ν: τοὐναντίον Αἴας φησί [Ρ 104]· ‘καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρόν‘: —MTA 1 B ἥκω γὰρ ἀνδρῶ ν: τουτέστιν οὐκ ἐπαγόμενος συμμάχους, ἀλλ’ ἔρημος τῆς παρὰ τούτων δυνάμεως ὡς τῶν συμμάχων αὐτοῦ κατὰ τὴν πλάνην ἀπολομένων πλὴν ὀλίγων: —MTA 1 B † ἢ οὕτως· ἦλθον ἔρημος συμμάχων καὶ προσέτι πλάνην ὑπέστην πολλήν: —TB † ἥκω γὰρ ἀνδρῶ ν: τὸ ἑξῆς· ἥκω γὰρ ἔχων τὸ δόρυ συμμάχων ἐστερημένον καὶ προσταλαιπωρήσας τῇ πλάνῃ: —TA 1 B ἀπὸ Πελασγοῦ τινος: —M i A g ἐλπίδος προσήκομε ν: προσοικειούμεθα καὶ ἐγγύς ἐσμεν ἐλπίδος: —MTA g B οὐδὲ τὸ διὰ κολακείας πεῖσαι ὑπέσχετο, ἀλλὰ καὶ τοῦτο ἐν ἀμφιβολίᾳ ἀφῆκεν: —MTAB σμικροῖσι μὲν γὰρ τὰ μεγάλ α: τῇ δι’ ὀλίγων μάχῃ τοὺς πολλοὺς νικῆσαι ἀδύνατον, ὅθεν εἰς πόλεμον μὲν αὐτοῖς παραιτητέον ἐλθεῖν· εἰ δὲ λόγοις ὑπελθεῖν δεῖ καὶ γοητεύσασθαι αὐτοὺς σοφίᾳ λόγων, ἐνταῦθα δυνησόμεθα: —MTAB ἀνόητον καὶ τὸ μόνον προσδοκῆσαι τοὺς ὀλίγους τῶν πολλῶν περιγίνεσθαι: —TAB ἀντὶ τοῦ θυμουμένῳ: —M i A g B i ἀντὶ τοῦ καταπαύσειεν: —M i B i τὴν ὀργὴν δηλονότι, ὡς ἐπὶ ἀνέμου: —M g AB i ἔνεστι δ ’ οἶκτο ς : ὁ δέ ἀντὶ τοῦ γάρ, ἵν’ ᾖ· ἔνεστι γὰρ τῷ δήμῳ ἐλεεῖν.
sch Or 702 [25] καὶ ὁ πᾶς λόγος τοιοῦτος· ἐὰν θυμουμένῳ τῷ δήμῳ εἴκῃς, πεπαύσεται ὀργῆς καὶ λοιπὸν ἔσται ἐπιτήδειος εἰς τὸ συνδραμεῖν ταῖς ἱκεσίαις. ὡς γὰρ ἐμπέφυκεν αὐτῷ τὸ μεγάλως ὀργίζεσθαι, οὕτως καὶ τὸ ἐλεεῖν, τουτέστιν· οὐ γὰρ πρὸς τὸ ὀργίζεσθαι μόνον φύσιν ἔχει, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν· καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ καραδοκεῖν καὶ ἐπιτηρεῖν πότε μὲν μεγάλως θυμοῦται, πότε δὲ ἀνῆκε τῆς ὀργῆς, κτῆμά ἐστι τοῦτο τιμιώτατον, τὸ εἰδέναι ἑκατέρου τὸν καιρόν. ἢ αὐτὸς ὁ δῆμος κτῆμα τίμιόν ἐστι τῷ εἰδότι προσενεχθῆναι καθ’ ὃν δεῖ τρόπον αὐτῷ: —MTAB ὁ καιρὸς μέγα κτῆμα τῷ καραδοκοῦντι, φησὶ, τὸν δῆμον καὶ τηροῦντι καὶ γινώσκοντι πότε μὲν μεγάλως θυμοῦται καὶ πότε ἐλεεῖ: — MTAB † ἄλλω ς: ἔνεστι τῷ πλήθει ἐλεεῖν, ἔνεστι καὶ μεγάλως θυμοῦσθαι. ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ ἐστι μόνον πρὸς τὸ θυμοῦσθαι τὴν φύσιν, ἀλλὰ καὶ πρὸς τὸ ἐλεεῖν, καὶ τῷ δυναμένῳ τοῦτο αὐτὸ ἐπιτηρεῖν κτῆμά ἐστι τοῦτο, τὸ ἐπιτηρεῖν τὸν καιρὸν, τιμιώτατον. [ὃ] ἔστι τὰ μέγιστα ἀπὸ τούτου κερδαίνειν. δηλονότι αὐτὸς ὁ δῆμος ὄφελος τῷ τοιούτῳ: —TA † ἄλλω ς: ἐνταῦθα πρωθύστερός ἐστιν ὁ τρόπος· διὰ γὰρ τὴν βίαν τοῦ μέτρου οὕτως συνηρμόσθη τὸ ἔπος. ὤφειλε γὰρ οὕτως εἰπεῖν· ἔνι θυμὸς μέγας, ἔνεστι δὲ καὶ οἶκτος τῷ θυμουμένῳ δήμῳ, ὁ δὲ οἶκτος τῷ καραδοκοῦντι καὶ ταῖς ἐλπίσι τρεφομένῳ χρῆμα καὶ κτῆμα τιμιώτατον καὶ λυσιτελές: —A τῷ δήμῳ δηλονότι: —M i A g προσδεχομένῳ: —M g A g B i γράφεται ἐλθὼν γὰρ ἐγώ σοι Τυνδάρεων πειράσομα ι: —M i πόλιν τε πεῖσα ι: ἀντὶ τοῦ μετρίως χρῆσθαι τῷ λίαν, οἷον τῆς μετριότητος 〈μὴ〉 ὑφεῖναι.
sch Or 705 [5] ἢ τῷ καλῶς λίαν χρῆσθαι, ἵν’ ᾖ τὸ καλῶς ἠπίως, οἷον σφόδρα ἐνδείξασθαι τὴν πρὸς σὲ πραότητα: —MTAB † ἄλλω ς: τῷ λίαν οὐχὶ φαύλως, ἀλλὰ καλῶς· ἔστι γὰρ τὸ λίαν καὶ ἐπὶ τοῦ θυμοῦ καὶ ἐπὶ τοῦ οἰκτιρμοῦ. τεθύμωται γοῦν ὁ Τυνδάρεως λίαν, ἀλλὰ πειράσομαί σοι τοῦτον πεῖσαι λίαν γενέσθαι οἰκτίρμονα: —A καὶ ναῦς γὰρ ἐνταθεῖσ α: καὶ γὰρ ναῦς βιαίως τοῦ ποδὸς ἐνταθέντος ὑπέκυψεν ὥστε ὕδωρ εἰσδέξασθαι· πάλιν δὲ ἀνωρθώθη χαλάσαντος τὸν πόδα: —MTAB τὰς ὑπὲρ τὸ δέον ὑπεροψίας: —M g A g B † μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμία ς: σημείωσαι ὅτι καλὸν ἡ προθυμία, ἡ δὲ ἄγαν προθυμία κακὸν ὡς ὑπερβολή.
sch Or 708 [5] καὶ ἡ ἁπλῶς προθυμία μεσότης, ἡ δὲ ἄγαν ὑπερβολὴ καὶ κακία ὥσπερ καὶ ἡ ὀκνία ἔλλειψις καὶ κακία. τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις καὶ θεὸς μισεῖ καὶ οἱ φρόνιμοι ἄνθρωποι: —A οὐ γὰρ ῥᾴδιον λόγχῃ μι ᾷ: ἀντὶ τοῦ οὐ ῥᾴδιον περιγενέσθαι τῶν σῶν κακῶν καὶ ἀπαλεῖψαι τὴν παροῦσάν σοι συμφοράν: —MTA 1 B † στῆσαι τρόπαι α: ἐνταῦθα κατ’ ἔλλειψιν τῆς ἐπί προθέσεως συνέστη τὸ ἔπος· οὕτω γὰρ ὀφείλεις συντάξαι· ἐπὶ γὰρ τῶν κακῶν, ἅτινά σοι πάρεστιν, οὐ ῥᾴδιον ἐμοὶ τῷ ἑνὶ στῆσαι τρόπαια, ἤτοι τροπαιουχῆσαι κατὰ τῶν ἐναντίων: —A οὐ γάρ πο τ ’ Ἄργου ς: γράφεται δὲ καὶ χωρὶς τοῦ ς , ἵν’ ᾖ Ἄργου γαῖα ν.
sch Or 713 [10] Ἀριστοφάνης δὲ μετὰ τοῦ ς : —MTB οὐ πρὸς ἡμῶν, φησὶν, οὐδὲ τῆς ἡμετέρας ἀξίας ὑποδραμεῖν καὶ κολακεῦσαι τὸν τῶν Ἀργείων ὄχλον. ἀνάγκη δὲ ὅμως δουλεῦσαι τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν καὶ φρονίμων ἀνδρῶν ἐστιν: —MTAB ἄλλω ς: οὐ μὲν τῆς ἡμῶν ἀξίας, φησὶ, τὸ ὑποδραμεῖν τοὺς Ἀργείους, ἀνάγκη δὲ ὅμως δουλεύειν τῇ κρατούσῃ τύχῃ· τοῦτο γὰρ σοφῶν ἐστιν ἀνδρῶν: —MT τὸ ἑξῆς· νῦν δὲ ἀναγκαίως ἔχει τοῖς σοφοῖς δούλοις εἶναι τῆς τύχης: —MTAB ὦ πλὴν γυναικό ς: λείπει ἡ εἰς· τὸ δὲ ἑξῆς· ὦ εἰς τὰ ἄλλα οὐδὲν πλὴν εἰς 〈τὸ〉 γυναικὸς 〈ἕνεκα〉 στρατηλατεῖν: —MTAB ἄφιλος ἦσ θ ’ ἄ ρ ’ ὦ πάτε ρ: ἤτοι ἡμάρτανες κακοῖς χαριζόμενος, ἢ δυστυχῶν τὰ νῦν, ὦ πάτερ, οὐδένα κέκτησαι φίλον: —MTAB ἄλλω ς: μάτην ἄρα, φησὶν, ὦ πάτερ, ἐταλαιπώρεις ἐν τῷ πολέμῳ οὐδενός σοι φίλα φρονοῦντος ὑπὲρ ὧν ἠτύχεις.
sch Or 721 [10] τὸ γὰρ πράσσων κακῶς ἀντὶ τοῦ ἀδίκως, τουτέστιν· οὐ φίλοις ἄρα οὐδ’ εὐγνώμοσιν [ἀμοιβαῖς] ἀνδράσιν ἐπόνεις, ὦ πάτερ, καὶ κατὰ τοῦτο ἡμᾶς ἠδίκεις καταλιπὼν ἐρήμους, ἀναισθήτοις χαριζόμενος. ἢ οὕτως· οὐχ ὑπὲρ φίλων ἄρα ἐπολέμεις τοῖς βαρβάροις, ὦ πάτερ, ἀλλ’ ἀναισθήτοις εὐεργέτεις καὶ κατὰ τοῦτο κακῶς ἔπραττες καὶ ἠδίκεις ὅτι μήτε ὑπὲρ φίλων μήτε αὐτὸς ἀδικηθεὶς πόλεμον ἄδικον συνεκρότεις. ἢ οὕτως· [εὐτυχῶν] οὐκ ἔμελλες ἕξειν τοὺς ὑπὲρ σοῦ φίλους, εἰ συμβαίη σε ἀτυχεῖν: — MTAB γράφεται 〈 τῆσ〉 συμφορᾶ ς: —M g κατὰ τὸ σιωπώμενον εἶδε τὸν Πυλάδην ἐρχόμενον: —M g B i ἐκεῖθεν γὰρ ὁ Πυλάδης: —M i AB i πιστὸς ἐν κακοῖς ἀνή ρ: ὁ βέβαιος φίλος κρείσσων ἐστὶ τῆς ὁρωμένης ἐκ ζάλης τοῖς ναυτίλοις γαλήνης: —MTAA 1 B θᾶσσον ἤ μ ’ ἐχρῆ ν: τροχαϊκὸν τετράμετρον καταληκτικόν: — MM i TAB i θᾶσσον προβαίνων ἤ μ’ ἐχρῆν.
sch Or 729 [5] τὸ ἑξῆς· τὸν σύλλογον τῆς πόλεως ἀκούσας καὶ ἰδὼν τὸν σύλλογον ** τὸ κτενοῦντας πρὸς τὸν σύλλογον ἀπέδωκεν: —MTA † θᾶσσον ἢ ὡς ἐχρῆν με παρεγενόμην διὰ τῆς πόλεως τὸν ἐπὶ σὲ καὶ τὴν σὴν ἀδελφὴν σύλλογον τῆς πόλεως καὶ ἀκούσας καὶ τοῖς ὀφθαλμοῖς ἰδών: —B σύλλογον πόλεως ἀκούσα ς: ὡς τῆς φήμης διαδραμούσης ἄχρι Φωκίδος.
sch Or 730 [15] οὐ μόνον οὖν, φησὶν, ἤκουσα σύλλογον κατὰ σοῦ γεγενῆσθαι, ἀλλὰ καὶ παρὼν εἶδον: —MTAB † ἰδὼν αὐτὸς σαφῶ ς: τὸ σαφῶς καὶ τὸ ἐναργῶς διαφέρουσι κἂν δοκῶσιν εἶναι ταὐτά. ἐναργὲς γὰρ λέγεται ὃ ὀφθαλμοὶ ὁρῶσι, σαφὲς δὲ ὅπερ χεῖρ ἐπαφᾶται. παχύτερον δὲ τὸ ἐπαφώμενον τοῦ ὁρωμένου δηλονότι καὶ ἐκδηλότερον· τὰ παχέα γὰρ τῶν λεπτῶν ἐκδηλότερα. ἐτυμολογεῖται δὲ τὸ σαφές παρὰ τὸ κρατεῖσθαι τῇ σῇ ἁφῇ, τὸ δὲ ἐναργές παρὰ τὴν ἐν πρόθεσιν καὶ τὸν ἄρα συλλογιστικὸν σύνδεσμον καὶ τὸ γίνεσθαι. ὁ δὲ ἄρα σύνδεσμος ἢ ἀπορηματικός ἐστι καὶ προπερισπᾶται, ἢ συλλογιστικὸς καὶ ἀποφαντικὸς καὶ δηλωτικὸς ἀληθείας ἢ ψεύδους καὶ παροξύνεται. παροξύνεται δὲ καὶ ὁ παραπληρωματικὸς ἄρα, ὃς καὶ ἄρ λέγεται. σαφὲς οὖν τὸ ἐπαφώμενον, ἐναργὲς δὲ τὸ ἐν τῷ ἄρα συλλογιστικῷ συνδέσμῳ γινόμενον καὶ ἐκ συλλογισμοῦ συνιστάμενον καὶ τρόπον τινὰ καθορώμενον. ἐντεῦθεν καὶ τὸ ὄναρ καὶ τὸ ὕπαρ· τὸ μὲν ὄναρ ἀπορούμενον εἰ ὄν ἐστιν ἆρα, ὡς ἂν εἴ τις εἴπῃ· ἆρα ὄν ἐστι τὸ ὄναρ, τὸ δὲ ὕπαρ καθὸ φανερώτερόν ἐστι καὶ τρόπον τινὰ καθορώμενον ὀφθαλμοῖς ἀνεῳγόσιν ὑπὸ τὸ ἄρ ἐστι τὸ συλλογιστικὸν, ἤτοι ἀληθές: —A συνδιαφθείρεις: —M g B ὥσπερ οὐκ ἐλθώ ν: οὕτως ἐμοὶ προσηνέχθη ὡς μὴ παραγενόμενος: —MTAB τὸ αὐτό μοι ἀπέδωκεν ὥσπερ μὴ μολών: —MTA † ἀντὶ τοῦ μετὰ χρόνον πολύν· ὅμως κἂν βραδὺ παρεγένετο, ἀλλὰ τάχιστα τοῖς φίλοις ἐφωράθη κακός: —B οὐκ ἐκεῖνο ς: διαβάλλει ὡς γυναικοκρατούμενον αὐτὸν καὶ ὡς οὐκ ἂν ἐληλυθότα, εἰ μὴ παραγέγονεν ἡ Ἑλένη.
sch Or 742 κωμῳδεῖται δὲ ὁ στίχος διὰ τὴν ταυτότητα: —MTAB ἀντὶ τοῦ ὀλέσασα.
sch Or 743 Ἀττικὸν δὲ τὸ σχῆμα: —M i εὐλαβεῖ θ ’ ὃ τοῖς φίλοισ ι: γνησίου γὰρ φίλου τὸ καὶ ὑπὲρ δύναμιν κάμνειν, ὅπερ εὐλαβεῖσθαι αὐτὸν ἔλεγεν.
sch Or 748 [5] τὸ γὰρ παρὰ δύναμιν τολμᾶν γνησίου φίλου. ὅπερ λέγουσιν οἱ κακοὶ φίλοι μὴ θέλοντες τοῖς φίλοις συνελθεῖν λέγοντες· εὐλαβούμεθα: —MTAB † τοῦτο δηλαδὴ νοήσας καὶ μαθὼν τὰ πάντα ἔχω, ἀντὶ τοῦ· τὰ πάντα συμπεριέλαβον καὶ ἐνόησα: —A οὗτος ἦλ θ ’ ὁ τὰς ἀρίστα ς: κατ’ εἰρωνείαν λέγει: —MTA γράφεται καὶ κεκτημένο ς: —MTA ἐν ἤθει ταῦτα λέγει εἰρωνικῶς: —MTAB i τὴν συγγένειαν: —M i ἀντιλάζυσθα ι: ὡς ἐκ τοῦ λαζύω λάζυμι λάζυμαι: —M i B i ἦ κρινεῖ τί χρῆμα λέξο ν: ὁ ἦ ἀντὶ τοῦ δή· ἀναστρεπτέον δὲ τὸν λόγον· τί δὴ κρινεῖ, λέξον: —MTA ἢ οὕτως· τί δὴ ἡ ψῆφος κρινεῖ, εἰπὲ, ὅτι φοβοῦμαι: —MTB i ἢ οὕτως· τὸ ἥ ἀντὶ τοῦ ἥτις· 〈ἥτισ〉, αὐτὴ ἡ ψῆφος, τί κρινεῖ, λέξον: —A φεῦγε νῦν λιπὼν μέλαθρ α: κατὰ ἀντίστροφον λέγονται τὰ πρόσωπα ἀπὸ τοῦ φεῦγε νῦν λιπώ ν· ὁ γὰρ Πυλάδης ἀντιλέγει μέχρι τοῦ ἀλλὰ δῆ τ ’ ἔλθω (781): —MT Στρόφιος ἤλασέν μ’: Ἀναξιβίαν τὴν Ἀγαμέμνονος ἀδελφὴν Στρόφιος ἔγημεν, ἐξ ἧς ἔφυσε τὸν Πυλάδην, ὅθεν ἀνεψιοὶ Ὀρέστης καὶ Πυλάδης: —MTAB ἴδιον ἢ κοινό ν: πότερον ἰδίᾳ κατὰ τὴν οἰκίαν ἡμαρτηκότι σοι ἐγκαλῶν ἢ ἐν δημοσίῳ τινὶ πράγματι [ἴδιον] ἐπιφέρων ἔγκλημα: — MTAB ἀντὶ τοῦ πολιτῶν: —M g βαστακτέον τάδε: —M g γράφεται βί ᾳ: —M g οὐ προσήκομεν κολάζει ν: οὐχ ὑποταττόμεθα οἷον ἐν τῇ τῶν Φωκέων γῇ τούτοις, τοῖς Ἀργείοις, ὥστε ἡμᾶς κολάζειν, ἀντὶ τοῦ κολάζεσθαι: —MTA οὐ προσήκομεν κολάζει ν: οὐχ ὑποτασσόμεθα τούτοις εἰς τὸ τιμωρεῖσθαι ἡμᾶς οὐδ’ ὑποκείμεθα, ἀλλὰ τοῖς Φωκεῦσιν: —B ἄλλω ς: ἰδίως εἶπε· τὰ γὰρ ἐπιτίμια τῆς ἀδικίας ἡ ἀδικουμένη πόλις εἴωθεν ἐπιτιθέναι: —TAB ἄλλω ς: θαρσύνων αὐτόν φησιν ὅτι οὐ προσήκομεν εἰς τὸ κολάζεσθαι τοῖς Ἀργείοις: —TAB δεινὸν οἱ πολλο ί: εἰς Κλεοφῶντα ταῦτα αἰνίττεται πρὸ ἐτῶν δύο ἐμποδίσαντα ταῖς σπονδαῖς: —MTAB ἄλλω ς: ἴσως αἰνίττεται πρὸς τὰς καθ’ αὑτὸν δημαγωγίας, μήποτε δὲ εἰς Κλεοφῶντα.
sch Or 772 [5] πρὸ ἐτῶν γὰρ δύο τῆς διδασκαλίας τοῦ Ὀρέστου αὐτός ἐστιν ὁ κωλύσας σπονδὰς γενέσθαι Ἀθηναίοις πρὸς Λακεδαιμονίους, ὡς Φιλόχορος [frg. 118] ἱστορεῖ: —MTAB ὁ νοῦς· δυνήσονταί σε φονεῦσαι ὑπερβάντες τὸν νόμον. δεινὸν γὰρ οἱ πολλοί καὶ τὰ ἑξῆς: —MTAB ἀλ λ ’ ὅταν χρηστοὺς λάβωσ ι: ὅταν, φησὶ, χρηστοὺς καὶ κολακευτικοὺς λάβωσι τοὺς δεομένους, χρηστοὶ γίνονται: —MTA 1 B ἀντὶ τοῦ· καὶ ταῦτα μὲν οὕτως: —M g B g οἷον· κοινῶς ὀφείλομεν σκοπεῖν καὶ λέγειν τὰ δόξαντα: —M i B i ὡς ἔδρασα ς: τοῦτο, φησὶν, ἐρεῖς δῆτα ὡς ἔδρασας ἔνδικα πατρὶ ἐπιτιμωρῶν ἑαυτοῦ: —MA 1 B i δίκαια γὰρ ἔπραξα πατρὶ τιμωρῶν ἑαυτοῦ: —MB μολόντι δ ’ ἐλπίς ἐστι σωθῆνα ι: ἐλθόντι δέ σοι, φησὶν, εἰς τὴν ἐκκλησίαν ἔστιν ἐλπὶς εὑρεῖν ἀπαλλαγὴν τῶν κακῶν.
sch Or 779 καὶ αὐτὸς συναινεῖ τὸ χρῆναι παραγενέσθαι [φησὶ τὸν Ὀρέστην] εἰς τὴν ἐκκλησίαν ἐγνωκὼς ἅπαξ οὐκ οὖσαν αὐτῷ σωτηρίας ἀφορμὴν ἄλλοθεν: —MTB ἀντὶ τοῦ εἰ συμβαίη.
sch Or 780 οἷον ἀμφίβολόν ἐστιν: —MTB i ὅ ἐστιν, ἐν ἀμφιβόλοις ἐστὶ τὸ τοιοῦτον: —MTB i λοιπὸν κρεῖσσόν ἐστι τὸ παραγενέσθαι ἐκεῖσε ἢ μένειν: —M i B i θανὼν γοῦ ν: κἂν ἀποθάνῃς, φησὶ, κατὰ τὴν ἐκκλησίαν ἐνδόξως τεθνήξῃ ὡς καὶ πρὸς τὸν θάνατον ἀφόβως ὁρμήσας καὶ μετὰ τοῦ δικαίου παρρησιασάμενος: —MTAB καὶ τὸ πρᾶγμά γ ’ ἔνδικόν μο ι: ἀλλὰ καὶ τὸ πρᾶγμά μου, φησὶ, δικαίως ἔρρωταί μοι.
sch Or 782 [10] πατροκτόνον γὰρ ἀνεῖλον, ὅθεν καὶ ἐλεηθήσεσθαι προσδοκῶ: —MTAB ἄλλω ς: ἢ τοῦτο ἀκόλουθόν ἐστι τῷ ἀλλὰ δῆ τ ’ ἔλθ ω: —MTAB καὶ τὸ πρᾶγμά γ ’ ἔνδικόν μο ι: ἔπραξα γὰρ τὸν φόνον τὸν μητρῷον διὰ τὸν θάνατον ἀσχάλλων τὸν πατρῷον. ἔξωθεν δὲ προσυπακουστέον τὸ προσεδόκων ἐλέους τεύξεσθαι [διὰ τὸν θάνατον]: —MTAB τὸ δοκεῖν εὔχο υ: εὔχου, φησὶ, πάντας οὕτως δοξάζειν ὅτι δίκαιόν ἐστι τὸ πρᾶγμα· ἐπεὶ πολλοῖς ἐδόκει ἄδικον εἶναι. καὶ Σιμωνίδης [frg. 76]· ‘τὸ δοκεῖν καὶ τὴν ἀλήθειαν βιάζεται‘: —MTAB διὰ τὸ ἐκεῖ παραγενέσθαι φεύγω τὸ εἶναι δειλός: —M iB μέγα γὰρ ἡ εὐγένειά σο υ: οἷον διὰ τὸ εὐγενὲς ἐλεηθήσῃ, τουτέστι· πάνυ σοι συμβάλλεται πρὸς τὸν ἔλεον ἡ εὐγένεια: —MTAB ἀσχάλλων πατρῷο ν: λείπει ἡ διά.
sch Or 785 [5] τὸ δὲ ἑξῆς· καὶ τίς ἄν γέ με οἰκτίσειεν ἀσχάλλων διὰ τὸν τοῦ πατρὸς θάνατον: — MTABB i πάντα ταῦτα ἴσασιν οἱ Ἕλληνες, καὶ πρὸ ὀφθαλμῶν εἰσιν: —M i † οἷον· ἡ εὐγένεια καὶ τὸ ἀπελθεῖν εἰς τὸ κριτήριον εὐθαρσῶς καὶ ὁ θάνατος τοῦ πατρὸς, ταῦτα πάντα παρὰ τῶν Ἑλλήνων γινώσκονται πρὸ ὀφθαλμῶν ὄντα καὶ ἐλπίδας ἀγαθὰς ὑποτίθεται: —B i πορευτέον: —M g οὐκοῦν, φησὶ, παραιτητέον εἰπεῖν τῇ ἀδελφῇ, ἐπεὶ δακρύσει, καὶ τοῦτο αὐτὸ κακὸς οἰωνὸς ἔσται: —M i TAB τῷ χρόνῳ 〈δὲ〉 κερδανεῖ ς: τῇ ὑπερθέσει τῶν θρηνημάτων αὐτῆς κερδανεῖς, ὅ ἐστι· κἂν τὸ μὴ ἀπὸ τοῦ νῦν θρηνεῖσθαι κερδανεῖς: — MTAB ἄλλω ς: κερδανεῖς, φησὶ, τὸ μὴ δακρῦσαι αὐτὴν καὶ γενέσθαι κακὸν οἰωνὸν ἐν τῷ μεταξὺ τῆς κρίσεως χρόνῳ, τουτέστιν ἕως ἂν ἡ κρίσις ἐξενεχθῇ: —MTAB ἐναντίον: —M g γενέσθω: —M i B i ἕρπε νῦν οἴαξ ποδός μο ι: οἴαξ καλεῖται τὸ πηδάλιον.
sch Or 795 [5] σὺ χειραγώγει με, φησὶ, καὶ ὥσπερ πηδάλιον διίθυνέ μου τὸν πόδα: — MTB † οἴαξ ποδός μο ι: οἴαξ τὸ ἐν τῷ αὐχενίῳ ἐμβεβλημένον ξύλον, ὃ κατέχων ὁ κυβερνήτης τὸ αὐχένιον περιάγει καὶ στρέφει καὶ δι’ ἐκείνου τὴν ναῦν: —A φίλα γ ’ ἔχων κηδεύματ α: ἕρπω, φησὶν, ἔχων σε τὸν προσφιλέστατόν μου συγγενῆ. νῦν γὰρ τὸ κῆδος ἀντὶ τῆς συγγενείας κεῖται, κυρίως δὲ ἡ ἐπιγαμβρία: —MTB ζητεῖται πῶς διαλαθὼν τοὺς φύλακας ἐπὶ τὸ μνῆμα τοῦ πατρὸς ἀπιὼν οὐ φεύγει.
sch Or 796 [5] φαμὲν οὖν ὅτι τὰ μνήματα τῶν βασιλέων ἔσω τῆς πόλεως ἦν. οἱ δὲ ὅτι βαδίζοντα αὐτὸν πρὸς τὸν τάφον τοῦ πατρὸς οὐ διεκώλυον: —MTAB τί τοῦτο εἴρηκας. ἢ ἵνα τί ἐκεῖσε θέλεις ἐλθεῖν: —M i TB i ὡς αὐτὸν ἱκετεύσω σῶσαί με: —M i TB i τὸ τὸν πατέρα σου σῶσαί σε: —M i TB i μητέρος δὲ μη δ ’ ἴδοιμι μνῆμ α: κατὰ κοινοῦ τοῦτο εἶπεν· συνθεωρεῖται γὰρ τὸ πρὸς τὴν μητέρα μῖσος κἂν μὴ τοῦτο εἶπεν: — MTAB πρὸ τοῦ σὲ ἀπολογήσασθαι: —M i TB i περιβαλὼν πλευροῖ ς: ὑπὸ τῆς νόσου δυσκίνητα, μὴ δυνάμενα κινεῖσθαι καὶ κέλλειν· ἔνθεν καὶ ὁ κέλης καὶ τὸ κελλώνιον.
sch Or 800 [10] ἤτοι δυσκίνητα, μὴ δυνάμενα κέλλειν: —MTAB οὐ φροντίσας τοῦ ὄχλου ὀχήσω σε διὰ μέσης τῆς πόλεως: — M i TAB ἀντὶ τοῦ οὐ φροντίζων [διὰ] τοῦ ὄχλου: —M i ἀντὶ τοῦ μὴ ἐν δειναῖς: —M i ὠφελήσω: —M g τοῦ τ ’ ἐκεῖνο κτᾶσ θ ’ ἑταίρου ς: ἦν ἄρα, φησὶ, καλῶς τοῦτο ἔκπαλαι δεδογμένον τὸ μὴ μόνον τοὺς συγγενεῖς φίλους νομίζειν, ἀλλὰ καὶ εἴ τις βέβαιος τὴν διάθεσιν: —MTAB ὅτι: —M g ὅστις τρόπῳ καὶ διαθέσει συγκάμνει φίλῳ, πολλῶν ἐστι συγγενῶν ἀμείνων εἶναι φίλος: —M i TAB † ἄλλω ς: ὡς κρείσσων ἐστὶν ὁ ἀνὴρ ὁ θυραῖος καὶ ξένος ὢν, τοῖς τρόποις δὲ συντακεὶς, ἤγουν ὁμότροπος γενόμενος, κεκτῆσθαι, ἤγουν κτηθῆναι, φίλος ἀνδρί· κρείσσων δέ τινων μυρίων ὁμαιμόνων καὶ ἀδελφῶν, ἢ κοινῶς εἰπεῖν συγγενῶν: —A συναναπλασθῇ: —M g B i ξένος: —M g B i ὁ μέγας ὄλβο ς: τὸ ἑξῆς· ὁ μέγας ὄλβος καὶ ἡ ἀρετὴ τῶν Ἀτρειδῶν ἡ μεγαλοφρονοῦσα καὶ ἐν Ἑλλάδι καὶ ἐν Τροίᾳ εἰς τὸ ἐναντίον 〈ἐκ〉 τῆς εὐδαιμονίας ἀνῆλθεν, ὅ ἐστιν εἰς δυστυχίαν ἀρχαίαν τὴν τοῖς Ἀτρείδαις συμπεσοῦσαν ἐπὶ τῷ χρυσομάλλῳ ἀρνῷ: —MTAB ἄλλω ς: τὸ ἑξῆς· ἀπὸ τῆς παλαιᾶς συμφορᾶς τῶν οἴκων τῶν Ἀτρειδῶν ὁ μέγας ὄλβος μεγαλοφρονήσας ἐν Ἑλλάδι καὶ τῇ Τροίᾳ πάλιν εἰς τὴν ἀρχαίαν δυσδαιμονίαν ἔδραμεν, ὡσεὶ ἔλεγεν [πρὸς τὴν κακοδαιμονίαν τὴν ἀρχαίαν]· ὠγκώθησαν ἐπὶ πολὺ οἱ Ἀτρεῖδαι καὶ πάλιν ἐδυστύχησαν: —MTA † ἄλλω ς: ὁ μέγας ὄλβος καὶ ἡ περίπυστος κατὰ πᾶσαν τὴν Ἑλλάδα καὶ ἐν Ἰλίῳ τῶν Ἀτρειδῶν εὐδαιμονία καὶ ἀρετὴ εἰς τοὐπίσω πάλιν ἀνέδραμεν εἰς δυστυχίαν ἐξ εὐτυχίας μεταβληθεῖσα καὶ ὥσπερ εἰπεῖν ἀπόρροιαν ἔχουσα ἐκ τῆς παλαιᾶς αὐτῶν ἐκείνης τῆς κατ’ οἶκον συμφορᾶς.
sch Or 807 [25] ἐκείνη γὰρ ἡ ἔρις αὐτοῖς ἡ περὶ τοῦ χρυσομάλλου ἀρνειοῦ εἰργάσατο ἐλεεινὰ βρώματα καὶ σφαγὰς ἀνοσίους εὐγενῶν τέκνων τοῦ Θυέστου. ἐξ ἐκείνου δὴ φόνου συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον. καὶ τὸ νομιζόμενον εἶναι καλὸν οὐ καλόν ἐστι, λέγω δὴ τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς. τὸ γὰρ ἀδικεῖν πατέρας ἀσεβῶν ἐστι καὶ ἀνοήτων τέκνων καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ [γε] τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. μέλλουσα γὰρ τελευτᾶν ἡ Τυνδάρεω, Κλυταιμνήστρα, φόβῳ τοῦ θανάτου ἀνεβόησεν ἡ δυστυχής· Ὀρέστα, τολμᾷς τὸν κατὰ τῆς μητρὸς φόνον. ὅρα δὴ καὶ σκόπει, μή πως τῆς εἰς τὸν πατέρα τοιαύτης τιμωρίας ἀνταλλάξῃς δύσκλειαν ἀθάνατον. οὔτε γὰρ νόσος οὔτε αἷμα οὔτε τις ἑτέρα συμφορὰ μείζων γένοιτ’ ἂν ἐν ἀνθρώποις μητροκτονίας: —TAB μέγα φρονοῦ ς ’ ἀ ν ’ Ἑλλάδ α: ἀντὶ τοῦ μέγα φρονήσασα.
sch Or 808 τὸ δὲ πλῆρες μέγα φρονοῦσ α, ἡ ἀρετή. εἰδωλοποιεῖ γὰρ αὐτήν. ἢ ὅτι τῶν ἐπειλημμένων αὐτῆς ἐπαίρει τὸ φρόνημα: —MTA δύναται καὶ μέγα φρονοῦσ ι, τοῖς Ἀτρείδαις: —MM i TAB ἀντὶ τοῦ ἐν Ἰλίῳ.
sch Or 809 Σιμοῦς γὰρ ποταμὸς Ἰλίου, ἀφ’ οὗ τὴν Τροίαν δηλοῖ: —M g B i πάλιν ἀνῆλ θ’: εἰς τὸ ἔμπαλιν καὶ εἰς τὸ ἐναντίον ἔδραμε καὶ κατέστη τοῖς Ἀτρείδαις.
sch Or 810 εὐτυχίαν δέ φησι τὴν κατὰ τὸ Ἴλιον καὶ δυστυχίαν τὴν νῦν τραγῳδουμένην: —M i TAB i πάλαι παλαιᾶ ς: ἀντὶ τοῦ διὰ τὴν παλαιὰν καὶ πάλαι γεγενημένην συμφοράν.
sch Or 811 [25] λέγει δὲ τὴν μοιχείαν τῆς γυναικὸς Ἀτρέως καὶ τὴν βορὰν τῶν τέκνων τοῦ Θυέστου, ὡς καὶ ἑξῆς ἐπάγει. ἢ οὕτως· προϋπαρξάσης ἑτέρας κατὰ τὸν ἀνέκαθεν χρόνον συμφορᾶς [τῶν τέκνων αὐτοῦ, εἶτα εὐτυχίας τῆς κατὰ τὸ Ἴλιον, καὶ πάλιν δυστυχίας τῆς νῦν τραγῳδουμένης] ἥτις αὐτοῖς προὐξένησε συμφορὰς ἀτόπους, τῷ μὲν οἰκτροτάτην παίδων βορὰν, τῷ δὲ σφαγὴν ἀνοσίαν τέκνων ἀδελφοῦ. τὸ γὰρ τεκέων ἀντὶ τοῦ τέκνων· ἑξῆς δὲ τεκέων χρόα τεμεῖν πυριγενεῖ παλάμ ᾳ. ἐπὶ τῶν γονέων δὲ ἔλαβε παρὰ τὸ τεκεῖν ἴσως: —MTAB † ἀπὸ συμφορᾶς δόμω ν: ποίας δὲ συμφορᾶς λέγει· ὁπότε παρὰ τοῦ ἀρνὸς ἦλθε τοῖς Ἀτρείδαις μεγάλη συμφορὰ, σφαγαὶ καὶ θοινήματα τῶν γενναίων τέκνων: —A † Ἀτρεὺς ὁ Πέλοπος βασιλεύων Πελοποννήσου ηὔξατό ποτε ὅ τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. γεννηθείσης δὲ αὐτῷ χρυσᾶς ἀρνὸς τῆς εὐχῆς ἠμέλησε καὶ καθείρξας εἰς λάρνακα ἐφύλαττε. μέγα δέ τι φρονήσας ἐπὶ τῷ κτήματι κομπάζει ἐπὶ τῆς ἀγορᾶς. ἠνίασε τοῦτο Θυέστην, καὶ ὑπελθὼν ὡς ἐρῶν ἔπεισε τὴν Ἀερόπην δοῦναι αὐτῷ τὸ κτῆμα, λαβὼν δὲ ἀντεῖπε τῷ ἀδελφῷ ὡς οὐ δεόντως κομπάζοντι. ἔλεγε δὲ αὐτὸς ἐν τῷ πλήθει δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσᾶν ἄρνα ἔχοντα. τοῦτο δὲ ὁμολογοῦντος καὶ τοῦ Ἀτρέως Ζεὺς Ἑρμῆν πέμπει πρὸς τὸν Ἀτρέα συνθέσθαι λέγων περὶ τῆς βασιλείας καὶ δηλοῖ περὶ τῆς ἀνατολῆς ὅτι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. συνθεμένου δὲ περὶ τούτου ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὴν ἐποιήσατο· ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου 〈πλεονεξίαν〉 τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε καὶ Θυέστην ἐφυγάδευσεν: —A i σφάγια γενναίων τεκέω ν: τῶν εὐγενῶν τέκνων τοῦ Θυέστου.
sch Or 815 ἐξ ἐκείνου δὲ φόνοι συνεχεῖς καὶ ἀλλεπάλληλοι σφαγαὶ οὐ διαλείπουσι τὸν τῶν Ἀτρειδῶν οἶκον: —M i TB i οὐ προλείπε ι: τὰ θατέρῳ συμβάντα κατὰ ἀμφοτέρων ἐξήνεγκεν.
sch Or 817 τί γὰρ δεινὸν ὁ Μενέλαος ἐπανελθὼν πέπονθεν, εἰ μὴ τὰ ἐν Ἰλίῳ δι’ αὐτὸν γενόμενα λέγει κακά. σύλληψις δὲ ὁ τρόπος· τὸ γὰρ ἑτέρῳ συμβὰν κατ’ ἀμφοτέρων ἔταξεν: —MTAB τὸ καλῶς δοκοῦν γεγενῆσθαι οὐ καλῶς ἀπέβη τῷ Ὀρέστῃ.
sch Or 819 [10] τί δέ ἐστι· τὸ ἀπηνεῖ χειρὶ διατεμεῖν τὸ σῶμα τῶν γονέων καὶ ᾑμαγμένον ἀνατεῖναι τὸ ξίφος εἰς τὰς τοῦ ἡλίου αὐγάς: —MTB τὸ νομιζόμενον δὲ εἶναι καλὸν, ὁ κατὰ τῆς μητρὸς φόνος ὅτι ἐπ’ ἐκδικίᾳ τοῦ πατρὸς γέγονεν, οὐ καλὸν τῷ μητροκτονήσαντι: —MTA ἄλλω ς: ἔνιοι οὕτως· ἡ τιμωρία ἡ ὀφείλουσα ὑπὸ τοῦ Ὀρέστου ὑπὲρ τοῦ πατρὸς ἀπαιτηθῆναι σφοδρότερον ἀπῃτήθη. οὐ καλὸν, φησὶ, τὸ σῶμα τῶν γονέων, λέγει δὲ τὴν Κλυταιμνήστραν, ἀπηνεῖ χειρὶ τέμνειν τὸν Ὀρέστην: —MTA ἢ τοιαύτη ἡ σύνταξις· οὐδὲ τοῦτο, φησὶ, καλὸν, τὸ τὸ ξίφος ᾑματωμένον δεῖξαι ταῖς τοῦ ἡλίου αὐγαῖς. εἰώθασι γὰρ οἱ ἀνελόντες τινὰ δικαίως, ὡς οἴονται, τῷ ἡλίῳ τὸ ξίφος δεικνύναι σύμβολον τοῦ δικαίως πεφονευκέναι: —MTAB ἀπηνεῖ καὶ θρασείᾳ καὶ ἀνημέρῳ, ὡς ἂν ἐκ πυρὸς γεγενημένῃ: —MTAB i τῷ ξίφει, ἐπεὶ ὑπὸ πυρὸς παλαμᾶται: —M g TAB i μελάνδετο ν: διὰ τὸ μέλαιναν λαβὴν ἔχειν, τουτέστι μελάγκωπον.
sch Or 821 [5] ἢ μέλαν παρὰ τοῦ φόνου γενόμενον. πολλὰ δέ εἰσι τὰ τοιαῦτα σύνθετα, οἷον ‘κελαινεφὲς αἷμα‘· οἷον τὸ νέφος οὐκ ἔγκειται, οὕτως καὶ ἐνταῦθα τὸ δεδέσθαι οὐκ ἔγκειται: —MTAB τὸ ὑπὸ τοῦ αἵματος μελαινόμενον: —M g TA g τὸ δ ’ αὖ κακουργεῖ ν: γράφεται τὸ δ ’ αὖ κακοῦργο ν: —TA τὸ δ ’ αὖ κακουργεῖν ἀσέβει α: τὸ δὲ μετὰ λόγου καὶ πιθανότητος ἐπιχειρεῖν τι καὶ πράττειν κακὸν οὐχ ἁπλῆ ἐστιν ἀσέβεια, ἵν’ ᾖ καθόλου τοῦτο τάττεσθαι δυνάμενον καὶ ἐπὶ Ἀτρέως καὶ ἐπὶ Θυέστου καὶ ἐπὶ Κλυταιμνήστρας καὶ ἐπ’ Αἰγίσθου καὶ οὐ μόνον ἐπὶ τούτων, ἀλλὰ καθολική ἐστι γνώμη.
sch Or 823 [5] τὸ δὲ κακοφρονούντων ἀνδρῶν παράνοια τοιοῦτόν ἐστι· τῶν κακὰ διαλογιζομένων ἀνδρῶν αὐτὸ τὸ ἀλόγιστόν ἐστιν: —MTAB ἄλλω ς: τὸ μὲν κακουργεῖν ἀσεβῶν ἐστι καὶ πονηρῶν ἀνθρώπων, τὸ δὲ τῆς συμφορᾶς τῆς κατὰ τοῦτον ἐλεεινότερον. οὐκ ἠλέησε γὰρ τὴν μητέρα οἰκτρῶς παρακαλοῦσαν: —MTAB ἄλλω ς: ἀλλὰ καὶ τὸ δεινὰ πράττειν ἀσέβειά ἐστι. τοῦτο δέ φησιν, ἐπεὶ ἡ Κλυταιμνήστρα μοιχευθεῖσα ἐφόνευσε τὸν Ἀγαμέμνονα: — MTA g B γράφεται ποικίλ α: —M g T κακῶς διανοουμένων: —M g διὰ τὸν φόβον τοῦ θανάτου: —M g TA g B i οὐχ ὅσια τολμᾷς: —M i ἀπενέγκῃ κακοδοξίαν αἰώνιον: —M g TA g οὔτε γὰρ νόσος οὔτε συμφορά τις μείζων μητροκτονίας: — M i TA g B i οἷο ν: οἷον ἔργον ὁ δυστυχὴς διαπραξάμενος ** διὰ τὸν φόνον καὶ περιδινούμενος τὰς τῶν ὀφθαλμῶν ὄψεις, ὁ τοῦ βασιλέως Ἀγαμέμνονος παῖς: —M i TA † οἷον ἔργον τελέσα ς: ἀντὶ τοῦ· οἷον 〈ἔργον〉 ὁ δυστυχὴς Ὀρέστης καταπραξάμενος, τὸ τῆς μητροκτονίας, ἄγρευμα γεγένηται ταῖς Ἐρινύσι συλληφθεὶς ὑπ’ αὐτῶν διὰ τὸν τῆς μητρὸς φόνον: —B Εὐμενίσιν θήραμα φόν ῳ: ἀντὶ τοῦ ἄγρευμα γενόμενος καὶ συλληφθεὶς ὑπὸ τῶν Ἐρινύων διὰ τὸν φόνον τῆς μητρός: —MTA περιδινούμενος τοὺς ὀφθαλμούς· τοιοῦτοι γὰρ οἱ μανιώδεις· καὶ πανταχοῦ περιστρέφων αὐτοὺς, ὅ ἐστι τεταραγμένους ἔχων τοὺς ὀφθαλμούς.
sch Or 837 τὸ δὲ ἑξῆς· Εὐμενίσι δρομάσι. δρομάσι δὲ ταῖς εὐκινήτοις: —MTAB φεῦ τῆς δυστυχίας, ὦ Ὀρέστα: —M i A g ἐκ χρυσοῦ ὑφανθέντων.
sch Or 840 [5] ἴσως παρὰ τὸ πηνίον: —M g A g B i μαστὸν ὑπερτέλλον τ ’ ἐσιδώ ν: ὡς ἄρα ἦσθα τὴν φύσιν ὠμὸς, ἡνίκα ἡ μὲν ὠδινήσασα προὔτεινέ σοι τὸν μαστὸν ἐκ τῶν χρυσοϋφῶν ἱματίων γαλακτοτροφίας ὑπομιμνήσκουσα καὶ παρὰ σοῦ ἔλεον διὰ τούτου θηρωμένη, σὺ δὲ πρὸς τοῦτο ἀπιδὼν οὐκ ἠλέησας τὴν τεκοῦσαν, ἀλλὰ γέγονας τῆς μητρὸς ἀνόσιος φονεὺς τῷ σῷ πατρὶ ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν δι’ ἀσεβείας διδούς: —MTB ἀνατεινόμενον: —M g A g B i οὐδαμῶς μαινόμενος, σωφρονῶν δέ: —M g A g B i κατὰ τὸ σιωπώμενον εἶδον τὸν ἄγγελον ἐρχόμενον αἱ τοῦ χοροῦ γυναῖκες: —M g B i ἀπὸ λόγου δῆλος εἶ κακάγγελος ὤν: —M i TB i τῶν Ἀργείων· Πελασγὸς γὰρ βασιλεὺς παλαιὸς Ἀργείων: — M i TAB i ἀντὶ τοῦ· εἰς τὸ μέλλον ἀφορῶσα πολλὰ ἐθρήνουν: —M i AB i ἀντὶ τοῦ κατεδίκασαν.
sch Or 862 καὶ ‘καθαιροῦσαν ψῆφον‘ τὴν καταδικάζουσαν: —M iTABi ἔτρεφε: —M g εὐγενῆ πρὸς τὸ χρῆσθαι: —M i B i καὶ θάσσον τ ’ ἄκρα ν: τόπος οὕτω καλούμενος.
sch Or 871 τὸν Πρῶνα λέγει· ἐνταῦθά φασι τοὺς Ἀργείους ἐκκλησιάζειν: —MTAB θάσσον τ ’ ἄκρα ν: φασὶ τὸν Δαναὸν ἐνταῦθα δεδωκέναι δίκας τῷ Αἰγύπτῳ ὑπὲρ ὧν εἰργάσαντο φόνων αἱ θυγατέρες αὐτοῦ: —MTAB οὗ φασι πρῶτο ν: ὅπου φασὶ πρῶτον Δαναὸν μετὰ τὸν θάνατον τῶν υἱῶν Αἰγύπτῳ δοῦναι δίκας.
sch Or 872 [30] αὐτὸς γὰρ ὁ Αἴγυπτος ἧκεν εἰς Ἄργος τιμωρήσων τὸν φόνον. Δαναὸς δὲ μαθὼν ἐξῆγεν εἰς ὅπλα τοὺς Ἀργείους, ἀλλὰ Λυγκεὺς πείθει λόγοις ὁρίσασθαι τὴν ἔχθραν, καὶ καθιστῶσι δικαστὰς αὐτοῖς Αἰγυπτίων καὶ Ἀργείων τοὺς ἀρίστους. [ὁ δὲ τόπος ἔνθα] ἡ 〈δὲ〉 δίκη συνήχθη περὶ τὴν μεγίστην ἄκραν, ἔνθα καὶ Ἴναχος ἁλίσας τὸν λεὼν συνεβούλευσεν οἰκίζειν τὸ πεδίον. ὁ δὲ τόπος ἐξ ἐκείνου Ἁλιαία καλεῖται: —MTAB ἄλλω ς: ἡ πολλὴ δόξα κατέχει μὴ ἀφῖχθαι τὸν Αἴγυπτον εἰς Ἄργος, καθάπερ ἄλλοι τέ φασι καὶ Ἑκαταῖος γράφων οὕτως [FHG IV p. 627 a ]· ‘ὁ δὲ Αἴγυπτος αὐτὸς μὲν οὐκ ἦλθεν εἰς Ἄργος, παῖδας δὲ *** ὡς μὲν Ἡσίοδος [frg. 50], ἐποίησε πεντήκοντα, ὡς ἐγὼ δὲ, οὐδὲ εἴκοσι‘. καὶ Διονύσιος ὁ κυκλογράφος [FHG IV p. 653 a ] ἐν † τούτῳ τὰ παραπλήσιά φησι. Φρύνιχος δὲ ὁ τραγικός φησι σὺν Αἰγυπτίοις τὸν Αἴγυπτον ἥκειν εἰς Ἄργος. λέγεται δέ τις ἐν Ἄργει Πρὼν, ὅπου δικάζουσιν Ἀργεῖοι: —MTAB ἄλλω ς: οὗ παρῆκεν ὁ Δαναὸς Αἰγύπτῳ δικάσασθαι. ἱστορεῖ δὲ περὶ τοῦ χωρίου Δεινίας ἐν θ τῆς πρώτης συντάξεως, ἐκδόσεως δὲ δευτέρας [frg. 3], γράφων οὕτως· ‘ταχέως δὲ κυριεύσαντες τὸν Μέλαγχρον καὶ τὴν Κλεομήτραν βάλλοντες τοῖς λίθοις ἀπέκτειναν. καὶ τὸν τάφον αὐτῶν δεικνύουσιν καὶ νῦν ἔτι ὑπεράνω τοῦ καλουμένου Πρωνὸς, χῶμα † παντελῶς, οὗ συμβαίνει τοὺς Ἀργείους δικάζειν‘. τάχα δ’ ἂν τούτου καὶ ἐν Βελλεροφόντῃ μνημονεύοι εἰπών [frg. 307]· ‘καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων στὰς ἐν μέσοισιν εἶπε κηρύκων ** : —MTAB καὶ ἄλλω ς: Δαναὸς ἐγένετο Ἄργους βασιλεύς. οὗτος τὰς θυγατέρας ἑαυτοῦ πεντήκοντα οὔσας ἐκδίδωσι πρὸς γάμον τοῖς υἱοῖς Αἰγύπτου πεντήκοντα καὶ αὐτοῖς οὖσιν. οὗτος ἀπῆλθεν εἰς τὸ μαντεῖον χρησόμενος εἰ ἄρα καλῶς ἔγημαν αἱ θυγατέρες. ὁ δὲ θεὸς ἔχρησεν αὐτὸν ἐκ τούτου κινδυνεύσειν. ὁ δὲ ἔπεισε τὰς θυγατέρας ἀνελεῖν τοὺς υἱοὺς Αἰγύπτου. μόνη δὲ Ὑπερμνήστρα ἐφείσατο τοῦ Λυγκέως, καὶ οὗτος ἐβασίλευσεν Ἄργους: —MTAB τὴν Ἡλιαίαν φησί: —M i B i ἆρα παρὰ πολεμίων τινῶν: —M g B ἀνήγειρεν: —M i A g γράφεται ὄχλο ν: —M i ἀνέλπιστον.
sch Or 879 καὶ Διονύσιος ὁ κυκλογράφος [ἐν] τούτῳ τὰ παραπλήσιά φησι: —M i B 1 πρᾶγμα: —M g τὸν δὲ συλλυπούμενον τῷ φίλῳ καθάπερ ἀδελφόν: —M i TA g B i τοῖς κρατοῦσιν ἀεὶ χαριζόμενος: —M i TA g ἔλεξε δ ’ ὑπὸ τοῖς δυναμένοισι ν: τὸ ἑξῆς· 〈ἔλεξε διχόμυθα〉, ἀντὶ τοῦ διχόγνωμα, τοῖς κρατοῦσιν ἄλλοτε ἄλλα προσχαριζόμενος: — MTB ἐκπληττόμενος ἐπαινῶν: —M g TA g B i διὰ τοῦ καλοῖς κακοὺς λόγους ἑλίσσων ἐξηγεῖται τὸ διχόμυθ α: —M i T καθισταίη νόμου ς: ἀντὶ τοῦ κυροίη.
sch Or 892 λέγων ὅτι ὁ Ὀρέστης οὐ καλὸν νόμον εἰσήνεγκεν εἰς τοὺς τεκόντας: —MTAB πηδῶ ς ’ ἀεὶ κήρυκε ς: καὶ ἐν ἄλλοις κατὰ τῶν κηρύκων λέγει ὅτι [frg.
sch Or 896 1001] ‘ἀεί ποτε σπέρμα κηρύκων λάλον‘: —MTAB ὃς ἂν δύνηται καὶ ἄρχῃ τῆς πόλεως: —M i TAB i ἀθυρόγλωσσο ς: ταῦτά φασιν ἐπὶ Κλέωνι τῷ δημαγωγῷ λέγεσθαι, σφαλλόμενοι.
sch Or 903 [5] πρὸ γὰρ τῆς τοῦ Ὀρέστου διδασκαλίας πολλοῖς χρόνοις ὁ Κλέων ἐτελεύτα. τάχα οὖν εἰς Κλεοφῶντα τείνει, ἐπεὶ καὶ ἔναγχος οὗτος τὰς πρὸς Λακεδαιμονίους συνθήκας οὐ προσήκατο. καὶ τῷ λέγειν δὲ Ἀργεῖος οὐκ Ἀργεῖος ἠναγκασμένος εἰς τοῦτον βλέπει. θέλει γὰρ εἰπεῖν Ἀθηναῖον οὐκ Ἀθηναῖον ὄντα αὐτὸν, ἀλλὰ νόθον πολίτην, παρόσον Θρᾷξ ἦν ὁ Κλεοφῶν. Ἀριστοφάνης Βατράχοις [690 sq.]· ‘φιλοτιμότεραι Κλεοφῶντος, ἐφ’ οὗ δὴ χείλεσιν ἀμφιλάλοις δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν ἐπὶ βάρβαρον ἑζομένη πέταλον‘: —MTAB Ἀργεῖος οὐκ Ἀργεῖο ς: Ἀργεῖος ἠναγκασμένος, ὡσεὶ ἔλεγε νόθος πολίτης.
sch Or 904 ταῦτά φασιν αὐτὸν εἰς Κλεοφῶντα τείνεσθαι, ἐπεὶ 〈ὡσ〉 Θρᾷξ κωμωδεῖται: —M i TA θορύβῳ τε πίσυνο ς: τεθαρρηκὼς, πείθειν δυνάμενος εἰς τὸ περιβαλεῖν κακῷ τινι τοὺς ἀκούοντας, ὥστε αὐτοὺς ποιῆσαί τι κακόν: — MTAB λείπει τὸ ἀλλ’ οὖν: —M i B i θεᾶσθαι δ ’ ὧδ ε: ὁ δὲ τοῦ δήμου προϊστάμενος ὀφείλει τοὺς τοιούτους ἐπιλέγεσθαι δημηγόρους τοὺς καὶ χρησιμεύειν μέλλοντας.
sch Or 911 [15] ὁμοίως γὰρ τὸ πρᾶγμα γίνεται τῷ τε δημηγόρῳ καὶ τῷ τοῦ δήμου προϊσταμένῳ: —MTAB ἄλλω ς: δεῖ, φησὶ, τὸν ἀγαθὸν πολίτην εἰς τὸ τῆς πόλεως συμφέρον ἀφορᾶν ἀεί· καθὼς γὰρ ἂν συμβουλεύσειεν, οὕτως εἰώθασιν ἀποβαίνειν τὰ πράγματα: —TAB † ἄλλω ς: τὸν δὲ προεστῶτα τῆς πόλεως, τουτέστι τὸν δημαγωγὸν, οὕτως ἀφορῶντα, πρὸς τὸν λέγοντα, δεῖ κρίνειν. ὁμοίως γὰρ, φησὶν, ἀποβαίνει τὸ πρᾶγμα καὶ τῷ λέγοντι καὶ τῷ ἀκούοντι. ὥσπερ γὰρ, ἐὰν ᾖ ὁ συμβουλεύων κακός, ἀσύμφορόν ἐστι τῇ πόλει, οὕτως καὶ ὅταν ὁ ἀκούων κακῶς ἀκούῃ, πάλιν ἀσύμφορον: —TAB † ἄλλω ς: τὸν δὲ προεστῶτα τῆς πολιτείας καὶ τοῦ δήμου ἀνερευνᾶν δεῖ καὶ ἀνασκοπεῖν τὸν συμβουλεύοντα ὁποῖός ἐστι τὸ ἦθος. εἰς ταὐτὸν γὰρ ἀποβαίνει τὸ πρᾶγμα τῷ τε λέγοντι κακῶς καὶ σφαλερῶς συμβουλεύοντι τῷ 〈τε〉 δεχομένῳ τοὺς αὐτοῦ λόγους: —A τῷ τοὺς λόγους λέγοντ ι: τουτέστι τῷ προϊσταμένῳ καὶ τὰ πρωτεῖα φέροντι τῆς πόλεως καὶ τιμωμένῳ: —MTAB ὑπὸ δ ’ ἔτεινε Τυνδάρεως λόγου ς: ὑπέβαλλε δὲ αὐτῷ ὁ Τυνδάρεως τοιούτους λόγους λέγειν, ὑμᾶς φονευθῆναι.
sch Or 915 [5] ἢ οὕτως· ὑπέβαλλεν ὁ Τυνδάρεως τοῖς καθ’ ὑμῶν ποιουμένοις τὸν λόγον. ὑπέτεινε δὲ καὶ εἰς τὸ αὐτὸ ἦν τῷ ὑμᾶς λέγοντι φονεύεσθαι: —MTA 1 B τῷ λέγοντι τοὺς δύο φονευθῆναι. τὸ δὲ κατακτείναντι ὅσον ἐπὶ τοῖς λόγοις οἷς ἔλεγεν: —M i TAB γράφεται οὐκ εὔοπτο ς: —M i B i εὔμορφος: —M g A g ἀνδρεῖος τῇ ψυχῇ.
sch Or 918 [5] ἀνδρεία γὰρ ἐπὶ ψυχῆς. ῥώμη δὲ ἐπὶ σώματος: —M i TB † κατὰ μὲν τὴν ἔξω ἐμφέρειαν καὶ ἐμφάνειαν ἀηδὴς καὶ ἀφανὴς, ἀνδρεῖος δὲ καὶ γενναῖος κατὰ ψυχήν: —A ἐκκλησίας οὐ περιερχόμενος.
sch Or 919 οὐδὲ πλησιάζων: —M i TB ἀπὸ κοινοῦ τὸ χραίνω ν: —M i TB i αὐτουργό ς: σῴζουσι γῆν οἱ αὐτουργοῦντες· γνησίως γὰρ τοὺς ἀγροὺς ἐργάζονται: —MTAB αὐτουργό ς: ὁ τὴν ἰδίαν ἐργαζόμενος γῆν: —MTAB οἱ αὐτουργοί: —M g A g χωρεῖν ὁμόσ ε: ἀντὶ τοῦ οὐ διχόμυθα λέγων ὡς ὁ προρρηθείς.
sch Or 921 [5] τοῦτο ἐναντίον ἐστὶ τῷ διχόμυθ α: συνδραμεῖν ὑμῖν θέλων τοῖς λόγοις καὶ ταῖς ὑμετέραις βουλήσεσι βουλόμενος. σημαίνει δὲ τὸ σῴζειν ὑμᾶς ἐσπουδακώς: — ὁμοῦ: —M g ἀνεπίπληκτο ν: ἀνεπίληπτον, ἀναμάρτητον, ἀδιάφθορον, ἀβλαβῆ, οὐκ ἄξιον τοῦ ἐπιπλήττεσθαι, ἀνεπιτίμητον, ὃν οὐδεὶς διὰ τὸ σῶφρον ὕβρισεν: —M i TAB τοὺς ἄνδρας ἀφῄρει: —M i B i ἣ κεῖ ν ’ ἀφῄρε ι: ἥτις, φησὶν, ἡ Κλυταιμνήστρα, τὸ ὅσον ἐφ’ ᾧ δέδρακε φόνῳ κατὰ τοῦ ἀνδρὸς, ἀνῄρει καὶ ἀνέτρεπεν ἔθη καλὰ καὶ ζηλωτὰ, λέγω δὲ τὸ ὁπλίζεσθαι καὶ ἐπ’ ἀλλοδαπῆς ἰέναι.
sch Or 926 [5] νῦν δὲ ἀνῃρημένης αὐτῆς πεφρίκασιν αἱ γυναῖκες τὰς κατὰ τῶν ἀνδρῶν ἐπιβουλάς· τότε δὲ οὐκ ἂν ἐτόλμησε τῶν ἀνδρῶν οὐδεὶς ἔξω τῶν οἴκων ἐπὶ πόλεμον ὁρμᾶν ὑφορώμενος τοὺς εἰωθότας νοθεύειν: —MTAB ἄλλω ς: ἣ, φησὶν, ἡ Κλυταιμνήστρα, ὅσον ἧκεν ἐφ’ ἑαυτῇ, καλὰ καὶ ζηλωτὰ ἔργα ἔπαυσε, φημὶ δὴ τὸ ὁπλίζεσθαι 〈καὶ ἰέναι〉 κατὰ ἀλλοδαπῆς, διὰ τὸ μὴ ἐκ τῆς γυναικὸς ἀναιρεῖσθαι: —MTA λελειμμένο ι: οἱ ἐν τῇ πόλει καταλειφθέντες, οἱ μὴ ἐξελθόντες εἰς πόλεμον: —MTA g B i τὰς γυναῖκας τὰς οἰκουρούσας: —MTB i τὰς τῶν οἴκων διοικητρίας γυναῖκας: —TA g Ἴναχος αὐτόχθων πρῶτος βασιλεὺς Ἄργους, δεύτερος Πελασγὸς, τρίτος Δαναός: —M i AB i ὦ γῆν Ἰνάχο υ: μετὰ τὸν κατακλυσμὸν ἐν ὄρεσιν οἰκούντων τῶν Ἀργείων πρῶτος αὐτοὺς συνῴκισεν Ἴναχος καὶ λιμναζόμενον τὸ παρὰ τὸν Ἴναχον πεδίον αὐτὸς ἐκαθάρισε καὶ ἐκ πηγῆς τινος ποιησάμενος τὸν ποταμὸν ἀφ’ ἑαυτοῦ Ἴναχον ἐκάλεσε καὶ τὸ Ἄργος Ἰνάχιον.
sch Or 932 [5] Ἰνάχου δὲ καὶ Μελίας Φορωνεὺς καὶ Φηγεὺς ἐγένοντο. Φορωνέως δὲ καὶ Πειθοῦς ἐγένοντο Αἰγιαλεὺς, Ἄπις, Εὔρωψ, Νιόβη. Νιόβης δὲ Ἄργος ἐγένετο, Ἄργου δὲ Κρίασος, Ἔκβασος, Πείρασος, Ἐπίδαυρος, Τίρυνς. Κριάσῳ δὲ ἀπὸ Μελανθοῦς ἐγένοντο Φόρβας καὶ Κλεόβοια, Φόρβαντι δὲ ἐκ τῆς Εὐβοίας [ἐγένετο] Τριόπας καὶ Μεσσήνη. Τριόπᾳ δὲ ἐκ Σωσίδος ἐγένοντο δίδυμοι μὲν Πελασγὸς καὶ Ἴασος, νεώτεροι δὲ Ἀγήνωρ καὶ Ξάνθος. ὁ δὲ Πελασγὸς πρῶτος ἄρτου κατασκευὴν ἐξεῦρε πάλαι τῶν ἀνθρώπων τοῖς δράγμασι σιτουμένων καὶ Πελασγικὸν τὸ Ἄργος ὠνόμασεν. Ἰάσου δὲ Ἰὼ ἐγένετο, Ἰοῦς δὲ Ἔπαφος, Ἐπάφου δὲ Λιβύη καὶ Τηλέγονος, Λιβύης Βῆλος καὶ Ἀγήνωρ· Βήλου δὲ Αἴγυπτος ἐγένετο καὶ Δαναός: —MTAB τινὲς εἰς τὸ πάλαι στίζουσιν: —M i B i οὐ φθάνοι τ ’ ἔ τ ’ ἄ ν: οὐκ ἀρκεσθήσεσθε πρὸς τὸν γυναικῶν φόνον: —M i TB i † ἄλλω ς: οὐ φθάνοιτε ἀποθνῄσκοντες τῷ ἰδίῳ νόμῳ: —AB i ὑμεῖς ὑποταγείητε, οὐχ ὑποτάξοιτε: —M g T g AB i ὑμεῖς φονευθήσεσθε καὶ οὐ φονεύσετε: —M g TAB i ἐξαπλοῦται, πλατύνεται κατὰ τῶν ἀνδρῶν: —M i A g B i † ὁ νόμος ἀνεῖτα ι: ὅταν γάρ τι τῶν δεόντων παρίδωσιν οἱ τὴν ἀρχὴν ἔχοντες κέρδει κατειλημμένοι ἢ ἄλλῳ τινὶ πάθει, τότε ὁ νόμος ἀνεῖται, ἤγουν ἐνδίδοται καὶ πλατύνεται καὶ εἰς αὔξησιν ἔρχεται, πρὸς τὰ κακὰ δηλονότι εὐρυνθεὶς καὶ τὴν αὔξην λαβών: —A 1 οὐκέτι πέρας ὑμῶν ἕξει ὁ θάνατος: —M i TA g B i † ὁ κακὸς ἐν πλήθει λέγω ν: εἴωθε γάρ πως ἐν τοῖς συλλόγοις ὁ τῶν κακῶν κρατεῖν ὅμιλος.
sch Or 944 ἀμέλει καὶ τῶν πόλεων αἱ πλείους τούτῳ τῷ τρόπῳ ἁλίσκονται, τοὺς τιμίους παρ’ οὐδὲν τιθέμεναι, τοὺς δὲ ἀτίμους καὶ ἀγοραίους τιμῶσαι καὶ σεβάζουσαι: —A 1 ἐκ τῶν ἐκκλησιαζόντων: —M g T γράφεται ὡς οὔ ς ’ ὁρᾶν δεῖ φέγγο ς: —M i TB i [γράφεται] οὐδέν σε ὠφέλησεν: —M i στυγνὸν καὶ ὥσπερ ἐστεγασμένον τοῖς κακοῖς.
sch Or 957 ἐν ἐνίοις δὲ οὐ φέρονται οἱ τρεῖς στίχοι οὗτοι. πῶς γὰρ οὐκ ἔμελλε στυγνάζειν: —M i TA 1 B πρὸς τὸν χορόν.
sch Or 960 ἐὰν μετὰ τοῦ ι , ἡ Πελασγία γῆ καὶ χώρα· ἐὰν ἄνευ τοῦ ι ** : —MTA τὸ τιθεῖσα κατὰ κοινοῦ καὶ ἐπὶ τῆς κεφαλῆς καὶ ἐπὶ τῶν παρηΐδων: —M g B i αἱματηρὸν ἄτα ν: ἀντὶ τοῦ· καταξέουσα ἐμαυτῆς τὰς παρειὰς τοῖς ὄνυξιν, ὅπερ ἐστὶ δι’ αἵματος ἄτη: —MTAB γράφεται καλὴ παῖ ς: —M g Περσέφασσα καλλίπαις θε ά: Περσέφασσα καλεῖται ἡ Κόρη.
sch Or 964 [15] ἀπὸ δὲ ταύτης καὶ τὴν μητέρα βούλεται δηλοῦν. πῶς γὰρ ἡ παῖς καλλίπαις· ἡ γὰρ Περσέφασσα θυγάτηρ ταύτης. γράφεται δὲ τὸ καλλίπαις καὶ καλὴ παῖ ς, αὐτὴ οὖσα ἡ Κόρη. οὕτως καὶ βέλτιον· αὕτη γὰρ ἐκληρώθη τὸν θρῆνον [τοῖς γὰρ θρηνοῦσιν ἐγγίνεται]. ἡ τὸν Ἴακχον γεννήσασα ἡ καλλίπαις: —MTAB † ἄλλω ς: ἰστέον ὅτι τῆς κόρης, ἤγουν τῆς Περσεφόνης, ἁρπασθείσης ὑπὸ τοῦ Πλούτωνος ἡ μήτηρ αὐτῆς, ἡ Δηὼ, νῆστις περιήρχετο ζητοῦσα αὐτήν. καὶ δὴ περιερχομένη καὶ ζητοῦσα αὐτὴν ὑπεδέχθη ἐν τοῖς οἴκοις τοῦ Ἱπποθόοντος ὑπὸ τῆς γυναικὸς αὐτοῦ Μετανείρας, ἥτις, Μετάνειρα, παρέθηκεν αὐτῇ τράπεζαν καὶ ἐκέρασεν αὐτῇ οἶνον. ἡ δὲ θεὸς οὐκ ἐδέξατο λέγουσα μὴ θεμιτὸν εἶναι πιεῖν αὐτὴν οἶνον ἐπὶ τῇ θλίψει τῆς θυγατρὸς, ἀλφίτων δὲ κυκεῶνα ἐκέλευσεν αὐτὴν κατασκευάσαι· ὃν δεξαμένη ἔπιεν. Ἰάμβη δέ τις δούλη τῆς Μετανείρας ἀθυμοῦσαν τὴν θεὰν ὁρῶσα γελοιώδεις λόγους καὶ σκώμματά τινα ἔλεγε πρὸς τὸ γελάσαι τὴν θεόν. ἦσαν δὲ τὰ ῥήματα, ἅπερ αὕτη πρῶτον εἶπεν, ἰαμβικῷ μέτρῳ ῥυθμισθέντα ἐξ ἧς καὶ τὴν προσηγορίαν ἔλαβον ἴαμβοι λέγεσθαι. Ἰάμβη δὲ θυγάτηρ Ἠχοῦς καὶ τοῦ Πανὸς, Θρᾷσσα τὸ γένος: —B ἰαχείτω δὲ γᾶ Κυκλωπί α: Κύκλωπες Θρᾳκικὸν ἔθνος ἀπὸ Κύκλωπος βασιλέως οὕτως ὀνομαζόμενοι.
sch Or 965 [5] οὗτοι πολέμῳ ἐξαναστάντες τῆς ἰδίας ἄλλῃ ἄλλος ᾠκίσθησαν, οἱ πλείονες δὲ αὐτῶν ἐν τῇ Κουρήτιδι. ἦσαν δὲ ἄριστοι τεχνῖται. Ἄβαντος δὲ τοῦ βασιλέως τῶν Ἀργείων υἱοὶ ἦσαν ἐξ Ἀγλαΐας Προῖτος καὶ Ἀκρίσιος. οὗτοι μετὰ θάνατον τοῦ πατρὸς ἐστασίασαν περὶ τῆς τυραννίδος. φασὶ δὲ ὅτι ἐν τῷ πολέμῳ τούτῳ πρῶτον ξυλίναις ἀσπίσιν ἐχρήσαντο Ἀργεῖοι καὶ νικήσαντος Ἀκρισίου συνέβησαν ὥστε πλωτῆς γενομένης τῆς θαλάσσης ἀπαλλάσσεσθαι τὸν Προῖτον. χειμάζοντι δὲ αὐτῷ ἐκεῖσε φίλοι γίνονται Ἀργεῖοι, καὶ συμμαχία αὐτῷ ἐκ Λυκίας ἔρχεται καὶ τῆς Κουρήτιδος. ὡς δὲ λοιπὸν ἔαρ ἐφαίνετο, δεδιότες Ἀργεῖοι τὴν ἐπείσακτον συμμαχίαν τοῦ Προίτου συντίθενται ὥστε Ἀκρίσιον μὲν ἄρχειν Ἄργους, Προῖτον δὲ Τίρυνθος. κἀπειδὴ ὕποπτα ἦν τὰ τῶν βασιλέων, τειχίζουσι τὰς πόλεις τῶν ἐκ τῆς Κουρήτιδος Κυκλώπων τειχισάντων αὐτάς: —MTAB γῆ Κυκλώπων. λέγει δὲ τὰς Μυκήνας. πλησίον δὲ αὗται τοῦ Ἄργους. Κύκλωπες δὲ οἱ ἐγχειρογάστορες περιετείχισαν τὰς Μυκήνας, οὓς ἡ ἱστορία φησὶ τὸν κεραυνὸν τῷ Διῒ κατασκευάσαι: —MTAB τὸ ἑξῆς· θρηνείτω τὰ πήματα τῶν Ἀτρειδῶν οἴκων: —M i TB i ἰαχείτω δὲ γᾶ Κυκλωπί α: συνθρηνείτωσαν οὖν ἡμῖν αἱ κατὰ τὰς Μυκήνας γυναῖκες ἐπὶ τῷ πένθει τούτῳ τὰς τρίχας ἀποκείρασαι. ἢ αὐτὴ ἡ ἔφορος θεὸς τῆς πόλεως: —MTA † Κυκλωπί α: ἡ τῶν Μυκηναίων γῆ, ἣν Κυκλωπίαν ὠνόμασαν ὡς ὑπὸ τῶν Κυκλώπων τειχισθεῖσαν, ὅτε Προῖτος καὶ Ἀκρίσιος οἱ τοῦ Ἄβαντος υἱοὶ περὶ τῆς βασιλείας ἤριζον: —A διὰ τὰ πήματα τῶν Ἀτρειδῶν: —MTB ὑπὲρ ἡμῶν ἔλεος ἥξει τῶν θανουμένων: —M i B i ἐλεεινοὶ, φησί, καὶ οἰκτροὶ τὴν τύχην ἡμεῖς οἱ μέλλοντες θανεῖσθαι: —MTAB ὅσον οὐδέπω ἐλεηθησόμεθα παῖδες ὄντες τῶν ἐν Ἑλλάδι ποτὲ διαπρεψάντων κατὰ τὴν βασιλείαν: —MTAB καὶ ὁ οἶκος ὁ πάλαι παρὰ τῶν εὐδαιμόνων διὰ τὰ εὐτυχήματα ζηλωτὸς ὢν καὶ ζηλούμενος: —M i TAB i καὶ ὁ οἶκος ὁ πάλαι ποτὲ ζηλωτὸς ὢν καὶ μακάριος: —M g T ἥ τε: —M g ὦ πολύπονα ἔθνη τῶν ἀνθρώπων: —M g B i λείπει τὸ ἀνθρώπων: —M i ἄλλα ἐπ’ ἄλλοις κατὰ διαδοχὴν ἐπέρχεται κακὰ τοῖς ἀνθρώποις: —M i B i λείπει τὸ ἀνθρώποις: —M i ἄνισος ἄστατος.
sch Or 981 ἄλλοι γὰρ ἄλλως ἔχουσι τύχης: —M g B i μόλοιμι τὰν οὐρανο ῦ: τὸ ἑξῆς· μόλοιμι πρὸς τὴν πέτραν καὶ τὴν βῶλον τὴν τεταμένην ἐξ Ὀλύμπου χθονὸς μέσον καὶ οὐρανοῦ ἁλύσεσι χρυσαῖς καὶ φερομένην δίναισι καὶ αἰωρήμασιν.
sch Or 982 [5] ὁ δὲ λόγος· εἴθε παραγενοίμην εἰς τὴν μεταξὺ γῆς καὶ οὐρανοῦ τεταμένην πέτραν, ἥτις αἰωρεῖται καὶ φέρεται μυρίαις στροφαῖς στρεφομένη καὶ προσηρτημένη χρυσαῖς ἁλύσεσιν ἄνωθεν ἐξ οὐρανοῦ, ἵνα πρὸς τὸν Τάνταλον ἐλθοῦσα ἀποδύρωμαι τὰ συμβάντα. Ἀναξαγόρου δὲ μαθητὴς γενόμενος ὁ Εὐριπίδης μύδρον λέγει τὸν ἥλιον· οὕτως γὰρ δοξάζει. μύδρον δὲ καλοῦσι τὸν πεπυρακτωμένον σίδηρον. πέτραν δὲ καὶ βῶλον κατὰ τοῦ αὐτοῦ εἴρηκεν: —MTAB ἄλλω ς: ἡ μὲν ἱστορία λέγει τὸν Τάνταλον ἀνατεταμέναις χερσὶ φέρειν τὸν οὐρανόν· νῦν δὲ ὁ Εὐριπίδης ἰδίως τὸν ἥλιον ἐπηρτῆσθαι λέγει αὐτῷ διάπυρον ὄντα μύδρον, ὑφ’ οὗ καὶ δειματοῦσθαι αὐτὸν ἀεί. Ἀναξαγόρᾳ δὲ πειθόμενος μύδρον αὐτὸν εἶναι λέγει. τινὲς δὲ κυρίως ἀκούουσι βῶλον χρυσῆν ἐπῃωρῆσθαι τῇ κεφαλῇ τοῦ Ταντάλου. ὑφίσταται δὲ ὁ Εὐριπίδης ἐν τούτοις τὴν Ἠλέκτραν εὐχομένην ὅπως τῷ Ταντάλῳ ἀποδύρηται τὰ συμβάντα τοῖς προγόνοις αὐτῆς. ὅμοιον τοῦτο τῷ ἐν Πειρίθῳ [frg. 596] ‘σὲ τὸν αὐτοφυῆ τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξαντα‘· οὐδὲν γὰρ διαφέρει ὑπὸ τῆς φύσεως εἰπεῖν πάντα διαπεπλέχθαι καὶ ὑπὸ ἁλύσεως ἐξηρτῆσθαι τοῦ λίθου: —MTAB πέτραν ἁλύσεσ ι: διὰ τούτων καὶ παραδηλοῦται ὅτι ὁ Τάνταλος αὐτόθι εἴη μεταξὺ γῆς καὶ οὐρανοῦ αἴσθησιν ἔχων πάντων τῶν πεπραγμένων. εἰ δ’ ἄρα τινὲς διαποροῦσι πῶς ἐξ ἁλύσεως παρηρτημένος περίεισιν ὁ ἥλιος, γινωσκέτωσαν ὅτι τὰ φυσικὰ τοῖς μυθικοῖς καταμίγνυσιν ὁ Εὐριπίδης: —MTAB † εἴθε πορευθείην εἰς τὴν ἐξ οὐρανοῦ κατὰ τὸ μέσον τῆς γῆς, ἤτοι κατὰ κάθετον, τεταμένην καὶ κρεμαμένην ἐν αἰωρήμασι πέτραν, 〈τουτ〉έστιν εἰς τὴν ἐξ Ὀλύμπου φερομένην μετὰ στροφῆς ἐν χρυσείαις ἁλύσεσι βῶλον, ἵνα παρὰ τῷ Ταντάλῳ τῷ γέροντι προγόνῳ θρήνους ποι〈ήσω〉, ὃς τοὺς ἐμοὺς ἐγέννησε γεννήτορας, οἵτινες δυσχερείας καὶ βλάβας πολλὰς ἐθεάσαντο. καὶ λέγει τίνες αἱ βλάβαι ἃς εἶδον οἱ ταύτης 〈πρόγ〉ονοι. ὁ Πέλοψ, φησὶν, ἐθεάσατο τὸ ἅρμα τοῦ Οἰνομάου τὸ πτερωτὸν καὶ ταχύτατον. οὗτος γὰρ συνέτρεχε τοῖς ἑαυτοῦ γα〈μβρ〉οῖς 〈γενη〉σομένοις ἐπὶ τῇ Ἱπποδαμείᾳ καὶ νικῶν αὐτοὺς ἐφόνευεν. εἶδεν οὖν, φησὶν, ὁ Πέλοψ τὸν ταχύτατον δρόμον τῶν ἵππων τοῦ Οἰνομάου τὸν 〈διὰ〉 τετραΐππου στόλου καὶ πορείας γινόμενον, ὁπότε νικήσας τὸν Οἰνόμαον καὶ λαβὼν τὴν Ἱπποδάμειαν καὶ τὸν Μυρτίλον ἐπὶ τοῦ ἅρματος ὡς ἡνίοχον ποιησάμενος, ἐπεὶ ἐζηλοτύπωσεν αὐτῷ δι’ Ἱπποδαμείας, διεδίφρευσεν, ἤτοι διὰ τοῦ δίφρου ἐποίησεν αὐτοῦ τὸν φόνον, βαλὼν καὶ ῥίψας αὐτὸν εἰς τὸ κῦμα τῆς θαλάττης, ἁρματεύσας, ἤτοι ἐκ τοῦ ἅρματος ῥίψας αὐτὸν, ἐν ταῖς τῶν ποντίων σάλων ᾐόσι ταῖς Γεραιστίαις, ἔνθα ἡ Γεραιστὸς τὸ τῆς Εὐβοίας ἀκρωτήριον, ταῖς λευκοκύμοσι διὰ τοὺς ἀποτελουμένους αὐταῖς ἐκ κυμάτων ἀφρούς: —A † εἰς τὸν Ἠριδανὸν ποταμὸν κρέμαται ὁ Τάνταλος: —A 1 εἴθε παραγενοίμην: —M g B i τουτέστι μετὰ θρήνων: —M g B i οἳ κατεῖδον ἄτα ς: οἵτινες, φησὶν, οἱ ἐμοὶ προπάτορες· λέγει δὲ Ἀτρέα καὶ Θυέστην καὶ Ἀγαμέμνονα· αὐτόπται καὶ θεαταὶ γεγόνασι πολλῶν κακῶν, ἐξ οὗ ὁ Πέλοψ κατὰ τὸ αὑτοῦ πτηνὸν καὶ ταχύτατον ἅρμα ἔχων τὸν Μυρτίλον ἐξεδίφρευσε, τουτέστιν ἀπὸ τοῦ δίφρου ἔρριψεν εἰς τὴν θάλασσαν.
sch Or 987 [10] τὴν δὲ ἱστορίαν ταύτην ἤδη προεθέμεθα ὅτι Πέλοψ ὁ Ταντάλου τὸν Οἰνόμαον νικήσας συνεργήσαντος τοῦ Μυρτίλου καὶ τὴν παρὰ θάλασσαν ἐλαύνων ἀπωθήσατο αὐτὸν κατ’ ἐκεῖνον τὸν τόπον τῆς θαλάσσης, ἔνθα Γεραιστός ἐστιν, ἀκρωτήριον τῆς Εὐβοίας. ὅθεν τὸ πέλαγος ἐκεῖνο ἐπώνυμον: —MTAB ὃς ἦν ἡνίοχος τοῦ Οἰνομάου. ** ἔλαβε τὴν Ἱπποδάμειαν καὶ ἀναχωρῶν τοῦ ἀγῶνος ἔλαβε μεθ’ ἑαυτοῦ ἐπὶ τοῦ δίφρου ὡς δὴ φίλον τὸν Μυρτίλον: —MTA ἀρχὴ τῆς ἄτης ἡ ἱπποδρομία Πέλοπος ἡ γενομένη διὰ τοῦ πελάγους. πτηνόν δὲ ἀντὶ τοῦ ἱππικόν: —MAB i ἀντὶ τοῦ ἱππικόν.
sch Or 988 [5] ἤτοι ταχύ: —M g τῇ τετραΐππῳ πορείᾳ: —MM g TA ἀντὶ τοῦ ἐξ οὗ: —M g προτακτέον τοῦ λόγου τὸ ὁπότ ε, τουτέστι· καὶ κατεῖδον οἱ ἐμοὶ προπάτορες ἄτας ἐν δόμοις, ἐξ οὗ ὁ Πέλοψ ἐξεδίφρευσεν εἰς θάλασσαν τὸν Μυρτίλον· ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται.
sch Or 989 [10] μηνίσαντος δὲ Ἑρμοῦ τοῦ τούτου πατρὸς ὑποβαλεῖν τοῖς ποιμνίοις χρυσόμαλλον ἄρνα, ἣ πολλῶν αἰτία κακῶν αὐτοῖς γέγονε· τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἑξῆς ἐπάγει. ἀνεῖλε δὲ τὸν Μυρτίλον προσδοκήσας καὶ αὐτὸς ὁμοίως ὑπ’ αὐτοῦ προδοθήσεσθαι, ἵνα μὴ ἐξείπῃ ὅτι αὐτὸς ἐνίκησε καὶ οὐ Πέλοψ. οἱ δὲ ὅτι μετὰ τὴν νίκην ὡς φίλον συλλαβόμενος τὸν Μυρτίλον ἐξεδίφρευσε ζηλοτυπήσας εἰς Ἱπποδάμειαν: —TAB ὁ Οἰνόμαος πατὴρ τῆς Ἱπποδαμείας.
sch Or 990 [5] οἱ ἵπποι τοῦ Οἰνομάου ἦσαν ἡ Ψύλλα καὶ Ἅρπιννα. ὁ δὲ ἱπποκόμος ἦν ὁ Μυρτίλος: —A 1 ὁ Οἰνόμαος ἐβασίλευεν ἐν τῇ Λέσβῳ, εἶχε δὲ καὶ ἵππους ταχεῖς, οὓς οὐδεὶς ἐνίκησεν εἰ μὴ ὁ Πέλοψ. εἶχε δὲ ὁ Πέλοψ ἡνίοχον τὸν Κίλλον. ἡ δὲ Ἱπποδάμεια Οἰνομάου θυγάτηρ ἡ καὶ παρὰ τοῦ ἰδίου πατρὸς ἐρωμένη καὶ διὰ τοῦτο μὴ ἐκδιδομένη πρὸς γάμον, καθὼς οἱ ἀκριβέστεροι τῶν ἱστοριογράφων γράφουσιν, ἠρᾶτο καὶ παρὰ Μυρτίλου τοῦ ἡνιοχοῦντος τῷ ταύτης πατρὶ, υἱοῦ δὲ ὑπάρχοντος Ἑρμοῦ καὶ Κλεοβούλης τῆς Αἰόλου [ἢ Αἰπόλου] θυγατρός. αὕτη τὸν Πέλοπα ἰδοῦσα ὡραῖον μετὰ τὴν τῶν δώδεκα νυμφίων ἀναίρεσιν ἔρωτι τούτου κατείχετο καὶ τῷ Μυρτίλῳ φησὶ συνεργῆσαι τῷ νεανίᾳ εἰς τὴν κατὰ τοῦ πατρὸς νίκην. ὁ δὲ ταῖς χοινικίσι τῶν τροχῶν τοὺς ἥλους μὴ ἐμβαλὼν ἐποίησε τὸν Οἰνόμαον ἐν τῷ τρέχειν ἡττηθῆναι καὶ ἀναιρεθῆναι ὑπὸ τοῦ Πέλοπος ἐκπεσόντων τῶν τροχῶν. ἐδίδου γὰρ ὁ Οἰνόμαος τοῖς μνηστῆρσι τὴν Ἱπποδάμειαν ἐπὶ τῶν οἰκείων ἔχειν ἁρμάτων θεὶς πέρας τοῦ δρόμου ἔπαθλον γάμου τὸν Κορίνθιον ἰσθμὸν εἰ δυνηθεῖεν ἀφικέσθαι μέχρι τούτου. αὐτὸς δὲ ὄπισθεν ἐλαύνων μετὰ δόρατος καὶ καταλαμβάνων αὐτοὺς ἀνῄρει. τότε δὲ οὕτω νικηθεὶς δόλῳ καὶ ἀναιρούμενος κατηράσατο τῷ Μυρτίλῳ γνοὺς τὴν ἐπιβουλὴν, ἵνα ὑπὸ Πέλοπος ἀνέληται· ὃ καὶ γέγονεν ὕστερον. διαβληθεὶς γὰρ παρ’ Ἱπποδαμείας ὡς βιάζων αὐτὴν ἢ, ὡς οἱ πολλοί φασι, πειράζων αὐτὴν ῥίπτεται παρὰ Πέλοπος περὶ Γεραιστὸν ἀκρωτήριον. ὁ δὲ τελευτῶν ἀρὰς ἀρᾶται τοῖς Πελοπίδαις δεινὰς, αἳ καὶ πεπλήρωνται ὕστερον γεννηθείσης τῆς χρυσομάλλου ἀρνὸς Ἑρμοῦ βουλαῖς τοῦ Μυρτίλου πατρὸς ἐν τοῖς Ἀτρέως ποιμνίοις· ὅθεν τὰ δεινὰ τῆς τραγῳδίας ἔπη. ὁ δὲ Γεραιστὸς ἀποθανόντος ἐκεῖ τοῦ Μυρτίλου Μυρτῷον πέλαγος ὠνομάσθη. ὁ δὲ Πέλοψ εἰς Ὠκεανὸν ἐλθὼν καὶ Ἡφαίστῳ ἁγνισθεὶς λαβὼν Πῖσαν τὴν Οἰνομάου βασιλείαν καὶ τὴν Ἀπίαν Πελασγίαν λεγομένην Πελοπόννησον ὠνόμασεν. ἡ δὲ ἱστορία τῆς χρυσῆς ἀρνὸς ἐγράφη ὄπισθεν [812] ὁπότε χρυσέας ἔρις ἀρνό ς: — Monac. 560 ἀντὶ τοῦ ἐξεδίφρευσεν: —M g B i τὸν Μυρτίλον ἐπὶ τὸ ἀπολέσθαι: —M g B i ἀντὶ τοῦ ἐκβαλὼν εἰς τὸν πόντον, ὅτε ἐφόνευσεν: —M g B i λευκοκύμοσ ι: τοῖς λευκοῖς κύμασιν, ἐπειδὴ προσρηγνύμενα τῶ ἀκρωτηρίῳ ἀφρώδη γίνεται: —MTAB Γεραιστὸς ἀκρωτήριον τῆς Εὐβοίας: —MTA g B i ἐντεῦθεν καὶ Μυρτῷον, ἀπὸ Μυρτίλου, τὸ πρὸς Εὔβοιαν κέκληται: —MT ἐκ τοῦ ἅρματος βαλών.
sch Or 994 [5] ὅμοιον δέ ἐστι τῷ διεδίφρευσ ε: — M g AB i ᾐόνας λέγει τὴν ἐπιφάνειαν τοῦ κύματος: —M i AB i ὅθεν δόμοισι τοῖς ἐμοῖ ς: ὅθεν δόμοις τοῖς ἐμοῖς ἦλθ’ ἀρὰ πολύστονος, ὅτε ἐγένετο ποιμνίοις Ἀτρέως ἱπποβότα τέρας ὀλοὸν ἀρνὸς χρυσομάλλου, λόχευμα Μαιάδος τόκου, τουτέστιν· ὅθεν, διὰ τὸ φονευθῆναι τὸν Μυρτίλον, συμφορὰ κατέλαβε τοὺς οἴκους τὴν ἀρχὴν λαβοῦσα ἐξ οὗ ἐγένετο τέρας ἐν τοῖς ποιμνίοις τοῦ ἱπποτρόφου Ἀτρέως τὸ ὀλέθριον, λέγω δὲ τὴν ἄρνα τὴν χρυσόμαλλον, ἣν ὁ Μαιάδος τόκος, Ἑρμῆς, ὑπέβαλεν.
sch Or 995 [10] τὸ δὲ λόχευμα πρὸς τὸ ἀρνό ς, τουτέστι τὸ χρυσόμαλλον λόχευμα ἀρνὸς, περιφραστικῶς τὴν ἄρνα: —MTAB ἄλλω ς: ἀκολουθεῖν ἂν δόξειε τῷ τὴν Ἀλκμαιωνίδα πεποιηκότι [frg. 6] εἰς τὰ περὶ τὴν ἄρνα, ὡς καὶ Διονύσιος ὁ κυκλογράφος [frg. 3] φησί. Φερεκύδης [frg. 93] δὲ οὐ καθ’ Ἑρμοῦ μῆνίν φησι τὴν ἄρνα ὑποβληθῆναι, ἀλλὰ Ἀρτέμιδος. ὁ δὲ τὴν Ἀλκμαιωνίδα γράψας τὸν ποιμένα τὸν προσαγαγόντα τὸ ποίμνιον τῷ Ἀτρεῖ Ἀντίοχον καλεῖ: —TAB τὸ ἑξῆς· λόχευμα ἀρνός, ὅ ἐστι περιφραστικῶς ὁ ἀρνός: —M i B i τοῦ Ἑρμοῦ: —M g τὸ χρυσόμαλλον ἀρνό ς: Ἑρμοῦ φησι τὰ ποίμνια καθότι ἀποδέδοται τούτῳ ἡ ἐπιμέλεια αὐτῶν.
sch Or 998 [40] Ἑρμοῦ δὲ καὶ μιᾶς τῶν Δαναοῦ θυγατέρων Φαεθούσης ἐγένετο Μυρτίλος. οἱ δὲ ἐκ Κλυμένης φασὶν αὐτὸν καὶ Διὸς γεγενῆσθαι: —MTAB ἄλλω ς: ὁπότε τὸν ἀρνειὸν ὑπέβαλε τοῦτον Ἑρμῆς ὀργιζόμενος Ἀτρεῖ, ἐπειδὴ ὁ πρόγονος αὐτοῦ Πέλοψ τὸν Μυρτίλον αὐτοῦ υἱὸν εἰς τὸ ἐξ αὐτοῦ Μυρτῷον κληθὲν πέλαγος ἔρριψε συναγωνισάμενον αὐτῷ καὶ ποιήσαντα ἀπὸ κηροῦ τοὺς τροχοὺς, ἤτοι τοὺς σφῆνας τῶν τροχῶν. ὁ δὲ Ἀτρεὺς βουλόμενος δεῖξαι ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, ἔφη δεῖξαι ὅτι χρυσόμαλλος ἀρνειὸς αὐτῷ ἐτέχθη. τούτου δὲ ὑπονοθεύσας τὴν γυναῖκα Θυέστης ἔκλεψε τὸν ἀρνειόν. μὴ δυνηθεὶς οὖν κατὰ τὴν ὑπόσχεσιν δεῖξαι ὁ Ἀτρεὺς ἔμελλεν ἀφαιρεῖσθαι τὴν βασιλείαν ἐκείνου τὸ ὑπ’ αὐτοῦ ὑποσχεθὲν δεικνύντος, εἰ μὴ ὡς ἂν φιλόσοφος ἀπέδειξεν αὐτοὺς ἀσεβοῦντας εἰ Θυέστην βασιλέα ἕλωνται, τεκμήριον δὲ τῆς ἀσεβείας τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνίσχοντας. καὶ οὕτως ἐβασίλευσε καὶ τὸν ἀδελφὸν σφόδρα ἐτιμωρήσατο. τινὲς δέ φασι τὸν Δία πρὸς χάριν Ἀτρέως ποιῆσαι τὸν ἥλιον καὶ τὰς Πλειάδας ἐκ δύσεως ἀνατεῖλαι μεταστρέψαντα τὴν τάξιν ἐν μιᾷ ἡμέρᾳ: —MTAB † ἄλλω ς : τὸ χρυσόμαλλον ἀρνό ς: καὶ τοῦτο προεξεθέμεθα οὕτως. φιλονεικίας γὰρ οὔσης αὐτοῖς περὶ τῆς βασιλείας παρελθὼν ὁ Ἀτρεὺς ἐπηγγέλλετο δεῖξαι πρὸς τὸ βεβαιωθῆναι αὐτῷ τὴν βασιλείαν χρυσόμαλλον ἐν τοῖς ποιμνίοις αὐτοῦ ἄρνα· ἣν ὁ Θυέστης λάθρα παρὰ τῆς Ἀερόπης αἰτήσας ἔλαβεν. ὅθεν Ἀτρεὺς ὡς ἀπατήσας τοὺς Ἕλληνας ἐξεβλήθη τῆς ἀρχῆς, Θυέστης δὲ ἐκράτησεν. ἀλλ’ ὕστερον πάλιν ὁ Ἀτρεὺς φιλονεικίᾳ τῇ πρὸς τοῦτον προελθὼν ἐπηγγέλλετο δεῖξαι τὸν μὲν ἥλιον ἐκ δυσμῶν εἰς ἀνατολὰς τὴν πορείαν ποιούμενον καὶ τὴν Πλειάδα ὁμοίως εἰς ἀνατολὴν ὁρῶσαν. τοῦτο οὖν νῦν λέγει ὅτι μετὰ τὸ φανῆναι τὴν ἄρνα ἡ ἔρις τοῦ Ἀτρέως πεποίηκεν ἐπιδειχθῆναι τοῖς Ἕλλησι τὸν ἥλιον τὴν ἐναντίαν ἢ ὡς ὑπείληπται πορευόμενον καὶ τὴν Πλειάδα μηκέτι πρὸς δύσιν, ἀλλὰ πρὸς ἀνατολὰς 〈ὁρῶσαν〉. πιθανῶς δὲ ὁ Εὐριπίδης τὸν μῦθον προσήρμοσεν· ὁ γὰρ φυσικὸς λόγος τὸν ἥλιον ἀποδείκνυσι τὴν ἐναντίαν ἰόντα πορείαν τῷ οὐρανῷ. φασὶ γὰρ ὅτι πρότερον μὲν ἐκ καρκίνου εἰς διδύμους ἐποιεῖτο τὴν πορείαν, ὥστε τὸν σωματοειδῆ Ἥλιον ἀπεστροφέναι πρὸς τὴν δύσιν τὸ πρόσωπον, νῦν δὲ διὰ τὴν Ἀτρέως καὶ Θυέστου ἀδικίαν ἀποστραφέντα πρὸς ἀνατολὴν φέρεσθαι ἔχοντα φαινόμενον ἡμῖν τὸν νῶτον. διόπερ τὴν μὲν δύσιν αὐτῷ γενέσθαι ἀνατολὴν, τὴν δὲ ἀνατολὴν δύσιν. πιθανῶς δὲ τὸ κατὰ τὰς Πλειάδας εἴληπται. τὰ μὲν γὰρ ἄλλα ζῴδια πρώτην φαίνει τὴν κεφαλὴν κατὰ ἀνατολὰς, ὁ δὲ ταῦρος τὸ στῆθος προφαίνει, καθ’ ὅ εἰσιν αἱ Πλειάδες, ὥστε ἀνεστραμμένην καὶ τούτοις τὴν ἀνατολὴν γίνεθαι. ἔρις δὲ ἀντὶ τοῦ διὰ τὴν ἔριν Ἀτρέως τὴν πρὸς τὸν Θυέστην: —TAB τὸ ἑξῆς· ποιμνίοισιν Ἀτρέως ἱπποβότα: —M i τοῦ ἵππους τρέφοντος.
sch Or 1000 ἢ ἐπιβαίνοντος ἵπποις: —M g B i γράφεται τὸ τέτρωρο ν: —M g TB i ἀντὶ τοῦ προσαρμόσας, ὡς [Θ 455] ‘πληγέντε κεραυνῷ‘: —M i μονόπωλον ἐς Ἀ ῶ: Εὐριπίδης μὲν ἑνὶ ἵππῳ ἐποχεῖσθαί φησι τὴν Ἡμέραν (φασὶ δὲ τοῦτον εἶναι τὸν Πήγασον), ἄλλοι δὲ ἐπὶ δίφρου.
sch Or 1004 [5] ἠὼς δέ ἐστιν ἡ πρὸ τῆς ἀνατολῆς ἡλίου λάμπουσα. ἔνιοι δὲ μονόπωλον οὐχὶ τὴν ἕνα πῶλον ἔχουσάν φασιν, ἀλλ’ ἐν μιᾷ ἡμέρᾳ καὶ μόνῃ, ἵν’ ᾖ ὁ Ἀτρεὺς τοῦτο ἐσχηκὼς κατὰ χάριν Διὸς, 〈τὸ〉 διὰ μιᾶς ἡμέρας τότε τὸν ἥλιον ἐκ δύσεως ἀνατεῖλαι καὶ τὰς Πλειάδας: — MTAB τουτέστιν· ἐν μιᾷ ἡμέρᾳ τοῦτο ποιήσας ὁ Ζεὺς, τὸ ἀπὸ δύσεως ἀνατεῖλαι τὸν ἥλιον καὶ τὴν ἑπτάπορον Πλειάδα: —M i ἑπταπόρου Πλειάδο ς: ἐξ ἑπτὰ γὰρ ἀστέρων ἡ Πλειάς.
sch Or 1005 πιθανῶς δὲ τὰς Πλειάδας φησίν. τῶν γὰρ ἄλλων πάντων ἐν ταῖς ἀνατολαῖς δεικνύντων τὴν κεφαλὴν ὁ ταῦρος τὸ στῆθος προφαίνει: — MTAB i ἤτοι ἀντὶ τῆς χάριτος ἧς παρέσχεν ὁ Ζεύς· διὰ γὰρ τούτου κατέσχεν.
sch Or 1007 [5] ἢ παρὰ τὸ κρατῆσαι τὸν Ἀτρέα. ἢ ἀντὶ τοῦ φόνου τοῦ Μυρτίλου διαδοχαὶ φόνων ἐγένοντο: —M i TA τῶνδέ τ ’ ἀμείβε ι: ἀπὸ δὲ τούτων, ὅ ἐστιν ἑξῆς δὲ τούτων, κατὰ διαδοχὴν θανάτους ἀλλεπαλλήλους ἐπήγαγεν ὁ Μαιάδος τόκος καὶ τὰ δεῖπνα τῶν τέκνων Θυέστου: —MTAB ἄλλω ς: ἀμοιβαδὶς, κατὰ διαδοχὴν, θανάτους ἐπήγαγε τῷ γένει [ἤτοι ὁ Ζεὺς ἀντὶ τῆς χάριτος ἧς παρέσχεν]. τουτέστιν· ἀλλεπαλλήλους τις διαμείβει θανάτους, τουτέστιν ὁ Ἑρμῆς: —MTAB ἐπώνυμα αὐτὰ εἶπε παρετυμολογῶν τὸν Θυέστην παρὰ τὴν θύσιν τῶν τέκνων αὐτοῦ: —MTB ἀνέστρεψε τὴν τάξιν τῆς ἱστορίας: —M g TB i † ὁ Ἀτρεὺς καὶ ὁ Θυέστης ἦσαν ἀδελφοὶ καὶ ὁ μὲν Ἀτρεὺς εἷλε τὴν Ἀερόπην γυναῖκα ἥντινα εἶχε καὶ ὁ Θυέστης: —A 1 λείπει τὸ κακά: —M g TB i λείπει ἡ σύν: —M g TB i ἀντὶ τοῦ σὺν ἀνάγκαις: —M g TB i μετά τινος κακοπαθείας βαδίζει: —M g TB i κατακριθείς: —M g TA g B i κῶλα κυρίως λέγουσι τὰς ἁρμονίας τῶν μελῶν: —M g B συνεζευγμένος.
sch Or 1017 [5] τουτέστι πορευόμενος μετὰ κηδεμονίας: — M g TA τῇ κηδοσύνῃ συνεζευγμένος καὶ τὸ νοσερὸν κῶλον τοῦ Ὀρέστου ἰθύνων: —M i B συγγενικῷ: —M g B i οἲ ’γὼ πρὸ τύμβο υ: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου, ἢ τοῦ θανάτου.
sch Or 1018 [5] ὁρᾷ δὲ τὸν Ὀρέστην πλησίον τοῦ τάφου τοῦ πατρὸς καὶ θρηνεῖ τὸ κατ’ αὐτὸν 〈ὡσ〉 ὅσον οὐδέπω ἐκεῖ καθήσεται: —MTA † οἳ ’γὼ πρὸ τύμβου γά ρ: πλησιάζοντα καὶ ἐγγὺς ὄντα τοῦ τάφου καὶ τοῦ θανάτου ὁρῶσα στενάζω. ἢ οὕτως· πρὶν ἢ ἐν τῷ τάφῳ καὶ ἐν τῇ πυρᾷ σε θεάσομαι, θρηνῶ: —B ἀπὸ κοινοῦ τὸ ὁρῶσ α: —M g B i οἲ ’γ ώ: φεῦ μοι καὶ πάλιν τῇ ἀθλίᾳ: —M i B i γράφεται ὡς ἰδοῦσά ς ’ ὄμμασι ν: —M i B i γράφεται γόου ς: —M i λείπει τὸ δεῖ φέρειν.
sch Or 1023 [5] τινὲς δὲ γράφουσιν οἰκτρὰ μὲ ν , ἀλ λ ’ ὅμως φέρ ε: —M i TB i τὸ φῶς τοῦ ἡλίου ὁρᾶν οὐκέτι μέτεστιν ἡμῖν τοῖς ταλαιπώροις: —B i αὐτάρκης ὁ ὑπὸ τῆς Ἀργείας χειρὸς θάνατος: —M i B i θανάτου τ ’ ἀώρο υ: νῦν ὅτε ἀνὴρ γέγονας καὶ ἀκμάζεις καὶ ὀφείλεις ζῆν, ἀπόλλυσαι κατακριθείς: —M i TA ἄλλω ς: νῦν σε, φησὶν, ἐχρῆν ζῆν, ὅτε οὐκέτι σε ζῆν συγχωροῦσιν οἱ Ἕλληνες: —MTAB γράφεται ὅ τ ’ οὐκέτ ι: —M g πορθμεύου ς ’ ὑπόμνησι ν: διὰ τὴν ὑπόμνησιν τῶν κακῶν εἰσάγουσά με εἰς δάκρυα: —MTAB πᾶσιν γὰρ οἰκτρό ν: οὐκ ἐκράτησε τοῦ διανοήματος· θέλει γὰρ εἰπεῖν ὅτι πᾶς ἀποθνῄσκων οἰκτίζεται τὴν ἰδίαν ψυχήν: —MTAB σὺ νῦν μ ’ ἀδελφὲ μή τι ς: σύ μου, φησὶν, αὐτόχειρ γενοῦ, ἵνα μή τίς με τῶν ἐχθρῶν ἀνελὼν ὕβριν ταύτην προστρίψῃ σοι καὶ ἐπιτωθάσῃ σε.
sch Or 1037 κατ’ αὐτοῦ γὰρ τὸν Ἀγαμέμνονος γόνο ν: —MTAB ὕβρισμα θέμενο ς: ἵνα μή τις ἐνυβρίσῃ σε τὸν Ἀγαμέμνονος γόνον: —MM i TABB i γράφεται καὶ δόμο ν.
sch Or 1038 οὕτως γοῦν καὶ Καλλίστρατός φησιν Ἀριστοφάνη γράφειν: —MTAB οὐδὲν σοῦ ξίφου ς: οὐκ ἀποστήσομαι τοῦ σοῦ ξίφους, ἀλλ’ αὐτόθεν ἐμαυτὴν κἀγὼ διαχειρίσομαι: —MTAB ἀντὶ τοῦ· οὐ μετὰ πολὺν χρόνον τῆς σῆς σφαγῆς: —M i τέρπου κένην ὄνησι ν: εἰ ὅλως ἔστι τέρψις τοῖς πέλας θανάτου βεβῶσιν: —MTAB i ὦ φίλτα τ’ , ὦ ποθεινό ν: ἀντὶ τοῦ διὰ στοργῆς καὶ φιλίας ἔχων τὴν ἐμὴν ψυχὴν καὶ τὸ ἐμὸν ὄνομα.
sch Or 1045 ποῖον ὄνομα· τὸ καὶ αὐτὸν καλεῖσθαι ἀδελφόν. ὅ ἐστι καλούμενος ἀδελφός. ὁ γὰρ ἀδελφῆς ἔχων ὄνομα ἀδελφὸς ἂν καλοῖτο: —MTAB ἐπεὶ καὶ αὐτὸς ἀδελφὸς αὐτῆς καλεῖται: —M i T οἷον· καὶ αὐτὸς περιβαλεῖν σε βούλομαι: —M i TB i ἐκ γὰρ κεδρίνου ξύλου εἰώθασι τὰς θήκας κατασκευάζειν: — MTAB διὰ τὸ μηκέτι μηδὲ φίλους ἔχειν: —M i TB i ἀντὶ τοῦ· οὐδὲ ἐφάνη ἐν τῇ ἐκκλησίᾳ: —M i B i τὴν ἐλπί δ ’ εὐλαβεῖτ ο: τὸ μή περιττεύει, οὕτως· ηὐλαβεῖτο καὶ παρῃτεῖτο ἀντειπεῖν ** μὴ σῴζειν τοὺς φίλους· οἱ γὰρ γνήσιοι φίλοι καὶ πρὸς τὸ πλῆθος οὐ παραιτοῦνται κινδυνεύειν.
sch Or 1059 [5] ἢ τὸ πλῆθος ηὐλαβεῖτο πρὸς τὸ μὴ σῴζειν τοὺς φίλους ἢ εἰπεῖν ηὐλαβεῖτο: — MTAB γράφεται δεξιώτατ α: —M i γράφεται πατρό ς: —M i B i † σὺ δ ’ ἡμῖν τοῦ φόνο υ: ἀντὶ τοῦ ἔφορος καὶ προνοητής.
sch Or 1065 παραγγέλλει γὰρ ἀποθανόντων περιστεῖλαι καὶ κηδεῦσαι τὸ ἑαυτῶν σῶμα σεμνῶς: —A 1 ἠρώτησάς με, φησίν· ἰδοὺ κἀγώ σε ἀντερωτήσω.
sch Or 1072 [5] τοῦτο με ἠρώτησας, ἀλλ’ 〈ἐγὼ〉 ἐκεῖνο· διὰ τί δὲ ζῆν: —M i TA 1 † ἤρο υ · τί δὲ ζῆ ν: ἠρώτησάς με, εἰ προσήκει με ἀποθανεῖν μετὰ σοῦ κἀγώ σε ἀντερωτήσω· τί δὲ προσήκει με ζῆν τῆς σῆς φιλίας καὶ ἑταιρείας χωρίς: —B σὺν σοί γ ε: οὐ πρὸς τὸ ῥηθὲν ὑπὸ Ὀρέστου ἀπεκρίνατο.
sch Or 1074 θέλει γὰρ εἰπεῖν ὅτι συνησέβησά σοι: —MTAA 1 B ἰδίως ταῦτα ὁ Εὐριπίδης τοῦ Πυλάδου ἔμπροσθεν εἰρηκότος ὅτι ἐκβέβληται ὑπὸ τοῦ πατρὸς, εἰ μὴ ἄρα αἰνίττεται ὡς μετὰ θάνατον τοῦ πατρὸς δυνήσεται κατελθεῖν: —MTA 1 B σοὶ μὲν γὰρ ἔστι πόλι ς: ἀντὶ τοῦ σὺ σαυτὸν σῷζε τῷ πατρί· οὐ γὰρ οὕτως ἔχεις τύχης ὡς ἐγώ.
sch Or 1076 σοὶ γὰρ ἔξεστιν εἰς τὴν πατρίδα ἐπανελθεῖν: —MTAB κῆδος δὲ τοὐμό ν: τὸ διὰ τοῦ γάμου· μὴ γαμηθείσης γὰρ αὐτῆς οὐκ ἔμελλε κῆδος εἶναι: —MTAB i ἀλ λ ’ ὦ ποθεινό ν: ὅτι ὁμιλίας τῆς φιλίας.
sch Or 1082 [5] σημειωτέον δὲ πρὸς τὸ ἐν Φοινίσσαις [1408] ‘ὁμιλίᾳ χθονόσ‘: —MTAB μή θ ’ αἷμά μου δέξαιτο κάρπιμον πέδο ν: ὅ ἐστιν· ἀποθανὼν μὴ ἑνωθείην τοῖς στοιχείοις ἐξ ὧν εἰμί, ἀλλὰ πλανῴμην εἰκῆ ὑπ’ οὐδενὸς τῶν στοιχείων λαμβανόμενος: —MTAB ἄλλω ς: μήτε τὸ σῶμά μου, φησὶν, ἀποθανόντος ἡ γῆ παραδέξαιτο μήτε εἰς αἰθέρα ἡ ἐμὴ ψυχὴ χωροίη, εἴ σε προδοίην τὰ νῦν, τουτέστι· μὴ ἑνωθείην τοῖς στοιχείοις τελευτήσας.
sch Or 1086 [5] ὅτε γὰρ ἀποθνῄσκουσιν, εἰς τὰ στοιχεῖα ἀναλύονται ἐξ ὧν εἰσίν: —MTAB τί γὰρ ἐρῶ καλόν ποτ ε: τί γὰρ ἔχω, φησὶν, ἀπολογήσασθαι εἰς τὴν πατρίδα ἐπανελθὼν, εἰ προδοίην σε δυστυχοῦντα τότε φίλος ὢν ὅτε εὐτύχεις: —MTAB i γῆν Δελφί δ ’ ἐλθώ ν: Ὕαμος ὁ Λυκώρου μετὰ τὸν κατακλυσμὸν βασιλεύων τῶν περὶ τὸν Παρνασὸν Ὕαν πόλιν ἔκτισε καὶ γήμας Μελάνθειαν τὴν Δευκαλίωνος ἐποίησε Μελαινίδα· ἐκ δὲ Μελαινίδος Δελφὸς, ὃς τὴν ἀρχὴν τοῦ μητροπάτορος παραλαβὼν ἔγημε Κασταλίαν, ἀφ’ ἧς ἡ κρήνη τοὔνομα ἔχει, καὶ ἔσχε Καστάλιον καὶ Φημονόην, ἥν φασι πρώτην ἑξαμέτρῳ χρῆσαι.
sch Or 1094 [20] πόλιν δὲ κτίσας ὁ Δελφὸς Δελφίδα ὠνόμασε. μετὰ δὲ θάνατον αὐτοῦ ἦρξε Καστάλιος, οὗ υἱὸς Λάφριος, οὗ Νούτιος· ἐφ’ οὗ Δελφοὶ πολεμοῦντες πρὸς τοὺς ὁμόρους ἀναρχίαν εἵλοντο καὶ τὸν Ἀκρίσιον μετεπέμψαντο ἐξ Ἄργους, ὃς αὐτοῖς τόν τε πολέμου καλῶς διέθετο καὶ κατὰ ζῆλον τοῦ Ἀμφικτυονικοῦ συνεδρίου οὗ κατεστήσατο Ἀμφικτύων ὁ Δευκαλίωνος ἐν Θερμοπύλαις τῆς Θεσσαλίας, ἕτερον ἐν Δελφοῖς εἵσατο καὶ τὸ ἐν Θεσσαλίᾳ ἀναλαβὼν τὰς συνόδους ἀντὶ μιᾶς δύο πεποίηκε καὶ νόμους ἔθετο καθ’ οὓς ἔμελλον ἕκαστα διοικεῖν ἀτέλειάν τε προεῖπεν ἐφ’ ἑκατέραις ταῖς συνόδοις καὶ τὴν πρόνοιαν τοῦ ἱεροῦ καὶ τῶν Δελφῶν τῷ συνεδρίῳ ἐπέτρεψε. μετὰ δέ τινα χρόνον Ὄρνυτος ὁ Σισύφου ἥκων ἐκ τῆς Ἀονίας αὐτόσε καὶ πολεμοῦντας εὑρὼν Ὑαμπολίτας πρὸς Ὀπουντίους Λοκροὺς περὶ Δαφνοῦντος συμμαχήσας τε ἐνίκησε καὶ ἦρξεν αὐτῶν. ἐγένοντο δὲ αὐτῷ παῖδες Φῶκος καὶ Θόας. ἀλλ’ ὁ μὲν Θόας ἅμα τῷ πατρὶ εἰς Κόρινθον ἀπήλασε, Φῶκος δὲ διαδεξάμενος τὴν ἀρχὴν τοῦ πατρὸς Φωκέας αὐτοὺς ὠνόμασεν: —MTAB ἐπεὶ δὲ ἅπαξ ἐκρίθη ἀποθανεῖν ἡμᾶς, πρὸς ἀλλήλους σκεψώμεθα ὡς ἂν τῷ Μενελάῳ κακὸν προστριψώμεθα, ἵνα μὴ μόνοι δυστυχῶμεν ἡμεῖς: —MTA 1 B ἀντὶ τοῦ· εἴθε γὰρ τοῦτο ἰδὼν ἀποθάνοιμι: —M i B i μήπω σφάξῃς σαυτόν: —M i σίγα νῦ ν · ὡς γυναιξ ί: ὑφορᾶται τὰς τοῦ χοροῦ· ἐνόμιζε γὰρ ἐχθρὰς αὐτὰς εἶναι: —MB i τὸ ὡς ἀντὶ τοῦ γάρ.
sch Or 1103 ἢ ἀντὶ τοῦ ὅτι: —M g B i ὥστε λυπεῖν αὐτόν: —M g πῶς τὸ γὰρ ἕτοιμον ἔστι ν: τὸ ἑξῆς· εἰ γὰρ, φησὶ, τοῦτο εὔκολον καὶ ἕτοιμον τὸ φονεῦσαι τὴν Ἑλένην, καλῶς [ἂν] ἡμῖν ἔσται: — MTAB ἄλλω ς: τὸ ἐπ’ ἐμοὶ ἕτοιμόν ἐστι.
sch Or 1106 [10] τὸ γὰρ ἕτοιμον καλόν ἐστι. ὁ δὲ λόγος τοιοῦτός ἐστι· τὸ γὰρ ἑτοίμως καὶ εὐχερῶς τὴν Ἑλένην κατεργάσασθαι καλόν ἐστιν, εἰ ὅλως δυνατὸν τοῦτο πρᾶξαι: —MTAB ἄλλω ς: ἕτοιμος γὰρ εἰς τοῦτό εἰμι, εἴγε μὴ καταληφθήσομαι: — MTAB ἄλλω ς: τίνι τρόπῳ, φησὶν, ἀνέλωμεν· ἕτοιμος γάρ εἰμι πρὸς τὸ σφάξαι, εἰ ἔσται εὐμαρῶς τὸ κτεῖναι, τουτέστιν· εἰ μὴ καταληφθείημεν: — MTAB ἀποσφραγίζετα ι: σφραγῖδας ἐπιτίθησιν ὡς δὴ πάντα κληρονομήσασα τὰ ἐμά: —M i TAB ἄλλω ς: τὰ μὲν, φησὶ, σφραγίζει τῶν ἡμετέρων, τὰ δὲ ἀποσφραγίζει: —MTB προθύμους εἰς τὴν τῶν ἐνόπτρων καὶ μύρων ὑπηρεσίαν: — M i TAB i τρυφὰς γὰρ ἥκε ι: οὕτως, φησὶν, ὑπερβαλλόντως ἐτρύφα ἐν τῇ βαρβάρων χώρᾳ ὡς μηδὲν ἡγεῖσθαι τὴν Ἑλλάδα πρὸς τρυφήν.
sch Or 1113 τρυφηλότεροι γὰρ τὸν βίον οἱ βάρβαροι διάγουσι μείζων τε ἡ Ἀσία τῆς Εὐρώπης: —MTAB οὐδὲν τὸ δοῦλο ν: ἀσθενεῖς, φησὶν, οἱ δοῦλοι πρὸς τοὺς ἐλευθέρους μάχεσθαι διὰ τὸ μὴ τολμᾶν: —MTAB i τὸ πρᾶγμα δήλο υ: τὸ περὶ τοῦ φόνου τῆς Ἑλένης πρᾶγμα δήλωσον καὶ εἰπὲ ποίῳ τρόπῳ μέλλομεν ταύτην ἀναιρεῖν: —MTAB ἀντὶ τοῦ· δι’ ἃ πάσχομεν: —TB g ὥσ τ ’ ἐκδακρῦσα ι: οὕτως, φησὶ, περιπαθῶς θρηνήσομεν ὥστε αὐτὴν εἰς οἶκτον κινῆσαι ἐπὶ τῷ ἡμετέρῳ θανάτῳ λάθρα χαίρουσαν: —MTAB καὶ νῷν παρέστα ι: καὶ γὰρ ἡμεῖς οἰκτιζόμεθα μὲν, χαίρομεν δὲ ὡς μέλλοντες αὐτὴν φονεύειν.
sch Or 1123 [5] τὸ οὖν τότε ἢ ὅτε εἰσερχόμεθα ἢ ὅτε φονεύομεν αὐτήν: —MTAB ἄλλω ς: ἀντὶ τοῦ ἡμῖν τοῖς δύο. ταῦτα δέ φησιν ἀντὶ τοῦ τὸ δεῖν μὲν δακρύειν, χαίρειν δὲ τῇ διανοίᾳ. καὶ ἡμῖν γενήσεται ὅπερ ἐκείνῃ τότε ἡνίκα εἰσελθόντες πρὸς αὐτὴν ἱκετεύομεν. ὡς γὰρ ἐκείνη ἡμῶν ὀδυρομένων προσποιήσεται μὲν δακρύειν, χαρήσεται δὲ κατὰ ψυχήν, οὕτως καὶ ἡμεῖς αὐτῆς ἱκετευούσης προσποιησόμεθα λυπεῖσθαι ἔνδοθεν χαίροντες ἐπὶ τῷ μέλλειν ἀναιρεῖν αὐτήν: —MTAB καὶ πῶς ἀναιροῦμεν αὐτὴν ἔμπροσθεν τῶν δούλων: —TA g B ἀλλ’ ἐκφαίνοντα τὴν βουλὴν δηλονότι: —M i TB νῦν, φησὶν, ἔγνων, πῶς δεῖ φονεύειν τὴν Ἑλένην: —M i TB ἀντὶ τοῦ εὐχή.
sch Or 1137 [5] Ὅμηρος [Ζ 301]· ‘αἱ δ’ ὀλολυγῇ πᾶσαι‘: — MTA g B ἀντὶ τοῦ· καὶ θυσίας τοῖς θεοῖς ποιήσουσιν: —M i B i κεδν ά: κυρίως τὰ συνετὰ, νῦν δὲ τὰ ἀγαθά: —MTA g B ἀρώμενο ι: ἀντὶ τοῦ εὐχόμενοι: —MTA g B i ὁ μητροφόντης δ’: τὸ τοῦ μητροφόντου ὄνομα φυγὼν εἰς τὸ βέλτιον ὄνομα ἔρχῃ Ἑλένης φονεὺς λεγόμενος: —MTAB οὐ γὰρ ἀκόλουθον ὑπομιμνήσκειν σε τοῦ φόνου τῆς μητρός: — MTAB i διὰ τὴν συμμαχίαν τοῦ Ἀγαμέμνονος ἀπολαβόντα τὴν Ἑλένην οὐ δεῖ αὐτὸν πρὸς τούτοις ἔχειν τοὺς σοὺς δόμους: —M i TAB ἀντὶ τοῦ θάτερον ἢ φονεύσαντες αὐτὴν ἢ καύσαντες τὸν οἶκον: —M i TAB ἢ τὸ τῶν γυναικῶν ἢ τὸ ἑαυτῆς: —M i TB i ἀληθής: —M g A g ἕνα, φησὶν, ἄνδρα συνετὸν προκρίνειεν ἄν τις ἀλογίστου πλήθους τῶν πολλῶν: —MTA 1 B ἄλλω ς: ἀσύνετον δέ ἐστι τὸ ἀνταλλάσσειν τὸ πλῆθος ἀντὶ εὐγενοῦς φίλου: —MTAB † ἀσύνετόν ἐστι τὸ ἀντικαταλλάσσειν γενναίου φίλου ἑνὸς καὶ εὐγενοῦς πλῆθος μὴ εὐγενές: —A οἷον· συμβουλεύεις μοι: —M i B i ἐν τῷ ἐπαινεῖσθαι λίαν: —M g B i † ἐγὼ δὲ ἀποθνῄσκων οὕτω βούλομαι ἀποθανεῖν, ποιήσας τι κακὸν τοῖς ἐχθροῖς μου καὶ ἀμυνάμενος αὐτοῖς: —A † τὸ ἑξῆς· δράσας τι τοὺς ἐμοὺς ἐχθροὺς χρῄζω θανεῖν: —B ἀντανέλωμεν: —M g ἄξιος νομισθείς: —M i T οὐ βίᾳ: —M g M i TB g ῥώμη ν: ἐπικουρίαν καὶ ἰσχύν.
sch Or 1169 οὐ καταισχυνῶ αὐτὸν δι’ ὧν ἀνάνδρως ἀποθανοῦμαι: —MTAB g τὸν μηδὲν γενναῖον δράσαντα: —M i A g τοῦ φονεύειν καὶ μὴ φονεύεσθαι: —M i TA g κτανοῦσι μὴ θανοῦσι ν: τοῦτο κατ’ ἰδίαν λέγει, λείπει δὲ τὸ γενέσθαι.
sch Or 1174 κτανοῦσιν ἡμῖν ἑτέρους, οὐχ ὑφ’ ἑτέρων ἀναιρεθεῖσι, τουτέστιν· εὐτυχήσομεν, εἰ κἂν ἕνα τῶν ἐχθρῶν ἀνέλοιμεν καὶ μὴ παρ’ ἐκείνων ἡμεῖς ἀναιρεθείημεν: —MTB ὃ βούλομα ι: ὃ γὰρ νομίζω τερπνὸν, τοῦτο καὶ μόνον ὀνομάζων ἀδαπάνως εὐφραίνομαι: —MTAB ἄλλω ς: ἐξ ὧν οὐδὲν βλαπτόμεθα, οὐδὲν κωλύει εὐφραίνειν ἑαυτοὺς λόγῳ.
sch Or 1175 [5] τὸ ἡδὺ, φησὶ, καὶ εὐκτὸν ἡμῖν πρᾶγμα, τό τινα τούτων λαβεῖν ὑποχείριον, οὐ βούλομαι διὰ στόματος μόνον προφέρειν, τουτέστι μέχρι λόγων ματαίων στῆναι καὶ ἀζημίως τέρψαι τὴν ἐμαυτοῦ ψυχὴν, τουτέστι μὴ μετὰ τοῦ ζημιῶσαί τινα τῶν ἐχθρῶν καὶ τιμωρήσασθαι: — MTAB ἐγὼ κασίγνη τ’: τοῦτο αὐτὸ, φησὶ, τὸ τινὰ λαβεῖν ὑποχείριον τούτων, σωτηρίαν ἡμῖν τοῖς τρισὶ φέρειν νομίζω: —MTAB σωτηρίαν σοὶ τῷδέ τ’: τὸ ἀναιρεθείσης τῆς Ἑλένης, φησὶν ἡ Ἠλέκτρα, ἐνεδρεῦσαι καὶ τὴν Ἑρμιόνην.
sch Or 1178 ταῦτα δὲ ἑξῆς ἐπάγει: —MTAB θεοῦ λέγεις πρόνοια ν: εἰπὲ, φησὶ, πόθεν σχήσομεν τὴν σωτηρίαν.
sch Or 1179 οἶδα γάρ σε συνετὴν τυγχάνουσαν ἀπ’ ἀρχῆς: —MTAB ἄλλω ς: λέγε, φησὶν, ἣν ἔχεις ἡμῖν σωτηρίαν, πῶς πράξεις: — MTAB τὰ ἀγαθὰ καὶ ἐν τῷ προσδοκᾶσθαι μόνον ἔχει τινὰ τέρψιν: —M i TAB οἶδας, φησὶ, ταύτην: —M i χοαὶ ἐπὶ τῶν νεκρῶν: —M g TA g B g οἷον· εἰς τί τοῦτο εἶπας: —M i TA g B ἐνέχυρον τῆς σωτηρίας ἡμῖν: —M g TA g B λείπει τὸ ἕνεκεν: —M g B g τίνος χάριν τοῦτο εἶπας: —M i TA g B † ὅμοιον τῷ ὑποτίθης τί ν ’ ἐλπίδ α.
sch Or 1190 [5] τίνα γὰρ, φησὶν, ἐλπίδα ἐκ τούτου μοι ὑποβάλλεις, ἐκ τοῦ λέγειν ὅτι ἐπορεύθη ἡ Ἑρμιόνη πρὸς τὸν τῆς Κλυταιμνήστρας τάφον: —B ὡσεὶ ἔλεγεν· ἓν σῶμα καὶ μία ψυχή ἐσμεν.
sch Or 1192 [5] πᾶν γὰρ τὸ καθ’ ἡμᾶς ἓν, φησὶ, καὶ ταὐτόν ἐστιν: —MTAB † ἄλλω ς: τοῦτό φησιν ὡς, εἴ τινα ἐξ ἡμῶν κακώσει, ἐν τοῖς τρισὶν ἡ βλάβη περιίσταται. κοινὰ γὰρ τὰ τῶν φίλων: —B ἄλλω ς: ἓν γὰρ, φησὶ, καὶ ταυτόν ἐστι πᾶν τὸ καθ’ ἡμᾶς καὶ ὡς εἰπεῖν ἓν σῶμα καὶ μία ψυχή: —MTB κεκτῆσθαι: —M g A g ἀντὶ τοῦ ἀπολαύειν, τουτέστι· συγχώρει τῷ πατρὶ τὴν Ἑρμιόνην πρὸς ἀπόλαυσιν καὶ ὄνησιν κτήσασθαι.
sch Or 1197 [5] ἔνθεν καὶ τὸ ‘πολυπάμονοσ‘ [Δ 433]. ἠτυμολόγησε τὸ πατήρ παρὰ τὸ πεπᾶσθαι. καὶ ἀλλαχοῦ [frg. 660]· ‘πολλῶν καλεῖσθαι βούλομαι πατὴρ δόμων‘, ἀντὶ τοῦ δεσπότης: —MTAB ἀντὶ τοῦ· παρίδῃ σε ἀπολλύμενον: —M i TA g B ἐὰν ἐν τῇ ὀργῇ πολὺς ἔλθῃ: —M g TA g B ἀντὶ τοῦ ἀσφάλειαν: —M g TA g ὦ τὰς φρένας μέ ν: ἁρμόζουσα μὲν ἀνδράσι διὰ τὰς φρένας, γυναικὶ δὲ ὁμοία τὸ σῶμα, ἀντὶ τοῦ εὐπρεπὴς οὖσα.
sch Or 1204 [5] ἢ γυναικὸς φύσιν ἔχουσα· ὃ καὶ βέλτιον: —MTAB ἄλλω ς: ἁρμοζόμενον γυναιξί. τὰς μὲν γὰρ ἀρετὰς καὶ ὁ Πλάτων κοινὰς εἶναί φησι, πλεονεκτεῖν δὲ ἴσως τοὺς ἄρσενας: —MTAB ᾗ τινι συζῶν· τὸ γὰρ ζῶν ἀντὶ τοῦ συζῶν· μακάριος ἔσῃ: — M i TB οἷον κοσμουμένη, τιμωμένη.
sch Or 1210 ἀνοίκεια δὲ ταῦτα τοῦ προκειμένου ἀγῶνος: —M i TB ὡς τἄλλα γ ’ εἶπα ς: τὸ ἑξῆς· ὡς τἄλλα γ’ εἶπας κάλλιστα.
sch Or 1212 [5] εἰ τοῦτ’ εὐτυχήσομεν τὸ λαβεῖν τὴν Ἑρμιόνην, δόξεις τἄλλα καλῶς εἰρηκέναι: —M i TB ἄλλω ς: ἐὰν τούτου μόνου ἐπιτύχωμεν, πάντα τὰ ἄλλα καλῶς εἴρηκας: —M i TB σκύμνος κυρίως τὸ τῶν λεόντων τέκνον, νῦν δὲ ἐπὶ ἀνθρώπου: —M i TB i ἀντὶ τοῦ φθάνοι λοιπὸν ὁ χρόνος καὶ ἐγγύς ἐστιν: — M i TB i τοῦτο μὲν δὴ τοιοῦτον: —M i B πάρος μένουσ α: ἀντὶ τοῦ ἔμπροσθεν.
sch Or 1217 ἢ τὴν παρουσίαν αὐτῆς ἐκδεχομένη: —MT g B ὁ Μενέλαος δηλονότι: —M i B i γέγωνέ τ ’ ἐν δόμοι ς: ἢ διὰ λόγων σημάνασα βόησον μέγα ὥστε ἔνδον ἡμᾶς ὄντας ἀκοῦσαι: —MTB σκοτεινῆς, ὀρφανῆς τινος διὰ τὸ ἔρημον εἶναι φωτός: —M i TB i ἀντὶ τοῦ· καλεῖ σε: —M i ἐν τῷ ἀντιγράφῳ οὐ φέρονται οὗτοι οἱ δ ἴαμβοι, [καὶ] ἐν ἄλλῳ δέ: —M i T ὦ συγγένει α: παρόσον ὁ Στρόφιος Ἀναξιβίαν [Κυδραγόρας] ἔγημε τὴν Ἀγαμέμνονος ἀδελφὴν, ἐξ ἧς ἐγένετο Πυλάδης, ὡς † φησὶ Κράτης.
sch Or 1233 [5] ἢ ἐπεὶ ὁ Στροφίου πατὴρ Κρῖσος Ἀτρέως θυγατέρα ἐγάμει [αὐτὴν] τὴν Κυδραγόραν: —MTB αἷμα οἱ παῖδες, γένος οἱ ἀδελφοὶ, συγγένεια οἱ γαμβροί: —M i B ἐγὼ ὑπὲρ σοῦ, φησὶν, ἐφόνευσα τὴν μητέρα.
sch Or 1235 [5] τὸ δὲ ἑξῆς· σοὶ, πάτερ, ἀρήγων: —M i T ὅ ἐστι· συνῄνεσα τῷ φόνῳ: —M i TB i οὐκοῦν ὀνείδ η: οὐκοῦν ῥῦσαι ἡμᾶς ὡς μέλλων κλύειν ταῦτα ἐπὶ ὀνείδεσιν, ἐὰν μὴ σωθῶμεν, ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησας: —MTB ἄλλω ς : ὀνείδ η: τῶν εὐεργεσιῶν τὰς ὑπομνήσεις, ὡς καὶ ὁ ποιητὴς [Α 211]· ‘ἀλλ’ ἤτοι ἔπεσιν μὲν ὀνείδισον‘: —MTB οἷον· σπονδάς σοι διὰ δακρύων ποιῶ.
sch Or 1239 οὐ γὰρ ἔχω ἄλλο τι: — M i TB i εἰ κατὰ γῆς ἔρχονται: —MM i TB i ὅτι ἐπικουρήσασιν οὐκ ἐβοήθησεν: —MM i T ἓν δίκαιον ἅπασιν ἡμῖν: —T Μυκηνίδες ὦ φίλα ι: Ἰνάχῳ ἐκ Μελίας ἐγένετο Φορωνεὺς καὶ Φηγεύς.
sch Or 1246 [10] τούτων Φορωνεὺς μὲν ἄρξας τὸ νῦν Ἄργος Φορωνικὸν ἄστυ ἐκάλεσεν, ἴσχει δὲ παῖδας ἐκ Πειθοῦς Αἰγιαλέα, Ἄπιν, Εὔρωπα, Νιόβην. Φηγεὺς δὲ πόλιν κτίζει Φηγὰς καὶ παῖδας ἴσχει Σπάρτωνα καὶ Μέσσωνα. Σπάρτωνος δὲ παῖς Μυκηνεὺς, ὃς Μυκήνας ἔκτισε. Φορωνέως δὲ ἀπολωλότος καὶ τῶν παίδων διασκεδασθέντων Ἄργος ὁ Νιόβης βασιλεύσας ὅλην τὴν ἐντὸς τοῦ Ἰσθμοῦ Ἀργείαν καὶ τὸ Φορωνικὸν ἄστυ Ἄργος ὠνόμασεν: —MTB ἄλλω ς: πρὸς τὰς ἀπὸ τοῦ χοροῦ διαλέγεται. Μυκηνίδας δὲ αὐτὰς καλεῖ καὶ Ἀργείας, ἐπεὶ ὀλίγον ἀφεστήκασιν ἀλλήλων αἱ πόλεις: — MTB τὰ πρῶτ α: τουτέστιν αἳ τὰ πρωτεῖα φέρεσθε κατὰ τὸ Ἄργος.
sch Or 1247 Πελασγόν δὲ ἀπὸ Πελασγοῦ τοῦ αὐτόθι βασιλεύσαντος: —MTB λείπει τὸ ἔχουσαι: —MM g TB i τὸ καλεῖσθαι πότνιαν παραμένει σοι: —M i TB i τὴν λεωφόρον ὁδόν: —M g B g εἰς τὸ φρουρεῖν καὶ τηρεῖν τὸν οἶκον: —M i TB i τί δέ με τόδε χρέο ς: οἷον· εἰς τί μοι τοῦτο τὸ πρᾶγμα προστάσσεις ποιεῖν, τὸ φρουρεῖν τὴν ὁδόν: —MTB τὸ τῆς Ἑλένης: —M i B i τὸν ἀνατολικόν φησιν: —M i T καὶ μὴν ἐγὼ τόν δ’: ἡνιοχεῖ.
sch Or 1260 [5] τὸ δυτικὸν, ὅτι τῆς ἠοῦς πέρας ἐστὶν ἢ ὅτι τότε εἰς ἑαυτοὺς περῶμεν: —MTB ἄλλω ς: τὸ δυτικὸν λέγει. ἑσπέρα δὲ λέγεται, ὅτι τοῦ ἠοῦς πέρας ἐστίν. ἢ 〈ὅτι〉 τότε εἰς ἑαυτοὺς περῶμεν. ἢ ἐσωφέρα τις οὖσα, ἀπὸ τοῦ πάντας εἰσφέρειν καὶ ἔσω φέρειν. καὶ ἡ Σαπφὼ δὲ οὕτως τὸν ἕσπερον ἀστέρα εἶπε τρόπον τινὰ ἐτυμολογοῦσα τὸ ὄνομα [frg. 95]· ‘ἕσπερε πάντα φέρων ὅσα φαινολὶς ἐσκέδας’ αὔωσ‘: —MTB οἷον· περίφερέ σου καὶ πλαγίαζε τὸ ὄμμα καὶ φύλασσε καὶ τὰ πλάγια τῶν οἴκων ἐπιτήρει: —M i TB ἑλίσσετε νῦν βλέφαρο ν: τὸ ἑξῆς· ἑλίσσετε νῦν βλέφαρον διὰ βοστρύχων καὶ κόραισι δίδοτε πάντα, ὅ ἐστι· πάντα τόπον τῇ θέᾳ δίδοτε καὶ σκοπεῖτε: —MTB κόραισι δίδοτ ε: λείπει τὸ ἐπί· 〈τὸ ἐπὶ〉 ταῖς κόραις βλέφαρον ἑλίσσετε καὶ κινεῖτε καὶ διὰ τῶν βοστρύχων αὐτὸ δίδοτε πανταχόσε.
sch Or 1267 [5] ἀντὶ τοῦ τὰς κόρας καὶ τὰς ὄψεις ἀποτείνετε πανταχοῦ, ἵν’ ᾖ τὸ πάντῃ ἀντὶ τοῦ πανταχοῦ. ἢ πάντα τόπον δίδοτε ταῖς ὄψεσιν: — MTB διὰ βοστρύχων δὲ εἶπεν, ἐπειδὴ καθειμένον ἔχουσι τὸν πλόκαμον μέχρι τῶν παρειῶν ὡς ἂν παρθένοι: —MTB ἄλλω ς: πενθοῦσαι τὸν Ὀρέστην λελυμένον αὐτὸν ἔχουσιν, ἐξ οὗ συνέβαινε τὰ πλάγια μὴ ὁρᾶν: —MTB ἀντὶ τοῦ ἔσο: —M i TB i ὃν οὐ δοκεῖς κενὸν εἶναι, κενός ἐστιν: —M i TB i ἀρσενικῶς εἶπεν ὁ στίβος: —M i B i πρὸς τὸ ἄλλο ἡμιχόριον λέγει ἡ Ἠλέκτρα· πῶς δέ· τὸ κατὰ σὲ ἔτι βέβαιον: —M i TB ἀντὶ τοῦ συμφωνεῖς μοι: —M i T τὴν ἀκοὴν καὶ τὸ οὖς μου πρὸς ταῖς πύλαις παραθῶ ὥστε ἀκούειν βοήν: —M i TB i διὰ τί ἀναβάλλεσθε.
sch Or 1283 πρὸ τοῦ ἐπιστῆσαι τὰ σφάγια ** : — M i TB ἀντὶ τοῦ Ἑλένην φονεύειν: —M i TB τινὲς γράφουσι σφαγίδα φοινίσσει ν, ὅ ἐστι τὴν μάχαιραν: — M i TB i ἆ ρ ’ εἰς τὸ κάλλο ς: ἆρα εἰς τὸ τῆς Ἑλένης κάλλος βλέψαντες οὐκ ἐχρήσαντο τοῖς ξίφεσιν· οἷόν τι καὶ Στησίχορος [frg.
sch Or 1287 [15] 25] ὑπογράφει περὶ τῶν καταλεύειν αὐτὴν μελλόντων. φησὶ γὰρ ἅμα τῷ τὴν ὄψιν αὐτῆς ἰδεῖν αὐτοὺς ἀφεῖναι τοὺς λίθους ἐπὶ τὴν γῆν: —MTB ἄλλω ς: ἐὰν ᾖ ἐκκεκώφηται ἄνευ τοῦ ν , ἔστιν ὁ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῆς Ἑλένης ἀγασθέντα τὸ κάλλος ἀνεπαίσθητα καὶ ἀνενέργητα γεγόνασιν. ἐὰν δὲ ᾖ ἐκκεκώφηντα ι, ἐπὶ τῶν περὶ τὸν Ὀρέστην ἀκουστέον· ἆρα μὴ διὰ τὸ κάλλος Ἑλένης ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ἐκκεκώφηνται ὡς [Β 135] ‘σπάρτα λέλυνται‘. Ἀριστοφάνης δὲ γράφει ἐκκεκώφωνται ξίφ η. σημαίνει γὰρ ὅτι εἰς τὸ κάλλος Ἑλένης ἀποβλέψαντες ἀνεπαίσθητοι ἔμειναν καὶ εἴασαν τὰ ξίφη. ὁ δὲ λόγος· ἆρα μὴ καὶ τὰ ξίφη τῷ κάλλει νενίκηται καὶ διαμεμάλακται. ἐὰν δὲ ἐκκεκώφωντα ι, ἐπὶ τῶν περὶ Ὀρέστην ἐκδεκτέον ὅτι ἐκκεκώφωνται αὐτοὶ πρὸς τὸ κάλλος καὶ εἴασαν τὰ ξίφη: — MTB βοηθῷ, τῷ μετὰ βοῆς βοηθοῦντι: —M g TB ἀντὶ τοῦ· πρὸς τὰ μέλαθρα παραγενήσεται: —M g TB βέλτιον ἀκριβῶς σκοπῆσαι: —M g TB ἀντὶ τοῦ· οὐκ ἔστι χρεία τοῦ καθέζεσθαι: —M i TB ἐκ διαδοχῆς πάντα περιβλεπομένη: —M i TB ὡς ἔστι τεκμήρασθαι: —M i TB i ἀντὶ τοῦ· ἐν τῇ πόλει ὤν:—M i TB g καινὶς γὰρ ἡ μάχαιρα: —M i T γράφεται καὶ θείνετ ε: —M g τὰ δύο: —M i B g ἐκ χερὸς ἱέμενο ι: ἀντὶ τοῦ ἱέντες.
sch Or 1304 [5] ἁπλούστερον δὲ ὡς γυναῖκες εἶπον· οὐδεὶς γὰρ ξίφος ἀφίησι καὶ βάλλει. ἢ τὸ ἱέμενοι ἀντὶ τοῦ προθυμούμενοι. ἢ ἀντὶ τοῦ ἱέντες: —MTB ἐφόνευσεν: —M g ἀντὶ τοῦ συνέπεσεν: —M i TB περιφραστικῶς, εἰς τὰ δίκτυα: —M i TB i ἐν καταστάσει γίνεσθε καὶ μὴ θορυβεῖσθε: —M i B πάλιν κατάστη θ’: ἀναδράμετε, φησὶν, εἰς τὴν προτέραν κατάστασιν τῆς ὄψεως καὶ τὸ μὲν ὄμμα κατεστυγνακὸς ἔχετε, τὸ δὲ πρόσωπον ἀνύποπτον τῶν πεπραγμένων χάριν, τουτέστι· προσποιεῖσθε καὶ νῦν κατηφεῖς εἶναι καὶ λυπεῖσθαι ὡς πρὸ τούτου διὰ τὸν Ὀρέστην, ἵνα μὴ περιχαρεῖς ὑμᾶς ὁρῶσα συνῇ τὸ κατὰ τῇ Ἑλένης πραττόμενον: —MTB ἥκω λαβοῦσα πρευμένεια ν: ἐξευμενισαμένη τὴν ψυχὴν Κλυταιμνήστρας.
sch Or 1323 παρὰ δὲ τὸ πρᾶον καὶ εὐμενές συντέθειται τὸ ὄνομα, ἀντὶ τοῦ πραευμενής: —MTB πραεῖαν εὐμένειαν: —M i T τηλουρὸς οὖσ α: μακρὰν, τῆλε τῶν ὁρίων οὖσα τῆς οἰκίας.
sch Or 1325 [5] ἐν γὰρ τῷ τάφῳ τῆς Κλυταιμνήστρας ἦν. ὁ δὲ λόγος· ἀλλὰ περίφοβος γέγονα διὰ τὴν γενομένην βοὴν ἐν τοῖς οἴκοις, ἣν ἤκουσα πόρρω οὖσα: — MTB λείπει ἡ διά· διὰ τὴν βοήν: —M i B i τί δ’ · ἄξ ι ’ ἡμῖ ν: πεπόνθαμεν ἄξια στεναγμάτων: —MTB ἄλλω ς: πῶς, φησὶν, ἄξια ἡμῖν στενάγματα, ἀντὶ τοῦ· οὐκ ἀξίως στενάζομεν: —MTB ἀντὶ τοῦ· ὑπὲρ ἐμοῦ παρακαλεῖ: —M i TB i ἐ π ’ ἀξίοισι τἄ ρ ’ ἀνευφημε ῖ: ἀξίως, ὅτι καὶ ὁ οἶκος θρηνεῖ δι’ ὑμᾶς.
sch Or 1335 [5] ἐὰν μὲν ἂν εὐφημε ῖ, ἀντὶ τοῦ δυσφημεῖ νοητέον, ἵν’ ᾖ κατὰ ἀντίφρασιν εἰρημένον συνδέσμου ὄντος τοῦ ἄ ν· ἐὰν δὲ ὑφ’ ἓν ἀνευφημε ῖ, ἀντὶ τοῦ κακοφημεῖ καὶ ἀναθρηνεῖ ὁ δόμος. σημαίνει δὲ τὸ ἀνηχεῖ: —MTB περὶ τοῦ γὰρ ἄλλο υ: περὶ τίνος γὰρ ἄλλου φθέγξαιτό τις ἢ θρηνήσειεν, ἢ ὅτι ἡμεῖς ἀπολλύμεθα: —MTB ἄλλω ς: διὰ ποῖον γὰρ ἄλλο ἤμελλέ τις βοᾶν ἐν τοῖς οἴκοις: —MTB ἀντὶ τοῦ· ἐν σοί ἐστιν ἡ σωτηρία ἡμῶν.
sch Or 1343 δήλωμα δέ ἐστι τοῦτο: —M i B ὅσον τὸ κατ’ ἐμέ: —M i B i τὸ ἑξῆς· οὕνεκ’ ἄνδρας Φρύγας κακοὺς εὑρὼν οὐκ ἔπραξεν αὐτοὺς οἷα χρὴ πράσσειν κακούς: —M i TB ἀντὶ τοῦ ἔμπροσθεν: —M i B i μὴ δεινὸν Ἀργείοισι ν: μήποτέ τις ἔλθῃ πρὶν ἡμᾶς ἀκοῦσαι παρά τινων πῶς τὰ ἔσω διάκειται ἢ καὶ ἰδεῖν τὸν Ἑλένης φόνον: — M i TB λείπει τὸ ὥστε: —M i B i ἀντὶ τοῦ καθῃμαγμένον: —M i T τὰς μὲν γά ρ: ὡς ἀπὸ τῆς βοῆς ἐν συμφοραῖς οὖσαν τὴν Ἑλένην ἐγίνωσκον, ἀγνοοῦσι δὲ, εἰ πέρας ἔσχεν ὁ φόνος αὐτῆς: —M i TB διὰ δίκας ἔβ α: οἷον· δικαίως ἡ Νέμεσις τὴν Ἑλένην ἐτιμωρήσατο: —M i TB ἄλλω ς: ἡ νέμεσις τῆς δίκης τῶν θεῶν ἔμολεν, ὅ ἐστι· δίκην ἀπαιτεῖται παρ’ αὐτῶν· ἐνεμέσησαν γὰρ αὐτῇ οἱ θεοί: —M i TB ἤτοι ἀπολόμενον ἢ ὀλέθριον: —TB i ἀλλὰ κτυπε ῖ: ἐξιών τις ψοφεῖ, τοῦτο γὰρ ἔθος, ταῖς θύραις.
sch Or 1366 [5] τούτους δὲ τοὺς τρεῖς στίχους οὐκ ἄν τις ἐξ ἑτοίμου συγχωρήσειεν Εὐριπίδου εἶναι, ἀλλὰ μᾶλλον τῶν ὑποκριτῶν, οἵτινες, ἵνα μὴ κακοπαθῶσιν ἀπὸ τῶν βασιλείων δόμων καθαλλόμενοι, παρανοίξαντες ἐκπορεύονται τὸ τοῦ Φρυγὸς ἔχοντες σχῆμα καὶ πρόσωπον. ὅπως οὖν διὰ τῆς θύρας εὐλόγως ἐξιόντες φαίνωνται, τούτους προσενέταξαν. ἐξ ὧν δὲ αὐτοὶ λέγουσιν, ἀντιμαρτυροῦσι τῇ διὰ τῶν θυρῶν ἐξόδῳ. φανερὸν γὰρ ἐκ τῶν ἑξῆς ὅτι ὑπερπεπήδηκεν: —MTB παρ’ οὗ ἢ ἀφ’ οὗ: —M i Ἀργεῖον ξίφο ς: ἐντεῦθεν ἐξέστη τοῦ ἰδίου ἤθους ὁ Εὐριπίδης ἀνοίκεια ἑαυτῷ λέγων: —M i TB ἐν εὐμάρισι ν: εὔμαρις εἶδος ὑποδήματος σανδαλώδους· πεποίηται δὲ ἀπὸ τοῦ εὐμαρῶς ὑποδεῖσθαι.
sch Or 1370 προπαροξύνεται ἐν τῇ καθόλου [p. 99, 27]: —M i TB κεδρωτὰ παστάδω ν: τὰ ἐκ κέδρου ξύλα.
sch Or 1371 [5] παστάδων δὲ τῶν κοιτώνων. τέρεμνα δὲ τὰς ὑψηλὰς στέγας. φαίνεται δὲ ἐκ τούτων ὑπερπεπηδηκὼς τὰς ὑψηλὰς στέγας. ἀντὶ τοῦ ὑπὲρ τεράμνων. ταῦτα οὖν φησιν, ὡς ὑπερπεπηδηκὼς τῶν ἔσω τινὰς οἴκων. παστάδων γὰρ τῶν θαλάμων. Αἰσχίνης δὲ τὴν ὑπέρ ἀντὶ τῆς πρό φησίν, ἵν’ ᾖ ἀντὶ τοῦ πρὸ τεράμνων: —MTB τριγλύφου ς: παρὰ Δωριεῦσι γλυφή τις ἦν ἣ ἐκαλεῖτο τρίγλυφος.
sch Or 1372 [5] ἢ ὡς τῶν Δωριέων καταδειξάντων τὰς τῶν ὀρόφων γλυφάς: — MTB † φροῦδα γ ᾶ: διχῶς ἄν τις τοῦτο ἐκδέξαιτο· καθ’ ἕνα μὲν τρόπον ὅτι ἡ γῆ τῶν Ἀργείων ἀφανής ἐστι τοῖς βαρβάροις δραπετεύουσι καθόσον ἄπειροι τῶν τόπων· ἄλλως δὲ, ἐπεὶ ὑπερβαίνει τὰ βασίλεια καὶ 〈οὐ〉 διὰ τοῦ ἐδάφους τὴν πορείαν ποιεῖται, διὰ τὸ ὕψος ἀφανῆ φησιν εἶναι τὴν γῆν αὐτῷ.
sch Or 1373 [15] τὸ δὲ βαρβάροισι δρασμοῖς πρὸς τὸ ἐχόμενον ληπτέον, οἷον· βάρβαρος ὢν οὐκ οἶδα ποῦ φύγω· καὶ γὰρ οὔκ εἰμι τῶν τόπων ἐθάς. ἢ οὕτως· ἐπεὶ μὴ διὰ γῆς ποιεῖται τὴν πορείαν, ἀλλ’ ὑπερβὰς ἥλατο, ἀφανῆ φησιν ἑαυτῷ εἶναι τὴν γῆν. ἢ τὸ φροῦδα γᾶ ἐπὶ τῆς Ἰλίου φησίν. ἐρωτώμενος γὰρ τὸ ὅμοιόν φησιν· Ἴλιον Ἴλιον ὤ μοι μο ι: —TB † ἐμοὶ τῷ βαρβάρῳ φεύγειν βουλομένῳ ἀφανής ἐστιν ἡ γῆ διὰ τὸ μὴ εἰδέναι τοὺς τόπους ὅπου φύγω: —T † ἄλλως τὸ λεγόμενον νοοῦμεν. ἢ οὕτως ἐκδεκτέον· τοῖς βαρβάροις δραπέταις ἄδηλος ἡ γῆ τῶν Ἀργείων: —T τουτέστιν· ἐμοῦ τοῦ βαρβάρου φεύγοντος πάνυ ἀφέστηκεν ἡ πατρίς: —M i TB βαρβάροισι δρασμοῖ ς: βάρβαρος ὢν καὶ φυγεῖν θέλων πᾷ, φησὶ, φύγω, ὦ ξέναι.
sch Or 1374 τὸ δὲ αἰαῖ ἐπιστένων λέγει: —M i TB ἀντὶ τοῦ· πέφευγα βαρβάροις δρασμοῖς: —M i T αἰαῖ πᾷ φύγ ω: τὸ Ἴλιον λέγει καὶ τοῦτο εἰπὼν ἐπιστένει.
sch Or 1375 φανερὸν δὲ ἐκ τοῦ καὶ πάλιν ἐρωτηθέντα ὑπὸ τοῦ χοροῦ τί δ’ ἔστιν Ἑλένης πρόσπο λ ’ εἰπεῖν Ἴλιον Ἴλιο ν: —MTB ταυρόκρανος 〈ἀγκάλαις ἑλίσσων〉 κυκλοῖ χθόν α: τοῦτο ἔξωθεν ὁ ποιητὴς πρὸς ἀναπλήρωσιν τοῦ ἰαμβείου προσέθηκεν· οὐ γὰρ ἁρμόττει ἀμαθεῖ γε ὄντι τῷ Φρυγὶ τοῦτο λέγειν.
sch Or 1378 [10] ἀναστρεπτέον δὲ τὴν λέξιν, τουτέστιν· ὃν Ὠκεανός. καὶ οὗτος δὲ ποταμὸν ὑπείληφε τὸν Ὠκεανὸν ὡς Ὅμηρος [Υ 7]· ‘οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφ’ Ὠκεανοῖο‘. ὅτι δὲ κύκλῳ περιρρεῖ τὴν οἰκουμένην, ἐσήμανε τῷ [Σ 399 υ 65] ‘ἀψορρόου Ὠκεανοῖο‘. ἐπιεικῶς δὲ τοὺς ποταμοὺς ταυροκράνους ἐζῳγράφουν τε καὶ ἔλεγον ἴσως ὅτι παραπλησία τῷ μυκήματι τῶν ταύρων ἡ ἀπήχησις τοῦ ὕδατος ἐν τοῖς σφοδρῶς ῥέουσι ποταμοῖς. ἢ διὰ τὸ βίαιον τῶν ὑδάτων, ἅπερ τὴν γῆν διὰ τὰ παρεμπίπτοντα τῶν ὑδάτων ῥήγνυσιν ὡς τοῖς κέρασιν οἱ ταῦροι. ὡς γάρ φησιν ἐν ἄλλοις [Bacch. 743], ‘ταῦροι δ’ ὑβρισταὶ καὶ εἰς κέρας θυμούμενοι‘. ἐν γὰρ αὐτοῖς ἔχουσι τὴν ἰσχύν: —MTB ἐρωτηθεὶς ὑπὸ τοῦ χοροῦ πάλιν εἶπεν ὁ Φρὺξ Ἴλιον Ἴλιον ὤμοι μο ι· τό τε Ἴλιον καὶ τὴν καλλίβωλον Ἴδην τῇ ἐμαυτοῦ βαρβάρῳ φωνῇ στένω.
sch Or 1381 [5] ὁ δὲ λόγος· στένω τὰ εἰρημένα ἀπολόμενα διὰ τὸ τῆς Ἑλένης κάλλος. καὶ τὸ ἁρμάτειον μέλος, τὸ ἐπὶ κακοῖς ᾀσθέν: — MTB τινὲς τοῦτο παρεπιγραφὴν εἶναι ὡς εἰς τὰ κωμικὰ δράματα: — M i TB ἁρμάτειον μέλο ς: ἁρμάτειον μέλος τὸν θρῆνόν φησι τὸν ἐπὶ τῷ ἑλκυσμῷ τοῦ Ἕκτορος γινόμενον, ἵν’ ᾖ οὕτως· τὸ Ἴλιον καὶ τὴν Ἴδην, ἔτι δὲ καὶ τὸν Ἕκτορα καὶ τὸ ἐπὶ τούτῳ μέλος θρηνῶ βαρβάρῳ βοᾷ.
sch Or 1384 [35] ἔνιοι δὲ ἁρμάτειον τὸν ὑμέναιον, τὸν ἐπὶ ἅρμασι τῶν νυμφῶν ᾀδόμενον, ὡς ἐπιθαλάμιον. τούτου γὰρ, φασὶν, ὁ Φρὺξ ὑπομιμνησκόμενος στενάζει τὸν Ἑλένης γάμον καὶ ὑμέναιον. οἱ δὲ ἁρμάτειον τὸ σύντονον, ἐπεὶ συντόνῳ φωνῇ κέχρηται: —MT ἄλλω ς: νόμον Ἀθηνᾶς φασι διὰ τὸ Ἁρματέα τινὰ Βοιωτὸν αὐτὸ συνθεῖναι, οἱ δὲ ἁρμάτειον τὸ ἀπὸ τοῦ ἅρματος τῆς Ῥέας γινόμενον. ἔνιοι δὲ ἁρμάτειον τὸ ὀξύφωνον ἀπὸ τῶν ὑπαξονίων ἤχων: —T ἄλλω ς: τὸν θρῆνον καὶ τὸ μέλος ἀναβοῶ τὸν ἐπὶ τῷ ἅρματι γενόμενον ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ ὑπ’ Ἀχιλλέως. τούτου γὰρ, φησὶ, τελευτήσαντος τὸ Ἴλιον ἀπώλετο: —T ἁρμάτειον μέλο ς: τὸ ἁρμάτειον μέλος ὁ Δίδυμός φησιν ὠνομάσθαι, ὅτι αἱ ἀρχαῖαι παρθένοι εἰς τοὺς θαλάμους διὰ τῶν ἁρμάτων ἤγοντο· ὅθεν ἔτι καὶ νῦν πάροχοι λέγονται ἀπὸ τοῦ [τοῖς ὄχεσι] παροχεῖσθαι ** ὑμέναιον ᾄδειν. τὸ δὲ ᾀδόμενον ἁρμάτειον ἐκάλουν [ἀπὸ τοῦ ταῖς παρθένοις διὰ τῶν ἁρμάτων ἀγομέναις παρεδεῖσθαι], ὡς ἐπιθαλάμιον 〈τὸ〉 ἐν τοῖς θαλάμοις. ὅθεν τοίνυν ὁ βάρβαρος, ἐπειδὴ συνέβη ὁ τῆς Ἑλένης γάμος, ὃν Πάρις συνετέλεσεν, ἐπὶ κακῷ τοῖς Τρωσὶ γενέσθαι, καὶ τὸν αὐτοῖς ὑμέναιον ᾀσθέντα κατὰ ἀνάμνησιν ἀναστενάζει, τὸν ἐπὶ κακῷ τοῖς Τρῳσὶν [ὑμέναιον] ἐπιτελεσθέντα. ὅτι δὲ οὕτως ἔχει, ἐπιφέρει διὰ 〈τὸ〉 τᾶς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδας ὡς δῆλον εἶναι τὸν ἐπὶ τῇ Ἑλένῃ δι’ ἅρματος ᾀσθέντα. ἔνιοι δὲ ἁρμάτειον τὸν θρῆνόν φασι τὸν ἐπὶ τῷ ἅρματι γενόμενον, ἐξ οὗ εἵλκετο ὁ Ἕκτωρ. ἀναιρεθέντος γὰρ Ἕκτορος 〈τὸ Ἴλιον ἀπώλετο〉. Ἀπολλόδωρος ὁ Κυρηναῖος παρεπιγραφὴν λέγει εἶναι τὸ † ἁρμόδιον, ὦ Ἴλιον. εἰ δὲ ἦν παρεπιγραφή, ἅπαξ ἂν ἐπεγράφετο [τὸ Ἴλιον ἀπώλετο]. ἔνιοι δὲ τὸν ἐκπεπηδηκότα Φρύγα εὐνοῦχόν φασιν εἶναι, τοὺς δὲ εὐνούχους ἐπιεικῶς ὀξυφώνους ὑπάρχειν. τὸ οὖν ὀξύτονον ἁρμάτειον αὐτὸν φάναι διὰ τὸ τὸν ὑπαξόνιον τῶν ἁρμάτων ἦχον ἀνατεταμένον τε καὶ ὀξὺν εἶναι. ὅτι δὲ εὐνοῦχος ἦν, φησὶν [1528]· ‘οὔτε 〈γὰρ〉 γυνὴ πέφυκας, οὔτ’ ἐν ἀνδράσιν σύ γ’ εἶ‘. καὶ πάλιν [1530]· ‘ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται‘. εἰσὶ δὲ καὶ ἄλλαι αἰτίαι ἃς ἐκτίθεται ὁ ὑπομνηματισάμενος: —TB ἀπὸ κοινοῦ τὸ στέν ω: —M i B i διὰ τὸ τᾶς ὀρνιθόγονον ὄμμ α: στένω, φησὶ, τὸ Ἴλιον ἀπολόμενον διὰ τὴν δυσώνυμον Ἑλένην, δι’ ἣν καὶ ὁ Ἕκτωρ ἀνῃρέθη.
sch Or 1385 [20] εὕρηται δὲ ἑξῆς τοῦ ῥητοῦ 〈τὸ〉 διὰ 〈τὸ〉 τῆς ὀρνιθόγονον ὄμμα κυκνόπτερον καλλοσύνας Λήδα ς . ὄμμα δὲ λέγει ἀπὸ τοῦ εὐπρεπεστάτου μάλιστα μέρους αὐτὴν ὀνομάσας. ὀρνιθόγονον δὲ αὐτὴν εἶπεν, ὅτι μεταβληθεὶς ὁ Ζεὺς εἰς κύκνον ἐγέννησεν αὐτὴν τῇ Λήδᾳ συνελθών· τὸ δὲ ὀρνιθόγονον καὶ κυκνόπτερον τὸ αὐτὸ σημαίνει. τινὲς δὲ τὸ ὀρνιθόγονον ἐπὶ τῆς Λήδας ἐξεδέξαντο. φασὶ γὰρ αὐτὴν εἰς Νέμεσιν μεταβληθεῖσαν οὕτω συνελθεῖν τῷ κύκνῳ. καλλοσύνας δὲ Λήδας ἀντὶ τοῦ περικαλλεστάτης. ὁ δὲ λόγος· στένω τὸ Ἴλιον ἀπολόμενον διὰ τὸ τῆς δυσωνύμου Ἑλένης κάλλος, ἣν ἐγέννησε κύκνος τῇ περικαλλεστάτῃ Λήδᾳ συνελθών: —MTB ἄλλω ς: ὁ λόγος· στενάζω τὸ Ἴλιον ὀλόμενον διὰ τὸν σκύμνον Λήδας τῆς καλλοσύνας Ἑλένης τῆς δυσελένης, περιφραστικῶς τὴν Ἑλένην: —MT σκύμνῳ δὲ ἀπείκασεν αὐτὴν τὸ ὀλέθριον αὐτῆς αἰνιττόμενος· ἐπὶ γὰρ ὀλέθρῳ τῆς Ἰλίου ὥσπερ τι θηρίον ἐγεννήθη. σκύμνοι δὲ κυρίως τὰ τῶν λεόντων γεννήματα: —MTB περιφραστικῶς τὴν Ἑλένην. τὸ ἑξῆς· διὰ τὸ ὄμμα Ἑλένης δυσελένας τὸ ὀρνιθόγονον καὶ κυκνόπτερον καὶ τὸν σκύμνον τῆς καλλοσύνας Λήδας: —M i ἥτις, φησὶν, Ἑλένη, ἐρινὺς γέγονε τῇ Ἰλίῳ: —M i B i περγάμων Ἀπολλωνίω ν: Ἀπολλώνιόν φησι τὴν Πέργαμον καὶ τὴν ἀκρόπολιν τῆς Ἰλίου, ἐπεὶ Ἀπόλλωνος ἐκεῖσέ ἐστιν ἱερὸν, ὡς Ὅμηρος [Ε 446]· ‘Περγάμῳ εἰν ἱερῇ, ὅθι οἱ νηός γ’ ἐτέτυκτο‘.
sch Or 1388 [15] ἢ ἐπεὶ ὁ Ἀπόλλων τὰ τείχη ᾠκοδόμησεν. ἢ Ἀπολλωνίων τῶν ἀπολωλότων, ὡς ἐν τῷ Φαέθοντί [frg. 781,11] φησιν· ‘ὦ καλλιφεγγὲς Ἥλι’, ὥς μ’ ἀπώλεσας καὶ τόνδ’· Ἀπόλλων δ’ εἰκότως κλῄζῃ βροτοῖσ‘: —MTB ὀτοτοῖ ἰαλέμω ν : ὀτοτοῖ ἐπίφθεγμά ἐστι θρηνητικόν. ἰάλεμος θρῆνος. Δαρδανία δὲ πόλις πλησίον τῆς Τροίας ἀπὸ Δαρδάνου βασιλεύσαντος ἐκεῖσε, ἔνθα ἱπποστάσιον εἶναί φασι τῶν Γανυμήδους ἵππων, ὃς ἦν συνευνέτης τοῦ Διός. ἀναφέρει δὲ ἐπὶ τὰ Ὁμηρικά [Ε 266]· ‘δῶχ’ υἷος ποινὴν Γανυμήδεοσ‘. θρηνεῖ δὲ τὸν Δάρδανον καὶ αὐτὸν ἀπολόμενον ἐν τῷ πολέμῳ. ὁ δὲ λόγος· [ἰαλέμων ἰαλέμων καὶ] δυστυχεστάτη σὺ, ὦ ἱππικωτάτη Δαρδανία, ἥτις ὑπῆρχες τοῦ Γανυμήδους. ἀντὶ τοῦ ἱππικὴ Δαρδανία. ἢ ἱπποσύνου Γανυμήδους, τουτέστιν ἱππικοῦ: —MM i B ἰαλέμω ν: τῶν θρήνων, ἀπὸ Ἰαλέμου τοῦ Καλλιόπης καὶ Ἀπόλλωνος: —MB i τινὲς τοῦτον τὸν αὐτὸν τῷ Λίνῳ φασὶν ὃν καὶ ἐπὶ θρήνου καὶ ὕμνου λέγουσιν.
sch Or 1390 [5] τὸ δὲ ἑξῆς· ἕνεκα τῶν ἰαλέμων [ἐν τῇ] ἀθλία Δαρδανία: —MB i Γανυμήδεος ἱπποσύν α: ἢ τοῦ ἱππικοῦ Γανυμήδους ἢ ὦ ἱππικὴ Δαρδανία.
sch Or 1391 [5] τὴν Δαρδανίαν ἱπποστάσιον εἶναί φασι τοῦ Γανυμήδους. τὴν αὐτὴν δέ φησι Τροίαν καὶ Δαρδανίαν. τινὲς δὲ οὐχ ἵππους, ἀλλὰ χρυσῆν ἄμπελόν φασι δεδόσθαι ὑπὲρ Γανυμήδους, καθάπερ ἐν κύκλῳ λέγεται· ‘ἄμπελον, ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείην φύλλοισιν † ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας πατρὶ δῶκεν· αὐτὰρ ὁ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί‘: — MTB τὸ κατὰ μέρος, τὸ καθ’ ἕκαστον: —M i B i οὗτος ὁ στίχος ἐν πολλοῖς ἀντιγράφοις οὐ γράφεται: —M i βάρβαρο ι: ἀντὶ τοῦ βαρβάρως· ἡ γὰρ Ἀσία τῶν βαρβάρων χώρα, ἡ δὲ Εὐρώπη τῶν Ἑλλήνων: —MTB i ὁ λόγος· εἰώθασιν οἱ βάρβαροι τὸν αἴλινον ἐν ἀρχῇ θρήνου λέγειν οἰκείως τῇ ἑαυτῶν βαρβάρῳ φωνῇ, ὅτε τις βασιλέων ἀνῃρημένος τύχῃ.
sch Or 1396 [5] κἀγὼ οὖν ἀπολομένην τὴν Ἑλένην στενάζω: —MTB ἄλλω ς: τὸν λίνον κοινῶς ἐτίθεσαν ἐπὶ τοῦ ὕμνου καὶ τοῦ θρήνου, νῦν μέντοι ἐκπηδήσας ὁ Φρύξ, ὅταν λέγῃ αἴλινον ἀρχὰν θανάτου βάρβαροι λέγουσι ν, ἐπὶ συμφορᾶς αὐτὸν καὶ θρήνου τάττει: —MTB ξίφη Ἅιδου φησὶ τὰ θάνατον ἐργαζόμενα: —M i B i † δύω διδύμ ω: τουτέστιν Ὀρέστης καὶ Πυλάδης.
sch Or 1401 [5] τοῦ μὲν πατὴρ ὁ βασιλεὺς Ἀγαμέμνων ἐπωνομάζετο, ὁ δὲ Στροφίου ἦν παῖς. κακομήτας δὲ ὁ κακὰ κατὰ τῆς Ἑλένης βουλευσάμενος, οὐχ ὁ κακῶς βουλευόμενος: —B τὸν Ὀρέστην καὶ Πυλάδην 〈λέγει〉: —M i τοῦ μὲν πατὴρ ὁ Ἀγαμέμνων: —M i κακόβουλος: —M g ἀντὶ τοῦ ἐσίγα κατὰ ἀφαίρεσιν τοῦ ε .
sch Or 1404 ἢ σιγ ᾷ, τουτέστι τῇ σιγῇ, οἷον μετὰ σιωπῆς δόλιος: —M i TB i ἀντὶ τοῦ ἔμπειρος τοῦ πολέμου: —M i B i ἔρροι τᾶς ἡσύχο υ: φθειρέσθω, φησὶν, οὗτος ἐπὶ κακουργίᾳ ἥσυχος ὢν, προνοούμενος τῆς ἡσυχίας ἐπὶ κακοῖς: —MTB i ἄλλω ς: διαφθαρείη ὑπὸ τῆς ἡσύχου προνοίας.
sch Or 1407 [10] ἥσυχον δὲ αὐτήν φησι τὴν ἀπροσδοκήτως πάντας ἀμυνομένην, πρόνοιαν δὲ τὴν εἱμαρμένην. τινὲς οὕτως· οἰμωζέτω κακοῦργος ὢν μετὰ ἡσύχου προνοίας: —MTB ὁ δέ ἀντὶ τοῦ δή, ἵν’ ᾖ· οἱ δή. οὗτοι δὲ, φησὶν, ἔνδον εἰσελθόντες εἰς τοὺς θαλάμους ἧς ἔγημε γυναικὸς τοξότης Πάρις, τοὺς ὀφθαλμοὺς δακρύων πεπληρωμένοι καὶ τῷ σχήματι ταπεινοὶ ἕζοντο παρ’ ἑκάτερον μέρος τῆς Ἑλένης, ὁ μὲν ἐκ δεξιῶν, ὁ δὲ ἐξ εὐωνύμων, πεφραγμένοι ξίφεσιν: —M i TB ἀντὶ τοῦ· ἧστινος γυναικὸς ὁ τοξότης Πάρις ἔγημεν: —M i B i τοῖς ξίφεσι δηλονότι ἠσφαλισμένοι: —M g B i τὸ ἑξῆς· ἀνέθορον δὲ πάντες οἱ θεράποντες καὶ ἀνεπήδησαν παραχρῆμα καὶ περιέθεον καθάπερ δρομάδες ἵπποι θορυβηθέντες: — MTB τὸ μή τις εἴη δόλος ἄλλο κῶλον: —M i οἱ μὲν, φησὶ, τῶν οἰκετῶν οὐκ ᾤοντο δόλον εἶναι, οἱ δὲ ἐπεπιστεύκεισαν τὴν Ἑλένην μέλλειν ὑπὸ τοῦ Ὀρέστου δολοφονεῖσθαι, ὥσπερ ἐν ἄρκυσι ζωγρηθεῖσαν.
sch Or 1420 ἄρκυς γὰρ τὸ λίνον: —MTB τοῖς δὲ ἐδόκει Ὀρέστης ἐν ἀσφαλεστάτῃ δικτύων μηχανῇ καὶ περιβλήματι λίνου ἐμπλέκειν καὶ ἐμβάλλειν τὴν Ἑλένην.
sch Or 1421 οἷον εἰς ἀρκυστάτην μηχανὴν καὶ [ὡς] περίβλημα λίνων: —MTB ὅ ἐστιν εἰς δολοφονίαν· ἄρκυς γὰρ τὸ δίκτυόν ἐστιν: —M i TB σὺ δὲ παρῆς τοῖς γινομένοις ἢ ἀκούσας παρ’ ἑτέρου πάλαι πέφευγας ἐκποδών: —MTB παρὰ τὸν βόστρυχον τῆς Ἑλένης πλησίον τῆς παρηΐδος αὐτῆς αὔραν πέμπων: —MTB πτερίν ῳ: τῇ ῥιπίδι.
sch Or 1429 [5] ἢ παρόσον πάντα τὰ ἐπὶ τῆς κεφαλῆς καλύμματα πτερὰ ἔλεγον, οἷς δὴ καὶ ῥιπίσιν ἐχρῶντο. κυκλοτερὴς γὰρ ἡ ἐκ τῶν πτερῶν ῥιπίς. ἡ δὲ πρό ἀντὶ τῆς κατά, ὅ ἐστι· κατὰ τοῦ προσώπου αὐτῆς πνοὴν ἐπιπέμπων: —MTB αὔραν ἀίσσων, ἀντὶ τοῦ πνοὴν ἐπιπέμπων: —M i B ἡ δέ: —M g τὸ λίνον τὸ ἐν τῇ ἠλακάτῃ εἵλισσεν: —M i T μετὰ σπουδῆς ἐχαλᾶτο, κατηπειγμένως: —M i T ἀντὶ τοῦ· τὰ ἀπὸ τῆς λαφυραγωγίας τῶν βαρβάρων νήματα καὶ λίνα.
sch Or 1434 [10] ἀπὸ τῶν Φρυγίων σκύλων βουλομένη συρράψαι ἐνδύματα πορφυρᾶ, ὅπως ἐπὶ τὸν τάφον ἀναθῇ τῆς Κλυταιμνήστρας: —MTB ἐπὶ τύμβο ν: ἀντὶ τοῦ διὰ τὸν τύμβον, τουτέστι· τὰ δὲ νήματα ἵετο τῷ πέδῳ διὰ τὸν τύμβον. ἀπὸ δὲ τοῦ τύμβου τὸ σῶμα τῆς Κλυταιμνήστρας δηλοῖ. ἀγάλματα δὲ ἀντὶ τοῦ ἀγάλμασι· καλλώπισμα γάρ ἐστιν ἡ κηδεία τοῦ νεκροῦ σώματος. ὁ δὲ λόγος· τὰ δὲ νήματα καὶ τὰ λίνα τὰ ἐκ Φρυγίας εἰργάζετο διὰ τῆς Κλυταιμνήστρας τὸ σῶμα, ἵνα τοῦτο συστολίσῃ καὶ κηδεύσῃ αὖθις λαμπροῖς ἱματίοις καὶ φάρεσι πορφυρέοις: —MTB καλλωπίσματα· κόσμος γὰρ τῶν τύμβων τὰ ἀναθήματα: —M i ἀντὶ τοῦ ἀνάστηθι.
sch Or 1439 [5] ἀπαγαγεῖν δὲ αὐτὴν ἐβούλετο ἀπὸ τοῦ τόπου τούτου οὗ ἐκάθητο εἰς ἕτερον τόπον ἐκκλῖναι βουλόμενος τοὺς παρεστῶτας οἰκέτας. τούτου οὖν ἀποστᾶσα τοῦ κλισμοῦ ἐλθὲ ἐπὶ τὴν Πέλοπος καθέδραν, ἔνθα εἰώθει διατρίβειν ὁ Πέλοψ: —MTB ἀποστῆσαι γὰρ αὐτὴν ἤθελε τῶν παρεστώτων θεραπόντων: —MT τὸ σύν κατὰ κοινοῦ, τουτέστιν· ὁ δὲ συνεργὸς συμπράσσων τῷ Ὀρέστῃ, ὁ πονηρὸς ἀνὴρ Φωκεὺς, τοιαῦτα εἶπεν.
sch Or 1446 λέγει δὲ τὸν Πυλάδην: —MTB λείπει τὸ καὶ τοιαῦτα ἔλεγεν: —M i ἐφ’ ἧς ἕκαστος ἐκαθέζετο: —M i πόρρωθεν.
sch Or 1451 τὸ δὲ διαρμόσας ἀντὶ τοῦ προσαρμόσας καὶ συγκλείσας. ἀπὸ τοῦ διαρμόσας τὴν ἀδιάλειπτον παραμονὴν τῶν οἰκετῶν ἐσήμανεν, ἣν εἶχον μετὰ τῆς δεσποίνης: —MTB ἀντὶ τοῦ μετὰ ταῦτα: —M i Ἰδαία μᾶτε ρ: Ἴδη ὄρος ἐστὶ Τροίας, ἔνθα τετίμηται ἡ Ῥέα.
sch Or 1453 ἴσως οὖν ὡς ἐγχωρίαν θεὸν ἐπικαλεῖται αὐτὴν ὁ εὐνοῦχος: — MTB ὀβρίμα ὀβρίμ α: ὀβρίμαν αὐτήν φησιν, ἐπεὶ λέουσιν ὀχεῖται· ἢ ὅτι ἐνίσταται τοῖς αὐτῇ συντυγχάνουσιν.
sch Or 1454 [5] μέλλων διηγεῖσθαι ὁ Φρὺξ ἅπερ ἐτεθέατο ἔνδον, τὴν Ῥέαν ἐπικαλεῖται ὡς ἀλεξίκακον. Ἰδαίαν δὲ ἀντὶ τοῦ ὀρεινήν· ἐν γὰρ τοῖς ὄρεσι διατρίβειν φασὶ τὴν θεόν. ὀβρίμαν δὲ τὴν ἰσχυρὰν καὶ φοβεράν. ὁ δὲ λόγος· φεῦ φεῦ τῶν ἀνόμων κακῶν, ὦ μῆτερ Ῥέα, ἅπερ τεθέαμαι ἔνδον κατὰ τοὺς οἴκους. καλεῖται δὲ καὶ Ἀνταία· τοῖς Φρυξὶ γὰρ ὑπαντῶσι φοβερά ἐστιν: —MTB ἐντεῦθεν ἄρχεται ἐξηγεῖσθαι: —M i TB i τῶν πορφυρῶν: —M g γράφεται ἀποκτενε ῖ: —M i μετὰ τῶν στηθῶν καὶ τὴν κεφαλὴν ἐκτύπησεν: —M i TB i ἡ Ἑλένη, φησὶ, διαναστᾶσα φυγῇ τὴν σωτηρίαν πορίζεται: — M i TB λείπει τὸ ποδί: —M g τὸν πόδα φησίν.
sch Or 1470 [5] ἀπὸ τοῦ ὑποδήματος τὸν πόδα δηλοῖ. τὸ δὲ δικών ἀντὶ τοῦ ἐκτείνας καὶ βαλών. ὁ δὲ Ὀρέστης, φησὶ, παραχρῆμα προβὰς τὸν πόδα ἐξέτεινε τὴν χεῖρα καὶ λαβόμενος τῆς κόμης ἔμελλεν αὐτὴν παίειν τῷ ξίφει: —MTB ἀντὶ τοῦ ἀριστερᾷ χειρί: —M i B i τὸ μελανθησόμενον: —M i B i ἰαχᾷ δόμων θύρετρ α: ἰαχῆς, φησὶ, καὶ θορύβου γενομένου κατὰ τὴν οἰκίαν τὰς θύρας τῶν σταθμῶν, ἔνθα ἦμεν συγκεκλεισμένοι, ἐκσπάσαντες τοῖς μοχλοῖς ἐξήλθομεν βοηθήσοντες: —MTB τὰ ἀκόντια, ἀπὸ τοῦ ἐπηγκυλίσθαι.
sch Or 1476 ἢ διότι ἀπὸ τῆς κατὰ μέσον ἀγκύλης λαμβανόμενοι ῥίπτουσιν: —M i TB i μεγάλην κώπην καὶ ἐκτεταμένην ἔχον: —MTB i ἀντὶ τοῦ ἄτρεπτος καὶ ἄφευκτος ἐν ταῖς μάχαις.
sch Or 1479 ἢ ἀκατάπαυστος. ἢ ὃν οὐκ ἔστι λιάσαι καὶ εἰς φυγὴν τρέψαι: —M i TB i τρικόρυθο ς: ὁ μεγάλην ἔχων περικεφαλαίαν.
sch Or 1480 ὅμοιον δέ ἐστι τῷ [Λ 353] ‘τρίπτυχος αὐλῶπισ‘. ἢ ὅτι ἔνιοι τῶν ἡρώων τριλόφοις ἐχρῶντο: —MTB τότ ε: ἐν τῷ πρὸς Ὀρέστην πολέμῳ ἐφάνημεν διαπρεπόντως δειλοὶ, οἱ Φρύγες.
sch Or 1483 [5] ἢ τότε ἐν τῶ Τρωικῷ πολέμῳ: —M i TB τότε δὴ τότε διαπρεπεῖς ἐγένοντο Φρύγε ς: ἀντὶ τοῦ ἔκδηλοι τὴν δειλίαν καὶ ἐξεληλεγμένοι. 〈τότε〉, φησὶν, ἐν τῇ συμβολῇ τῇ πρὸς τὸν Ὀρέστην καὶ πρὸς τὸν Πυλάδην, ἐφάνησαν οἱ Φρύγες [πολὺ τῶν Ἑλλήνων ὄντες ἀσθενέστεροι] καθ’ ὅσον ἦμεν ἐλάττους ἐν τῇ μάχῃ τῇ πρὸς τοὺς Ἕλληνας κατὰ τὴν Ἴλιον. φησὶ γὰρ αὐτὰ κατὰ ἀναφορὰν 〈πρὸσ〉 τὰ ἐν Ἰλίῳ λόγου παρεκβάσει χρησάμενος. οὐ γὰρ εἰκὸς ἦν οὕτως πολλοὺς εἶναι τοὺς ἐν τοῖς βασιλείοις τεθνηκότας ὡς καταλέγειν πτώματα μυρίων νεκρῶν. ἔστιν οὖν ὁ πᾶς λόγος τοιοῦτος· κατὰ τὴν συμβολὴν τὴν πρὸς τὸν Ὀρέστην κατάδηλοι γεγόναμεν ἀσθενεῖς ὄντες οἱ Φρύγες: — MTB ἥσσονες Ἑλλάδος ἐγενόμε θ ’ αἰχμᾶ ς: εἰκότως ὑπὸ τῶν Ἑλλήνων τότε, ἐν Ἰλίῳ, [ἢ τῶν περὶ τὸν Ὀρέστην] ἡττήθησαν, ἡνίκα ὁ μὲν ἦν φυγὰς, ὁ δὲ νεκρὸς ἔκειτο, ἄλλος δὲ τραυματίας ἦν, ὁ δὲ ἱκέτης προσέπιπτε τὸν ἔλεον θηρώμενος, καὶ τέλος ὡς ὑποσκότιοι γενόμενοι τῷ πλήθει τῶν βαλλομένων βελῶν εἰς φυγὴν ἐτρεπόμεθα καὶ οἱ μὲν ἔπιπτον τιτρωσκόμενοι, οἱ δὲ πίπτειν ἔμελλον, οἱ δὲ ἦσαν νεκροί.
sch Or 1484 [15] καὶ μέχρι τούτου ἡ παρέκβασις. τὰ δὲ ἑξῆς γενόμενα κατὰ τὴν οἰκίαν ἐστὶν, ἅπερ κατὰ ἐπανάληψιν ἐπάγει. ἔστι δὲ τὸ ἑξῆς τοῦ λόγου· φασγάνων τε ἀκμὰς συνήψαμεν καὶ ἡττήθημεν κατὰ κράτος ὥσπερ καὶ ἐν τῷ κατὰ Ἴλιον πολέμῳ ἡνίκα ταῦτα συμβέβηκεν ἅπερ κατέλεξεν. ὡς δὲ ἡττήθημεν τῶν περὶ τὸν Ὀρέστην, ἦλθεν ἡ Ἑρμιόνη. δύναται δὲ καὶ ἐπὶ οἰκίας ταῦτα γενόμενα νοεῖσθαι. ἴδιον δὲ τῆς τραγῳδίας τὸ τὰ μικρὰ τῶν πραγμάτων ἐξαίρειν καὶ φοβερὰ ποιεῖν ὥσπερ νῦν ὁ Εὐριπίδης ὡς περὶ πολλῶν 〈περὶ〉 τῶν ὀλίγων θεραπόντων τὸν λόγον 〈ποιεῖται〉: —MTB ὁ μὲν οἰχόμενο ς: ταῦτα ἐπὶ τῶν ἐν Ἰλίῳ νοητέον, οἱ δ’ οὐ νοήσαντες ὑπέλαβον ἐν τοῖς βασιλείοις τοσούτους τεθνάναι: —MT ταῦτα ὡς ἐπὶ τῶν ἐν Ἰλίῳ λέγει τεθορυβημένος καὶ οὐ δεόντως ἀπαγγέλλων.
sch Or 1486 [5] οἱ δὲ μὴ νοήσαντες πολλοὺς ᾠήθησαν ἐν τοῖς βασιλείοις ὑπὸ τῶν περὶ τὸν Ὀρέστην ἀπολωλέναι. ἐὰν μὲν ἐν Ἰλίῳ, ἔσται τὸ ὑπὸ σκότον ἀντὶ τοῦ καλυφθέντες τῷ πλήθει τῶν βελῶν ἐφεύγομεν· ἐὰν δὲ ἐν τῇ οἰκίᾳ, εἰς τοὺς σκοτεινοὺς τόπους τῆς οἰκίας ἐφεύγομεν: — MTB θανάτου προβολά ν: ἀντὶ τοῦ ἱκεσίαν ὑπὲρ τοῦ θανάτου προβαλλόμενος καὶ ἱκετεύων: —MTB i ἐπὶ φόνῳ χαμαιπετε ῖ: θορύβου, φησὶ, γενομένου ἦλθεν ἡ Ἑρμιόνη.
sch Or 1491 [5] χαμαὶ οὔσῃ τῇ Ἑλένῃ. μελλούσῃ πίπτειν μετὰ τὸ φονευθῆναι: —MTB ἄλλω ς: ἢ τεθορυβημένος οἴεται αὐτὴν πεπτωκέναι ἢ χαμαιπετεῖ τῷ μέλλοντι πεσεῖσθαι: —MTB ἄλλω ς: οὐ τῷ πεσόντι ἐπὶ γῆς· οὐδὲ γὰρ ἐφόνευσαν αὐτήν. ἀμέλει μετὰ μικρόν φησιν ὅτι διωκομένη ἐξ αὐτῶν ἀφανὴς ἐγένετο: —MTB χαμαιπετεῖ οὖν ἢ τῷ μέλλοντι πεσεῖν ἢ τεθορυβημένος οὐκ ἀκριβολογεῖται: —M i T ἄθυρσοι δ ’ οἷά νι ν: κακόθυρσοι.
sch Or 1492 [15] ἢ θύρσων μόνον δεόμενοι πρὸς τὸ εἶναι Βάκχαι. ἢ ἀθύρσους αὐτοὺς εἶπεν, ἐπεὶ αἱ Βάκχαι μετὰ θύρσων βακχεύουσιν: —MTB † ....... ἐπέλεγον. ἔστι δὲ αὐτὴ Σκυθικὴ φωνὴ ἐξελληνιζομένη † ὦ υἷις καὶ υἱὲ τοῦ ἄτις καὶ τοῦ Διός. εἶχον δὲ ἀνὰ χεῖρας οἱ τοιοῦτοι βάκχαι θύρσους, ἤτοι νάρθηκας, ἀντὶ κλάδων τούτους περιφερόμενοι εἰς τιμὴν τοῦ Διονύσου. ἐδόκουν δὲ τοῖς ὁρῶσι μαίνεσθαι, τῇ δ’ ἀληθείᾳ φιλάνθρωποι ἦσαν. διὰ γοῦν τὸ δοκεῖν ἐκείνους μαινομένους εἶναι ὁ Εὐριπίδης τὸ ἄθυρσοι βάκχαι ἀντὶ τοῦ μαινόμενοι ἐξεδέξατο: —A † σημείωσαι καὶ τὸ θύρσος πῶς ἐκλήθη νάρθηξ. θύρσος μὲν γὰρ τῷ φυτῷ τὸ παλαιὸν ὄνομα παρόσον αὐτῷ ἐχρῶντο οἱ γεωργοὶ ἐν ταῖς αἱμασιαῖς τῶν λειμώνων καὶ τῶν κήπων καὶ τῶν θειλοπέδων καὶ ἀμπελώνων. ὕστερον δὲ ἐκλήθησαν νάρθηκες, ὅτι ἐχρήσαντο αὐτοῖς οἱ τῶν παίδων ἀλεῖπται καὶ παιδοδιδάσκαλοι πρὸς τὸ πλήττειν τοὺς νέους. νάρθηξ γοῦν ἐτυμολογεῖται παρὰ τὸ τοὺς νεαροὺς θήγειν, ἤτοι τοὺς νέους παῖδας ἀκονᾶν καὶ παρορμᾶν πρὸς τὰ μαθήματα: —A συλλαβόμενοι δὲ, φησὶ, τὴν Ἑρμιόνην οὐδὲν ἧττον πάλιν ἐπεδίωκον Ἑλένην ἐπὶ φόνῳ: —M i TB i τοῦτο δοκεῖ ἀπὸ ἱστορίας εἶναι, παρόσον παρὰ τῆς Θῶνος γυναικὸς δοκεῖ πλεῖστα φάρμακα εἰληφέναι ἡ Ἑλένη, ὡς Ὅμηρος [δ 228]· ‘τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις, Αἰγυπτίη, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά‘: —MTB ἀπέδρων γάρ: —M i B i ἀντὶ τοῦ ἀνονήτως: —M i B i ἀντὶ τοῦ διαδέχεται νεώτερον κακόν: —M i TB i ἐτραγῴδει ὁ Φρύξ: —M i T οὔτι που κραυγὴν ἔθηκα ς: ἀντὶ τοῦ· οὐ διὰ τοῦτο, φησὶν, ἐβόησας ὥστε τὸν Μενέλαον ἐλθόντα βοηθεῖν: —MTAB ἄλλω ς: οὐκ ἄρα που, φησὶ, μεγάλῃ φωνῇ τὸν Μενέλαον ἐκάλεσας ὥστε βοηδρομεῖν: —MTAB λείπει τὸ βούλομαι: —M i TB i ἐνδίκω ς: ἀνάξια καὶ τραγῳδίας καὶ τῆς Ὀρέστου συμφορᾶς τὰ λεγόμενα: —MTB νῦν, φησὶν, ἔοικας ὑπὸ δειλίας [τἄνδον] ὑποκρίνεσθαι τοῖς λόγοις ἕτερα κατὰ ψυχὴν ἔχων καὶ φρονῶν: —MAB † ἀντὶ τοῦ· οὐ πρὸς χάριν, ἀλλ’ ἀληθῶς λέγω ὅτι ἀξία ἐστὶν ἀποθανεῖν, ἥτις τὴν Ἑλλάδα πᾶσαν καὶ τὴν Φρυγίαν ἠφάνισεν: —B ὄμοσο ν: ὅτι οὐ πρὸς χάριν ἐμὴν ταῦτα λέγεις οὐδὲ ὑποκρινόμενος, ἀλλὰ τῇ ἀληθείᾳ οὕτω φρονεῖς.
sch Or 1516 λείπει δὲ ἡ εἰς· εἰς ἐμὴν χάριν: —MAB ὧδε κἀν Τροίᾳ σίδηρο ς: καὶ ἐν Τροίᾳ, φησὶν, ὁ σίδηρος οὕτως ἦν φοβερὸς τοῖς Τρωσὶν ὡς σὺ νῦν ὁρῶν τὸ ξίφος φής· θάνατον ἐνοπτρίζομαι: —MAB γράφεται ἄπαγ ε: —M g ταῦτα κωμικώτερά ἐστι καὶ πεζά: —TA g δέδοικα μὴ γένωμαι νεκρός: —M g B g ἀφεῖσα ι: ἀπήλλαξαι: —MT πρὸ τέλους ὁ τόνος.
sch Or 1525 [5] προπερισπᾶται γὰρ παρακείμενος ὤν. ὁ Θεοδόσιος ἀπὸ τοῦ ἐῶ φησιν αὐτό· εἰ γὰρ ἦν ἀπὸ τοῦ ἵημι, προπαρωξύνετο, φησὶν, ὡς τρισύλλαβος ἀπὸ τῶν εἰς μι . οἱ δὲ ἀπὸ τοῦ ἵημι, ἥσω, ἧκα, ἕμαι, εἷμαι, κατὰ πλεονασμὸν ὡς τὸ τέθειμαι, καὶ εἷσαι, καὶ ἀφεῖσαι. φυλάττεται γὰρ ὁ τόνος τῶν ὁριστικῶν, ἐπὰν μετὰ προθέσεως συντεθῶσι καὶ μὴ ἀποβάλωσι τὴν μακράν: —MTB ἀλλὰ μεταβουλευσόμεθ α: ἐπὶ τοῦ παρόντος, φησὶν, ἀφίημί σε, ὕστερον δὲ βουλεύσομαι περὶ σοῦ: —MTB i μῶρο ς , εἰ δοκεῖς μ ε: μῶρος εἶ, φησὶν, εἰ δοκεῖς με ὅλως ἀξιοῦν φονεύειν σε.
sch Or 1527 [5] τινὲς δὲ εἰς τὸ μῶρος 〈εἶ 〉 στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον: —MT μῶρος ε ἶ: τινὲς οὕτως στίζουσι, καὶ τὸ ἄλλο ἀπόλυτον. τινὲς δὲ οὕτως· εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην, πάνυ ἀνόητος εἶ, ἵν’ ᾖ κατ’ ἔλλειψιν: —B οὔτε γὰρ γυνὴ πέφυκα ς: δύναται μὲν καὶ ἐπὶ εὐνούχου ταῦτα λαμβάνεσθαι, δύναται δὲ καὶ ὅτι γύννιδές εἰσιν οἱ Φρύγες: — MTB ὀξὺ γὰρ βοῆ ς: ἐκεῖνο, φησὶν, ἐφοβούμην καὶ ὑφωρώμην μὴ ἄρα σὺ κραυγάσας ἐξαναστήσῃς τὴν πόλιν καθ’ ἡμῶν.
sch Or 1530 [5] περὶ γὰρ τοῦ Μενελάου οὐδεὶς λόγος· ἑνὸς γὰρ αὐτοῦ ὄντος δυνησόμεθα περιγενέσθαι, ὥστε ἡκέτω ὁ τῷ κάλλει μόνον ἐπερειδόμενος. εἰ δὲ τοὺς Ἀργείους πάντας ἐπαγόμενος ἔλθῃ ἀμυνόμενος ἡμᾶς διὰ τὸν τῆς Ἑλένης φόνον καὶ μὴ ἐθελήσῃ σῴζειν ἡμᾶς, ἐπαναιρήσομεν τῇ Ἑλένῃ τὴν Ἑρμιόνην: —MTB ὀξέως γὰρ ἐξεγείρονται οἱ Ἀργεῖοι, ἐπὰν βοῆς ἀκούσωσιν: —TA g Μενέλεων δ ’ οὐ τάρβος ἡμῖ ν: οἷον ὑποδέξασθαι τὴν πρὸς Μενέλαον μάχην: —MTAB i εἴσω αὐτὸν τοῦ ξίφους λαβεῖν: —MTA οἷον γαυρούμενος ἐπὶ τῇ κόμῃ: —M g A g τὸν Ἑλένης φόνον διώκω ν: τιμωρούμενός με διὰ τὸν τῆς Ἑλένης φόνον.
sch Or 1534 [5] διώκειν γὰρ ἦν τὸ εἰς δικαστήριον ἕλκειν ἄλλους. καὶ διώκειν κυρίως τὸ κατηγορεῖν, κεῖται δὲ νῦν ἐπὶ τοῦ ἐπεξιέναι. ὁ δὲ λόγος· ἐπεξιὼν διὰ τὸν Ἑλένης φόνον: —MTAB γράφεται κἀμὲ μὴ σώσῃ θανεῖ ν: —M g δόμο ς: ὁ δόμος ὁ περὶ τοὺς Ἀτρείδας, ἀντὶ τοῦ ὁ τῶν Ἀτρειδῶν δόμος, εἰς ἕτερον ἀγῶνα μεταπίπτει: —MTAB i τί δρῶμε ν: μερίζεται τὴν γνώμην ὁ χορός.
sch Or 1539 [5] δέδοικε γὰρ μὴ ὕστερον ἐγκληθῇ κρύψας: —MAB i ἀντὶ τοῦ σιωπήσωμεν: —M i TB i ἢ μηδὲν ἐξείπωμεν τῇ πόλει: —M i TB i ἴδε προκηρύσσε ι: ἰδοὺ, φησὶν, ἀναπηδῶν ὁ καπνὸς ἀπαγγέλλει τῇ πόλει τἀνθάδε πραττόμενα: —MTA g B ἀνεγειρόμενος ὁρμῶν: —TA g γράφεται καὶ φόνου καὶ πόνο υ: —T τέλος ἔχει δαίμω ν: ἀντὶ τοῦ· τῶν ἀνθρωπίνων πραγμάτων τὸ τέλος ἐν θεῷ ἐστιν: —MTAB i ἄλλω ς: ἀεὶ, φησὶν, ὃ βούλεται ὁ θεὸς τοῖς ἀνθρώποις τέλος ἐπιτίθησιν: —MTAB i † ἄλλω ς: ὡς ἐν ἐπιλόγῳ τοῦτό φησιν ὅτι τὰ πράγματα τὸ τέλος καὶ τὴν ἔκβασιν ἔχει κατὰ τὸ θέλημα τοῦ θεοῦ: —A ἡ διά ἀντὶ τῆς ὑπό: —M i ἔπεσεν ἔπεσε ν: ἐὰν μὲν διὰ τοῦ ε τὸ ἔπεσε ν, οἱονεὶ ἐπλησίασέ τις τοῖς οἴκοις φονικὸς δαίμων δι’ αἱμάτων τιμωρίαν ποιούμενος τοῦ πτώματος τοῦ Μυρτίλου· ἐὰν δὲ διὰ τῆς αι διφθόγγου, ἀντὶ τοῦ ἔκρουσεν.
sch Or 1547 ἐὰν ἔλθῃ ὁ Μενέλαος: —MTAB γράφεται καὶ πέρ α: —M g ὀξύπου ν: ἀντὶ τοῦ ἀκούσαντα παρά τινος τὴν παροῦσαν δυστυχίαν ἐν τοῖς οἴκοις: —MTAB συμπεραίνοντε ς: συνδέοντες, συγκλείοντες, πέρας ἐπιτιθέντες τοῖς μοχλοῖς, τουτέστι ταῖς θύραις: —MTAB δεινὸν εὐτυχῶν ἀνή ρ: δεινὸν, φησὶ, καὶ χαλεπὸν ἀνὴρ εὐτυχῶν, ὅταν ἔχῃ ἔχθραν πρὸς δυστυχοῦντας.
sch Or 1552 [5] ἰδοὺ γὰρ, φησὶ, καὶ σὺ νῦν, Ὀρέστα, δυστυχεῖς ἔχθραν ἔχων πρὸς εὐτυχοῦντα. ἀνὴρ γὰρ εὐτυχὴς πρὸς δυσδαίμονα μαχόμενος ἐπικρατέστερός ἐστι. καὶ Ὅμηρος [Η 111]· ‘μηδ’ ἔθελ’ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι‘: —MTAB δεινὰ καὶ δραστήρι α: ὅ ἐστι χαλεπὰ καὶ δράματος ἄξια.
sch Or 1554 τὸ γὰρ δρᾶσαι ὡς ἐπὶ πολὺ ἐπὶ τοῦ χαλεποῦ τάσσουσι. κατὰ τὸ σιωπώμενον δὲ εἰκὸς ἀπηγγέλθαι τῷ Μενελάῳ τὰ κατὰ τὸν οἶκον γενόμενα: —MTAB βάξι ν: ἀντὶ τοῦ φήμην.
sch Or 1558 [5] ἐνόμιζε γάρ τινα πεπλακέναι ταῦτα: —MA g B ἣν φόβῳ σφαλεί ς: ἥντινά τις διὰ τὸν φόβον μὴ ἀκριβῶς νοήσας ἤγγειλεν: —MTAB ἕως τέλους ὑποκρίνεται ὁ Μενέλαος: —M i TB i ἀλλὰ τοῦ μητροκτόνο υ: οἴεται ὅτι Ὀρέστης ἔσπειρε φήμην ὡς ἄρα ἡρπάγη ἡ Ἑλένη μέλλουσα τελευτᾶν ὑπ’ ἐμοῦ: —MTAB ἄλλω ς: τοῦ Ὀρέστου, φησὶ, φονεύσαντος ἢ κρύψαντος, ἵνα μὴ ταράξῃ, ὑπέθετο αὐτὴν ἡρπάσθαι: —MTAB ἀλλὰ παῖ δ ’ ἐμή ν: εἰ καὶ μὴ τὴν Ἑλένην, ἀλλὰ κἂν τὴν παῖδα: —MTAB i ᾗ δεῖ ξυνθανεῖ ν: ᾗτινι, τῇ Ἑλένῃ, δεῖ τοὺς φονέας αὐτῆς ὑπ’ ἐμοῦ συναναιρεθῆναι: —MTAB ταῦτα ἄνωθεν Ὀρέστης ἐκ τοῦ δώματός φησιν: —M i TB ἐπῆρσαι πέφραξαι ὑψώθης: —M i TB θριγκ ῷ: θριγκοὶ καλοῦνται οἱ ἐπικείμενοι λίθοι ταῖς ἐξοχαῖς τῶν δωμάτων.
sch Or 1569 [5] τὰ αὐτὰ δὲ καὶ γεῖσα: —MTB γεῖσα λέγονται αἱ στεφάναι τῶν οἴκων: —M g TB λείπει ὁ καί· ἅ ς’ εἴρξει τῆς σπουδῆς καὶ τοῦ περᾶν ἔσω τῶν οἴκων: —M i TAB † ἄλλω ς: ἃ, κλεῖθρα, τῆς εἰς μάχην σπουδῆς ἀποπαύσει καὶ ἀποκωλύσει σε καὶ τοῦ μὴ ἔσω τῶν οἰκοδομημάτων εἰσελθεῖν: —B περισσὸς ὁ μή: —M g B i ἔ α · τί χρῆμ α: κάτωθεν ἀναβλέψας ὁ Μενέλαος ὁρᾷ πῦρ ἀναπτόμενον καὶ ξίφος ἐπικείμενον τῷ τῆς Ἑρμιόνης αὐχένι: —MTAB ἐπίφρουρο ν: ἐπικείμενον παρόσον οἱ φρουροῦντες ἐπίκεινται τοῖς φρουρουμένοις: —MTA λυπράν γε τὴν ἄρνησι ν: τουτέστι· λυποῦμαι ἀρνούμενος.
sch Or 1582 [5] τουτέστιν· ἀρνοῦμαι ἄρνησιν λυπηράν: —MTB ἀντὶ τοῦ εἴθε: —M i τὸ ἑξῆς· εἰ γὰρ ὤφελον τὴν Ἑλλάδος μιάστορ’ εἰς Ἅιδου βαλεῖν: — M i TAB τί χρῆμ α: ποῖον, φησὶ, πρᾶγμα ὤφελες δεδρακέναι· φοβεῖς με γὰρ τοῦτο εἰπών: —MTAB ὁ Ἀγαμέμνονος.
sch Or 1588 τοῦτο δέ φησιν, ὅτι τῇ ἀνελούσῃ αὐτὸν ἐσπούδασε βοηθῆσαι καὶ οὐχὶ τῷ Ὀρέστῃ: —M i TAB λείπει τὸ ἐγώ εἰμι: —M g ὡς μή γ ’ ἔχῃ ς: πορθήσω, φησὶ, τὸν οἶκον, ἵνα μὴ σὺ τοῦτον ἔχῃς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπισφάξω ταύτην τῷ πυρὶ, τουτέστι· τῷ πυρὶ πρήσω τὸν οἶκον μετὰ τὸ ἀποκτεῖναι τὴν Ἑρμιόνην: — MTAB εὖ γοῦν θίγοις ἂν χερνίβω ν: ἐν ἤθει, ἐπεὶ οἱ βασιλεῖς ἔθυον.
sch Or 1602 [5] ἐὰν γοῦν, φησὶ, βασιλεύσῃς, ὁσίως καὶ οὐκ ἐναγῶς ἅψῃ τῶν χερνίβων. πῶς ἔχεις θυσίαν ποιεῖν. καὶ πῶς, φησὶν, οὐκ ἀσεβὲς ἐναγῆ σε ὄντα χερνίβων ἅπτεσθαι, ἢ θύειν θεοῖς: —MTAB διὰ τί, φησὶν, οὐ δικαίως θίγοιμι τῶν χερνίβων: —M i TA g B i καὶ σφάγια πρὸ δορό ς: ὑπὸ δορὸς, ὅ ἐστιν ὑπὸ ξίφους.
sch Or 1603 [5] εὖ γοῦν καὶ σφάγια καταβάλοις. πάλιν δὲ καὶ τοῦτο ἠθικῶς. πρὸ δορὸς δὲ ἀντὶ τοῦ πρὸ πολέμου· εἰώθασι γὰρ οἱ βασιλεῖς εἰς πόλεμον μέλλοντες ἐξιέναι πρότερον θύειν τοῖς θεοῖς: —MTAB σὺ δ’ ἂν, φησὶ, θύσειας ἁγνῶς ὡς μὴ μιαρὸς ὤν: —M i TA g B i τοῦ φόνου τῆς μητρὸς δηλονότι: —M i TA g B i ὡς μιαρὸν δηλονότι: —M i TA g B i τουτέστι· διὰ τὸ βεβοηθηκέναι με τῷ πατρί: —M i TA g B i καλήν γε οὖσαν, τιμῶν δηλονότι.
sch Or 1606 ἐγὼ οὖν μὴ ἔχων καλὴν ἀπέκτεινα· διὸ καὶ ἀτυχῶ: —M i TA g B οὐδαμῶς: —M g B i οὐ γὰρ ἁνδάνουσι ν: αὕτη γὰρ ἥμαρτε, φησί· διὸ κἀγὼ οὐκ εὐδαιμονῶ: —MTA g B i ἀντὶ τοῦ· ἐψεύσω τῆς ἐλπίδος: —M i A g B i παροιμιῶδες τὸ ἡμιστίχιον: —M i TA g B i ἐὰν μὴ πείσω: —M i TA g B i οὕτως κέκριται: —M i TA g B i εἴθε: —M g B i ὅτε σε ἠξίουν βοηθῆσαί μοι: —A g B i ἔχεις μ ε: ἀντὶ τοῦ· περιγέγονάς μου, ὡς ἐπὶ τῆς συνηθείας λέγομεν· ἔχεις με ἔσω.
sch Or 1617 ὅτι ἐχειρώσατο τὴν Ἑρμιόνην: —M i TA g B σὺ σαυτὸν δυνάμει κατηγωνίσω κακὸς γενόμενος πρός με: —M i B i γράφεται γεῖσα τεκτόνων πόνο ν: —M i ἱππίου τ ’ Ἄργους κτίτα ι: οἰκήτορες.
sch Or 1621 ἀντὶ τοῦ οἰκηταί. τοιοῦτον δέ ἐστι καὶ τὸ ‘συὸς ὀρεικτίτου‘ παρὰ Πινδάρῳ [frg. 313], ἀντὶ τοῦ ὀρειοίκου· καὶ τὸ ‘ἐύκτιτον ἄστυ‘ Ὅμηρος, ἀντὶ τοῦ εὐκατοίκητον πόλιν: —MTAB πᾶσαν γὰρ ὑμῶ ν: πᾶσαν γὰρ ὑμῶν οὗτος πόλιν βιάζεται διὰ τὸ ζῆν καὶ αὐτὸν, μηδενὸς αὐτῷ συγχωροῦντος: —MT ἄλλω ς: οὐδενὸς αὐτῷ συγχωροῦντος ζῆν οὗτος βιάζεται ἀδίκως τούτου τυχεῖν βουλόμενος, τοῦ ζῆν: —MTAB i τοῦ φρονήματος: —M g σύ θ ’ ὃς ξιφήρη ς: παῦσαι ὀργιζόμενος, ἵνα ἀκούσῃς: —MB διὰ τὴν ὀργὴν τὴν πρὸς Μενέλαον: —M i TB i σύνθακος ἔσται ναυτίλοις σωτήριο ς: ὅτι καὶ ἡ Ἑλένη τοῖς χειμαζομένοις κατὰ θάλασσαν ἐπήκοός ἐστι κατὰ Εὐριπίδην, σεσημείωται.
sch Or 1637 [5] ὁ μέντοι Σωσίβιος [frg. 16] ἔμπαλιν οἴεται οὐκ εὐμενῶς αὐτὴν ἐπιφαίνεσθαι. Πολέμων δὲ ἐν τῷ δ τῶν πρὸς Ἀναξανδρίδην [frg. 76 a ] τὴν μὲν τῶν δυοῖν ἀστέρων ἐπιφάνειαν τῶν Διοσκούρων ἀνωμολογῆσθαι, τὴν δὲ ** τῶν λεγομένων Ζοβείρων: —MTAB ὡς ἀπαντλοῖεν χθονό ς: ἱστορεῖται ὅτι ἡ γῆ βαρουμένη τῷ πλήθει τῶν ἀνθρώπων ἠξίωσε τὸν Δία ἐλαφρῦναι αὐτῆς τὸ βάρος· τὸν δὲ Δία εἰς χάριν αὐτῆς συγκροτῆσαι τόν τε Θηβαϊκὸν πόλεμον καὶ τὸν Ἰλιακὸν, ἵνα τῶν πολλῶν ἀναιρεθέντων κουφισμὸς γένηται.
sch Or 1641 [5] ἑτέραν οὖν, φησὶν, ἄγε νύμφην, ἐπεὶ οἱ θεοὶ ταύτην ἀνειλήφασιν, ἣν αὐτοὶ τότε κατέπεμψαν, ἵνα διὰ τὸ ταύτης κάλλος συγκροτησάντων πόλεμον Ἑλλήνων καὶ Φρυγῶν καὶ τῶν πολλῶν ἀναιρουμένων ἐλαφρότερον γένοιτο τῇ γῇ τὸ τῶν ἀνθρώπων βάρος: —MTAB τὰ μὲν κα θ ’ Ἑλένη ν: τοὺς θανάτους τοὺς ἐν τοῖς πολέμοις γενομένους, ἵν’ ἐπικουφίσειαν, οἱ θάνατοι, τῆς γῆς τὸ βάρος τῶν πολλῶν ἀνθρώπων.
sch Or 1643 ἢ αὐτοὶ οἱ θεοὶ ἐπικουφίσειαν διὰ τῶν θανάτων τὸ βάρος τῆς γῆς: —MTA Παρράσιο ν: τὸ Παρράσιον οἱ μὲν πόλιν, οἱ δὲ χώραν εἶναί φασιν ἀπὸ Παρρασίου τοῦ Πελασγοῦ ὀνομασθεῖσαν, ὃς συνῴκισε τοὺς Ἀρκάδας καὶ Πελασγοὺς αὐτοὺς ἐπωνόμασεν.
sch Or 1645 [15] ὁ δὲ Ἀσκληπιάδης [frg. 15] ἐν Ἀρκαδίᾳ φησὶ τὸν Ὀρέστην ὑπὸ ὄφεως ἀναιρεθῆναι ἑβδομήκοντα ἐτῶν: —MTAB ἐνιαυτοῦ κύκλο ν: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν: —MTAB ἄλλω ς: ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε ἐξενιαυτίσαι 〈φησὶν αὐτὸν ὁμοίωσ〉 τοῖς κατεχομένοις ἐπὶ μύσει, ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης [frg. 97] ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν· ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται [ἀπὸ Ὀρέστου]. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας καὶ κληθεῖσα ἀπὸ Ὀρέστου: —MTAB κεκλήσεται δὲ σῆς φυγῆ ς: Πελασγὸς [αὐτόχθων] ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ ἡμερώτερον μετέβαλε καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν.
sch Or 1646 [15] γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωσίας Νύκτιμον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος ἐξ Ἀργείας ἔσχε Παρθίονα· οὗτος ἐξ Ὀρσιλόχης Κητέα καὶ Πάρον· Κητεὺς δὲ ἐκ Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιηκέναι, ὃς ἄρξας τῆς χώρας Ἀρκαδίαν ὠνόμασε· γήμας δὲ Λεάνειραν ἔσχεν Ἔλατον Ἀφείδαντα Ἀζᾶνα. τούτων ἀρξάντων τῆς χώρας ὁ Ἀζὰν ἀπ’ αὐτοῦ τὴν ἰδίαν μοῖραν Ἀζανίαν ὠνόμασεν. Ἀρκάδες οὖν πάντες κοινῇ ἐκαλοῦντο· μέρος δὲ τούτων Ἀζᾶνες: —MTAB τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζᾶνες γάρ ἐστι μέρος Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου οἰκήσαντος ἐκεῖσε: —MTAB ἐνθένδε τ ’ ἐλθώ ν: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος [frg.
sch Or 1648 [5] 82 cf. FHG III p. 375] ταῦτα γράφων· ‘τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι *** ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἐνέστησαν ἐννέα γενεαῖς ὕστερον ἢ τὴν Ἄρει καὶ Ποσειδῶνι περὶ Ἁλιρροθίου δίκην, μετὰ δὲ τὴν Κεφάλου τοῦ Δηιονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων γυναῖκα καὶ ἀποκτείνας ἐξ Ἀρείου πάγου δίκην [ὡς] δικασθεὶς ἔφυγεν, ἓξ γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην Τάλω τὸν ἀδελφιδοῦν σοφίας πέρι ἀγωνιζόμενον ἀποκτείναντος δολόεντι θανάτῳ καὶ φυγόντος δίκην τρισὶ γενεαῖς ὕστερον αὕτη ἡ τῆς Κλυταιμνήστρας τῆς Τυνδάρεω Ἀγαμέμνονα ἀποκτεινάσης δίκη ὑπὸ Ὀρέστου ἐγένετο‘: —MTAB πάγοισιν ἐν Ἀρείοισι ν: ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος 〈ὁ〉 Δηιονέως ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος: —MTA † ἄλλω ς: Ἀθήνησιν ἐν Ἀρείῳ πάγῳ συνέστη ἡ κρίσις πρὸς Εὐμενίδας τῷ Ὀρέστῃ ἐπὶ τῷ φόνῳ τῆς μητρὸς αὐτοῦ καὶ μετὰ τὴν κρίσιν ἐπανελθὼν Ἄργους ἐβασίλευσεν.
sch Or 1651 ἐδίκασαν δὲ Ἀθηνᾶ καὶ Ἄρης: —TA Ὀρέστου καὶ Ἑρμιόνης Τισαμενός, Πυλάδου καὶ Ἠλέκτρας Στρόφιος καὶ Μέδων: —MB i παρὰ Φερεκύδους τοῦτο ἔλαβεν ὁ Εὐριπίδης ** ἐπεὶ Νεοπτολέμῳ αὐτὴν συνῴκισε καὶ ἀπέθανε ** τῶν δὲ γίνεται Τισαμενός.
sch Or 1654 [5] ὁ μέντοι Εὐριπίδης νῦν οὐδόλως φησὶ γῆμαι τὸν Νεοπτόλεμον τὴν Ἑρμιόνην: — M i TA Νεοπτόλεμος γαμεῖ νι ν: οὐκ ἐγάμησεν αὐτὴν κατὰ τοῦτο ὅτι τέκνα οὐκ ἔσχεν ἀπ’ αὐτοῦ.
sch Or 1655 [10] καὶ ὁ μὲν Εὐριπίδης διὰ τοῦτο ἀνῃρῆσθαί φησι τὸν Νεοπτόλεμον ὑπὸ τῶν Δελφῶν ὅτι παρεγένετο εἰς Δελφοὺς δίκας ἀπαιτήσων τὸν θεὸν ὑπὲρ τῆς τελευτῆς τοῦ πατρὸς αὐτοῦ. Φερεκύδης δέ φησι περὶ παίδων χρώμενον τὸν Νεοπτόλεμον ἀναιρεθῆναι γράφων οὕτως [frg. 98]· ‘ἐπεὶ Νεοπτόλεμος Ἑρμιόνην γαμεῖ τὴν Μενέλεω, κατέρχεται εἰς Δελφοὺς περὶ παίδων χρησόμενος· οὐ γὰρ αὐτῷ ἐγένοντο ἐξ Ἑρμιόνης. καὶ ὡς ὁρᾷ κατὰ τὸ χρηστήριον κρέα διαρπάζοντας τοὺς Δελφοὺς, ἀφαιρεῖται τὰ κρέα αὐτοὺς, αὐτὸν δὲ κτείνει Μαχαιρεὺς ὁ τούτων ἱερεύς. καὶ αὐτὸν κατορύσσει ὑπὸ τὸν οὐδὸν τοῦ νεῴ‘. ταῦτα γενεαλογεῖ καὶ Σοφοκλῆς [FTG p. 140]: — ἀντὶ τοῦ· συμβιώσεται αὐτῇ μέχρι τέλους: —M i ὁ δ ’ ἐπιών νι ν: τὸ νίν καὶ ἐπὶ πληθυντικοῦ τάσσειν εἴωθεν.
sch Or 1659 ἢ ἐπὶ μόνου Πυλάδου κεῖται: —MTAB i δεῦ ρ ’ ἀεὶ διήνυσ ε: ἀντὶ τοῦ ἕως τούτου τοῦ χρόνου, ὡς καὶ ἐν Φοινίσσαις [1209]· ‘ἔα τὸ λοιπόν· δεῦρ’ ἀεὶ γὰρ εὐτυχεῖσ‘.
sch Or 1663 ἀντὶ τοῦ μέχρι τούτου· τὸ δὲ διήνυσεν ἀντὶ τοῦ κατηνάλωσεν: — MTAB καίτοι μ ’ ἐσῄε ι: περιδεὴς, φησὶν, ἦν ἐγὼ μὴ ἄρα δαίμων τις ᾖ τῶν ἀλαστόρων καὶ οὐχὶ σὺ ὁ προστάξας με μητροκτονεῖν.
sch Or 1668 νῦν δὲ, φησὶν, αὐταῖς ὄψεσι θεωρῶν ἔχω τὸ πιστόν: —MTAB κατεγγυ ῶ: ἀντὶ τοῦ κατεγγυήσω.
sch Or 1675 ὅ ἐστιν· ἐπαγγέλλομαι δώσειν πρὸς γάμον. οὐ νῦν γὰρ δίδωσιν, ἀλλ’ ὕστερον τοῦ Ὀρέστου ἐν Ἀρκαδίᾳ διάγοντος μετὰ τὴν Νεοπτολέμου τελευτήν: —MTAB ἀπολαύσειας: —M g B i ο ἷ: ἀντὶ τοῦ ὅπου ἡμεῖς προστάσσομεν καὶ κελεύομεν: —M i σπένδομαι δὲ συμφοραῖ ς: λείπει ἡ ἐπί· ἐπὶ συμφοραῖς.
sch Or 1680 [5] σπένδομαι, φησὶ, φιλίαν πρὸς σὲ, ὦ Μενέλαε, ἐπὶ συμφοραῖς, τουτέστι μετὰ τὰς συμφορὰς καὶ τὰς ἀτυχίας, τοῖς σοῖς, ὦ Ἄπολλον, πειθόμενος κελεύσμασιν: —MTAB ἴτε νῦ ν: τοῦτό φησιν, ἐπεὶ [ἐπὶ] τὰ Πελοποννησιακὰ ἐνέστη τῇ Ἑλλάδι· πρεσβευσαμένων γὰρ τῶν Λακεδαιμονίων οὐ προσήκαντο τὰς σπονδὰς οἱ Ἀθηναῖοι: —MTB i θεὸν Εἰρήνην τιμῶντε ς: τοῦτό φησι διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἐνεστηκέναι τὰ Πελοποννησιακά· πρεσβευομένοις γὰρ Λακεδαιμονίοις περὶ εἰρήνης οὐκ ἐπείσθησαν Ἀθηναῖοι: —MTA οὕτως ὠνομάζετο ἡ τοῦ Ἡρακλέους γυνή: —MB i λείπει τὸ οὖσα: —M g B i γράφεται ὑγρᾶ ς: —M i ὦ μέγα σεμν ή: τοῦτο παρὰ τοῦ χοροῦ ἐστι λεγόμενον ὡς ἐκ προσώπου τοῦ ποιητοῦ: —MTAB i ἡ κατάληξις τῆς τραγῳδίας ἢ εἰς θρῆνον ἢ εἰς πάθος καταλύει, ἡ δὲ τῆς κωμῳδίας εἰς σπονδὰς καὶ διαλλαγάς.
sch Or 1691 [1] ὅθεν ὁρᾶται τόδε τὸ δρᾶμα κωμικῇ καταλήξει χρησάμενον· διαλλαγαὶ γὰρ πρὸς Μενέλαον καὶ Ὀρέστην. ἀλλὰ καὶ ἐν τῇ Ἀλκήστιδι ἐκ συμφορῶν εἰς εὐφροσύνην καὶ ἀναβιοτήν. ὁμοίως καὶ ἐν Τυροῖ Σοφοκλέους [FTG p. 217] ἀναγνωρισμὸς κατὰ τὸ τέλος γίνεται, καὶ ἁπλῶς εἰπεῖν πολλὰ τοιαῦτα ἐν τῇ τραγῳδίᾳ εὑρίσκεται: —MTAB πρὸς διάφορα ἀντίγραφα παραγέγραπται ἐκ τοῦ Διονυσίου ὑπομνήματος ὁλοσχερῶς καὶ τῶν μικτῶν: —MTB ΥΠΟΘΕΣΙΣ ΦΟΙΝΙΣΣΩΝ Ἐτεοκλῆς παραλαβὼν τὴν Θηβῶν βασιλείαν ἀποστερεῖ τοῦ μέρους τὸν ἀδελφὸν Πολυνείκην.
arg Ph 1 (t) [45] φυγὰς δὲ εἰς Ἄργος ἐκεῖνος παραγενόμενος ἔγημε τὴν θυγατέρα τοῦ βασιλέως Ἀδράστου κατελθεῖν εἰς τὴν πατρίδα φιλοτιμούμενος καὶ πείσας τὸν πενθερὸν συνήθροισεν ἀξιόχρεων στρατὸν ἐπὶ Θήβας κατὰ τοῦ ἀδελφοῦ. ἡ δὲ μήτηρ Ἰοκάστη ἔπεισεν αὐτὸν ὑπόσπονδον εἰσελθεῖν εἰς τὴν πόλιν καὶ διαλεχθῆναι πρότερον πρὸς τὸν ἀδελφὸν περὶ τῆς ἀρχῆς. δεινοπροσωπήσαντος δὲ ὑπὸ τῆς τυραννίδος τοῦ Ἐτεοκλέους ἡ μὲν Ἰοκάστη συναγαγεῖν τὰ τέκνα εἰς φιλίαν οὐκ ἠδύνατο, Πολυνείκης δὲ ὡς πρὸς πολέμιον λοιπὸν παραταξόμενος ἀνεχώρησε τῆς πόλεως. ἔχρησε δὲ ὁ Τειρεσίας νίκην ἔσεσθαι τοῖς Θηβαίοις, ἐὰν ὁ παῖς Κρέοντος Μενοικεὺς σφάγιον Ἄρει γένηται. ὁ μὲν οὖν Κρέων ἠρνήσατο ἐπιδοῦναι τῇ πόλει τὸν παῖδα, ὁ δὲ νεανίσκος ἐβούλετο καίτοι τοῦ πατρὸς αὐτῷ φυγὴν μετὰ χρημάτων διδόντος ἑαυτὸν ἀποσφάξαι καὶ δὴ καὶ ἔπραξε. Θηβαῖοι δὲ τοὺς ἡγεμόνας τῶν Ἀργείων ἔσφαξαν· Ἐτεοκλῆς δὲ καὶ Πολυνείκης μονομαχήσαντες ἀνεῖλον ἀλλήλους. ἡ μὲν οὖν μήτηρ αὐτῶν εὑροῦσα νεκροὺς τοὺς υἱοὺς ἔσφαξεν ἑαυτὴν, ὁ δὲ ταύτης ἀδελφὸς Κρέων παρέλαβε τὴν βασιλείαν, οἱ δὲ Ἀργεῖοι νικηθέντες τῆς μάχης ἀνεχώρησαν. Κρέων δὲ δυσχερῶς φέρων τοὺς μὲν ὑπὸ τῇ Καδμείᾳ τῶν πολεμίων πεσόντας οὐκ ἔδωκεν εἰς ταφὴν, Πολυνείκην δὲ ἀκήδευτον ἔρριψεν, Οἰδίπουν δὲ φυγάδα τῆς πατρῴας ἀπέπεμψεν, ἐφ’ ὧν μὲν οὐ φυλάξας τὸν ἀνθρώπινον νόμον, ἐφ’ ὧν δὲ τὴν ὀργὴν λογοποιήσας οὐδὲ παρὰ τὴν δυστυχίαν ἐλεήσας: —MAB περιπαθεῖς ἄγαν αἱ Φοίνισσαι τῇ τραγῳδίᾳ. ἀπώλετο γὰρ ὁ Κρέοντος υἱὸς ἀπὸ τοῦ τείχους ὑπὲρ τῆς πόλεως ἀποθανών, ἀπέθανον δὲ καὶ οἱ δύο ἀδελφοὶ ὑπ’ ἀλλήλων, καὶ Ἰοκάστη ἡ μήτηρ ἀνεῖλεν ἑαυτὴν ἐπὶ τοῖς παισὶ, καὶ οἱ ἐπὶ Θήβας στρατευσάμενοι Ἀργεῖοι ἀπώλοντο, καὶ ἄταφος Πολυνείκης πρόκειται, καὶ ὁ Οἰδίπους τῆς πατρίδος ἐκβάλλεται καὶ σὺν αὐτῷ ἡ θυγάτηρ Ἀντιγόνη. ἔστι δὲ τὸ δρᾶμα καὶ πολυπρόσωπον καὶ γνωμῶν μεστὸν πολλῶν τε καὶ καλῶν: —MAB τὸ δρᾶμά ἐστι μὲν ταῖς σκηνικαῖς ὄψεσι καλόν, ἔστι δὲ καὶ παραπληρωματικόν· ἥ τε ἀπὸ τῶν τειχέων Ἀντιγόνη θεωροῦσα μέρος οὐκ ἔστι δράματος, καὶ 〈ὁ〉 ὑπόσπονδος Πολυνείκης οὐδενὸς ἕνεκα παραγίνεται, ὅ τε ἐπὶ πᾶσι μετ’ ᾠδῆς ἀδολέσχου φυγαδευόμενος Οἰδίπους προσέρραπται διὰ κενῆς: —MAB χρησμό ς: Λάιε Λαβδακίδη, παίδων γένος ὄλβιον αἰτεῖς· τέξεις μὲν φίλον υἱόν· ἀτὰρ τόδε σοι μόρος ἔσται, παιδὸς ἑοῦ χείρεσσι λιπεῖν βίον· ὣς γὰρ ἔνευσε Ζεὺς Κρονίδης Πέλοπος στυγεραῖς ἀραῖσι πιθήσας, οὗ φίλον ἥρπασας υἱόν· ὁ δ’ ηὔξατό σοι τάδε πάντα: —MAB τὸ τῆς Σφιγγὸς αἴνιγμ α: ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα μένος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ: —MAB Λάιος ἀπὸ Θηβῶν παραγενόμενος κατὰ τὴν ὁδὸν ἐθεάσατο Χρύσιππον τὸν υἱὸν τοῦ Πέλοπος. τούτου ἐρασθεὶς ἠξίου αὐτὸν παραγενέσθαι εἰς Θήβας σὺν αὑτῷ. τοῦ δὲ μὴ τοῦτο ποιῆσαι βουληθέντος ἥρπασεν αὐτὸν ὁ Λάιος λάθρα τοῦ ἑαυτοῦ πατρός.
arg Ph 1 (50) [5] ἐπὶ πολὺ δὲ αὐτοῦ θρηνοῦντος διὰ τὴν τοῦ παιδὸς ἀπώλειαν ὕστερον ἔμαθε καὶ μαθὼν κατηράσατο τῷ αὐτὸν ἀνελόντι μὴ παιδοποιῆσαι· εἰ δὲ τοῦτο γένηται, ὑπὸ τοῦ τικτομένου ἀναιρεθῆναι: —A Ἀριστοφάνου ς: ** ἐπιστρατεία τοῦ Πολυνείκους μετὰ τῶν Ἀργείων ἐπὶ Θήβας καὶ ἀπώλεια τῶν ἀδελφῶν Πολυνείκους καὶ Ἐτεοκλέους καὶ θάνατος Ἰοκάστης. ἡ μυθοποιία κεῖται παρ’ Αἰσχύλῳ ἐν Ἑπτὰ ἐπὶ Θήβας πλὴν τῆς Ἰοκάστης. † ἐπὶ Ναυσικράτους ἄρχοντος ** δεύτερος Εὐριπίδης ** καθῆκε διδασκαλίαν † περὶ τούτου καὶ γὰρ ταῦτα ὁ Οἰνόμαος καὶ Χρύσιππος † καὶ σῴζεται. ὁ χορὸς συνέστηκεν ἐκ Φοινισσῶν γυναικῶν, προλογίζει δὲ Ἰοκάστη: —Vat. 1345 ΣΧΟΛΙΑ ΕΙΣ ΦΟΙΝΙΣΣΑΣ ὦ τὴν ἐν ἄστροι ς: παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι [μὴ] προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι [μὴ] προέταξεν ἐν Ἠλέκτρᾳ [1] ὁ Σοφοκλῆς τὸ ‘ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ‘: —MTAB ἄλλω ς: ὁ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζῳδιακοῦ κύκλου.
sch Ph 1 [15] ὅτι γὰρ ἄστρα τοὺς οἴκους φησὶ τοῦ ζῳδιακοῦ κύκλου, Ἄρατός φησιν [542]· ‘αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα, ζωϊδίων δέ ἑ κύκλον ἐπίκλησιν καλέουσιν‘: —MTAB ἄλλω ς: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ [57]· ‘ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ‘: —MTAB ἄλλω ς: ἐπειδὴ κυκλοτερὴς ὁ οὐρανός. ἢ ἐπειδὴ ἑλικοειδής ἐστιν ὁ ζῳδιακὸς καθ’ ὃν φέρεται ὁ ἥλιος: —MTA † ἄστρον καὶ ἀστὴρ διαφέρει· ἀστὴρ μὲν ὁ εἷς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφόρημα, οἷα καὶ τὰ ν〈ῦν λεγόμενα〉 ἄστρα τὰ ιβ ζῴδια: —A i λείπει ἡ σύν, ἵν’ ᾖ σὺν ἵπποισι.
sch Ph 3 [10] καὶ παρ’ Ὁμήρῳ [Θ 24] ‘αὐτῇ κεν γαίῃ‘ καὶ ἐν Βάκχαις [946] ‘αὐταῖσιν ἐλάταισ‘ καὶ ἐν Ἱππολύτῳ [1189] ‘αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα‘. καὶ ἔστιν Ἀττικὴ ἡ συνήθεια: — MTAB θοαῖς ἵπποισι ν: ἔδει ἐκ τοῦ ἐπικρατοῦντος ἀρσενικῶς αὐτοὺς ὀνομάσαι. τέσσαρες γάρ εἰσι, Χρόνος Αἶθοψ Ἀστραπὴ Βροντή. ἔθος δὲ τοῖς ποιηταῖς θηλυκῶς λέγειν τοὺς ἵππους. Σώφρων ‘τὰν ἵππον‘ καὶ ἐν Ἱππολύτῳ [1223] ‘αἱ δ’ ἐνδακοῦσαι στόμια‘ καὶ παρ’ Ὁμήρῳ [Ψ 376] ‘αἱ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι‘: —MTAB στρέφων περιάγων περιελαύνων τὴν ἀκτῖνα: —M g A g ὡς δυστυχῆ Θήβαισ ι: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ Ἡλίου δυστυχῆ καλῶν.
sch Ph 4 [30] πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος [opp. 769 sq.] ἀποφαίνει τινὰς τῶν ἡμερῶν πονηράς: —MTAB ἄλλω ς: οἱ κακοδαιμονοῦντες καὶ τὰς πρῴην εὐτυχίας ἀτυχίας νομίζουσι τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι: —MTAB καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ Ἡρακλέους γένεσιν· νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάιος βίᾳ θεῶν. τὰ τοιαῦτα δὲ οὐ πρὸς τὸ ἀληθές, ἀλλ’ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος δὲ ὁ Εὐριπίδης πρὸς 〈τὸ εἰσ〉 ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυστυχημάτων αἰτίαν ἀναφέρειν. καὶ ἐν Τρῳάσιν [919] ἡ Ἑλένη φησίν· ‘πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα‘ καὶ Ὀρέστης [585]· ‘σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με‘. κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος [Ε 62]· ‘ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐίσας ἀρχεκάκουσ‘· καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν Ὀδυσσέα φησίν [ξ 68]· ‘ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι‘ καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγεσθαι, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τοῦ ὑπογυίου, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο Πενθέα τε τὸν υἱὸν Ἀγαύη, Σεμέλην τε ἐκεραύνωσε Ζεὺς καὶ τῶν Ἰνοῦς υἱῶν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης δὲ μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν [οἱ Νιόβης παῖδες ἐτοξεύθησαν καὶ αὐτὴ λίθος ὁρᾶται δακρύων]: — MTAB λίαν ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ ἐν ἐκείνῃ, ὅτε ὁ Κάδμος τὴν οἰκίαν καταλιπὼν ἦλθεν ἐνταῦθα, δυστυχῆ ἀκτῖνα ἐφῆκας, ἀνέτειλας: —M g ἐπέβαλες ἀνέτειλας.
sch Ph 5 [5] ἐμφαντικὸν δὲ πάνυ τὸ ἀκτῖ ν ’ ἐφῆκα ς: —M i A g ἡνίκα διὰ τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην καταλιπὼν τὴν ἑαυτοῦ γῆν παρεγένετο ἐνταῦθα: —M g Κάδμος ἡνί κ ’ ἦλθε γῆ ν: ὁ Κάδμος παρὰ τοῦ πατρὸς αὐτοῦ ἀποσταλεὶς τὴν ἰδίαν ζητῆσαι ἀδελφὴν καὶ μὴ ὑποστρέψας εἰς τὴν ἑαυτοῦ πατρίδα διὰ τὸ 〈ἀπαγορευ〉θῆναι παρὰ τοῦ πατρὸς εἰ μὴ αὐτὴν καταλάβοι, τὴν Ἁρμονίαν ἁρπάσαι προνοίᾳ Ἀθηνᾶς λέγεται: —M Λιβύης τῆς Ἐπάφου καὶ Ποσειδῶνος Ἀγήνωρ καὶ Βῆλος· Ἀγήνορος δὲ καὶ Ἀργιόπης τῆς Νείλου Κάδμος Κίλιξ Φοῖνιξ, ἀφ’ οὗ οἱ Φοίνικες· Φοίνικος καὶ Τηλέφης τῆς Ἐπιμεδούσης Πείρως Ἀστυπάλη Εὐρώπεια. ἔνιοι δὲ ἀντὶ Ἁρμονίας Ἠλέκτραν αὐτόν φασι γῆμαι: — MTAB Φοίνισσαν ἐναλίαν χθόν α: εἰ μὲν ἐπὶ πάσης τῆς Φοινίκης, ἀκουστέον ἀντὶ τοῦ παραλίαν· εἰ δὲ ἐπὶ μιᾶς πόλεως, ἐκδεκτέον τὴν Τύρον· νησιάζεται γὰρ, ὡς καὶ ἑξῆς [202]· ‘Τύριον οἶδμα λιποῦς’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου‘: —MTAB ἄλλω ς: τὴν Τύρον· νησιάζεται γάρ.
sch Ph 6 ἡ Φοινίκη· προληπτικὸς δὲ ὁ λόγος· οὐδέπω γὰρ ἐκαλεῖτο Φοινίκη. ἐν γοῦν τῷ Φρίξῳ [frg. 816] φησίν· ‘ἦσαν τρεῖς Ἀγήνορος κόροι, Κίλιξ, ἀφ’ οὗ καὶ Κιλικία κικλήσκεται, Φοῖνιξ, ὅθενπερ τοὔνομ’ ἡ χώρα φέρει, καὶ Θάσοσ‘: — ἔνιοι Ἁρμονίαν τὴν Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὸν λέγουσι γεγαμηκέναι: —M i TAB Κύπριδος Ἁρμονία ν: Δέρκυλος [frg.
sch Ph 7 [10] 4] Θηβαίου τινὸς Δράκοντος, Ἄρεως δὲ υἱοῦ φησιν εἶναι τὴν Ἁρμονίαν θυγατέρα, ὃν φονεύσας Κάδμος ἔγημεν Ἁρμονίαν. Ἔφορος [frg. 12] δὲ Ἠλέκτρας τῆς Ἄτλαντος αὐτὴν εἶναι λέγει, Κάδμου δὲ παραπλέοντος τὴν Σαμοθρᾴκην ἁρπάσαι αὐτήν, τὴν δὲ εἰς τιμὴν τῆς μητρὸς ὀνομάσαι τὰς Ἠλέκτρας πύλας. καὶ νῦν ἔτι ἐν τῇ Σαμοθρᾴκῃ ζητοῦσιν αὐτὴν ἐν ταῖς ἑορταῖς. Δημαγόρας [frg. 1] δὲ ἀπὸ Λιβύης ἐλθοῦσαν τὴν Ἠλέκτραν οἰκῆσαι τὴν Σαμοθρᾴκην· ἔνθα συγγενομένη Διὶ ἐτέκνωσεν Ἠετίωνα Δάρδανον Ἁρμονίαν. τὸν δὲ Κάδμον παραπλέοντα ἐπὶ ζήτησιν τῆς ἀδελφῆς μετὰ Θάσου μυηθῆναί τε καὶ μυούμενον ἰδεῖν τὴν Ἁρμονίαν, προνοίᾳ δὲ Ἀθηνᾶς ἁρπάσαι αὐτήν: —MTAB Πολύδωρο ν: τοῦτον οἱ ποιηταὶ † πίνακον καλοῦσι Πολύδωρον [δὲ] διὰ τὸ πολλὰ δῶρα εἰληφέναι τὴν μητέρα αὐτοῦ ἐπὶ τῇ γεννήσει αὐτοῦ: —M i TAB ἐγὼ δὲ παῖς μέ ν: γενεαλογήσας ἕως Λαΐου ἀνατρέχει ἐπὶ τοὺς γονεῖς Κρέοντος καὶ Ἰοκάστης: —M i TAB ἐπονομάζομαι: —M g A g καλοῦσι δ ’ Ἰοκάστην μ ε: ἀσφαλίζεται τὴν ὀνομασίαν τῆς ἡρωίνης, ἐπεὶ οἱ παλαιότεροι Ἐπικάστην 〈αὐτὴν〉 καλοῦσι.
sch Ph 12 καὶ Ὅμηρος [λ 271] ‘μητέρα δ’ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην‘: —M i TAB γαμεῖ δὲ Λάϊός μ’: Ἐπιμενίδης [frg.
sch Ph 13 [5] 6] Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα· οἱ δὲ δύο τὸν Λάιον γῆμαι γυναῖκας, Εὐρύκλειαν καὶ Ἐπικάστην. καὶ τὸν Οἰδίποδα δέ φασιν Ἐπικάστην τε τὴν μητέρα γεγαμηκέναι καὶ Εὐρυγάνην. † λιγύστιος δέ φησιν ὡς ἐκ χρησμοῦ τοὺς παῖδας ἀκούσας ἀλληλοκτονήσειν ἐξέθηκε τὸν Πολυνείκην, Κάστωρ δὲ ἀμφοτέρους ἐκτεθῆναι: —MTAB ἀντὶ τοῦ· ἐκ πολλοῦ χρόνου γήμας με: —M i A g B i ἐρωτᾷ μὲν τῆς ἀπαιδίας τὴν αἰτίαν, αἰτεῖ δὲ τῆς ἀρρενογονίας τὴν εὐτυχίαν: —M i B i ἐπιμιξίαν μετοχὴν σχέσιν: —M g A g πολεμικοῖς: —M g A g μὴ σπεῖρε τέκνων ἄλοκ α: Ἐμπεδοκλῆς ὁ φυσικὸς ἀλληγορῶν φησι σχιστοὺς λιμένας Ἀφροδίτης [vs.
sch Ph 18 [5] 261] ἐν οἷς ἡ τῶν παίδων γένεσίς ἐστιν. Εὐριπίδης δὲ ταὐτὸν τούτῳ φάσκων τήν τε ἔννοιαν τὴν αἰσχρὰν ἀπέφυγε καὶ τοῖς ὀνόμασιν οἰκείοις ἐχρήσατο καὶ τεχνικαῖς ταῖς μεταφοραῖς, σπόρον καὶ ἄλοκα λέγων: —MTAB ἄλοκ α: αὔλακα· αὖλαξ δὲ ἡ τομὴ τῆς γῆς ὑπὸ τοῦ ἀρότρου.
sch Ph 18bis [5] μεταφορικῶς δὲ λέγει· μὴ συνέρχου τῇ γυναικί: —MTA ἄλλω ς: μεταφορικῶς, τὴν αὔλακα μὴ σπεῖρε, ἀπὸ τῆς ἀρουμένης γῆς: —MTAB μὴ παιδοποίει: —M g παρὰ γνώμην θεοῦ: —M g ὁ δ ’ ἡδονῇ δού ς: ἐκ τοῦ οἴνου εἰς ἡδονὴν τραπείς: —MTA ἄλλω ς: ἀντὶ τοῦ ἑαυτὸν δοὺς εἰς εὐωχίαν.
sch Ph 21 [5] πῶς προεγνωκυῖα ἡ γυνὴ τὸν χρησμὸν οὐκ ἀπέτρεψε τῆς μίξεως τὸν Λάιον. ἢ οὖν ὕστερον εἶπεν αὐτῇ ἢ εἶπε μὲν, ἡ δ’ ὑπώπτευσε τὸ ῥηθὲν εἶναι ψεῦδος διὰ τὸν ἔρωτα Χρυσίππου: —MTAB † ἄλλω ς: καὶ διὰ τί τὸν χρησμὸν προεγνωκυῖα Ἰοκάστη οὐκ ἐκώλυσεν αὐτόν. ἢ οὖν οὐκ ἐγίνωσκεν ἢ ὑπώπτευσεν αὐτὸν ψεύδεσθαι 〈ὑπο〉νοήσασα ταῦτα διὰ τὸν ἔρωτα λέγεσθαι τοῦ Χρυσίππου: —A εἰς μέθην: —M g λειμῶ ν ’ ἐς Ἥρα ς: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν.
sch Ph 24 [5] ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδός, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστιν 〈ὁ〉 τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ἀνείλοντο τὸ βρέφος ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῆ νομίσαντες αὐτῷ ὑπὸ τῆς βασιλείας ἔσεσθαι: —MTAB ἀκρωτήριον: —M g A g δίδωσι βουκόλοισι ν: ἵνα ἀποθάνῃ· οὐ γὰρ ἤθελεν ἐκ τοῦ ἐμφανοῦς ἀνελεῖν τὸ βρέφος φεύγων τὸ μύσος: —MAB σφυρῶν σιδηρᾶ κέντρ α: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας: —MTA ἄλλω ς: καὶ θηριώδης, φασὶ, καὶ ἀνόητος 〈παρόσον〉 ἀνελεῖν μὲν οὐκ ἤθελε τὸ βρέφος, οὕτως δὲ χαλεπῶς ἐλωβήσατο.
sch Ph 26 [20] ῥητέον ὅτι τὸ μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτῷ κέντροις τὼ πόδε, τὸν ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι μηδενὸς ἀνελομένου ἂν βρέφος λελωβημένον. οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέναι ἐκ ταὐτομάτου τὼ πόδε. οἱ δὲ εἰς θάλασσαν ἐκριφῆναι βληθέντα εἰς λάρνακα καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ τοῦ Πολύβου ἀνατραφῆναι. ἔνιοι δὲ καὶ Ἡλίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς δὲ ** Ἱπποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν † αὐτῷ φασιν, ὕστερον δὲ ἁρπάσαντος Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάιον, τῇ δὲ Ἰοκάστῃ ἐλθούσῃ ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ μιγέντα γεννῆσαι τοὺς παῖδας, ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα αὐτῷ φασιν ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν Τευμησίαν ἀλώπεκα, ὡς Κόριννα [frg. 33]. οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὸ Φίκειον, εἶτ’ ἀναιρεθῆναι ὑπό τινος Οἰδίποδος συνελθόντος αὐτῇ. τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν ὡς Λυσίμαχος [frg. 5]: —MTA ὅθεν νιν Ἑλλά ς: ἀφ’ οὗ.
sch Ph 27 Οἰδίπους παρὰ τὸ οἰδεῖν τοὺς πόδας ἐκ τῶν περονῶν: —MTA ἡ μὲν Μερόπη πρώτη αὐτὸν ἐκάλεσεν Οἰδίπουν, ἡ δὲ Ἑλλὰς ἀπ’ αὐτῆς διεδέξατο τὸ ὄνομα: —MTAB i Πολύβου δέ νι ν: τύραννος καὶ αὐτὸς ἐν ἑτέρῳ μέρει τῆς Βοιωτίας· οἱ δὲ τῆς Κορίνθου φασὶ βασιλέα: —MTA ἱπποβουκόλο ι: ἱπποφορβοί· τὸ δὲ βουκόλοι ἀπὸ τοῦ ἐπισήμου ζῴου ὡς τὸ [Υ 221] ‘τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο‘.
sch Ph 28 [5] τινὲς δὲ ἐν λάρνακι βληθέντα καὶ εἰς θάλασσαν ῥιφέντα τὸν παῖδα προσπελασθῆναι τῇ Κορίνθῳ φασίν: —MTAB ἀπίθανον τὸ τοὺς βουκόλους βρέφος ἀνελέσθαι καὶ οὕτως λελωβημένον. ῥητέον ὅτι ἄγροικοι ὄντες τῇ δεσποίνῃ χαριεῖσθαι ἐδόκουν· καὶ γὰρ τὸ εἶδος τοῦ παιδὸς καλὸν ἑώρων: —MTA ἡ γυνὴ Πολύβου Μερόπη: —M g B i μαστοῖς ὑφεῖτ ο: ὑπέβαλεν.
sch Ph 31 [5] εὔηθες δὲ, φασὶν, εἰ λελωβημένον ὑπεβάλετο παιδίον ὅπου γε ἐκτίθεμεν καὶ τὰ ἐξ ἡμῶν πεπηρωμένα. καὶ τί θαυμαστὸν 〈αὐτὴν〉 ὑποβάλλεσθαι, φοβουμένην μὲν ἐκπεσεῖν διὰ τὴν ἀπαιδίαν, ἀποτρίψεσθαι δὲ 〈ἐλπίζουσαν〉 τὴν τῆς ὑποβολῆς ὑποψίαν διὰ τὴν ὑποῦσαν συμφορὰν τῷ βρέφει· καὶ τὸ ἰαθήσεσθαι δὲ διὰ τοῦτο οὐκ ἀπεγνώκει: —MTA i B καὶ πόσιν πείθει τεκεῖ ν: πείθει τὸν ἄνδρα αὐτὴν αὐτῷ τεκεῖν. ἢ ἀναπείθει λέγειν τοῖς ἔξω 〈ὅτι〉 αὐτοῦ τέκνον εἴη. πῶς δὲ λελωβημένον αὐτὸν ἡ γυνὴ τοῦ βασιλέως ἐλάμβανεν· ὅτι οὐκ ἤθελε δοῦναι τοῖς ἔξω περὶ ἑαυτῆς ὑπόνοιαν ὡς οὔσης στείρας, ἀλλ’ ἵνα καὶ πίστιν μείζονα ἐνδείξηται ὅτι οὗτος ἐμός ἐστιν ὁ παῖς, ὅτι ἰδοὺ καὶ λελωβημένον αὐτὸν ἔχω· οὐκ ἂν γὰρ ξένον * οὐκ ἀσινῆ ὄντα: —MT ἤδη δὲ πυρσαῖ ς: ἡδέως καὶ τραγικῶς τὴν ἀκμὴν ἐξέφρασεν: — MTA g B i πυρσαῖ ς: πρὸ γὰρ τοῦ τοὺς ἰούλους 〈ἐκ〉βαλεῖν ξανθίζεται τὰ γένεια τῇ θερμότητι τῶν τριχῶν: —MT εἰς ἄνδρας, ἢ εἰς ἀνδρὸς ἡλικίαν, ἐμβαίνων: —M g παῖς Πολύβου, ἀλλὰ θετός: —M g ἢ γνοὺς ἤ τινο ς: γνοὺς ὅτι οὐκ εἴη Πολύβου παῖς γνήσιος ἀλλὰ νόθος ἢ μαθὼν παρά τινος τῶν ἡλικιωτῶν ὀνειδίσαντος ὅτι νόθος εἴη.
sch Ph 33 [5] ἔνιοι δέ φασιν εἰς Πυθῶνα ἐξεληλυθέναι τὸν Οἰδίποδα, ἵνα τροφεῖα ἀποδῷ τῷ Ἀπόλλωνι: —MTA i B ἀπὸ κοινοῦ τὸ ἔστειχ ε: —M g A g B i τὸν ἐκτεθέντα παῖδ α: ἤτοι τότε ὀνείρου ταράξαντος αὐτὸν ἢ ὅτε λοιπὸν ὑπώπτευσε τὴν ἡλικίαν τοῦ παιδὸς 〈εἰς ἄνδρασ〉 προκόπτειν.
sch Ph 36 [5] ἐβούλετο γὰρ ἢ τεθνεῶτα αὐτὸν ἀκούσας διάγειν ἀδεῶς ἢ ζῶντα ἀκούσας φυλάττειν ἑαυτόν: —MTA i B γράφεται καὶ ἰδεῖ ν: —A g B g εἰς ταὐτὸν τῆς σχιστῆς ὁδοῦ τῆς Φωκίδος συνάπτουσι πόδα, ἀντὶ τοῦ συναντῶσιν ἀλλήλοις: —M g B καὶ ξυνάπτετο ν: καὶ συντυγχάνουσιν 〈τὸν πόδα〉 ἐπὶ τῆς σχιστῆς ὁδοῦ ἐν Φωκίδι.
sch Ph 37 [5] οὕτως δὲ καλεῖται, ἐπειδὴ σχίζει τὴν ἐπὶ Βοιωτίαν καὶ Θήβας καὶ Ἀττικὴν καὶ Κόρινθον ὁδόν: —MTB ὁ ἡνίοχος.
sch Ph 39 Πολυφόντην δὲ τὸν κήρυκα ** : —M g T τοῦτον Φερεκύδης [frg. 47 a ] Πολυποίτην φησίν: —M g TB i ὦ ξέν ε: καλῶς ἑτέρῳ ἕτερον περίκειται φρύαγμα, Λαΐῳ μὲν διὰ 〈τὸ〉 τῆς ἀρχῆς ἀξίωμα, Οἰδίποδι δὲ ὅτι βασιλέως υἱὸς ἦν καὶ προπετὴς ὡς νέος καὶ ὁδοῦ τῆς πᾶσι κοινῆς εἴργετο: —MT ἔτρεχε μὴ φθεγγόμενος.
sch Ph 41 [5] ἢ ὅτι † τέλος λοιπὸν εἶχε καὶ ἐδεδοίκει μήποτε ἄλλος τὴν ἀρχὴν διαδέξηται: —M g TA g B i χηλαῖς τένοντα ς: ἐν ταῖς χηλαῖς τοὺς τῶν ποδῶν τοῦ Οἰδίποδος τένοντας ἐξῄμασσον οὐχ ὑποχωροῦντος αὐτοῦ τῆς ὁδοῦ: —MTA i B χηλὴ διὰ τὸ ὥσπερ κεχηνέναι τοὺς ὄνυχας: —MT τοῖς ὄνυξιν: —M g τὰ ἐπάνω τῶν ποδῶν: —M g ἀντὶ τοῦ ᾕμασσον: —M g ὅθε ν · τί τἀκτό ς: ὑποστικτέον εἰς τὸ ὅθε ν· ἔμελλε δὲ ἴσως τὴν λοιδορίαν καὶ τὴν μάχην ἀμφοτέρων λέγειν: —MTA i ἄλλω ς: τί οὖν, φησὶ, ταῦτα τὰ περιττὰ καὶ τὰ ἐκτὸς τῶν παθῶν λέγω: —MT ποία με χρεία λέγειν τὰ ἔξω τῶν κακῶν.
sch Ph 43 τὰς παρακολουθησάσας ὕβρεις, τοὺς διαπληκτισμοὺς οὐ λέγω, ἀλλ’ αὐτὸ τὸ κακὸν ἐν συντόμῳ ὅτι παῖς πατέρα καίνε ι: —TAB παῖς πατέρα κτείνει: —M g φονεύει: —M g A g καὶ λαβὼν ὀχήματ α: ζητοῦσι πῶς ἐπὶ τὸ μαντεῖον οὐκέτι ἀπῆλθεν ὁ Οἰδίπους.
sch Ph 44 [20] φασὶν ὅτι οὐκ ᾤετο τὸν θεὸν εὐθέως χρήσειν αὐτῷ μυσαρῷ γενομένῳ πρὶν καθαρθῆναι καὶ ἅμα ἵνα μὴ γνῷ ὅτι πατέρα ἔκτεινεν· εἵμαρτο γὰρ αὐτῷ καὶ μητέρα γῆμαι. ὅτι δὲ Πολύβῳ δέδωκε τοὺς ἵππους καὶ Ἀντίμαχός φησιν ἐν Λύδῃ [frg. 34]· ‘εἶπε δὲ φωνήσας· Πόλυβε, θρεπτήρια τούσδε ἵππους τοι δώσω δυσμενέων ἐλάσασ‘. ζητοῦσι δὲ πάλιν πῶς οὐδεμίαν Θηβαῖοι ζήτησιν πεποίηνται τεθνεῶτος αὐτοῖς τοῦ βασιλέως. λεκτέον ὅτι εὐθὺς μὲν αὐτὸν οὐκ ἐπεζήτησαν ἐν Δελφοῖς εἶναι νομίζοντες, μετὰ δὲ ταῦτα τῶν ἵππων ἀφανῶν γενομένων λῃστῶν ἐδόκει τοὔργον γεγονέναι: —MTAB ἄλλω ς: δεῖ νοεῖν ὅτι Οἰδίπους φονεύσας τὸν Λάιον ὡς ἐναγὴς παραχρῆμα οὐκ εἰσῆλθεν εἰς τὸ ἱερόν· οὐ γὰρ ᾤετο χρήσειν αὐτῷ τὸν θεόν. ὑποστρέψας δὲ εἰς Κόρινθον μετὰ τῶν ἵππων Λαΐου καὶ καθαρθεὶς τὸν φόνον πάλιν ἐπὶ τῷ γνῶναι τοὺς γονεῖς ἐπανῆλθε πρὸς τὸν θεόν. λαβὼν δὲ χρησμὸν ὡς ὅτι ἐπὶ φθορᾷ τοῦ πατρὸς ἐτέχθη καὶ συνουσίᾳ τῆς μητρὸς διέγνω φυγεῖν τὴν Κόρινθον τὴν νομιζομένην πατρίδα. γνοὺς δὲ τοῦ Κρέοντος τὸ κήρυγμα ἐπὶ τὸν ἀγῶνα καθίησιν ἑαυτὸν τῆς Σφιγγὸς κινδύνῳ τὴν εὐτυχίαν θηρώμενος: —MTAB Πολύβῳ τροφε ῖ: οἷον τῷ θρέψαντι.
sch Ph 45 [15] γνοὺς ὅτι οὐκ ἂν εἴη αὐτοῦ πατήρ, τροφεῖα καταβάλλει: —MTA ὡς δ’ ἐπεζάρε ι: ἐζήτησε τοὺς ἐν τῇ πόλει ἀφαρπάσαι: —MTA ζάρος ὄρνεόν ἐστιν ἁρπακτικόν. τὴν δὲ Σφίγγα οἱ μὲν ἔχειν πρόσωπον μὲν παρθένου, στῆθος δὲ καὶ πόδας λέοντος, πτερὰ δὲ ὄρνιθος· Σωκράτης [frg. 13] δὲ ἐγχωρίαν αὐτὴν χρησμολόγον φησὶ δύσγνωστα μαντευομένην, ἅπερ ἀγνοοῦντες οἱ Θηβαῖοι καὶ ἐναντίως αὐτοῖς χρώμενοι ἀπώλοντο. Ἀσκληπιάδης [frg. 21] δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ’ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός· λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμούς. ὁπότε δὲ μὴ συνίοιεν, ἁρπάζειν αὐτὴν ὅντινα ἂν βούλοιτο τῶν πολιτῶν: —MTAB ἐπέκειτο κακοποιοῦσα. ἁρπασθῆναι δέ φασιν ὑπ’ αὐτῆς Αἵμονα τὸν Κρέοντος παῖδα. τινὲς δέ φασιν ὅτι μία τῶν σὺν ταῖς Κάδμου θυγατράσι μανεισῶν μετεβλήθη εἰς τὸ ζῷον τὴν Σφίγγα: —MTAB ἐπεβάρει ἐπεκράτει: —M g οὐ παρῆν: —M g Κρέων δ ’ ἀδελφό ς: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον τὸν τυχόντα καλεῖ.
sch Ph 47 [5] ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσοντα τῷ ἀγῶνι. κατὰ γὰρ Πίνδαρον [Ol. I 83] ‘ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει‘: —MTAB αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ δυσεύρετον: —M g παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον: —M g A g αἴνιγ μ ’ ἐμὸς παῖ ς: τινὲς γράφουσι μούσας ἐμὸς παῖ ς, ὃ καὶ βέλτιον.
sch Ph 50 [15] μούσας δέ φησι τὰ αἰνίγματα διότι ἐμμελῶς προέφερε ταῦτα ἡ Σφίγξ: —MTAB i ἄλλω ς: τὸ αἴνιγμα Ἀσκληπιάδης [frg. 21] οὕτως ἀναγράφει: ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνή, 〈καὶ τρίπον〉, ἀλλάσσει δὲ μόνον φύσιν ὅσς’ ἐπὶ γαῖαν ἑρπετὰ γίνηται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν τρισσοῖσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ. τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτως φασί τινες εἰρῆσθαι· κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σῆς τέλος ἀμπλακίης· ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει, πρῶτον ἔφυ τετράπους νήπιος ἐκ λαγόνων, γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει αὐχένα φορτίζων γήραϊ καμπτόμενος. τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν ** ὅ ἐστι τὸν ἄνθρωπον ** ἑαυτὴν διεσπάραξεν: —MTA καὶ σκῆπτ ρ ’ ἔπαθλ α: παρ’ οὐδενὶ κεῖται τὸ ἔπαθλα ἢ μόνῳ τῷ Εὐριπίδῃ· ὅθεν μεταγράφουσί τινες καὶ σκῆπτρα χώρας ἆθλ α.
sch Ph 52 τὸ δ’ ἑξῆς· καὶ σκῆπτρα χώρας τῆσδε ὡς ἆθλα λαμβάνει: — MTAB i γαμεῖ δὲ τὴν τεκοῦσα ν: Φερεκύδης [frg.
sch Ph 53 [10] 48] τὰ κατὰ τοὺς Οἰδίποδος παῖδας καὶ τὰς γημαμένας οὕτως ἱστορεῖ· ‘Οἰδίποδι, φησὶ, Κρέων δίδωσι τὴν βασιλείαν καὶ τὴν γυναῖκα Λαΐου, μητέρα δ’ αὐτοῦ Ἰοκάστην, ἐξ ἧς γίνονται αὐτῷ Φράστωρ καὶ Λαόνυτος, οἳ θνῄσκουσιν ὑπὸ Μινυῶν καὶ Ἐργίνου. ἐπεὶ δὲ ἐνιαυτὸς παρῆλθε, γαμεῖ ὁ Οἰδίπους Εὐρυγάνειαν τὴν Περίφαντος, ἐξ ἧς γίνονται αὐτῷ Ἀντιγόνη καὶ Ἰσμήνη, ἣν ἀναιρεῖ Τυδεὺς ἐπὶ κρήνης καὶ ἀπ’ αὐτῆς ἡ κρήνη Ἰσμήνη καλεῖται. υἱοὶ δὲ αὐτῷ ἐξ αὐτῆς Ἐτεοκλῆς καὶ Πολυνείκης. ἐπεὶ δὲ Εὐρυγάνεια ἐτελεύτησε, γαμεῖ ὁ Οἰδίπους Ἀστυμέδουσαν τὴν Σθενέλου.‘ τινὲς δὲ Εὐρυγάνειαν ἀδελφὴν λέγουσιν εἶναι Ἰοκάστης τῆς μητρὸς Οἰδίποδος: — MTAB ᾔδει δηλονότι: —M g δύναμιν.
sch Ph 56 οἷον περιφραστικῶς τὸν Πολυνείκην: —M g τὴν προγενεστέραν, τὴν μείζονα: —M g μαθὼν δὲ τἀμὰ λέκτρ α: γνοὺς δὲ τὰ ἐμὰ λέκτρα ὄντα τῆς μητρός, ἀντὶ τοῦ ἐπιγνοὺς μητρὶ συγκοιμώμενος.
sch Ph 59 τὸ δὲ μητρῴων γάμων περιφραστικῶς τῆς μητρός: —MAB τὰ ἀπὸ μητρὸς αὐτῷ γινόμενα: —M g A g ὁ πάν τ ’ ἀνατλὰς Οἰδίπου ς: τί ἥμαρτεν ὁ Οἰδίπους ὅτι καὶ αὐτὸς τιμωρεῖται.
sch Ph 60 [5] φασὶν ὅτι Πέλοψ Χρυσίππου ἁρπαγέντος κατηράσατο μέχρι παίδων εἶναι τὸ κακόν. τινὲς δέ φασιν ὅτι Λάιος ἀνῃρέθη ὑπὸ Οἰδίποδος, ὅτι ἀμφότεροι ἤρων Χρυσίππου: —MAB εἰς ὄμμα θ ’ αὑτο ῦ: τινές φασιν ἐξ ἰδίας κατάρας ἐπελθεῖν αὐτῷ τὴν πήρωσιν: —MAB i ἄλλω ς: ὅμοια Ἑλλάνικος [cf.
sch Ph 61 [10] frg. 12]. ἐν δὲ τῷ Οἰδίποδι [frg. 545] οἱ Λαΐου θεράποντες ἐτύφλωσαν αὐτόν· ‘ἡμεῖς δὲ Πολύβου παῖδ’ ἐρείσαντες πέδῳ ἐξομματοῦμεν καὶ διόλλυμεν κόρας.‘ πῶς δὲ, φασὶν, ἡ Ἰοκάστη μετὰ τοσαῦτα καὶ τηλικαῦτα δυστυχήματα ἔζη. ῥητέον ὅτι πᾶσα γυνὴ πρὸς θάνατον δειλόν. Μένανδρος [frg. inc. 16]· ‘ὀκνεῖ δὲ νοῦν ἔχους’ ἴσως, ἀεὶ δὲ τοῖς παροῦσι δακρύοις ἐμποιεῖ τὸ θῆλυ τῆς ψυχῆς ἀναβολὴν τῷ πάθει‘: —MAB πήρωσιν: —M g A g ἀντὶ τοῦ ἐτύφλωσεν αὑτόν: —M g A g ἐπεὶ δὲ τέκνω ν: ὅτε δὲ ἥβησαν οἱ παῖδες, κλῄθροις ἔκρυψαν τὸν πατέρα: —MAB ἵ ν ’ ἀμνήμων τύχ η: ἵνα ἡ τύχη λήθῃ παραδοθείη καίπερ δυσαπόνιπτος οὖσα καὶ πολλῆς δεομένη μηχανῆς εἰς τὸ λαθεῖν: —MAB πολλῶν δεομέν η: ἤτοι πολλῆς δεομένη μηχανῆς πρὸς τὸ λαθεῖν.
sch Ph 65 ἢ πολλῶν παραινέσεων καὶ πολλῆς παραμυθίας δεομένη διὰ τὴν ὑπερβολὴν τοῦ πάθους: —MAB ἀντὶ τοῦ κάμνων ὑπὸ τῆς τύχης: —M g B i ἀρὰς ἀρᾶτα ι: κατάρας χαλεπὰς καταρᾶται τοῖς υἱοῖς μηδὲν ἀδικήσασιν: —MA g θηκτῷ σιδήρ ῳ: οἷον ξίφει 〈δια〉κληρωθῆναι καὶ ἀπολέσθαι τὸν οἶκον ἵνα μὴ οἱ τούτου παῖδες λειπόμενοι μνημεῖα τῆς ἀρχαίας αὐτοῦ τύχης φυλάσσωσιν: —MA τῷ ἠκονημένῳ σιδήρῳ τοῦτο τὸ οἴκημα διαμερίσασθαι: —M g A g εἰκότως ἔδεισαν πειραθέντες ὅσα Λαΐῳ συνέβη διὰ τὰς Πέλοπος ἀράς: —MAB τελεστικὰς τελείας: —M g A g πληρῶσιν: —M g τῶν παίδων: —M g ξυμβάν τ ’ ἔταξα ν: συνελθόντες, συσκεψάμενοι ὥρισαν.
sch Ph 71 [20] ἢ συμβάντες, εἰς φιλίαν ἐλθόντες: —MAB i ἄλλω ς: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄγει τὸ δρᾶμα. ἔδει γὰρ ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς [401] δεόντως λέγοι ποτὲ μὲν ἐ π ’ ἦμαρ εἶχο ν , εἶ τ ’ οὐκ εἶχο ν. εἰ γὰρ ἀλλήλοις ὑπεχώρησαν ἐνιαυτὸν παρ’ ἐνιαυτὸν ἄρχειν, πάντως καὶ τὰ ἐπιτήδεια ἐπεφέρετο 〈ἂν〉 ὁ Πολυνείκης. δεῖ οὖν εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμφωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις· Φερεκύδης [frg. 49] γὰρ ἐκβεβλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας, Ἑλλάνικος [frg. 12] δὲ ἱστορεῖ κατὰ συνθήκην αὐτὸν παραχωρῆσαι τὴν βασιλείαν Ἐτεοκλεῖ λέγων αἵρεσιν αὐτῷ προθεῖναι τὸν Ἐτεοκλέα, εἰ βούλοιτο τὴν βασιλείαν ἔχειν ἢ τὸ μέρος τῶν χρημάτων λαβεῖν καὶ ἑτέραν πόλιν οἰκεῖν. τὸν δὲ λαβόντα τὸν χιτῶνα καὶ τὸν ὅρμον Ἁρμονίας ἀναχωρῆσαι εἰς Ἄργος κρίναντα ἀντὶ τούτων τὴν βασιλείαν [Οἰδίποδι] παραχωρῆσαι. ὧν τὸν μὲν ὅρμον Ἀφροδίτη, τὸν δὲ χιτῶνα Ἀθηνᾶ αὐτῇ ἐχαρίσατο, ἃ καὶ δέδωκε τῇ θυγατρὶ Ἀδράστου Ἀργείᾳ. ὅθεν Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρήσατο, ἐνταῦθα μὲν τῇ Φερεκύδους, ὕστερον δὲ τῇ Ἑλλανίκου: —MAB νεώτερον πάρο ς: τὸν Πολυνείκην. ὁ μὲν Εὐριπίδης τὸν Ἐτεοκλέα, ὁ δὲ Σοφοκλῆς τὸν Πολυνείκην μείζονα οἶδεν ἐν Οἰδίποδι [O. C. 375]: —MAB διαδεχόμενον τὴν βασιλείαν κατ’ ἐνιαυτόν: —MB i ἀπὸ τῆς τιμῆς καὶ τῆς καθέδρας δηλοῖ τὴν βασιλείαν: —MA καθέζε τ ’ ἀρχῆ ς: ἀντὶ τοῦ ** τῆς βασιλείας.
sch Ph 75 μετενήνοχεν ἀπὸ τῶν κυβερνητῶν. τοιοῦτόν ἐστι καὶ τὸ παρ’ Ὁμήρῳ [Δ 166 passim] ‘Ζεὺς ὑψίζυγοσ‘. ἐπὶ γὰρ τοῦ ὑψίστου ζυγοῦ καθήμενος ὁ κυβερνήτης περιφέρει τοὺς οἴακας: —MTAB διώκει: —M g ἐπιγαμβρίαν.
sch Ph 77 ὄνομα δὲ ἦν τῇ γαμηθείσῃ Ἀργεία: —MA g ἀντὶ τοῦ συμμαχίαν στράτευμα: —M g A g B i ὑπόσπονδον μολεῖ ν: μετὰ σπονδῶν καὶ φιλίας: —MTAB i πρὶν τὸν πόλεμον συγκροτηθῆναι: —MTAB i τοῦ πολέμου: —M g A g B g ναίων πτυχά ς: ἀντὶ τοῦ ἀκρωρείας.
sch Ph 84 ἐὰν μὲν ἀπὸ τοῦ πτύξ, πτύχας, ἐὰν δὲ ἀπὸ τοῦ πτυχή, πτυχάς: —MTAB ὁμόνοιαν: —M g A g B g ἀντὶ τοῦ ἐπειδή: —M g B i ἔνδοξον: —M g A g βλάστημα: —M g A g ὦ κλεινὸν οἴκοι ς: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστικωτέρα γίνεται.
sch Ph 88 [10] τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τοῦ παρθένου εἰκών ἐστι τῆς Ὁμηρικῆς τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι δείκνυσιν. διδάσκει δὲ πρόοδον παρθένου γίνεσθαι κατ’ ἐπιτροπὴν μὲν μητρός, παιδαγωγίαν δὲ τροφέως, χρείας μὴ τῆς τυχούσης ἐπειγούσης τὴν ἔξοδον: —MTAB ἄλλω ς: εὖ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος· καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. † ἐνόμιζε γὰρ διὰ τὸν πάσης τῆς πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν: —MTAB ἐς διῆρες ἔσχατο ν: τὸ διῃρημένον καὶ ὑπερκείμενον, τὸ ὑπερῷον.
sch Ph 90 [5] ἢ τὸ δίστεγον [οἷον δύο διῆρες ὡς μόνον μονῆρες] ἀπὸ τοῦ δίς † καὶ δύο ὥστε τῆς ὀροφῆς. καταχρηστικώτερον δὲ κἂν τριώροφον ᾖ κἂν πολύστεγον, οὕτως λέγεται. οἱ δὲ διῆρες τὸ διερόν, οἷον ὑπαίθριον: —MTAB ὑψηλόν: —M g ταῖς ἱκεσίαις σου ἵνα σε ἀφῇ: —M g προΐδω: —M g A g τὴν τετριμμένην ὁδόν: —M g A g B i μή τις πολιτῶν ἐν τρίβ ῳ: ταῦτα μηχανᾶσθαί φασι τὸν Εὐριπίδην ἵνα τὸν πρωταγωνιστὴν ἀπὸ τοῦ τῆς Ἰοκάστης προσώπου μετασκευάσῃ· διὸ οὐ συνεπιφαίνεται αὐτῷ Ἀντιγόνη, ἀλλ’ ὕστερον: — MTAB περισκοπῶ εἰ φαίνεται: —M g A g B i ἀντὶ τοῦ εὐτελής: —M g B g λοιδορία: —M g A g B g λείπει τὸ μέγας ψόγος: —M g ἅ τ ’ εἶδον εἰσήκουσά τ’: οἰκονομικῶς φησιν αὐτὸν ὁ ποιητὴς ἀπεστάλθαι εἰς τὸ στρατόπεδον ὅπως εὔλογον ἔχῃ πρόφασιν τοῦ ἐπιγινώσκειν ἅπαντας: —MTAB ἀντὶ τοῦ εἰρήνην τὴν μετὰ φιλίας: —M g ἐνθέν δ ’ ἐκεῖσ ε: ἀπὸ τῶν ἐνταῦθα ἐκεῖσε καὶ ἀπὸ τῶν ἐκεῖθεν δεῦρο: —MTA ἐγγίζει: —M g τιμίαν: —M g A g κέδρου παλαιά ν: λεληθότως τὸν πλοῦτον τῶν βασιλείων παρίστησιν, ὅπου γε κεδρίνην τὴν κλίμακα λέγει: —MTAB εἰς τὸ σκόπει τελεία, τὰ δὲ λοιπὰ ὑφέν: —M g B i Ἰσμηνοῦ ῥοά ς: Ἰσμηνὸς ποταμὸς Θηβῶν, ὅθεν Ἰσμήνιος Ἀπόλλων τιμᾶται: —MTAB i Δίρκης τε νᾶμ α: οἱ μὲν ποταμὸν, οἱ δὲ κρήνην τὴν Δίρκην: —MTA ἄλλω ς: Δίρκη κρήνη Θηβῶν πλησίον τοῦ Ἰσμηνοῦ ἀπὸ Δίρκης ὀνομασθεῖσα.
sch Ph 102 [5] οἱ γὰρ περὶ Ζῆθον καὶ Ἀμφίονα ἐκτεθέντες ὑπὸ τῆς μητρὸς Ἀντιόπης καὶ τραφέντες ἐν τοῖς βουκολίοις τῆς Δίρκης ἐβουκόλουν αὐτῇ. ὕστερον δὲ παρέδωκεν αὐτοῖς τὴν Ἀντιόπην ἐπὶ τῷ διὰ ταύρων διασπάσαι· οἱ δὲ γνόντες αὐτὴν μητέρα αὐτῶν, αὐτῆς μὲν ἐφείσαντο, τὴν δὲ Δίρκην ὑπὸ τῶν ταύρων διέσπασαν, καὶ ὁ τόπος ἔνθα ἐσύρη Δίρκη καλεῖται: —MTAB ὄρεγε νῦν ὄρεγ ε: πάρεχέ μοι τὴν χεῖρα ὁδηγόν, ὅ ἐστιν ὁδήγει με: —MM g TAB ἄλλω ς: ἔκτεινε τὴν παλαιάν σου χεῖρα ἐμοὶ τῇ νέᾳ ἅμα προσαναβαίνων: —MTAB ἄλλω ς: ἐμοὶ τῇ νέᾳ ὄρεγε τὴν παλαιάν σου χεῖρα: —MTA τὸν πόδα δηλονότι: —M g ἐπανατέλλω ν: [προφαίνων καὶ] προβαίνων καὶ προσαναβαίνων: —MTA ἄλλω ς: ἐπανάγων.
sch Ph 105 ἀπὸ τοῦ ἡλίου ἡ μεταφορά· καὶ γὰρ οὗτος εἰς τὸ ὑψηλὸν τοῦ οὐρανοῦ ἀναβαίνει: —MTAB τῇ χειρὶ τὴν χεῖρα: —M g ἀντὶ τοῦ εὐκαίρως: —M g A g ἐγειρόμενον † ἀκολουθεῖ: —M g τὸ τῶν Ἀργείων, ἀπὸ Πελασγοῦ βασιλέως: —M g στράτευμα χωρίζουσ ι: ἀποχωρίζουσι.
sch Ph 108 κατατάττουσι τὰς τάξεις, οἷον παρατάττουσιν ἀλλήλους εἰς πόλεμον: —MTAA g B g ἰὼ πότνι α: ἡ τοξότις Ἄρτεμις.
sch Ph 109 ὡς παρθένος δὲ τὴν παρθένον καλεῖ. ἢ θαυμάζουσα τὸ φῶς τὴν Ἑκάτην καλεῖ· ἡ αὐτὴ γάρ ἐστι τῇ Σελήνῃ: —MTAB g ἀντὶ τοῦ χαλκωθὲν τοῖς ὅπλοις.
sch Ph 110 ἢ ἀσπίδων πλῆρες: —M g A πεδίον ἀστράπτε ι: τῷ δοκεῖν ἀστράπτει διὰ τὸ πλῆθος τῶν ὅπλων.
sch Ph 111 [10] οἰκείως δὲ [καὶ] τοῦτο ἅμα τε ἵνα ἀποδειχθῇ τὸ πλῆθος αὐτῶν: —MTA ἄλλω ς: τῇ ὑπερβολῇ κατάπληξιν ἐμφαίνει ὅλον λέγων ἀστράπτειν τὸ πεδίον· καίτοι ὀλίγον μέρος αὐτοῦ κατεῖχον οἱ πολέμιοι. οἰκείως δὲ τὸ ἀστράπτειν· τοιαύτη γὰρ ἡ τοῦ χαλκοῦ φύσις εἴ τις ἐν ἡλίῳ κινήσειεν αὐτόν. πῶς δὲ ἐνθάδε κατάχαλκόν φησι τὸ πεδίον, ἐν δὲ τοῖς ἑξῆς φησι [1099] λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατό ν. ἀλλ’ οὐ πάντες ἦσαν λευκάσπιδες. περὶ γοῦν τινός φησι [121] πάγχαλκον ἀσπί δ ’ ἀμφὶ βραχίονα κουφίζω ν. ἢ καὶ ἀπὸ τῶν ἄλλων ὅπλων κατάχαλκόν φησι τὸ πεδίον, θωράκων τε καὶ κνημίδων καὶ κρανῶν: — MTAB οὐκ εὐτελῶς, οὐχ ἁπλῶς: —M g οὐκ ἀσθενῶς οὐδ’ ὡς ἔτυχεν ἦλθεν, ἀλλὰ μετὰ πολλῆς δυνάμεως ὁπλιτῶν Ἀργείων: —A g B g ὅπλοις βρέμω ν: ἐμφαντικῶς, οἱονεὶ ἠχῶν ἵνα σκηπτὸν ἀλληγορῇ τὸν πόλεμον.
sch Ph 113 ἢ κομπάζων: —TA ἆρα πύλαι κλῄθροι ς: ὁ νοῦς· ἆρα, φησὶν, αἱ πύλαι κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ τὰ χαλκόδετα ἔμβολα ἥρμοσται τοῖς λαϊνέοις Ἀμφίονος ὀργάνοις, ὅ ἐστι τῷ λαϊνέῳ τείχει.
sch Ph 114 [30] ὀργάνοις δὲ τοῖς ἔργοις, ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον. καὶ Σοφοκλῆς [frg. 365]· ‘ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον‘, ἀντὶ τοῦ ἔργον. καὶ ἔμβολα οἱ μὲν τοὺς καθέτας, οἱ δὲ τοὺς στροφεῖς: —MTAB χαλκόδετά τ ’ ἔμβολ α: τοὺς μοχλοὺς τοὺς χαλκῷ δεδεμένους. τὸ αὐτὸ δὲ καὶ κλῇθρα: —MTA ἄλλω ς : ἔμβολά τινες τοὺς στροφεῖς, παρὰ τὸ ἐμβάλλεσθαι τῇ ὀπῇ τοῦ οὐδοῦ. χαλκόδετα δὲ ἐπεὶ χαλκῷ περισφηκοῦνται οἱ στροφεῖς διὰ τὸ μὴ προστριβόμενον ἐξασθενεῖν τὸ ξύλον. ἆρα οὖν, φησὶν, αἱ πύλαι καλῶς τοῖς κλῄθροις ἡρμοσμέναι εἰσὶ καὶ οἱ στροφεῖς καλῶς ἐνηρμόσθησαν πρὸς τὸ λαΐνεον τεῖχος κατὰ τὰς ὀπὰς, ὅ ἐστι τὸ ἔργον τοῦ Ἀμφίονος. οὐ θαρσήσασα δὲ τοῖς κλῄθροις καὶ περὶ τῶν στροφέων φησὶ μήποτε καὶ τοὺς στροφεῖς τῶν θυρῶν ἀναβαλεῖν δυνήσονται οἱ Ἀργεῖοι μὴ ἐν βάθει ἡρμοσμένους. ἄλλοι δὲ ἔμβολά φασι τοὺς καθέτας, τὰ νῦν καλούμενα πτερὰ, ἅπερ ἐστὶ τῇ κατασκευῇ τοιάδε. θύραν κατασκευάσαντες ἴσην κατά τε μῆκος καὶ πλάτος τῇ πύλῃ τοῦ τείχους ἔξωθεν αὐτῆς χαλκᾶ πέταλα καθηλοῦσιν ὡς ὁλόχαλκον τὴν θύραν νομίζεσθαι. ταύτην ἐπάνω τῆς πύλης ἵστασαν οὐχ ἑδραίαν ἀλλ’ ὥσπερ κρεμαμένην. τῶν δὲ πυλῶν κλειομένων καθίεσαν ἄνωθεν τὴν κεχαλκωμένην θύραν, ἥτις μέχρι τοῦ ἐδάφους φθάνουσα ἐκάλυπτε τὰς πύλας ὡς ἂν μηδεμίαν ἐπιβουλὴν γίνεσθαι ἔσθ’ ὅτε καὶ πυρὸς προσφερομένου ταῖς πύλαις ξυλίναις οὔσαις. καὶ πολεμίων μὲν πολιορκούντων τάς τε πύλας ἔκλειον καὶ τὰ ἔμβολα καθίεσαν· εἰρήνης δὲ οὔσης διὰ τὸ τὰς πύλας οὔσας μεγάλας δυσχέρειαν παρέχειν ἔν τε τῷ κλείεσθαι καὶ ἀνοίγεσθαι, ταύτας μὲν εἴων ἀνεῳγμένας διὰ παντὸς, ἑσπέρας δ’ ἠρκοῦντο τῷ ἐμβόλῳ διά τινος μηχανήματος αὐτὸ καθιέντες καὶ ἀνέλκοντες. ἔμβολον δὲ καλεῖ ἐκ τοῦ ἄνωθεν ἀπὸ τοῦ τείχους ἐμβάλλεσθαι ἔξωθεν τῶν πυλῶν, χαλκόδετον δὲ διὰ τὸ δεδέσθαι καὶ ἠσφαλίσθαι χαλκῷ: —MTAB † λαϊνέοις Ἀμφίονο ς: Κάδμος ἔκτισε τὰς Θήβας, Ἀμφίων δὲ καὶ Ζῆθος ἐτείχισαν: —AB i † ἆρα αἱ πύλαι καλῶς συνηρμοσμέναι τοῖς κλείθροις· χρὴ 〈δὲ νο〉ῆσαι καὶ ὑπακοῦσαι τοῦτο ἔξωθεν.
sch Ph 115 [10] ἢ καὶ αὐτὸς παρὰ τὸ οὐδέτερον ὃ προσεχέστερον ἦν ἐπήνεγκε τὸ ἥρμοσται ἑνικόν· καὶ τὰ χαλκόδετα ἔμβολα, ἤτοι οἱ στρόφιγγες, ἡρμόσθησαν καὶ ταῦτα τοῖς λιθίνοις ὀργάνοις τοῦ τείχους τοῦ Ἀμφίονος· λέγει δὲ ὄργανα λίθινα τὰ κοιλώματα, εἰς ἃ οἱ στρόφιγγες ἐναρμόζονται. ταῦτα γὰρ ὡς ἀληθῶς ὄργανα τοῦ στρόφιγγος· εἰ γὰρ μὴ ταῦτα εἶεν, οὐκ ἄν ποτε ἑλιχθῶσιν ἐκεῖνοι. τινὲς δὲ τὸ ὀργάνοις ἀντὶ τοῦ ἔργοις· ὡς καὶ Σοφοκλῆς ‘ξουθοῦ μελίσσης κηρόπλαστον ὄργανον‘, ἤτοι ἔργον: —A ὁ λευκὴν, λαμπρὰν, ἔχων τὴν περικεφαλείαν: —M i A g B i ὅστις ἔμπροσθεν ἡγεῖται τοῦ στρατοῦ: —M i A g B i ὁλόχαλκον ἀσπίδα περὶ τὸν βραχίονα βαστάζων: —M g A g B i λοχαγὸς λέγεται ὁ ταξίαρχος.
sch Ph 123 εἷς τῶν ἑπτὰ λοχαγῶν· ‘ἑπτὰ λοχαγοὶ γὰρ ἐφ’ ἑπτὰ πύλαισ‘ Σοφοκλῆς ἐν Ἀντιγόνῃ [141]: —M i A οὗτος Μυκηναῖος μέ ν: οἱ νεώτεροι τὴν αὐτὴν Μυκήνην καὶ Ἄργος φασὶν εἶναι.
sch Ph 125 Μυκηναῖός ἐστιν, οἰκεῖ δὲ παρὰ τὴν Λέρνην τὴν ἐν Μυκήναις πηγὴν, ὅ ἐστι τὴν ἐν Ἄργει: —AB ἀπὸ μέρους τὸ Ἄργος· Λέρνη γὰρ κρήνη καὶ πόλις Ἄργους: — M g AB Λερναῖα δ ’ οἰκε ῖ: Ἀρίσταρχος [cf.
sch Ph 126 [5] frg. 5]· τοῦ Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως 〈τοῦ Αἰόλου〉 τοῦ Ἕλληνος τοῦ Διός. παῖς Ἱππομέδοντος Πολύδωρος ἢ Δημοφῶν: —MTA ἒ ἒ ὡς γαῦρος ὡς φοβερό ς: ἐπηρμένος τῷ σώματι καὶ διὰ τοῦ σχήματος ἐμφανίζων τὸ αὔθαδες τῆς ψυχῆς: —MTAB ἄλλω ς: τὸ ἑξῆς οὖν· ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν ἀστερωπὸς ἐν γραφαῖσι, γίγαντι γηγενέτᾳ προσόμοιος, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ: — ἀστερωπό ς: ἀστεροειδεῖς τὸ σῶμα καὶ τὴν ἐσθῆτα γράφουσι τοὺς Γίγαντας πρὸς τὸ φοβερὸν αὐτῶν.
sch Ph 129 [10] ἴσως οὖν καὶ αὐτὸς κατάστικτον ἔχει τὴν πανοπλίαν. τὸ δὲ ἑξῆς· γραπτῷ γίγαντι παραπλήσιος. διὰ μέσου δὲ τὸ ἀστερωπός ἔθηκε δηλῶσαι θέλων τὸν τὸ ὄμμα λαμπρὸν ἔχοντα ὁμοίως ἀστέρι: —MTAB λαμπρὸς ἐν ζῳγραφίαις. ἢ ἀστεροειδὴς καὶ ποικίλος ταῖς γραφαῖς τῆς ἀσπίδος. φέρει γὰρ κατάστικτα ὅπλα: —M i AA g B ὅμοιος: —M g B g οὐχὶ πρόσφορο ς: ὅμοιος, προσεοικὼς τῇ τῶν ἀνθρώπων φύσει· ἁμέριοι γὰρ ἀπὸ τοῦ πρὸς ἡμέραν ζῆν: —TA ἄλλω ς: οὗτος, φησὶν, ἀνήμερος καὶ θηριώδης φαίνεται οὐκ ἐοικὼς ἀνθρώπῳ, ἀλλ’ ἀνημέρῳ τινὶ γηγενεῖ: —TA ἁμερίῳ γένν ᾳ: τῇ ἀνθρωπίνῃ φύσει οὐχ ὅμοιος, ἀλλ’ ἀνημέρῳ τινὶ καὶ θηριώδει γηγενεῖ ἐοικώς: —A 1 B i ἀνθρωπίνῃ: —M g A g θαυμαστικὸς ὁ ἀναδιπλασιασμός: —M g A g B g ἄλλος ἄλλος ὅδε τευχέων τρόπο ς: ἄλλῳ, φησὶ, τρόπῳ πεποίκιλται οὗτος καὶ οὐχ ὥσπερ ἐκεῖνος.
sch Ph 132 [5] ἡ δὲ δευτέρα ἐπαγωγὴ τοῦ ἄλλος ὡς ἂν ἐπὶ θαυμάζοντος γίνεται: —MTA ὁ τρόπος τῶν ὅπλων ἄλλος ὑπάρχων: —M g A g παῖς μὲν Οἰνέως ἔφυ Τυδεύ ς: Οἰνέως τοῦ Πορθάονος τοῦ Ἀγήνορος τοῦ Ἄρεως καὶ Εὐρυμεδούσης τῆς Αἰτωλοῦ· οἱ δὲ τὸν Ἀγήνορα Πλευρῶνος 〈τοῦ Αἰτωλοῦ〉 τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διὸς καὶ Πρωτογενείας τῆς Δευκαλίωνος· μητρὸς δὲ Περιβοίας τῆς Ἱππονόου τοῦ Οἰκλέους τοῦ Ἀστακοῦ τοῦ Ἑρμοῦ καὶ † ἀστάβης τῆς Πηνειοῦ: —MTA ὡς ἔχοντος αὐτοῦ ἐπὶ τῆς ἀσπίδος τὸν περὶ τοῦ συὸς πόλεμον.
sch Ph 134 [5] Καλλίμαχος [frg. 226]· ‘εἶμι τέρας Καλυδῶνος, ἄγω δ’ Αἰτωλὸν Ἄρηα‘. τινὲς δὲ Ἄρην τὴν τῶν ὅπλων σκευήν. θέλει δὲ εἰπεῖν ὅτι ἐγχωρίως καθώπλισται ὡς οἱ Αἰτωλοί, τὸ δὲ στέρνον ἀντὶ τοῦ ὅλου σώματος εἶπεν. οἱ δὲ τὴν τῶν πολέμων ἐπιθυμίαν καὶ ἐπιστήμην ὡς τῶν Αἰτωλῶν ἄριστα πολεμούντων: —MTAB τὰ δὲ ὅπλα Αἰτωλὰ ἐπὶ τῆς ἀσπίδος ἔχει: —M i A g οὗτος ὁ τᾶς Πολυνείκεο ς: οὗτός ἐστιν, ὦ γέρον, ὃς ὁμόγαμος καὶ ἀνὴρ τυγχάνει τῆς ἀδελφῆς τῆς νύμφης τοῦ Πολυνείκους, ἀντὶ τοῦ· ὃς ἔχει τὴν ἀδελφὴν τῆς γυναικὸς Πολυνείκους, ὅς ἐστι σύγγαμβρος Πολυνείκους.
sch Ph 135 [5] Ἀργεία δὲ ἐλέγετο ἡ γυνὴ Πολυνείκους, ἀφ’ ἧς Θέρσανδρος, Δηιπύλη δὲ ἡ Τυδέως, ἀφ’ ἧς Διομήδης: —MTA † ἕς........ 〈Ἀρ〉γεία ἐκλήθη, ἡ δὲ τοῦ Τυδέως Δηιπύλη. φησὶν οὖν ὅτι οὗτός ἐστιν ὁ ὁμευνέτης τῆς Δηιπύλης τῆς αὐταδέλφης τῆς νύμφης, ἤγουν γυναικὸς, τοῦ Πολυ〈νείκουσ〉: —A τῆς αὐταδέλφου, τουτέστι 〈τῆσ〉 ἐκ τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς τῆς αὐτῆς: —M i M g TAB i ἀντὶ τοῦ ὁ ἀνήρ: —M g TAB i ὁμόγαμος κυρε ῖ: ἀντὶ τοῦ σύμβιος, παρὰ τὸ ὁμοῦ καὶ ἐπίσης ἄνδρα τε καὶ γυναῖκα τῆς συνουσίας μετέχειν.
sch Ph 137 ἐγάμει δὲ Δηιπύλην Τυδεὺς, Πολυνείκης δὲ Ἀργείαν: —M i TAB ἀλλοιόσχημος τοῖς ὅπλοις: —M g B g μιξοβάρβαρο ς: ἐν τέλει γὰρ οἰκοῦντες τῆς Εὐρώπης οἱ Αἰτωλοὶ Ἑλληνικῶν τε καὶ βαρβαρικῶν ἅπτονται φρονημάτων.
sch Ph 138 [5] ἢ ἐπεὶ δοκοῦσι βαρβαρικὸν φρόνημα ἔχειν διὰ τὸν κατ’ ἀλλήλων πόλεμον. καὶ Ὅμηρος [Ι 529]· ‘Κουρῆτές τ’ ἐμάχοντο καὶ Αἰτωλοὶ μενεχάρμαι‘: —MTAB σακεσφόρο ι: ἴσως ὅτι ἐξηλλαγμένοι οἱ Αἰτωλοὶ περὶ τὰς ὁπλίσεις καταστίκτους αὐτὰς ἔχοντες καθάπερ καὶ τὴν ὑπόδεσιν ὥστε τὸν δεξιὸν μὲν ὑποδεδέσθαι πόδα, γυμνὸν δὲ ἔχειν τὸν ἀριστερόν: — MTAB ἄλλω ς: καλῶς εἶπεν αὐτὸν μιξοβάρβαρον· οἱ γὰρ Αἰτωλοὶ πάντες ** καὶ ὅπλοις ὁπλίζουσιν ὡς Ἕλληνες, ἀκοντίζουσι δὲ ὡς βάρβαροι.
sch Ph 139 ἴσως γὰρ τότε ἐν τοῖς Θηβαϊκοῖς χρόνοις οἱ μὲν Ἕλληνες ὅπλοις ἐκέχρηντο, οἱ δὲ βάρβαροι ἀκοντίζειν ἠπίσταντο· ὕστερον δὲ καὶ τὸ ἀκοντίζειν μεμαθήκασιν Ἕλληνες: —MTAB παρὰ τὸ Ὁμηρικόν [Ε 182] ‘ἀσπίδι γινώσκων αὐλώπιδί τε τρυφαλείῃ‘: —M g AB i ὁ νοῦς· ἃ τότε ἰδὼν σημεῖα ἐπιγινώσκω νῦν ἐξ αὐτῶν τοὺς ὡπλισμένους: —M g AB i εἰρήνην: —M g B g ἀμφὶ μνῆμα τὸ Ζήθο υ: ἐπίσημος γὰρ αὐτοῦ ὁ τάφος ὡς κτίστου τῆς πόλεως: —MTA ἄλλω ς: κοινὸς μὲν ἀμφοῖν ὁ τάφος Ζήθου καὶ Ἀμφίονος, συλληπτικῶς δὲ εἶπεν.
sch Ph 145 [5] τινὲς δέ φασι τὸν Ἀμφίονα πρὸς ταῖς Προιτίσι ** : —MTAB διαβαίνει: —M g καταβόστρυχο ς: τοῖς βοστρύχοις, τοῖς πλοκάμοις, κατάκομος καὶ τοῖς ὄμμασι καταπληκτικός· τὸ γὰρ κατά πλήθους ἐμφαντικόν: —MTA γοργὸς εἰσιδεῖ ν: γοργονώδης φοβερὸς καταπληκτικός: —MTAB i ἄλλω ς: γοργονῶδες ἀποβλέπων τοῖς ὄμμασιν ἅμα καὶ τῶν βοστρύχων παρεχόντων τοῖς ὀφθαλμοῖς τὸ γοργονῶδες: —MTAB συναπτέον τὸ ὄμμασι γοργὸς εἰσιδεῖ ν: —M g νεανίας ὡς τῷ ἰδεῖν: —M g στρατηγός: —M g ἀντὶ τοῦ λίαν: —M g αὐτῷ: —M g ἀντὶ τοῦ ὄπισθεν, κατόπιν: —M g ὡς ὄχλος νιν ὑστέρ ῳ: ἀντὶ τοῦ ἐπακολουθεῖ αὐτῷ ὄχλος πολὺς ὀπισθόπους.
sch Ph 148 τινὲς δὲ ἐπὶ κατάρας αὐτὸ δέχονται, οἷον ἐσχάτῳ ποδὶ καὶ μηκέτι ὑποστρέφοντι, ἵν’ ᾖ· ὡς ὄχλος νιν ἀμφέπει ἐπὶ ἀπωλείᾳ: —MTAB πανταχόθεν ὡπλισμένος ἐπακολουθεῖ: —M i Παρθενοπαῖο ς: ὡς μὲν Ἀντίμαχος [frg.
sch Ph 150 [10] 29], Ταλαοῦ τοῦ Βίαντος τοῦ Ἀμυθάονος τοῦ Κρηθέως τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Λυσιμάχης τῆς Κερκυόνος τοῦ Ποσειδῶνος· ὡς δὲ Ἑλλάνικος, Μειλανίωνος τοῦ Ἀμφιδάμαντος τοῦ Ἐπόχου τοῦ † ἀργήπου τοῦ Κηφέως τοῦ Ποσειδῶνος, μητρὸς δὲ Ἀταλάντης τῆς Ἰάσου: —MTA Ἀταλάντης γόνο ς: ταύτην Μειλανίων ἔγημε τῇ τέχνῃ τῶν μήλων: —M i TA ἄλλω ς: αὕτη Ἰάσου μὲν θυγάτηρ, Μειλανίωνος δὲ γυνὴ, Ἀρκὰς τῷ γένει. ἔστι δὲ καὶ ἄλλη Σχοινέως θυγάτηρ, Ἱππομένους γυνὴ, Βοιωτιακή: —M i TAB i ἀλλά νιν ἁ κα τ ’ ὄρ η: ἀλλ’ αὐτὸν ἀπολέσειεν ἡ Ἄρτεμις ἡ μετὰ τῆς μητρὸς αὐτοῦ κυνηγετοῦσα.
sch Ph 151 [5] εἰκότως δὲ τὴν Ἄρτεμιν κατ’ αὐτοῦ ἐπικαλεῖται ὡς θυμουμένην κατὰ τῆς Ἀταλάντης, ἐπεὶ πρότερον τὴν παρθενίαν ἠγάπα, ὕστερον δὲ τῷ Μειλανίωνι γαμηθεῖσα κατεφρόνησε τῆς Ἀρτέμιδος. αὕτη δέ ἐστιν ἡ συγκυνηγήσασα Μελεάγρῳ: — MTA 1 B ἡ κατὰ τὰ ὄρη, ὅ ἐστιν ἡ Ἄρτεμις: —M g ὁρμωμένη: —M g A g πορθήσων: —M g διὸ εὐλαβοῦμαι μὴ τὸ δίκαιον σκοπήσαντες οἱ θεοὶ ἀπολέσωσιν ἡμᾶς: —MTA 1 B πο ῦ: παρὰ τὸ [Γ 236] ‘δοιὼ δ’ οὐ δύναμαι ἰδέειν‘.
sch Ph 156 δὶς δὲ παρέλαβε τὸ ποῦ τὴν σπουδὴν ἐμφαίνων: —MTA 1 B σὺν δυστυχίᾳ πολλῇ: —M i T ἄλλω ς: κακομοιρίᾳ: τῷ γὰρ ἐπιθέτῳ διέστειλε τὸ τῆς μοίρας ὄνομα ὂν τῶν μέσων: —M i TA 1 B ποῦ ’στι Πολυνείκη ς , γέρο ν: Πολυνείκης Οἰδίποδος τοῦ Λαΐου τοῦ Λαβδάκου τοῦ Πολυδώρου τοῦ Κάδμου τοῦ Ἀγήνορος τοῦ Ποσειδῶνος καὶ Λιβύης τῆς Ἐπάφου τοῦ Διὸς καὶ Ἰοῦς τῆς Ἰνάχου: —MT ἐκεῖνος ἑπτὰ παρθένω ν: καὶ Σοφοκλῆς ἐν Νιόβῃ [FTG p.
sch Ph 159 [15] 181] ἑπτά φησιν αὐτὰς εἶναι καὶ 〈ἑπτὰ〉 τοὺς ἄρρενας: —MTA g B i ἄλλω ς: ὁ Ἀριστόδημος [frg. 3] οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές, ὡς αὐτοσχεδιάζειν νῦν ἔοικεν ὁ Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν ὁ Εὐριπίδης ἐν Κρεσφόντῃ [frg. 453]· ‘καὶ δὶς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν‘. ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ [FTG p. 38] καὶ Ἀριστοφάνης [frg. 284] ἐν Δράμασιν ἢ Νιόβῳ [ὁμοίως ἑπτά φησιν αὐτὰς εἶναι καὶ ἑπτὰ τοὺς ἄρρενας]. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς [frg. 3] φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πάτριον θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. Φερεκύδης [frg. 102 b ] δέ φησιν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα Φηρέα Εὔδωρον Λύσιππον Ξάνθον Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην Κλυτίαν Μελίαν Νέαιραν Δαμασίππην Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφομένῃ Ἀτλαντίδι [frg. 54] ἄρσενας τεσσαράς φησιν, Ἀρχήνορα Μενέστρατον Ἀρχαγόραν * , θυγατέρας δὲ τρεῖς, Πελοπίαν Ὠγυγίαν Ἀστυκράτειαν. Ξάνθος δὲ ὁ Λυδὸς [frg. 13] δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου: —MTA 1 B Νιόβης Ἀδράστ ῳ: Ἄδραστος υἱὸς Λυσιμάχης τῆς Κερκυόνος καὶ Ταλαοῦ [τοῦ Ἀγήνορος τοῦ Καλυδῶνος τοῦ Πλευρῶνος τοῦ Αἰτωλοῦ τοῦ Ἐνδυμίωνος τοῦ Ἀεθλίου τοῦ Διός]: —Palat.
sch Ph 160 [5] 343 παραστατε ῖ: εἰκότως τούτῳ παρίσταται καὶ τοῦτον θεραπεύει δι’ οὗ τὴν εἰς τὴν πατρίδα κάθοδον προσεδόκα αὐτῷ γενέσθαι: —A 1 B τρόπῳ τινί: —M g A g B i ἀπεικόνισμα: —M g A g καὶ τὰ στήθη αὐτοῦ ἐξεικασμένα καὶ ἀφωμοιωμένα: —M i ὡμοιωμένα: —M g A g B i ὀξυτάτης ταχείας: —M g ἀνεμώκεο ς: ταχείας.
sch Ph 163 [5] ἢ τῆς ἀνέμῳ κινουμένης νεφέλης [ἴσως]. διὰ γὰρ ἀνέμου κινοῦνται: —M i TA τὸ ἑξῆς· ἀνεμώκεος εἴθε δρόμον νεφέλας ἐξανύσαιμι ποσὶ δι’ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα φυγάδα μέλεον, περὶ δὲ ὠλένας βάλοιμι τῇ φίλῃ δέρῃ διὰ χρόνου. αὕτη ἡ σύνταξίς ἐστιν, ἐὰν μὴ ἔγκειται τῷ ἐδαφίῳ τὸ ὡς ἴδ ω· ἐὰν δὲ κεῖται, οὕτως συντακτέον· χρόνῳ μέλεον φυγάδα ὡς ἴδω: —M i TAB πληρώσαιμι: —M g περιβάλοιμί τε τὰς χεῖρας διὰ χρόνου: —M g ἄθλιον: —M g ταῖς ἑωθιναῖς βολαῖς τοῦ ἡλίου ἐοικώς· αὗται γὰρ χρυσίζουσιν: —M i B λάμπων: —M g A g μετὰ φιλίας, φιλικός: —M i ἥξει δόμους τούσ δ’: τὸν Ὁμηρικὸν Μενέλαον μιμεῖται ὁ Εὐριπίδης ὑπόσπονδον Πολυνείκην ἄγων εἰς τὰς Θήβας, ὡς ἐκεῖνος εἰς τὴν Ἴλιον εἰσῆλθε καταθησόμενος τὸν πόλεμον: —MAB τυγχάνει: —M g λευκὸν τὸ ἅρμα φησὶ διὰ τοὺς ἵππους: —M g AB ἡνιοχεῖ ἐλαύνει: —M g A g ἐπιβεβηκώς: —M g Ἀμφιάραο ς: Οἰκλέους τοῦ Ἀντιφάτου τοῦ Μελάμποδος τοῦ Ἀμυθάονος 〈τοῦ Κρηθέως τοῦ Αἰόλου〉 τοῦ Ἕλληνος τοῦ Διός, μητρὸς δὲ Ὑπερμνήστρας τῆς Θεστίου τοῦ Ἄρεως: —MT σφάγια δ ’ ἅ μ ’ αὐτ ῷ : σφάγια μὲν τὰ ἱερεῖα, ῥοαί δὲ αἱ σπονδαί.
sch Ph 174 [10] ἢ οὕτως· ὧν τὸ αἷμα συμβαίνει παρὰ τὴν γῆν ἐκχεῖσθαι. τὸ γὰρ φιλεῖν καὶ ἐπὶ τοῦ συμβαίνειν τάττεται: —MTAB ἄλλω ς: τὸ ἐπίθετον τῆς γῆς ἐπὶ τὰ σφάγια μετήγαγεν. οἱ δὲ γράφουσι γῆς φιλαιμάτο υ, οἱ δὲ τὸ τέλειον φιλαιμάτοιο λέγουσιν: — MTAB ὁ νοῦς· ἅτινα σφάγια ῥοαὶ φιλαίματοί εἰσι τῆς γῆς ἡδομένης ἐπὶ τῶν σφαγίων. ἢ αἱ εἰωθυῖαι δι’ αἱμάτων γίνεσθαι: —MTA ἄλλω ς: τὰ σφάγια τῶν ἱερείων αὐτῷ, τῷ Ἀμφιαράῳ, ἢ διὰ τὸ εἶναι αὐτὸν μάντιν ἢ πολεμικὸν, φίλα. καὶ αἱ ῥύσεις τῶν αἱμάτων προσφιλεῖς εἰσιν αὐτῷ ἐπὶ τῆς γῆς: —MTA εὐδαίμονος εὐπρεπεστάτου: —M g A g Ἀελίου Σελαναί α: Ἡσίοδός φησιν ἀδελφὴν Ἡλίου τὴν Σελήνην [Theog.
sch Ph 175 [5] 371]· ‘Θεία δ’ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην γείνατο‘· Αἰσχύλος [frg. 445] δὲ καὶ οἱ φυσικώτεροι θυγατέρα, παρόσον [ἐκ] τοῦ ἡλιακοῦ φωτὸς μεταλαμβάνει. ἀμέλει καὶ πρὸς τὰς ἡλιακὰς ἀποστάσεις μεταμορφοῦται ἡ σελήνη: —MTAB λαμπρὸ〈ν καὶ περι〉φερές: —M g A g καὶ σώφρονα πώλοι ς: εἰκότως ἡσυχῆ καὶ σωφρόνως ἐλαύνει.
sch Ph 177 οἶδε γὰρ ὡς μάντις τὰ ἀποβησόμενα: —TAB πάνυ ἡσυχῆ: —M g A g ἀντὶ τοῦ σωφρόνως: —M g A g ἐπ’ εὐθείας ἄγει: —M g A g ἐπαπειλεῖ: —M g A g Καπανεύ ς: Ἱππονόου τοῦ Ἀναξαγόρου τοῦ Ἀργείου τοῦ Μεγαπένθους τοῦ Προίτου τοῦ Ἄβαντος τοῦ Λυγκέως τοῦ Αἰγύπτου, μητρὸς δὲ Λαοδίκης τῆς Ἴφιος τοῦ Ἀλέκτορος: —MTA ἐκεῖνος ἑπτὰ προσβάσει ς: τὰς εἰσβάσεις.
sch Ph 180 [5] λέγει δὲ τὰς πύλας: — MM i TAA g ἄλλω ς: τὰς ἑπτὰ κλίμακας τῶν πύργων δι’ ὧν εἰς τὸ τεῖχος ἀνέρχονται: —MTA καταμανθάνει σημειοῦται διασκέπτεται: —M i πρὸς τὰς πύλας περιέρχεται ἀναμετρῶν: —M g A g σὺ ὦ Νέμεσις· ἔστι δὲ θυγάτηρ Νυκτός: —M g μεγαλόηχοι: —M g A g καὶ ὦ κεραυνοῦ φῶς.
sch Ph 183 προαναφωνεῖ δὲ τὰ συμβησόμενα αὐτῷ: —M g A καυστικόν: —M g A g μεγαλανορία ν: μεγαλοφροσύνην.
sch Ph 184 [5] ἢ μεγαλορρημοσύνην οἱονεὶ μεγαληγορίαν. ὑπερηφάνειαν: —MTAB i τὸν ὑπερήφανον ἄνδρα καταβάλλεις: —M i ταπεινοῖς: —M g A g λείπει τὸ ἐπαγγέλλεται: —MM g TA ὁ νοῦς· οὗτός ἐστιν ὁ τὰς Θηβαίας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν ἀποκαταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτων δούλας γενομένας: —MTA ἄλλω ς: τὸ ἑξῆς οὕτως· ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβαλὼν αἰχμαλωτίδας Θηβαίας δώσειν Μυκηναίαις καὶ Λερναίᾳ τριαίνᾳ, τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι.
sch Ph 185 [10] διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύυδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο φάσκοντα πρὸς Ἀνδρομάχην [Ζ 457]· ‘καί κεν ὕδωρ φορέοις Μεσσηίδος ἢ Ὑπερείησ‘: —TAB Λερναίᾳ τε δώσειν Τριαίν ᾳ: Τρίαινα τόπος Ἄργους ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγινόμενος τῇ Ἀμυμώνῃ † ἐξ ἧς καὶ πηγὴ ἀνεδόθη, ἐξ οὗ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης.
sch Ph 187 [5] εἰπὼν οὖν Τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδωνίοις Ἀμυμωνίοι ς: —MTAB ἄλλω ς: Ἀμυμώνῃ τῇ ἡρωίνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν, καὶ εὐθὺς κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν, ὅ〈θεν〉 καὶ γέγονε κρήνη αὐτόθι ὁμώνυμος τῇ Ἀμυμώνῃ· ἦν δὲ καὶ ἑτέρα κρήνη ἐν Λέρνῃ. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν: —MTAB τῇ Ἀργολικῇ Τριαίνῃ: —M g Ποσειδωνίοι ς: τινὲς οὕτως· λείπει ὁ καί· εἰσὶ γὰρ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων· ἵν’ ᾖ· Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν: — MTAB i Ἀμυμωνίοι ς: Δαναοῦ θυγατέρες Ἵππη Ἀμυμώνη Φυσά〈δεια〉 *** : —A περιβαλὼν αὐταῖς δουλείαν: —M g χρυσοπλόκαμε: —M g A g ἐπειδὴ εἰς κόρον ἦλθες ὧν ἔχρῃζες ἰδεῖν: —M i TAB i ὄχλος γὰρ ὡς ταραγμό ς: τὸ ἑξῆς· ὡς ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, ὄχλος γυναικῶν χωρεῖ εἰς τὰ βασίλεια, ἵν’ ᾖ ὁ νοῦς· παραγενομένων τῶν Ἀργείων καὶ πολεμούντων τοῖς Θηβαίοις ὄχλος γυναικῶν εἰς τὰ βασίλεια παραγέγονεν.
sch Ph 196 [5] λέγει δὲ τὰς τοῦ χοροῦ γυναῖκας αἵτινες νεωστὶ ἦσαν ἀπὸ Φοινίκης ἐλθοῦσαι. ἔνιοι δὲ στίζουσιν εἰς τὸ πόλιν καὶ τὸ χώρει παροξύνουσι καὶ οὕτως ἐξηγοῦνται· ὅτι γὰρ ὄχλος καὶ ταραγμὸς εἰσῆλθεν εἰς τὴν πόλιν, χώρει πρὸς δόμους τυραννικοὺς καὶ μένε ὅπου αἱ γυναῖκες· φιλόφογον γὰρ χρῆμα θηλειῶν ἔφυ· ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ ὅτ ι: —MAB φιλολοίδορον: —M g A g ἐπεισάγουσιν: —M g τέρψις: —M g Τύριον οἶδμ α: ὁ χορὸς ἐκ Φοινισσῶν.
sch Ph 202 [20] ἐπειδὴ οἱ Ἀγηνορίδαι πόλεμον ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον, τὰς γυναῖκας τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλλωνι. πρὸ δὲ πομπῆς εὐθὺς συνήχθη κατ’ αὐτῶν πόλεμος. διὰ δὲ τῶν Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει γοῦν ταῦτα ὁ χορὸς τῷ Πολυνείκει [280 sq.]: — MTA ἄλλω ς: τοῦτο τὸ μέλος στάσιμον λέγεται. ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον λέγεται τὸ ᾆσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ ὡς τὸ [Orest. 140] ‘σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε‘. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὔκ εἰσιν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν [526] οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖ ς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν, εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο: —MTAB πόλις Φοινίκης: —M g τὸ κῦμα, τὸ πέλαγος: —M g ἀκροθίνια Λοξί ᾳ: κυρίως αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα, ὅ ἐστι τὸν σωρὸν τῆς ἅλωνος· καταχρηστικῶς δὲ οὕτως λέγονται καὶ αἱ ἀπαρχαὶ τῆς λείας: —M i TAB i Φοινίσσας ἀπὸ νάσο υ: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος, κατεχρήσατο τοίνυν τῇ φράσει.
sch Ph 204 [5] τινὲς δὲ Φοινίσσας νάσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπὸ Ἀγήνορος καταγόμενοι συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐτεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν, αὐτὰς πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι: —MTAB οἷον· πρὸς τὸ εἶναι δούλη τοῦ Ἀπόλλωνος: —M g ὑπὸ ταῖς ἐξοχαῖς: —M g A g χιονιζομένοις: —M g B g οἰκήσω: —M g κατενάσθη ν: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι.
sch Ph 207 [5] καὶ Σιμωνίδης Ἰάμβοις [frg. 10] ‘τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον‘, ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι ὅτι οὕτως ἐστίν· ὅπου, ἐν Φοινίκῃ, κατετάχθην οἰκῆσαι τὸν Παρνασὸν τῇ ἐλάτῃ πλεύσασα: —M i TAB i † Ἰόνιον κατὰ πόντο ν: Ἰνάχου τοῦ Ἄργου βασιλέως θυγάτηρ Ἰώ.
sch Ph 208 [30] ταύτης Ζεὺς ἠράσθη· Ἥρα δὲ ζηλοτυποῦσα φύλακα αὐτῇ κατέστησεν Ἄργον τὸν πολυόμματον κύνα. τοῦτον Ἑρμῆς κατὰ πρόσταγμα Διὸς ἀνεῖλεν· ὅθεν καὶ Ἀργειφόντης ἐκλήθη. ἡ δὲ Ἥρα μανίαν αὐτῇ ἐμβαλοῦσα διελθεῖν αὐτὴν πέλαγος ἐποίησε· καὶ Ἰόνιον ἀπ’ αὐτῆς ἐκλήθη: —T Ἰόνιον κατὰ πόντο ν: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σικελίαν γεγονέναι καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν· Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα, διὰ κωπῶν. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς καὶ μὴ οὐρίᾳ πεπλευκέναι ἀποδιδόασι, τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ τῶν δυτικῶν πνέων ἀντιβαίνει τοῖς ἀπὸ τῶν ἀνατολικῶν ἐπὶ τὰ δυτικὰ ἐρχομένοις, ὅ ἐστιν ἀπὸ Συρίας εἰς Ἑλλάδα. ἐλάτῃ τοίνυν ἔπλευσα τοῦ Ζεφύρου κατὰ τὸν οὐρανὸν πνεύσαντος καλλίστῳ κελαδήματι ὑπεράνω [τῶν Ἰονίων καὶ] τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας, ἅπερ εἰσὶ δυτικά. ἀκάρπιστα δὲ πεδία οἱ μὲν τὰ πολύκαρπα, οἱ δὲ τὰ θαλάσσια πεδία, ὅ ἐστι τὰ ἄκαρπα, ὅπου καὶ ἀτρύγετος λέγεται ἡ θάλασσα. ἔνιοι δὲ Ἰόνιον πόντον ἀκούουσι τὸ κατ’ Εὔβοιαν πέλαγος, τὸ περὶ τὴν Ἰονίαν πόλιν Εὐβοίας ἣν ἔκτισεν Ἴων ὁ Ξούθου βασιλεύσας ἔτη κζ , ἵν’ ᾖ· ἐλάτᾳ πλεύσασα Ἰόνιον κατὰ πόντον τοῦ Ζεφύρου πνεύσαντος ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας. Σικελίαν δὲ εἶναι μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος· ταύτην δὲ ἄκαρπον εἰρῆσθαι παραβαλλομένην τῇ μεγάλῃ νήσῳ καὶ πολυκάρπῳ Σικελίᾳ. οἱ δέ φασιν Αἰσχύλῳ [Prom. 837] αὐτὸν ἕπεσθαι οἰομένῳ πάντα πόντον Ἰόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ· ὅθεν καὶ ὡς ἐναντίου ἀνέμου πνέοντος τοῖς ἀπὸ Φοινίκης πλέουσι κώπῃ πεπλευκέναι φησίν [ἢ καὶ πνεύσαντος ἤδη τοῦ Ζεφύρου καὶ πεπαυμένου, ὅτε γαληνὸν τὸ πέλαγος ἦν ἐν ὥρᾳ ἐαρινῇ]. ὁ δὲ Κράτης φησὶν αὐτὰς δηλοῦν τὴν ὥραν καθ’ ἣν ἐκομίσθησαν εἰς τὴν Ἑλλάδα, τὴν μετὰ Ζεφύρου πνοὰς τοῦ φερομένου κατὰ τὸν Ἰόνιον πόντον. σημαίνει οὖν τὸν ἐαρινὸν καιρόν. οἱ δὲ λέγουσι τοὺς ἀπὸ Συρίας εἰς τὴν Ἑλλάδα εἰσβάλλοντας τὸν Ἰόνιον πόντον περᾶν: —MTAB τῇ κωπηλασίᾳ: —M g τῶν σφοδρῶς χεομένων.
sch Ph 209 [5] ἢ κύκλῳ ῥεομένων. ἀκάρπιστα δὲ πεδία τὴν θάλασσάν φησιν, ἐπεὶ πεζεύειν αἱ νῆες δοκοῦσιν ὀχήματος τρόπον· ὡς καὶ Ἴων λέγει [frg. 60]· ‘ὅταν δὲ πόντου πεδίον Αἰγαῖον δράμω‘ καὶ Αἰσχύλος Νηρεΐσι [frg. 146]· ‘δελφινηρὸν πεδίον πόντου διαμειψάμεναι‘: —MTAB † ἄλλω ς: τὸ ἑξῆς τοῦ λόγου· ἐπλεύσαμεν ἐλάτῃ Ζεφύρου πνεύσαντος ἄνωθεν ἐξ αἰθέρος διὰ τοῦ σφοδροτάτου πελάγους τῆς Σικελίας περὶ τὸ στενὸν, ὅ ἐστι τὸ Ἰόνιον πέλαγος, εἰς ὃ ἐμβάλλουσιν οἱ ἀπὸ Συρίας εἰς Ἑλλάδα ἀπιόντες: —TA ὑπεράνωθεν πολυκαρπίστων: —M g Ζεφύρου πνοαῖ ς: ἀπὸ τοῦ οὐρανοῦ σφοδρῶς πνεύσαντος.
sch Ph 211 [5] καλῶς δὲ τὸ ἐξ οὐρανοῦ αὐτὸν λέγει πνεῖν, ἐπεὶ ἐν ὕψει κεῖται ἡ Σικελία: —M i TA ἄλλω ς: σφοδρῶς καταπνεύσαντος ἐξ ὕψους τὸ κάλλιστον ἑαυτοῦ πνεῦμα. κάλλιστον δέ φησιν αὐτὸν ἔχειν πνεῦμα, εἰ καὶ ἐναντίος τῷ χορῷ γέγονεν, ὅτι ἡδύς ἐστιν ὁ Ζέφυρος θέρους ὥρᾳ πνέων εἰς εὐρωστίαν· ὡς Ὅμηρος [δ 567]· ‘ἀλλ’ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντας ἀήτας Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπουσ‘. τὸ φύσει οὖν κάλλιστόν φασιν, οὐ τὸ ἑαυταῖς κάλλιστον· ἐναντίον γὰρ ἦν: —M i TAB δραμόντος: —M g A g ἐπιλεχθεῖσα: —M g A g ἐπιλεχθεῖσα ἐγὼ ἐκ τῆς ἐμῆς πόλεως ὡς καλλιστεύματα καὶ ἀγάλματα τῷ Λοξία.
sch Ph 214 ὡς πρὸς τὸ σημαινόμενον δὲ ἀπέδωκεν· ἐκ πολλῶν γὰρ ὁ χορός: —TA ἐπίλεκτα δῶρα: —M g A g B g ἐνταῦθα εἰς τὴν τῶν Καδμείων γῆν ἀποσταλεῖσα εἰς τοὺς οἴκους τοῦ Λαΐου καὶ τούτου τοὺς παῖδας συγγενεῖς ὄντας τῶν κλεινῶν Ἀγηνοριδῶν.
sch Ph 216 τῶν γὰρ Ἀγήνορος οἱ μὲν τὰς Θήβας ᾤκησαν, οἱ δὲ τὴν Φοινίκην, οἱ δὲ ἄλλην χώραν: —M i T κλεινῶν Ἀγηνοριδᾶ ν: τινὲς εἰς τὸ Ἀγηνοριδᾶν στίζουσι· τὸ δὲ ὁμογενεῖς ἀντὶ τοῦ συγγενεῖς ἡμῖν: —M i TAB ἐπὶ τοὺς ὁμογενεῖς τῶν Ἀγηνοριδῶν πύργους τοῦ Λαΐου πεμφθεῖσα ἐνθάδε.
sch Ph 217 [5] Ἀγήνορος δὲ παῖδες Κάδμος Θάσος Κηφεὺς Κίλιξ Φοῖνιξ Εὐρώπη Φινεύς: —M i TAB πρὸς τοὺς συγγενεῖς: —M g B g ἐπὶ Λαΐο υ: ἐπὶ τοὺς πύργους τοῦ Λαΐου πεμφθεῖσα, ὅ ἐστι τὰς Θήβας.
sch Ph 218 ἢ πύργους φησὶ τοὺς υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην· ὁμογενεῖς δὲ τῶν Φοινίκων: —M i TAB ἀντὶ τοῦ· οὐ τὸ τυχὸν δῶρον ἐπέμφθην: —M g ἴσα δ ’ ἀγάλμασ ι: ἀντὶ τοῦ· ὁμοίως καὶ ἴσως ἀγάλμασι χρυσέοισιν, ὥσπερ τι διὰ χρυσοῦ κατεσκευασμένον ἀνάθημα, οὕτως ἐπέμφθην.
sch Ph 220 [5] λάτρις ἐγενόμην δὲ ἤτοι γενήσομαι, ἵν’ ᾖ ὡς τὸ κατενάσθην [207], ἢ λάτρις καὶ δούλη ὠνομάσθην καὶ ἐτιμήθην: —M i TAB ἢ πᾶσα τῷ θεῷ ἀφιέρωμαι, ἔτι δέ μοι ταῦτα περιλιμπάνεται ἀτελῆ, τὸ λούσασθαι ἐν τῇ Κασταλίᾳ: —M i TAB i τὴν ἐμὴν κεφαλήν: —M g † δεῦσαι παρθένιο ν: λείπεται οὖν, φησὶν, ἐναπολούσασθαί με τῷ τῆς Κασταλίας ὕδατι καὶ διαβρέξαι τὴν ἐμαυτῆς κόμην, ἵνα ἁγνὴ γενομένη οὕτως τοῖς θεοῖς λατρεύοιμι.
sch Ph 224 [5] Κασταλία δὲ πηγὴ ἐν Πυθίᾳ, εἰς ἣν λούουσι τὰς ἱεροδούλους παρθένους μελλούσας θεοπρόπιον φθέγγεσθαι παρὰ τῷ τρίποδι: —TAB † ἄλλω ς: αὐτὴν τὴν Κασταλίαν φησὶ παρόσον παρθένων μόνον ἐστὶ λουτρόν. ἢ τὰς κόμας, αἳ κάλλος καὶ τρυφή εἰσι τῶν παρθένων: — TAB † ἄλλω ς: τὰς κόμας δεῦσαι Φοιβείαισι λατρείαις: —A ὦ Παρνασέ: —M g TAB i διπλοῦν: —M g B g δικόρυφον σέλα ς: δικόρυφον αὐτὸν εἶπεν ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασοῦ εἰσιν ἱερὰ, τὸ μὲν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, τὸ δὲ Διονύσου.
sch Ph 227 [25] ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς θυσίας, ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλ’ ἀπὸ ἑνὸς ἄκρου· δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι διὰ τὸν ἐπίπροσθεν σκόπελον καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ: — TAB ὑπὲρ ἄκρων βακχειῶ ν: εἰς τὴν τοῦ Διονύσου κορυφήν φασιν εἶναι ἄμπελον ἥτις καθ’ ἑκάστην ἡμέραν ἕνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπτοντα. οἴνη δὲ καλεῖται αὐτὴ ἡ ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ [frg. 235] ἱστορεῖ καὶ παρ’ Εὐβοιεῦσιν ὁμοίαν ἄμπελον εἶναι τῆς ἐν Παρνασῷ λέγων οὕτως· ἔστι γάρ τις ἐναλία Εὐβοιὶς αἶα· τῇδε βάκχειος βότρυς ἐπ’ ἦμαρ ἕρπει. πρῶτα μὲν λαμπρᾶς ἕω κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας· εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον, γλυκαίνεταί τε κἀποπερκοῦται βότρυς· δείλῃ δὲ πᾶσα τέμνεται † βλαστουμένη † ὀπώρα καλῶς κἀνακίρναται ποτόν: —MTAB τὸ βακχειῶν περισπωμένως, ἵν’ ᾖ· ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος: —M i B i οἴνα θ ’ ἃ καθαμέριο ν: καὶ ὦ ἄμπελε, ἥτις τὸν πολύκαρπον βότρυν στάζεις ἀπὸ τῆς οἰνάνθης καθ’ ἑκάστην τῷ Διονύσῳ αὐτὸν ἐκπέμπουσα.
sch Ph 229 οἰνάνθη δὲ ἡ πρώτη ἔκφυσις τῆς σταφυλῆς: —MAB ὦ θεῖα ἄντρα καὶ ὑψηλοὶ τόποι τῶν νυμφῶν: —M g A ἄντρα δράκοντο ς: τοῦ Δελφύνου ὑπὸ τὸν Παρνασὸν δείκνυταί τι σπήλαιον: —MTAB i φησὶ τὸν Κατοπτευτήριον τόπον οὕτως καλούμενον ἐν Παρνασῷ, ὅθεν κατοπτεύσας Ἀπόλλων τὸν Δελφύνην κατετόξευσεν: —MTAB ἱερὸν ἑλίσσω ν: τινὲς στίζουσιν εἰς τὸ ἱερό ν.
sch Ph 234 [5] τὸ γὰρ ἑλίσσων ἀντὶ τοῦ περιχορεύων. περισσὸς ὁ τ έ, ἵν’ ᾖ· γενοίμην χορὸς τῆς θεοῦ ἑλίσσων ἐν ταῖς χορείαις τὸ ὄρος. οἱ δὲ στίζουσιν εἰς τὸ ὄρος ἱερὸν ἑλίσσω ν, ἵν’ ᾖ· καὶ σύ, ὦ Ἄπολλον περιέπων τὸν Παρνασόν: —MTAB ἀντὶ τοῦ περιχορεύων: —M g τῆς Ἀρτέμιδος.
sch Ph 235 κοινὰ γὰρ αὐτῆς καὶ Ἀπόλλωνός εἰσι τὰ μυστήρια: —M g B i οἱ γὰρ ἱερόδουλοι οὐδένα φοβοῦνται: —M g A g B i μεσόμφαλον εἶπε τὴν Πυθίαν, ἐπεὶ κατὰ τὰ κοιλώματα τοῦ ὄρους μέσον τῆς γῆς κεῖται, ἐν ᾗ οἱ Δελφοί: —M g γύαλα Φοίβο υ: τὰ κοιλώματα τοῦ ὄρους.
sch Ph 237 τοιαῦται γὰρ αἱ φύσεις τῶν ὀρῶν, ἐν ὕψει καὶ ἐν βάθει συγκείμεναι: —MTAB i ὄνομα κρήνης οὕτως καλουμένης: —M g Δίρκαν προλιποῦσ α: ἐκεῖ ὁ Κάδμος τὸν Δελφύνην φονεύει προνοίᾳ τῆς Ἀθηνᾶς μετὰ λίθου.
sch Ph 238 οὗτος δὲ ὁ δράκων λέγεται εἶναι Ἄρεως, ὃς ἐφύλαττε τὰ νάματα τῆς Δίρκης: —MTA νῦν δέ μοι πρὸ τειχέω ν : ὁ δέ ἀντὶ τοῦ γάρ.
sch Ph 239 [5] κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται ἔχων οὕτως· ἰὼ Παρνάσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, καὶ ὦ θεῖον ἄντρον τοῦ δράκοντος οὔρειαί τε σκοπιαὶ θεῶν σύ τε, ὦ δέσποτα Ἄπολλον, ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοιποῦ διάξαιμι: —MTAB ὁρμητικός: —M g A g πόλεμον κινεῖ.
sch Ph 241 οἷον· πόλεμον ἀκμαῖον διεγείρει: — M g A g B i Φοινίσσᾳ χώρ ᾳ: γράφεται καὶ Φοίνισσα χώρα ἀπὸ εὐθείας, ἵν’ ᾖ ἀπὸ κοινοῦ τὸ πείσετα ι· εἴ τι πείσεται ἅδε γᾶ, κοινὰ πείσεται καὶ ἡ Φοίνισσα χώρα: —MTAB i ὑπομενεῖ ἡ Φοινίκη χώρα ὅσα ὑπομενεῖ ἡ ἑπτάπυργος γῆ: —M i τᾶς κερασφόρο υ: τῆς μεταβληθείσης εἰς βοῦν κερασφόρον, τῆς Ἰοῦς, ὑπὸ τοῦ Διὸς ὑφορωμένου τὴν ζηλοτυπίαν τῆς Ἥρας: —MTA ὧν, τῶν ἐκγόνων τῆς Ἰοῦς, φροντίζω τῆς εὐτυχίας καὶ οἰκειοῦμαι τοὺς πόνους: —M i AB i ἀμφὶ δὲ πόλι ν : ὁ δέ ἀντὶ τοῦ γάρ· ἀμφὶ γὰρ πόλιν τὸ νέφος τῶν ἀσπίδων φλέγει καὶ οἱονεὶ ἀστράπτει σχῆμα καὶ σημεῖον μάχης.
sch Ph 250 οἰκεῖον δὲ τῇ συννεφείᾳ τὸ ἀστράπτειν: —MTAB λάμπει: —M g ὅ ἐστι πῦρ: —M g ἄλλω ς: σύμβολον μάχης: —M g ὄψιν φονευτικοῦ: —M g ἃν Ἄρης τά χ’: ἣν ὁ Ἄρης γνώσεται.
sch Ph 253 ὁ δὲ νοῦς· ἣν μάχην φέρων τοῖς παισὶν Οἰδίπου ὁ Ἄρης ταχέως πορευθήσεται. ἄμεινον δὲ τὸ εἴσεται ἀντὶ τοῦ ὁρμήσει: —MTAB κομίζων βλαπτικῶν θεῶν βλάβην: —M i B g γράφεται τὰ σᾶν 〈ἀλκᾶν 〉: —M g καὶ τὸ θεόθε ν: τὸ δίκαιον καὶ τὴν παρὰ τῶν θεῶν συμμαχίαν ἀεὶ τοῦ δικαίου προϊσταμένων καὶ τοῖς δικαίως ἐπεξιοῦσι συνερχομένων: —MTAB ὃς ἀπαιτεῖ τὴν βασιλείαν καὶ ἐκδικεῖ: —M i A g τὰ μὲν πυλωρῶ ν: τὰ μὲν θυρώματα τὰ ἐπιτετραμμένα τοῖς θυρωροῖς: —MTAB δι’ εὐχερείας, δι’ εὐμαρείας: —M i B g ὃ καὶ δέδοικ α: διὸ, διὰ τὴν εὐμάρειαν.
sch Ph 263 διὰ τὸ εὐχερῶς με ὑποδέξασθαι τοὺς φύλακας ὑποπτεύω μὴ δόλος ἐστίν: —MTAB γράφεται μή μ ε: —M g νῦν τειχέων: —M g οὐ μεθῶ ς ’ ἀναίμακτον χρό α: ἡ μὲν γραφὴ οὐκ ἐκφρῶσι ν.
sch Ph 264 [5] οἱ οὖν ὑποκριταὶ διὰ τὸ δυσέκφορον μεταπλάττουσι τὴν λέξιν. καὶ Φιλόξενος ἐν τῷ περὶ μονοσυλλάβων ῥημάτων, ὅτε διαλαμβάνει περὶ τοῦ φρῶ, ταύτην τὴν χρῆσιν φέρει: —AB ἄτρωτον: —M g B g μετενεκτέον σκοπητέον: —M g ἐνέδρα: —M g B g ὡπλισμένος δὲ χεῖρ α: ἀνόητον, φασὶ, τὸ ξίφει πιστεύειν, ταῖς σπονδαῖς δὲ μήπω, εἰ δὴ μόνος ὢν κρατῆσαι ἠδύνατο ἐπιβουλευόντων τοσούτων.
sch Ph 267 [10] ἀγνοοῦσι δὲ ὅτι οἱ μετὰ ἀνάγκης ἐπί τινα κίνδυνον ἐρχόμενοι οὐκ ἐκ τῶν ἐνδεχομένων θηρᾶσθαι τὴν ἀσφάλειαν ἐθέλουσιν, ἀλλ’ οἵαν παρὰ τοῦ καιροῦ λαμβάνουσι, καὶ οἱ ἐπ’ ἐρημίας μετὰ ξιφιδίου πορεύονται ἧττον μὲν ὡπλισμένοι τῶν ὑποπτευομένων θηρῶν ἢ λῃστῶν, ἄμεινον δὲ τῶν ἀνόπλων. τοῦτο καὶ Πολυνείκει συνέβη· ἀναγκασθεὶς γὰρ ἐπὶ διαλλαγαῖς εἰς τὰς Θήβας ἐλθεῖν ἔρχεται μὲν ἵνα μὴ δόξῃ δύσερις εἶναι, δόλον δὲ ὑποπτεύων τὴν ἀσφάλειαν κατὰ τὸ δυνατὸν ἐπορίσατο: —MTAB τὰ πίσ τ ’ ἐμαυτ ῷ: τὴν πίστιν τοῦ θαρρεῖν, ὅ ἐστι τὴν ἀσφάλειαν τοῦ θαρρεῖν: —MTAB οἷον· ἆρα θρασύνομαι τῷ ξίφει πιστεύων: —MTA g τὰ ἀσφαλῆ ἐμαυτῷ διὰ τοῦ θράσους παρέξω: —M i ἐπίφθεγμα ἀνακλήσεως: —M g B ἦ κτύπον φοβούμεθ α: τὸν κτύπον ** ἀποφαντικῶς· ὄντως κενὸν ψόφον ὑφορώμεθα: —MTAB ἀλλάσσει πορεύεται: —M g μετὰ φιλίας, φιλικόν: —M g βοήθεια: —M g βώμιοι γὰρ ἐσχάρα ι: ὥστε καταφυγεῖν ἐπ’ αὐτούς, εἰ δέοι.
sch Ph 274 [15] τοῦτο δὲ οὐ συνῳδὸν τῷ [267] ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάν ῳ. θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι πρῴην μὲν φάσκοντα ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίσ τ ’ ἐμαυτῷ τοῦ θράσους παρέξομα ι, νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν οἷς προσφυγὼν νομίζει σωθῆναι καθάπερ ἱκέτης γενόμενος: —MTAB βώμιοι γὰρ ἐσχάρα ι: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ γῆς βόθρος ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν οἷς θύουσι τοῖς ἐπουρανίοις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν. ἢ κατὰ περίφρασιν οἱ βωμοί: —MTB ἄλλω ς: διαφέρουσι βωμὸς καὶ ἐσχάρα. βωμὸς μὲν γάρ ἐστιν ὁ εἰς ὕψος ᾠκοδομημένος καὶ ἀνάβασιν ἔχων· ἐσχάρα δὲ ἡ ἐν τετραγώνῳ ἐπὶ γῆς βάσις βωμοῦ τάξιν ἔχουσα ἄνευ ἀναβάσεως. ἢ ἐσχάρα κυρίως τὸ πῦρ: —B κοὐκ ἔρημα δώματ α: τὰς ἀπὸ τοῦ χοροῦ ἑωρακώς φησι τεθαρρηκέναι.
sch Ph 275 ἀσθενοῦς δὲ ψυχῆς τεκμήριον· τί γὰρ ἔμελλον αὐτῷ γυναῖκες συμβαλέσθαι πρὸς κίνδυνον: —MTB τὰς τοῦ χοροῦ πρὸ τῶν βασιλείων οἴκων εἶδεν: —M i T μεθῶ ξίφο ς: εἰς τὸν κουλεόν.
sch Ph 276 [5] ἢ ὑπὸ τὴν χλαῖναν, ὃ καὶ ἄμεινον, ἵνα κεκαλυμμένον τὸ ξίφος ἔχῃ καὶ πρὸς ἄμυναν ἕτοιμον: —MB προσεγγίζετε: —M g τὸ ἑξῆς· δορὸς ἀκροθίνιον: —M g ἀπαρχήν: —M g B i μέλλων δὲ πέμπειν μ’: σολοικοφανὲς τοῦτό ἐστιν· ἤτοι μέλλοντος πέμπειν με ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως· μέλλων δὲ πέμπειν με εἶδεν τοὺς Ἀργείους ἐπιστρατεύσαντας: —MTB ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς: —M g ἀντὶ τοῦ Οἰδίποδος· ποιητικὴ δὲ ἡ κλίσις: —M g ἀντὶ τοῦ τίμια: —M g B g ἀντὶ τοῦ ἐν τοσούτῳ: —M i B g ἀνταποκρίθητί μοι: —M g ἑπτάστομον πύργωμ α: ἑπτάπυλος ἡ Θήβη κατεσκεύαστο ὅτι πρὸς τὴν ἑπτάχορδον λύραν τοῦ Ἀμφίονος κιθαρίζοντος ἐτειχοδομήθη: —MTB Ἰοῦς Ἔπαφος, οὗ Λιβύη, ἧς Βῆλος, οὗ Φοῖνιξ καὶ Ἀγήνωρ, οὗ Κάδμος, οὗ Πολύδωρος, οὗ Λάβδακος, οὗ Λάιος, οὗ Οἰδίπους, οὗ Ἐτεοκλῆς καὶ Πολυνείκης: —AB λείπει τὸ ὑπαρχόντων: —M i B i γονυπετεῖς ἕδρα ς: ἀντὶ τοῦ γονυπετῶ σε.
sch Ph 293 ὡς τῶν Φοινίκων διὰ γονυκλισίας τιμώντων τοὺς βασιλεῖς: —MTA g B προσκυνῶ 〈προσ〉πίπτω ἱκετεύω: —M i σοί τὸ ἐντελές: —M g B i τὸν οἴκοθεν νόμον σέβουσ α: τιμῶσα φυλάττουσα καὶ σεβάζουσα.
sch Ph 294 [5] ἢ τιμῶσά σε κατὰ τὸν πάτριον νόμον: —MTB γράφεται ἔβας ὦ: —M g B i ἦλθες, ὦ Πολύνεικες, διὰ χρόνου εἰς τὴν σὴν πατρίδα: — M i A g B i ἄνοιξον τὰς θύρας: —M i A g τί βραδύνεις: —M g A g ἅπτεσθαι ταῖς χερσὶ τοῦ τέκνου: —M i Φοίνισσαν ὦ νεάνιδε ς: οἱ τούτων ἐπιλαμβανόμενοι καὶ λέγοντες πῶς ὅτι οὐδὲν αὐτῶν εἰπουσῶν Φοινικικῶς φησιν Ἰοκάστη Φοινίσσαν βοὰν κλύουσ α, ἀγνοοῦσιν ὅτι κατὰ τὴν φωνὴν ὑποτίθεται ὁ Εὐριπίδης αὐτὰς τῇ κοινολογίᾳ τῶν Φοινίκων * οὐχ οἷον βαρβαρικῶς διαλαλούσας, ἐπεὶ οὐδ’ 〈ἂν〉 ὁ Πολυνείκης αὐτῶν ἤκουσεν, ἀλλὰ τῷ τῆς λαλιᾶς ἤχῳ ποιούσας τι τοιοῦτον ὥστε σημῆναι ὅτι εἰσὶ Φοίνισσαι καὶ ἐμφαινούσας τινὰ χαρακτῆρα τῆς πατρίου φωνῆς.
sch Ph 301 [10] εἰ γὰρ καὶ Ἑλληνικῶς ἐλάλουν, ἀλλ’ οὖν γε τὴν πάτριον ἔσῳζον ἀπήχησιν τῆς φωνῆς· ὡς Σοφοκλῆς Ἑλένης ἀπαιτήσει [frg. 179]· ‘καὶ γὰρ χαρακτὴρ αὐτὸς ἐν γλώσσῃ τί με παρηγορεῖ Λάκωνος ὀσμᾶσθαι λόγου‘: —MTAB διὰ τὸ γῆρας: —M g γηραιῷ ποδ ί: ἐπείγω μου τὴν βάσιν ὑπὸ τοῦ γήρως τρομεράν: —AB i ἀμφίβαλλε μαστό ν: τὸν μαστὸν τῆς σῆς μητρὸς περίβαλλε ταῖς σαῖς ὠλέναις: —MTAB i ὁ πᾶς νοῦς· περιπτυξάμενος ἄσπασαί με.
sch Ph 306 [5] ἔστι τὸ ἀμφίβαλλε μαστόν ἀπὸ μέρους τὸ στῆθος· περίβαλλε, φησὶ, τὸ στῆθος τῆς μητρὸς ταῖς σαῖς χερσὶ καὶ τὸ τῶν παρηίδων σου ἔκταμα περίβαλλέ μοι: — MTAB παρηίδων τ ’ ὄρεγμ α: τὸ ἔκταμα, τὸ ἄσπασμα τῆς παρειᾶς μου περίβαλλε ταῖς ὠλέναις: —MTA κυανόχρωτα χαίτα ς: καὶ τὸν κυανόχρωτά σου πλόκαμον περίβαλλε τῷ τραχήλῳ μου καὶ κατασκίαζε τοῦτον τοῖς βοστρυχώδεσί σου πλοκάμοις.
sch Ph 308 [5] ἐκ κοινοῦ γὰρ τὸ ἀμφίβαλλ ε· οὐ γὰρ τὸν ἑαυτῆς πλόκαμον λέγει ὡς μικρὸν ὕστερον [322] φησὶν ἑαυτὴν ἐξυρῆσθαι διὰ τὸ πένθος: — MTAB τὸν ἐμὸν τράχηλον: —M g A g σκιάζων δέραν ἀμά ν: ἀντὶ τοῦ ἀγαπητικῶς περιπτυσσόμενος καὶ ἐκτενῶς ἀσπάζου τὴν μητέρα: —MM i TAB ἄελπτα κἀδόκητ α: ὦ παρ’ ἐλπίδα φανεὶς καὶ ἀπροσδοκήτως εἰς τὰς ἐμὰς χεῖρας: —MTA τί φῶ σ ε: τί σοι εἴπω, πῶς προσφθέγξωμαί σε καὶ πῶς τὰ πάντα λάβω τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα: —MTAB κατὰ πάντα: —M g πολυέλικτο ν: πολύστροφον πολύπλεκτον ποικίλην.
sch Ph 314 τὴν πανταχόθεν με περιέχουσαν ἡδονήν: —M i AB ἀντὶ τοῦ σκιρτῶσα: —M g ἀντὶ τοῦ παλαιῶν ἡδονῶν· αἰτιατικὴ ἀντὶ γενικῆς: —M g B i ἔρημον πατρῷο ν: σοῦ ἔρημον δηλονότι.
sch Ph 318 τὴν αὐτοῦ ἀπουσίαν ἐρημίαν τοῦ παντὸς οἴκου οἴεται: —MTAB φυγὰς διωχθεὶς τῇ ἀδικίᾳ καὶ ὕβρει τοῦ ἀδελφοῦ: —M g A g βεβαιωτικῶς, ἀντὶ τοῦ ὄντως: —M g B i ὅθεν ἐμάν τ ε: ἀφ’ οὗ σὺ ἔφυγες, κείρομαι.
sch Ph 322 τὴν πεπολιωμένην. κείρομαι ἀντὶ τοῦ ἐκειράμην. εἰς σέ ἀντὶ τοῦ· ἐπὶ σοὶ ἐκειράμην. ἀποβαλοῦσα: —MTA † μετὰ δακρύων αὐτὴν ἀποβαλοῦσα ἐπὶ τῷ σῷ πένθει: —AB g πενθήρη κόμαν: —MTA ἀπενθέα, ἀντὶ τοῦ πολυπενθῆ κόμην.
sch Ph 323 ἢ οὕτως· τὴν λευκόχροα κόμην ἐκειράμην εἰς τὰ σὰ πένθη νομίζουσά σε τεθνηκέναι ὅτε ἀπεδήμεις, ἵνα τὸ πλῆρες ᾖ εἰς σ ά . ἢ εἰς σ έ, τὸν πολυπενθῆ: —MTA ἄπεπλος φαρέω ν: ἀντὶ τοῦ ἀμέτοχος: —MTAB g ἄπεπλος διαλεύκων φαρέων οὖσα τὰ δυσόρφναια καὶ σκότια τρύχη διαδέχομαι: —MTAB ἄλλω ς: ἀντὶ τοῦ μελανοφόρος.
sch Ph 324 [5] καὶ στικτέον εἰς τὸ τέκνο ν: — MTAB δυσόρφναι α: ἀντὶ τοῦ σκοτεινὰ καὶ ἐρρυπωμένα.
sch Ph 325 [5] σκότια καὶ μέλανα: —MTA ἡ ἀμφί πρὸς τὸ ἀμείβομα ι, τουτέστι περιβάλλομαι: —MTAB i τρύχ η: τὰ ῥακώματα τὰ δυσόρφναια καὶ σκότια [ἃ] περιβάλλομαι: — MTA ὁ Οἰδίπους: —M g A g ἐστερημένος τῶν ὀμμάτων: —M g A g ἀπήνης ὁμοπτέρο υ: συζυγίας.
sch Ph 328 Ἐτεοκλέα καὶ Πολυνείκην ἀπήνην εἶπεν ἥτις ἐκ δύο βοῶν ἕλκεται: —MTAB τῆς συγγενοῦς, καταχρηστικῶς ἀπὸ τῶν ὀρνέων: —M g B g πόθον ἀμφιδάκρυτο ν: καίπερ πόθον ἔχων ὅμως ἀποθανεῖν ἐζήτει: —MTA ἀνῇξε μὲν ξίφου ς: ἀντὶ τοῦ· ὥρμησε καὶ ἐπὶ σφαγὴν ξίφους αὐτόχειρα: —MTA ἄλλω ς: ὥρμησε μὲν κατὰ τοῦ ξίφους, ὥρμησε δὲ καὶ ἐπὶ σφαγὴν ὁμοίως καὶ ἐπὶ ἀγχόνην: —MTAB ὑπὲρ τέραμν α: καὶ εἰς τὰ μετέωρα τῆς ἀγχόνης.
sch Ph 333 ἀπὸ κοινοῦ τὸ ἀνῇξε ν: —MTAB ἄλλω ς: ἐπὶ ἀγχόνας ὥρμησε τὰς ὑπὲρ τέραμνα, ὅ ἐστιν ὑψηλοτάτας. τέραμνα δέ ἐστι τὰ ὀροφώματα: —MTAB σὺν ἀλαλαῖσ ι: διὰ τὰς ἀρὰς ἃς ἐποιήσατο κατὰ τῶν τέκνων.
sch Ph 335 μετέγνω γὰρ ἐπὶ τῷ καταράσασθαι τοῖς παισίν: —MAB διὰ τὰς ἐπὶ τοῖς τέκνοις ἀράς: —M i B i κρύπτετα ι: κρύπτεται δ’ ἐν τῇ σκοτίᾳ σὺν ταῖς ἀλαλαῖς τῶν αἰαγμάτων, ὅ ἐστι σὺν ταῖς βοαῖς τῶν θρήνων: —MAB g καὶ γάμοισι δὴ κλύω ζυγέντ α: ζευχθέντα συναφθέντα.
sch Ph 337 ἀκούω σε ἐν γάμοις ζυγέντα παιδοποιὸν ἔχειν ἡδονήν: —MTAB i ξένοισιν ἐν δόμοι ς: ταῦτα διὰ μέσου.
sch Ph 339 [5] τὸ γὰρ ἑξῆς· σὲ δ’, ὦ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι καὶ ξένην συγγένειαν ἔχειν καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοὶ καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη: — MTAB τὸ ἑξῆς· ξένον δὲ κῆδος ἀμφέπειν γάμων· ποῖον κῆδος· τὴν ἄτην ἣν ἐπηγάγου ἡμῖν· διὰ γὰρ τοῦ γάμου πολεμεῖς τὴν πατρίδα: —M i TAB ἐπιγαμβρίαν: —M g ἀντὶ τοῦ περιέπειν: —M g ἄλαστα μητρ ί: ταῦτα διὰ μέσου.
sch Ph 341 ὡσεὶ ἔλεγε· μέγιστα δυστυχήματα ἐμοῦ τε καὶ τῶν σῶν προγόνων τὸ σὲ μὴ μετασχεῖν ὁμοφύλου γυναικός: —M i TAB ἀνεπίληστα ἀνυπομόνητα κακά: —M g ἔθος γὰρ ἦν τὴν νύμφην ὑπὸ τῆς μητρὸς τοῦ γαμοῦντος μετὰ λαμπάδων εἰσάγεσθαι: —M i TAB g ὡς ἁρμόζει: —M g ἀνυμέναια δ ’ Ἰσμηνό ς: ἀνυμεναίως ἀχορεύτως: — MM g TAB g ἄλλω ς: οὐ μετέσχε τῶν σῶν ὑμεναίων οὐδὲ συνήσθη τῇ σῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά.
sch Ph 347 [15] εἰώθεσαν δὲ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζῳοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρίαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ ἀνυμεναίως τῆς λουτροφόρου χλιδᾶς· τὴν τρυφὴν γὰρ ταύτην νομίζουσιν οἱ ποταμοί: —MTA ἄλλω ς: ἐπεγάμβρευσε δὲ τῷ Ἀργείῳ ὁ Ἰσμηνὸς μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας. ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρίᾳ· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά: — MTAB ἐσιγάθ η: ἀντὶ τοῦ· οὐκ ἀνυμνήθη: —MTAB i ἀντὶ τοῦ ἐσιωπήθησαν.
sch Ph 349 γράφεται δὲ καὶ ἐσιγάθησα ν: —MTAB g ὄλοιτο τά δ’: ἀπόλοιτο ταῦτα τὰ κακὰ καὶ μεταβληθείησαν εἰς ἀγαθά.
sch Ph 350 [5] εἴ τίς ἐστιν αὐτῶν αἴτιος· λείπει γὰρ τὸ αὐτῶν: —MTAB ἄλλω ς : ὄλοιτο τάδ ε: ἀντὶ τοῦ τῶνδε· ὡς τὸ [K 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘. ὁ οὖν τούτων αἴτιος καὶ πρόξενος ἀπόλοιτο, ὅστις ποτὲ ἄρα ἐστίν: —MTAB εἴτε σίδηρο ς: ἢ ὁπλίτης ἢ ὁ Ἄρης: —MTA διὰ τὰς ἀράς: —M g B g κατεχόρευσε, σφοδρῶς ἐπῆλθε: —M g τῶν γὰρ κακῶν τούτων τὰ ἄχη εἰς ἐμὲ κατέσκηψεν: — MTAB g δεινὸν γυναιξί ν: τίμιον.
sch Ph 355 [5] ἢ μέγα κακόν: —MTAB ἄλλω ς : δεινὸν γυναιξί ν : δεινό ν: ἀντὶ τοῦ τίμιον θαυμαστόν. ὁ δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σῴζεται: —MTAB ἄλλω ς : αἱ δ ι ’ ὠδίνων γονα ί: καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡσεὶ ἔλεγε· καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες: —MTAB μῆτε ρ , φρονῶν ε ὖ: καὶ φρόνησιν ἐμαυτοῦ καὶ ἄνοιαν κατέγνων, φρόνησιν μὲν ὅτι ὑπὲρ τοῦ θεάσασθαι τοὺς οἰκείους καὶ δι’ ἐχθρῶν ἐτόλμησα εἰσελθεῖν ** μὴ ἐννοήσας δόλον.
sch Ph 357 [5] ὅμως συγγινώσκω ἐμαυτῷ διὰ τὸν κοινὸν ἔρωτα τῆς πατρίδος: —MTA † μῆτε ρ , φρονῶ ν: φρονῶν μὲν καθὸ πεισθείς σοι ἦλθον, οὐ φρονῶν δὲ καθότι κατὰ τῆς πατρίδος ὡπλίσθην καὶ πρὸς ἐχθροὺς ἄνδρας παραγέγονα· ὅθεν ἐπιφέρει ἀλ λ ’ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας ἀπολογούμενος ὑπὲρ τῆς ἀφίξεως: —B † εἰ καὶ ἥμαρτον προπετευσάμενος, ὅμως συγγινώσκει μοι ὁ τῆς πατρίδος ἔρως: —B φλυαρεῖ: —M g ἀντὶ τοῦ εἰς τοσοῦτον τάρβους, ἢ ταραχῆς: —M i περισσὸς ὁ τ έ: —M g B i ξίφος βαστάζων: —M g B ὑποστικτέον ἐν τῷ ἔχω ν: —M g B i θαρρεῖν ποιεῖ, παρηγορεῖ: —M i B i διὰ χρόνου: —M g δ ι ’ ὄσσων ὄμ μ ’ ἔχω ν: ποιητικὴ ἡ περίφρασις.
sch Ph 370 [5] ἐκ παραλλήλου τὸ αὐτὸ [γὰρ] σημαίνει ὡς τὸ [τ 343] ‘ποδάνιπτρα ποδῶν‘. [ἐκ παραλλήλου δὲ τὸ αὐτὸ σημαίνει] τουτέστι· τοὺς ὀφθαλμοὺς ἔχων δακρύοντας: —MTAB † ἄλλω ς: ὄσσος λέγεται ἡ κόρη τοῦ ὀφθαλμοῦ, ὄμμα δὲ τὸ ἔξωθεν δέρμα τοῦ ὀφθαλμοῦ: —A 1 ἀλ λ ’ ἐκ γὰρ ἄλγου ς: ἀλλὰ γὰρ ἐκ τῆς παλαιᾶς δυστυχίας τῆς κατεχούσης με ἕτερον ἄλγος ὁρῶ σε ἔχουσαν.
sch Ph 371 [5] τὸ δὲ ξυρηκές ὡς ἀπηνές τῷ τόνῳ· παραγώγως γὰρ ἐξηνέχθη καὶ οὐκ ἔχει τὴν ἀκὴν ἐγκειμένην ὡς τὸ ἄμφηκες: —MTAB ἄλλω ς: ὑπερβολικῶς εἴρηκεν· ἐκέκαρτο γὰρ, ὡς ἀνωτέρω εἶπεν [322] ὅθεν ἐμάν τε λευκόχροα κείρομαι χαίτα ν, οὐ ξυρῷ δὲ, ἀλλ’ ὡς ἐν πένθει: —MTAB τὸ σέ πρὸς τὸ ἔχουσαν: —M g A g B i κάρα ξυρηκέ ς: ἐξυρημένην τὴν κεφαλὴν καὶ πέπλους μέλανας ἔχουσαν: —A ἐξυρημένον: —M g A g μέλανας: —M g A g πάνυ: —M g A g συγγενῶν: —M g A g ὁ στίχος οὗτος ἔν τισιν οὐ φέρεται: —M g B i σκότον δεδορκώ ς: ἀντὶ τοῦ ἐν σκότει διατρίβων: — MTAA g B i οἱ γὰρ τυφλοὶ δοκοῦσι σκότον δεδορκέναι: —MTAB g ἆρα· τὸ γὰρ πού παρέλκει: —M g A g ἀντὶ τοῦ Οἰδίποδος: —M g A g οὕτω γὰρ ἤρξα τ’: οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος ὥστε ἀνόμως μὲν ἐμὲ παρασκευάσαι τεκεῖν τὸν Οἰδίπουν παρὰ τὴν τοῦ Ἀπόλλωνος βουλήν: —MTA † οὕτως ὁ δαίμων ἤρξατο φθείρειν τὸ γένος.
sch Ph 380 [5] οὕτω, φησὶν, ἐξ ἀρχῆς δυστυχῶ, ἀφ’ οὗ ἀνόμως ἔτεκον· ἀνόμως γὰρ καὶ ἀσεβῶς παρεσκεύασέ με τεκεῖν: —B τί δὲ λέγω ταῦτα: —M g B g βαστάζειν: —M g ὅπως δ ’ ἔρωμα ι: δέδοικα δὲ μὴ, ὅπως ἔρωμαι ἃ χρῄζω, [καὶ] δάκω σοῦ τὴν φρένα· ὅμως ἐπιθυμῶ ἐρέσθαι κἂν λυπῶ σε: — MTAB μή τι σὴν δάκω φρέν α: τὴν σὴν φρένα λυπήσω.
sch Ph 383 [5] λυπεῖ δὲ δι’ ὧν ἐξετάζει περὶ τῆς φυγῆς: —MB i ἀτελές: —M g B g τί τὸ στέρεσθαι πατρίδο ς: τοῦτο μετὰ ἤθους.
sch Ph 388 οὐκ ἐν δέοντι δὲ γνωμολογεῖ τοιούτων κακῶν περιεστώτων τὴν πόλιν. τοιοῦτος δὲ πολλαχοῦ ὁ Εὐριπίδης: —MTAB ἆρα μέγα κακόν: —M g B i τίς ὁ τρόπο ς: τῆς δυστυχίας τῶν φυγάδων δηλονότι: —B γράφεται καὶ δυστυχέ ς: —M g ἐξουσίαν ἐλευθερίαν: —M i A g τὰς τῶν κρατούντω ν: γράφουσί τινες τὰς τῶν πολιτῶ ν· κρατοῦσι γὰρ οἱ πολῖται.
sch Ph 393 τοῦτο δὲ ὡς Ἀθηναῖος ὢν ὁ ποιητὴς εἶπε. κἂν μὴ φυγὰς γὰρ εἴη τις, ὅμως φέρει τὰς ἀμαθίας τῶν κρατούντων κἂν μὴ θέλῃ: —MTAB λυπηρόν: —M g συναπαιδευτεῖν τοῖς μὴ οὖσι πεπαιδευμένοις: —M g A g οὐκ ἀξιόχρεως ἥρωος ὁ λόγος: —M g B i παρὰ τὸ δέον: —M g A g αἱ δ ’ ἐλπίδες βόσκουσ ι: αἱ ἐλπίδες καὶ ἡ προσδοκία τοῦ ἐπιβήσεσθαι τῆς πατρίδος.
sch Ph 396 [5] ἐντεῦθεν ἡ παροιμία· ‘αἱ δ’ ἐλπίδες βόσκουσι τοὺς κενοὺς βροτῶν‘: —MTAB ὡς ἡ φήμη: —M g A g καλοῖς βλέπουσα ι: καλὰ πρὸ ὀφθαλμῶν τιθέμεναι, βραδύνουσι δέ: —MM g TAB g ἄλλω ς: δοκοῦσιν αἱ ἐλπίδες τρέφειν, καλοῖς ὄμμασι βλέπουσι δέ, ἀντὶ τοῦ· καλὰ πρὸ ὀφθαλμῶν τιθέασιν: —MTA οὐ δ ’ ὁ χρόνο ς: οὐδὲ ἠπίστησαν αὐταῖς τινες ἐξ οὗ κενὰς αὐτὰς εὗρον: —MAB i ἔχουσιν Ἀφροδίτη ν: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ ἐλπίζειν: —MTA ἄλλω ς: ἀντὶ τοῦ ἡδονὴν ἡδεῖαν ἔχουσιν ἀλλὰ βλαβερὰν οἱ ἐν κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες τὰ ἀγαθά: —MTAB ἡδονὴν ἀπόλαυσιν: —M g γλυκεῖαν μὲν, ἀλλὰ βλαβεράν: —M g † ποτὲ μὲν ἐ π ’ ἦμα ρ: ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ δοκεῖ τῇ ἐλπίδι τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην: —A φίλοι δὲ πατρό ς: παρὰ τὸ Φιλοκτήτου· ‘ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι‘.
sch Ph 402 [5] πῶς δὲ ταῦτά φησιν, ὅπου γε ὑπὸ τῶν φίλων εἰς τὴν πατρίδα κατάγεται. ἢ τάχα πρὸ τοῦ γάμου δυστυχῶν ὑπὸ τῶν φίλων ἠμελεῖτο, γήμας δὲ καὶ τῆς δυστυχίας ἀπαλλαγεὶς, τότε πάλιν φίλους ἔσχε. πρὸ τοῦ τοίνυν ἐντυχεῖν τῷ Ἀδράστῳ ταῦτα παθεῖν φησιν: —MTAB εὔχου σὺ πράττειν καλῶς· τὰ γὰρ τῶν φίλων οὐδέν ἐστιν, ἐάν τις δυστυχῇ: —M g A τὸ γένος οὐκ ἔβοσκέ μ ε: ἐψεύσατο· πρῶτον γὰρ διὰ τὸν χρησμὸν ὁμολογουμένως ὁ Ἄδραστος, ἔπειτα δὲ καὶ διὰ τὸ γένος συνῴκισεν αὐτῷ τὴν θυγατέρα Ἀργείαν.
sch Ph 405 οὐκ ἂν γὰρ οὐδὲ ὁ Ἀπόλλων τὸν τυχόντα ἔλεγεν ἑλέσθαι: —MTAB i οὐ δ ’ ὀνομάσαι δύναι μ ’ ἄ ν: εὐκτικόν ἐστι.
sch Ph 407 [10] τὸ θέμα δύνω ὡς φαίνω, ὁ ἀόριστος ἔδυνα ὡς ἔφηνα: —MAB g δύναιτό τις: —M g ἔχρη ς ’ Ἀδράστ ῳ: ἡ μὲν τὴν αἰτίαν τῆς εἰς Ἄργος ἀφίξεως ἐρωτᾷ, ὁ δὲ τὴν αἰτίαν τῆς αὐτόθι καταμονῆς λέγει· εἰ μὴ γὰρ διὰ τὸν χρησμὸν τοῦ γάμου παρέμεινεν, ἴσως ἂν ἕωθεν παρώδευσε τὸ Ἄργος: — MTAB ἄλλω ς: ἀντὶ τοῦ· διὰ τὸ πεπρωμένον ἦλθον εἰς τὸ Ἄργος· ὁ γὰρ χρησμὸς ἐκεῖσε ἡμᾶς ἤγαγεν: —MTAB ἄλλω ς: τὸ εἱμαρμένον ἤγαγεν ἡμᾶς εἰς τοῦτο [τῆς] συντυχίας καὶ οὐκ ἐκ προνοίας μοι ἀπέβη ὁ γάμος, ἀλλ’ αὐτομάτως ἐκ τύχης: — MTAB ἄλλω ς: ὁ χρησμὸς ὑπὸ Μνασέου [frg.
sch Ph 409 [20] 48] οὕτως ἀναγέγραπται· κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῇς. καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’ ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν Πολυνείκην λέοντι, τὸν δὲ Τυδέα κάπρῳ· ὃς ἔγημε Δηιπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν: —MTAB ἄλλω ς: ἄτοπόν φασι πιστεύσαντα τῷ θεῷ τὸν Ἄδραστον δυστυχῆσαι τοσαῦτα κατὰ τὰς Θήβας καὶ μόνον φυγάδα σωθῆναι ὑπὸ τοῦ ἰδίου ἵππου Ἀρείονος. πρὸς οὓς ῥητέον 〈ὅτι〉 ἐκδοῦναι τὰς θυγατέρας προσέταξεν ὁ θεὸς, ἀλλ’ οὐχὶ καὶ ἐπιστρατεῦσαι ταῖς Θήβαις: —MTAB ὁ μὲν Τυδεὺς διὰ τὸν ἐπιχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα.
sch Ph 411 λεοντοπρόσωπος γὰρ αὕτη: —M g TA καὶ σοὶ τί θηρῶ ν: ποίαν κοινωνίαν εἶχες μετὰ θηρός: — M g A ἡ εἱμαρμένη ἡμᾶς συνήγαγεν εἰς τοῦτο συντυχίας· οὐ γὰρ ἐκ προνοίας ἐγένετο: —M g TA πρὸς τὸ ἀποβάν: —M g εἰς τὰ προπύλαια: —M g A g πρὸς τῷ βασιλεῖ κοιμηθησόμενος ἢ ὡς φυγὰς πλανώμενος: — M g TA ζητῶν: —M g A g λείπει τὸ ὡς· 〈ὡσ〉 φυγάς: —M g B i εἶτα: —M g κᾆτά γ ’ ἦλθεν ἄλλο ς: ὁ Τυδεύς· φασὶ γὰρ ὅτι τὰ τέκνα Ἀγρίου ἐφόνευσεν Ἀλκάθουν καὶ Λυκωπέα· διὸ ἔφυγεν: —MTA οὗτος ἔφυγε διὰ τὸν φόνον τῶν συγγενῶν † ἀλθαίας: —M i AB i γεννηθῆναι: —M g A g ἀντὶ τοῦ· εἰς τί ἀφορῶν: —M g ἀφωμοίωσεν: —M g γράφεται ᾔκασε ν: —B g εἰς μάχην: —M g στρωμνῆς ἐς ἀλκή ν : στρωμνῆς νῦν τοῦ τόπου τῆς κατακλίσεως.
sch Ph 421 [5] ὅτι θηριωδῶς ἐμαχεσάμεθα πρὸς ἀλλήλους, θηρσὶν ἡμᾶς εἴκασεν. ἔνιοι δὲ οὐ διὰ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν κάπρου, ὁ δὲ λέοντος δορὰν ἠμφίεστο: —MTAB ἀντὶ τοῦ· ἐν τούτῳ τῷ καιρῷ: —M g Ταλαοῦ παῖ ς: Αἰόλου Κρηθεὺς, οὗ Ἀμυθάων, οὗ Βίας, οὗ Ταλαὸς, οὗ Ἄδραστος: —MTAB μέχρι ταύτης τῆς ἡμέρας, ἕως τοῦ παρόντος: —M g ἕπεσθαι συνακολουθῆσαι: —M g τοῦτο γὰρ περισσόν· προεμηνύθη γὰρ ἄνωθεν ἤδη: —M g ἄριστοι ἐξέχοντες: —M g πάρεισι λυπρὰν χάρι ν: καθὸ κατὰ πατρίδος ἐστρατεύσαντο· ἀναγκαίαν δέ· οὐκ ἐνεχώρει γὰρ ἄλλως γενέσθαι δίχα πολέμου.
sch Ph 431 ἔμφρων δὲ καὶ ἐλεεινὸς ὁ λόγος: —MTAB τοῖς φιλτάτοις τοκεῦσ ι: γράφεται καὶ ἑκοῦσι ν, ἵν’ ᾖ· τῷ ἀδελφῷ μου.
sch Ph 434 ὁ γὰρ Ἐτεοκλῆς ἑκὼν πορθεῖ τὴν πόλιν διὰ τὸ μὴ ἀφίστασθαι τῆς βασιλείας: —MTAB ἐκίνησα: —M g A g ἀνάκειται ἁρμόζει: —M i A g ἀπαλλαγή: —M g A g ὥστε διαλλάξασαν παῦσαι: —M g A g ἀλ λ ’ ὅμως ἐρ ῶ: ἐρῶ μὲν ῥῆμα πάλαι ὑμνηθέν, ἀλλ’ ὅμως ἐρῶ.
sch Ph 438 παροιμιώδης δὲ ὁ στίχος: —MTAB καὶ ὁ ῥήτωρ [Demosth.
sch Ph 439 1, 20]· ‘δεῖ δὲ χρημάτων‘: —M i A g B τῶν ἐν ἀνθρώποις πραγμάτων: —M g B i ἐφ’ ἃ, χρήματα, ἐγὼ ἥκω: —M i A g B βοήθειαν: —M g A g εἰς διαλλαγά ς: εἰς φιλίαν.
sch Ph 443 [5] δι’ ὧν εἰς φιλίαν δύνασαι ἐνεγκεῖν τὰ τέκνα: —MTA γράφεται ἥκε ι: —M g μῆτερ πάρειμ ι: κάλλιστα πεποίηται τῷ τραγικῷ τὸ πρόσωπον οἷον δεῖ εἶναι ἄδικον ἄνδρα· γινώσκων γὰρ ὅτι οὐδὲν δίκαιον ἔχει λέγειν, ἐπείγει τὴν κρίσιν τὸν ἐκ τῆς δικαιολογίας κατὰ λεπτὸν γινόμενον ἔλεγχον φεύγων: —MTAB τὴν χάριν δὲ σοὶ διδού ς: ὀρθοτονητέον τὴν σοί διὰ τὴν πρὸς τὸν ἀδελφὸν σχέσιν: —MTAB i καὶ ξυνωρίδα ς : ὁ καί παρέλκει: —MTAB g καὶ ξυνωρίδας λόχω ν: τοὺς ἱππέας τοῦ στρατοῦ ἐκ τῶν ἁρμάτων δηλοῖ.
sch Ph 448 [5] ξυνωρίδας τὰ ἅρματα, λόχων δὲ στρατευμάτων: — MTAB συντάξεις συναφείας: —M g A g τάσσων ἐπέσχον πόλι ν: διὰ σὲ, ὦ μῆτερ, τὴν διακόσμησιν τοῦ στρατοῦ ἐπέσχον, ὅπως ἀκούσω πρότερον τὰς παρὰ σοῦ γινομένας κοινὰς ἡμῖν διαλύσεις.
sch Ph 449 βραβείας γὰρ διαλύσεις. ὅ ἐστι τοὺς μετὰ κρίσεως λόγους: —MTAB ἄλλω ς : κοινὰς βραβεία ς: τὰς ἀμφοῖν διαλύσεις ἡμῶν.
sch Ph 450 [5] τουτέστιν· ἐν τάξει μερίζων τοὺς πολίτας καὶ κατατάσσων τὴν ἐμὴν δύναμιν ἐπέσχον τὴν διακόσμησιν, ὅπως ἂν ἀκούσαιμι πρότερον τοὺς πρὸς τὴν κοινὴν ἡμῶν διάλυσιν παρὰ σοῦ γινομένους λόγους, ὦ μῆτερ: — MTA † βραβεία ς: ἀντὶ τοῦ διαλύσεις ὧν ἐβράβευσεν ἡ μήτηρ, τουτέστι τοὺς μετὰ κρίσεως λόγους, δι’ ὧν ἑκάτερος αὐτῶν ἐδείκνυε δικαιότερα λέγων. ἔνθεν καὶ βραβευταί: —TA κρίσεις μεσιτείας διοικήσεις: —M g A g τόν δ ’ εἰσεδέξ ω: εἴσω ἐδέξω ὡς καὶ εἴσιθι, εἴσω ἴθι.
sch Ph 451 τοῦτο δὲ ἐναντίον τῷ ‘Ἴλιον εἴσω‘, ἀντὶ τοῦ εἰς τὴν Ἴλιον· ἐκεῖσε γὰρ ἀντὶ προθέσεως παραλαμβάνεται: —MAB οὐκ ἐν τῷ τάχει ἐστὶ τὸ δίκαιον.
sch Ph 452 οὐδαμῶς τὸ ὀξέως τι πράττειν τὸ δίκαιον κατέχει: —MM g TA βραδεῖς δὲ μῦθο ι: οἱ μετ’ ἐπισκέψεως καὶ μὴ σπουδάζοντες λόγοι πάνυ δεικνύουσι 〈τὸ〉 σοφόν: —MT † βραδεῖς δὲ μῦθο ι: οἱ μετ’ ἐπισκέψεως, οἳ καὶ τὸ σοφὸν ἔχουσιν: —B σχάσον δ έ: στῆσον κατάπαυσον καὶ ἄνες.
sch Ph 454 ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεσσόντων· σχάσαι γὰρ τὸ ἐπισχεῖν τῶν κωπῶν τὴν εἰρεσίαν: — MTAB τὸ φοβερὸν ὅραμα καὶ τὸ ἄγαν ὀργίλον: —M g B g ἀντὶ τοῦ οὐκ ἐχθρόν: —M g A g Γοργόνες τρεῖς, Σθενὼ Εὐρυάλη Μέδουσα: —M i γράφεται καὶ τρέπ ε: —M g B i ἀντὶ τοῦ ἐξ ἐναντίας: —M g A g B i ἀπὸ κοινοῦ τὸ ἄμεινο ν: —M i A g B i ὑμῶν, ἀντὶ τοῦ ὑμῖν· γενικὴ ἀντὶ δοτικῆς: —M g B i φρόνιμον συνετόν: —M g A g ἀντὶ τοῦ ἐπὶ φιλίᾳ: —M g ἀντὶ τοῦ· σὺ πρῶτος ὀφείλεις λέγειν: —M g A g ἵνα μὴ λυπήσῃ τὸν Ἐτεοκλέα: —M g A g τοῦτο θεραπευτικὸν τοῦ Ἐτεοκλέους: —M i A g B i καὶ διαλλακτὴς κακῶ ν : διαλλακτής ὀξυτόνως· τὰ γὰρ παρὰ ῥῆμα ὀξύνονται ὡς τὸ κολυμβητής ποιητής: —MAB † ἁπλοῦ ς: οὐ ποικίλως ἡρμοσμένος, ἀλλ’ ἀπανούργητος καὶ ἀνεμπόδιστος: —B κοὐ ποικίλων δεῖ τ’: γράφεται δεῖ τ ’ ἄνδι χ ’ ἑρμηνευμάτω ν, ἵν’ ᾖ· καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφ’ ἑαυτῶν τὸ εὔκαιρον.
sch Ph 470 [5] ἄνδιχα γὰρ ἀντὶ τοῦ ἔξωθεν: —MTAB ἄλλω ς : τἄνδι χ’: τὰ ἔνδικα, ἀντὶ τοῦ τὰ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν: —MTAB ῥήσεων: —M g A g ἔχει γὰρ αὐτὰ καιρό ν: ἰσχὺν εὐκαιρίαν εὐστοχίαν: —MTAB εὐκαίρως γὰρ καὶ καλῶς λέγεται τὰ δίκαια καὶ τὴν ἐπίτευξιν ἔχει: —MTA † νοσῶν ἐν αὑτ ῷ: ἐν ἑαυτῷ κακῶς ἔχων συνηγόρων δεῖται θεραπειῶν πεπαιδευμένων: —B ἀντὶ τοῦ προσκεψάμενος· ῥῆμα ἀντὶ μετοχῆς: —M g B i ἐγὼ δὲ πατρό ς: ἐγὼ, φησὶ, προνοησάμενος τῆς πατρικῆς οὐσίας καὶ βουλόμενος ἐμέ τε καὶ τοῦτον ἐκφυγεῖν τὰς Οἰδίποδος ἀρὰς ἐξῆλθον ἀπὸ τῶν ὅρων ταύτης τῆς γῆς: —MTAB ἄλλω ς: ἐγὼ δὲ προνοησάμενος τὸ ἐμὸν καὶ τὸ τούτου συμφέρον χρῄζων τὰς ἀρὰς τοῦ πατρὸς ἐκφυγεῖν ἃς ἐφθέγξατο ἐξῆλθον ἔξω τῆς ἐμῆς πατρίδος: —MTAB ἐκφυγεῖν θέλων: —M g ἀνὰ μέρος λαβώ ν: ἀναλαβὼν τὸ μέρος: —MM g TAA g B i Ἀττικὴ ἡ σύνταξις· λαβών ἀντὶ τοῦ λαβόντα, αὐτὸν ἐμὲ λαβόντα· ὡς τὸ [com.
sch Ph 478 anon. frg. 84] ‘〈ἐξὸν καθεύδειν〉 τὴν ἐρωμένην ἔχων‘: — MTAB ὑπὸ τοῦδε: —M g A g γράφεται καὶ φθόνο υ: —M g ὁποῖα εἴωθε γίνεσθαι καὶ συμβαίνειν τοῖς φίλοις 〈εἰς ἔχθραν〉 ἥκουσιν: —M g συνθέμενος: —M g A g ἐπόπτας τοὺς θεούς: —M g A g βίᾳ φυλάττει: —M g A g γράφεται καὶ δόμων ἐμῶν μέρο ς: —A g καὶ νῦν ἕτοιμός εἰμ ι: ἕτοιμός εἰμι τὸν μὲν στρατὸν ἀποστεῖλαι, οἰκεῖν δὲ κατὰ διαδοχὴν τὸν ἐμὸν οἶκον λαβών: —MTAB ἐκπέμψαι: —M g κατὰ διαδοχήν: —M g ἀντὶ τοῦ μετὰ τὸν ἐνιαυτόν: —M g ἀπὸ κοινοῦ τὸ ἕτοιμός εἰμ ι: —M g A g καθὼς ποιοῦσιν οἱ πολέμιοι: —M g πηκτῶν κλιμάκω ν: προσφέρουσι γὰρ κλίμακας οἱ πολέμιοι: — MTAB i ἃ μὴ κυρήσα ς: ἅτινα πειράσομαι δρᾶν μὴ κυρήσας τῆς δίκης: —MTAB ἄλλω ς: καὶ λείπει ἡ εἰς· εἰς ἃ μὴ κυρήσας πειράσομαι δρᾶν τὰ ἀπὸ τῆς δίκης: —MTAB πάσχων ἀνόσια καὶ ἀσεβῆ: —M g ταῦ τ ’ αὔ θ ’ ἕκαστ α: τὰ ἁπλᾶ, χωρὶς ποικιλίας τινός.
sch Ph 494 [5] τὸ δὲ ἑξῆς· ταῦτ’ αὔθ’ ἕκαστα εἶπον: —MTAB ἄλλω ς: τὰ κεφάλαια καὶ τὰ ἀναγκαιότατα τῶν λόγων μου ταῦτά ἐστιν: —MTAB δυσχερείας ὑποθέσεις: —M g A g καὶ τοῖσι φαύλοι ς: καὶ τοῖς εὐτελέσι καὶ μὴ δυναμένοις διακρῖναι: —MTA ἐμοὶ μέ ν: δοκεῖς μοι συνετὰ λέγειν, εἰ καὶ μὴ Ἕλλην εἰμί.
sch Ph 497 [5] μετέβη δέ: —MTA ἄλλω ς: εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα τετράμμεθα, ἀλλ’ οὖν γε ἐμοὶ συνετὰ δοκεῖς λέγειν· ἵνα πλεονάζῃ ὁ μέν καὶ ἡ μία ἀντωνυμία: — MTAB εἰ πᾶσι ταὐτὸ καλό ν: ὥστε, εἰ σοὶ τοῦτο δίκαιον φαίνεται, ἀλλ’ οὐκ ἐμοί: —MTAB ἀμφισβητήσιμος: —M g οὔ τ ’ ἴσον βροτοῖ ς: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σῴζεται ἀνθρώποις.
sch Ph 501 [5] ὀνομάζομεν γοῦν πάντες Ἕλληνες κοινῇ χρυσὸν καὶ τὸ μὲν ὄνομα ὁμοίως πάντες προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν δόξαν τούτου, ὁ μὲν ἀγαθὸν, ὁ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ πάντων τῶν ἄλλων: —MTAB ἄλλω ς: τὸ δίκαιον καὶ ἴσον εἰ μὴ μόνῳ ὀνόματι οὐ σῴζεται παρὰ τοῖς ἀνθρώποις: —MTAB οὐ σύμφωνον: —M g A g τῆς αὐτῆς προαιρέσεως: —M g πλὴν ὀνομάσα ι: πλὴν ὀνόματι μόνον οὐκ ἔστι τὸ ὅμοιον καὶ τὸ ἴσον ἐν ἀνθρώποις: —MTA ἄλλω ς: τοῖς ὀνόμασι μόνοις σύμφωνοί ἐσμεν οἱ ἄνθρωποι: —MTA τὸ δίκαιον δηλονότι: —M g ἀποκρύψας σε, τὴν μητέρα, ὦ μῆτερ: —M i A ἄστρων ἀνέλθοιμ ι: εἴθε ἠδυνάμην εἰς οὐρανὸν ἀνελθεῖν καὶ εἰς Ἅιδου κατελθεῖν ἐπὶ τῷ κατορθῶσαι 〈τὴν〉 με〈γίσ〉την θεῶν τυραννίδα.
sch Ph 504 [5] οὐκ ἐπιτιμητέον δέ· ἁρμόδιοι γὰρ οἱ λόγοι ἀνδρὶ πλεονεξίαν διώκοντι: —MTAB ἡλίου πρὸς ἀνατολά ς: λείπει ὁ καί· καὶ ἡλίου πρὸς ἀνατολὰς, τῶν ἄστρων καὶ τοῦ ἡλίου: —MTA τοῦ τ ’ οὖν τὸ χρηστό ν: ἀλόγιστος ὁ Ἐτεοκλῆς· ἐξὸν γὰρ αὐτῷ τῷ τοῦ πρεσβυτέρου χρήσασθαι δικαιώματι ᾧ μᾶλλον ἐπέβαλλεν ἡ ἀρχή, ἀδικεῖν ὁμολογεῖ ἑαυτὸν καὶ πλεονεκτεῖν φησι.
sch Ph 507 [5] πρὸς ὃ ῥητέον ὅτι μίμησιν ἀνδρὸς ἀδίκου ἐξεικονίζει ἡμῖν ὁ Εὐριπίδης μηδὲ τῷ δοκεῖν εὐσεβεῖν βουλομένου· ἄλλως τε, εἰ ἔφασκεν ἄρχειν ὡς πρεσβύτερος, ἠκολούθει τῷ λόγῳ τὸ τῶν κτημάτων μέρος δεῖν ἀπονέμειν: —MTAB συγχωρῆσαι παρεᾶσαι δοθῆναι: —M g A g τὸ ἤ νῦν ἀντὶ τοῦ ἀλλά.
sch Ph 508 [5] σῴζειν ἐμοί ἀντὶ τοῦ ἐμαυτῷ: —M i B μετὰ ὅπλων: —M g γένοι τ ’ ὄνειδο ς: αἰσχύνη ἔλεγχος ὕβρις: —MTB i αἰσχύνη ἐστὶν, ἃ χρῄζει, τούτων τυχεῖν ἐπὶ πορθήσει παραγενόμενον: —MTB συγχωρήσαιμι: —M g A g οὐ διὰ τῶν ὅπλων: —M g A g πᾶν γὰρ ἐξαιρεῖ λόγο ς: πάντα γὰρ ὁ λόγος κατορθοῖ: — MTA ἄλλω ς: ὁ λόγος, φησὶν, ἴσος ἐστὶ σιδήρῳ· πάντα γὰρ χειροῦται καὶ κατορθοῖ ὁ λόγος διὰ τῆς πειθοῦς ἅπερ σίδηρος βίᾳ: —MTAB ἄλλω ς: ἀντὶ τοῦ· ὃ ποιεῖ ὁ καλὸς λόγος, οὐ δύναται ποιῆσαι ὁ πόλεμος τῶν πολεμίων: —MTA κατορθοῖ χειροῦται: —M g A g ὁ τῶν πολεμίων σίδηρος: —M g κατὰ ἄλλον τρόπον, ἐκτὸς τῆς βασιλείας: —M g A g ἄρχειν παρόν μο ι: τί λέγεις, φησίν· ἐξόν μοι νῦν ἄρχειν ἄλλῳ παραχωρήσω: —MTA ἄλλω ς: τοῦτο κατ’ ἰδίαν φησὶ μεθ’ ὑποκρίσεως· ἄλλῳ δὲ παραχωρήσω καὶ δουλεύσω: —MTAB φερέσθω: —M g A g ἔτρεψε τὸν λόγον πρὸς τὸν Πολυνείκην: —M g B i παραχωρήσω συγχωρήσω: —M g A g εἰς τὰ ἄλλα: —M g A g μὴ ’πὶ τοῖς ἔργοι ς: ἐπὶ τοῖς ἔργοις τοῖς μὴ καλοῖς: — MTAB i ὁ νοῦς· οὐ δεῖ, φησὶ, λόγῳ μὲν σοφίζεσθαι, ἔργῳ δὲ πονηρὸν εἶναι: —MTA ἄλλω ς: οὐ δεῖ τὰ φαῦλα τῶν ἔργων λόγοις καλλωπίζειν· οὐ γάρ ἐστι τοῦτο καλόν, ἀλλ’ ἐναντίον τῷ δικαίῳ: —MTAB ἐχθρὸν λυπηρόν: —M g τῷ γήρᾳ κακ ά: ἔστι γὰρ ἐν τῷ γήρᾳ ἔνια κακὰ, τὸ ἀσθενὲς, τὸ δυσκίνητον, τὸ ἐπίλησμον, τὸ δυσήκοον· ἀλλ’ ἔστιν ἓν αὐτῷ καλόν· ἡ πεῖρα τῶν πολλῶν διδάσκει αὐτό: —MTAB ἀλ λ ’ ἡ ’μπειρί α : ὁ ἀλλά ἀντὶ τοῦ γάρ· ἡ γὰρ ἐμπειρία ἔχει τι λέξαι σοφώτερον: —MTAB γράφεται καὶ πρὸς δοτικήν, ἵν’ ᾖ· τῇ γὰρ ἐμπειρίᾳ τὸ γῆρας ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
sch Ph 529 [5] ὥστε μή μου καταφρονήσῃς παντελῶς: —MTAB τί τῆς κακίστη ς: τῆς ἐν τοῖς δαίμοσι κακίστης, ὡς τὸ [Λ 832] ‘δικαιότατος Κενταύρων‘ ἀντὶ τοῦ δίκαιος ἐν Κενταύροις: — MTAB φιλοτιμία ς: ἡ σπουδὴ, ἡ ἐπιθυμία περὶ τὰ ἄδικα καὶ τὰ δίκαια: —MTA φιλοτιμία ς: κενοδοξίας· μέσον γὰρ τὸ τῆς φιλοτιμίας ὄνομα: — MTAB φιλονεικίας φιλοδοξίας: —M g † πολλοὺς δ ’ ἐς οἴκου ς: πολλὰ γὰρ τῶν κακῶν ἐπὶ φθορᾷ τῶν ἀπολλυμένων ἀπαλλάσσεται, ὡς νόσος καὶ πυρετοὶ σφοδροὶ καὶ διάπυροι: —B καὶ τὸ φιλεῖν τιμᾶν ἢ τιμᾶσθαι: —M g A g B i συναρμόττει: —M g A g τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφ υ: ἀντὶ τοῦ δίκαιον καὶ ἀσφαλές.
sch Ph 538 [5] βέβαιον: —MTAB ἄλλω ς: ἀσφαλὲς καὶ βέβαιον· οἱ γὰρ νόμοι ἀμετάτρεπτοί εἰσιν: — MTAB ἀντὶ τοῦ· τῷ πλεονέκτῃ δὲ ἀεὶ ἐναντίον ἐστὶ τὸ μικρόν: — M i A g B i ἀντὶ τοῦ ζυγά: —M g A g ἰσότης ἔταξ ε: ἐν τούτοις γὰρ σῴζεται· καὶ γὰρ διὰ τῶν μέτρων καταλαμβάνεται τὸ ἴσον: —MTAB διέκρινεν: —M g A g περιφραστικῶς ἡ νύξ: —M g σκοτεινόν: —M g φθόνον ἔχε ι: ἀντὶ τοῦ μέμψιν: —MTAB g διὰ τὴν ἰσότητα παραχωροῦσιν ἀλλήλοις τοῦ νικᾶν ἀνελλιπῶς λάμποντες: —MTAB i εἶ θ ’ ἥλιος μέ ν: εἶτα ὁ ἥλιος μὲν καὶ ἡ νὺξ τῷ ἴσῳ δουλεύουσι, σὺ δ’ οὐκ ἀνέξῃ τῶν δωμάτων ἔχων τὸ ἴσον δουλεύειν τῇ ἰσότητι: —MTAB ἔχων ἴσο ν: ἐὰν γράφηται ἔχει ν, καὶ ἀπονέμει ν· ἐὰν δὲ ἔχω ν, καὶ ἀπονέμω ν: —MTAB i τί τὴν τυραννί δ’: λείπει τὸ οὖσαν καὶ τὸ ὡς· τί τιμᾷς τὴν τυραννίδα ἀδικίαν οὖσαν ὡς εὐδαίμονα καὶ ὡς μακαρίαν: —MTAB ἄλλω ς · τί τὴν τυραννίδ α: αὐτὴν τὴν τυραννίδα εὐδαίμονα ἀδικίαν φησίν: —MTAB εὐδαίμον α: ἔδει, φασὶ, δυσδαίμονα αὐτὴν εἰπεῖν, ἵνα τὸν Ἐτεοκλέα τῆς περὶ αὐτὴν ἀσεβοῦς ἐπιθυμίας ἀποστρέψῃ: —MTAB ὑπέρφε υ: ὑπεράγαν.
sch Ph 550 [5] διὰ μέσου μετὰ σχετλιασμοῦ τὸ ὑπέρφευ ἀναπεφώνηται: —MTAB ὑπὲρ τὸ δέον, πάνυ: —M i M g TA g ἀντὶ τοῦ μεγάλως τιμᾷς: —M g T καὶ μέ γ ’ ἥγησαι τόδ ε: καὶ μέγα τοῦτο νομίζεις, τὸ ἄρχειν. τὸ γὰρ περιβλέπεσθαι τίμιον τὸ ἄρχειν δηλοῖ: —MM i TAA g B ἄλλω ς: ἐν ἤθει, πευστικῶς· μέγα νομίζεις τὸ περίβλεπτος εἶναι καὶ περιφανὴς παρὰ πᾶσιν. ἢ οὕτως· ἀλλὰ τὸ περιβλέπεσθαι τίμιον νενόμικας. κενὸν μὲν οὖν τοῦτο: —MTAB ὅταν δὲ χρῄζω ς’: ἀντὶ τοῦ βούλωνται· ὅταν δὲ βούλωνται καὶ χρείαν ἔχοιεν τοῦ παρέχειν αὐτὰ ἑτέροις: —MTAB i ἄ γ ’ ἤν ς ’ ἔρωμα ι: ἄγε, ἐάν σε ἐρωτήσω δύο λόγους προβαλλομένη ‘ἆρα τυραννεῖν θέλεις ἢ τὴν πόλιν σῶσαι‘, πάντως ἐρεῖς μοι τυραννεῖν: —MTAB ἐρεῖς τυραννεῖ ν: ἐὰν γὰρ τυραννεῖν θέλῃς, πολεμηθήσεται ἡ χώρα: —MTA ἐὰν δὲ νικήσῃ σε οὗτος, τί.
sch Ph 561 λείπει δὲ τὸ τί: —M g ἀντὶ τοῦ· τοὺς Θηβαίους νικήσῃ: —M g B i γράφεται καὶ λελῃσμένα ς: —M g B g ὃν ζητεῖς ἔχει ν: γράφεται καὶ δαπανηρό ς, ὅ ἐστιν ἐπιζήμιος· ἀνάγκη γὰρ εἰς πόλεμον συμμάχους προτρέψασθαι καὶ δαπανᾶν: —MTB φιλόδοξος δὲ σὺ ἔσῃ.
sch Ph 567 λείπει τὸ ἔσῃ: —M i † ἀνέθηκε παρήψατο.
sch Ph 569 ἀπὸ μεταφορᾶς τῶν πλοίων τῶν ἀποδεσμουμένων εἰς λιμένα: —B i ἀσύνετα δ ’ ἦλθε ς: ἑνὶ γὰρ διαφερόμενος ἁπάσῃ τῇ πόλει ἐπάγεις κίνδυνον καὶ ταῦτα ἐπιστάμενος οὐ δημοκρατουμένην, ἀλλὰ μοναρχουμένην: —MTAB ἀντὶ τοῦ ὑποχείριον λάβῃς: —M g A g γράφεται μὴ τύχ ῃ: —M i οἱ παλαιοὶ Ἀττικοὶ προπερισπῶσιν: —B i † τρόπαι α: νικητήρια, ἀπὸ τοῦ τρέψαι καὶ διῶξαι τοὺς πολεμίους.
sch Ph 572 [5] λέγει δὲ τὰ ἱστάμενα σύμβολα τῆς νίκης. τὸ δὲ καὶ σκῦλα γράψεις ἀντὶ τοῦ· τὰ ὅπλα ἐπιγράψεις ἤτοι τὰ ἀναθήματα τῶν πεφονευμένων: —B ἀντὶ τοῦ ἀπαρχὰς ποιήσεις: —M i A g Ἴναχος ποταμὸς Ἄργους: —M g B i ἀντὶ τοῦ ἐν Ἄργει: —M g A g B g Θήβας πυρώσα ς: τοῦτο ἔχεις ἐπιγράψαι.
sch Ph 575 τοῦτο ἔχεις εἰπεῖν: —MTAB i ἀντὶ τοῦ ἀνέθηκεν: —M g A g φήμην: —M g A g μήπο τ ’ ὦ τέκνον κλέο ς: ἀντὶ τοῦ ὄνειδος.
sch Ph 576 [5] λόγῳ μὲν παραινεῖ αὐτῷ, τῇ δ’ ἀληθείᾳ ἀπεύχεται τὸ πρᾶγμα, ὡς τὸ παρ’ Ὁμήρῳ [α 386]· ‘μὴ σέ γ’ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν‘: — MTA νικηθῇς: —M g A g ὑπεκδράμ ῃ: παρέλθῃ νικήσῃ.
sch Ph 578 μετενήνοχε δὲ ἀπὸ τῶν δρομέων. οἷον ὑπέρτερα γένηται: —MTAB ὦ κακῶς θυγατρὶ μνηστευσάμενος: —M i A ἐπιγαμβρεύματα γάμοι: —M g A g B g ἀντὶ τοῦ δύο κακά: —M g κείνων στέρεσθα ι: τῶν Ἀργείων, καὶ ὑπὸ Θηβαίων θανεῖν: —MTA ἄλλω ς: τοῦ Ἄργους δηλονότι.
sch Ph 583 [5] ὁ δὲ νοῦς· μήτε ἐκεῖνα μήτε ταῦτα ἔχειν. κἀκείνων στερηθῆναι τούτων τε μὴ τυχεῖν. τὸ γὰρ ἐν μέσῳ πεσεῖν οὕτως φησί· πρὸ τοῦ ἀφικέσθαι ἐπ’ αὐτὰ ἐκπεσεῖν τῆς ἐλπίδος: —MTAB μέθετον τὸ λία ν , μέθετο ν: ἄφετε τὸ λίαν φιλονεικεῖν.
sch Ph 584 [10] μηδὲν ἄγαν: —MTA ἄλλω ς: ἀντὶ τοῦ τὸ θυμικόν. καὶ ἐν Ὀρέστῃ [705] ‘τῷ λίαν χρῆσθαι καλῶσ‘: —MTAB ἄλλω ς: ἐν τούτοις Ἰοκάστη οὐδὲν συμβεβούλευκε τοῖς παισὶ κοινωφελές, ἀλλὰ τῷ μὲν λέγει· εἰς τί φιλοτιμῇ τυραννεῖν, τῷ δέ· εἰς τί πολεμεῖς τὴν πατρίδα. ἐχρῆν δὲ τοῦτο συμβουλεῦσαι, διελομένους τὰ πατρῷα καὶ τὴν βασιλείαν παύσασθαι τῆς διχοστασίας, ὥσπερ ὑπέστησαν ἐξ ἀρχῆς ἀνὰ μέρος ἄρχειν. καὶ γὰρ ἐπὶ τῷ ποιητῇ ἦν ποιῆσαι αὐτοὺς μὴ πειθομένους, ὅπως τὰ τῆς ἱστορίας μένῃ βέβαια· εἵμαρτο γὰρ αὐτοὺς ἀλληλοκτόνους γενομένους κατὰ τὰς ἀρὰς τοῦ πατρὸς ἀποθανεῖν. νῦν δὲ οὐδὲν τούτων πεποίηκεν: —MTAB ἐάσατε: —M g A g ὅταν μόλητο ν: αἱ τῶν δύο ἀμαθίαι, ὅταν μόλωσιν εἰς ταὐτὸν, μέγιστον κακὸν γίνονται: —MTAB ἄλλω ς: ὅταν εἰς τὸ αὐτὸ κακὸν τῆς ἀμαθίας ἔλθητε ἀμφότεροι, δεινὸν κακόν: —TAB λυτήριοι κωλυταὶ ἀποσοβηταί: —M g A g ἀντὶ τοῦ ἔριδος: —M g ὁ ἀλλά ἀντὶ τοῦ γάρ: —M g ἀντὶ τοῦ δεδαπάνηται: —M g A g οὐδὲν ἡ προθυμί α: ἡ σὴ προθυμία δηλονότι: —MTAB περαίνει δ ’ οὐδὲν ἡ προθυμί α: ἀντὶ τοῦ προθυμουμένη ἡμᾶς εἰς φιλίαν ἀγαγεῖν οὐ πείθεις: —MTAB ἡ σή.
sch Ph 589 [5] ἐκ τοῦ προτεθυμῆσθαί σε, ὦ μῆτερ, διαλλάξαι ἡμᾶς οὐδὲν πλέον γίνεται· ὁρᾷς γὰρ 〈ἡμᾶσ〉 μὴ πειθομένους: —MTA ἀνύει: —M g τῶν πολλῶν: —M g A g παρὰ τίνος: —M g A g οὕτως εὔτολμος: —M g A g ἀπολήψεται ἀπαγάγῃ: —M g ἐγγὺς οὗ πρόσ ω: οὗτινος ἐγγὺς καὶ ἔμπροσθεν ἵστασαι.
sch Ph 596 [5] τὸ δ’ εἰς χέρας λεύσσεις ἐμάς ἐν ἐρωτήσει· λεύσσεις εἰς χεῖρας ἐμάς· ἐκ τούτων ἀποθνῄσκεις: —MTAB πρόσω βέβηκα ς: ἐγώ εἰμι, φησὶν, ὁ φονεύς σου γενησόμενος. τὸ δὲ οὐ πρόσω βέβηκας ἀντὶ τοῦ· οὐ πέφευγάς με: —MTA μακράν: —M g A g κατ’ ἐρώτησιν: —M g δειλὸν δ ’ ὁ πλοῦτο ς: παρόσον οἱ πλούσιοι δειλοί εἰσι πρὸς θάνατον ὡς μεγάλων ἀγαθῶν στερούμενοι· οἱ δὲ πένητες ῥιψοκίνδυνοί εἰσιν ἐπιλογιζόμενοι ὡς λυσιτελεῖ κινδυνεύσαντα κτήσασθαι καὶ ἀποθανεῖν μᾶλλον ἢ πτωχὸν ὄντα ζῆν.
sch Ph 597 [5] φησὶν οὖν ὅτι φιλόψυχος εἶ σύ: — MTAB φιλοψύχους ποιῶν: —M g A g εἶτα: —M g A g πρὸς τὸν ἄνανδρον: —M g B g κομπὸς ε ἶ: τὸ μὲν προσηγορικὸν ὡς τὸ τέμπος, τὸ δὲ ἐπίθετον ὡς τὸ καρπός, κομπός, λάλος κομπαστής.
sch Ph 600 [10] ὁ δὲ νοῦς· μεγαλοφρονεῖς ἐπὶ ταῖς γενομέναις σπονδαῖς καὶ συνθήκαις, αἵτινές σε ῥύονται τοῦ ἤδη τεθνήξεσθαι: —MTAB † ἄλλω ς : κομπός ὁ κομπηρὸς καὶ ἐπηρμένος, πρὸς ἀντιδιαστολὴν τοῦ κόμπος ἡ ἔπαρσις. γράφεται δὲ καὶ κομψό ς· κρεῖττον δὲ τοῦ κομψός τὸ κομπό ς . σπονδαῖς ταῖς εἰρηνικαῖς καταλλαγαῖς λέγει: —A φλύαρος: —M g A g σπονδάς φησι καθ’ ἃς ἐπετράπη ἐξελθεῖν: —M g A καὶ σὲ δεύτερόν γ ’ ἀπαιτ ῶ: ἰδού, φησὶ, δεύτερόν σοι λέγω ἀποδοῦναί μοι τὸ μέρος τῆς βασιλείας.
sch Ph 601 ἅπαξ γὰρ εἶπεν ἄνω [484] καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσ δ ’ ἀποστεῖλαι χθονό ς: —MTAB οὐκ ἀποδίδομεν: —M g τοῦ ἐπιβάλλοντός σοι: —M i B g θεῶν τῶν λευκοπώλων δώμα θ’: εὐφήμως· λέγει δὲ τῶν μελανοπώλων: —MA Κάστορος καὶ Πολυδεύκους.
sch Ph 606 [5] ἢ Ζήθου καὶ Ἀμφίονος, ὅπερ ἄμεινον: — MAB οἵτινες μισοῦσί σε: —M i A g ἐξελάσων πορθήσων· διὸ ψιλῶς ἀναγνωστέον: —M i A Μυκήναι ς: ἐν ταῖς Μυκήναις ἀνακάλει καὶ μὴ ἐνθάδε: —M i A τὸ ἑξῆς· ἀνόσιος πέφυκας ὅς με ἄμοιρον ἐξελαύνεις τὸ μέρος τῆς βασιλείας κατέχων: —MA ἄλλω ς: ἄδικος πέφυκας ** ἀλλ’ οὐδὲ πατρίδος πολέμιος: —A σὺν τούτοις: —M g εἶμι μὴ πόνε ι: μὴ κάμνε, μὴ θορυβοῦ τούτου χάριν· ἄπειμι γάρ.
sch Ph 614 [5] ἐπίτηδες δὲ περιεσταλμένῳ φρονήματι ταῦτά φησι προσδοκῶν εἰς τὸ δίκαιον ἔτι μετακαλέσειν τὸν ἀδελφόν: —MTAB σὲ δ ’ αἰνῶ μῆτε ρ: σὲ δὲ ἀποδέχομαι, ὅτι ἐσπούδασας εἰς φιλίαν ἡμᾶς ἀγαγεῖν: —MAB ἔξιθ ι: τὸ μὲν εἶμι διὰ τῆς ει διφθόγγου παραλόγως, ἡ δὲ ἀπ’ αὐτοῦ πᾶσα κλίσις διὰ τοῦ ι : —MTAB ἄφατος ἡ οἰκονομία: —M i ἀντὶ τοῦ κἂν σύ· οὕτως γὰρ ** : —M g A g B χαρτὰ γοῦν πάσχω τέκνο ν: ἐν ἤθει τοῦτο Ἰοκάστη, ἐπεὶ αὐτῇ εἶπε χαῖρ ε: —MTA g B χαρᾶς γοῦν ἄξια πάσχω, τέκνον· ὁ δὲ λόγος ἐν εἰρωνείᾳ μετὰ ἤθους καὶ παθητικώτατος: —MT οὐκέ τ ’ εἰμὶ παῖς σό ς: ὅ ἐστι· μέχρι θανάτου χωρήσω.
sch Ph 619 [5] ἢ πρὸς τὸ ῥηθὲν ὑπὸ Ἐτεοκλέους 〈612〉 οὐ θεμιτόν σοι μητρὸς ὀνομάζειν κάρ α: —MTAB τεθνήξομαι γὰρ ὅσον οὐδέπω: —M i A g ἀντὶ τοῦ· κατὰ πολλὰ ἀθλία γέγονα ἐγώ: —M i ποῦ ποτε στήσῃ πρὸ πύργω ν: κατ’ ἐρώτησιν, ἀντὶ τοῦ· ἐπὶ ποίῳ μέρει παρατάξῃ· ἵνα κἀγὼ ἐκεῖ παρατάξωμαι: —MTAB πρὸς τί με ἐρωτᾷς τόδε: —M i ἐπιθυμία: —M g A g ἀποφαντικῶς, ἀντὶ τοῦ· ἐὰν μαχήσησθε, πάντως ἀπολεῖσθε: — M i AB τὰς βλαβερὰς κατάρας: —M g B g ὡς ὄντως οὐκέτι ἀναίμακτον μενεῖ: —M g A g οὐκ ἄπρακτον μενεῖ: —M g A g γράφεται πάτρα ν: —M g B g ἐλεεινά: —M g A g ὁ ἀλλά ἀντὶ τοῦ καί: —M i καὶ ἐάν τί σοι συμβῇ, ὦ πόλις, κἂν πορθηθῇς.
sch Ph 629 τοῦτο δὲ καλεῖται μαρτύριον: —M g A g Ἀγυιε ῦ: προπύλαιε.
sch Ph 631 τὸν ἀγυιέα πρὸ τῶν πυλῶν ἵστασαν. κίων δὲ οὗτος ἦν εἰς ὀξὺ ἀπολήγων: —MTAB ἐπεὶ πρὸ τῶν πυλῶν ἵστασαν ἀγάλματα τοῦ Ἀπόλλωνος ὡς ἀλεξικάκου καὶ φύλακος τῶν ὁδῶν. διὰ γὰρ τοῦτο Ἀγυιεύς: —MTA τὰ δεχόμενα τὰς θυσίας: —M g A g οἷον· ἐλπίδα ἔχω προσκυνῆσαι ὑμᾶς: —M i A g ἐκβέβληνται: —M g παρετυμολογεῖ τὸ ὄνομα Πολυνείκους: —M g B Κάδμος ἔμολε τάνδε γᾶ ν: Κάδμος ζητῶν τὴν ἀδελφὴν Εὐρώπην μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλ’ ὥστε αὐτὸν ἐξελθόντα ἕπεσθαι βοῒ καὶ οὗ ἂν αὐτόματος πέσῃ κτίζειν πόλιν.
sch Ph 638 [25] ἔχει δὲ ὁ χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως· φράζεο δὴ τὸν μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε· ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, ἔστ’ ἂν ἵκηαι βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος. ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον τὴν ἥ κεν νώτοισιν ἐπ’ ἀμφοτέροισιν ἔχῃσι λευκὸν σῆμ’ ἑκάτερθε περίτροχον ἠύτε μήνης· τήνδε συ ἡγεμόνα σχὲ περιτρέπτοιο κελεύθου. σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς, οὐδέ σε λήσει· ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι, καὶ τότε τὴν μὲν † ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν ἁγνῶς καὶ καθαρῶς· Γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς, ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄϊδος εἴσω. καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε. ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρ’ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν, ἐπεὶ τὸ ἀνέκαθεν Αἰγύπτιος ἦν ὁ Κάδμος. καὶ ἡ Βοιωτία δὲ ἀπὸ τῆς βοὸς ἐκλήθη: — λείπει 〈ἡ εἰσ〉· εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας: —M i ἡ τετρασκελὴς μόσχος: —M i ἀδάμαστον πέσημ α: τὸ μὴ ὑπό τινος ἠναγκασμένον πτῶμα, ἀλλ’ αὐτορριφές.
sch Ph 640 [5] πέσημα δὲ τὸ σῶμα ἀπὸ τοῦ παρεπομένου: — MTAB ἄλλω ς : ἀδάμαστο ν: ἀντὶ τοῦ· αὐτόματον ἔβαλε τὸ σῶμα ἐπὶ τὴν γῆν. δίκειν γὰρ τὸ βάλλειν, ὅθεν καὶ δίσκος. τινὲς δὲ ἀδάμαστον πέσημα τὸ μηδέπω δαμασθὲν ζεύγλῃ σῶμα. ἐμφαίνει δὲ τὸν νέον μόσχον: —MTAB ἄλλω ς : δίκ ε: ἔβαλε· καὶ ἐν Βάκχαις [600]· ‘δίκετε τρομερὰ σώματα‘: —MTAB ἔρριψεν: —M g τέλεον: —M g ἡ μόσχος δηλονότι· θηλυκῶς γὰρ εἶπεν: —M i οὗ κατῴκισε ν: ἐν ἐνίοις τῶν ὑπομνημάτων ἀντὶ τοῦ οὗ κατῴκισ ε , κατοικίσα ι.
sch Ph 642 [5] ὁ δὲ λόγος πλεονάζοντος τοῦ μέν οὕτως· οὗ κατοικίσαι μὲν καὶ οἱονεὶ κτίσαι τὰ πεδία τῶν δόμων ὁ θεὸς ἐμαντεύσατο, ἔνθα ἡ τῆς Δίρκης πηγὴ καταρδεύει τὰς γύας: —MTAB ἄλλω ς: ὅπου κατῳκίσθη 〈ἡ〉 πόλις: —MTAB ἄλλω ς: ἐνταῦθα ἔπεσεν ὅπου κατῴκισε Κάδμος τὴν πόλιν: — MTAB τὸ μάντευμα ἐχρησμῴδησεν: —M g B g πεδία μὲν τὸ θέσφατο ν: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς.
sch Ph 643 [10] κεῖται γὰρ νῦν ὁ μέν ἀντὶ τοῦ δέ, ἵν’ ᾖ· πεδία δὲ τὸ θέσφατον ἔχρησε πυροφόρα ἔσεσθαι: —MTAB ἄλλω ς: πεδία δόμων, δι’ ὧν αἱ συστάσεις τῶν δόμων ἔσονται. ὁ δὲ νοῦς οὕτως· τὸ θέσφατον δὲ ἔχρησεν ἐκεῖ τοὺς ἀγροὺς γενέσθαι ὅπου ἡ καλλιπόταμος νοτὶς τῆς Δίρκης ἐπινέμεται τὰς γύας: — MTAB τῆς δὲ πόλεως κτισθείσης καὶ τὴν χώραν πυροφόρον ἔσεσθαι ὁ χρησμὸς ἐσήμηνε διὰ τοῦ τῆς Δίρκης ὕδατος. ἐμφαίνει δέ τινα ποταμὸν ὑπὸ τῆς Δίρκης ἀποτελεῖσθαι Δίρκην ὁμωνύμως καλούμενον. ὁ δὲ νοῦς· ἔνθα τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης ταῖς βαθυσπόροις ἐπεμβαίνει γύαις: —MTA σιτοφόρα: —M g A g καλλιπόταμος ὕδατο ς: ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης.
sch Ph 645 Δίρκη δὲ ποταμὸς Θηβῶν ὁμώνυμος τῇ πηγῇ: —MTAB ὅπου τὸ καλλιπόταμον ὕδωρ τῆς Δίρκης τὰς εὐκάρπους χώρας ἐπιβαίνει: —MTA ἡ ὑγρασία: —M g A g γᾶς: —M g βοτανοτρόφους: —A g B g εὐκάρπους χώρας: —M i A g ἔνθα, φησὶν, ἐν Θήβῃ, τὸν Διόνυσον τῷ Διὶ ἡ Σεμέλη ἔτεκεν: —M i A g B ἐν τοῖς γάμοις τοῦ Διός: —M i A g κισσὸς ὃν περιστεφή ς: ὁ πανταχόθεν αὐτὸν στέψας.
sch Ph 651 [5] τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιέλιξεν: —MTAB ἄλλω ς: ὅντινα, Διόνυσον, κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας [frg. 18] ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ [καλυφθέν κισσῷ]· διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις: — MTAB περιειλούμενος: —M g A g κατασκιάζουσιν: —M g A g ὀλβίσας ἐνώτισ ε: μεγάλη γὰρ αὐτῷ δόξα τὸ τῆς παραδόξου σωτηρίας τέλος: —MTAB ὀλβίσας ἐνώτισε ν: αὐτὸν, τὸν Διόνυσον, αὐτὸς, ὁ κισσός: — MTAB τὸ τοῦ βακχεύειν καὶ χορεύειν τὰς Θηβαίας αἴτιον: —TAB πρὸς τὴν γραφὴν ὁ τόνος: —M g A g B g σκίρτημα: —M i A g καὶ γυναιξὶν εὐίοι ς: ταῖς περὶ τὸν Διόνυσον χορευούσαις καὶ τὸ εὐοῖ εὐάν ἐπιφθεγγομέναις: —MAB g μυστικαῖς: —M i A g ἔνθα φόνιος ἦν δράκω ν: ἔνθα, παρὰ τῇ Δίρκῃ, δεινὸς ὑπῆρχε δράκων, ὠμὸς τὴν φύσιν, φύλαξ ὑπὸ τοῦ Ἄρεως κατασταθεὶς τῆς Δίρκης πρὸς τὸ μηδένα ἀπ’ αὐτῆς ὑδρεύσασθαι: —MTAB Ἄρεος ὠμόφρων φύλα ξ: ὡς τὸ ‘βασιλέως ἄρχων‘, ἀντὶ τοῦ ὑπὸ τοῦ βασιλέως κατασταθεὶς ἄρχων: —MTAB g καὶ ῥέεθρα χλοερ ά: χλοητρόφα βοτανώδη.
sch Ph 659 [5] χλοερά δὲ εἶπε διὰ τὸ ἄνθη εἶναι ἐπ’ αὐτοῖς. λέγει δὲ περὶ τῆς Ἀρείας οὕτω καλουμένης πηγῆς: —MTA κόραισ ι: ταῖς κόραις τῶν ὀφθαλμῶν ταῖς πανταχοῦ περιαγομέναις: —MA g B g ἵνα μή τις ὑδρεύσῃ: —M i ὃν ἐπὶ χέρνιβα ς: ὅντινα, δράκοντα θηρίον ὄντα χαλεπὸν, ἐλθὼν ὁ Κάδμος ἐπὶ τὴν κρήνην τοῦ νίψασθαι ἕνεκα ἀπώλεσε λίθῳ, βαλὼν τῇ ἑαυτοῦ χειρί: —MTA χέρνιβα ς: ἀπὸ τοῦ χέρνιψ: —MTAB g ἐπὶ τὸ νίψασθαι τὰς χεῖρας.
sch Ph 662 [10] ἐβούλετο γὰρ θῦσαι τοῖς θεοῖς, ὅτι σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι τὴν πόλιν. ὁ μὲν οὖν Ἑλλάνικος [frg. 9] λίθῳ φησὶν ἀναιρεθῆναι τὸν δράκοντα, ὁ δὲ Φερεκύδης ξίφει: —MTAB μολὼν Κάδμο ς: ἕνεκα τοῦ πρὸς θυσίαν ὕδωρ λαβεῖν μολών. ἔθυε γὰρ τῇ Γῇ τὴν βοῦν: —MAB ὤλεσε ταῖς τῆς χειρὸς ῥίψεσιν: —M i A g ὀλεσίθηρο ς: τοῦ ἀπολέσθαι ἀξίου θηρός.
sch Ph 664 [5] ἢ ὀλεσίθηρος αὐτὸς ὁ Κάδμος ὁ τὸν θῆρα ὀλέσας: —MAB g βαλὼν ταῖς τῆς χειρὸς ῥίψεσιν: —M i A g B g δύναται τοῦτο τοῖς ἄνω συνάπτεσθαι, ἄμεινον δὲ πρὸς τὸ ἑξῆς: — M i A g B i δίας ἀμάτορο ς: ταῖς ὑποθήκαις τῆς ἐνδόξου Ἀθηνᾶς πεισθεὶς τῆς ἀμάτορος καὶ μὴ ἐκ μητρὸς γεννηθείσης: —MTA τοὺς ἐπὶ γῆς πεσόντας: —M g ἔρριψεν κατέσπειρεν: —M g δικὼν ὀδόντα ς: ἀντὶ τοῦ ἔδικεν ἐγκατέσπειρεν: —MTAB g ἄλλω ς : γαπετεῖς δικώ ν: μετοχὴ ἀντὶ ῥήματος: —MTAB g εἰς τὴν γῆν πίπτοντας ὑπὸ Παλλάδος φραδαῖσιν: —MTA εἰς τὰς εὐκάρπους χώρας: —M g ἔνθεν ἐξανῆκε γ ᾶ: ἔνθεν, ἐκ τῶν ὀδόντων, ἐξεκύησεν ἡ Γῆ ὁπλοφόρους ἄνδρας.
sch Ph 670 [10] εἰσὶ δὲ οὗτοι 〈οἱ〉 ἐξ αὐτῶν ὑπολειφθέντες· Πέλωρ, Ἐχίων, Οὐδαῖος, Χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν [frg. 1] καὶ Κρέων, ἀφ’ οὗ γέγονε ** : —MTAB ἄλλω ς: ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ [frg. 15] τὴν Ἀθηνᾶν ἐσπαρκέναι τοὺς ὀδόντας φησίν· ὁ δὲ Ἀνδροτίων [frg. 29] Σπαρτοὺς αὐτούς φησι διὰ τὸ ἀκολουθήσαντας αὐτοὺς ἐκ Φοινίκης Κάδμῳ σποράδην οἰκῆσαι· Ἀμφίλοχος [FHG IV p. 300b] δὲ διὰ τὸ ἐπεσπάρθαι τοῖς οἰκοῦσιν ἐν Θήβαις· Διονύσιος [frg. 2] δὲ ἔθνος Βοιωτίας φησὶν αὐτούς· ἔνιοι δὲ παῖδας Κάδμου αὐτούς φασιν ἐκ διαφόρων γυναικῶν πεντήκοντα τὸν ἀριθμὸν ὄντας: —MTAB συναπτέον: —M g θέαν: —M g A g B g τὴν πανοπλίας ὄψιν: —M g ὁ δὲ φόνος αὐτοὺς ὁ ὠμόφρων παρόσον οἱ φονεύοντες ὠμόφρονές εἰσιν: —M i A g πάλιν ξυνῆψε φίλᾳ γ ᾷ: οὗτοι δὲ, φησὶν, οἱ ἀναφανέντες ἐκ γῆς ὁμοῦ τῇ πανοπλίᾳ εὐθὺς ἅμα τῷ φανῆναι ἀλλήλους ἐφόνευσαν.
sch Ph 673 [5] τὸ οὖν νίν πρὸς τὴν ὄψιν ἀπέδωκε, τουτέστιν· αὐτὴν δὲ τὴν πάνοπλον ὄψιν τὴν ἀναδοθεῖσαν ἐκ γῆς ὁ κατ’ ἀλλήλων φόνος γενόμενος πάλιν εἰς γῆν κατήνεγκε. τὴν δὲ ὄψιν ὅταν λέγῃ, τοὺς ἄνδρας σημαίνει: —MTAB † πάλιν ξυνῆψ ε: τῇ δὲ γῇ πάλιν ξυνῆψεν αὐτοὺς, ὅ ἐστιν· ἡ αὐτὴ μήτηρ καὶ τάφος γέγονεν: —TA ἅ νιν εὐηλίοισι ν: ἥτις αὐτοὺς ταῖς τοῦ ἡλίου ἀκτῖσιν ἀνέδειξε καὶ ταῖς πνοαῖς τοῦ αἰθέρος: —MM g TA g τουτέστι· κατ’ ἀρχὴν εἰς φῶς αὐτοὺς ἤγαγεν: —M † ἅ νιν εὐηλίοισι ν: ἥτις αὐτοὺς κατ’ ἀρχὴν εἰς φῶς ἤγαγεν, ὡσεὶ ἔλεγεν· ἡ αὐτὴ μήτηρ καὶ τάφος.
sch Ph 674 τὸ δὲ νίν πάλιν πρὸς τὴν ὄψιν ἀπέδωκεν: —TA Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν: —MTAB ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς: —MM i TA g γράφεται βοαῖ ς: —M g σοί νιν ἔκγονος κτίσα ν: ἀντὶ τοῦ υἱός: —M ἔκγονο ς: Ἔπαφον λέγει τὸν Διὸς υἱόν.
sch Ph 682 [25] σοὶ οὖν, τῷ Ἐπάφῳ, ἔκτισαν τὰς Θήβας αἱ διώνυμοι θεαί: —M σοί νιν ἔκγονο ι: γράφεται καὶ σῷ νιν ἐκγόνῳ κτίσα ν, ἵν’ ᾖ· τῷ ἐκγόνῳ σου, Ἔπαφε, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδου μήπω τῶν μακρῶν εὑρημένων τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ε ἀντὶ τοῦ η καὶ τῶ ο ἀντὶ τοῦ ω . ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ι · δήμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ο εἰς τὸ ω ἐτάραξαν τὸ νοητόν: —MTAB ἄλλω ς : σοί νιν ἔκγονοι κτίσα ν: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων [frg. 48]· ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τὴν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσασθαι ἔμελλε, νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην: —MTAB ἄλλω ς: ἀντὶ τοῦ· ὁ σὸς ἔκγονος αὐτὴν ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾤκησαν. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός: —MTA ὁ νοῦς· κατακαλούμεθά σε, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπίνευσον. ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας· ὅθεν δικαίως ἂν σῴζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν σὸς ἔκγονος: —MTAB g † ἄλλω ς: ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αὑτῶν αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφασαν διὰ τὸ Φοίνικα ἀπὸ Ἰοῦς 〈τὸ〉 γένος κατάγειν. Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ: —T ἀντὶ τοῦ ἔνθα: —M i ᾇ διώνυμοι θεα ί: ἀντὶ τοῦ ὅπου.
sch Ph 683 [30] ἢ ἄρθρον πληθυντικὸν καὶ λείπει ὁ καί σύνδεσμος: —M ἄλλω ς: τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ‘ὀρεικτίτου συόσ‘ παρὰ Πινδάρῳ [frg. 313], ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον ἢ ἐπεὶ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ· καὶ οἱ Σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσεφόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται. ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεωτέρα: —MTAB † ἄλλω ς: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ αι , ἀλλ’ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐνταῦθα ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγεται, ὡς καὶ παρ’ Ὁμήρῳ [B 592] ‘ἐύκτιτον Αἰπύ‘, ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας. οὕτως· τῆς γὰρ γῆς ἀναδιδούσης τοὺς Σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο [διὰ τοῦτο] καὶ τούτους καθάπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσοντας αὐτῷ τὴν πόλιν, διὰ τοῦτο εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δ’ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ γῆς ἔνοπλοι· οἱ καρποί. ἄντικρυς τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν καὶ συμμάχων ἔχειν πλῆθος διὰ τὸ ἐπικουρεῖν καὶ παρέχειν τοῖς δεομένοις. ἢ τὸ ἔνοπλον δηλοῖ τὸ ἀσφαλὲς τοῦ καρποῦ καὶ οὔποτε τὴν πόλιν ἐπιλεῖψον. εἰκότως οὖν ἂν νομίζοιντο αἱ θεαὶ αὗται συνῳκικέναι τὴν πόλιν, ἐπεὶ τὸ ἀναγκαιότατον τῶν ἐν ἀνθρώποις παρέσχον, τὸν σῖτον: —TA γράφεται καὶ πυροφόρου ς: —M g πυροφόρους θεά ς: τοῦτο πρὸς τὸ ἄνω ληπτέον, τουτέστιν· ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ.
sch Ph 687 [5] πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπεὶ δᾳδουχίαι αὐταῖς γίνονται τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταὐτό: —MTAB ἀμῦναι τᾷδε γ ᾷ: βοηθῆσαι τῇδε τῇ χώρᾳ.
sch Ph 688 [5] ἢ οὕτως· ἀμῦναι τᾷδε γ ᾷ, ἀντὶ τοῦ ἀμύνετε. [τουτέστιν] ἀντὶ τοῦ ἀμείβεται, ὡς καὶ Θουκυδίδης [Ι 42]· ‘ἀξιούτω τοῖς ὁμοίοις ἡμᾶς ἀμύνασθαι‘, τουτέστιν· οἶδεν εὐχαριστεῖν ταῖς θεαῖς ἡ χώρα εἰ εὐεργετήσουσιν αὐτήν: — MTA γράφεται καὶ ἀμύνεται δὲ γ ᾶ, ὅ ἐστιν· ἱκανή ἐστιν ἡ πόλις ἀμείψασθαι τὰς εὐεργεσίας: —MTAB i εὔκολα: —M g A g † χώρει σὺ καὶ κόμιζ ε: τραγῳδεῖ ὁ Ἐτεοκλῆς: —AB g δεῖ νοεῖν, ὅτι τοῦ χοροῦ ᾄδοντος ἔσω ἦν ὁ Ἐτεοκλῆς· νῦν δὲ ἔξεισιν οἰκέτῃ ἐπιτάσσων καλέσαι τὸν Κρέοντα: —AB i συγγενῆ: —M g A g δημόσια: —M g A g ἀντὶ τοῦ συμβουλεύσασθαι καὶ ἀνακοινώσασθαι: —M g A g B i εἰς παράταξιν πολέμου: —M g TA g κατὰ τὸ σιωπώμενον εἶδεν αὐτὸν ἐρχόμενον· διὸ καὶ ἐπιφέρει ὁρῶ γὰρ αὐτό ν: —M g ἀπαλλάσσει παύει: —M i TA g ἀντὶ τοῦ ἄρα: —M g περισπαστέον τὸ ἦ, ἀντὶ τοῦ ὄντως: — M g A g κύκλῳ: —M g A g τὰ συστήματα τῶν φυλάκων: —M i TA g B i περιφραστικῶς· σὲ ζητῶν: —M i A g B i πολύ: —M g A g ἀτελεῖς: —M g A g ὅτε: —M g ὡς εἰς λόγους συνῆψ α: ἡνίκα συνέτυχον: —MTA ἄλλω ς: ἐλθὼν εἰς λόγους τῷ Πολυνείκει πολὺ εὗρον ἀτελεῖς τὰς διαλλαγὰς ἡμῶν.
sch Ph 702 [5] ἢ οὕτως· πολλῷ λειπομένας τὰς συμβολὰς εἰς τὸ γενέσθαι εὗρον δοκῶν διαλλάττεσθαι πρὸς Πολυνείκην ὥστε ὑπολείπεται τὸ πολεμεῖν: —MTAB i συνέβαλον συνῆλθον: —M g A g ὑπὲρ τὰς Θήβας: —M i A g B g οἷον· ἤκουσα αὐτὸν, τὸν Πολυνείκην, μειζόνως φρονεῖν τῶν Θηβῶν: —M i A g τῇ ἐπιγαμβρίᾳ: —M g A g Ὅμηρος [Ρ 514]· ‘ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται‘: —M g A g B i ἀναθέντα ἐξάψαντα: —M g ἐν μέσῳ: —M g A g B g ἥκει τις αἰχμάλωτο ς: ἴσως κατάσκοπος ληφθεὶς νύκτωρ σταλείς: —MA g B i πολιορκήσειν μέλλειν κύκλῳ τὸν Ἀργείων στρατόν: —M i TA g περιβαλεῖν πολιορκήσειν κυκλώσειν: —M g ἐκκομιστέον: —M g A g ἐξοιστέον τἄ ρ ’ ὅπλ α: ἀνάγκη τῇ πόλει ἐξενεγκεῖν ὅπλα: —MTB ἄλλω ς: οὐκοῦν δέον καὶ τὰς Θήβας ἐξενεγκεῖν ὅπλα καὶ παρατάττεσθαι: —MTB οὐχ ὁρᾷ ς: οὐ λογίζῃ: —MM g A g ἐρωτηματικῶς τοῦτο ἀναγνωστέον.
sch Ph 713 [5] οὐκ ἐᾷ δὲ αὐτοὸν ἐξελθεῖν: —MB i οἷον· ὡς ταχέως ὀφείλοντας μάχεσθαι: —M i A g οἱ Ἀργεῖοι πολλοί: —M g A g ἐγᾦδα κείνου ς: ἐγὼ δὲ οὐ ψηφίσω ἐκείνους τοὺς ὄντας θρασεῖς ἐν λόγοις καὶ οὐκ ἔργοις: —MTA γράφεται ἐγᾦδ α, ἵν’ ᾖ οὕτως· ἐγὼ οἶδα ἐκείνους θρασεῖς ὄντας τοῖς λόγοις καὶ οὐκ ἔργοις: —M g προπετεῖς προχείρους.
sch Ph 716 ἀλλ’ οὐκ ἔργοις: —M i T ἔχει τι ν ’ ὄγκον Ἄργο ς: ὅ ἐστιν· ὑπολήψεις ἔχει παρὰ τοῖς Ἕλλησι.
sch Ph 717 [5] τινὲς δὲ τὸ Ἄργος Ἑλλήνων τὸ Ἑλληνικὸν Ἄργος, ἵνα πλεονάζῃ ἡ παρ ά. ὁ δὲ νοῦς· ἔχει τινὰ δύναμιν τὸ Ἑλληνικὸν Ἄργος: —MTAB ὑπερηφανίαν φρόνημα: —M g οἷον· ταχέως πληρώσω τὰ ἡμῶν πεδία τοῦ αἵματος αὐτῶν: — M i A g τουτέστι· τῷ αὐτῶν φόνῳ τὸ ἐμὸν πεδίον πληρώσω: —M i B i ἀντὶ τοῦ ὄντως: —M g A g B g † ὡς οὐ καθέξ ω: καὶ δὴ οὐ καθέξω τὸν στρατὸν ἔσω τῶν τειχῶν: —A καὶ μὴν τὸ νικᾶν ἐστι 〈πᾶν〉 εὐβουλί α: ἐν παντὶ τὸ νικᾶν ἐστιν εὐβουλίας· ὅθεν ἐκεῖνός φησιν· εἰ οὖν εὐβουλίας ἐστὶ τὸ νικᾶν, βούλει ἑτέραν μέθοδον μετέλθω: —MTA ἄλλω ς: τὸ κεφάλαιόν ἐστι τὸ νικᾶν· καθέξεις οὖν ἢ οὐ καθέξεις, περὶ τοῦ νικᾶν σκόπησον: —MTA ἄλλω ς: οὐ τοσοῦτον ἐν δυνάμει τὸ νικᾶν ὅσον ἐν εὐβουλίᾳ καὶ συνέσει: —MTAB βούλει τράπωμα ι: θέλεις βουλευσώμεθα.
sch Ph 722 γνώμας: —MTA g προφάσεις αἰτίας βουλευμάτων: —MTB i πορευθῶ: —M g εἰ νυκτὸς αὐτοῖ ς: λείπει τὸ περιεσόμεθα.
sch Ph 724 ἐρωτηματικὸς ὁ λόγος: —MTAB i εἰ νυκτὸς αὐτοῖς ἐπέλθοιμεν ἵνα ἐξ ἐνέδρας αὐτοὺς λάβωμεν, περιγενησόμεθα: —MTA τοῦτο ποίει, εἴπερ σφαλεὶς δύνασαι ὑποστρέψαι ὧδε: —M i A g B i ἀποτυχών: —M g B g ἴσον φέρει νύ ξ: ἑκατέρῳ μὲν στρατεύματι ἐπίσης ἐμποδίζει τὸ τῆς νυκτὸς σκότος, τοῖς μέντοι προεπιτιθεμένοις πλέον τι παρέχει πρὸς νίκην τὸ ηὐτρεπίσθαι.
sch Ph 726 [5] ἢ οὕτως· καὶ τοῖς ἐπιχειροῦσι καὶ τοῖς ἐπιχειρουμένοις ἴσον παρέχει ἡ νὺξ ἐμπόδιον, τοῖς δὲ τολμηροτέροις τὴν νίκην χαρίζεται: —MTAB ἐνδίδωσιν: —M g A g ἐνδυστυχῆσα ι: ἡ ἐν ἀντὶ τῆς κατά.
sch Ph 727 ὁ δὲ νοῦς· δυστυχῆσαι κατὰ τὸ τῆς εὐφρόνης κνέφας δεινόν: —MTAB Ὅμηρος [Ρ 647]· ‘ἐν δὲ φάει καὶ ὄλεσσον‘: —M g TAB ἀλ λ ’ ἀμφὶ δεῖπνο ν: εἰ δειπνοῦσιν αὐτοῖς ἐπέλθοιμεν, ἔκπληξις ἂν καὶ ταραχὴ γένοιτο· οὐ μέντοι νίκην ἐπιφέρει τὸ τοιοῦτον πρᾶγμα· δεῖ δὲ νικᾶν: —MT ἔκπληξις ἂν γένοιτ ο: ἀντὶ τοῦ· ταραχὴ γίνεται αὐτοῖς, οὐ μέντοι ἧττα, ἐπεὶ εἰκὸς αὐτοὺς ἐνόπλους δειπνεῖν: —MTAB νικῆσαι δὲ χρεία: —M g A g βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖ ν: τοῦτό φησιν ὡς συντιθέμενος καὶ ἐπαινῶν· οὐ δεῖ [ἐξαίφνης] ἐπιθέσθαι, μή πως ἐξαίφνης τροπῆς γενομένης καθ’ ἡμῶν φεύγοντες περᾶν τὸν ποταμὸν βαθὺν ὄντα οὐ δυνησόμεθα.
sch Ph 730 [5] Δίρκη δὲ ποταμὸς ὁμώνυμος τῇ κρήνῃ: —MTAB ἄλλω ς: οὐκ ἔστιν ἡμῖν εὐχερὲς ἀναχωρῆσαι διὰ τῆς Δίρκης οὔσης βαθείας καὶ ἐπειγομένοις, ἀλλὰ δύσκολον: —MTA πολὺς τὸ διάστημα: —M g ἅπαν κάκιο ν: ἀντὶ τοῦ δεύτερον: —MTA πᾶν ὁτιοῦν τοῦ φυλάττειν ἀκριβῶς χεῖρόν ἐστιν: —MTAB ὅ ἐστι· φύλαττε σαυτόν.
sch Ph 731 τοῦ γὰρ φυλάσσεσθαι καλῶς πᾶν ὁτιοῦν ἀσθενέστερόν ἐστιν: —MTA τί δ’ , εἰ καθιππεύσαιμεν Ἀργείων στρατό ν: τί δὲ ἄρα πλέον ἡμῖν ἔσται, εἰ πάντες ἐφ’ ἵπποις συνέλθωμεν κατ’ αὐτῶν: — MTAB ἠσφάλισται: —M g A g πολεμίοις δώσω πόλι ν: ἀγανακτῶν δυσχεραίνει.
sch Ph 734 ἐπεὶ πάντα ὅσα εἶπεν ἀπεδοκίμασε, φησί· θέλεις οὖν προδῶ τὴν πόλιν: — MTAB φροντίς: —M g A g ἕπ τ ’ ἄνδρας αὐτοῖ ς: τὸ ἑξῆς· ἕπτ’ ἄνδρας ἐν αὐτοῖς φασι λόχων ἀνάσσειν: —MTAB τί προστετάχθαι δρᾶ ν: τί προστετάχθαι φασὶ τοὺς ἑπτὰ ἄνδρας δρᾶν: —MTB i οἱ ἄνδρες ὀλίγοι εἰσί.
sch Ph 738 τῶν ἑπτά: —M i τῶν τάξεων ἄρχειν: —M g A g ἑπτὰ προσκεῖσθαι πύλαι ς: λείπει ὁ καί· καὶ ἐπέρχεσθαι ταῖς ἑπτὰ πύλαις: —MM g ἀπορίαν γὰρ οὐ μεν ῶ: οὐ μενῶ, φησὶν, ἕως εἰς ἀπορίαν καὶ ἀμηχανίαν ἐμπέσω: —MB i ἐπ’ αὐτοὺς ἑπτὰ ἄνδρας αὐτὸς ἑλοῦ: —M g ἐπίλεξαι: —M g πότερον, φησὶ, κρίνω τοὺς ἑπτὰ τῶν λόχων ἄρχειν ἢ ἰδίᾳ μονοστόλου δορός, ὅ ἐστιν· εἷς πρὸς ἕνα οἱ ἑπτὰ πρὸς τοὺς ἑπτά: —MT † πότερον, φησὶ, προκρίνω ἑπτὰ ἄνδρας τῶν τάξεων ἄρχειν ἢ εἷς πρὸς ἕνα οἱ ἑπτὰ κατ’ ἰδίαν περιεσταλμένοι δόρασιν: —B λόχων προκρίνα ς: τὸ ἑξῆς· λόχων ἀνάσσειν: —MT ἐπιλέξας τοὺς ἰσχυρούς: —M g βοηθεῖν πρὸς τὰς ἀναβάσεις τῶν τειχῶν: —M g προσαμβάσει ς: ἐπαναβάσεις.
sch Ph 744 ὅ ἐστιν· ἀποσοβεῖν τῶν τειχέων τὰς ἐπαναβάσεις: —TAB καὶ ξυστρατήγου ς: στρατηγοὺς ἑτέρους μετὰ τῶν ἑπτά.
sch Ph 745 [5] καθ’ Ὅμηρον γὰρ [Κ 224] ‘σύν τε δύ’ ἐρχομένω, καί τε πρὸ ὃ τοῦ ἐνόησεν‘: —MTAB ὑπασπιστάς: —M g A g εἷς δ ’ ἀνή ρ: οἷον· μὴ μόνον τοὺς ἑπτὰ στρατηλάτας στῆσον, ἀλλὰ καὶ ἄλλους σὺν αὐτοῖς· εἷς γὰρ ἀνὴρ τῶν στρατηλατῶν οὐ δύναται 〈πάντα〉 θεωρῆσαι, ἀλλὰ βοηθοὺς παράσχε ἑκάστῳ: —MTA γράφεται καὶ θράσε ι: —M g T λείπει ἡ ἐν, ἵν’ ᾖ· ἐν θάρσει ἐπιλεξάμενος: —M g T γενναίους ἢ φρονίμους: —M g T χωρισθέν: —M g A g ἀσθενές: —M g γελοίως τοῦτό φησιν ὡς μὴ ὢν νῦν ἐν πόλει: —M g B στρατηγούς: —M g A g ἀντιπαρατάξας: —M g A g ὄνομα δ ’ ἑκάστο υ: πεφύλακται τὰς ὀνομασίας αὐτῶν εἰπεῖν, ὥς φησι Δίδυμος, διὰ τὸ ὑπὸ Αἰσχύλου εἰρῆσθαι ἐν τοῖς Ἑπτὰ ἐπὶ Θήβας: —MTAB ἄλλω ς: οὐκ ὀφείλομεν ἑκάστου καταλέγειν τὸ ὄνομα τοῦ πολέμου ἐπείγοντος: —MTAB μὴ ἐμποδίζωμεν τὸ τῶν χειρῶν ἔργον, τουτέστι τὸν πόλεμον: —M g B ἀντίπαλον: —M g A g B g ἐξ ἐναντίας σταθέντα: —M g A g B i γράφεται καὶ ἐλθεῖ ν: —M g χειρώσασθαι: —M g γράφεται μάχης ἔχειν δόρ υ: —B g κτανεῖν θ ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμή ν: ταῦτα κατ’ εὐχήν [ἐγένετο]· καὶ γένοιτό μοι ἐξ ἐναντίας λαβεῖν τὸν ἀδελφόν μου καὶ φονεῦσαι: —MTA γράφεται φίλη ν: —B i τῆς ἐκ τοῦ σοῦ αἵματος.
sch Ph 758 [5] ἀνεψιὰ αὐτοῦ ἦν πρὸς μητρός: — M g A g διαμάρτω ἀποτύχω: —M g A g σοὶ χρὴ μέλεσθα ι: τοὺς γάμους σοὶ χρὴ μέλεσθαι: —MTA ἄλλω ς: τοὺς γάμους σοὶ χρὴ εἶναι ἐν φροντίδι: —MTA προσήκει φροντίζειν: —MTA τὴν δόσιν τ ’ ἐχέγγυο ν: καὶ τὴν τοῦ γάμου ἔκδοσιν ἀσφαλῆ: — MTA ἀντὶ τοῦ· ἐπιβεβαιοῦ τὴν ἐπαγγελίαν τοῦ γάμου: —M g A g ὁ δέ ἀντὶ τοῦ δή: —M g A g μακρολογεῖν: —M g A g καὶ εἰς τὴν ἐμὴν χάριν: —M g A g B g ἀμαθίαν ὀφλισκάνε ι: οἷον· ἀμαθής ἐστι καὶ ἄνους ὁ Οἰδίπους: —MM i A g ἄλλω ς: εἰς ἑαυτὸν χρεωστεῖ μωρίαν, ἀντὶ τοῦ αὐτὸς ἑαυτοῦ καταγνοίη μωρίαν: —MTAB † ὡς εἴ τις εἴποι· ὁ δεῖνα εἰς τόνδε δίκην χρεωστεῖ: —TAB ἡμᾶς δ ’ ἀραῖσι ν: καὶ ἡμῖν αἴτιος θανάτου γένηται ὅσον ἐπὶ ταῖς ἀραῖς, ἐὰν συμβῇ αὐτὰς ἰσχῦσαι.
sch Ph 765 τὸ γὰρ ἢν τύχῃ τοῦτο δηλοῖ: —MTAB ἓν δ ’ ἡμῖν ἀργόν ἐστι ν : ἀργόν ἄπρακτον καὶ παραλελειμμένον.
sch Ph 766 [5] ὀφεῖλον γενέσθαι μὴ γενόμενον: —MTAB ἄλλω ς: ἐκεῖνο, φησὶ, μόνον ἡμῖν παραλέλειπται, τὸ παρὰ τοῦ μάντεως ἀκοῦσαι περὶ τούτων. εἰωθότες γὰρ οἱ ἄνθρωποι ἐν ταῖς εὐπραγίαις καταφρονεῖν μαντικῆς ἐν ταῖς συμφοραῖς ἐπὶ τοὺς μάντεις καταφεύγουσιν: —MTAB τὰ τοῦ θεσφάτου: —M g A g B i τῷ αὐτῷ ὀνόματι καλούμενον: —M g A g B i λαβόντα πέμψ ω: ὡς τοῦ Μενοικέως ἐν τῷ στρατοπέδῳ ὄντος τοῦτό φησιν: —MTAB ἄλλω ς: ἐγὼ δὲ τὸν παῖδά σου πέμψω δεῦρο λαβόντα τὸν Τειρεσίαν: —MTAB ἐνέγκαι: —MTA ὥστε μέμψασθαί μοι ἔχειν: —M g B i τοῖς πολίταις: —M g B g ἐντέλλομαι: —M i T τὸ ἐπισκήπτω ἀπὸ κοινοῦ: —M i TB i ἤνπερ κρατήσῃ τἀμ ά: ἐὰν ἡ ἐμὴ δύναμις φονεύσῃ [καὶ νικήσῃ] τὸν Πολυνείκην: —MTAB i οὐ χρὴ ταφῆναι αὐτὸν ἐν ταύτῃ τῇ γῇ: —A συγγόνων νῦν: —M g A g κἂν φίλων τις ᾖ: διὰ τούτου προαναφωνεῖ τὰ κατὰ τὴν ἀδελφήν: —MB i ἐκφέρετε τεύχ η: ἀσπίδας.
sch Ph 779 [5] πάνοπλα δὲ ἀμφιβλήματα τὰ ἐνδύματα πάντα τὰ τὸν ἄνθρωπον ὁπλίζοντα, λέγει δὲ θώρακα, περικεφαλαίαν, κνημῖδας. οἱ δὲ [γράφουσι] τὰ σάγματα: —MTAB † ταῦτά τινες εἴδη δορατίων φασί. τουτέστι τὰ ἑκατέρωθεν βαλλόμενα: —B i σὺν δίκη νικηφόρ ῳ: ἑαυτὸν γὰρ δίκαιον ᾤετο ἀμυνόμενος περὶ πάτρης, ἐκεῖνον δὲ ἀσεβῆ κατὰ πατρίδος στρατευόμενον.
sch Ph 781 καὶ Ὅμηρος [Μ 243]· ‘εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ πάτρησ‘: —MTAB τῇ φερούσῃ μοι τὴν νίκην: —M g τῇ δ ’ Εὐλαβεί ᾳ: σωματοποιεῖ τὴν Εὐλάβειαν· Ὅμηρος [Λ 37]· ‘Δεῖμός τε Φόβος τε‘.
sch Ph 782 τῇ δ’ Εὐλαβείᾳ εὔχονται, ἵνα αὐτοὶ ἀφόβως ἐπέλθωσιν. ἢ ἵνα τοῖς πολεμίοις φόβον ἐμβάλῃ: —MTAB ὦ πολλῶν καμάτων μεστὲ Ἄρες: —M g A g ὦ πολύμοχθος Ἄρη ς: ἔδει· ὦ πολύμοχθε Ἄρες.
sch Ph 784 [5] Ἀττικὴ δέ ἐστιν ἡ κλίσις: —MTAB i τί δήποτε: —M g A g ἀντὶ τοῦ χαίρεις: —M g B g οὕτως· ἐναντίος ὢν ταῖς τοῦ Διονύσου ἑορταῖς.
sch Ph 785 [5] καὶ παρηλλαγμένην μοῦσαν ἔχων, τουτέστι· ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος κατὰ τὴν μοῦσαν. ἐν γὰρ εἰρήνης καιρῷ τὰ Διονύσια ἄγονται: —MTA παράμουσος ἑορταῖ ς: ἐναντίος, οὐ τὴν αὐτὴν μοῦσαν ἔχων, ταῖς τοῦ Βρομίου ἑορταῖς ἀσύμφωνος: —MTAB ἄλλω ς: ἀσύμφωνος, ὡς καὶ τὴν ἄνοιαν παράνοιάν φασιν. οὐ συνῳδὸς, ἀλλ’ ἀλλότριος: —MTAB ἀνάρμοστος ταῖς ἑορταῖς τοῦ Διονύσου: —M i A g τῆς νεανικῆς ἀκμῆς: —M i νεάνιδος ὥραι ς: ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου.
sch Ph 786 [5] τὸ δὲ ἑξῆς· οὐ μέλπῃ ** τουτέστιν· οὐκ ᾄδεις οὐδὲ ὑμνεῖς ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς οὐδὲ αὐλῶν μέλεσι χορεύεις ἀνασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς: —MTA ἄλλω ς: τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου: —MTAB τὸν πλόκαμον ἀναπλώσας: —M g βόστρυχον ἀμπετάσα ς: διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ.
sch Ph 787 [15] ἔνιοι δὲ νεάνιδος ὥρας τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος: —MTAB ἄλλω ς: οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραι ς, ἐπὶ ὥραις νεάνιδος: —MTAB ἀμπετάσα ς: ἐπανασείσας τὸν πλόκαμον ὥσπερ ὁ Διόνυσος. ἡ κατά ἀντὶ τῆς πρός, πρὸς πνεύματα, ὅ ἐστιν ἀπηχήματα τοῦ αὐλοῦ: —MTAB † λωτο ῦ: πάνυ ἡδέως λωτὸν ἐκάλεσε τὸν αὐλόν. λωτὸς γὰρ τὸ γλυκοκάλαμον· ἀλλὰ καὶ ὁ αὐλὸς [καὶ] κάλαμος μὲν, ἀλλὰ καὶ γλυκὺς διὰ τὴν τοῦ μέλους ἡδύτητα: —A † ἄλλω ς: λωτὸν ἐνταῦθα τὸν αὐλόν. σημειωτέον δὲ ὅτι καὶ τὸ λο μικρὸν γράφεται πρὸς ἀντιδιαστολὴν τοῦ λωτοῦ, τῆς βοτάνης: —A μέλπῃ μοῦσα ν: οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας τὸν βόστρυχον κατὰ πνεύματα τοῦ λωτοῦ: —MM i TA τοῦ αὐλοῦ: —M i γράφεται μέλπ ῃ: —M g μοῦσα ν: ᾠδήν: —MA οὐ τοιαύτην, φησὶν, ἔχεις μοῦσαν, ἐν ᾗ χάριτές εἰσι χορείας αἴτιαι γενόμεναι.
sch Ph 788 [5] ἢ οὕτως· οὐ μέλπῃ τοιαύτην ἔχων μοῦσαν, ἐν ᾗ χάριτές εἰσι 〈χοροποιοί〉, τουτέστι ποιητικαὶ εἰρήνης: —MTA γράφεται καὶ μελοποιο ί: —M g B g ἀλλὰ σὺν ὁπλοφόροι ς: τοῦτο μὲν οὐ ποιεῖς, ἀλλὰ τόδε.
sch Ph 789 [10] τὸ ἑξῆς· ἀλλὰ προχορεύεις: —MTA ἄλλω ς: σὺ δὲ, φησὶν, ὦ Ἄρες, ἀνασκιρτᾷς σὺν ὁπλοφόροις ἀνδράσι καὶ χορεύεις χορείαν ἄτοπον τὸν Ἀργείων στρατὸν παροξύνας κατὰ τοῦ τῶν Θηβαίων αἵματος: —MTA ἄλλω ς: ἀλλὰ σὺν ὁπλοφόροις κῶμον ἀναυλότατον προχορεύεις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβης, τουτέστι τῷ γένει τῶν Θηβαίων. Ὅμηρος [δ 611]· ‘αἵματος εἶς ἀγαθοῖο, φίλον τέκοσ‘: —MTAB † ἄλλω ς: ἀλλὰ σὺν ὁπλοφόροις Θήβαις στρατὸν Ἀργείων ἐπιπνεύσας, ὅ ἐστιν ἐνθουσιάσας ἑκάτερον στράτευμα καὶ κατόχους αὐτοὺς ποιήσας, [ἑαυτοῦ] αἵματι κῶμον ἀναυλότατον προχορεύεις, ὅ ἐστι· προκαλῇ αὐτοὺς εἰς ἄμουσον κῶμον σὺν αἵματι. λέγει δὲ τὸν πόλεμον: —TAB παροξύνας ἐκμήνας: —M i κῶμον ἀναυλότατο ν: κακόαυλον: —MM g ἐκμελῆ καὶ ἄμουσον.
sch Ph 791 [5] σάλπιγξ γάρ ἐστιν ὁ πολεμικὸς αὐλός: — MAB κῶμος εἶδος ὀρχήσεως: —MA g B i προχορεύει ς: ἡ προ πλεονάζει, ὡς τὸ [Β 493]· ‘νῆάς τε προπάσασ‘. ἀντὶ τοῦ κωμάζεις: —MTAB οὐ δ ’ ὑπὸ θυρσομανε ῖ: οἷον· οὐ χορεύεις μετὰ κλάδων καὶ δερμάτων ἐλαφείων, ἀλλὰ ἁρμάτων ἐπιβαίνων καὶ ἵππων τετραπόδων παρὰ ταῖς ὄχθαις τοῦ Ἰσμηνοῦ ποταμοῦ ταῖς ἱππικαῖς χορείαις ἀνασκιρτᾷς ἐπεγείρας καὶ παροξύνας τὴν γένναν τῶν Θηβαίων τοῖς Ἀργείοις τὸν χορὸν τὸν φέροντα καὶ σείοντα τὰς ἀσπίδας ἐξ ἐναντίας κοσμήσας τῷ σιδήρῳ: —MT ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν τῷ μανίαν ἐμποιοῦντι θύρσῳ: —M g οὐ δ ’ ὑπὸ θυρσομανε ῖ: ἀντὶ τοῦ μετὰ θυρσομανοῦς.
sch Ph 792 [15] λέγει δὲ τοῦ Διονύσου. ἡ ὑπό ἀντὶ τῆς σύν· σὺν θυρσομανεῖ Διονύσῳ· ὅπερ καὶ ἄμεινον: —TAB νεβρίδων μέτ α: νεβρίς ἐστι δέρμα ἐλάφου κατάστικτον ὃ φοροῦσιν οἱ βακχευταί. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες ποικίλον αὐτὸ ποιοῦσιν, οἱ σώφρονα μανίαν μαινόμενοι τῷ καταστίκτῳ τῆς νεβρίδος σοφίζονται τῆς μανίας τὸ σχῆμα: —MTAB δινεύει ς: οὐδὲ χορεύεις, φησὶν, ὑπὸ θυρσομανεῖ, τῷ κώμῳ, μετὰ νεβρίδων, ἐν ἅρμασι καὶ ἵπποις ἀναστρεφόμενος. τουτέστιν· οὐ νεβρίδας ἔχων καὶ θύρσους, ὥσπερ οἱ τοῦ Διονύσου χοροὶ, δινεύεις καὶ περιχορεύεις, ἀλλ’ ἅρμασι καὶ ἵπποις ἐπιβαίνεις. ἅρμασι δὲ τοῖς τετραπόδοις, ἅρμασιν οἷς τετράποδα ὑπέζευκται: —MTA λείπει τὸ ἀλλά: —M g χαλινῶν.
sch Ph 793 [15] ἀντιπτώσεις δέ εἰσι· σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τετραβαμόνων, ἢ τετραπόδων: —M i TAB i † ἄλλω ς : ψαλίω ν: τῶν ἵππων, παρὰ τὸ ψᾶσθαι αὐτοὺς λίαν ἤτοι τιθασεύεσθαι. τῇ γὰρ ἐπαφῇ τῶν χειρῶν οἱ ἵπποι συχνῶς καταψώμενοι τιθασοὶ λίαν γίνονται, ὥστε † οὔτε χρὴ δὴ λέγεσθαι ψάλιον ἵππον. διαφέρουσι δὲ αἱ λέξεις, ἡ ψάλιος καὶ τὸ ψέλλιον. σημαίνει γὰρ ἡ μὲν τὸ τιθασευόμενος ἵππος, ἡ δὲ πᾶν τὸ ἐπιτιθέμενον ἵπποις εἰς κόσμον καὶ δυνάμενον ἐν τῇ κινήσει ψελλισμὸν, ἤτοι ψιθυρισμὸν, ἀποτελεῖν: —A † οὕτως συντάξεις τὸ ὅλον χωρίον· οὐ δινεύεις καὶ στρέφεις μώνυχα πῶλον μετὰ νεβρίδων καὶ ἐλαφείων δερμάτων ὑπὸ τῷ θυρσομανεῖ καὶ χαίροντι τοῖς θύρσοις καὶ νάρθηξι Διονύσῳ, ἀλλὰ δινεύεις καὶ στρέφῃ ἐν ἅρμασι καὶ τετραβάμοσι τῶν ψαλίων καὶ τῶν ἵππων, ἤτοι τετρώρῳ ἵππῳ: —A μεταπλασμός· ἀπὸ τοῦ μονόνυχον μώνυχα: —M i A g Ἰσμηνοῦ τ ’ ἐπὶ χεύμασ ι: ἡδὺ μὲν καὶ χαρίεν οὐδὲν πράττεις, ἐπιβαίνων δὲ τοῖς χεύμασι τοῦ Ἰσμηνοῦ σὺν ἅρμασι καὶ ψαλίοις μονονύχων πώλων τῇ ἱππικῇ ἐκμαίνῃ: —MTAB ἱππικαῖς ὁρμαῖς.
sch Ph 794 [5] ἢ ἐπιστήμαις: —M i A g βακχεύεις ὁρμᾷς διατρέχεις ταχύνεις καὶ ἀναπηδᾷς: —M i A g κατὰ τῶν Ἀργείων ἐνόπλους παροξύνας τοὺς Θηβαίους: —M i A g ἐπιπέμψας, παροξύνας τοὺς Θηβαίους καὶ ἐξ ἐναντίας αὐτοὺς στήσας τοῖς Ἀργείοις. ἀπὸ δὲ τοῦ ἐναντίου νῦν εἶπεν· ἐν γὰρ τοῖς ἀνωτέρω τοὺς Ἀργείους εἶπε παρωξύνθαι κατὰ τῶν Θηβῶν, τοῦτο δέ φησιν ὡς τοῦ Ἄρεως ἑκατέρους παρορμήσαντος κατ’ ἀλλήλων: —MTAB τῶν Θηβαίων γένος: —M g A g Σπαρτῶν γέννα ν: τοὺς Θηβαίους· οἱ γὰρ περιλειφθέντες ἐκ τῶν σπαρτῶν ὀδόντων τοῦ δράκοντος τῶν ἑξῆς πάντων εἰσὶ πρόγονοι: —M i TA ἀσπιδοφέρμονα θίασον ἔνοπλο ν: ποιεῖς δηλαδὴ θίασον ἀσπιδοφέρμονα: —MTA ἄλλω ς: ἀντὶ τοῦ ἀσπιδοθρέμμονα· φέρσαι γὰρ τὸ θρέψαι· τὸν ἐν ἀσπίδι τραφέντα, τουτέστι τὸν σπαρτὸν λαὸν τὸν πολεμικόν.
sch Ph 795 [15] παραγώγως, ἀντὶ τοῦ ἀσπιδηφόρον: —TAB ἄλλω ς: ὁ νοῦς οὕτως· κοσμήσας χορὸν οὐ θυρσοφόρον, ἀλλ’ ἀσπιδοφέρμονα, οὐ συνθιασώτην καὶ σύγκωμον χορὸν, ἀλλ’ ἀντίπαλον, οὐ κισσῷ κοσμήσας, ἀλλὰ χαλκῷ. εἰ δὲ ἦν ἐπὶ Διονύσου, οὕτως ἂν ἔφη· θυρσοφόρον θίασον σύγκωμον κατὰ σύμφυτα ὄρη κισσῷ κοσμήσας οὐ κατὰ τείχη: —MTAB † ἄλλω ς: κυρίως θίασος ὁ τοῦ Διονύσου χορὸς λέγεται ὁ μετὰ νεβρίδων ἐκείνῳ συγχορεύων. διὰ τοῦτο ἐνταῦθα ἀντίπαλον θίασον καὶ ἀσπιδοφέρμονα καὶ ἔνοπλον τοὺς Ἀργείους καλεῖ τοὺς σὺν τῷ Ἄρει τὴν ἔνοπλον χορείαν ποιουμένους: —A ἀντιστήσας θίασον ἔνοπλον τῇ Σπαρτῶν γέννᾳ: —M i A g ἀντιπαραταττόμενον: —M g A g τουτέστιν ὁπλίσας: —M g A g ἦ: τοῦτο καθολικόν· ὄντως δεινὴ θεὸς ἡ Ἔρις: —M g A g B i τοῖς Θηβαίοις· πρόγονος γὰρ αὐτῶν ὁ Λάβδακος: —M i B i ὦ ζαθέων πετάλω ν: ὦ νάπος τῶν ζαθέων πετάλων.
sch Ph 801 [5] νάπος πετάλων τὸ σύμφυτον ὄρος. τὸ ἑξῆς· ὦ Κιθαιρὼν πολυθηρότατον ὄρος σύμφυτον· τοῦτο γὰρ δηλοῖ νάπος πετάλω ν: —MTAB ἄλλω ς : ζαθέω ν: μεγάλων φύλλων. ἢ θείων, ὥσπερ φαμὲν θεῖον τόπον διὰ τὸν ἐν αὐτῷ θεόν. λέγονται γὰρ ἐν αὐτῷ ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις κεκοσμῆσθαι: —MTAB ὑπὸ φύλλων πεπλεγμένον: —M i A g ὄμμα Κιθαιρὼ ν: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη.
sch Ph 802 [5] καὶ ἔστιν ὅραμα ** ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα. πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς Ἄρτεμις ὑπάρχει: —MTAB ἄλλω ς: ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρών, ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν. ἢ ἁπλῶς ἐκπρεπέστατον χρῆμα αὐτὸν ἂν εἴη λέγων. λέγει τὸν Κιθαιρῶνα ὑπὲρ τὰ ἄλλα πάντα ὄρη * τῇ Ἀρτέμιδι ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι: —MTA ἀντὶ τοῦ γέννημα: —M i A g B g Οἰδιπόδα βρέφος, κατὰ περίφρασιν τὸν Οἰδίπουν: —M g A g B i τὸν ἐκβεβλημένον τῶν οἴκων.
sch Ph 804 [5] τὸ ἐκριφὲν βρέφος ἐκ τῶν οἴκων· ἐξετέθη γὰρ εἰς τὸ ὄρος: —M i χρυσοδέτοις περόναι ς: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εἰδυῖα εἶπε [26] σιδηρᾶς τὰς περόνας· αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν: —MTAB περόναις ἐπίσαμο ν: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν.
sch Ph 805 [15] εἶπε γὰρ [26] σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσο ν: —MTA ἄλλω ς: νῦν φησι χρυσῷ διαπεπερονῆσθαι τὰ σφυρὰ τοῦ Οἰδίποδος, ἄνω δὲ εἶπε σφυρῶν σιδηρ ᾶ· ἐκτὸς εἰ μὴ οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμο ν, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι. μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκω ν· οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται, ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέραις συγκατατίθεται: —MTA † ἐπίσαμο ν: τὸν ὕστερον γενόμενον ἐπίσημον διὰ τὴν τύφλωσιν: —AB i μηδὲ τὸ παρθένιον πτερό ν: ἀπὸ κοινοῦ τὸ ὤφειλε ν, τουτέστι· μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι.
sch Ph 806 [20] αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν. προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι: —MTAB † παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα διότι λέγεται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν: —A γράφεται οὔρειο ν: —M g οὔρειον τέρας ἐλθεῖ ν: ὀρεινὸν ἄγριον. ἢ ἴσως ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, τέρας αὐτήν φησι· τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς· μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταύτης τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα: —MTAB † ἄλλω ς: ἀπὸ μέρους τὴν ὅλην· μηδὲ τὸ πτερὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς: —TA † ἄλλω ς : οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν: —A ἀντὶ τοῦ· πένθος τῆς γῆς ἡ Σφίγξ: —M i B i Σφιγγὸς ἀμουσοτάταισ ι: σὺν κακομούσοις προβλήμασι καὶ σοφίσμασι τῆς Σφιγγός.
sch Ph 807 [5] ᾠδὴν δὲ κακόμουσον τὸ αἴνιγμά φησιν, ἐπεὶ ἐμμελῶς τε καὶ ἐμμέτρως ἐλέγετο, ἀπώλλυε δὲ πολλοὺς τῶν Θηβαίων· μὴ εὑρίσκοντες γὰρ τὸ αἴνιγμα κατησθίοντο: —MTAB ἀοιδαῖς: —M g A g ἅ ποτε Καδμογεν ῆ: ἥτις ἐπικαθεζομένη τοῖς τείχεσι τετραβάμοσι χηλαῖς τὴν Καδμογενῆ γένναν, τουτέστι τοὺς Θηβαίους, εἰς αἰθέρος ἄβατον φῶς ἀνῆγεν.
sch Ph 808 [5] ἐπεὶ ἄβατος καὶ αὐτοῖς τοῖς ὀρνέοις ἐστίν: —MTAB τὸ ἑξῆς· Καδμογενῆ γένναν: —M g B i τετραδακτύλοις ποσίν: —M i A g B g γράφεται χηλαῖσ ι: —M g καθεζομένη: —M g A g φέρεν αἰθέρο ς: ὑπερβολικῶς, ἀντὶ τοῦ εἰς ὕψος πολὺ ὥστε προσεγγίζειν τῷ αἰθέρι ἔφερε τὴν Καδμογενῆ γένναν.
sch Ph 809 [5] τοιοῦτον γάρ τι ἱστορεῖται ὅτι εἰς ὕψος αὐτοὺς ἀνήγαγε καὶ ἠφίει ἐπὶ τῆς γῆς φέρεσθαι πρῶτον ἄνω διασπαράξασα: —MTAB ἃν ὁ κατὰ χθονὸς Ἅιδα ς: ἣν Ἐρινύς τις ἢ Ἀϊδωνεὺς ἢ ἀλάστωρ ἐφῆκε τῇ πόλει· πάντα γὰρ τὰ δεινὰ χθόνια ἔλεγον οἱ ἀρχαῖοι: — MTAB ἀντὶ τοῦ ἐπέπεμπεν: —M g A g B i δυσδαίμων δ ’ ἔρι ς: μετὰ δὲ ταῦτα δυσδαίμων ἔρις ἄλλη αὔξεται κατὰ τοὺς οἴκους τοῦ Οἰδίποδος τῶν παίδων.
sch Ph 811 [5] ἄλλη δὲ ἔρις ἄλλα ποιεῖ κατὰ διαδοχὴν κατὰ τὴν πόλιν καὶ τὸν οἶκον τῶν Οἰδίποδος παίδων. κακοὶ γὰρ ὄντες κακὰ πάσχουσιν ὡς παρὰ φύσιν τεχθέντες: — M i TAB οὐ γὰρ ὃ μὴ καλό ν: τὸ πρῶτον οὐ περιττόν ἐστιν: — M i TAA g B g οὐ γάρ ποτε τοῦτο καλόν ἐστιν, εἴπερ αὐτὸ τὴν ἀρχὴν ἀπὸ ῥίζης μὴ ἔφυ καλόν.
sch Ph 814 [5] τοῦτο δέ φησι διὰ τὸν Οἰδίποδα παρανόμως γήμαντα τὴν μητέρα καὶ παρανόμως παῖδας τεκόντα. τοῦτο οὖν, φησὶ, τὸ μὴ καλῶς γενόμενον οὔποτε ἐπαινέσομεν· οὐδὲ γὰρ αὐτὸ τὸ γεγονέναι ἦν καλόν: —M i TAB οὐ δ ’ οἱ μὴ νόμιμο ι: ἀπὸ κοινοῦ τὸ οὐ καλό ν· οὐδὲ οἱ ἄνομοι παῖδες καλόν, οἱ παρὰ τὸν τῆς φύσεως νόμον γενόμενοι, ἀλλὰ κατάρατοι καὶ ἀνόσιοι: —M i TAB οὐδὲ οἱ ἄνομοι παῖδες καλὸν μητρὶ λόχευμα: —M i A g παῖδες μητρὶ λόχευμ α: κατὰ κοινοῦ τὸ οὐ καλό ν, τουτέστιν· οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα.
sch Ph 816 [15] οὐ καλὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμιμοι παῖδες τῇ μητρί, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵνα ᾖ τὸ συναίμονος ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα: —M i TA ἄλλω ς: οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν ἢ διότι αὐτὸν ἔκρυψαν. ** πατρὸς δὲ τοῦ καὶ συναίμονος ἐκ λέχους ἦλθον. ἐὰν δὲ ᾖ ἣ δ έ, ἥτις, ἡ μήτηρ, ἦλθεν εἰς τὸ ἑαυτῆς αἷμα: —MTA μίασμα πατρό ς: πῶς μίασμα πατρός· ὅτι συναίμονος εἰς λέχος ἦλθεν, ὅ ἐστι τοῦ ἀδελφοῦ αὐτῶν Οἰδίποδος: —M i TAB ὁ δέ ἀντὶ τοῦ γάρ: —M g A g γράφεται σύναιμο ν: —M i τοῦ υἱοῦ: —M g A g ἔτεκες ὦ γ ᾶ: ταῦτα ἐφεξῆς μέχρι τοῦ τέλους τοῦ χοροῦ ἀνακλητικῶς προφέρουσι μακαρίζουσαι τῆς ἀρχαίας εὐδαιμονίας τὰς Θήβας.
sch Ph 818 [5] τὸ δὲ ἑξῆς· ἔτεκές ποτε, ὦ Γῆ, γένναν ὀδοντοφυῆ Σπαρτῶν τὴν ἀπὸ φοινικολόφοιο δράκοντος, ὥς ποτε ἠκούσαμεν κατὰ τὴν βάρβαρον ἀκοὴν ἡμῶν ἐν τῇ πατρίδι οὖσαι. τὸ οὖν ἀπὸ φοινικολόφοιο δράκοντος συναπτέον. θηρότροφον δὲ γένναν περιφραστικῶς τοὺς Σπαρτοὺς, ἐπεὶ ἀπὸ θηρίου, τοῦ δράκοντος, ἐτέχθησαν. τάσσεται δὲ τὸ τραφῆναι ἐπὶ τοῦ γεννηθῆναι [ἢ ἐπὶ τοῦ αὐξηθῆναι] καὶ ἀναδοθῆναι ἀπὸ τῆς γῆς: —MTAB τοῦ ἐν θηρσὶ τραφέντος δράκοντος.
sch Ph 820 θηριώδους: —M i A g τὴν γενομένην ἐκ τῶν ὀδόντων: —M i A g κάλλιστον ὄνειδο ς: κάλλιστον κλέος ταῖς Θήβαις αὐτοὺς, τοὺς Σπαρτοὺς, φησίν.
sch Ph 821 ἔστι δὲ ὄνειδος τῶν μέσων λέξεων, ὡς καὶ τύχη καὶ ζῆλος καὶ δόλος: —MTAB Ἁρμονίας δέ πο τ’: καὶ κατὰ τοῦτο, φησὶ, μακαρία ἡ πόλις ὅτι γαμοῦντι τῷ Κάδμῳ τὴν Ἁρμονίαν συνῆλθον οἱ θεοί: —MTA φόρμιγγί τ ε: καὶ τοῦτο, φησὶν, εἰς εὐδαιμονίας λόγον ταῖς Θήβαις συνέβη, τὸ ὑπὸ τῆς λύρας Ἀμφίονος τειχισθῆναι: —MTAB ᾠκοδομήθη: —M i A g B i ἀπὸ κοινοῦ τὸ ἀνέστα ν: —A g B i τὸν περάσιμον τόπον: —M g A g B g ἀμφὶ μέσον Δίρκα ς: λείπει τὸ ὅς· ὅς, ὁ πόρος, κατὰ τὸ πεδίον τῆς Δίρκης ἔμπροσθεν τοῦ Ἰσμηνοῦ καταδύεται.
sch Ph 825 [5] οὗτοι γάρ εἰσιν οἱ δύο ποταμοὶ, ἡ Δίρκη καὶ ὁ Ἰσμηνός: —AB † ἄλλω ς: περὶ τὸν μέσον πόρον τῶν διδύμων ποταμῶν τῆς Δίρκης· ἥτις σχιζομένη δύο ἀποτελεῖ ποταμοὺς, οὓς καὶ διδύμους ἐκάλεσεν, ἐπεὶ ἐξ ἑνὸς οἱ δύο ἀποτελοῦνται: —AB ἀντὶ τοῦ καταδύεται.
sch Ph 827 [5] λείπει δὲ ἥτις· 〈ἥτισ〉 ἐπαρδεύει τὸ πεδίον, ἡ Δίρκη: —M i Ἰώ θ ’ ἁ κερόεσσ α: πρὸς ἅπασι τούτοις καὶ Ἰὼ ἔχουσιν οἱ Θηβαῖοι προμήτορα: —MTA καὶ ἄλλω ς: καὶ ὦ Ἰὼ κερατοφόρε, ἥτις ἐγέννησε τοὺς βασιλεῖς τῶν Θηβαίων καὶ ἤνεγκε μυριάδας ἀγαθῶν ἀντὶ τῶν κακῶν: —MTA g B i πρόγονος: —M g μυριάδας δ ’ ἀγαθῶ ν: συνελόντι δὲ, φησὶ, φράσαι [συντόμως] ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡσεὶ ἔλεγε· τὴν οὕτως μακαρίαν οὐκ ἀπεικὸς τοὺς ἐπελθόντας πολεμίους ἀπώσασθαι: —MTAB † ἢ οὕτως· ἡ ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλα ἄλλοις ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ πολέμου ἕστηκεν: —TAB † ἄλλω ς: ἡ δὲ πόλις αὕτη πρὸς τοῖς ἄλλοις ἄλλας διαδεξαμένη μυριάδας ἀγαθῶν νῦν ἐν κινδύνοις ἄκροις ἕστηκεν: —TA ἐπ’ ἀγωνίσμασι πολεμικοῖς.
sch Ph 831 [5] ἢ ἐπὶ ξυροῦ ἕστηκεν: — M i AB i ἡγοῦ πάροιθ ε: Μαντὼ ἐκαλεῖτο ἡ θυγάτηρ τοῦ Τειρεσίου: — MTB i Πείσανδρος ἱστορεῖ ὅτι Ξάνθη γαμηθεῖσα Τειρεσίᾳ ἐποίησε παῖδας τέσσαρας, Φαμενὸν Φερεκύδην Χλῶριν Μαντώ: —MT ὡς ἄστρον τοῖς ναύταις: —M g A g δεῦ ρ ’ εἰς τὸ λευρό ν: εἰς τὸ ὁμαλὸν καὶ ἰσόπεδον τὸ ἴχνος τοὐμὸν τιθεῖσα πρόβαινε καὶ μὴ εἰς τὸ κεκρυμμένον, ἵνα μὴ σφαλῶμεν τῆς οἰωνοσκοπίας: —MTA g τιθεῖσα φέρε: —M g μὴ πέσωμεν: —M g A g ὅτι καὶ τυφλὸς καὶ γέρων: —M g A g κλήρους τέ μοι φύλασσ ε: τοὺς μισθοὺς φύλασσε: — MTAB g τήρει σὺ τοὺς κλήρους ἐμοί, τουτέστι τὰς τῶν πτήσεων σημειώσεις: —M τὰς μαντικὰς ψήφους: —M g A g οἱ γὰρ οἰωνοσκόποι ἐν δέλτῳ ἐσημειοῦντο τὰς πτήσεις, ἵνα διὰ μνήμης ἔχοιεν.
sch Ph 839 εἰ δὲ τυφλὸς ἦν, μὴ θαυμάσῃς· ἡ γὰρ θυγάτηρ ἔμπειρος οὖσα τὰς γινομένας πτήσεις ἐσημειοῦτο. φασὶ δὲ αὐτὴν μετὰ τὸν θάνατον τοῦ πατρὸς ἀρίστην μάντιν γενέσθαι: —TAB † θάκοισιν 〈ἐν〉 ἱεροῖσι ν: τόπος Θήβης οἱ θᾶκοι, ὅπου ἐμαντεύετο ὁ Τειρεσίας: —AB ἀντὶ τοῦ τέκνον ἐμὸν καθ’ ἡλικίαν: —M g A g B i χρόνον δεῖ ἐν μέσῳ λαβεῖν: —M g B i ὅτι οἱ πόδες μου ἐκοπώθησαν: —M g A g τὴν ὁδόν.
sch Ph 844 [5] οἷον ἔλευσιν, ὅ ἐστι τὸ μῆκος τῆς ὁδοῦ: —M g A μόλις περ ῶ: ἀπὸ γὰρ τῶν Ἀθηνῶν παραυτίκα ἔρχεται πρόσφατος: —MTA θάρσει πρὸς τὸ ἐξορμίσαι τὸν πόδα: —M g ἐξόρμισαι σὸν πόδ α: ἔστησας: —MTAB ἄλλω ς: ἀντὶ τοῦ ἐξώρμισαι· τὸ ο ἀντὶ τοῦ ω · ἐκβέβληκας, ἔστησας: —MTAB † ἄλλω ς: λείπει τὸ ἔστι· 〈ἔστι〉 στῆσαί σε τὸν πόδα: —A ἢ ἐξόρμισον προστακτικῶς, ἀντὶ τοῦ στῆσον, ἐκ μεταφορᾶς τῶν εἰς λιμένα καταγομένων νεῶν: —MTA ὡς πᾶ ς ’ ἀπήν η: ** καὶ οἱ γεγηρακότες, φησὶν, ὑπὸ ξένης χειραγωγεῖσθαι ὀφείλουσιν.
sch Ph 847 [5] ἤτοι ἐν τῷ μὴ δύνασθαι αὐτὴν καθ’ ἑαυτὴν ἄνευ ζῴων τρέχειν· ἢ, ὅπερ βέλτιον καὶ ἀκόλουθον, ἐν τῷ τὰ ὑπεζευγμένα ζῷα ἄνευ τοῦ ἡνιοχοῦντος μὴ δύνασθαι τρέχειν, ἵνα καὶ αὐτὴν τὴν ζεῦξιν ἀπήνας λέγῃ. θυραίας δὲ ἀλλοτρίας ὡς πρὸς τὰ ἕλκοντα ζῷα, μὴ κοινωνούσης τοῦ ἑλκυσμοῦ. ἐὰν δὲ ἐπὶ τῆς ἁμάξης μόνον, ἁπλούστερον, τῆς ἀλλοτρίας τῶν ζῴων: —MTA ὁδηγήματα: —M g A g ἀντὶ τοῦ συνάγαγε, ἀναλάμβανε σαυτόν: —M g A g ἀνάκτησον δύναμιν: —M g A g στήσας τὴν ὁδοιπορίαν: —M g αἶπος ἐκβαλὼν ὁδο ῦ: νῦν τὸν κάματον, ἢ τὸ ἐκ τῆς ὁδοῦ ἆσθμα γενόμενον.
sch Ph 851 ἄλλοι δὲ αἶπος τὸ ὕψος, νῦν δὲ καταχρηστικῶς τὸ μῆκος· ὡς καὶ ‘αἰπὺς ὄλεθροσ‘: —MTAB γράφεται παρεῖμα ι, ἀντὶ τοῦ· ἐκλέλυμαι τὰ γόνατα τῷ κόπῳ: —M i B i ἐνταῦθα ἐνεχθείς: —M g A g τῆς πρὸ ταύτης: —M g χθὲς δηλονότι: —M g A g Εὐμόλπου δορό ς: Εὔμολπος παῖς Ποσειδῶνος καὶ Χιόνης τῆς Βορέου καὶ Ὠρειθυίας θυγατρὸς Ἐρεχθέως· ὃς πολεμῶν τὰς Ἀθήνας ἐπὶ τοῦ νεωτέρου Ἐρεχθέως ἐφονεύθη παρ’ αὐτοῦ.
sch Ph 854 [20] καὶ ἄλλοι δύο υἱοὶ Ποσειδῶνος παρὰ τοῦ Ἐρεχθέως ἀνῃρέθησαν ἐν ἐκείνῳ τῷ πολέμῳ συμμαχοῦντες Εὐμόλπῳ, Φόρβας καὶ Ἰμμάραδος. τότε δὲ ἐπὶ τῇ εἰρήνῃ τὰ μυστήρια Δήμητρος ἐτέλεσαν: —MTA ἐπίτηδες πρὸς ἔπαινον τῶν Ἀθηναίων ἀνακεχρόνισται, τέσσαρσι γενεαῖς προὔχοντα τοῦ Θηβαϊκοῦ πολέμου: —MTAB ἄλλω ς: τέσσαρσι γενεαῖς τοῦ Θηβαϊκοῦ πολέμου πρεσβύτερός ἐστιν Εὐμόλπου ὁ πρὸς Ἐρεχθέα πόλεμος. Ἐρεχθέως μὲν γὰρ Πανδίων, οὗ Αἰγεὺς, οὗ Θησεὺς ὁ τῶν ἐν Καδμείᾳ πεσόντων τὰ σώματα ἀνελόμενος. ἦν δὲ ὁ Εὔμολπος Θρᾳκῶν βασιλεὺς, ὃς λέγεται ἐλθεῖν εἰς Ἐλευσῖνα ἐπὶ τῷ μυηθῆναι τὰ Ἐλευσίνια. καὶ πρῶτος ἱστορεῖται ξένος μυηθῆναι· διὸ καὶ ἀπ’ αὐτοῦ ἄρχοντες ἐγένοντο ἱεροφάνται Εὐμολπίδαι Ἀθήνησιν. οὗτος συνεμάχησεν Ἐλευσινίοις στασιάζουσι κατὰ τοῦ βασιλέως Ἐρεχθέως καὶ ἡττηθεὶς ἐφονεύθη. ὕστερον δὲ κατὰ πυθόχρηστον ἐτιμήθη καὶ ὁ τάφος αὐτοῦ ἱερώθη διὰ τὸ πρῶτον τὰ Ἐλευσίνια μεμυῆσθαι. τινὲς δὲ υἱὸν Ποσειδῶνος τὸν Εὔμολπόν φασιν, ὃς ἡττηθεὶς ὑπὸ τῆς Ἀθηνᾶς εἰς τὴν ἔριν τὴν περὶ τῆς Ἀττικῆς διὰ τῆς ἐλαίας τὸν υἱὸν αὐτοῦ κατὰ τῶν Ἀθηναίων ἐκίνησεν: —MTAB ὅπου: —M g A g νικηφόρους: —M g A g τοὺς Ἀθηναίους: —M g A g καὶ τόνδε χρυσοῦν στέφανο ν: στεφάνους γὰρ ἔχουσιν ἐν τοῖς πολέμοις, ἵνα νικῶντες ἀναδέωνται: —MTAB τιμὴν ἀριστεῖα: —M g A g οἰωνὸν ἐθέμη ν: σημεῖον ἐθέμην τοῦ ἡμᾶς νικῆσαι: — MTAB i ταραχῇ συγχύσει κακῶν: —M g A g B i καὶ μέγας Θήβαις ἀγώ ν: ἀγὼν τῆς μάχης τῶν Ἀργείων καὶ τῶν Θηβαίων: —MTA κίνδυνος: —M g A g ὁπλισθείς: —M g A g ἀντὶ τοῦ πρὸς Ἀργείους: —M g τὴν τῶν Ἀργείων.
sch Ph 862 [5] Μυκήνη γὰρ πόλις Ἄργους: —M g B i ἔγραψε, δι’ ἐπιστολῆς ἐνετείλατο: —M g Ἐτεοκλέους μὲν οὕνε κ’: προεῖπεν ὁ Ἐτεοκλῆς τὴν αἰτίαν τῆς λύπης τοῦ μάντεως [772] ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμη ν, ἀντὶ τοῦ ἐξεφαύλισα: —MTAB τὸ ἑξῆς· ἕνεκα μὲν τοῦ Ἐτεοκλέους κλείσας ἂν τὸ στόμα τοὺς χρησμοὺς ἐπέσχον: —MTA συγκλείσας: —M g τὰ μαντικά: —M g τὸ ἑξῆς· λέξω δέ σοι: —M g B i τὸ δὲ νοσεῖ ἀντὶ τοῦ στασιάζει δυστυχεῖ: —M g νοσεῖ γὰρ ἥδε γ ῆ: τουτέστι· νοσεῖ ἡ πόλις ἐξ οὗ ὁ Λαῖος ἐγεννήθη καὶ ὁ Οἰδίπους ἔφυ καὶ ἡ τῶν ὀφθαλμῶν τύφλωσις ἐγένετο αὐτῷ.
sch Ph 867 διαφθορὰν δὲ εἶπε τὴν τύφλωσιν: —MTA ἐξ οὗ ’τεκνώθ η: τέκνου πατὴρ ἐγένετο.
sch Ph 868 [5] ἀντὶ τοῦ ἐτέκνωσε. κατὰ ἀπαρίθμησιν δὲ προάγει τὸν λόγον. ἀπὸ τοῦ Λαΐου γὰρ ἀρξάμενος κατέβη εἰς τοὺς περὶ Ἐτεοκλέα καὶ Πολυνείκην: —MTAB ἐτέκνωσεν: —M g A g παρὰ προαίρεσιν: —M g A g ἔτεκεν: —M g A g ἄθλιον: —M g A g αἵ θ ’ αἱματωπο ί: ἀφ’ οὗ καὶ αἱ αἱματώδεις τῶν ὀφθαλμῶν διαφθοραί: —MTA παραλογισμός.
sch Ph 871 παραίνεσις εἰς τὸ μὴ παραβῆναι τὸ θεῖον: —M i θεῶν σόφισμ α: ἐπίνοια θεῶν, ἵνα πᾶσι δειχθῇ μὴ παρακούειν θεῶν: —M i AB ὡς δὴ θεού ς: ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπεκβῆναι καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς θεούς.
sch Ph 873 [5] διὰ τοῦ συγκλείειν τὸν πατέρα. παρατρέχοντες. κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ αὐτοὺς ἀλλήλους ἀποκτεῖναι: — MTAB ἀπέτυχον: —M g A g B i ἀπαιδεύτως: —M g A g B i οὔ τ ’ ἔξοδον διδόντε ς: καθεῖρξαν αὐτὸν, φησὶν, οὔτε τινὰ τιμὴν ἀποδιδόντες αὐτῷ οὔτε προελθεῖν που συγχωροῦντες.
sch Ph 875 καὶ τούτου χάριν θυμωθεὶς αὐτοὺς κατηράσατο: —MTA ἐπέρριψεν ἐφθέγξατο ἐξέβαλεν: —M g A g λείπει τὸ τοὺς ὀφθαλμούς: —M g A g ὑβρισμένος: —M g ὅτι τῷ περὶ τοὺς ὀφθαλμοὺς πάθει καὶ προσητίμαστο: —MTAB i τί οὐ δρῶ ν: γράφεται δὲ κἀγὼ τί μὴ δρῶ ν , ποῖα δ ’ οὐ λέγων ἔπ η: —MTAB ὁποῖα δ ’ οὐ λέγων ἔπ η: λείπει ἡ διά· δι’ ἃ λέγων.
sch Ph 878 [5] τὸ δὲ οὐ ἀπὸ κοινοῦ: —MTAB θέλων καταλῦσαι: —M i εἰς μῖσος: —M g A g εἰς ἔχθος ἦλθο ν: γράφεται καὶ εἰς ὄχλο ν, ἀντὶ τοῦ εἰς ὄχλησιν τῇ πόλει: —MTAB i διαφθαρήσῃ: —M g A g ἐκεῖνο μὲν γά ρ: ἐκεῖνο γὰρ πρῶτον ἦν ἴαμα, τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει ὡς κακοδαιμονοῦντας: —MTA ἄλλω ς: πρωτεῦον αἱρετώτατον: —MTAB i ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι.
sch Ph 886 Ὅμηρος [κ 190]· ‘ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπῃ ζόφοσ‘ καί [κ 226]· ‘ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη‘. καὶ Μένανδρος [frg. 232]· ‘ἐκ γειτόνων οἴκων γὰρ, ὦ τοιχώρυχε‘: —MTAB ὡς κακοδαιμονοῦντας, δαίμονι ἀπανθρώπῳ καὶ σκληρῷ κατεχομένους: —M i B ἐπεὶ δὲ κρεῖσσο ν: ἐπικρατέστερον τὸ κακόν.
sch Ph 889 Ὅμηρος [Α 576]· ‘ἐπεὶ τὰ χερείονα νικᾷ‘: —MAB ἐπίνοια βουλή: —M g A g τό δ ’ ἀσφαλέ ς: ἀντὶ τοῦ ἄλυπον.
sch Ph 891 λυπήσω γάρ σε. ἢ οὐκ ἀσφαλὲς διὰ τὸ αὐτὸν τεθνήξεσθαι: —MB i ἀκίνδυνον: —M g τὴν τύχην κεκτημένοι ς: εὐτυχίαν.
sch Ph 892 τὸ ἐκ τοῦ αὐτομάτου προσπῖπτον. ἔστι δὲ λυπηρὸν τοῖς δεσπόταις τὸ δοῦναι φάρμακον τῆς σωτηρίας: —MTA τῇ πόλει παρασχεῖν: —M g εἷς γὰρ ὢν πολλῶν μέτ α: κἀγὼ αὐτὸς, φησὶν, εἷς ὢν μετὰ πολλῶν, τῶν Θηβαίων, ἀπολοῦμαι· τοῦτο γὰρ εἵμαρται: —MAB περίμενε: —M i A g μὴ κρατήσῃς με: —M i A g ἡ τύχη ς ’ ἀλ λ ’ οὐκ ἐγ ώ: ἡ εὐτυχία φεύγει σε, ἀλλ’ οὐκ ἐγώ.
sch Ph 897 μέλλει γὰρ μετ’ ὀλίγον ὁ παῖς αὐτοῦ ἀναιρεῖν ἑαυτόν: —MTAB κοὐχὶ βουλήσῃ τάχ α: ταχέως.
sch Ph 899 [5] τουτέστιν· οὐκ ἀρέσει σοι ἡ ἀκοὴ, ἀλλ’ εὐθέως μεταμεληθήσῃ ἐπὶ τῇ ἀκοῇ: —MTAB ἄλλω ς: θέλεις, φησὶ, νῦν ἀκοῦσαι, ταχέως δὲ βουλήσῃ μὴ ἀκηκοέναι τὸ μέλλον σοι γενέσθαι: —MTA ἄλλω ς: νῦν μὲν οὖν ἀκοῦσαι ἐπείγῃ, ἐπειδὰν δὲ ἀκούσῃς ἅπαξ, οὐ μὴ θελήσῃς ἀκηκοέναι: —MTA ἠθικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἀληθῶς: —M i A g εἰς γὰρ τί μᾶλλο ν: ἀντὶ τοῦ· εἰς οὐδὲν δεῖ μᾶλλον πλείονα σπουδὴν ἔχειν ἢ περὶ τὸ σῴζειν ἕκαστον τὴν πατρίδα.
sch Ph 902 [5] κακὸς γὰρ, φησὶν, οἰωνὸς ἡμῖν καὶ σύμβολον οὐκ ἀγαθὸν τὸ μὴ ὑπὲρ πατρίδος ἀμύνειν: —MTA ἄλλω ς: ἢ περὶ τὸ σῴζειν πατρίδα. Ὅμηρος [Μ 243] ‘εἷς οἰωνὸς ἄριστοσ‘: —MTAB ἀντὶ τοῦ· εἰς ποῖον γὰρ ἄλλο: —M g A g πόρρωθεν: —M g ἐνόμιζε γὰρ τὸν μάντιν ἀπόρρητόν τι λέξειν: —MA κλύων γὰρ ἂν τέρποιτ ο: ἐὰν γὰρ ἀκούσῃ τὴν σωτηρίαν τῆς πόλεως, τερφθῆναι ἔχει: —MTA θεσφάτων ἐμῶν ὁδό ν: τὴν διήγησιν.
sch Ph 911 [5] ἔδει, φασὶ, μὴ ἀντικρὺ τοῦ Μενοικέως λέγειν τὰ περὶ τῆς σφαγῆς αὐτοῦ, ἀλλ’ ὥσπερ καὶ ἑτέρωθι ποιεῖ [Ion. 1521]· ‘δεῦρ’ ἔλθ’ ἐς οὖς σοι‘. λέγοι δ’ ἄν τις ὅτι γεννικόν ἐστι τὸ πρόσωπον καὶ φιλόδοξον, ὡς καὶ τὴν ψυχὴν προέσθαι ὑπὲρ εὐκλείας: —MTAB τὴν δυστυχίαν: —M g A g γράφεται τί φή ς · ἐμὸν παῖ δ ’ ἕνεκα γῆς σφάξαι θέλει ς: —AB πέπρωται: —M g A g ἐν συντόμῳ: —M g A g σοὶ μόνῳ κακά· τῇ γὰρ σῇ πατρίδι μεγάλα καὶ σωτήρια: — M i AB i οἰμωζέτω: —M g A g ἁνὴρ ὅ δ ’ οὐκέ τ ’ αὐτό ς: ἀναστρέφεται εἰς τοὐπίσω, ἀναχωρεῖ, ἔξαρνος γίνεται: —MTA g B i ἀναχωρεῖ, ἀναστρέφεται εἰς τοὐπίσω: —M οὐ γὰρ χρεία μοι τῶν σῶν μαντευμάτων: —M g A g B ἐπεὶ σὺ δυστυχεῖ ς: κατ’ ἐρώτησιν τοῦτό φησι ὁ Τειρεσίας.
sch Ph 922 οὕτως δὲ ἡ γραφὴ διὰ τὸ μέτρον: —MTB ἐπεὶ σὺ δυστυχεῖς, ἀπώλετο ἡ ἀλήθεια: —M i A g λείπει τὸ ἱκετεύω: —M g A g B i ὦ πρός σε γονάτω ν: ὦ Τειρεσία, προσπίπτω σοι κατὰ τῶν γονάτων σου καὶ τῆς τιμίας τριχός: —MTAB i ἐντίμου: —M g A g δυσφύλακ τ ’ αἰτῇ κακ ά: ἀντὶ τοῦ δυστήρητα: —MTB ἅπερ οὐ δύναμαι παραφυλάξασθαι καὶ μὴ εἰπεῖν: —MTA g B ἐκ τίνος: —M g ἐκ ποίας προφάσεως: —M g A g εἰς ἐξέτασιν καὶ κρίσιν: —M i B δεῖ τόνδε θαλάμαι ς: καταδύσεις, θῆκαι, ἀγγεῖα κεράμεια, εἰς ἃ ἐμβάλλεταί τινα ἀπόρρητα καὶ εἰς γῆν τίθεται: —MTAB ὁ τοκεύς: —M g A g τὸ τοῦ φόνου αἷμα: —M g A g B i γῇ δοῦναι χοά ς: χοαὶ αἱ ἐκχύσεις αἱ ἐπιχεόμεναι τοῖς νεκροῖς: — MTA g B i Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτω ν: λείπει ἡ κατά· κατὰ Κάδμου.
sch Ph 934 [5] ὁ δὲ νοῦς· διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν Σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ οὐδὲ τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ [frg. 178] δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν: —MTAB ζητοῦσι δέ τινες, εἴπερ ὠργίσθη ἡ Γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπ’ ἐκείνου τοῦ γένους σφαγῆναί 〈τινα〉. πρὸς τοῦτο ῥητέον ὅτι ἡ Γῆ ἀνέδωκε τοὺς Σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος· οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν. καὶ γὰρ Ἐχίων εἷς ὢν τῶν Σπαρτῶν ἔγημεν Ἀγαύην τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας: — MTA ὃς γηγενεῖ δράκοντ ι: ἐκδικεῖ τῷ δράκοντι τὸν φόνον: — MTAB ἄλλω ς: διὰ τί, φασὶν, ἐμήνιεν ὁ Ἄρης τοῖς Σπαρτοῖς· ὅτι οὐκ ἐβοήθησαν αὐτῷ, τῷ δράκοντι, οὐδὲ μετὰ ταῦτα ἐτιμώρησαν τοῖς ἀδελφοῖς, ἀλλ’ ἔμειναν τοῦ Κάδμου φίλοι.
sch Ph 935 αὐτοὶ γοῦν καὶ συνέκτισαν αὐτῷ τὴν πόλιν: —MTA τιμωρίαν ἀπαιτεῖ: —M i A g χθὼν δ ’ ἀντὶ καρποῦ καρπό ν : καρποῦ τοῦ δράκοντος ἢ τῶν γηγενῶν· καρπὸν δὲ πάλιν τὸν Μενοικέα: —MTAB ἐὰν ἡ Γῆ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος ἕτερον αἷμα λάβῃ, ἔσται τότε εὐμενὴς ὑμῖν.
sch Ph 937 [5] ἐλυπεῖτο δὲ ἡ Γῆ ὅτι γηγενεῖς ἦσαν. δεξαμένη οὖν τὸ αἷμα ἀντὶ τοῦ αἵματος, ὅ ἐστιν [καρπὸν ἀντὶ καρποῦ] 〈ἀντὶ τοῦ〉 ἰδίου τοῦ φονευθέντος τὸ τοῦ ἀπὸ τοῦ δράκοντος, εὐμενὴς 〈ἂν〉 γένοιτο: — MTA ἕξε τ ’ εὐμενῆ Γῆ ν: ἐλυπεῖτο γὰρ ἡ Γῆ ὅτι τῶν γηγενῶν Σπαρτῶν ἐδέξατο τὸ αἷμα: —MTAB χρυσοπήληκα στάχυ ν: χρυσαῖς περικεφαλαίαις κεκοσμημένους ἄνδρας· οὕτως γὰρ ἀνεδόθησαν: —MTAB ἐκ γένους δὲ δεῖ θανεῖ ν: ἀνάγκη δέ ἐστιν ἕνα τῶν ἐκ γένους τῶν Σπαρτῶν, ὅ ἐστι τοῦ δράκοντος, ἀποθανεῖν ὑπὲρ τῆς πατρίδος: —MTA σιαγόνος: —M g A g ἐκπέφυκε παῖ ς: λέγεται δὲ ἐν τῇ μάχῃ τοῦ Κάδμου πρὸς τοὺς Σπαρτοὺς περιλειφθῆναι πέντε.
sch Ph 941 [5] ἐξ ἑνὸς οὖν τούτων κατῆγεν ὁ πατὴρ τοῦ Μενοικέως Κρέων: —MTA σὺ δ ’ ἐνθά δ ’ ἡμῖ ν: οἱ περιλειφθέντες τῶν Σπαρτῶν, ὡς Αἰσχύλος φησὶν, ἦσαν Χθόνιος Οὐδαῖος Πέλωρ Ὑπερήνωρ Ἐχίων, ὃς ἔγημεν Ἀγαύην τὴν Κάδμου, ἐξ ἧς ποιεῖ Πενθέα, οὗ Ὄκλασος, οὗ Μενοικεὺς, οὗ Κρέων καὶ Ἰοκάστη: —MTAB ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ ’ ἄπ ο: καὶ ἀπὸ πατρός· ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν: —M ἄλλω ς: ἀληθὴς ὢν ἔκγονος τῶν Σπαρτῶν καὶ ἀπὸ μητρὸς καὶ ἀπὸ πατρός: —MTA ἄλλω ς: ἀντὶ τοῦ καθαρὸς καὶ ἀνεπίληπτος καὶ ἀληθὴς ἀπόγονος τῶν Σπαρτῶν.
sch Ph 943 τὸ δὲ ἔκ τε μητρὸς ἀρσένων τ ’ ἄπο ἀντὶ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν εἶπεν, ἀντὶ τοῦ ἀκέραιος καὶ ἀπὸ πατρός: —MTAB Αἵμονο ς: ὁ Αἵμων, φησὶν, ὁ πρεσβύτερός σου υἱὸς διὰ τὸ μεμολύνθαι τῇ μνηστείᾳ οὐ σφαγήσεται· ἀφθόρου γὰρ ἀνδρὸς χρεία: — MTAB θάνατον κωλύουσιν: —M g A g κεἰ μὴ γὰρ εὐνῆς ἥψα τ’: ἢ καθὸ ἐμνηστεύσατο, ἢ ἐπὶ, ὡς λέγουσι, λάθρα αὐτῇ συνῆλθε.
sch Ph 946 τοῦτον δὲ ὡς μάντιν εἰδότα εὐφήμως εἰπεῖν: —MTAB ἀλλ’ ἠγγύηται πρὸς γάμον: —M g B i παιδίον: —M g A g τῇ δ ’ ἀνειμένος πόλε ι: ἀντὶ τοῦ ἱερωθεὶς καὶ σφαγεὶς ὑπὲρ τῆς πόλεως: —MM g TAB ἄφετος ἀπολελυμένος: —M g πικρὸν δ ’ Ἀδράστ ῳ: μόνος γὰρ ἐσώθη τῶν στρατηγῶν· διὸ εἶπε νόστο ν .
sch Ph 949 [5] πικρόν δὲ διὰ τὴν λύπην τῶν συνεστρατευμένων: — MTAB κατὰ κοινοῦ τὸ θήσε ι: ποιήσει θανατηφόρον μοῖραν: —M g ἐνδόξους: —M g A g τοῖν δ ’ ἑλοῦ δυοῖν πότμοι ν: τοῖν δυοῖν πότμοιν τὸν ἕτερον ἑλοῦ, ἢ τοῦ παιδὸς τεθνηκότος σῶσαι τὴν πόλιν, ἢ τῆς πόλεως καταστραφείσης σῶσαι μὲν τὸν υἱόν· οὐ μὴν οὐδ’ αὐτὸν σώσεις· μετ’ οὐ πολὺ γὰρ καὶ αὐτὸς μετὰ τῆς πόλεως ἀπολεῖται: —MTA ἐπίλεξαι: —M g A g τῇ μαντικῇ τῇ διὰ πυρός: —M g A g ὁ μέν ἀντὶ τοῦ γάρ: —M g A g B i ἐχθρός: —M g A g ψευδῆ λέγων ὑπὸ τῆς ἐλεημοσύνης: —M g TA g ἤτοι τοῖς μαντευομένοις: —M g T ἀδικεῖ τὰ τῶν θεῶ ν: ἀδικεῖ εἰς θεοὺς ψευδόμενος καὶ κρύπτων τὸ ἀληθές: —MAB μαντεύεσθαι: —M g A g Κρέο ν , τί σιγᾷ ς: τὴν φωνὴν ἄηχον ἐπισχὼν καὶ οὐκέτι φθεγγόμενος, ὡσεὶ ἔλεγεν· οὐ σιωπῆς σοι καιρὸς ἀκούσαντι τοιαῦτα, ἀλλὰ βουλεύσασθαί τι καὶ πρᾶξαι: —MTAB ἄηχον: —M g ἀποκλείσας ἀποκόψας: —M g σχάσα ς: μεταφορικῶς, ἀντὶ τοῦ ἀποκόψας ἀποκλείσας.
sch Ph 960 ἄφθογγον δὲ ἀντὶ τοῦ ἄηχον: —AB κἀμοὶ γὰρ οὐδὲν ἧττο ν: κἀγὼ γάρ σοι οὐδὲν ἧττον συναλγῶ· ἀλλ’ οὐ σιωπῆς, βουλῆς δὲ μᾶλλον καιρός ἐστιν· διὸ ἔδει λέγειν: — MTAB ἀντὶ τοῦ πάρεστιν: —M g λείπει τὸ πρᾶγμα: —M g A g B νῦν λύπης: —M g A g ἀντὶ τοῦ παραθεῖναι: —M g A g B εἰς τὸ φονευθῆναι: —M g A g οὐ δ ’ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖ ν: τὸ ἑξῆς ἐν εἰρωνείᾳ.
sch Ph 966 αὐτὸς δὲ θνῄσκειν ἕτοιμος· ἐν καιρῷ γάρ ἐσμεν τοῦ ἀποθνῄσκειν, γέροντες ἐσμέν: —MTA μή μ ’ εὐλογείτ ω: ὡς δόξαν μέλλοντα ἔχειν τὸν υἱὸν ὑπὲρ τῆς πόλεως δεδωκότα: —MTA g B αὐτὸς δ ’ ἐν ὡραί ῳ: ἐγὼ δὲ αὐτὸς ἐν τῷ καιρῷ τῆς τελευτῆς ὑπάρχω γέρων ὤν: —M καιρὸν ἔχω τοῦ θανάτου: —M g A g B γράφεται ἵσταμα ι: —B i πατρίδος ἐκλυτήριο ν: λύτρον ὑπὲρ τῆς πατρίδος: — MTA g B i ἀπολυόμενος τὴν πατρίδα τῶν περιεστώτων αὐτῇ κακῶν: —MTB ἄγε δή: —M g ἀκόλασ τ ’ ἐάσα ς: τὰ τολμηρὰ καὶ προπετῆ, τὰ μὴ ὑποπίπτοντα κολάσει, μετ’ ἐξουσίας λεγόμενα: —MTAB ἀνεξέταστα, ἀβασάνιστα, τόλμης γέμοντα: —M g TA λέξει γὰρ ἀρχαῖ ς: τοῖς ἄρχουσι δηλονότι.
sch Ph 973 ἤρκει οὗτος· ὁ γὰρ ἐπιφερόμενος πύλας ἐ φ ’ ἑπτὰ καὶ λοχαγέτας μολών περιττός ἐστιν: —MTAB καὶ στρατηλάταις τάδ ε: τοῖς ἡγεμόσι, τοῖς βασιλεῦσιν: —MM i A g πύλας ἐ φ ’ ἑπτ ά: ἐπὶ τοὺς στρατηλάτας μετελθών: —MM i προλάβωμεν: —M g A g B i βραδύνῃς: —M g A g B i μακράν: —M g A g ἐκπονεῖν δ ’ ἐμ έ: ἀνύειν ἐκπληροῦν: —MA g B παρελθὼν τοὺς Δελφοὺς φεῦγε: —M i A g ποῖ με χρὴ πάτερ μολεῖ ν: ἐκ τῶν Δελφῶν δηλονότι.
sch Ph 980 [5] εἰς οὐδὲν χρήσιμον τοπογραφεῖ. μᾶλλον δὲ αὐτὸν ἐχρῆν σκοπεῖν ὅπως τῶν πολεμίων παρακαθεζομένων λήσεται ὁ Μενοικεὺς φεύγων: —MTAB ὄνομα ἔθνους, ἀπὸ Αἰτωλοῦ οἰκιστοῦ: —M i ἐκ τῆς Αἰτωλίδος γῆς: —M i A g ἔθνος Θεσσαλίας, ἀπὸ Θεσπρωτοῦ τοῦ Διός: —M i AB g σεμνὰ Δωδώνης βάθρ α: τὰ σεβάσμια τῆς Δωδώνης θεμέλια: — MTAB ἐν τῇ Θεσπρωτίᾳ, φησὶν, ὅπου τὰ τῆς Δωδώνης βάθρα· Δωδώνη γὰρ ἐγγὺς Θεσπρωτίας, ἐν ᾗ Διός ἐστιν ἱερόν: —MTA ἀποφατικῶς.
sch Ph 983 ἐγνώρισας: —M i φύλαγμά μοι γενήσεται, ὅ ἐστι· ποία με πόλις δεξαμένη σώσει: — M i A g B πόμπιμος ὁ δαίμω ν: αὐτὸς, φησὶν, ὁ Ζεὺς πέμψει σε, χρησμῳδήσας δηλονότι ποῖ δεῖ σε σταλέντα σωθῆναι: —MT † ἐκεῖνος ὁ θεὸς, ὁ Ζεὺς, μαντεύσεται ποῖ δεήσει οἰκεῖν: —B εὐπορία: —M g A g ἐγὼ πορεύσω χρυσό ν: ἀποστείλω.
sch Ph 985 εἴποι δ’ ἄν τις· ἕως οὗ ἀποστείλῃς τὸν χρυσὸν, πόθεν ἕξει τὰ ἀναγκαῖα ἐφόδια: — MTAB ὡς σὴν πρὸς κασιγνήτη ν: πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθών· πλεονάζει γὰρ τὸ ὡ ς: —MTAB ἄλλω ς: πρῶτον, φησὶ, πρὸς τὴν σὴν ἀδελφὴν θέλω ἀπελθεῖν, ἥτις με ἀνέθρεψε στερηθέντα τῆς μητρός: —MTA μητρὸς στερηθεί ς: ἐναντίως ἱστορεῖ Σοφοκλῆς.
sch Ph 988 [5] μετὰ γὰρ θάνατον Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησί [1180]· ‘καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντοσ‘: —TAB προσηγορήσων εἶμ ι: προσηγορήσων αὐτὴν εἶμι καὶ σώσων τὸν βίον: —MTAB ἄλλω ς: σώσων τὴν πόλιν· οὐ γὰρ, ὡς ὁ πατὴρ ᾤετο: —MTAB ἀλλ’ ἄγε δή: —M i M g A σπεῦσον ἄπελθε· μὴ σαυτὸν ἐμπόδιζε πρὸς τὴν σωτηρίαν: —M g AB κλέψας λόγοισι ν: ἀπατήσας παραλογισάμενος: —MA g τὸ ἑξῆς· εἷλον ἃ βούλομαι τυχεῖν: —MA g B i ὅς μ ’ ἐκκομίζει πόλι ν: ἐκπέμπει τὴν πόλιν τῆς εὐτυχίας ἀποστερῶν: —MA φυγαδεύει ἐκπέμπει: —M g A g B τῆς εὐτυχίας: —M g A g λείπει τὸ ἐμέ· 〈ἐμὲ〉 δίδωσιν: —M g ἐγέννησεν: —M g A g ἵνα οὖν: —M i A g αἰσχρὸν γά ρ · οἱ μὲν θεσφάτω ν: αἰσχρὸν γὰρ, εἰ οἱ μὲν καὶ ἄνευ θεσπισμάτων μάχονται καὶ οὐ δι’ ἀνάγκην δαιμόνων· αὐτὸς δὲ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν: —MTA † ἀντὶ τοῦ· οὐκ εἰς μαντείαν καλούμενοι· αὐτὸς γὰρ ἠναγκάζετο διὰ τὴν μῆνιν τῶν θεῶν.
sch Ph 999 λείπει τὸ εἰ· εἰ οἱ μὲν ἄνευ μαντείας μάχονται: —B οἱ μὲν μαντείας ἀπηλλαγμένοι: —M g A g τὸν Ἥλιόν φησι, τὸν ἄστρων δεσπότην: —M g A g μὰ τὸν με τ ’ ἄστρων Ζῆ ν ’ Ἄρην τ ε: τὸν Ἥλιόν φησι καὶ τὸν Ἄρην τὸν τοῦ ἐμοῦ φόνου αἴτιον: —MB ἀνατείλαντας: —M g A g B g ὁ γὰρ Ἄρης αἴτιος τῶν Σπαρτῶν δράκοντα καταστήσας αὐτόθι φύλακα τῆς κρήνης, ἐξ οὗ τῶν ὀδόντων οἱ Σπαρτοί: —MTAB δεσπότας κατέστησεν: —M g TAB i ἀπὸ κοινοῦ τὸ οὐκ ἄπειμι ἔξω χθονός: —M i TAB i ἀλ λ ’ εἶμ ι: οὐκ ἐκφεύξομαι, ἀλλ’ εἶμι πρὸς θάνατον ἐξ ἐπάλξεων ἄκρων: —MTAB τῶν λίθων τῶν ἐπάνω τοῦ τείχους: —M g A σφάξας ἐμαυτό ν: διαφέρει σηκὸς καὶ ἄδυτον.
sch Ph 1010 [5] ὁ μὲν γὰρ σηκὸς ἐπὶ ἀνθρώπου, τὸ δὲ ἄδυτον ἐπὶ θεοῦ: —MTAB i Σωσιφάνης ὁ τραγικὸς [frg. 4] ὑπὸ τοῦ Λαΐου φησὶ τεθνηκέναι τὸν Μενοικέα· Νικόστρατος [FHG IV p. 466] δὲ ὑπὸ τῆς Σφιγγός: —MTAB τὸ ἑξῆς· εἰς τὸν σηκὸν σφάξας ἐμαυτὸν ἀπὸ τειχέων, ὡς τοῦ σηκοῦ πλησίον τοῦ τείχους ὄντος: —MTAB σπήλαιον: —M g A g μέλανα σκοτεινόν: —M g A g ὁ Τειρεσίας: —M g A g B ἐκέλευσεν: —M g δεῖ τόνδε θαλάμαι ς , οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπο ς , σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοάς [931]: —B στείχω δὲ θανάτο υ: λείπει ἡ διά· διὰ θανάτου δῶρον παρέξω τῇ πόλει οὐκ αἰσχρόν: —MTAB i εἰ γὰρ λαβὼν ἕκαστο ς: εἰ ἕκαστος ὃ κατὰ δύναμιν εἶχεν ἀγαθὸν εἰσέφερε τῇ πατρίδι, ἐκτὸς ἂν ἦσαν κακῶν αἱ πόλεις: —MTAB i κτησάμενος: —M g A g διέλθοι τοῦτ ο: μεταχειρίζοιτο καὶ εἰς μέσον φέροι.
sch Ph 1016 τουτέστι διεξέλθοι καὶ μεταχειρίζοιτο: —MTA διεξέλθοι καὶ εἰς μέσον φέροι: —M g ἀποπειρώμεναι: —M g A g ἔβας ἔβας ὦ πτεροῦσσ α: πρὸς οὐδὲν ταῦτα· ἔδει γὰρ τὸν χορὸν οἰκτίσασθαι διὰ τὸν θάνατον Μενοικέως ἢ ἀποδέχεσθαι τὴν εὐψυχίαν τοῦ νεανίσκου.
sch Ph 1019 [10] ἀλλὰ τὰ περὶ Οἰδίπουν καὶ τὴν Σφίγγα διηγεῖται τὰ πολλάκις εἰρημένα: —MTAB πτεροφόρε: —M g A g Γᾶς λόχευμ α: γέννημα· ἐκ γῆς γὰρ ἀνεδόθη: —MM g A g Γᾶς λόχευμ α: γέννημα. ἀντὶ τοῦ ὦ πτεροφόρε. γῆς γέννημα: —TAB † ἄλλω ς: παρόσον ὅτι ἐν ὄρεσι διατρίβουσα τὸ πρὶν καὶ μὴ φαινομένη ἐξαίφνης ἐπέστη τοῖς Θηβαίοις, διὰ τοῦτο ἔδοξεν οἷον ἐκ γῆς ἀναδοθῆναι: —A † ἐπορεύθης, ὦ πτερωτή, γῆς θρέμμα καὶ γέννημα: —B i γέγονε γὰρ ἡ Σφὶγξ Ἐχίδνης καὶ Τυφῶνος: —MM i AB † οὗτος δὲ ὁ Τυφὼς εἷς ἦν τῶν Τιτάνων, οὓς ὁ Ζεὺς ἐκεραύνωσε· καὶ αὐτὸν δὲ ἐν τῷ Αἴτνῃ κατεκεραύνωσεν, ὅθεν ἔκτοτε ἐν τῷ Αἴτνῃ τὸ πῦρ ὑπανάπτεται: —A ἐπεὶ ἡ Ἔχιδνα ὑπὸ γῆς κατῴκει: —TA g B i Καδμείων ἁρπαγ ᾷ: λείπει ἡ ἐπί· ἐπὶ ἁρπαγῇ τῶν Θηβαίων: —MM g A g B i πολλοὺς φθείρουσα: —M g A g ἐπεὶ τὰ μὲν παρθένου εἶχε, τὰ δὲ θηρίου: —A g B πολέμιον σημεῖον: —M g A g B i συναλοιφὴ ἀπὸ τοῦ φοιτήεσιν: —M g A g B i μεμηνόσιν: —M g A g † φοιτᾶσι ν: ὁρμητικοῖς, φοιτητικοῖς, οἷς ἐφοίτα καὶ διίπτατο: —TA † ἄλλω ς: ἥτις γὰρ, ἡ Σφὶγξ, ἐν τοῖς πανταχοῦ πετομένοις σου πτεροῖς καὶ ἐν ταῖς σιαγόσιν ὠμὰ τὰ σώματα σιτουμέναις μετεωρίζουσα καὶ ἐξαίρουσα καὶ ἁρπάζουσα ἐκ τῶν Διρκαίων τόπων, ἤτοι ἀπὸ τῶν Θηβῶν, τοὺς νέους διὰ τὴν ἄλυρον καὶ ἀνήδυντον καὶ ἀνάρμοστόν σου μοῦσαν, ἤτοι διὰ τὸ αἴνιγμά σου, καὶ τὴν τιμωρίαν, τὴν ἀπώλειαν, τοῖς ἀνθρώποις ἐμποιοῦσαν ἔφερες ἄχεα τῇ πατρίδι φόνου προξενητική: —A χαλαῖσί τ ’ ὠμοσίτοι ς: τοῖς ὄνυξι τοῖς ὠμὰ κρέα ἁρπάζουσι πρὸς σίτησιν: —MTAB i νῦν σιαγόσιν: —M g A g ὠμὰ σιτουμένοις: —M g A g ἐκ μέρους τὸ πᾶν· ἀντὶ τοῦ ἀπὸ τῶν Θηβῶν: —M i A g B ἥτις ποτὲ, 〈ἡ〉 Σφίγξ: —M i A g πεδαίρουσ α: ἀπὸ τοῦ πεδίου μετεωρίζουσα καὶ αἴρουσα εἰς ὕψος: —TAB ἄλυρον ἀμφὶ μοῦσα ν : ἄλυρον μοῦσαν τὸν θρῆνον παρόσον πρὸς αὐλὸν, οὐχὶ πρὸς λύραν, ᾔδοντο οἱ θρῆνοι, ἱερὰν Ἀπόλλωνος νομιζομένην· ἀπενθὴς δὲ θεὸς Ἀπόλλων.
sch Ph 1028 [5] Αἰσχύλος [Ag. 1027]· ‘τί ταῦτ’ ἀνωλόλυξας ἀμφὶ Λοξίου· οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν‘. ἡ ἀμφί δὲ πρὸς τὸ ἔφερε ς: —MTAB † τουτέστι· περιέφερες καὶ περιῆγες ἄναυλον καὶ ἀνήδονον ᾠδήν. λέγει δὲ τὸ αἴνιγμα: —AB ἢ διὰ τοὺς γενομένους θρήνους ἢ διὰ τὰ αἰνίγματα: —M g A g B i ἀπολομένην ἀπώλειαν: —M i A g ἔφερες ἔφερε ς: ὦ Σφὶγξ ἥτις † Ἐρινὺς ἄχεα ἦς τῇ πατρίδι.
sch Ph 1030 [5] ἢ καὶ Ἐρινὺν καὶ ἄχεα [φόνου λέγει ταῖς Θήβαις], ἀντὶ τοῦ· τὰ λύπης αἴτια καὶ φόνου κατὰ τῆς πατρίδος ἔφερες: —MTA φόνους λύπας ταῖς Θήβαις: —M i A g B i φόνια φόνιος ἐκ θεῶ ν: τινὲς τὸ φόνια πρὸς τὸ ἑξῆς· ὃς τάδε τὰ φόνια πράξας ἦν, φόνιος ὁ θεός: —MTAB i ἄλλω ς: ὁ ἐκ θεῶν ταῦτα πράξας φόνιος ἦν αὐτός: —MTAB i παρόσον τὴν Σφίγγα ὁ Διόνυσος ἔπεμψε τοῖς Θηβαίοις ὡς † ἐναντίον λέγειν: —M i A i ἰάλεμο ι: οἱ δὲ θρῆνοι ἐστενάζον〈το〉 ἐν τοῖς οἴκοις.
sch Ph 1033 ἔνιοι δὲ οὕτως· αἱ δὲ ἰάλεμοι τῶν παρθένων καὶ τῶν μητέρων ἐστέναζον ἐν τοῖς οἴκοις πενθοῦσαι αἱ μὲν τὰ τέκνα, αἱ δὲ τοὺς ἀδελφούς: — MTAB † ἐστέναζο ν: καὶ ἐστενάζοντο οἱ ἰάλεμοι, θρῆνοι, τῶν μητέρων καὶ τῶν πατέρων διὰ τὴν βοὴν καὶ τὴν λαλιὰν τῆς Σφιγγὸς τὴν ἰήιον καὶ λοξὴν, παρόσον ὁ ἰήιος ὕμνος τῷ Λοξίᾳ Ἀπόλλωνι ᾄδεται.
sch Ph 1035 [5] ἢ οὕτως· ἐστέναζον ἰάλεμοι τῶν πατέρων καὶ τῶν μητέρων 〈ἰήιον βοὴν〉, ἤτοι τὴν θρηνητικήν. τὸ γὰρ ω τὸ σχετλιαστικὸν λέγεται καὶ ἰώ καὶ ἰή. εὑρίσκεται γὰρ ἐν τοῖς ποιηταῖς οὕτως, ἰὴ ἰή, ὡς τὸ ἰὼ [καὶ] ἰώ: —A ἰήιον μέλο ς: θρηνητικὴν βοήν.
sch Ph 1036 [5] ἐπὶ μὲν θρήνων ψιλοῦται, ἐπὶ δὲ παιάνων δασύνεται: —MTAB ἐθρήνει θρηνητικὴν βοήν: —M g A g † παιάνιον φωνήν. παιὰν δέ ἐστιν ᾆσμα ᾀδόμενον ἐπὶ καταπαύσει λοιμοῦ ἢ δεινῶν τινων: —B i ὁ δὲ στεναγμὸς βροντῇ ἦν ὅμοιος: —M i A g B i ἁρπάσειεν, οἷον· ὅταν ἀφαρπάσειεν ἡ Σφίγξ τινα τῶν ἀνδρῶν ἀπὸ τῆς πόλεως, θρῆνος καὶ βοὴ ἐγίνετο: —M i TA g Πυθίαις ἀποστολαῖσι ν: ἀντὶ τοῦ ὑπὸ Πυθίου ἀπεσταλμένος.
sch Ph 1043 κατὰ χρησμὸν γὰρ τούτου ἦλθεν εἰς Θήβας: —MTA ταῖς τοῦ Ἀπόλλωνος παραπομπαῖς: —M g A g Οἰδίπους ὁ τλάμω ν: πυνθανομένῳ γὰρ Οἰδίποδι περὶ τῶν γονέων ἔχρησεν αὐτῷ ὁ θεὸς ὡς ἀποκτείνας τὸν πατέρα γαμήσει τὴν μητέρα.
sch Ph 1044 διὸ εἰς Θήβας ἦλθεν, οὐκ εἰς Κόρινθον, φοβούμενος μή πως Πόλυβον φονεύσας γαμήσῃ Μερόπην: —MTAB τό τ ’ ἀσμένοι ς: διὰ τὸ λῦσαι τὸ αἴνιγμα.
sch Ph 1046 [5] πάλιν δὲ ἄχη συνάπτει διὰ τὸν γάμον τῆς μητρὸς καὶ τὰ λοιπά: —MTAB i ὁ αὐτὸς δὲ πάλιν, φησὶ, καὶ λύπας αὐτοῖς προσετρίψατο γήμας τὴν μητέρα καὶ φύσας τοὺς περὶ Πολυνείκην ἐξ ἀνόμων γάμων, οἳ νῦν διὰ τὰς τούτου ἀρὰς εἰς ἀγῶνα καὶ πόλεμον κατέστησαν. τὸ δὲ ὕστερον γενόμενον προανεφώνησεν· οὐ γὰρ εὐθὺς ὡς ἐπεδήμησεν ἄσμενοι αὐτὸν εἶδον, ἀλλ’ ὅτε ἔλυσε τὸ αἴνιγμα. λείπει δὲ τὸ ἦλθεν: — MTA ἀπὸ κοινοῦ τὸ συνάπτε ι· 〈συνάπτει〉 ἄχη: —M i B i καλλίνικος ὢν αἰνιγμάτω ν: τὸ ἑξῆς· καλλίνικος γὰρ ὢν τῶν αἰνιγμάτων τῆς Σφιγγὸς γάμους συνάπτει τῇ μητρί: —MTAB νικηφόρος ὢν τῶν ἀσαφῶν λόγων τῆς Σφιγγὸς συνάπτει γάμους κακοὺς τῇ μητρὶ αὐτοῦ: —M i TA g τὴν πόλιν ἐξ αἱμάτων ἀμείβει: —M g δ ι ’ αἱμάτων δ ’ ἀμείβε ι: τὴν πόλιν δι’ αἱμάτων ἐναλλάσσει.
sch Ph 1051 [5] τὸ δὲ ἀμείβει ἀμείβεσθαι ποιεῖ ἐμβαλὼν διὰ καταρῶν τοὺς παῖδας εἰς φιλονεικίαν: —MTAB ἄλλω ς: τὰ πρῶτα κακὰ δι’ αἱμάτων ἤλλαξε δευτέρῳ φόνῳ ἐμβαλὼν τοὺς παῖδας διὰ τῶν καταρῶν εἰς φιλονεικίαν: —MTAB μυσαρὸν εἰς ἀγῶν α: εἰς μεμισημένην φιλονεικίαν.
sch Ph 1052 λέγει δὲ τὴν μονομαχίαν τῶν ἀδελφῶν: —MA g B g ἐμβαλών.
sch Ph 1053 ἀνελών: —M g τὰ ἄθλια τέκνα διὰ τῆς κατάρας: —M g ἀραῖσι τέκεα μέλεο ς: ἀπὸ τούτων ἐχρῆν εὐθέως ἄρξασθαι τὸν χορόν. ἐκεῖνα γὰρ περιττά ἐστιν: —MTAB ἀγάμε θ ’ ἀγάμεθ α: μετέβησαν ἐπὶ τὸν Μενοικέως φόνον.
sch Ph 1054 θαυμάζομεν, φησὶν, ἐκπεπλήγμεθα τὸν παῖδα ἀνταλλασσόμενον ἑκουσίῳ θανάτῳ τὴν εὔκλειαν: —MTAB λείπει τὸ ἐκεῖνον: —M g A g B i νικηφόρα ἐπικρατῆ ποιήσων: —M g A g γενοίμε θ ’ ὧδε ματέρε ς: εἴθε, φησὶν, ὦ δέσποινα Ἀθηνᾶ, καὶ ἡμεῖς εὐτυχήσαιμεν τοιούτων τέκνων.
sch Ph 1060 [5] ὡς παρθένοι δὲ παρθένῳ θεῷ εὔχονται ταύτην τέως εἰδυῖαι θεόν: —MTAB ἄλλω ς: ἡμεῖς αἱ γυναῖκες. συμπεριλαμβάνει γὰρ τὸ πᾶν γένος τοῦτο λέγουσα: —MTAB κατὰ τὸν Μενοικέα: —M g γράφεται φίλ α: —M g ἀναγκαίως ἐπειδὴ παρθένος: —M i Παλλὰς ἃ δράκοντο ς: δοκεῖ Ἀθηνᾶ συμπρᾶξαι τῷ Κάδμῳ κατὰ τῶν Σπαρτῶν.
sch Ph 1062 [5] διὸ καὶ ἱδρύσατο ταύτην Ὄγκαν προσαγορεύσας τῇ τῶν Φοινίκων διαλέκτῳ. ἐπεγέγραπτο δὲ τῷ ἱερῷ τούτῳ· ‘Ὄγκας νηὸς ὅδ’ ἐστὶν Ἀθήνης ὅν ποτε Κάδμος εἵσατο βοῦν θ’ ἱέρευσεν ὅτ’ ἔκτισεν ἄστυ τὸ Θήβησ‘: —MTAB ἄλλω ς: προνοίᾳ γὰρ Ἀθηνᾶς λίθῳ τὸν δράκοντα ἀνεῖλεν ὁ Κάδμος· ὡς καὶ ἀνωτέρω [667] Παλλάδος φραδαῖσ ι: —MTA κατήνυσας ἐφόνευσας: —M g A g ἐν περιφράσει τὸν Κάδμον: —M g ὁρμήσα ς ’ ἐ π ’ ἔργο ν: ἐπὶ τὸν τοῦ δράκοντος φόνον: —A ἄλλω ς: διὰ τὸν θάνατον τοῦ δράκοντος μηνίσαντος τοῦ Ἄρεως καὶ ἐπιπέμψαντος τὴν Σφίγγα: —AB † καὶ γὰρ ἡ Σφὶγξ ἥρπαζεν, ὁ δὲ Μενοικεὺς πέπονθέ τι ὅμοιον: —TA g B κλητικὸν ἐπίρρημα: —M g τυγχάνει: —M g A g ἀντὶ τοῦ· εἴπατε ἐκτὸς ἐλθεῖν.
sch Ph 1068 ἢ ἀντὶ τοῦ ἐξαγάγετε: —M g διὰ μακροῦ μέ ν: βραδέως μὲν ἐξέρχῃ, ὅμως δὲ ἄκουσον, ἔξελθε: —MAB γράφεται κυδρ ή: —M g ἐνδοξοτάτη γύναι: —M g ἆρά που: —M g A g B g οὗ πα ρ ’ ἀσπίδ α: ἐπειδὴ ὑπασπιστὴς αὐτοῦ ἦν, νῦν δὲ κεχώρισται τοῦ δεσπότου, διὰ τοῦτο ὑπονοεῖ μὴ καὶ τέθνηκεν: —TAB ἐν τοῖς πολλοῖς ἀντιγράφοις οὐ φέρεται ὁ στίχος: —AB μὴ τρέσῃς τό δ ’ ὥς ς ’ ἀπαλλάξω φόβο υ: μὴ κατὰ τοῦτο φοβῇ.
sch Ph 1077 καὶ γὰρ ἦλθον ἵνα σε ἀπαλλάξω φόβου. τὸ γὰρ ὡς ἀντὶ τοῦ ἵνα: —MAB ἀντὶ τοῦ κατὰ τοῦτο. τὸ δὲ ὡς ἀντὶ τοῦ ἵνα: —M g τί δ’ · ἑπτάπυργοι πῶς ἔχουσι περιβολα ί: ἀντὶ τοῦ ἑπτάπυλοι.
sch Ph 1078 πύργος γὰρ ἡ ἀσφάλεια: —MB αἱ σκέπαι τῆς πόλεως αἱ ἑπτάπυλοι: —M g AB ἀβλαβεῖς ἄκλαστοι στερραί: —M g A g B g ἦλθον δὲ πρὸς κίνδυνο ν: ἀντὶ τοῦ συνέβαλον· συμβαλόντες δὲ τοῖς Ἀργείοις κινδύνου διάπειραν ἔσχον: —MAB ἀλ λ ’ ὁ Καδμείων Ἄρη ς: εἰς αὐτήν εἰσι τοῦ πολέμου τὴν σφοδρότητα: —MTAB ἄλλω ς: εἰς αὐτὸ τὸ ἀκμαιότατον τοῦ πολέμου ἦλθον: —MTAB πόλεμος: —M g A g ἓν εἰπὲ πρὸς θεῶ ν: φιλοστόργου μητρὸς ἦθος· εὔχεται γὰρ ἑκάτερον εὐτυχεῖν.
sch Ph 1083 ἀκούσασα γὰρ περὶ Ἐτεοκλέους καὶ περὶ Πολυνείκους ἐρωτᾷ: —MTAB ζῇ σοι ἡ δυὰς τῶν τέκνων μέχρι ταύτης τῆς ὥρας: — M g A g B i πυλῶν ἀπεστήσασθε πυργηρούμενο ι: φυλάσσοντες τοὺς πύργους.
sch Ph 1087 ὑπ’ ἐκείνων πολιορκούμενοι. ὑμεῖς τειχήρεις ὄντες: — MTAB πρὸς τὸ πᾶσι τὴν πρᾶξιν καταφανῆ γενέσθαι: —M i A g B μελάνδετον ξίφο ς: μέλαιναν λαβὴν ἔχον κερατίνην.
sch Ph 1091 [5] ἢ σιδηρᾶν. Ἡσίοδος [Opp. 151]· ‘μέλας δ’ οὐκ ἔσκε σίδηροσ‘: —MTAB σιδηρόδετον: —M g A g τὸ ἑξῆς· ξίφος σωτήριον: —M g A g B i ἀντὶ τοῦ· τὰ τάγματα διέταξεν: —M g ἔφεδροι λέγονται οἱ τῶν ἐν τῷ πολέμῳ πιπτόντων ἀναπληροῦντες τὰς [ἑαυτῶν] τάξεις: —M i ἀντιπάλους ἀνταγωνιστάς: —M g A g B i ἱππότας μὲν ἱππόταις ἔτα ξ’: διὰ τοῦτο ἑπτὰ ἔταξε στρατηγοὺς πρὸς ταῖς ἑπτὰ πύλαις ἑαυτὸν οὐ συγκατατάξας ὅπως αὐτὸς περιέρχοιτο τὰς πύλας τῷ νοσοῦντι μέρει συμμαχῶν· ἐπάγει γὰρ [1163] ἐπειδὴ τάσ δ ’ εἰσεῖδεν εὐτυχεῖς πύλα ς , ἄλλας ἐπῄει παῖς σό ς: —MTAB † ἄλλω ς: ἀπὸ κοινοῦ τὸ ἐπεί, ἵνα ᾖ· καὶ ἐπεὶ λόχους ἔνειμεν.
sch Ph 1095 [10] ἡ δὲ ἀπόδοσις εἰς τὸ δ ι ’ ὀλίγου περγάμων ἀ π ’ ὀρθίων εἰσορῶμε ν: —A ὅπως: —M g A g ἀδυναμοῦντι: —M g A g εἴη ὁ σὸς παῖς, ὁ Ἐτεοκλῆς, βοήθεια: —M g A g B i διὰ βραχέος χρόνου: —M i A g B i νῦν τῶν τειχέων: —M g A g οὕτως πᾶσαν ἀκρόπολίν φασιν: —M g A g B i περγάμων δ ’ ἀ π ’ ὀρθίω ν: πέργαμα τὰ ἀκρωτήρια.
sch Ph 1098 [5] λέγει δὲ τὰ τείχη: —MTA ὑψηλῶν: —MM g TAA g B i λευκὰς ἀσπίδας ἔχοντα: —M g A g B i Τευμησὸν ἐκλιπόντ α: ὄρος Βοιωτίας.
sch Ph 1100 [10] ἀντὶ τοῦ τὴν τῷ Τευμησῷ χώραν παρακειμένην. ἐπεὶ πῶς ὁρᾶν ἠδύνατο πλέον ἑκατὸν σταδίους τοῦ Τευμησοῦ ἀφεστηκότος τῶν Θηβῶν: —MTAB † ἢ οὐκ ἐκλιπόντα, ἀλλ’ ἤδη καταλιπόντα: —TAB ἄλλω ς: οἱ μὲν ὄρος Βοιωτίας, οἱ δὲ ὅτι ὄρος ἐν Ἄργει, ἐν ᾧ ὡπλίζοντο οἱ Ἀργεῖοι εὐτρεπιζόμενοι πρὸς πόλεμον: —MTA οὐχ ὅτι Τευμησὸν κατέλιπεν· πολὺ γὰρ ἀφέστηκεν· ἀλλ’ ὅτι τὴν χώραν τὴν παρατείνουσαν ἀπὸ τοῦ Τευμησοῦ μέχρι Θηβῶν: —M i A † ἄλλω ς: τὴν χώραν, καὶ τὸν τόπον, ἀπὸ Θηβῶν εἰς Τευμησὸν ἄγουσαν καταλιπόντα καὶ πλησιάσαντα τῷ τῆς πόλεως τείχει: —A περιέλαβον περιεκύκλωσαν: —M g A g B i οἷον· ὀξέως ἐπέβησαν, ἐπλησίασαν: —M g ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ καταπαύσει κακῶν: — M g B i τουτέστιν· οἱ μὲν εὐχόμενοι σωθῆναι, οἱ δὲ σαλπίζοντες: —M g A i B i προσήρχετο: —M g Νηίταις πύλαι ς: ἢ ἀπὸ Νηίδος τῆς Ἀμφίονος καὶ Νιόβης· ἢ ἐπεὶ νέαταί εἰσιν.
sch Ph 1104 ὁ δὲ Φερεκύδης [frg. 102c] ἀπὸ Νηίδος τῆς Ζήθου θυγατρός: —MTAB ἐξορθούμενον ταῖς ἀσπίσιν ὡς τὸ [Ν 339] ‘ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσιν‘: —MTAB πεπυκνωμένον: —MM g A g B g τῆς Ἀταλάντης: —M g A g ἔχει γὰρ ἐν τῇ ἀσπίδι τὴν Ἀταλάντην τοξεύουσαν τὸν Αἰτωλὸν κάπρον τοῖς μακροβόλοις ὀιστοῖς: —MA εἰς δὲ Προιτίδας πύλα ς: ἐκβληθεὶς γὰρ ὑπὸ Ἀκρισίου ᾤκησεν ὁ Προῖτος εἰς τὰς Θήβας πλησίον τούτων τῶν πυλῶν: —MTAB πύλαι Θηβῶν ἀπὸ Προίτου τοῦ ἄρχοντος, ὃς ἐξ Ἄργους φυγὼν ᾤκησεν ἐν Θήβαις: —MTA ἐχώρει σφάγ ι ’ ἔχων ἐ φ ’ ἅρματ ι: ἱερεῖα εἰς σφαγὴν ἕτοιμα εἶχεν ἐν τῷ ἅρματι, ἵνα, εἰ χρεία γένοιτο μαντείας, εὐθέως σφάξας μαντεύσηται: —MTAB οὐ σημε ῖ ’ ἔχων ὑβρισμέν α: οὐκ ἔχων ἐπὶ τῆς ἀσπίδος σημεῖα ὑπερήφανα καὶ μεστὰ ἀλαζονείας ὡς τὰ Καπανέως.
sch Ph 1111 [5] καὶ παρὰ τῷ Αἰσχύλῳ [Sept. 735]· ‘τοίαν ὁ μάντις ἀσπίδ’ ἔγκυκλον ἔχων πάγχαλκον ἕρπει· σῆμα δ’ οὐκ ἐπῆν κύκλῳ‘: —MTAB ἄλλω ς: οὐχ ὡς οἱ ἄλλοι ἔχων πεποικιλμένην τὴν ἀσπίδα: —A ὑπερήφανα. οὐχ ὕβρεις ἐπιφέροντα ταῖς Θήβαις: —M i ἀλλὰ σωφρόνως ἄση μ ’ ὅπλ α: ἀντὶ τοῦ οὐκ ἀλαζονείαν τινά.
sch Ph 1112 ἴσως δὲ ὡς μάντις προειδὼς τὸ μέλλον οὐδὲν ἀλαζονικὸν ἐφρόνει: —MTA Ὠγύγια δ ’ εἰς πυλώμα θ’: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ Βοιωτοῦ τάφῳ ἔκειντο καὶ οὐχ ὅτι Ὤγυγος αὐτὰς ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας.
sch Ph 1113 [5] ἢ ἀρχαίων, ὡς αὐτῶν πρωτοκτίστων οὐσῶν τῇ πόλει: —MTA Ὠγύγια προσηγορεύθη, φησὶν ὁ Ἀριστόδημος [frg. 2a], διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον τειχίζοντας Θήβας παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι: —Laur. 32, 33 Vat. 1332 στικτοῖς πανόπτη ν: πεποικιλμένοις.
sch Ph 1115 [10] ἐγγεγραμμένοις: —MTA ἄλλω ς: τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον τὸν τῆς Ἰοῦς φύλακα: —MTA οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν ἔφερε † τῆς Ἀργείας βοὸς φύλακα: —MT οἱ δὲ οἷον κατεστιγμένοις, ποικίλοις τῇ γραφῇ· τοὺς γὰρ ὀφθαλμοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστίξει: —TA πεποικιλμένοις. διὰ τὸ εἶναι αὐτὸν ἄυπνον φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας: —M g A τὸν Ἄργον λέγει. ἐνεγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος: —M g A g τὰ μὲν σὺν ἄστρω ν: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τοῖς πρὸς δύσιν.
sch Ph 1116 [5] θέλει γὰρ αὐτὸν οἷς μὲν διαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν: —MTAB ἄλλω ς: ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης [frg. 22] φησὶν αὐτὸν ἐπὶ τοῦ ἰνίου ἔχειν ὀφθαλμὸν ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· ‘Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δ’ Ἐρευθαλίων, ἀφ’ οὗ Ἐρευθαλίη πόλις καλεῖται ἐν Ἄργει, καὶ Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρη ὀφθαλμὸν τίθησιν ἐν τῷ ἰνίῳ καὶ τὸν ὕπνον ἐξαιρεῖται καὶ ἐφιστᾷ φύλακα αὐτὸν τῇ Ἰοῖ. ἔπειθ’ Ἑρμῆς αὐτὸν κτείνει‘. Διονύσιος δὲ ἐν τῷ α τοῦ Κύκλου [frg. 1] βύρσαν αὐτὸν ἠμφιέσθαι φησὶ καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησί [frg. 5]· καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί: —MTAB τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα 〈σὺν〉 ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα: —M i ἐπιτολαῖσιν ὄμματ α: ἐνταῦθα ἀνατολαῖς ἀκούειν δεῖ οὐ διαχωρίζοντας ὡς παρ’ Ἡσιόδῳ καὶ Ἀράτῳ. καὶ τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτως γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ, φησὶ, τοῦ Ἱππομέδοντος καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ λεπτότερον ὁρᾶν τὴν γραφήν: —MTA ἐπιτολὴ δὲ καὶ ἀνατολὴ διαφέρει· ἀνατολὴ μέν ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα: —MT ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως γεγραμμένην ἀποθανόντος Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος: —M g TA g τὸ ὡς ἀντὶ τοῦ καθώς, ἵν’ ᾖ· οὕτως καθὼς ἦν ἰδεῖν τὴν ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν· ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν ὡς γνωρίσαι καὶ τὰ σημεῖα, ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν: —M i Ὁμολωίσιν δὲ τάξιν εἶχ ε: αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος.
sch Ph 1119 [5] τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος [frg. 2] δέ φησιν αὐτὰς οὕτως κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος· κατὰ δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων Ὁμολωίδος: —MTAB λέοντος δέρος ἔχω ν: λέοντος δέρμα ἔχων.
sch Ph 1120 [5] ὁ Τυδεὺς ἦν ἐγγεγραμμένος τῇ μὲν λαιᾷ τὸ δέρμα, τῇ δὲ δεξιᾷ τὸ πῦρ ἔχων: — TAB Τιτὰν Προμηθεύ ς: τὸ ὡς προτακτέον τοῦ Τιτά ν· ὡς ὁ Προμηθεὺς ὁ ἀπὸ τῶν Τιτάνων: —MTA τὸ δὲ Τιτὰν Προμηθεύς οὕτως ἐξεδέξαντό τινες· ἀντὶ δόρατος 〈λαμπάδα〉 εἶχεν ὡς Τιτάν: —MTAB αὐτόχρημα Τιτὰν Προμηθεύς: —MTAB πύλαι καὶ αὗται Θηβῶν· ἴσως δὲ τῇ Δίρκῃ παρέκειντο καὶ ἀπὸ ταύτης ὠνομάσθησαν: —M i T Ποτνιάδες δ ’ ἐ π ’ ἀσπίδ ι: μανικαί.
sch Ph 1124 [5] τινὲς δέ φασι Γλαῦκον τὸν τῶν Ποτνιάδων ἵππων δεσπότην πατέρα εἶναι Βελλεροφόντου, ἐξ οὗ παῖς ἐγένετο Γλαῦκος. Ποτνιάδες δὲ ἐκαλοῦντο ἐπεὶ ἐν Ποτνίαις ἔτρεφεν αὐτὰς Γλαῦκος. Πότνιαι δὲ πόλις Βοιωτίας. Γλαῦκον δὲ οὐ τὸν ἀπὸ Σισύφου, ἀλλὰ τὸν Θρᾷκα τὸν ἄγριον: —MTA ἄλλω ς: τὰς τοῦ Γλαύκου φησὶν, αἳ λυσσήσασαι κατέφαγον τὸν δεσπότην Γλαῦκον τὸν ἀπὸ Σισύφου ἐν Ποτνίαις τῆς Βοιωτίας: — MTAB ἐπισήμω.
sch Ph 1125 ἢ πλεονάζει ἡ ἐπ ί: —M g TA g τῷ περὶ αὐτὰς φόβῳ ἐδόκουν σκιρτᾶν: —M g T οὕτως φοβεραὶ ἦσαν κατὰ τὴν γραφὴν ὡς δοκεῖν σκιρτᾶν: —M g TA μηχαναῖς περιστρεφομέναις: —M g A g περικυκλούμεναι: —M g ἔνδοθεν κυκλούμενα ι: ἔνδοθεν τῆς ἄντυγος δηλονότι, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος.
sch Ph 1126 [20] στρόφιγξι δὲ ταῖς περιστροφαῖς τοῦ δρόμου: —TAB † ἐν τῇ γραφῇ κεκαμμένων αὐτῶν τῶν τραχήλων πάνυ ταῖς ἡνίαις, ὡς δοκεῖν ἀληθῶς τῷ ὄπισθεν τοῦ ὅπλου αὐτὰς κατέχεσθαι· ὡς νομίζεσθαι τὸν βαστάζοντα τὸ ὅπλον καὶ τὰς ἡνίας αὐτῶν ὑπὸ τὸν πόρπακα κατέχειν διὰ τὸ μὴ ἐγγεγράφθαι τὸν ἡνίοχον μήτε τὸ ὄχημα μόνην τε τὴν ζεῦξιν τῶν πώλων, ὡς ἐν ἅρματι, ἐγγίζουσαν τοῦ ὅπλου καὶ ἔσωθεν ἡνιοχουμένην. στρόφιγξι δὲ ταῖς ἡνίαις καθὰ δι’ αὐτῶν στρέφεται τὸ ἅρμα. πόρπαξ δὲ καλεῖται τὸ κατὰ μέσον τοῦ ὅπλου ὑπὸ τὸν ὀμφαλὸν κοίλωμα δι’ οὗ βαστάζεται τὸ ὅπλον. καλῶς πως ὑπὸ τὸν πόρπακα κατεχόμεναι σκιρτηματικῶς ὡς δοκεῖν μαίνεσθαι αὐτάς. εἴη δ’ ἂν αὐτῷ τῆς τύχης οἰκεῖον καὶ τῆς φυγῆς τὸ σημεῖον. ἔνδοθεν δηλονότι τῆς ἄντυγος ἔσωθεν, ἵνα εἴπῃ κατὰ μέσον τῆς ἀσπίδος. πόρπακα δὲ τὸν ὀμφαλὸν τῆς ἀσπίδος. ἐν δὲ τῇ ἀσπίδι, φησὶ, τούτου ἐνετετύπωντο αἱ Ποτνιάδες ἵπποι οὕτως ἀκριβῶς ὡς δοκεῖν τῇ ἀληθείᾳ σκιρτᾶν κατὰ τὴν γραφὴν καὶ περιθέειν τὸν τῆς ἀσπίδος ὀμφαλόν: —TA ἐ π ’ Ἠλέκτραις πύλαι ς: ἀπὸ Ἠλέκτρας τῆς Ἄτλαντος καὶ Ἡσιόνης.
sch Ph 1129 [10] ἱστορεῖται δὲ ἡ Ἠλέκτρα τρεῖς παῖδας ἔχειν, Δάρδανον, Ἠετίωνα, ὃν καὶ Ἰασίωνα ὠνόμασαν, καὶ Ἁρμονίαν· ἣν γήμαντα τὸν Κάδμον ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας ὀνομάσαι τῆς Θήβης. οἱ δὲ ἀπὸ Ἠλέκτρας μιᾶς τῶν Ἀμφίονος θυγατέρων. ἐνταῦθα ὁ Καπανεὺς λοχαγεῖ· καὶ αὐτὸς δὲ διεσάφησε τὴν οἰκειότητα τοῦ σημείου αὐτοῦ: —MTA ἄλλω ς: ἢ ἀπὸ Ἠλεκτρυόνος τοῦ πατρὸς Ἀλκμήνης ἢ ἀπὸ Ἠλέκτρας τῆς Ἀμφίονος. ἔνιοι δὲ ἀπὸ Ἠλέκτρας τῆς Ἁρμονίας μητρὸς, ἧς εἶναι ἀνάθημά φασι τὸ ἐν Τροίᾳ Παλλάδιον τὸ κλαπὲν ὑπὸ Ὀδυσσέως καὶ Διομήδους: —MTAB σιδηρονώτοις δ ’ ἀσπίδος τύποις ἐπῆ ν: πῶς οὖν ἀνωτέρω [1099] εἶπε λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατό ν· ἐν δὲ τῇ Ἀντιγόνῃ λέγει [frg.
sch Ph 1130 [5] 159]· ‘χρυσεόνωτον ἀσπίδα τὰν Καπανέωσ‘. λεύκασπιν μὲν οὖν ἀπὸ τοῦ πλεονάζοντός φησι, χρυσόνωτον δὲ τὴν πολυτελῆ, σιδηρόνωτον δὲ τὴν ἰσχυρὰν ἀσπίδα: —MTAB χαλκενδύτοις: —M g A g B i ὑπῆρχεν ἐπέκειτο. ἐζῳγράφητο ἐπὶ τῆς ἀσπίδος γίγας φέρων πᾶσαν τὴν πόλιν: —M i B γράφεται βάθρω ν, θεμελίων: —M g ὑποψίαν σημεῖον: —M g B ἀπὸ κοινοῦ τὸ φέρω ν: —M g B i τινές φασι τὰς ἑβδόμας πύλας [τῆς] Βοιωτίας καλεῖσθαι ἀπὸ Βοιωτοῦ τοῦ Ποσειδῶνος καὶ τῆς σοφῆς Μελανίππης, ἀφ’ οὗ καὶ ἡ πᾶσα Βοιωτία ἐκλήθη: —MA ἑκατὸν ἐχίδναις ἀσπί δ ’ ἐκπληρῶ ν: ἀντὶ τοῦ· πλήρη τὴν ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν ἑκατὸν ἐχίδναις ὕδρας: —MTA ἄλλω ς: τῷ ἑκατόν ἐχρήσατο ἀορίστως: —MTA ἡ δὲ σύνταξις· πολλαῖς ἐχίδναις, τουτέστι κεφαλαῖς ὕδρας, ἐκπληρῶν τὴν ἀσπίδα καὶ ἔχων αὐτὴν ἐν τοῖς λαιοῖς βραχίοσιν.
sch Ph 1135 [10] ἐκπληρῶν δὲ ἀντὶ τοῦ 〈ἐκ〉πληρώσας. τὸ ἑξῆς· ἀσπίδα ἔχων λαιοῖς ἐν βραχίοσιν, ἑκατὸν ἐχίδναις ὕδρας ἐκπληρῶν τῇ γραφῇ. ἀντὶ τοῦ ἑκατὸν κεφαλαῖς. λέγει δὲ τὴν ὕδραν· ἐχιδνώδεις γὰρ ἦσαν αἱ ταύτης κεφαλαί: —MTAB † ἐν ζῳγραφίᾳ πολλῶν ἐχιδνωδῶν ὑδρῶν ἐκπληρῶν τὴν ἀσπίδα: —A τὴν πολυκέφαλον ὕδραν ἐκπληρῶν τῇ γραφῇ: —M i ἑκατὸν ἐχίδναις ἀσπί δ ’ ἐκπληρῶν γραφ ῇ: πληρῶν τὴν ἀσπίδα ἑκατὸν ἐχίδναις· ἐχιδνοκέφαλος γὰρ ἡ ὕδρα: —B Ἀργεῖον αὔχη μ’: ἀλλὰ γὰρ βασιλεὺς ὢν τοῦ Ἄργους ἔφερε παράδοξα αὐχήματα λυμαινόμενα καὶ ἐναρπάζοντα τὰς Θήβας.
sch Ph 1137 [5] ἐν Λέρνῃ γὰρ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. οὕτως γοῦν ὁρῶν αὐτὰς Ἡρακλῆς τεμνομένας καὶ πάλιν βλαστώσας ἐκέλευσεν Ἰολάῳ τὰς τεμνομένας περικαίειν. ἔφερεν οὖν τὴν ἀσπίδα τοῖς ἀριστεροῖς βραχίοσι τῇ γραφῇ τῆς ὕδρας πεπληρωμένην καὶ διὰ τῆς γραφῆς τῆς ὕδρας ἐκπληρῶν ἐχίδναις, αἳ † δὴ καὶ ἀνήρπαζον: —MTA δράκοντες ἔφερο ν: αἱ ἐχιδνώδεις κεφαλαὶ τῆς ὕδρας.
sch Ph 1138 δράκοντας δὲ εἶπεν εἶδος ἀντὶ εἴδους παραλαβών: —MTA ξύνθημ α: ἀντὶ τοῦ σημεῖόν τι ἴδιον † ἐπιγινώσκουσιν ὑπὲρ τοῦ τοὺς οἰκείους μὴ φονεύειν: —MTAB λέγει δὲ τὸ κηρύκειον.
sch Ph 1140 [5] ταῦτα δὲ, φησὶν, εἶδον ἀκριβῶς πρὸς ἕκαστον τῶν ταξιάρχων κῆρυξ ἀποστελλόμενος: —MTA τοῖς στρατηγοῖς τῶν ταγμάτων: —M g B μεσαγκύλοι ς: ἀκοντίοις, διὰ τὸ κατὰ μέσον τοῦ ξύλου τὰ ἀκόντια ἀγκύλον τι καὶ κοῖλον ἔχειν ἐγγλυφὲν, εἰς ὃ ἐμβαλόντες τὸν δάκτυλον τὸν δεύτερον καὶ τοῖν δυοῖν ἑκατέρωθεν κατέχοντες τατικώτερον ῥίπτουσιν οἱ πολέμιοι: —MTAB σχίσμασι κλάσμασιν· οὐ γὰρ πέτρας ἔρριπτον μεγάλας οὔσας, ἀλλ’ εἰς μικρὰ κλῶντες αὐτὰς ἔρριπτον: —M g T ἄλλω ς: τοῖς σχισμοῖς.
sch Ph 1143 ἐκ δὲ τούτου θέλει εἰπεῖν τοὺς λίθους τοὺς ἐκ πετρῶν κατερρωγότας: —TA αἱματωθῆναι πληγαῖς: —M g † ἐκ μεταφορᾶς τῶν ἐρίων κατὰ μικρὸν τῇ ἐργασίᾳ ξαινομένων: —B τί μέλλε τ ’ ἄρδη ν: διὰ τί κατ’ ὀλίγον ἀναλισκόμεθα καὶ οὐχὶ πάντες ἐμπίπτομεν ταῖς πύλαις: —MTAB ἀναβάλλεσθε: —M g ὄνομα στρατιωτῶν οὐ πανοπλίᾳ χρωμένων ἀλλὰ τῇ σφενδόνῃ.
sch Ph 1147 πεζοί: —M i T οἱ σφενδονῆται καὶ οἱ τοξόται: —B φροντισταί: —M i κρᾶτας αἱματούμενο ι: ἀμφίβολον πότερον τὰς κρᾶτας εἶπεν ἢ τοὺς κρᾶτας· ἐπεὶ καὶ ἐν Ἀρχελάῳ [frg.
sch Ph 1149 [5] 243]· ‘ἐγὼ δὲ τὸν σὸν κρᾶτ’ ἀναστέψαι θέλω‘. καὶ Ὅμηρος ἀμφιβόλως εἴρηκεν [χ 309]· ‘κράτων τυπτομένων‘. καὶ Ἴων [frg. 61]· ‘τύπτου τὸν αὑτοῦ κρᾶτα‘: —TAB κεφαλάς: —M g ἐπὶ κεφαλῆς πίπτοντας: —M g B i τὴν ψυχὴν παραδιδόντας: —M g TB i ὁ δ ’ Ἀρκὰς οὐκ Ἀργεῖο ς: Ἀρκὰς γὰρ ὢν ἐν Ἄργει ἐπαιδεύθη, ὡς ἐν ἄλλοις φησίν [Suppl.
sch Ph 1153 890]· ‘Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς παιδεύεται κατ’ Ἄργοσ‘: —MTAB τυφὼς πύλαισ ι: τύφεσθαί ἐστι τὸ τοὺς ὀφθαλμοὺς συγκεχύσθαι.
sch Ph 1154 [5] Μένανδρος ἐν Φιλαδέλφοις [frg. 4]· ‘νὴ τὸν Δία τὸν μέγιστον ἐκτυφήσομαι‘. καὶ ἐν Ἐπιτρέπουσιν [frg. 10]· ‘ἐξετύφην μὲν οὖν κλαίουσα‘. τυφὼς οὖν ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα· βούλεται δὲ ἀπὸ μέρους τὸ πῦρ δηλῶσαι· ἐμπεσὼν, φησὶ, ταῖς πύλαις ὡς πῦρ ἀνεβόησε μεγάλῃ φωνῇ, πῦρ καὶ δικέλλας αἰτῶν. τινὲς ἐκ τοῦ Τυφῶνος ἐξεδέξαντο ἑνὸς τῶν γιγάντων: —MTAB τυφώ ν: τεράστιος δαίμων. λέγεται δὲ καὶ τὸ σφοδρὸν τοῦ ἀνέμου πνεῦμα: —M i B i ἐργαλεῖον μοχλευτικόν: —M g ἀλ λ ’ ἔσχε μαργῶν τ ’ αὐτὸν ἐναλίο υ: πρὸς ταῖς Κρηναίαις πύλαις φησὶ τὸν Παρθενοπαῖον ὑπὸ τοῦ Περικλυμένου λιθοβοληθῆναι Ἀριστόδημος [frg.
sch Ph 1156 [5] 4]: —MTAB μεμηνότα: —M g B g τοῦ Ποσειδῶνος: —M g B i ὄνομα κύριον: —M g B g δυνάμενον πληρῶσαι ἅμαξαν.
sch Ph 1158 [5] ἀπὸ κοινοῦ δὲ τὸ ἐμβαλώ ν: —TB γεῖσ α: ὃν εἶπε λίθον, τοῦτον λέγει γεῖσα, ὄντα τῶν τειχῶν: —TA ἄλλω ς: τὰς ποικίλας ἐξοχὰς τῶν οἰκοδομημάτων: —TA ἄλλω ς: τὰ ἄκρα τῶν ἐπάλξεων: —TAB i λαμβάνεται δὲ καὶ ἐπὶ τειχῶν ἡ λέξις: —T διεπάλυν ε: εἰς λεπτὰ διέχεε.
sch Ph 1159 [5] καὶ γὰρ παιπάλη λέγεται τὸ λεπτὸν τοῦ ἀλεύρου. Ὅμηρος [Κ 7]· ‘ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρασ‘, ἀντὶ τοῦ ἐπέπασσεν. ἢ ἀντὶ τοῦ ἐμόλυνεν, παρὰ τὸ [Ε 100] ‘παλάσσετο δ’ αἵματι θώρηξ‘: —MTAB διέσχισεν: —M g ἁρμογὰς καὶ συνδέσεις. πέντε δὲ ῥαφὰς εἶναί φασιν οἱ ἰατροὶ τῆς κεφαλῆς: —MA ἄρτι δ ’ οἰνωπὸν γένυ ν: τὴν πυρράν.
sch Ph 1160 ἢ τὴν ἀνθηρὰν γένυν εὐθέως καὶ παραχρῆμα ᾑμάτωσεν: —MAB τὴν πυρρὰν γενειάδα: —M g οὐδὲ ἀπέρχεται ζῶν πρὸς τὴν μητέρα: —M g B i τῇ Ἀρκαδικῇ: —M g Μαινάλου κόρ ῃ: γράφεται χθόν α, τουτέστιν εἰς τὴν Μαιναλίαν χθόνα.
sch Ph 1162 [5] Μαινάλου δὲ κόρῃ τῇ ἀπὸ Μαινάλου ὄρους Ἀρκαδίας. ὡς φιλοκύνηγος δὲ ἐν ὄρει διέτριβεν. τὸ δὲ κόρη 〈ἀ〉διαφόρως τάττουσιν ἐπὶ τοῦ γυνή: —MAB ἀκολούθους ἀσπιδηφόρους: —M g B i τὰς ἐξοχὰς τῶν ἐπάλξεων: —M g A g ὥσ τ ’ ἐπάλξεω ν: τῶν ἐπάλξεων τὰ ἄκρα: —MM g AB i ἄλλω ς : ἐπάλξεων ἐρίπνα ς: περιφραστικῶς τὰς ἐπάλξεις.
sch Ph 1167 [5] καταλιπεῖν φυγάδας γενομένους. ἐρίπναι δὲ αἱ ἄκραι παρὰ τὸ μεγάλως καταπνέεσθαι: —MAB ἄλλω ς : ἐρίπνα ς: τὰς ἀκρωρείας. τὸ δὲ φυγάδας † ὥστε πάλιν τοὺς φυγόντας ὁ σὸς παῖς ὡς κυνηγὸς ἐξαθροίζει καὶ ὁρμᾷ: —MA ἐξαθροίζετα ι: τοὺς φυγάδας συναθροίζει καὶ συνάγει, ὡς ἐπὶ κυνῶν θῆρας φευγόντων: —MAB † ἐξαθροίζει οὖν, φησὶ, τούτους τοὺς φεύγοντας ὑπὸ τῶν πολεμίων: —A κατέστησεν αὐτοὺς πάλιν ἐπὶ τοῖς πύργοις: —M g τοῦτο τὸ μέρος δυστυχοῦν καὶ κακῶς ἔχον καταπαύσαντες περιήλθομεν εἰς τὰς ἄλλας πύλας: —M g B i μακραύχενος γὰρ κλίμακο ς: ὁ Καπανεὺς θέλων μιμήσασθαι τὸν Δία ἀνῆλθεν εἰς κλίμακα ἔχων δύο λαμπάδας· τὴν μίαν κεραυνὸν ἔλεγεν εἶναι καὶ τὴν μίαν ἀστραπήν.
sch Ph 1173 [5] ἐπὶ τούτοις ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν: —MA τῆς ὑψηλῆς κλίμακος πρὸς τὰς ἀναβάσεις: —M g B τοσοῦτον ἐκαυχήσατο: —M g A g B i τίμιον: —M g B i τουτέστιν ὁ κεραυνός: —M g A g B i τὸ φοβερὸν πῦρ τοῦ Διός: —M g A g οἷον μὴ ἀποκωλύειν αὐτόν: —M g τοῦ μὴ πορθεῖν τὴν πόλιν ἀπὸ ἄκρων τειχέων: —M g A g B i τὸ μὴ οὐ κα τ ’ ἄκρων περγάμω ν : ἡ κατά πρὸς τὸ ἑλεῖ ν· [εἰς] τὸ μὴ καθελεῖν τὴν πόλιν.
sch Ph 1176 τὸ οὐ πλεονάζει. περγάμων δὲ τῶν τειχέων: —MAB ἀνεῖρ φ ’ ὑ π ’ αὐτή ν: ἐναργῶς ἔδειξε τὸν ὑπὸ τῇ ἀσπίδι κεκρυμμένον καὶ βαλλόμενον ἄνωθεν, ὁμοίως τῷ [Π 360] ‘ἀσπίδι ταυρείῃ κεκαλυμμένοσ‘: —MAB συστρέψας: —M g A g ἐν οἷς τὰ ὑπόβαθρα πήγνυται δι’ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ τείχη: —M g βαθμούς: —M g ἐνηλάτων βάθρ α: περιφραστικῶς τὰ ἐνήλατα, ὅπου ἐπιβαίνομεν.
sch Ph 1179 [5] ἢ τὰς βάσεις τῶν ἐνηλάτων τῆς κλίμακος: —MAB ἄλλω ς: ἐνήλατά ἐστι τὰ ὀρθὰ ξύλα, ἔνθα πήγνυνται καὶ ἐλαύνονται τὰ βάθρα τῆς κλίμακος: —MAB ἀντὶ τοῦ εἰς ὕψος: —MA ἄλλω ς: τῶν θεμελίων καὶ τῶν βάσεων: —MA ὡς ἀπὸ σφενδόνης ἐχωρίσθησαν αὐτοῦ τὰ μέλη ἀπ’ ἀλλήλων: —M g B i εἰς ὕψος: —M g A g χεῖρες δὲ καὶ κῶ λ ’ ὡς κύκλω μ ’ Ἰξίονο ς: ὡς ὁ τροχὸς Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται.
sch Ph 1185 [15] οὗτος γὰρ διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν: —MAB Ἰξίων Λαπίθης τὸ γένος ἠγάγετο Δίαν τὴν Ἠιονέως θυγατέρα, τὸν δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα γὰρ ποιήσας ἐν τῇ οἰκίᾳ καὶ γεμίσας πυρὸς ἐκεῖ τὸν Ἠιονέα ἐνέβαλεν. ἐφ’ ᾧ οἱ θεοὶ ἠγανάκτησαν· ὁ δὲ Ζεὺς ἐλεήσας τὸν Ἰξίονα καὶ λαβὼν αὐτὸν ἐν τῷ ἰδίῳ ἱερῷ ἀφῆκε μεταδιδοὺς αὐτῷ καὶ τῆς ἀθανασίας. ὃς ἀκολασταίνων ἰδὼν τὴν Ἥραν ἠράσθη αὐτῆς. μὴ φέρουσα δὲ ἡ Ἥρα τὴν μανίαν αὐτοῦ φησι τῷ Διί· ἐφ’ ᾧ ἀγανακτήσας ὁ Ζεὺς βουλόμενός τε γνῶναι εἴ γε ἀληθές ἐστιν, ἀπείκασε τῇ Ἥρᾳ νεφέλην, ἣν ἰδὼν ὁ Ἰξίων νομίσας τὴν Ἥραν εἶναι μίγνυται αὐτῇ καὶ ποιεῖ παῖδα διφυῆ, τὰ μὲν ἀνθρώπου ἔχοντα τὰ δὲ ἵππου, ἀφ’ οὗ καὶ οἱ Ἱπποκένταυροι γεγόνασιν. ὀργισθεὶς δὲ ὁ Ζεὺς ὑποπτέρῳ τροχῷ τὸν Ἰξίονα δήσας ἀφῆκε τῷ ἀέρι φέρεσθαι μαστιζόμενον καὶ λέγοντα· ‘χρὴ τιμᾶν τοὺς εὐεργέτας.‘ οἱ μὲν ὅτι ἐταρτάρωσεν αὐτόν, οἱ δὲ ὅτι καὶ πύρινος ἦν ὁ τροχός, φασίν: —MA ἐκάμπτετο ἐστρέφετο: —M g B ὑπὸ πυρός: —M g B κεκαυμένος: —M g γνωρίσαντες: —M g τὰ ἅρματα περιφραστικῶς: —M g A g B i ἐν μέσῃ τῇ παρατάξει: —M g A g B i συνέβαλον: —M g ἄξονές τ ’ ἐ π ’ ἄξοσ ι: παρὰ τὸ Αἰσχύλου ἐν Γλαύκῳ Ποτνιεῖ [frg.
sch Ph 1194 36]· ‘ἐφ’ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρὸς, ἵπποι δ’ ἐφ’ ἵπποις ἦσαν ἐμπεφυρμένοι‘: —MAB νεκροὶ δὲ νεκροῖ ς: ἐπὶ νεκροῖς ἐσωρεύοντο.
sch Ph 1195 περισσὴ δὲ ἡ ἐξ: —MA σωρηδὸν ἀλλήλοις ἐπέκειντο: —MAB i ἀνεμίγνυντο, ἐπ’ ἀλλήλοις ἔπιπτον: —MA ἔσχομεν κατασκαφά ς: ἐπέσχομεν τῆς πόλεως τὴν κατασκαφὴν καὶ τὴν πόρθησιν: —A † τοὺς θεμελίους τῶν πύργων κατασκαφῆναι διεκωλύσαμεν: —B i τὰς πορθήσεις: —M g A g καλὸν τὸ νικᾶ ν: εἰ οἱ θεοὶ τὰ δίκαια κρίνουσι, πάντως ἡττηθήσονται οἱ Θηβαῖοι.
sch Ph 1200 [5] ἐγὼ οὖν, ὁ χορὸς, σωθείην, διαφύγοιμι: — MAB i ἄλλω ς: καλὸν τὸ νικᾶν ἐστιν. εἰ δὲ καὶ βέλτιον τοῦ νικᾶν ἡμᾶς βουλεύονται οἱ θεοὶ, εὐτυχοίην ἄν· λέγει δὲ τὸ φιλίαν ἐμβαλεῖν τοῖς ἀδελφοῖς: —MAB εἰ δ ’ ἀμείνο ν ’ οἱ θεο ί: τινὲς ἀντὶ τοῦ δικαίαν. ὁ δὲ νοῦς· γένοιτο μὲν νικᾶν τοὺς Θηβαίους· εἰ δὲ οἱ θεοὶ τὰ δίκαια κρίνουσι καὶ συμβῇ ἀπολέσθαι τοὺς Θηβαίους, ἀλλ’ οὖν ἐγὼ διαφύγοιμι: —MAB γράφεται ἔχοιε ν: —M g περὶ ἡμᾶς δηλονότι: —M g Κρέων δ ’ ἔοικε τῶν ἐμῶν νυμφευμάτω ν: καὶ τῶν ἐμῶν νυμφευμάτων καὶ τῶν Οἰδίποδος κακῶν ὁ Κρέων ἀπέλαυσεν: —MA ἀπολαύειν μετέχειν: —M g A g λυπηρῶς: —M g ἀλλ’ εἰς τὴν ἀρχὴν τοῦ λόγου ἀνάδραμε καὶ διήγησαι τί μέλλουσι δρᾶσαι: —M ἔα τὰ λοιπ ά: μὴ περαιτέρω πύθῃ: —MAB δεῦ ρ ’ ἀε ί: ἀντὶ τοῦ μέχρι τούτου καὶ ἕως τούτου: —MAB τοῦ τ ’ εἰς ὕποπτον εἶπα ς: ἐπειδὴ εἶπεν· ἔα τὰ λοιπὰ, ἀεὶ καλῶς πράσσεις, εἶπεν ὅτι εἰς ὑποψίαν εἶπας: —MAB εἰς ὑποψίαν: —M g A g ἀντὶ τοῦ πράξω: —M g μέθες μ’ · ἔρημος παῖ ς: ἀντὶ τοῦ· ἐμοῦ ἔρημος καὶ χωρίς ἐστιν ὁ σὸς παῖς: —MAB ἀσπιδηφόρου: —M g A g B καλύπτεις ἐν ἀφανείᾳ: —M g AB κρύπτεις: —M g A g κοὐκ ἄν γε λέξαι μ ’ ἐ π ’ ἀγαθοῖσ ι: πρὸς οἷς ἔλεξα ἀγαθοῖς οὐκ ἂν ἀγγείλαιμι τὰ κακά: —MAB ἢν μή γε φεύγω ν: εἰ μὴ ἄρα φεύγων με ἐκφύγῃς εἰς τὸν αἰθέρα: —MA g λείπει τὸ ποιεῖν: —A g B i ὑψηλοῦ τείχους: —M g A g ὑπῆρ ξ ’ ἀ π ’ ὀρθίο υ: προήρξατο κατήρξατο.
sch Ph 1223 ὀρθίου δὲ ὑψηλοῦ. ἀρχηγὸς ἐγένετο κελεύσας κηρύξαι: —MAB ἐπίρρημα: —M g B g ἔλεξε δ’ , ὦ γῆς Ἑλλάδος στρατηλάτα ι: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη.
sch Ph 1225 λείπει οὖν τῷ λόγῳ τὸ ταῦτα λέγων. οὗτος δὲ οὐ φέρεται ἐν τοῖς πολλοῖς ἀντιγράφοις: —MAB Δαναῶν ἀριστεῖ ς: Ὁμηρικῶς ἤρξατο [Γ 86]· ‘κέκλυτέ μευ Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί‘: —MAB ἀπολλύετε προΐεσθε: —M g ψυχὰς ἀπεμπολᾶτ ε: ἐκπονεῖτε.
sch Ph 1228 [5] ἀπεμπολᾶν δὲ κυρίως ἐστὶ τὸ πιπράσκειν: —MAB εἰς κίνδυνον ἐκδίδοτε· ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐν τῇ θαλάσσῃ κινδυνευόντων διὰ τὸ κέρδος: —MAB ἄλλω ς: ἐκβαλὼν τὸν κοινὸν κίνδυνον ὑμῶν καὶ τὸν πόλεμον: — MAB παραδοῦναι παρασκευάσω πόλιν: —M g A g B g ἐπανέρχεσθε: —M g B g ἅλις ὃς κεῖται νεκρό ς: καὶ ὁ τῶν Θηβαίων ὄχλος ἀποθανὼν αὐτάρκης: —MAB ὥρμησεν: —M g ἐπῄνει: —M g A g ἐπὶ τοῖσδε δ ’ ἐσπείσαντ ο: ἐπὶ τοῖς ὡμολογημένοις συνθήκας ἐποιήσαντο: —MA g B i εἰς φιλίαν συνῆλθον: —M κἀν μεταιχμίοι ς: καὶ ἐν τῷ μέσῳ μέρει τῶν στρατευμάτων: — MA g μεταίχμιον λέγεται ὁ τόπος ὁ μεταξὺ τῶν δύο στρατευμάτων.
sch Ph 1240 [10] ἐπὶ τούτοις τοῖς ὁμιλήμασιν ἐν τοῖς μεταιχμίοις συνελθόντες ἐπεσπείσαντο ἐμμενεῖν αὐτοῖς οἱ στρατηγοί. ἔνιοι δὲ γράφουσι στρατηλάταις μετὰ τοῦ ι , ἵνα τοὺς ἄλλους βασιλεῖς καὶ τὰ στρατεύματα ἀκούσωσιν ἐμμένειν τοῖς ῥηθεῖσιν ὑπ’ ἀμφοτέρων: —MAB ὅρκους συνῆψα ν: τὰ πρὸς τοὺς ὅρκους ἐπιτήδεια συνέμιξαν [Θηβαίων καὶ Ἀργείων], τουτέστι τὸν οἶνον καὶ τὸ αἷμα τῶν ἱερείων: —MAB ὡπλίζοντο: —M g A g πρόμαχον: —M g A g ἐπιθυμοῦντες μαινόμενοι: —M g A g B g λαθραίως παρεκβαίνοντες: —M g A g προετρέποντο: —M g γράφεται λόγοισι θαρσύνοντες κἄλεγο ν: —B i ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτα ς: ἐν σοὶ τρόπαιον στῆσαί ἐστιν ἡμῖν ἐλπὶς τῷ τε Ἄργει εὐκλεῆ ἀπαγγελίαν δοῦναι.
sch Ph 1250 ἢ ἀντὶ τοῦ· εὐκλείας λόγον καὶ φήμην καταλεῖψαι τῇ πατρίδι: —MAB στῆσαι τὸ ἄγαλμα: —M g A g B νικητήριον: —M g A g BB g παρεθάρσυνον πάλιν οἱ φίλοι: —M g ἀπὸ κοινοῦ τὸ ἐθάρσυνόν τε καὶ ἔλεγον ταῦτα: —M i B i τὴν βολὴν τοῦ πυρός: —M g A g B i † ἐμπύρους τ ’ ἀκμά ς: τὰς ἀναδόσεις τῆς φλογός.
sch Ph 1255 [5] τὰ ἄκρα: —A † ἄλλω ς: τὰς τῆς φλογὸς ἀναδόσεις καὶ τὰ φῶτα τὰ ἐκ τῶν ἐμπύρων ἀναφερόμενα, ἀφ’ ὧν σημειοῦνται οἱ μάντεις. ἀκμάς δὲ τὰς ἀναδόσεις, ἐπεὶ βιαιότατόν ἐστι τὸ πῦρ: —AB ῥήξεις τ ’ ἐνώμω ν: τὰς τῆς χολῆς ῥήξεις ἐπεσκόπουν τὴν ὄψιν μεταφέροντες.
sch Ph 1256 [15] τηροῦσι γὰρ οἱ μάντεις τὰς χολὰς πῶς τὴν ὑγρότητα ἀκοντίζουσιν: —MAB ἄλλω ς: τῆς κύστεως τὸ στόμα ἐρίῳ δεσμοῦντες ἐπετίθεσαν τῷ πυρὶ καὶ παρετήρουν πῶς ῥαγήσεται καὶ ποῦ τὸ οὖρον ἀκοντίσει. Σοφοκλῆς ἐν Μάντεσι [frg. 361]· ‘τὰς μαλλοδετὰς κύστεισ‘: —MAB ὑγρότη τ ’ ἐναντία ν: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὴν ἐπὶ τῶν ἐναντίων καὶ ἐχθρῶν ἀεὶ ταρασσομένην. οἱ γὰρ θύται εἰ περὶ τῶν ἐχθρῶν βουληθεῖεν μαντεύεσθαι, εἰς τὴν χολὴν ἀφορῶσι· πικροὶ γὰρ οἱ ἐχθροί. ὑγρότητα δὲ λέγει αὐτὴν τὴν χολήν. ἢ ἐναντίαν ὡς πρὸς τὸ πῦρ· ξηρὸν γὰρ τοῦτο: —MAB i ἄλλω ς: τὴν περὶ τῶν ἐναντίων δηλοῦσαν. τὸ δὲ ἑξῆς· μάντεις τε μῆλ’ ἔσφαζον ἐμπύρους τ’ ἀκμὰς ἐνώμων (κατὰ κοινοῦ γὰρ τὸ ἐνώμων) ἄκραν τε λαμπάδα ἐνώμων: —MAB ἐπετήρουν. ἀντὶ τοῦ διέκρινον καὶ ἐσκόπουν. περιφραστικῶς τὴν χολήν: —M i ἄκραν τε λαμπάδ α: τουτέστι τὸ ἄκρον τοῦ πυρὸς ἐσκόπουν, ὃ καλεῖται κέρκος.
sch Ph 1257 [5] οἱ δὲ τὴν καρδίαν διὰ τὸ εἶναι πυρώδη τε καὶ θερμήν: —MAB ἄλλω ς: τὴν οὐρὰν τοῦ ἱερείου. ἦν γὰρ καὶ δι’ αὐτῆς μαντεία. καμπτομένη γὰρ ὑπὸ τοῦ πυρὸς δυσχέρειαν ἐδήλου τοῦ πολέμου, ἁπλουμένη δὲ καὶ κάτω νεύουσα, ἧτταν· ἀνατεινομένη δὲ εἰς ὕψος, νίκην. οἱ δὲ ἄκραν λαμπάδα τὴν χολὴν λέγουσι τὴν ἐν τῷ ἥπατι. σημεῖον γάρ ἐστι μαντικὸν καὶ ἥττης καὶ νίκης: —MAB μαγικούς: —M g A g B g ἢ φίλτ ρ ’ ἐπῳδῶ ν: τῶν ἐπᾳδόντων ἀνδρῶν.
sch Ph 1260 [5] ἢ ἐπᾳδουσῶν. εἰ δύνασαι εἰς φιλίαν αὐτοὺς ἀγαγεῖν: —MB σπεῦσον. κυρίως γὰρ ἐπῳδαὶ λέγονται αἱ διὰ τῶν ἐπικλήσεων τῶν μάντεων γινόμεναι: —M τὰς ἐπικλήσεις: —M g A g B g κώλυσον: —M g A g φιλονεικίας: —M g A g B i τὰ ἀγωνίσματα: —M g A g B i καὶ τἆθλα δειν ά: ἔπαθλον γὰρ ἑτέρῳ ἔσται ἡ τοῦ ἑτέρου ἀπώλεια· ὥστε ἔξελθε, μὴ καὶ ἀμφοτέρων στερηθῇς: —MA ἀντὶ τοῦ στερηθήσῃ.
sch Ph 1263 τὸ γὰρ στερήσῃ ἀντὶ τοῦ στερηθήσῃ: —M g νῦν σοι προχωρε ῖ: ἡ τύχη λέγεται δαιμόνων κατάστασι ς.
sch Ph 1266 ὁ δὲ νοῦς· ἔξελθε τῶν οἴκων· οὐ γὰρ ἐν χορείαις καὶ παρθενῶσιν ἡ παροῦσα τύχη ὥστε καὶ ὄχλον διελθεῖν αἰδεσθῆναι: —MAB προβαίνει ἡ τῆς εἱμαρμένης παρουσία: —M g A g B g ἀντὶ τοῦ ἐκνεύοντας: —M g τί ν ’ ὦ τεκοῦσα μῆτε ρ: τὸ ἑξῆς· τίνα ἔκπληξιν τοῖς φίλοις ἀυτεῖς: —MA ὁ νοῦς· τίνα, ὦ μῆτερ, καινὴν, ἑτέραν, συμφορὰν ἐμοὶ τῇ φίλῃ ἀπαγγέλλεις.
sch Ph 1270 [5] τὸ γὰρ φίλοις ἀντὶ τοῦ φίλῃ. ἢ φίλοις ἀντὶ τοῦ περὶ φίλων ἡμῖν, Ἐτεοκλέους καὶ Πολυνείκους: —MAB συμφοράν: —M g A g B i ἐφθάρη: —M g A g ἀντὶ τοῦ· εἰς μονομαχίαν κατέστησαν: —M i A g B i ἐπίρρημα στεναγμοῦ: —M i A g B i συμφορὰν, οὐ φίλα λέγω: —A g B i οὐκ ἐν αἰσχύνῃ τὰ σ ά: νῦν οὐχ ἁρμόζει σοι αἰδεῖσθαι.
sch Ph 1276 οὐκ ἔστι καιρὸς αἰσχύνεσθαί σε νῦν: —MAB i ἡγοῦ σὺ πρὸς μεταίχμ ι’: πρὸς τὸν τόπον τὸν μεταξὺ τοῦ πολέμου, ἔνθα ἦν τὸ μονομαχεῖον: —MAB i οὐ κατασχετέον: —M g A g B g ἐν πολλοῖς οὐ φέρεται: —B i τρομερὰν φρίκ α: ἀντὶ τοῦ φρίκην τρόμου παραιτίαν.
sch Ph 1285 [5] καὶ Πίνδαρος [Pyth. IV 81]· ‘φρίσσοντας ὄμβρουσ‘, τοὺς φρίσσειν ποιοῦντας: —MAB ἄλλω ς: ἀντὶ τοῦ· τρομερὰν φρένα ἔχω τῇ φρίκῃ. τρομερὰν ἔχω τὴν φρένα: —MA τρόμου γεννητικήν: —M i A g B i τρομοποιὸν φόβον: —M i A g B i ἀντὶ τοῦ διὰ σαρκός· ὡς τὸ [Κ 298] ‘διά τ’ ἔντεα καὶ μέλαν αἷμα‘: —M i AB ἔλεος ἔλεο ς: ἔλεός με εἰσῆλθε καὶ οἶκτος ὁ περὶ τῆς Ἰοκάστης διὰ τὰ δίδυμα τέκνα ποῖος ποῖον ἄρα αἱμάξει: —MAB δίδυμα τέκε α: διπλᾶ: —MA τοῦτο ἔνιοι σολοικισμὸν ἡγήσαντο.
sch Ph 1288 [5] ἔδει γὰρ εἰπεῖν· διδύμων τεκέων πότερος ἄρα πότερον αἱμάξει. νῦν δὲ οὐ πρὸς τὸ ῥητὸν ἀπήντησεν, ἀλλὰ πρὸς τὸ νοητὸν, τὸν οἶκτον: —MAB πότερον αἱμάξε ι: φονεύσει: —MA g τὸ ἑξῆς· πότερος ἄρα πότερον αἱμάξει ὁμογενῆ δέραν ὁμογενῆ ψυχὰν δι’ ἀσπίδων δι’ αἱμάτων: —MA g B ποῖον ἄρα νεκρὸν ἀπολλύμενον θρηνήσω: —M i A g B i φεῦ δᾶ φεῦ δ ᾶ: οἱ μὲν ὡς ἓν μέρος λόγου ἀνέγνωσαν τὸ φεῦδα ὡς ἐν παρολκῇ τοῦ δα · ἔνιοι δὲ ἀντὶ τοῦ φεῦ δή· τινὲς δὲ ἀντὶ τοῦ φεῦ γῆ, κατὰ πάθος μεταβληθέντος τοῦ γ εἰς δ , ὡς ἐν τῷ Δημήτηρ, πηγή πηδή, παρὰ τὸ τὸ ὕδωρ πηδᾶν ἄνω: —MAB ἄλλω ς: ἀντὶ τοῦ φεῦ φεῦ.
sch Ph 1296 ἡ δα συλλαβὴ Ἀττικῶς πλεονάζει ὡς ἐπὶ τοῦ ἦσθα καὶ φῆσθα: —MAB i φονεύουσαι ἑαυτάς: —M g A g δόρυ κατ’ ἀλλήλων πάλλουσαι.
sch Ph 1298 ἢ ἐπὶ πόλεμον κινηθεῖσαι: —M i AB πέσεα πέσε α: θέλει εἰπεῖν ὅτι πεσόντες αἱμάξουσι τὰ σώματα.
sch Ph 1299 πέσεα οὖν ἀντὶ τοῦ πεσήματα πτώματα: —MAB πολέμια: —M g A g τάλανες ὅτι ποτ έ: διότι.
sch Ph 1300 [5] δυστυχεῖς εἰσιν: —MAB i ὅτι ποτ έ: ἀντὶ τοῦ· διότι δὴ ἐπὶ τὸ κατ’ ἀλλήλων μονομαχεῖον ἤλθετε: —MA ἄθλιοι: —M g διότι εἰς ἐνθύμησιν μονομαχίας ἤλθετε: —M i A g B i βοᾷ βαρβάρ ῳ: τῇ ἐμαυτῆς φωνῇ τῇ βαρβάρῳ τὴν ἐπιστένακτον βοὴν τῶν νεκρῶν, οἷον τὴν ἐπὶ τοῖς νεκροῖς σὺν στεναγμῷ προφερομένην βοὴν, μέλουσα τοῖς δάκρυσι θρηνήσω, τουτέστιν ἐπιμελῶς δακρύσασα θρηνήσω: —MAB ἀντὶ τοῦ μέλουσαν.
sch Ph 1303 ἢ ἐπιμελουμένην τῶν νεκρῶν καὶ θεραπεύουσαν τὰς ψυχὰς τούτων: —MAB τὸ σχεδὸν καὶ τὸ πέλας ἐκ παραλλήλου τὸ αὐτό· ἡ κατ’ αὐτοὺς τύχη τοῦ φόνου πλησίον ἐστὶ, τουτέστιν· ὅσον οὔπω γνωσόμεθα πῶς ἐκβήσεται αὐτοῖς τὸ μονομαχεῖον: —MAB τὸ σήμερον δηλονότι: —M g A g B g κρινεῖ φάος τὸ μέλλο ν: ἡ παρεστῶσα ἡμέρα διδάξει τὸ πέρας καὶ τὸ μέλλον: —MAB i ἄλλω ς: ἡ παροῦσα ἡμέρα διακρινεῖ τὸ μέλλον: —MA δυστυχὴς κακόποτμος ὁ θάνατος αὐτοῖς ἔσεται: —M g A g B g ἕνε κ ’ Ἐρινύω ν: ὡς τῶν Ἐρινύων ἐπιπεμπουσῶν τὰ φαῦλα τοῖς ἀνθρώποις.
sch Ph 1306 [5] ἢ διὰ τὰς ἀρὰς τὰς Οἰδίποδος καὶ τὰς τούτων ἐπηκόους Ἐρινύας: —MAB χάριν τῶν Ἐρινύων: —M g A g οἴμοι τί δράσ ω: ἵνα δόξῃ φιλόπολις ὁ Κρέων καὶ μὴ μόνον τοῦ παιδὸς λόγον ποιεῖσθαι, φησί· τίνος ἄρξομαι θρῆνον ποιούμενος, τοῦ παιδὸς ἢ τῆς πόλεως, καίτοι εἰδὼς ὅτι διὰ τὸν θάνατον τοῦ παιδὸς εὐτυχεῖ τὰ τῆς πόλεως.
sch Ph 1310 [5] μικρὸν γὰρ ὕστερον εἰπὼν ἐμός τε γὰρ παῖς ὄλωλεν ἐπελάθετο εἰπεῖν· πόλις τε, εἰς τὸ λυποῦν μὲν πένθος ἐμμείνας, τῆς δὲ κολακείας ἀτέλεστον ἐάσας τὴν μνήμην: — MAB ἐν κύκλῳ ἔχει δυστυχήματα: —M g πλῆθος: —M g A g ὥστε διαπέμπεσθαι διὰ τοῦ Ἀχέροντος τὴν πόλιν: —M i A g διὰ τὸ καὶ ἐν μέσῳ τοῦ θανάτου αὐτὴν εἶναι: —M i B g ὃν ἄρτι κρημνῶ ν: ὡς τοῦ Μενοικέως παρὰ τὸν τάφον ἔνθα ἦν ὁ δράκων κατακρημνίσαντος ἑαυτόν: —MAB ἄλλω ς: δεῖ νοεῖν ἔσω τῶν τειχῶν τὸν σηκὸν τοῦ δράκοντος εἶναι.
sch Ph 1315 [10] πῶς γὰρ εἶχε τὸ σῶμα ἀναλαβεῖν ὁ Κρέων τῶν πολεμίων παρακαθημένων. ἀπὸ δὲ τοῦ τείχους ἔρριψεν ἑαυτὸν ὁ παῖς εἰς ἐπίδειξιν τῆς ὑπὲρ τῆς πατρίδος προθυμίας: —MAB σπηλαίων: —M g A g B g αὐτόχειρα: —M g A g ἀντὶ τοῦ· εἰς τὴν οἰκίαν ἐκόμισα: —M g ἀντὶ τοῦ· θρηνεῖ τὸ ἐμὸν δῶμα: —M g B g ἐγὼ δὲ ὁ γέρων ἐπὶ τὴν ἀδελφὴν τὴν γραῖαν ἦλθον: —M g A g λούσῃ πρόθηταί τ ’ οὐκέ τ ’ ὄντ α: ἐκκομίσῃ, δημοσίᾳ ἐνταφιάσῃ· ἔθος γὰρ ἦν τοὺς βασιλεῖς οὕτως θάπτεσθαι: —MA γράφεται κλαύσ ῃ: —M g ἢ τὰς ταφάς: —M g τὸν Ἅιδην περιφραστικῶς: —M g κόρη τε μητρό ς: ἅμα τῇ μητρί: —MAB g τὸ ἑξῆς· κόρη τε Ἀντιγόνη κοινῇ ἐξόδῳ τῆς μητρός: —MB εἰς μάχην: —M g A g B i εἰς συμβολήν: —M g B i πῶς φή ς · νέκυν τοι παιδό ς: ἀντὶ τοῦ· τὸ νεκρὸν σῶμα τοῦ ἐμοῦ παιδὸς ἐπιμελείας ἀξιῶν: —MAB ἄλλω ς: τί φής· ἀπῆλθεν Ἰοκάστη πρὸς τοὺς παῖδας καταλλάξουσα τούτους, ἐγὼ δὲ τὸ σῶμα τοῦ παιδός μου Μενοικέως περιστέλλων καὶ κοσμῶν καὶ ἐπιμελείας ἀξιῶν καὶ δι’ ἀγάπην ἐκείνῳ προσκαθήμενος οὐκ ἔφθασα εἰς τὸ καὶ ταῦτα μαθεῖν, ὅ ἐστιν· ἀσχολούμενος περὶ τὸν υἱὸν οὐκ ἦλθον εἰς εἴδησιν τούτων: —A ἄλλω ς: ἐγὼ προσκαθήμενος, φησὶ, τῷ νεκρῷ τοῦ παιδός μου σώματι καὶ περὶ ἐκεῖνο ἀσχολούμενος οὐκ ἔφθασα τούτων τι μαθεῖν: —A περιστέλλων θρηνῶν: —M g οὐκ εἰς τό δ ’ ἦλθο ν: οὐκ ἐπὶ τοῦτο παρεγενόμην: —MA g B i νομίζω: —M g κίνδυνον: —M g A g ἠνύσθαι: —M g σκυθρωπὸν ὄμμ α: ἐκ τοῦ προσώπου τοῦ ἀγγέλου στοχάζεται τὰ λεχθησόμενα: —MA g B τὸ πραχθέν: —M g A g εὐειδέσι καλοῖς φαιδροῖς: —M g προοιμίοις οὐ καλοῖς, οὐκ εὐσχήμοσιν: —B ὦ τάλας δισσῶς ἀυτ ῶ: τὸ ὦ τάλας δεύτερον βοῶ διὰ τὸ μεγάλα φέρειν κακά.
sch Ph 1337 θρηνητικὸν δὲ τὸ ἦθος: —MAB πρὸς πεπραγμένοισι ν: τοῖς τοῦ Μενοικέως: —MAB i ἀποφαντικῶς ἢ ἐρωτηματικῶς: —MAB οὐκέ τ ’ εἰσ ί: συνήθως πάλιν Εὐριπίδης προειπὼν ἐν ἑνὶ στίχῳ τῆς συμφορᾶς τὸ κεφάλαιον καταστατικώτερον ὕστερον διηγεῖται τὸ πᾶν: —MAB ἐν φωτί· λέγει δὲ τὴν σωτηρίαν: —M g A g B ὦ δώμα τ ’ εἰσηκούσα τ’: οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί: —MA λείπει ἡ περί· τὰ περὶ παίδων: —M g B i ὥστε δακρῦσα ι: οἷον· εἰ ἐφρόνει τὰ οἰκήματα, ἐδάκρυσαν ἂν τὰς συμφοράς: —MA δυστυχεστάτης: —M g A g μάθοις: —M g δυστυχέστερα: —M g A g ἀνάγε τ ’ ἀνάγετ ε: ἀνεγείρετε, ἄνω ἄγετε, ἀναλαμβάνετε, ἀναβάλλεσθε, ἀντὶ τοῦ προοιμιάζεσθε: —MA ἐπὶ κάρα τ ε: ἀπὸ κοινοῦ τὸ ἀνάγετ ε: —MAB i γράφεται ἐπὶ κρᾶτ α: —M g λευκοπήχεις δ’ ἂν λέγοι τοὺς διὰ τῶν λευκοπηχέων χειρῶν, ἵνα ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον λέγῃ.
sch Ph 1351 [5] ἐν γὰρ ταῖς συμφοραῖς αἰκιζόμεθα τὸ σῶμα ὡς ἂν ἐξ αὐτῶν διδαχθέντες μὴ χρῄζειν τοῦ σώματος, ἀλλὰ ἀπαλλαγῆναι τοῦ βίου· μάλιστα δὲ ἐπὶ τῆς κεφαλῆς τοῦτο ποιοῦμεν ὡς ἂν ἐπὶ κεφαλαιωδεστάτου καὶ αἰσθητικωτάτου τοῦ σώματος μέρους: —MA τοὺς κτύπους τοὺς ἐκ τῶν λευκῶν χειρῶν γινομένους: —M g A g ὦ τλῆμο ν: οἷον τέλος τοῦ βίου καὶ τῶν γάμων ὑπέμεινας διὰ τοὺς αἰνιγμοὺς τῆς Σφιγγός.
sch Ph 1352 λείπει γὰρ ἡ διά: —MAB i αἰνιγμοὺς ἔτλη ς: τοὺς λόγους τοὺς ἔχοντας ἀποκεκρυμμένην τὴν διάνοιαν: —MA διπλῶν: —M g A g ἀρᾶς τ ’ ἀγώνισ μ’: τὸ κατάραμα, τουτέστιν· εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος: —MAB i ἄλλω ς: τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται.
sch Ph 1355 [5] οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτα ἐνόσουν. ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός: —MA ἄλλω ς: ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως· τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος: —A οἶσ θ’ · οὐ μακρὰν γὰρ τειχέω ν· τινὲς εἰς τὸ οὐ στίζουσιν· οὐκ οἶσθα, φησὶ, τὰ πρὸ τῶν πύργων εὐτυχήματα· μακρὰν γάρ εἰσιν: —MAB ἄλλω ς: καλῶς οὖν καὶ διὰ πιθανῆς ἀφορμῆς τὰ προειρημένα ὑπὸ τοῦ πρώτου ἀγγέλου ἐσιώπησεν.
sch Ph 1357 [10] ἡ δὲ διάνοια· τὰ μὲν πρὸ τῶν τειχῶν εὐτυχήματα τῆς πόλεως καθὸ ἐνικήσαμεν κοινῇ τοὺς Ἀργείους, οἶδας δηλαδή· πόθεν δὲ οἶμαι εἰδέναι σε· οὐ μακρὰν γὰρ τειχέων περιπτυχα ί. ἡ δὲ περίφρασις ἐκ τοῦ περιφράσσειν καὶ οἷον περιπτύσσεσθαι καὶ περικυκλοῦν τὴν πόλιν. περιλαμβάνονται γὰρ αἱ πόλεις τοῖς τείχεσιν: —MAB τειχέων περιπτυχα ί: περιφραστικῶς τὰ τείχη. οὐ μακράν εἰσιν ὥστε μὴ οὐχὶ πάντα εἰδέναι τὰ δρώμενα: —MAB i λείπει ἡ μή, ἵν’ ᾖ οὕτως· πρὸς τὸ μὴ εἰδέναι σε τὰ πραττόμενα: —M g τὸ ὡς ἀντὶ τῆς πρός: —M g ἔστησαν ἐλθόν τ’: παρῆλθον δὲ εἰς τὸ μέσον ὡς εἰς ἀγῶνα δορὸς καὶ ἀλκὴν μονομάχου: —MM i A g B i ἐκ παραλλήλου τὸ αὐτό: —M g A g γράφεται μονομάχου τ ’ ἀλκή ν: —Laur.
sch Ph 1363 32, 33 Vat. 1332 βλέψας δ ’ ἐς Ἄργο ς: τὸν νοῦν ἐκεῖσε ἔχων: —MAB i εἰς Ἄργος δὲ βλέψαι τὸν Πολυνείκην λέγει οἷον ἐπὶ τὸν στρατὸν τῶν Ἀργείων.
sch Ph 1364 [5] ἢ εἰς τὸ κλίμα τοῦ Ἄργους. ὡς ἂν Ἀργεῖος δὲ γεγονὼς τῇ Ἥρᾳ εὔχεται Ἀργείᾳ οὔσῃ καὶ πατρίᾳ θεῷ: —MA νῦν εὐχάς: —M g A g ἀντὶ τοῦ· ἐπολιτογραφήθην παρὰ σοί: —M g A g B i ἔζευ ξ ’ Ἀδράστο υ: ἀντὶ τοῦ εἰς ζεῦξιν ἔλαβον: —M i A g B i ἐζεύχθην τῇ παιδὶ τοῦ Ἀδράστου.
sch Ph 1366 [5] λέγει δὲ τῇ Ἀργείᾳ: —M i τὴν ἐκείνῳ ἐναντίαν: —M g A g B i αἴσχιστον αἰτῶ στέφανο ν: ἄκρως δηλοῖ ἦθος ἀνδρὸς μεμφομένου ἑαυτὸν ἐπ’ ὠμότητι: —MAB i πολλοῖς δ ’ ἐπῄει δάκρυ α: τοσαῦτα, φησὶν, ἐπῄει δάκρυα τοῖς πολλοῖς ὅση τῆς τύχης ὁ συμφορὰ τοῖς μονομαχοῦσι, τουτέστι· συμφώνως τῇ κατ’ αὐτοὺς τύχῃ ἐδάκρυον οἱ ἐκτός: —MAB ἄλλω ς: λείπει τὸ ἕνεκα· 〈ἕνεκα〉 τῆς τύχης ἡλίκη ἦν: —MAB ἄλλω ς: πολλοῖς δὲ δάκρυα ἐπήρχετο τὴν τύχην αὐτῶν ἐννοοῦσιν ὅση ἦν: —MA † ἄλλω ς: πολλοὶ δὲ τῶν λεγομένων ὑπ’ αὐτοῦ τῆς δυστυχίας [αὐτῶν] τὸ μέγεθος ἐδάκρυον: —A κἄβλεψα ν: οἰκτρὸν γὰρ θέαμα μονομαχοῦντας ἀδελφοὺς ἰδεῖν, οἷς καὶ τὸ νικᾶν καὶ τὸ ἡττᾶσθαι δεινὸν ἦν: —MAB ἄλλω ς: ἐμφαίνεται ὁ κατὰ ἀλήθειαν θυμὸς πικρίαν ἐνδεικνύμενος διὰ τοῦ βλέμματος: —MAB ναόν: —M g βλέψας πρὸς οἶκο ν: καὶ οὗτος τῷ νῷ εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἀποβλέψας τὸ ἐν Θήβαις: —MAB i ἐκ παραλλήλου τὸ αὐτό: —M g γράφεται κτεῖναί θ’: —M i ἐπεὶ δ ’ ἀφείθ η: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχείοις ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης.
sch Ph 1377 [30] τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κἀν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. ὕστερον δὲ μετὰ τὰ Τρωικὰ καὶ τὴν εἰς γῆν Ῥωμαίων Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐξεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτοὺς χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δὴ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι πιθανὸν, εἴγε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ ἑξῆς· ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φονίας μάχης ταὐτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης: —MA ἄλλω ς : ἐπεὶ δ ’ ἀφείθη πυρσὸς ὡς Τυρρηνικῆς σάλπιγγο ς: ἐπὶ τῶν ἑπτὰ ἐπὶ Θήβας οὔπω ἐχρῶντο τῇ σάλπιγγι οἱ Ἕλληνες, ἀλλ’ οὐδὲ ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρρηνικὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν τοῖς πολέμοις ἀντὶ σαλπιγκτῶν πυρφόροις· οὗτοι δὲ ἦσαν Ἄρεως ἱερεῖς ἑκατέρας στρατιᾶς προηγούμενοι μετὰ λαμπάδος, ἣν ἀφέντες εἰς τὸ μεταίχμιον ἀνεχώρουν ἀκίνδυνοι, καὶ οὕτως συνέβαλλον αἱ στρατιαί. διεσῴζοντο δὲ οἱ πυρφόροι ὡς ἱεροὶ τοῦ θεοῦ καὶ εἰ πάντες ἀπώλοντο· ὅθεν παροιμία ἐπὶ τῶν ἄρδην ἀπολομένων· οὐδὲ πυρφόρος ἐσώθη: —MAB † ἄλλω ς: πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον τοῦ χρῆναι πολεμεῖν. νῦν οὖν οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλ’ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆναι, ἀλλ’ οὐ τῇ σάλπιγγι μόνον: —AB πυρσὸς ὡς Τυρρηνικῆ ς: ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς· ἐπεὶ δὲ ἀφείθη τὸ σημεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχή: —MAB ἀκονήσαντες: —M g ξυνῆψαν ἀφρ ῷ: συνῆψαν μάχην: —MA λείπει ὁ γάρ: —MAB ξυνῆψαν μάχην ὡς κάπροι τὰς γενειάδας ἀφρῷ διάβροχοι καὶ τὴν ἀγρίαν γένυν θήγοντες.
sch Ph 1381 [10] ἐπὶ γὰρ τῶν κάπρων ἀμφότερα ληπτέον τό τε θήγοντες καὶ τὸ διάβροχο ι: —MAB λείπει μάχην: —M g ὥρμων δὲ κατ’ ἀλλήλων ταῖς λόγχαις ἀκοντίζοντες, ἀλλὰ ἑκάτερος ἐν τῷ βάλλειν τὸν ἕτερον ὑπεκαθέζετο τῷ τῆς ἀσπίδος κύκλῳ, ἵνα αὐτὸν ὑπερπηδῆσαν τὸ δόρυ καὶ ὀλισθῆσαν τῷ κύκλῳ τῆς ἀσπίδος μάταιον καὶ ἀνεπίτευκτον γένηται: —MAB ἀντὶ τοῦ· ὑπεκάθιζον καὶ ἐκρύπτοντο ὑπὸ ταῖς ἀσπίσιν: —M g εἰ δ ’ ὄμ μ ’ ὑπερσχό ν: ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον· εἰ εἶδεν ὁ ἕτερος ** εἰ αἴσθοιτο τοῦ ἑτέρου τὸ ὄμμα ὑπερανατεῖναν τῆς περιφερείας τοῦ ὅπλου, ἐν τῷ κατασκοπεῖν ἐκεῖνον ἀνατείναντα καὶ ἀκοντίζοντα εὐθέως ἠκόντιζε κατ’ αὐτοῦ βουλόμενος, πρὶν ἐκεῖνον αἰσθηθέντα τῆς βολῆς καταδῦναι, προλαβεῖν [κατὰ τοῦ στόματος] τρῶσαι καὶ καιρίαν ποιήσασθαι τὴν βολὴν κατὰ τοῦ στόματος ἀκοντίσας εἴ που καὶ ὑπεισέλθοι ἢ διέλθοι αὐτοῦ τὸ στόμα τὸ δόρυ: —MA ἄλλω ς: εἰ δὲ ἴδοι ὁ ἕτερος τὸ ὄμμα τοῦ ἄλλου ὑπεράνω τῆς ἀσπίδος, ἐκίνει τὴν λόγχην: —MAB † ἄλλω ς: εἰ δὲ ὁ ἕτερος τὸ ὄμμα τῆς περιφερείας ὑπερσχὼν ἠβουλήθη θεάσασθαι, ὁ ἕτερος τὴν λόγχην ἐκίνει ὥστε τοῦτον πλῆξαι τῷ στόματι: —B ὄμμα φησὶν ἀπὸ μέρους τὸ πρόσωπον: —B i τῆς περιφερείας τῆς ἀσπίδος: —M g ἀλ λ ’ εὖ προσῆγο ν: διότι, φησὶν, ἅμα καὶ ἐθεώρουν ἀλλήλους καὶ ἐξέκλινον τὰ δόρατα ἐγκρυπτόμενοι ταῖς ἀσπίσιν: —MA κεγχρώμασι ν: κέγχρον καλοῦσι τὸν περὶ τῆς ἀσπίδος τὴν ἴτυν κόσμον.
sch Ph 1386 [5] μικροὶ δὲ ἧλοί εἰσιν, οἳ ἐκ χρυσοῦ γίνονται. τινὲς δὲ μικρὰς ὀπὰς περὶ τὴν ἴτυν, δι’ ὧν ἐθεῶντο τοὺς ἐναντίους: —MAB κεντήμασιν ἐντετυπωμένοις: —M g ὡς μὴ δύνασθαι τρῶσαι· κάτωθεν γὰρ ἦσαν τῶν ἀσπίδων: —M g δειλίαν φόβον: —M g μεταφέρων, μετακινῶν τῷ ποδὶ λίθον: —M g μεταφέρων τῷ ποδὶ κατὰ τὸ λεληθὸς, οἱονεὶ παρασύρων· ἀπὸ τοῦ ψῶ, οὗ παράγωγον τὸ ψαύω.
sch Ph 1390 καὶ οἱ ναῦται ψαίρειν φασὶ τὸ ἄρμενον, ὅταν μὴ πολὺς ἄνεμος πνέῃ: —M i B ἴχνους ὑπόδρομο ν: περιφραστικῶς τὸ ἴχνος.
sch Ph 1391 ὑπόδρομον δὲ τὸ ἔξω ὑποδεδραμηκός: —MAB πληγὴν σιδήρ ῳ: ἰδὼν τὸν πόδα πρὸς τὸ πλήττεσθαι ἐπιτήδειον.
sch Ph 1393 καὶ εὐτρεπισμένον τὸ σκέλος πρὸς τὸ τρωθῆναι ἰδών: — MAB γυμνὸν τῆς ἀσπίδος: —M g B i ὁ πρόσθε τρωθεί ς: ὁ Ἐτεοκλῆς ὁ πρῶτον τρωθεὶς τῇ βίᾳ τοῦ Πολυνείκους, ἀντὶ τοῦ ὑπὸ τῆς βίας τοῦ Πολυνείκους τρωθεὶς, διῆκε τὴν λόγχην τὰ στέρνα, ἀντὶ τοῦ διὰ στέρνων διῆκε τὴν λόγχην: —MA ἢ λείπει ἡ εἰς, ἵν’ ᾖ· εἰς στέρνα: —MA νῦν τὸ ξίφος.
sch Ph 1398 σύνηθες δὲ τοῦτο τοῖς τραγικοῖς: —M g AB g ἀπὸ δ ’ ἔθραυ ς ’ ἄκρο ν: εἰς τὰ στήθη βιαίως τὸ δόρυ καθῆκεν, ἀπεκλάσθη δὲ τὸ δόρυ μὴ δυνηθὲν διαπερᾶσαι: —AB τὸ ἑαυτοῦ δόρυ ἀπέκλασε τῇ σφοδρᾷ ῥύμῃ τρώσας: —M g AB ἀντὶ τοῦ· δορατίου σπανίσας: —M i ἐπὶ σκέλος πάλιν χωρε ῖ: τουτέστιν· εἰς τοὐπίσω πάλιν τὸ σκέλος ἀνῆκε καὶ ὑπανεχώρει.
sch Ph 1400 [5] τὸ δὲ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω: — MAB i χωρεῖν ἐπὶ σκέλος λέγει τὸ ὀπίσω ἀναχωρεῖν μὴ δόντα τοῖς πολεμίοις τὰ νῶτα· ὅμοιον τῷ [Λ 547] ‘ὀλίγον γόνυ γουνὸς ἀμείβων‘. τοῦτο δ’ ἐν ταῖς ναυμαχίαις πρύμναν κρούεσθαί φασιν οἱ συγγραφεῖς: —MA κατὰ μέσον τὸν ἄκοντα τοῦ Πολυνείκους ἀπέκοψε τῷ πέτρῳ: —M g ἐξ ἴσου δ ’ Ἄρη ς: ἐναγώνιον τοῖς ἀκροαταῖς τὸ ἴσον ἀπονεῖμαι τῆς τύχης ἑκατέρῳ τῶν ἀγωνιζομένων: —MAB ἴσος δὲ ὁ πόλεμος ἦν αὐτοῖς μηδενὸς ἔχοντος δόρυ: —M i ἡ κάμαξ θηλυκῶς: —M g τοῦ δόρατος: —M g B g ἀπεστερημένων τὰς χεῖρας τοῦ δόρατος: —M g B εἰς ταὐτὸν ἧκο ν: ἀμφοτέροις τοῖς ποσὶ βάντες καὶ στάντες πολλὴν ταραχὴν ἐκίνουν πρὸς ἑαυτοὺς ὡρμηκότες: —MAB ἐνθυμηθείς: —A g B i τὸ Θεσσαλὸν εἰσήγαγεν σόφισ μ ’ ὁμιλίᾳ χθονό ς: παροιμία τὸ Θεσσαλὸν σόφισμα· τάττεται δὲ ἐπὶ τοῦ παραλογίζεσθαι καὶ ἀπατᾶν· ποικίλοι γὰρ τὰ ἤθη οἱ Θεσσαλοὶ καὶ οὐκ ὀρθοὶ τὴν γνώμην.
sch Ph 1408 [25] διαδοθῆναι δὲ τὴν παροιμίαν ἐντεῦθεν. Διοτίμῳ τῷ Θεσσαλῷ κατιέναι μέλλοντι λόγιον ἐξέπεσεν ἐπιτηρεῖν μὴ λάθωσιν αὐτὸν οἱ ἐναντίοι μεῖζον εὐξάμενοι. σπεύδων οὖν ἐκείνους ὑπερβαλέσθαι καθ’ ἑκατόμβης ἀνδρῶν ηὔξατο καταιβασίῳ Ἀπόλλωνι. κατελθὼν δὲ εἰς θυσίαν ἀνθρώπους ἐλογίσατο μὴ πρέπειν θεῷ μηδ’ ἄλλως εὐαγὲς εἶναι καὶ ὑπερέθετο. τοῦτο δὲ ἑκάστου ἔτους δρᾶν τοὺς Θεσσαλούς φασι τὴν θυσίαν ὑπισχνουμένους ἀποδώσειν. ὁ οὖν Εὐριπίδης ἐπὶ τοῦ Ἐτεοκλέους τὸν Πολυνείκην σοφισαμένου τὸ Θεσσαλὸν παρέλαβε σόφισμα. λοιδορεῖ δὲ τοὺς Θεσσαλοὺς ὁ Εὐριπίδης [fr. 426]· ‘πολλοὶ γάρ εἰσιν, ἀλλ’ ἄπιστα Θεσσαλοῖσ‘. Ἀριστοφάνης ἐν Πλούτῳ [521]· ‘ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν‘. καὶ ὁ ῥήτωρ [Demosth. 1, 22]· ‘εἰσὶ τὰ τῶν Θετταλῶν ἄπιστα δήπου φύσει ταῦτα καὶ ἀεὶ πᾶσιν ἀνθρώποισ‘. ὅτι δὲ καὶ φαρμακίδες εἰσὶν αἱ Θετταλαὶ, ὁ Ἀριστοφάνης φησὶν ἐν Νεφέλαις [749]· ‘γυναῖκα φαρμακίδ’ εἰ πριάμενος Θετταλήν‘. οὐχ ὡς τραφέντος δὲ τοῦ Ἐτεοκλέους ἐν Θετταλίᾳ, ἀλλ’ ὡς ἐκ συντυχίας αὐτοῦ πεποιηκότος σχῆμα Θετταλικόν ** οὐχ ὡς Θετταλῶν οὕτω τιτρωσκόντων, ἀλλὰ δι’ ἀπάτης νικώντων: —MAB ἄλλω ς: σόφισμα λέγει τὴν ἀπάτην παρόσον οἱ Θεσσαλοὶ παραδίδονται ποικίλοι τὰ ἤθη. θέλει οὖν εἰπεῖν ὅτι σοφίσματι καὶ ἀπάτῃ ἐχρήσατο ὁ Ἐτεοκλῆς· ὑποχωρήσας γὰρ 〈ἐκ〉 τῆς συμπλοκῆς τὸν μὲν ἀριστερὸν πόδα λάθρα εἰς τοὐπίσω ἀνάγει τὸ πρόσω τῆς γαστρὸς φυλάττων, τὸν δὲ δεξιὸν προβὰς καὶ ἐπικλίνας ἑαυτὸν οὕτως ἔτρωσε διαμπάξ: —MA ὁμιλίᾳ χθονό ς: ὡσεὶ ἔλεγεν· ἑταιρείᾳ καὶ ἔρωτι τῆς πατρίδος ὑπέμεινε σοφίσασθαι τὴν μάχην.
sch Ph 1408bis [5] ἤρα γὰρ πλέον τῆς πατρίδος διὰ τὸ εἰθίσθαι ἄρχειν. τινὲς δὲ ὁμιλεῖν ἀντὶ τοῦ συμμαχεῖν. Ὅμηρος [Α 269]· ‘καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθών‘. καὶ [Ε 834]· ‘νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ‘. ὁμιλίᾳ οὖν ἀντὶ τοῦ συμμαχίᾳ, βοηθείᾳ, τουτέστι· συμμαχῶν τῇ πατρίδι καὶ βοηθῶν ἐξεῦρε τὸ σόφισμα τοῦτο: —MAB τὴν ἀπάτην: —M g A g τῇ ἐπιθυμίᾳ τῆς βασιλείας: —M g A g λαιὸν μὲν εἰς τοὔπισθε ν: τοῦτό φησιν· ἐάσας τὸ ἀντιπροσώπως μάχεσθαι ὀπίσω ἤνεγκε τὸν ἀριστερὸν πόδα, ἵνα πλάγιος εὑρεθεὶς καὶ μὴ ἀνθισταμένην ἔχων τὴν ἀσπίδα τοῦ Πολυνείκους κατὰ τὴν πλευρὰν αὐτὸν τρώσῃ: —MAB ἐναλλὰξ τοὺς πόδας τιθέμενος καὶ τὸν ἀριστερὸν εἰς τὸ ὄπισθεν φέρων, ὡς εἶναι πλάγιον καὶ μὴ βλάπτεσθαι τὰ κοῖλα τῆς γαστρὸς ἐξ ἐναντίας ἱστάμενος: —MA ὅ ἐστι· τὰ περὶ τὴν λαγόνα φυλάττων: —MAB περιφραστικῶς τὴν λαγόνα, τὸ βάθος τῆς κοιλίας: —M i τὰ πρόσω κοῖλ α: τὰ πρόσω κοῖλα τῆς ἑαυτοῦ γαστρὸς φυλάττων: —AB ῥίψας: —M g A g τὸν νοῦν πρὸς αὐτὸν οὐκ ἔχω ν: πρὸς τὸν νεκρόν.
sch Ph 1418 [5] ἢ πρὸς ἑαυτὸν, οἷον· οὐκ ἔχων ἑαυτόν: —MAB ἄλλω ς: οὐ πρὸς τὸν νεκρὸν ἔχων τὸν νοῦν, ἀλλ’ εἰς τὸ σκυλεύειν τὸν Πολυνείκην· ᾤετο γὰρ αὐτὸν εἶναι νεκρόν: —MAB εἰς τὸ σκυλεύειν: —M g A g B i ὅπερ αὐτὸν σφαλῆναι ἐποίησεν: —M g A g οἷον κατέχων, μὴ ἀποβαλών: —M g μόλις μὲ ν , ἐξέτειν ε: μόλις ἠδυνήθη λαβεῖν τὸ ξίφος καὶ βαλεῖν εἰς τὸ ἧπαρ αὐτοῦ: —M i A g οὐ διέκριναν: —M g A g οὐκ ἐσαφήνισαν: —M g B i τὴν νίκην: —M g A g B i τινὲς Κρέων.
sch Ph 1425 ἕνεκεν τῶν σῶν κακῶν, Οἰδίπου: — M g AB i γράφεται ὅσον στέν ω: —M g γράφεται ὡς γὰρ πεσόντε παῖ δ ’ ἐλειπέτην βίο ν: —M i γράφεται ὡς γὰρ τέκνω πεσόν τ ’ ἐλειπέτην βίο ν: —B i προθυμίᾳ ποδό ς: τῇ σπουδῇ.
sch Ph 1430 σπεύδει γὰρ καταλαβεῖν ἔτι ἐμπνέοντας: —M i AB i θανασίμους ἐπικαιρίους ἐπικινδύνους: —M g βοηδρόμο ς: βοηθὸς καθ’ ὃν οὐκ ἔδει καιρόν: —MB ἄλλω ς: ἡ γὰρ ἔξοδος αὕτη γέγονεν οὐκ εἰς διάλυσιν μάχης, ἀλλ’ εἰς θέαν τῆς τελευτῆς: —MB βραδεῖα βοηθός: —M g ἐν μέρει τέκν α: ἐξ ἴσου γὰρ ἡ λύπη ἐπὶ τέκνων, οὐχ ἥσσων ἐπὶ τῷ ἀδικοῦντι: —MB βοηθοῦσα ὑπηρετουμένη: —M i λείπει τὸ ταῦτα λέγουσα: —MA g B i ὦ γηροβοσκὼ μητρό ς: οἱ ὀφείλοντες ἐν γήρᾳ θρέψαι τὴν μητέρα καὶ προδόντες τοὺς γάμους τῆς ἀδελφῆς, τουτέστιν· οὐ γαμοστολήσαντές με: —MAB ἀφείς: —M g A g δυσέκπνευστον: —M g A g B i τῷ αἵματι ὑγράν: —M g A g B i ὥστε σημῆναι φίλ α: ὥσ〈τε〉 δῆλον ἦν ὅτι ἀσπάζεσθαι τὴν μητέρα βούλεται: —MA g B i καὶ πόλιν θυμουμένη ν: καὶ τοὺς πολίτας τοῦ κατ’ ἐμοῦ μίσους παύσατε: —MAB i παραμυθεῖσθε παρηγορεῖτε: —M g ὡς τοσόνδε γοῦν τύχ ω: γράφεται καὶ τοσόνδε δὴ τύχ ω: —MB ὁ δὲ νοῦς· ἵνα κἂν τούτου τύχω, τοῦ θάπτεσθαι εἰς τὴν πατρίδα: —MAB τίθησι δ ’ αὐτό ς: τοῦτο διὰ μέσου ὁ ποιητής· τὰς χεῖρας τὰς τῆς μητρὸς ἐπιτιθεὶς τοῖς ὄμμασιν αὐτοῦ λέγει τὸ χαίρετ ε: —MAB δεινοπαθήσασα: —M g A g B i ὑπερπαθήσα ς ’ ἥρπα ς’: Ὅμηρός φησιν αὐτὴν ἀγχόνῃ ἀπολέσθαι [λ 271]· ‘μητέρα δ’ Οἰδιπόδαο ἴδον καλὴν Ἐπικάστην, ἣ μέγα ἔργον ἔρεξε‘ καὶ τὰ ἑξῆς ‘ἁψαμένη βρόχον αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου‘: —MAB μετὰ βίας τινός: —M g γράφεται σὺν τέκνοις δὲ φιλτάτοι ς: —B γράφεται καὶ ἄμφω τέκν α: —B i ἀνώρμησεν: —M g A g ὑπακουστέον τὸ ἐλέγομεν: —M g B οἱ Θηβαῖοι: —M g A g B ἐν δὲ τοῖς στρατηλάταις ἦν ἔρις: —M g A g οἱ μὲν πατάξα ι: λείπει τὸ λέγοντες· 〈λέγοντεσ〉 τὸν Πολυνείκην πρῶτον πατάξαι: —MA g B πρότερον: —M g καὶ ἐν τοσούτῳ: —M g A g ὥρμησαν: —M g A g ἐκάθητο: —M g καθῆστ ο: προνοίᾳ καὶ λογισμῷ ἐκάθηντο ὡπλισμένοι: —AB κἄφθημεν οὔπ ω: καὶ προελάβομεν ταχέως οὔπω καθωπλισμένον: —MM i τὸ ἑξῆς· καὶ ἔφθημεν Ἀργεῖον εἰσπεσόντες ἐξαίφνης στρατὸν οὔπω τεύχεσι πεφραγμένον: —MAB ἐπελθόντες: —M g A g ἀντέστη: —M g A g ἄλλοι μὲν νικητήριον: —M g A g βρέτα ς: ἄγαλμα.
sch Ph 1473 [5] λέγεται κατὰ ἐτυμολογίαν· βροτῶν εἴκελον: — M g B θάψαι: —M g A g πόλει δ ’ ἀγῶνε ς: ὁ πόλεμος, φησὶν, ὁ κατὰ τὴν πόλιν πῆ μὲν εἰς καλὸν ἐκβέβηκεν αὐτῇ· ἐσώθη γὰρ καὶ οὐκ ἀνηρπάσθη ὑπὸ τῶν πολεμίων· πῆ δὲ εἰς τοὐναντίον διὰ τοὺς τεθνηκότας: —MA εὐτυχεῖς ἐπεὶ ἐνίκησαν, δυστυχεῖς δὲ ἐπεὶ ἐσφάγησαν οἱ βασιλεῖς: — M i A g B οὐκ εἰς ἀκοά ς: οὐκ ἄχρις ἀκοῆς ἐστι τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ περὶ Οἰδίποδος: —MA g B i πάρεστιν ἰδεῖν: —M i A g γράφεται σώματ α: —A g ταῦτα, τὰ πτώματα: —M g τὴν σκοτεινὴν αἰῶνα: —M i θηλυκῶς εἶπε τὸν αἰῶνα.
sch Ph 1484 περιφραστικῶς τὸν θάνατον: —M i A g οὐ προκαλυπτομέν α: Ἀντιγόνη τραγῳδεῖ.
sch Ph 1485 [20] νῦν, φησὶν, οὐ προκαλυπτομένη τὰς παρειὰς, οὐδὲ γὰρ τὴν πρέπουσαν παρθένοις αἰδῶ ἀναλαβοῦσα, ἐξορμῶ καὶ ἐκβακχεύω καθάπερ βάκχη τις ἐπὶ τοὺς νεκροὺς ἀπορρίψασα τό τε κρήδεμνον καὶ τὴν στολὴν μεθεῖσα τῆς ἐμῆς τρυφῆς, τουτέστιν· ἣν ὅτε ἐτρύφων καὶ εὐδαιμόνουν, περιεβαλλόμην, ἀπαρχομένη θρήνων τοῖς νεκροῖς. οὐ γὰρ τοῦ τρυφᾶν ὁ καιρός: —MAB ἄλλω ς : οὐ προκαλυπτομέν α: ἀπρεπῶς εἰσβέβηκε καὶ οὐ παρθενικῶς. τίνι γὰρ ἀπολογίζεται, εἰ μὴ τῷ θεάτρῳ: —MAB ἄλλω ς: οὐ περικαλυπτομένη τὰ φαιδρὰ τῆς βοστρυχώδους παρειᾶς. βοστρυχώδη εἶπεν, ἐπεὶ μέχρι τῶν παρειῶν εἶχε τὰ οὖλα τῶν τριχῶν: —MAB † ἄλλω ς: οὐκέτι, φησὶν, ὡς τὸ πρὶν περικαλυπτομένη τὰ ἀνθηρὰ τῆς παρηίδος τῆς βοστρυχώδους διὰ τὸ διὰ ταύτης καθίεσθαι τοὺς πλοκάμους. λέγει δὲ τὸ πρόσωπον ἀπὸ μέρους δηλοῦσα· μὴ οὖν τὸ πρόσωπον ὡς τὸ πρὶν καλυπτομένη μηδὲ ὡς παρθένος αἰδομένη τὸν ἐν προσώποις φοίνικα, ταὐτὸν εἰπεῖν τὸ ἐρύθημα τοῦ προσώπου, ἤγουν τὴν δι’ αἰδῶ γινομένην ἐρυθρότητα τῷ προσώπῳ μηκέτι φέρουσα ὡς παρθένος, προηγοῦμαι ὡς βάκχη τῶν νεκρῶν, οὐ Διονύσου βακχείαν ποιουμένη ἀλλὰ νεκρῶν καὶ Ἅιδου, λέγω δὴ ἡγεμόνευμα νεκροῖσι πολύστονον, τὰ κεφαλοδέσμια ῥίψασα ἀπὸ τῆς ἐμῆς κεφαλῆς, τὴν στολίδα κροκόεσσαν, ἀντὶ τοῦ τὴν ἐστολισμένην κρόκῳ ὑπὸ τῆς τρυφῆς, ἤτοι τὸ λαμπρὸν περιβόλαιον ῥίψασα καὶ πενθήρη περιβαλομένη χιτῶνα: —A οὐ περικαλυπτομένη 〈ὡσ〉 πρόσθεν: —M g τὰ φαιδρὰ τῆς παρειᾶς.
sch Ph 1486 περιφραστικῶς τὴν παρειάν: — M i AB i ἀντὶ τοῦ· οὐ διὰ παρθενίαν: —M i A g ἡ ὑπό πρὸς τὸ αἰδουμέν η: —M i A g B i πυρρὸν ἀνθηρόν: —M g A g φοίνι κ ’ ἐρύθημ α: τὸν πυρρόν: —MB ἀρσενικῶς δὲ εἶπε τὸν φοίνικα ἐρύθημ α, ἀντὶ τοῦ οὐδετέρου.
sch Ph 1488 [5] ἔδει γὰρ εἰπεῖν τὸ ὑπὸ βλεφάροις φοινικοῦν ἐρύθημα. τινὲς δέ· οὐδὲ τὴν ὑπὸ βλεφάροις φοίνιξιν αἰδουμένη, ἥπερ ἐστὶν ἐρύθημα προσώπου: — MAB † φοίνικ α: οὐδὲ ὡς παρθένος αἰδουμένη, φησὶ, τὸν ὑπὸ βλεφάροις φοίνικα, ἤγουν τὸ ἐρύθημα τοῦ προσώπου. τὴν γὰρ ἐρυθρότητα τοῦ προσώπου τὴν δι’ αἰδῶ γινομένην φοίνικα ὠνόμασε. βλέφαρον δὲ εἶπεν ἀπὸ μέρους τὸ πρόσωπον λέγουσα: —A αἰδομέν α: οὐδὲ ὑπαιδουμένη τὸ ὑπὸ τοῖς βλεφάροις φοινικοῦν ἐρύθημα τῆς παρθενίας: —MAB φέρομαι βάκχα νεκύω ν: παρόσον αἱ βάκχαι ἀπογυμνούμεναι χορεύουσιν· οὐ Διονύσου δὲ βάκχη, ἀλλὰ νεκρῶν: —MAB προηγουμένη ὥσπερ θρηνήτρια τῶν νεκρῶν [τῆς ὄψεως] ἐμμανὴς οὖσα: —M i A g τὴν κροκοειδῆ στολὴν ἀποβαλοῦσα, ἀπορρίψασα τῆς τρυφῆς: —M i στολίδα κροκόεσσα ν: τὴν ἐκ κρόκης στολὴν χαλάσασα ὥστε γυμνὰ μεῖναι τὰ στήθη: —MAB ἄλλω ς: τὴν ἐμὴν στολὴν πάσης τρυφῆς ἐκβαλοῦσα: —MAB ἡγεμόνευμα νεκροῖ ς: ἑαυτὴν λέγει προηγήτειραν τῶν νεκρῶν: —AB i ἄλλω ς: κατὰ κοινοῦ τὸ φέρομα ι, τουτέστιν· ἐξορμῶ ἡγεμονεύουσα καὶ ἐξάρχουσα θρήνων τοῖς νεκροῖς: —A φερώνυμος· πολλὰ γὰρ νείκεα εἰργάσω: —M g A g B i σὰ δ ’ ἔρις οὐκ ἔρι ς: ἡ ἔρις, φησὶν, οὐκ αὐτὸ μόνον ἄχρι φιλονεικίας τὸ τέλος ἔσχεν, ἀλλ’ ἄχρι φόνων ἐπαλλήλων προελθοῦσα ἄρδην τὸν πάντα οἶκον τοῦ Οἰδίποδος ἀπώλεσεν.
sch Ph 1495 [5] τινὲς δὲ οὕτως· ἡ σὴ δ’ ἔρις οὐκ αὐτὸ μόνον ψιλὴ γέγονε φιλονεικία, ἀλλὰ φόνος φόνῳ κρανθείς: —MAB ἄλλω ς: τὸ τέλειον κρανθεῖσ α, οἷον· οὐκ ἄχρι ψιλῆς φιλονεικίας προελθοῦσα ἡ ἔρις, ἀλλὰ φόνος ἐπὶ φόνῳ κρανθεῖσα: —MAB τίνα προσῳδό ν: θρηνητικὴν στοναχήν: —MM g AA g B i ᾠδό ν: ἀντὶ τοῦ θρῆνον· τὸ δὲ τίνα πρός ἀναστρεπτέον, τουτέστι· πρὸς τίνα πρῶτον τῶν προκειμένων νεκρῶν θρῆνον ἢ πρὸς τίνα τούτων στεναγμὸν μετὰ δακρύων, ὦ δόμος δόμος, ἀναβοάσω.
sch Ph 1498 [5] ἢ τὸ προσῳδόν ἐξ ὁλοκλήρου τὸν θρῆνον νοητέον, ἵνα ᾖ τοιοῦτος ὁ λόγος· τίνα θρῆνον ἄξιον ἢ τίνα στεναγμὸν σύμφωνον τῆς προκειμένης συμφορᾶς καὶ τῶν τριῶν τούτων νεκρῶν ἀναβοήσω: —MAB θρῆνον στεναγμόν: —M g προσᾴδουσαν καὶ ἁρμόζουσαν: —A g ἢ τίνα μουσοπόλο ν: μουσικὸν στεναγμόν· ἔστι γὰρ καὶ θρῆνος μουσικός.
sch Ph 1499 Ὅμηρος [Ω 720]· ‘παρὰ δ’ εἷσαν ἀοιδοὺς θρήνων ἐξάρχουσ‘: —MAB συγγενικά: —M g A g ἀντὶ τοῦ· ἔργα Ἐρινύος ἐφ’ οἷς χαίρει: —M g A g λείπει τὸ ἔφυς· χάρμα ἔφυς Ἐρινύος: —M g B i ἥτις, Ἐρινύς: —M g B i παντελῶς: —M g B i τᾶς ἀγρίας ὅτ ε: τῆς Σφιγγὸς τῆς ἀσαφοῦς.
sch Ph 1505 [10] ἐπεὶ πᾶσι δυσνόητον ἦν τὸ αἴνιγμα πλὴν τοῦ Οἰδίποδος μόνου. διὰ γὰρ τοῦτον ξυνετὸν ἐπὶ ταὐτοῦ εἴρηκε. τὸ μέλος πᾶσι μὲν τοῖς ἄλλοις ἀσαφὲς, αὐτῷ δὲ μόνῳ σαφὲς καὶ καταληπτόν. ξυνετόν γὰρ τὸ σαφές: —MAB ὅτε δυσξυνέτο υ: τὴν ἐξ ἔξωθεν προσληπτέον, τουτέστιν ἐξότε. ὁ δὲ λόγος· ἥτις, Ἐρινὺς, τὸν Οἰδίποδος οἶκον ἀπώλεσεν ἐξότε τὸ τῆς ἀγρίας Σφιγγὸς αἴνιγμα τὸ δυσξύνετον ἐκεῖνο καὶ ἀσαφὲς τοῖς πολλοῖς γνοὺς αὐτὸς αἴτιος αὐτῇ γέγονε θανάτου. φασὶ γὰρ ὅτι λύσαντος τοῦ Οἰδίποδος τὸ αἴνιγμα διεσπάραξεν ἑαυτὴν ἡ Σφίγξ: —MA ἐξότε: —M i A g ἀσαφοῦς: —M i A g ξυνετὸν μέλος ἔγν ω: ἀπὸ κοινοῦ τὸ Σφιγγό ς.
sch Ph 1506 [5] τῷ Οἰδίποδι ξυνετόν: —AB ἄλλω ς : συνετόν τινες τὸ βαθύτατον. μέλος τὸ αἴνιγμα εἶπεν, ἐπεὶ μετὰ μέλους τινὸς προέφερεν αὐτὸ ἡ Σφίγξ. διὸ καὶ ἀοιδοῦ Σφιγγός εἶπεν. φονεύσας δὲ ἀντὶ τοῦ φόνου καὶ ἀναιρέσεως αὐτῇ γενόμενος αἴτιος: —AB εὔγνωστον τῷ Οἰδίποδι: —M g Σφιγγὸς ἀοιδοῦ σῶμ α: τῆς ἀοιδοῦ Σφιγγὸς, ἐπεὶ μετὰ ᾠδῆς καὶ μέλους ἔλεγε τὰ αἰνίγματα: —MA μουσικῆς: —M g A g τίς Ἑλλὰς ἢ βάρβαρο ς: τίς Ἑλληνικὴ ἢ βάρβαρος, δηλονότι γυνή: —MAB ἄλλω ς: τίς, φησὶν, Ἑλλήνων ἢ βαρβάρων ἢ τῶν ἀνέκαθεν ἀνδρῶν ὑπέμεινε κακῶν τοσοῦτον πλῆθος καὶ λύπης ἐπὶ ἀνθρωπίνῳ σώματι.
sch Ph 1509 [5] τὸ γὰρ ἁμερίου ἀντὶ τοῦ ἀνθρωπείου: —MAB ἢ τῶν πάροιθ ε: τῶν πρὸ τούτου εὐγενῶν: —M ἀπὸ κοινοῦ τὸ τίς· ἢ τίς τῶν πάροιθεν εὐγενετᾶν: —MAB i τοιαῦτα ἄχη, κακά: —M g A g B i τάλαι ν ’ ὡς ἐλελίζε ι: τὸ ἑξῆς οὕτως· τάλαινα αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω: —MAB ἄλλω ς: ἐγὼ, φησὶν, ἡ τάλαινα, ἥτις αἴλινον ἀνακλαίω καὶ ἀναθρηνῶ ἐπὶ τούτοις τοῖς οἰκτροῖς ἀτυχήμασι, καθάπερ τις ὄρνις θρηνοῦσα ἀπηχεῖ δρυὸς πετάλοις ἐφεζομένη: —MAB θρηνεῖ ἀπηχεῖ: —M g τίς ἄ ρ ’ ὄρνι ς: ἀηδόνα φησὶ καὶ χελιδόνα, εἰς ἃς μετεβλήθησαν Πρόκνη καὶ Φιλομήλα: —MA ἡ μεμονωμένη καὶ ἐστερημένη τῆς μητρὸς ὄρνις: —M g A g τοῖς ἐμοῖς κακοῖς σύμφωνος: —M g A g αἰάγμασι ν: θρηνητικοῖς ἀπηχήμασιν.
sch Ph 1519 [5] τοῖσδε ἀντὶ τοῦ τοῖς νεκροῖς: —MAB i λείπει † εἰς ὃ τοῖσδε προκλαίω: —M g ἃ τοῖσδε προκλαί ω: ἅπερ, θρηνητικὰ ἀπηχήματα, ἐπὶ τούτοις, τοῖς νεκροῖς, ἀναβοῶ: —MA ἡ πρό ἀντὶ τῆς ἀνά, τουτέστιν ἀνακλαίω: —MAB μονά δ ’ αἰῶν α: τοῦτο ἰδίᾳ ἀναπεφώνηται: —MAB ἀντὶ τοῦ μονάδα βίον.
sch Ph 1520 ἀντὶ τοῦ ὀρφανὸν, μονήρη βίον. μεμονωμένον ἔρημον: —MAB τί ν ’ ἐπὶ πρῶτο ν : ἡ ἐπί πρὸς τὸ βάλ ω, οἷον· ἐπὶ τίνα πρῶτον ἐπιθῶ τὰς τῶν τριχῶν ἀπαρχὰς τοῖς σπαραγμοῖς, ἐπὶ τῆς μητρὸς ἢ ἐπὶ τῶν ἀδελφῶν.
sch Ph 1523 ἔθος γὰρ ἦν τοῖς ἀρχαίοις τὰς κόμας ἀποκείρεσθαι ἐπὶ τοῖς τεθνηκόσιν: —MA δῶρον: —M g τοῖς ποιητικοῖς τοῦ γάλακτος: —M g A g B g τὸ ἑξῆς· ἢ πρὸς τὰ τῶν ἀδελφῶν αἰκίσματα.
sch Ph 1528 οὐλόμενα δὲ διὰ τοὺς ἀφανισμούς: —M i A γράφεται δισσῶ ν: —M g τυφλὸν ὄμμα: —M g A g κλητική· ὦ Οἰδιπόδα, ἀπὸ τῆς Οἰδιπόδης εὐθείας: —M g A g B i παρέλκεις καὶ παρατείνεις τὴν ζωὴν καὶ φιλοψυχεῖς: —M i μεγάλην: —M g γεραιὸν πόδ α: ἀπὸ μέρους, τοῦ ποδὸς, τὸ ὅλον σῶμα δηλοῖ, τουτέστι· κλύεις, ὦ πάτερ, ὃς ἔνδον κατὰ τὴν αὐλὴν διατρίβεις καὶ τὸ γεγηρακός σου σῶμα τοῖς δεμνίοις ἐγκρύπτεις: —MAB διατρίβων, πλανώμενος διὰ τύφλωσιν: —M g ἐγκοιμίζων ἐγκρύπτων: —M g A g τί μ ’ ὦ παρθέν ε: ὅλως ἐν πᾶσιν Εὐριπίδης πτωχοποιός ἐστι καὶ νῦν ὁ Οἰδίπους οὐδὲ ὁδηγὸν αὑτῷ ἔχει ἐν τῇ πατρίδι ὤν, ἀλλὰ καὶ μόνος ἐκπορεύεται ἑαυτὸν ὁδηγῶν.
sch Ph 1539 [5] τάχα δὲ τῶν παρόντων κακῶν πάντες ἐξῆλθον θεαταὶ γενέσθαι· διὸ μεμονωμένον θεράποντος Οἰδίποδος τὸ πρόσωπον ἔξεισιν: —MAB βακτηρίαις: —M g A g B i τῆς τυφλῆς πορείας: —M i A g B i ἐξήγαγές με προκαλεσαμένη τοῖς δάκρυσιν: —M i M g A g B i τὸν ἀεὶ ἐν λέχει καὶ σκότει ὑπάρχοντα: —M g A g BB i πολιό ν: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· τί με τὸν πολιὸν, ἀντὶ τοῦ τὸν πεπολιωμένον, ἐξήγαγες, ὦ παρθένε, σκοτίων ἐκ θαλάμων εἰς φῶς ἀέρος ὄντα με ἀφανὲς εἴδωλον, ὅ ἐστι τυφλὴν σκιάν: —MAB ἄλλω ς: τὸ αἰθέρος ἀφανὲς εἴδωλον κατ’ ἰδίαν προενεκτέον· τί με, φησὶν, ἐξήγαγες ὥσπερ εἴδωλον ὄντα αἰθέρος, τουτέστι τοῦ ἀέρος· καὶ γὰρ τὸν ἀέρα περιίπτανται τὰ εἴδωλα καὶ αἱ ψυχαί.
sch Ph 1543 [5] ἢ καὶ ὡς νεκρόν με ὑπάρχοντα. ἢ ὡς σκιᾶς ὄνειρον: —MAB ἀντὶ τοῦ δυστυχῆ ἀγγελίαν: —M i A g B i ἀντὶ τοῦ ὁδηγὸς σύντονος: —M g τὸ ἑξῆς· ἃ σὸν πόδα ἐμόχθει: —M g A g [γράφεται] πόδα σὸν τυφλὸν θεραπεύμασιν ἐμόχθει: —B i γράφεται ὤμοι ἐγὼ παθέω ν: —M i λείπει τὸ τινά· πάρεστι γάρ τινα στενάζειν: —M i A g B i βοᾶν ἐκπλήττεσθαι: —M g B i γράφεται μιᾷ μοίρ ᾳ: —B g οὐκ ἐ π ’ ὀνείδεσιν οὐ δ ’ ἐπιχάρμασι ν: οὐκ ἐπιχαίρουσα οὐδὲ ὀνειδίζουσα λέγω νῦν τοῦτο, ἀλλὰ ὀδυνωμένη λέγω καὶ συναλγοῦσα τὴν ψυχὴν ὅτι ἡ σὴ κακοδαιμονία, ἣν ἔδει μέχρι σοῦ στῆναι, καὶ ἐφ’ ἡμᾶς τοὺς παῖδας κατήντησεν οὐχ ὁσίως: —MAB ὁ ἔφορος δαίμων τῶν τὰ ἄλαστα πεποιηκότων: —M g B πλουτῶν ἀκμάζων: —M g γράφεται καὶ φονίαισι μάχαι ς: —B g ἀντὶ τοῦ μονομαχίαις: —M g γράφεται ὤμοι ἐγ ώ: —M i λείπει ἡ διά· διὰ τί τάδε καταστένεις: —M i AB ἄδηλος ὁ σὸς θρῆνος· πολλὰ γὰρ τὰ περιέχοντά σε κακά: —M i AB διὰ τί ταῦτα στενάζεις, διὰ τὴν τύφλωσιν 〈ἢ〉 διὰ τὸν τῆς μητρὸς γάμον.
sch Ph 1560 [5] ὁ δὲ εἶπεν· οὐ διὰ ταῦτα θρηνῶ ἀλλὰ διὰ τὰ τέκνα: —AB διὰ τὰ τέκνα: —M i B i δι’ ὀδύνης ἂν ἔβης καὶ εἰ βλέπων ἐτύγχανες: —M i A g δ ι ’ ὀδύνας ἔβα ς: λείπει ἡ ἄν, ἵν’ ᾖ· δι’ ὀδύνας ἂν ἔβης: —A δ ι ’ ὀδύνης ἔβα ς: μειζόνως ἂν ὠδυνήθης, εἰ τοὺς ὀφθαλμοὺς ἔχων ὁρῶντας καθεώρας τούτους κειμένους νεκρούς· τὸ γὰρ ἐπενώμας ἀντὶ τοῦ διέκρινες καὶ ἐπεσκόπεις: —MAB ὁ τέ παρέλκει: —M g AA g τοῦ ἡλίου: —M g ἀντὶ τοῦ ὀμμάτων αὐγαῖς: —M g B ταῖς τῶν ὀμμάτων αὐγαῖς διέκρινες καὶ ἐσκόπεις: —M g A g † ὄμματος αὐγαῖ ς: ἀντίπτωσις· [ἢ] τὰς αὐγὰς τοῦ ὄμματος τοῖς σώμασι τῶν νεκρῶν 〈ἐπ〉εκίνεις.
sch Ph 1564 ἢ ἀντὶ τοῦ διεσκόπεις τὸ ἐπενώμα ς: —A τῶν μὲν ἐμῶν τεκέω ν: ἐγὼ γὰρ κατηρασάμην τῷ θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἐμοὺς παῖδας: —MAB ἄλοχο ς: καὶ τοῦτο ἀπρεπὲς ὅτι τὸν Οἰδίποδα ἄλοχον τὴν Ἰοκάστην ποιεῖ λέγοντα ἐπιγνόντα ὅτι μήτηρ ἦν.
sch Ph 1566 ἔδει οὖν τὸ ὄνομα παραιτήσασθαι: —MAB ἱκέτις ἱκέτα ν: ἱκέτις αὐτὴ οὖσα ἱκέτην τὸν μαστὸν αἰρομένη καὶ μετεωρίζουσα, ἵνα οἱ παῖδες ἰδόντες λήξωσι τῆς μάχης.
sch Ph 1569 [5] γράφεται δὲ καὶ ὀρομέν α, ὅ ἐστιν ὀρούουσα καὶ προτείνουσα τὸν μαστόν: — MAB γράφεται αἰρομέν α : —M i B i βοτανοτρόφο ν: —M i κατὰ τὸν ἀνθηρὸν λειμῶνα: —M i b συνοίκους.
sch Ph 1573 ἢ ἐν ἐπαύλει μαχομένους: —M g A g B g ἐπὶ τραύμασιν αἵματο ς: κατὰ κοινοῦ τὸ εὗρε ν · αἵματος δὲ τὴν τύχην ἀντὶ τοῦ ἐν αἵματι τυγχάνοντας καὶ εἰς τοῦτο τύχης ἀφιγμένους, τουτέστιν· ἐλθοῦσα δ’ εὗρεν αἵματος λοιβῇ πεφυρμένους καὶ τὴν τύχην αὐτοῖς τοῦ φόνου πέρας λαβοῦσαν.
sch Ph 1574 [5] εὗρεν αὐτοὺς ἡ μήτηρ ὥσπερ λέοντας δύο ἐν ἐρήμοις τόποις μαχομένους περὶ τραύματος, ὅ ἐστι περὶ σώματος ἢ παρδάλεως ἢ ἄλλου τινός: —A κοινὸν τὸ εὗρ ε. ὁ δὲ λόγος ἀσύνδετος· ἐπὶ τοῖς τραύμασιν εὗρε ψυχρὰν σπονδὴν αἵματος, ὅπερ αἷμα τῶν φονευομένων σπονδή ἐστι τοῦ Ἅιδου: —MAB τὴν εἰς ψύξιν καὶ θάνατον ἄγουσαν: —A g B i λοιβὰν φονία ν: ἥντινα λοιβὴν ἐξ αἵματος ἔλαχεν ὁ Ἅιδης παρόσον οἱ φονευόμενοι εἰς Ἅιδου χωροῦσιν.
sch Ph 1575 προεξένησε δέ, φησὶν, ὁ Ἄρης τῷ Ἅιδῃ τὴν ἐξ αἵματος σπονδήν: —MAB παρέσω τὸ ξίφος: —M g A g γράφεται ἔβαψε ν: —A g B g ἐπὶ τῷ πένθει τῶν τέκνων: —M i AB i βουλομένη αὐτοὺς καταπαῦσαι τῆς μάχης καὶ αὑτὴν κατέπαυσεν.
sch Ph 1578 [5] ἐπὶ τῷ ἄχει δηλονότι: —AB i πάσας δὲ τὰς λύπας ἐν ταύτῃ τῇ ἡμέρᾳ συνήγαγεν: — M g A g B i εἰς πέρας ἤγαγεν: —M i A g γράφεται ἢ τέκνοις ἢ γένε ι: —A g B g εἴη δ ’ εὐτυχέστερος βίο ς: οὐχ ὡς τοῦ προτέρου βίου εὐτυχοῦς ὄντος συγκριτικῷ ἐχρήσατο· ἔσθ’ ὅτε γὰρ τὰ συγκριτικὰ ἐξ ἀνομοιοειδῶν γίνεται, ὡς τὸ πρεσβύτερος παίδων οὐχ ὡς καὶ τῶν ἄλλων παίδων παλαιῶν ὄντων: —MAB ὡς ὥρα τάφο υ: οὐχ ἵνα πάντες ταφῶσιν, ἀλλὰ μόνος ὁ Ἐτεοκλῆς καὶ Ἰοκάστη· τὸν γὰρ Πολυνείκην ἀκήδευτον ἐαθῆναι λέγει: —AB ὡς ὥρα τάφο υ: καιρός ἐστι μνήμην ποιεῖσθαι τῶν τάφων καὶ τῶν θαπτομένων: —MAB ὦ Οἰδίπους δηλονότι: —M g γάμων φερνὰς διδού ς: τὰς ἀρχὰς φερνὰς διδούς: —MAB ἀπὸ κοινοῦ τὸ διδού ς: —MM g A g B φερνὰς δέδωκε τῇ ἀδελφῇ ἑαυτοῦ τὴν ἀρχήν: —MAB τὰ διδόμενα δῶρα τῇ νύμφῃ: —M g A g B φερνὰ ἡ προὶξ ἀπὸ τοῦ ἐπιφέρεσθαι αὐτὴν τὰς εἰς γάμους διδομένας: —A οὐδαμῶς: —M g A g ἀληθῶς ἐμαντεύσατο: —M g A g διὰ τὸ σὲ εἶναι κακοδαίμονα: —M g A g καθὸ πρὶν γενέσθαι δυστυχὴς ὑπῆρχον: —M g A g B i ἀντὶ τοῦ ὡς οὐδείς: —M g A g B i μήπω με μηδὲ σπαρέντα: —M g A g B g ἄπαιδα.
sch Ph 1598 ἀγέννητον: —M g A g ἐμαντεύσατο: —M g A g B i γράφεται καὶ πατρὸς ὅς μ ’ ἐγείνατ ο: —B g γράφεται μητρί τ ’ ἀναβῆναι λέχο ς: —B i ἐπεὶ δ ’ ἐγενόμη ν: ἐπεὶ δὲ ἐγεννήθην: —A b i αὖθι ς: μετὰ τὸν Πύθιον θεόν· ὁ μὲν γὰρ τῷ χρησμῷ με προανεῖλε κελεύσας μὴ σπαρῆναι, ὁ δὲ πατὴρ τεχθέντα ἐκθεὶς ἀπέκτεινεν: —MAB κτείνει μ ε: ὅσον γὰρ τὸ κατ’ αὐτόν, ἀπέκτεινεν· ἐξέθηκε γάρ με ἐλπίσας ἀποτεθνήξεσθαι: —MAB γράφεται πεφυκένα ι: —M g A g εἵμαρτο γὰρ αὐτῷ ἐξ ἐμοῦ ἀποθανεῖν: —M g A g B i ἔτι μαστὸν ζητοῦντα καὶ χρῄζοντα: —M g A g B i † Ταρτάρου γὰρ ὤφελε ν: εἴτε ἐταρταρώθη ὁ Κιθαιρὼν, ὅπου ἐσώθημεν φυγόντες ἀθλίαν τροφὴν τῶν θηρίων: —A Κιθαιρὼν εἰς ἄβυσσα χάσματ α: αὐτὸς ὁ Κιθαιρὼν [ὃς] ὤφειλε κατατεταρταρῶσθαι.
sch Ph 1605 [5] εὐήθως δὲ, φασὶ, καταρᾶται τῷ Κιθαιρῶνι ὅτι οὐκ ἀπώλεσεν αὐτόν· δέον γὰρ τοῖς ἀνελομένοις καταράσασθαι ἢ τῇ Πολύβου γυναικὶ, τῷ ὄρει καταρᾶται. ἀλλὰ μεμίμηται ὁ Εὐριπίδης τοὺς δι’ ὑπερβολὴν συμφορᾶς καὶ τοῖς ἀναισθήτοις θυμουμένους: —MAB εἰς τὰ βαθέα: —M g καὶ τοῦτο εὐήθως.
sch Ph 1606 [5] οὐ γὰρ δοῦλον αὐτὸν ἐποίησεν ὁ Πόλυβος, ὡς καὶ ἡ Ἰοκάστη φησίν [30]· ἡ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖ ν· ὥστε υἱὸς ἐνομίζετο. ἀλλά φαμεν ὅτι ἕνεκα τοῦ εἰς οἶκτον κινῆσαι τοὺς θεωμένους ταῦτα ὁ Εὐριπίδης ἐτεχνάσατο ἢ ὅτι οἱ βαρυνόμενοι συμφοραῖς ὑπὸ προκειμένης δυστυχίας καὶ τὰς προτέρας εὐδαιμονίας δυστυχίας ἀποκαλοῦσιν: —MAB Πόλυβον ἀμφὶ δεσπότη ν: οὐκ ἐξέφανεν αὐτὸν πατέρα· οὐκ ἐτέχθη γὰρ υἱὸς, ἀλλὰ κτῆμα αὐτοῦ γέγονεν: —MAB Πολύβου γυνὴ Μερόπη: —M g A g ἀρὰς παραλαβώ ν: θέλει εἰπεῖν ὅτι εἵμαρτο ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάιος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα καὶ τοῖς ἐξ ἐμοῦ παισίν: —MAB † ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν: —A ἀντὶ τοῦ τινός: —M g ἥ δ ’ ἡ θανοῦσ α: οἶδα τοῦτο ὅτι, εἰ ἔζη, συνήθως ἄν με ἐχειραγώγησεν: —MB γράφεται ζῶσά γ ’ ἂν σά φ ’ οἶ δ ’ ὅτ ι: —B i ἀλλὰ ἡ εὐτεκνία τῶν δύο μου παίδων: —M g A g B i ἀντὶ τοῦ οὐ δυνατόν: —M g A g γόνατα μὴ χρῴζειν ἐμ ά: καλῶς εἶπας ὅτι οὐχ ἱκετεύω σε· εἰ γὰρ καὶ σὺ ἠθέλησας, ἐγὼ οὐ συνεχώρουν: —MB μὴ ἅπτεσθαι τῶν ἐμῶν γονάτων: —M g τὸν μὲν τῶν νεκρῶν: —M i B i γράφεται δμῶα ς: —M g τὸν δὲ Πολυνείκους νέκυν: —M g B i φανερώσεται κηρυχθήσεται: —M g εἰώθασι γὰρ στέφειν τοὺς νεκρούς: —M i A g B i ἀντὶ τῆς ταφῆς θάνατον λήψεται: —M i AB i ὀρνέων τροφήν: —M g A g γράφεται τριπτύχων νεκρῶν γόου ς: —M g B παρθένος δίαγε ἐκδεξομένη τὴν ἑξῆς ἡμέραν: —M i A g B πρὸς τὸν Οἰδίποδα λέγει ὅτι στενάζω σε πλέον τῶν ἀποθανόντων: —A g B πρὸς τὸν Κρέοντα ἀποστρέφει τὸν λόγον· τί διώκεις τὸν πατέρα· τί ἀπαγορεύεις τὴν ταφὴν τοῦ Πολυνείκους: —A g B νομοθετεῖς: —M g B ἄφρονα τὰ βουλεύματα: —MA g B εἰς πέρας ἄγειν: —M i A g B ἀπὸ κοινοῦ τὸ οὐ δικαίω ς.
sch Ph 1651 ἀνόσιον γὰρ, φησὶν, ὅτι τοιαύτην τιμωρίαν αὐτὸν ἀπαιτεῖς. λέγει δὲ τὸ ἄταφον μεῖναι: —MAB ναὶ, φησὶν, ἔννομος, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο τῆς πατρίδος: —MAB † ἄλλω ς: οὐ δικαίως, εἰ μὴ ὢν φίλος ἐχθρὸς ἐγένετο: —A οὐχὶ οὖν: —MB κατ’ ἐρώτησιν.
sch Ph 1653 [5] ὁ δὲ λόγος· οὐκ ἔδωκεν οὖν τῇ ἀποβάσει τὴν κόλασιν. δαίμονα δέ φησι τὸν ἐξ εἱμαρμένης καὶ δαίμονος θάνατον. τύχῃ δὲ τῇ κατὰ πόλεμον συντυχίᾳ. οὐκοῦν, φησὶν, ἀρκέσθητι τῷ θανάτῳ, ὃν ἔτυχεν αὐτὸν ἐν τῷ πολέμῳ ἀνατλῆναι: —MAB τὸ μέρος εἰ μετῆλθε γῆ ς: κατ’ ἐρώτησιν ἐν ἤθει: —MB τί πλημμελήσας ἀπῄτησε τὸ μέρος: —MAB ἄλλω ς: τί ἥμαρτε, φησὶν, εἰ τὸ μέρος μετῆλθεν: —A ἀπαγορεύῃ: —M g ἔκρι ν ’ ὁ δαίμω ν: ταῦτα ἔκρινεν ὁ δαίμων, οὐχ ἃ σὺ βούλει: —MA g B ὑγρὰν θήσει κόνι ν : ὑγρά ν: τὴν χυτὴν καὶ λεπτὴν, πρὸς ἀντιδιαστολὴν τῆς ἐριβώλακος.
sch Ph 1664 Ὅμηρος [Ψ 256]· ‘χυτὴν ἐπὶ γαῖαν ἔχευαν‘. ἔστι δὲ ὑγρὰ ἡ νεοσκαφὴς γῆ: —MAB ναὶ πρὸς σὲ καὶ τῆς μητρὸς Ἰοκάστης: —M i λείπει ὁ καί· καὶ τῆς μητρὸς Ἰοκάστης: —AB i † ὁ δὲ λόγος· ναὶ συγχώρησον ταφῆναι· παρακαλῶ πρὸς τῆς Ἰοκάστης τῆς ἐμῆς μητρός: —A τῶν ἀπηγορευμένων.
sch Ph 1668 Ἀριστοφάνης [Ran. 362]· ‘ἢ τἀπόρρητ’ ἀποπέμπει ἐξ Αἰγίνησ‘: —B εἰώθασι γὰρ ἐπιμελεῖσθαι τῶν τραυμάτων τῶν νεκρῶν ὑπὲρ τοῦ αὐτοὺς εὐσχήμονας φαίνεσθαι: —MB † τελαμῶνας δὲ τὰ ῥάκη, ὅ φαμεν τοὺς ἐπιδέσμους: —B ὦ φίλτα τ’: ὦ φίλτατε Πολύνεικες, προσπτύξομαι κἂν τὸ σὸν στόμα, ἐπεὶ οὐ συγχωροῦμαι θάψαι σε: —MB ὁ ἀλλά ἀντὶ τοῦ καί.
sch Ph 1671 ἢ ἀντὶ τοῦ δή παραπληρωματικοῦ: —MB i οὐκ εἰς γάμους σού ς: οὐκ ὀφείλεις κλαίειν μέλλουσα γαμεῖν: —MB ἄλλω ς: οὐχὶ κτήσῃ τοῖς γόοις συμφορὰς εἰς γάμους σούς.
sch Ph 1672 τὸ οὐ 〈οὐ〉 δίφθογγον ἀντὶ τοῦ 〈ὃ〉 μή: —MA g B ποῖ γὰρ ἄπει τὸ λέχος ἐκφυγοῦσα: —M i A g B i ἐμὲ ὡς μίαν ἕξει τῶν Δαναΐδων: —M i B i τὸ τολμηρὸν γύναιον: —A g B i ἐξωνείδισε ν: καυχωμένη εἶπεν, ἐξύβρισεν.
sch Ph 1676 [5] ὄνειδος γὰρ αὐτῷ τὸν υἱὸν ὑπὸ γυναικὸς ἀπολέσθαι. ἢ ἐπὶ τοῦ κλέους εἴληπται, ἀντὶ τοῦ ἐκλέισε καὶ ἔνδοξον ἐποίησε μιμήσασθαι φήσασα τὰς Δαναΐδας· τὸ γὰρ ὄνειδος καὶ ἐπὶ ἀγαθοῦ τάττεται. δύναται καὶ ἡμῖν συνήθως παρόσον ὄνειδος τῷ Κρέοντι, εἰ ὁ υἱὸς αὐτοῦ ὑπὸ γυναικὸς ἀπολεῖται: —MB γινωσκέτω τὸ ξίφος.
sch Ph 1677 ὅρκος γάρ μοι τὸ ξίφος αὐτό: —M i A g B i γενναιότης σο ι , μωρία δ ’ ἔνεστί τι ς: εὐγένεια.
sch Ph 1680 ἀντὶ τοῦ γενναίως μὲν πράττεις, μωρῶς δέ: —MA g B ἄλλω ς : ὁ δέ ἀντὶ τοῦ καί, τουτέστιν· εὐγένεια καὶ μωρία ἔνεστί σοι: —MA g B καὶ ξυνθανοῦμα ι: καὶ συναποθνῄσκω, φησὶν, αὐτῷ, ἵνα πλέον τι μάθῃς.
sch Ph 1681 ἢ οὕτως· περαιτέρω γενομένη, ἀντὶ τοῦ ἑκὰς τῆς πόλεως γενομένη: —MAB ἀλ λ ’ εἰ γαμοίμη ν: ἠθικῶς τοῦτο προενεκτέον καὶ δεῖ συνυπακούειν τὸ καλῶς ἂν ἔχοι, οἷον· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ἐγὼ γαμοίμην καὶ σὺ μόνος φεύγοις, πάτερ.
sch Ph 1684 [5] συναπτέον δὲ τὸ ἀλ λ ’ εἰ γαμοίμην τῷ ἑξῆς, οἷον· ἀλλ’ εἰ γαμοίμην, καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ: —MAB πεσὼν ὅπου μοι μοῖρ α: πεσὼν κείσομαι ἐν ἐκείνῳ τῷ τόπῳ ὅπου μοι μοῖρά ἐστιν: —MAB γράφεται ἠ δ ’ ἀπώλεσε ν· τὸ δὲ ἠδέ ἀντὶ τοῦ καί: —MB καὶ ἄλλω ς : ὁ δέ ἀντὶ τοῦ καί· ἓν ἦμαρ με καὶ ὤλβισε καὶ ἀπώλεσε.
sch Ph 1689 [5] ποῖον δέ ἐστι καθ’ ὃ ὄλβιος ἐγένετο καὶ δυστυχής· ὅτε τὸ αἴνιγμα τῆς Σφιγγὸς ἔλυσε· κατὰ γὰρ τὴν αὐτὴν ἡμέραν ἔγημε τὴν μητέρα καὶ τῆς ἀρχῆς ἀντελάβετο. τὸ μὲν οὖν εὐτύχημα, τὸ λῦσαι τὸ αἴνιγμα καὶ βασιλεῦσαι· δυστύχημα δὲ, τὸ γῆμαι τὴν μητέρα παρὰ τὸν τῆς φύσεως θεσμόν: —MAB τὸ οὔ πρὸς τὸ αἰσχρά συναπτέον, τουτέστιν· οὐκ αἰσχρά: —MB † οὔ σωφρονούσῃ γ’: τὸ οὔ πρὸς τὸ αἰσχρ ά· οὐκ αἰσχρὰ σωφρονούσῃ, ἀλλὰ γενναία ἡ τοιαύτη φυγὴ, τουτέστι· πρὸς γεννικῆς καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεύειν τυφλὸν πατέρα: —A † ἄλλω ς: κατ’ ὀρθὴν πτῶσιν γραπτέον καὶ οὕτω τὸν λόγον ἀποδοτέον· αἰσχρά γε ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί, ἀλλ’ ἐγὼ γενναία καὶ σώφρων.
sch Ph 1692 [10] ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν καὶ συναποθνῄσκειν ἤθελε τῷ πατρὶ καὶ γάμον παρορῶσα καὶ τυραννίδα, ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ τυραννίδος: —A † οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ θάψει Πολυνείκην Ἀντιγόνη συμφεύγουσα τῷ πατρί· πλεονάζει δὲ τῷ τοιούτῳ εἴδει ὁ Εὐριπίδης: —B i ἐκτεταμένοι: —A g B i ἀντὶ τοῦ πτώματα: —M g B i νῦν χρησμὸ ς , ὦ πα ῖ : ἦν γὰρ αὐτῷ χρησμῳδηθὲν ἐν Ἀθήναις ἀποθανεῖ ν : —A ὁ ποῖο ς: ὁ λόγος κατ’ ἐρώτησιν· ἆρα δὴ πρὸς τοῖς οὖσι κακοῖς ἄλλα κακὰ ἐρεῖς: —MAB ὁ ἦ ἀντὶ τοῦ ἆρα, ὁ ἀλλά ἀντὶ τοῦ δή, ἵν’ ᾖ· ἆρα δή: —MB ἀντὶ τοῦ πόλις· τετράπολις γὰρ ἡ Ἀττική: —MA g B i ἱερὸς Κολωνὸς δώμα θ’: δέξεταί με δηλονότι.
sch Ph 1707 [5] Κολωνὸς ἀκρωτήριον τῆς Ἀττικῆς. ἱππείου δὲ θεοῦ τοῦ Ποσειδῶνος. ἔστι δὲ καὶ ἕτερος Κολωνὸς ἐργάτης: —MAB δώμα θ ’ ἱππείου θεο ῦ: διχῶς δὲ, πληθυντικῶς καὶ ἑνικῶς: —MB ἱππείου θεο ῦ: περὶ τοῦ ἐν τῷ ἱππείῳ Κολωνῷ τεθάφθαι τὸν Οἰδίπουν ἐν ἄλλοις ἐξειργάσμεθα ἀκριβῶς: —MB μετέχειν: —A g B g † ἴ θ ’ εἰς φυγὰν τάλαινα ν: διὰ μὲν τοῦ [1657] ἐγώ σφε θάψω σπέρματα τῇ Σοφοκλέους Ἀντιγόνῃ παρέσχε, διὰ δὲ τοῦ φεύγειν τῷ ἐπὶ Κολωνῷ Οἰδίποδι.
sch Ph 1710 ὡς βούλονται γὰρ οἰκονομοῦσι τὰ δράματα: —B τὴν τὰς ναῦς διαπέμπουσαν: —B γενόμεσθ α: Ἀττικῶς μετὰ τοῦ ς : —MAB δῆτα Θηβαίω ν: τῶν Θηβαίων ἡμεῖς παρθένων ἁπασῶν μάλιστα ἄθλιαι τυγχάνομεν: —AB πόθι γεραιὸν ἴχνο ς: ὅπου, φησὶ, μέλλω τὸ ἴχνος τιθέναι, ἐκεῖσε χειραγώγει με: —AB καταχρηστικῶς τὰς χειραγωγίας: —MA g B i ἐνταῦθα: —A g B g κατὰ τὴν ἰσχὺν γὰρ εἰκελόνειρος: —M i B i ὥσ τ ’ ὄνειρο ν: ὥσπερ ὄνειρον κατὰ τὴν ἰσχύν.
sch Ph 1722 τὸ ὄνειρον εἶπεν ἐπὶ τῆς εὐθείας· κατὰ τὴν ἰσχὺν εἰκελόνειρος: —A τί τλά ς: τί, φησὶν, ἀεὶ λέγεις ὅτι δεινὰ τλάς· εἰ γὰρ καὶ συνεχῶς αὐτὸ λέγεις, ὅμως ἡ Δίκη τοὺς κακοὺς οὐχ ὁρᾷ οὐδὲ μετέρχεται αὐτῶν τὰς ἀσεβείας καὶ ἀσυνεσίας: —MAB † πάσχω δηλονότι: —M i μοῦσαν οὐράνιόν φησι τὴν μεγάλην καὶ περίβλεπτον σοφίαν.
sch Ph 1728 ἐγὼ, φησὶν, εἰμὶ, ὃς ἔδοξα πάντας ὑπερβεβηκέναι σοφίᾳ λύσας τὸ αἴνιγμα: —MAB ἡ ἐπί πρὸς τὸ μοῦσα ν: —M i AB i Σφιγγὸς ἀναφέρεις ὄνειδο ς: ἀναπολεῖς.
sch Ph 1732 κατ’ ἐρώτησιν δὲ ὁ λόγος. καὶ νῦν δὲ τὸ ὄνειδος ἐπὶ τοῦ κλέους ἐστίν: —MB ἄπαγ ε: διὰ τὸ μνήμην ποιήσασθαι τῆς κατὰ τὴν Σφίγγα σοφίας ἔπεχε, φησὶ, τοῦτον τὸν λόγον· περιττὸν γὰρ, φησὶ, παρελθούσης † ὁμιλίας μνημονεύειν, ἐπεὶ πλείων ἡ λύπη γίνεται.
sch Ph 1733 [5] ἄπαγε οὖν, πέπαυσο καὶ παράλειπε λέγων τὰ εὐτυχήματα δυστυχημάτων παρόντων: —MAB ποθεινὰ δάκρυ α: ποθεινοποιὰ δάκρυα καταλιποῦσα ταῖς παρθένοις ἔξειμι, ἅπερ ἐδάκρυσα μετ’ αὐτῶν, ἀφ’ ὧν, τῶν δακρύων, εἰς πόθον καὶ εἰς μνήμην ἥξουσί μου μετὰ ταῦτα: —MAB ἄλλω ς: ἀντὶ τοῦ· δακρύσασα μετὰ τῶν παρθένων ἔξειμι τῆς πόλεως: —A g B ἀντὶ τοῦ κακοπαρθενεύτως πλανωμένη: —A g B i τινὲς καὶ τοῦτο τῆς Ἀντιγόνης: —A i B i εἰς πατρός γε συμφορά ς: δυστυχὴς ἐγὼ, φησὶν, ὅτι ἐν καιρῷ συμφορᾶς δόξαν ἀποίσομαι ὡς φρονίμη καὶ συνετή· συνετῆς γὰρ τὸ καὶ δυστυχοῦντι τῷ πατρὶ αἱρεῖσθαι συνεῖναι, ὡσεὶ ἔλεγεν· ἐβουλόμην τὸ συνετόν μου τῶν φρενῶν ἐν εὐτυχίας καιρῷ ἐπιδείξασθαι: — MAB τάλαι ν ’ ἐγ ώ: ἀθλία εἰμὶ ἕνεκα τῶν σῶν κακῶν καὶ τῶν τοῦ ἀδελφοῦ Πολυνείκους ὕβρεων: —MAB ὃν εἴ με καὶ θανεῖ ν: ὅνπερ καλύψω τῇ γῇ, εἴ με καὶ χρὴ ἀποθανεῖν: —MA ἀντὶ τοῦ· εἰ δέοι με καὶ ἀποθανεῖν: —M Δίδυμός φησι συμβουλεύειν αὐτῇ τοῦτο ποιῆσαι, ἵνα ἐρανίσωσιν αὐτήν.
sch Ph 1747 οὐδὲν γὰρ λαμβάνουσιν ἐξιόντες ἐφόδιον: —AB ἅλις ὀδυρμάτω ν: αὐτάρκως ὠδύραντο τὴν ἐμὴν ἀτυχίαν αἱ ὁμήλικες.
sch Ph 1748 αὐτάρκειά μοι τῶν θρήνων: —MAB i σὺ δ ’ ἀμφὶ βωμίου ς : φάνηθι ἀπὸ κοινοῦ.
sch Ph 1749 ἵνα ἱκετεύσῃς τοὺς θεοὺς λῆξιν δοῦναι τῶν κακῶν καὶ εὐμενεῖς πρὸς τὰ λοιπὰ γενέσθαι παραπέμψαντας ἡμᾶς εἰς Ἀθήνας: —MAB ἴ θ ’ ἀλλὰ Βρόμιο ς: καὶ πρὸς τὸν Διόνυσον ἄπιθι, ἔνθα ἐστὶ ταῖς Βάκχαις ὁ νεὼς τοῦ Διονύσου ἄβατος ὢν τοῖς βεβήλοις.
sch Ph 1751 [5] ἀντὶ τοῦ ἐν ὄρει: —MA ἵνα τε σηκό ς: ὁ τάφος τῆς Σεμέλης ὅπου ἐστίν, ἐν Κιθαιρῶνι. σηκός δὲ ὁ ναός. ἄβατος δὲ δηλονότι τοῖς βεβήλοις. ἐπὶ γοῦν τὸν Βρόμιον, φησὶν, ἴθι. ἄδηλον δὲ πρὸς τί ποτέ φησιν αὐτὴν τοὺς θεοὺς ἀξιοῦν καὶ μάλιστα τὸν Διόνυσον. ὁ δὲ χορὸς ἀσυμπαθὴς παρθένον οὕτως ἀτυχῶς φεύγουσαν μὴ οἰκτιζόμενος: —MAB Καδμεία ν : Καδμείαν νεβρίδ α, ἀντὶ τοῦ ἐπιχωρίαν καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν: —MAB ἄλλω ς: τούτῳ με κελεύεις χορεῦσαι ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης· ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην ἀνθ’ ὧν ἐχόρευσα.
sch Ph 1753 πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου: —MAB χάριν διδοῦσα ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἐπεὶ Οἰδίπους τοιαῦτα πέπονθεν: —MAB † ἦ ν: ἤμην ὑπῆρχον.
sch Ph 1759 κατέσχον δὲ ἀντὶ τοῦ ἐνίκησα. ἢ ἔγνων: —B ὃς μόνος Σφιγγὸς κατέσχο ν: ἱστορεῖ Πείσανδρος ὅτι κατὰ χόλον τῆς Ἥρας ἐπέμφθη ἡ Σφὶγξ τοῖς Θηβαίοις ἀπὸ τῶν ἐσχάτων μερῶν τῆς Αἰθιοπίας, ὅτι τὸν Λάιον ἀσεβήσαντα εἰς τὸν παράνομον ἔρωτα τοῦ Χρυσίππου, ὃν ἥρπασεν ἀπὸ τῆς Πίσης, οὐκ ἐτιμωρήσαντο.
sch Ph 1760 [1] ἦν δὲ ἡ Σφὶγξ, ὥσπερ γράφεται, τὴν οὐρὰν ἔχουσα δρακαίνης· ἀναρπάζουσα δὲ μικροὺς καὶ μεγάλους κατήσθιεν, ἐν οἷς καὶ Αἵμονα τὸν Κρέοντος παῖδα καὶ Ἵππιον τὸν Εὐρυνόμου τοῦ τοῖς Κενταύροις μαχεσαμένου. ἦσαν δὲ Εὐρύνομος καὶ Ἠιονεὺς υἱοὶ Μάγνητος τοῦ Αἰολίδου καὶ Φυλοδίκης. ὁ μὲν οὖν Ἵππιος καὶ ξένος ὢν ὑπὸ τῆς Σφιγγὸς ἀνῃρέθη, ὁ δὲ Ἠιονεὺς ὑπὸ τοῦ Οἰνομάου, ὃν τρόπον καὶ οἱ ἄλλοι μνηστῆρες. πρῶτος δὲ ὁ Λάιος τὸν ἀθέμιτον ἔρωτα τοῦτον ἔσχεν. ὁ δὲ Χρύσιππος ὑπὸ αἰσχύνης ἑαυτὸν διεχρήσατο τῷ ξίφει. τότε μὲν οὖν ὁ Τειρεσίας ὡς μάντις εἰδὼς ὅτι θεοστυγὴς ἦν ὁ Λάιος, ἀπέτρεπεν αὐτὸν τῆς ἐπὶ τὸν Ἀπόλλωνα ὁδοῦ, τῇ δὲ Ἥρᾳ μᾶλλον τῇ γαμοστόλῳ θεᾷ θύειν ἱερά. ὁ δὲ αὐτὸν ἐξεφαύλιζεν. ἀπελθὼν τοίνυν ἐφονεύθη ἐν τῇ σχιστῇ ὁδῷ αὐτὸς καὶ ὁ ἡνίοχος αὐτοῦ, ἐπειδὴ ἔτυψε τῇ μάστιγι τὸν Οἰδίποδα. κτείνας δὲ αὐτοὺς ἔθαψε παραυτίκα σὺν τοῖς ἱματίοις ἀποσπάσας τὸν ζωστῆρα καὶ τὸ ξίφος τοῦ Λαΐου καὶ φορῶν· τὸ δὲ ἅρμα ὑποστρέψας ἔδωκε τῷ Πολύβῳ, εἶτα ἔγημε τὴν μητέρα λύσας τὸ αἴνιγμα. μετὰ ταῦτα δὲ θυσίας τινὰς ἐπιτελέσας ἐν τῷ Κιθαιρῶνι κατήρχετο ἔχων καὶ τὴν Ἰοκάστην ἐν τοῖς ὀχήμασι. καὶ γινομένων αὐτῶν περὶ τὸν τόπον ἐκεῖνον τῆς σχιστῆς ὁδοῦ ὑπομνησθεὶς ἐδείκνυε τῇ Ἰοκάστῃ τὸν τόπον καὶ τὸ πρᾶγμα διηγήσατο καὶ τὸν ζωστῆρα ἔδειξεν. ἡ δὲ δεινῶς φέρουσα ὅμως ἐσιώπα· ἠγνόει γὰρ υἱὸν ὄντα. καὶ μετὰ ταῦτα ἦλθέ τις γέρων ἱπποβουκόλος ἀπὸ Σικυῶνος, ὃς εἶπεν αὐτῷ τὸ πᾶν ὅπως τε αὐτὸν εὗρε καὶ ἀνείλετο καὶ τῇ Μερόπῃ δέδωκε, καὶ ἅμα τὰ σπάργανα αὐτῷ ἐδείκνυε καὶ τὰ κέντρα ἀπῄτει τε αὐτὸν τὰ ζωάγρια· καὶ οὕτως ἐγνώσθη τὸ ὅλον. φασὶ δὲ ὅτι μετὰ τὸν θάνατον τῆς Ἰοκάστης καὶ τὴν αὐτοῦ τύφλωσιν ἔγημεν Εὐρυγάνην παρθένον, ἐξ ἧς αὐτῷ γεγόνασιν οἱ τέσσαρες παῖδες. ταῦτά φησι Πείσανδρος: —MAB οἱ τὴν Οἰδιποδίαν [frg. 2] γράφοντες [οὐδεὶς οὕτω φησὶ περὶ τῆς Σφιγγός]· ‘ἀλλ’ ἔτι κάλλιστόν τε καὶ ἱμεροέστατον ἄλλων παῖδα φίλον Κρείοντος ἀμύμονος Αἵμονα δῖον‘. καί φασιν ὅτι οὐκ ἦν θηρίον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ χρησμολόγος δύσγνωστα τοῖς Θηβαίοις λέγουσα καὶ πολλοὺς αὐτῶν ἀπώλλυεν ἐναντίως τοῖς χρησμοῖς χρωμένους: — Mon. 560 τῆς μιαιφόνου κράτ η: δι’ ὧν ἐκράτει τῆς πόλεως: —M † μιαιφόνου κράτ η: γράφεται καὶ κάρ α . κράτη τὰ σοφίσματα, δι’ ὧν ἐκράτει τῆς πόλεως: —B ΥΠΟΘΕΣΙΣ ΙΠΠΟΛΥΤΟΥ Θησεὺς υἱὸς μὲν ἦν Αἴθρας καὶ Ποσειδῶνος, βασιλεὺς δὲ Ἀθηναίων.
arg Hipp 1 (t) [25] γήμας δὲ μίαν τῶν Ἀμαζονίδων, Ἱππολύτην, Ἱππόλυτον ἐγέννησε, κάλλει τε καὶ σωφροσύνῃ διαφέροντα. ἐπεὶ δὲ ἡ συνοικοῦσα τὸν βίον μετήλλαξεν, ἐπεισηγάγετο Κρητικὴν γυναῖκα, τὴν Μίνω τοῦ Κρητῶν βασιλέως καὶ Πασιφάης θυγατέρα, Φαίδραν. ὁ δὲ Θησεὺς Πάλλαντα ἕνα τῶν συγγενῶν φονεύσας φεύγει εἰς Τροιζῆνα μετὰ τῆς γυναικὸς, οὗ συνέβαινε τὸν Ἱππόλυτον παρὰ Πιτθεῖ τρέφεσθαι. θεασαμένη δὲ τὸν νεανίσκον ἡ Φαίδρα εἰς ἐπιθυμίαν ὤλισθεν, οὐκ ἀκόλαστος οὖσα, πληροῦσα δὲ Ἀφροδίτης μῆνιν, ἣ τὸν Ἱππόλυτον διὰ σωφροσύνην ἀνελεῖν κρίνασα τὴν Φαίδραν εἰς ἔρωτα παρώρμησε, τέλος δὲ τοῖς προτεθεῖσιν ἐπέθηκε. στέγουσα γὰρ τὴν νόσον ἡ Φαίδρα χρόνῳ πρὸς τῆς τροφοῦ δηλῶσαι ἠναγκάσθη, ἥτις κατεπαγγειλαμένη αὐτῇ βοηθήσειν [ἥτις] παρὰ τὴν προαίρεσιν λόγους προσήνεγκε τῷ νεανίσκῳ. τραχυνόμενον δὲ αὐτὸν ἡ Φαίδρα καταμαθοῦσα τῇ μὲν τροφῷ ἐπέπληξεν, ἑαυτὴν δὲ ἀνήρτησε. καθ’ ὃν καιρὸν φανεὶς Θησεὺς καὶ καθελεῖν σπεύδων τὴν ἀπηγχονισμένην, εὗρεν αὐτῇ προσηρτημένην δέλτον, δι’ ἧς Ἱππολύτου φθορὰν κατηγόρει κατ’ ἐπιβουλήν. πιστεύσας δὲ τοῖς γεγραμμένοις τὸν μὲν Ἱππόλυτον ἐπέταξε φεύγειν, αὐτὸς δὲ τῷ Ποσειδῶνι ἀρὰς ἔθετο, ὧν ἐπακούσας ὁ θεὸς τὸν Ἱππόλυτον διέφθειρεν. Ἄρτεμις δὲ τῶν γεγενημένων ἕκαστον διασαφήσασα Θησεῖ τὴν μὲν Φαίδραν οὐκ ἐμέμψατο, τοῦτον δὲ παρεμυθήσατο υἱοῦ καὶ γυναικὸς στερηθέντα, τῷ δὲ Ἱππολύτῳ τιμὰς ἔφη ἐπιχωρίους ἐγκαταστήσεσθαι: —MNAB ἡ σκηνὴ τοῦ δράματος ὑπόκειται ** ἐν Ἀθήναις. ἐδιδάχθη ἐπὶ Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ ἔτει δ . πρῶτος Εὐριπίδης, δεύτερος Ἰοφῶν, τρίτος Ἴων. ἔστι δὲ οὗτος Ἱππόλυτος δεύτερος 〈ὁ〉 καὶ στεφανίας προσαγορευόμενος. ἐμφαίνεται δὲ ὕστερος γεγραμμένος· τὸ γὰρ ἀπρεπὲς καὶ κατηγορίας ἄξιον ἐν τούτῳ διώρθωται τῷ δράματι. τὸ δὲ δρᾶμα τῶν πρώτων: —MNAB ΣΧΟΛΙΑ ΕΙΣ ΙΠΠΟΛΥΤΟΝ Πολλὴ μέ ν: δυνατή, θαυμαστή, μεγίστη.
sch Hipp 1 [5] Ὅμηρος [Η 156]· ‘πολλὸς γάρ τις ἔκειτο‘: —M g NA g B i ἡ διάνοια ἐμφαντικώτερόν τε καὶ ῥητορικώτερον πέφρασται ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον παραλαμβάνουσα: —MNAB i οὐκ ἀνώνυμος μέν τις ἀλλὰ πολλὴ οὖσα τὴν φήμην ἐν ἀνθρώποις θεὰ κέκλημαι Κύπρις καὶ παρὰ τοῖς ἐν τῷ οὐρανῷ καὶ παρὰ τοῖς ἐν τῷ πόντῳ ζῴοις θεὰ νενόμισμαι. τινὲς δὲ τὸ ἑξῆς οὕτω· πολλὴ μὲν ἐν βροτοῖσι θεὰ κέκλημαι· ποίοις βροτοῖς; [καὶ] ὅσοι Πόντου 〈τ’〉 ἔσω ναίουσι τερμόνων τ’ Ἀτλαντικῶν: —N ἄδοξος: —A g ὅ ἐστι· καὶ παρὰ θεοῖς καὶ ἐντὸς οὐρανοῦ: —M g NA g B g ὅσοι τε πόντο υ: ἐπὶ τὸ μέγιστον ηὔξησεν τὸ κατηγόρημα τοῦ νεανίου· εἰ γὰρ ἐκεῖνοι θηριώδεις ὄντες τὴν φύσιν καὶ νόμων καὶ γραφῶν ἄπειροι, σέβουσιν ὅμως τὴν θεὸν, τὴν φύσιν δεξάμενοι διδάσκαλον, πόσῳ γε μᾶλλον ὁ ἐν μέσῃ τῇ Ἑλλάδι τραφεὶς καὶ μέγιστον ἐπὶ φιλοσοφίᾳ φρονήσας.
sch Hipp 3 [20] εἰ δὲ καὶ 〈διὰ τὸ〉 σωφρονεῖν ἀπέχεσθαι γάμων ἤθελεν, οὐδὲν ἧσσον ἔδει πάλιν αὐτὸν σέβειν τὴν δαίμονα, προεστῶσαν τῶν ἀγαθῶν ἐπιθυμιῶν. πάντες γὰρ οἱ φιλόσοφοι τιμῶσι τὴν θεὸν πρὸς τὸ μὴ εἰς ταύτην ἁμαρτάνοντες τὰ ἐναντία τῆς γνώμης δυστυχεῖν· ἑκατέρωθεν δὲ αὐτῆς δύο Ἔρωτας ἱστῶσιν, τὸν μὲν πρὸς τιμωρίαν, τὸν δὲ πρὸς δωρεὰν εἶναι λέγοντες: —MNAB τερμόνων τ ’ Ἀτλαντικῶ ν: τῶν πρὸς Γαδείροις τόπων· ἐκεῖ γὰρ ὄρος Ἄτλας· οὗτος δέ ἐστιν ὁ ἄξων 〈τοῦ οὐρανοῦ〉. Ὅμηρος [α 53]· ‘ἔχει δέ τε κίονας αὐτόσ‘: —N τερμόνων τ ’ Ἀτλαντικῶ ν: παρὰ τὸ Ἀτλαντικὸν πέλαγος. ἔνιοι δὲ τὰ Γάδειρα, ἔνθα ἐστὶν ὄρος Ἄτλας, ὅπερ ἐστὶ δυτικόν. ὁ δὲ Πόντος ἀνατολικός: —MNAB ἄλλω ς: εἰς τὰ ἔσχατα. ἵνα καὶ τοῖς στοιχείοις Ἀφροδίτην γινώσκεσθαι λέγῃ δι’ ὧν φύεται, οἷον· καὶ τὰ ἔσω τοῦ πόντου φυόμενα Ἀφροδίτην οἶδεν τῇ φύσει. ἢ τοὺς ἐν τοῖς πέρασι [τῶν στοιχείων τούτων] οἰκοῦντας θηριώδεις ἀνθρώπους λέγει, ὃ καὶ βέλτιον: —MNB i φῶς ὁρῶντες Ἡλίο υ: πάσαις ταῖς ἀπὸ Ἡλίου ἐγκότως διάκειται Ἀφροδίτη διὰ τὸν ἔλεγχον τῆς μοιχείας Ἄρεως: —MNA g B i τοὺς μὲν σέβοντα ς: τὸ ἑξῆς τῆς διανοίας· προαποδειχθέντος τοῦ μεγάλην μέ τινα εἶναι καὶ ἐπίσημον παρὰ πᾶσι τοιαύτη τις εἰμὶ τὴν φύσιν ὡς τοὺς μὲν σέβοντάς με τιμᾶν, τοὺς δὲ ἀποσειομένους τὴν εἰς ἐμὲ εὐσέβειαν καταβάλλειν.
sch Hipp 5 [5] ἀντὶ τοῦ· πολλή τις οὖσα, τοὺς μὲν τιμῶ, τοὺς δὲ σφάλλω. πρεσβεύω δὲ τὸ προτιμῶ. οὕτως Ἀττικοί· πρεσβεύειν τὸ προτιμᾶν: —MNAB τιμῶ σέβω: —M g A g βλάπτω καταβάλλω: —M g A g B g ἀντὶ τοῦ· καθ’ ἡμῶν: —M g A g B g ἔνεστι γὰρ δ ή: ἔνεστι καὶ ἐν τοῖς θεοῖς τὸ χαίρειν ταῖς τιμαῖς, ὡς ἐπὶ τῶν ἀνθρώπων.
sch Hipp 7 [5] καὶ διὰ τοῦ κἀν ἔδειξεν ὅτι τοῦτο προσωμολόγηται παρὰ πᾶσιν: —MAB i δείξω δὲ μύθων τῶν δ ’ ἀλήθειαν τάχ α: ἔξεστι μὲν τοῦτο καὶ καθόλου ἐπὶ τῶν προειρημένων νοημάτων λαβεῖν, ἐξαιρέτως δὲ ἐπὶ τοῦ τοὺς μὲν σέβοντας τιμῶ, τοὺς δὲ βλασφημοῦντας με σφάλλω: — MAB τοῦτο δύναται καὶ ἐπὶ πάντων λαμβάνεσθαι τῶν προειρημένων, δύναται 〈δὲ〉 καὶ ἐπὶ τοῦ παρόντος: —M Ἀμαζόνος τόκο ς: ὅτε γὰρ μετὰ Ἡρακλέους ὁ Θησεὺς ταῖς Ἀμαζόσιν ἐπολέμησεν διὰ τὸν ζωστῆρα, Ἀντιόπην ἔλαβεν αἰχμάλωτον καὶ ἤγαγεν εἰς τὴν Ἑλλάδα καὶ συμμιγεὶς αὐτῇ ἐποίησεν υἱὸν, τὸν Ἱππόλυτον: —MNAB τῆς Ἀντιόπης: —M g A g ἁγνοῦ Πιτθέω ς: ἁγνὸν τὸν Πιτθέα 〈λέγει〉, ὡς καὶ ἐν Μηδείᾳ [684]· ‘παῖς, ὡς λέγουσι, Πέλοπος εὐσεβέστατοσ‘.
sch Hipp 11 [10] παρὰ Πιτθεῖ τῷ πατρὶ τῆς Αἴθρας τῆς μητρὸς Θησέως ἐπαιδεύετο ὁ Ἱππόλυτος. ἦν δὲ ὁ Πιτθεὺς σοφὸς καὶ χρησμολόγος καὶ ἱερὸς θεοῖς, ὃς καὶ ἔλυσε τὸν χρησμὸν τῷ Αἰγεῖ καὶ τὴν θυγατέρα ἔδωκεν, εἰδὼς τῇ σοφίᾳ οἷος ἔσται ὁ τεχθησόμενος. παρ’ αὐτῷ δὲ ὁ Θησεὺς ἐπαιδεύετο, ὡς Καλλίμαχος [frg. 567]: —MNAB Ἀριστοτέλης ἱστορεῖ ὅτι ἐλθὼν Θησεὺς εἰς Σκῦρον ἐπὶ κατασκοπὴν εἰκότως διὰ τὴν Αἰγέως συγγένειαν, ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν φοβηθέντος τοῦ Λυκομήδους τοῦ βασιλεύοντος ** · Ἀθηναῖοι δὲ μετὰ τὰ Μηδικὰ κατὰ μαντείαν ἀνελόντες τὰ ὀστᾶ αὐτοῦ ἔθαψαν: —A man. recentiss. ὑπάρχειν: —M g A g ἀναίνεται δὲ λέκτρ α: καὶ τί, φασὶν, ἐλύπει αὐτὴν τὸ τῆς φιλοσοφίας; καὶ λεκτέον ὅτι ὡς αὐτὴν ἀτιμάζων ἐδόκει [καὶ τοῦτο ποιεῖν ὡς καὶ] αὐτῆς μὴ ποιεῖν τὰ τερπνὰ, ἀγνοῶν ὅτι καὶ σωφροσύνης ἔρωτας αὐτὴ ἀποστέλλει.
sch Hipp 14 [5] ὡς ἐν διηγήσει λέγει ἢ ὡς πρὸς κνησμονὴν αὐτῆς ἐκείνου τοῦτο ποιοῦντος: —MNAB μείζω βροτεία ς: εὐτυχήσας τῆς ἐπιμιξίας τῆς δαίμονος πλέον ἢ ὡς δεῖ ἀξιοῦσθαι ἄνθρωπον φιλίας θεοῦ.
sch Hipp 19 οἷον· μείζονι τῆς ἀνθρωπίνης ὁμιλίας ἐντυχὼν τῇ Ἀρτέμιδος: —MNAB τὰ πολλὰ δὲ πάλαι προκόψα ς’: τοῦτο ἐσολοίκισεν· οὕτω γὰρ ἔδει εἰπεῖν· τὰ πολλὰ δὲ πάλαι προκόψασα οὐ πόνου πολλοῦ χρείαν ἔχω.
sch Hipp 22,23 [5] συνεχῶς τούτῳ τῷ σχήματι χρῆται ὁ Εὐριπίδης. ἦν δὲ [ὥσπερ] ὑγιέστερον οὕτως εἰπεῖν· τὰ πολλὰ δὲ προκεκοφυίας μου, ἔτι οὐ πολλοῦ με δεῖ πόνου, ἢ οὕτως· τὰ πολλὰ δὲ ἤδη προκόψασα οὐκέτι πολὺν ἔχω πόνον. προκόψασα δὲ προκατασκευάσασα, ἐπαυξήσασα τὴν ἐπίνοιαν· ὥσπερ ἂν εἴ τις εἴποι· προοικονομήσασα ὀλίγου χρείαν ἔχω πόνου. γέγονε δὲ ὁ σολοικισμὸς πρὸς τὸ ἀκατάλληλον τῆς πτώσεως. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· προανυσάσῃ μοι τὰ πρὸς τὸν ἔρωτα τοιῷδε τρόπῳ, ὀλίγα λείπεται πρὸς τὴν τιμωρίαν: —MNAB προκόψα ς’: ἔδει εἶναι προκόψασαν ἢ προκοψάσῃ· συνεχῶς δὲ οὗτος κέχρηται τῷ τοιούτῳ σχηματισμῷ: —MA ἐλθόντα γάρ νι ν: ἐν τῇ Ἀττικῇ ἔτι οὖσα ἡ Φαίδρα [πρὶν μετοικῆσαι εἰς Τροιζῆνα] ἰδοῦσα τὸν Ἱππόλυτον ἐλθόντα ἐπὶ μύησιν τῶν Ἐλευσινίων ἤρα πρὶν καὶ εἰς Τροιζῆνα ἐλθεῖν καὶ ἐκ τῆς συνεχοῦς θέας ** 〈ἔστι〉 νοῆσαι τὸν ἔρωτα ὅτι πολὺς ἦν ὡς ἐξ αἰφνιδίου θέας τηλικοῦτον ἰσχῦσαι: —MNAB σεμνῶν ἐς ὄψι ν· μεγάλων σεπτῶν.
sch Hipp 25 [5] ἔοικε δὲ λέγειν τῶν Ἐλευσινιακῶν. ὄψιν δὲ λέγει τὴν θέαν, τέλη δὲ τὴν τελετήν: — MNAB εἰς τὴν Ἀττικήν: —M g A g B i κατεσχέθη ὑπὸ τοῦ ἔρωτος: —M i A g B i καὶ πρὶν μὲν ἐλθεῖ ν: τὸ ἐξαίρετον τοῦ ἔρωτος δηλοῖ, ὅτι καὶ πρὸ τοῦ ἐλθεῖν εἰς Τροιζῆνα οὕτως ἤρα, ὡς καὶ Ἀφροδίτης ἱερὸν ἱδρύσασθαι ἐν τῇ Ἀττικῇ ἐξιλεουμένη τὸν ἔρωτα [καὶ μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ ἱδρύσασθαι τὸ ἱερὸν ἔλεγε]: —MNAB πέτραν πα ρ ’ αὐτή ν: ἐπὶ πέτρας τινὸς ἐν τῇ Ἀττικῇ, ἀφ’ ἧς 〈ἦν〉 ἀποβλέπεσθαι τὴν Τροιζῆνα, Ἀφροδίτης ναὸν ἱδρύσασθαι τὴν Φαίδραν φησίν, ἐκάλεσε δὲ Ἀφροδίτην ἐφ’ Ἱππολύτῳ, ὃ νῦν καὶ Ἱππολύτειον καλοῦσιν: —MNAB Παλλάδος κατόψιο ν : πέτραν Παλλάδος φησὶ τὸ Γλαυκώπιον ὄρος.
sch Hipp 30 [10] κατόψιον δὲ ἀντὶ τοῦ· ἐπὶ ταύτης τῆς γῆς, τῆς Ἀττικῆς. ἢ τὸ κατόψιον ἀντὶ τοῦ· ἐξ ἐναντίας 〈τῆς γῆς τῆσδε, ὅ ἐστι Τροιζῆνοσ〉: —MA κατόψιο ν: τὸ κατόψιον οἱ πιθανώτερον ἐξηγούμενοι ἤκουσαν τὸ ὄρος τὸ ἀντικείμενον τῷ Γλαυκωπίῳ [τῆς γῆς τῆσδε ὅ ἐστι Τροιζῆνος]. ἢ κατόψιον τὸ ὑψηλόν, παρόσον τὰ ὑψηλὰ κατοπτεύουσι πάντα τὰ ὑποκείμενα: —MNAB ὅτι ἡ Τροιζὴν τὸ τέλος ἐστὶ τῆς Πελοποννήσου ἀντικειμένη τῇ Ἀττικῇ καὶ τῷ Γλαυκωπίῳ ὄρει τῆς Ἀττικῆς † τὸ θύνιον.
sch Hipp 31 [5] οἱ δὲ Ἀττικῶς λεγόμενον ἐπὶ Τροιζῆνος λαμβάνουσιν, ἐπειδὴ καὶ ἐν αὐτῇ ὑφέστηκε τὰ πράγματα. βέλτιον δὲ ἐπακολουθοῦντα τοῖς προτέροις Πανδίονος γῆν καὶ τἆλλα, ἐπὶ τῆς Ἀττικῆς ὡς προειρημένης αὐτὸ λαμβάνειν. κατόψιον οὖν ἀντὶ τοῦ· κατὰ τὸ ἀντικείμενον: —MNAB ἐνιδρύσατο: —M g A g μὴ παρόντος: —M g ἀποδήμου καὶ μὴ ἐπιδημοῦντος Ἱππολύτου ἤρα: —N ἐρῶ ς ’ ἔρω τ’: ἐν γὰρ τῇ ἀκροπόλει ἱδρύσατο Ἀφροδίτης ναὸν ἐπὶ αὐτῷ [Ἱππολύτῳ]: —NAB i εἰς τὰ μετὰ ταῦτα: —M i A g B g ἱδρῦσθαι θεά ν: 〈μὴ παρόντος ἐρῶσα τοῦ Ἱππολύτου ἐπ’ αὐτῷ〉 ἱδρύσασθαι 〈τὸ〉 ἱερὸν ἔλεγε.
sch Hipp 33 [5] πέτραν δὲ Παλλάδος φησὶ τὸ ἐν τῇ Ἀττικῇ Γλαυκώπιον, οὗ Καλλίμαχος ἐν Ἑκάλῃ [frg. 66f] μέμνηται. περὶ δὲ 〈τοῦ〉 τὸ ἱερὸν Γλαυκώπιον καλεῖσθαι ἀπὸ τοῦ ἐπωνύμου ** : — MNAB i μεθίσταται τῆς γῆς: —M g A g μίασμα φεύγων αἵματο ς: τοὺς Παλλαντίδας ὑπὸ Θησέως ἀνῃρῆσθαι Φιλόχορος οὕτω φησί [frg.
sch Hipp 35 [20] 36]. ‘Πάλλαντος ἐπιθέσθαι ταῖς Ἀθήναις διανοουμένου καὶ τὴν Σφηττίαν ὁδὸν προφανῶς πορευομένου ἐπὶ τὸ ἄστυ μετὰ τῆς δυνάμεως αὐτοῦ, οἱ τούτου παῖδες κατὰ βούλησιν τοῦ πατρὸς Γαργηττοῖ ἐγκαθίζουσι μετὰ τῶν ἡλικιωτῶν, ἵν’, ὅταν ἐπεξελθοῦσι τοῖς Ἀθηναίοις ὁ Πάλλας συμβάλῃ, ἐξ ἐφόδου προσπεσόντες λάβωσι τὴν πόλιν. ἀνὴρ δέ τις, ὃς ἐκηρύκευε τῷ Πάλλαντι, ἀπαγγέλλει τῷ Θησεῖ τὸ γενόμενον. ὁ δὲ προσπεσὼν εὐθὺς μετὰ τῶν ἡλικιωτῶν αὐτοὺς ἀναιρεῖ‘. ἡ δὲ ἱστορία οὕτως ἔχει· Νῖσος καὶ Πάλλας καὶ Αἰγεὺς τρεῖς ἀδελφοὶ ἐκ Πανδίονος γεγόνασιν, καὶ ὁ μὲν Νῖσος τὰ Μέγαρα ᾤκει, Αἰγεὺς δὲ καὶ Πάλλας δήμων τινῶν ἦρχον, τῆς Ἀττικῆς οὔπω συνῳκισμένης εἰς ἕν. λόγος οὖν τὸν Θησέα, ἀνεψιὸν ὄντα τῶν Πάλλαντος παίδων, ἕνα αὐτῶν ἀντιποιούμενον τῆς βασιλείας ἀνελεῖν. [οἱ δὲ οὕτως ἱστόρησαν. φασὶ γὰρ τοὺς Παλλαντίδας παῖδας ἀνελεῖν τὸν Θησέα, λοχῶντας ἵνα εἰσπέσωσι τῇ πόλει.] ἐπειδὴ δὲ νόμος ἦν τοὺς ἐμφύλιον καὶ συγγενικὸν φόνον ποιήσαντας ἐνιαυσίᾳ φυγῇ ζημιοῦσθαι 〈διὰ〉 τὸ μίασμα, ἔξορον αὑτὸν ἐποίησεν καὶ τὴν γυναῖκα εἰς Τροιζῆνα πλησιάζουσαν ὡς τοὺς συγγενεῖς μετήνεγκεν ἑαυτὸν ἐκ ταύτης καὶ πάσης τῆς Πελοποννήσου ἀφορίσας. ἔθος γὰρ τοῖς ἐφ’ αἵματι φεύγουσιν ἐνιαυτὸν ποιεῖν ἔξωθεν τῆς πατρίδος: —MNAB Πάλλας πολύπαις ὢν ὡς ἄπαιδα τὸν Αἰγέα κατεπόνει ἕως ἡβήσας ὁ Θησεὺς ἠμύνατο τοὺς Παλλαντίδας. βαλὼν γὰρ ἐν κυνηγίῳ κατὰ συὸς τινὰ τῶν Πάλλαντος παίδων ἀνεῖλεν: —MAB καὶ τῇδε σὺν δάμαρτ ι: εἰς τὴν Ἀττικὴν ἦλθε πλεύσας διὰ τὸν φόνον: —MNA οἱ γὰρ ἐφ’ αἵματι φεύγοντες ἐνιαυτὸν ποιοῦσιν ἔξωθεν τῆς πατρίδος: —MA ἄναξ Ποσειδῶ ν: Αἴθρᾳ γὰρ συνελθὼν Ποσειδῶν ἐποίησε τὸν Θησέα.
sch Hipp 45 [5] τοὺς δὲ εἰς ἀπαλλαγὴν τῶν κακῶν γινομένους ἀνθρώπους θεῶν παῖδας ὠνόμαζον, ὧν καὶ ὁ Θησεὺς εἷς ἐστίν: — MNAB παρέσχεν. ἢ ἐδωρήσατο: —M g A g μηδὲν μάταιο ν: μίαν μὲν ᾐτήσατο τὸ ἀνελθεῖν ἐξ Αἵδου, δευτέραν ἐκ λαβυρίνθου, τρίτην 〈τὸ〉 τῷ Ἱππολύτῳ 〈θάνατον πεμφθῆναι〉: —MNAB i ἡ δ ’ εὐκλεὴς μέ ν: Μίνωος γάρ ἐστι θυγάτηρ, Θησέως δὲ γυνή.
sch Hipp 47 [5] ἢ ὅτι ἐρῶσα καρτερεῖ. διὰ τὸ Θησέως μὲν εἶναι γυνὴ, Μίνωος δὲ θυγάτηρ, εὐκλεής ἐστι. τὸ δὲ ἀπόλλυται ἀντὶ τοῦ· ἀπολεῖται καίπερ οὖσα εὐκλεής. τὸ δὲ αἴτιον ὅτι πάσαις ταῖς ἀφ’ Ἡλίου γενομέναις ἐμήνιεν Ἀφροδίτη, διὰ τὴν μηνυθεῖσαν ὑφ’ Ἡλίου μοιχείαν. τὴν γοῦν Πασιφάην οὐ μόνον τοῦ ταύρου, ἀλλὰ καὶ τοῦ ** Μίνωος ἐρασθῆναί φασιν, ὡς ἱστορεῖ Σωσικράτης [frg. 8]. εἰκότως δὲ ἡ Ἀφροδίτη τὴν παρ’ ἀμφοῖν εἰσπράττεται τιμωρίαν, παρὰ μὲν Φαίδρας, ὅτι ἀφ’ Ἡλίου· παρ’ Ἱππολύτου δὲ, ὅτι οὐκ εἶχε τὰ περὶ αὐτὴν ἐν τιμῇ, ἀπαξιῶν τὴν πρὸς τὰς γυναῖκας ὁμιλίαν: —MNAB τὸ γὰρ τῆσ δ ’ οὐ προτιμήσ ω: οὐ τὸ ταύτης κακὸν ἔμπροσθεν θήσομαι τοῦ μὴ τιμωρήσασθαι τοὺς ἐχθροὺς, ἀντὶ τοῦ· οὐ φροντίσασα τῆς ἀπωλείας αὐτῆς τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ δίκην ὕστερον θήσομαι: —MNAB ἄλλω ς: οὐκ ἂν προτιμήσαιμι τὴν ταύτης ἀπώλειαν καὶ τὸ μὴ τιμωρήσασθαι τοὺς ἐμοὺς ἐχθροὺς ἐν ὑστέρῳ θήσομαι: —MNAB ἑπόμενος χορός: —M g A g B i χορός.
sch Hipp 55 ἢ ὕμνος: —M g A g B i βοᾷ ὑμνεῖ: —A g B i οὐ γὰρ οἶ δ ’ ἀνεῳγμένας πύλα ς: οὐκ ἐπίσταται, φησὶν, ὅτι ἕτοιμος αὐτῷ ἐστιν ὁ θάνατος: —MNAB i τελευταῖον: —M g ἕπεσ θ ’ ᾄδοντε ς: τοῦτο ἔνιοι μὲν τὸν Ἱππόλυτον φασὶν ᾄδειν.
sch Hipp 58 [10] ἄμεινον δὲ τοὺς ἑπομένους τῷ Ἱππολύτῳ ἀπὸ τῶν κυνηγεσίων ταῦτα λέγειν. ἕτεροί εἰσι τοῦ χοροῦ, καθάπερ ἐν τῷ Ἀλεξάνδρῳ [FTG 2 p. 374] οἱ ποιμένες. ἐνταῦθα μὲν οὖν δύναται προαποχρήσασθαι τοῖς ἀπὸ τοῦ χοροῦ, ἐκεῖ δὲ συνεστῶτος τοῦ χοροῦ ἐπεισάγει τοιοῦτο ἄθροισμα, ὡς καὶ ἐν τῇ Ἀντιόπῃ [FTG 2 p. 412] δύο χοροὺς εἰσάγει, τόν τε τῶν Θηβαίων γερόντων διόλου καὶ τὸν μετὰ Δίρκης. ὥστε βέλτιστον ἐπιγράφειν ‘χορὸς νεανιῶν τῶν κυνηγῶν Ἱππολύτου‘, οὐχ ᾗ λέγουσι τινὲς 〈τὸν〉 Ἱππόλυτον 〈ταῦτα〉 λέγειν, ὅπου γε καὶ αὐτὸς προστάττει αὐτοῖς ᾄδειν τὴν Ἄρτεμιν, λέγων ἕπεσ θ ’ ᾄδοντε ς: —MNAB ἢ ὁ Ἱππόλυτος ὑμνεῖν παρακελεύεται αὐτοῖς, ἢ ἀλλήλους προτρέπονται οἱ ἀπὸ τοῦ χοροῦ, ἤγουν οἱ συνεπόμενοι τῷ Ἱππολύτῳ κυνηγέται. ἄλλοι δέ τινές εἰσι παρὰ τὸν χορόν. ὁ γὰρ χορὸς, ὡς εἴρηται, ἐκ Τροιζηνίων γυναικῶν ἐστιν: —MNAB ᾗ μέλομεν κυνηγετικὴν ἀσκοῦντες: —M i NA g B g καλλίστη οὖσα ὑπὲρ πάσας τὰς παρθένους: —MA g B g τὴν καλλίστην τοῦ πατρὸς Διὸς αὐλήν: —M i A g B g σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτο υ: διαβεβόηται τοῦτο τὸ ζήτημα.
sch Hipp 73 [55] καὶ οἱ μὲν ὑπέλαβον τὸν Ἱππόλυτον στέφειν τὴν Ἄρτεμιν ἀνθίνῳ στεφάνῳ, οἱ δὲ [Φιλόχορος [frg. 167] τὴν ἐν Ἄγραις Ἄρτεμιν τῷ μελιλώτῳ στέφεσθαί φησιν] ἐφ’ ἑαυτοῦ τὸν Ἱππόλυτον ταῦτα λέγειν ὅτι ἐμαυτόν σοι ἀνατίθημι, ὦ θεὰ, στέφανον, τουτέστι κόσμον ἀνθηρότατον· κόσμον γὰρ εἶναι τῇ παρθένῳ τὸ μετὰ τοῦ σωφρονεστάτου τῶν νέων διημερεύειν. ἄλλοι δὲ μηδὲν αἰνίττεσθαι τὸν ποιητήν φασι μηδὲ ἀλληγορεῖν, ἀλλὰ κυρίως λέγειν, καὶ τῷ ὄντι στέφανον φέρειν τὸν Ἱππόλυτον, τοῦτον δὲ ἐκ τοιούτου λειμῶνος, καθ’ ὃν οὐκ ἔστιν ἡμῖν ὅσιον δρέπεσθαι τῶν ἀνθέων. τὸ γὰρ οὐ δ ’ ἦλθέ πω σίδηρος εἰς τοῦτο καταστρέφει, ὅτι οὐ δέδρεπται ὑπό τινος οὐδὲ εἴργασται. ἄλλοι δέ φασι τὸν Εὐριπίδην τροπικώτερον τὸν ἐπὶ τῇ Ἀρτέμιδι ὕμνον στέφανον λέγειν. καὶ γὰρ δὴ παράλογον εἶναι καὶ πολλὴν ἀτοπίαν ἔχον τὸ δοκεῖν ἄνθινον λειμῶνα εἶναι, ὅθεν ἐδρέφθη τὰ ἄνθη, καὶ τοιοῦτον, εἰς ὃν οἱ εἰσιόντες ἐξετάζονται πότερον διδακτὴν ἔχουσι τὴν σωφροσύνην ἢ ἐκ φύσεως, καὶ 〈ὑπὸ τῆς αἰδοῦσ〉 κατάρδεσθαι αὐτόν. φιλοσόφως δέ φησι τῷ μὲν ξοάνῳ πλεκτὸν στέφανον προσφέρειν, τῇ δὲ θεῷ τὸν ὕμνον. ἐξ ἀκηράτου δὲ τῆς ἀδόλου καὶ ἀφθάρτου μου διανοίας: —MNAB ἄλλω ς: ἐπιεικῶς οἱ ποιηταὶ τὰς μὲν ἰδίας φύσεις λειμῶσιν ἢ ποταμοῖς ἢ μελίσσαις εἰκάζουσι, τὴν δὲ ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὴν πληθὺν καὶ τὴν εἰς τὸ ποιεῖν ὁρμήν, διὰ δὲ τῶν μελισσῶν τὸ μελιχρόν, διὰ δὲ τῶν στεφάνων τὸν κόσμον τῶν ὑμνουμένων. ταῦτα δὴ πάντα συνελὼν ὁ ποιητὴς ἐφαίδρυνε τῆς ἀλληγορίας τὸν τρόπον. τὸ δὲ ἐξ ἀκηράτου λειμῶνο ς, ἐπειδὴ δεῖ τὸν μετιόντα μουσικὴν καθαρὰν καὶ ἀκήρατον ἔχειν τὴν ψυχὴν παντός τε ἄχραντον κακοῦ καὶ μάλιστα τῆς αἰδοῦς μεμοιραμένην. διὰ γάρ τοι τὸ αἰδέσιμον καὶ παρθένους ὑποτίθενται τὰς Μούσας, γονιμωτάτας οὔσας: —MNAB † ἄλλω ς: καθολικόν ἐστι, τῆς διανοίας καὶ στέφανον αὐτὸν προσφέροντα ἅτε δὴ σοφόν. τῷ μὲν γὰρ ξοάνῳ τὸν χειροποίητον στέφανον προσφέρει, τῇ δὲ θεῷ τὸν ὕμνον. πλεκτὸν τοίνυν στέφανον λέγει τὸν ὕμνον 〈διὰ τὸ〉 δίκην πλοκῆς συντεθέντας τοὺς λόγους ἀποτελεῖν τοὺς ὕμνους. ἀκήρατον δὲ λειμῶνα ἀλληγορεῖ, ἐξ οὗ τῶν ἀνθέων πεπλέχθαι τὸν στέφανον, τὴν παρθένιον καὶ ἄδολον ἔννοιαν ἐν ᾧ λειμῶνι οὐδὲ ποιμὴν ἄξιον νενόμικε τὰ ποίμνια ἄγειν· τὰ οὖν ἄνθη τούτου τοῦ λειμῶνος σοφίας εἶναι καὶ ἀρετῆς ἀποτελέσματα. ἀλλὰ μὴν οὐδὲ σίδηρος εἰς τμῆσιν ἦλθε τοῦ λειμῶνος καὶ αὐτοῦ τὰ ἄνθη περιέκειρεν· σίδηρον οὖν λέγει ἤτοι τὴν πανοῦργον φιλοπραγμονίαν καὶ κακουργίαν ἢ τὴν τῶν αἰσχρῶν ἡδονῶν φθορὰν, ἵνα αὐτοῦ τὸ παρθένιον καὶ ἄδολον δηλοῖ· [βοτὰ δὲ λέγει τὰ ποίμνια] μέλισσαν μέντοι ἀλληγορεῖ αὐτὴν τὴν ψυχήν. καθαρώτατον γάρ τι ζῷον ἡ μέλισσα, ἔνθεν τὰς ἱερείας μελίσσας καλοῦσιν οἱ ποιηταί. ἐαρινὸν δὲ αὐτὸν εἶπεν ἤτοι ὅτι ἡ μέλισσα ἥδεται τῷ ἔαρι διὰ τὰ ἄνθη ἢ ὅτι αἱ καθαραὶ ψυχαὶ ἀεὶ ἐν ἀνθήσει εἰσί. τὸ γὰρ ἔαρ ἀνθέων γεννητικόν: —NAB καίρων τῷ μελιλώτῳ στέφεσθαι τὴν ἐν Ἄγραις Ἄρτεμιν, Ἀπολλόδωρος δὲ παρὰ Κρησὶν δίκταμνον ἢ σχῖνον εἶναί φησιν αὐτῆς τὰ στεφανώματα· φύεσθαι δὲ τὸ δίκταμνον ἐν Κρήτῃ μόνη· τοῦτο καὶ ὠκυτόκιον εἶναι, διὸ καὶ ταῖς δυστοκούσαις δίδοσθαι χάριν τοῦ ταχέως ἀποτίκτειν. Ἴστρος δέ φησιν ἐν τῷ γ τῶν Ἀτάκτων καταλέγεσθαι παῖδας ἀμφιθαλεῖς ἀνθοφόρους, ἐπὶ πᾶσι δὲ τοὺς παῖδας ἀνθοφορεῖν ἐκ τῶν τῆς θεοῦ κήπων εἰς τὸν στέφανον, τὴν δὲ ἱέρειαν πλέκειν καὶ στεφανοῦν πρῶτον μὲν τὸ ἕδος, μετὰ δὲ ταῦτα τὸ ἄγαλμα: —NB i τὸ ἄγαλμα τῆς Ἀρτέμιδος οἱ μὲν δικτάμνῳ, οἱ δὲ σχίνῳ, οἱ δὲ λωτῷ στέφεσθαί φασιν: —MAB i ἐκ καθαρᾶς καρδίας: —M g A g B g ἄμουσοι καὶ αἰσχροπρεπεῖς οἱ ποιμένες: —M i A g B i τρέφειν τὰ ποίμνια: —M g A g B g παραμόνιμον: —M g B g ψυχή: —M g † αἰδὼς δὲ ποταμίαισι ν: ἡ αἰδὼς, φησὶ, τοῦτον τὸν λειμῶνα γεωργεῖ καὶ αὐτὸν τοῖς ὕδασι τοῖς ποταμίοις κηπεύει καὶ ποτίζει.
sch Hipp 78 [20] τοῦτο δὲ λέγει, ἐπεὶ πλεῖστον μέρος τῆς σωφροσύνης ἡ αἰδὼς ἔλαχε καὶ τοῖς ἀγαθοῖς ἀνδράσι καὶ σοφοῖς ἔνεστι τὸ αἰδημονικόν. ὅσοις οὖν μηδὲν διδακτὸν καὶ ἐκ βίας φύσεως ἔγνωσται, ἀλλὰ φύσει τὴν σωφροσύνην ἐγνώκασι, τούτοις ἐκ τούτου τοῦ λειμῶνος μόνοις δρέπεσθαι καὶ καρποῦσθαι δέδοται ** τοιαύτῃ ψυχῇ σοφίας ἀπολαύειν: —NAB † ἄλλω ς: ταῦτα οὐκ ἔστιν ἐπινοῆσαι, εἰ κυρίως τις βούλεται ἐπὶ τῶν κηπευμάτων ἐκδέχεσθαι τὸν λόγον. ἀλληγορεῖται οὖν τὰ προκείμενα. οἱ γὰρ ποιηταὶ ἐπιεικῶς τὰς ἰδίας φύσεις μελίσσαις καὶ ποταμοῖς καὶ λειμῶσι προσομοιοῦσιν, αὐτὴν δὲ τὴν ποίησιν στεφάνοις, διὰ μὲν τῶν ἀνθέων τὸ ποικίλον καὶ τὸ κάλλος αὐτῆς παριστάντες, διὰ δὲ τῶν ποταμῶν τὸ πλῆθος καὶ τὴν ἐπὶ τὸ ποιεῖν ὁρμὴν, διὰ δὲ τῶν μελισσῶν τὸ ἐπιμελὲς καὶ τὸ συντεταγμένον, ἅμα καὶ τὸ τῶν ποιημάτων μελιχρὸν, τοὺς στεφάνους ἕνεκα τοῦ λαμπρύνεσθαι δι’ αὐτῶν τοὺς ἐπαινουμένους. ταῦτα δὲ πάντα συλλαβὼν ὁ Εὐριπίδης ἐφαίδρυνε τὴν ἀλληγορίαν, δι’ ἧς τὸν εἰς τὴν Ἄρτεμιν ὕμνον ἠβουλήθη παραστῆσαι, τῶν ἄλλων ποιητῶν σποράδην τοῖς τρόποις χρησαμένων. τὸ δὲ ἐξ ἀκηράτων λειμώνων δρέπεσθαι διὰ τὸ δεῖν τὴν ποιητικὴν ψυχὴν καθαράν τε καὶ ἀκήρατον εἶναι καὶ παντὸς κακοῦ ἄχραντον. δεῖ γὰρ τοῖς ποιητικὴν μετιοῦσιν αἰδοῦς μεμοιρᾶσθαι πάντως· διὸ καὶ τὰς Μούσας παρθένους εἶπον ἔνιοι: —NAB ἀνατρέφει: —M g ὅσοις διδακτό ν: διδακτόν ἐστιν τὸ μὴ ἐκ φύσεως πλεονέκτημα, ἀλλ’ ἐκ συνεχοῦς μελέτης ἀνυόμενον· καὶ οἱ φιλόσοφοι διδακτὰ μὲν τὰ πονηρὰ καλοῦσιν, φυσικὰ δὲ τὰ καλά.
sch Hipp 79 [5] διδακτὸν οὖν τὸ ἐκ βίας φύσεως μάθημα ἢ συνεχεῖ ἐγνωσμένον μελέτῃ. τὰ γοῦν ἐξ ἐπινοίας καλὰ καὶ παλίμβολά εἰσιν: —MNAB ἔλαχεν: —M g καρποῦσθαι: —M g χρυσέας κόμη ς: τοῦτο πάλιν πρὸς τὸν χειροποίητον στέφανον, ὃν ἔφερεν τῷ ξοάνῳ.
sch Hipp 82 [5] τινὲς μέντοι καὶ τοῦτο ἐπὶ τῆς αὐτῆς ἀλληγορίας ἀκούουσι, λέγοντες τὸν ὕμνον κόσμον εἰρῆσθαι αὐτῷ. τοῦτον ἂν λέγοι τὸν ὕμνον δεικτικῶς πρὸς τὸ εἰρημένον πότνι α: — MNAB σοὶ δὲ ξύνειμ ι: τὸ ἑξῆς· σοὶ δὲ σύνειμι καὶ λόγοις ἀμείβομαι καὶ μόνῳ βροτῶν τοῦτό ἐστιν ἐμοὶ γέρας: —MA g τέλος δὲ κάμψαι μ’: τὸ δὲ τέλος τοῦ βίου ἀνύσαιμι ὥσπερ καὶ ἠρξάμην, ἐν σωφροσύνῃ διατελέσας: —MN ἄνα ξ · θεοὺς γά ρ: ἄναξ κυρίως ὁ σωτήρ, διὸ καὶ τοὺς θεοὺς ἄνακτας καλοῦσιν.
sch Hipp 88 [10] καταχρηστικῶς δὲ καὶ τοὺς δεσπότας ἄνακτας καλοῦσιν, ὡς δευτέρους σωτῆρας. καὶ Ὅμηρος [Ζ 403]· ‘Ἀστυάναξ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ‘, οἷον ὁ τοῦ ἄστεος σωτήρ. ᾧ οὖν ἄναξ· θεοὺς γὰρ καὶ σωτῆρας καλεῖν τοὺς δεσπότας χρή. δύναται δὲ τὸ ἄναξ ἐπὶ τοῦ Ἱππολύτου, τὸ δὲ δεσπότας ἐπὶ τῶν θεῶν: —MNAB † ἄλλω ς: ὡς τῆς ἄναξ προσηγορίας θεοῖς ἁρμοζούσης. δύναται δὲ καὶ οὕτως ἀκούεσθαι ὡς τοῦ πρεσβύτου τὸν μὲν Ἱππόλυτον ἄνακτα λέγοντος, τοὺς δὲ θεοὺς δεσπότας. καὶ γὰρ εἰκὸς μέλλοντα συμβουλεύειν αὐτῷ περὶ τοῦ μὴ ὑπερφρονεῖν τὴν Ἀφροδίτην, οὕτως καὶ ἄρξασθαι σεμνύνοντα τὸ θεῖον καὶ ὑπερτιθέντα τῆς ἀνθρωπίνης φύσεως: —B καὶ κάρτα γ’: κατ’ ἐναλλαγήν ἐστιν ἀπὸ τοῦ κράτα, οἷον κραταιῶς, ὡς ἀπὸ τοῦ σάφα σαφῶς: —MB μισεῖν τὸ σεμνό ν : σεμνόν τὸ ὑπερήφανον.
sch Hipp 93 [5] δηλοῖ δὲ ἡ λέξις καὶ τὸ τίμιον ὡς ὑποκατιών φησι [99]· πῶς οὖν σὺ σεμνὴν δαίμο ν ’ οὐ προσεννέπει ς, ἀντὶ τοῦ σεβαστήν. δηλοῖ δὲ καὶ τὴν πάνυ τιμίαν· σεμνή γε μέντο ι. διὸ καὶ τὸ χ : —MB i τὸ ὑπερήφανον. καὶ σφόδρα τίμιον: —M g λυπηρός: —M g A g τῆς προσηγορίας ὁ μόχθος βραχύς· δι’ αὐτῆς γὰρ πρᾶγμα εὑρίσκει: —M g AB i ἆρα οὖν κατὰ ταὐτὸ τοὺς θεοὺς ὑπονοεῖς χάριν ἔχειν τοῖς εὐπροσηγόροις: —M g AB i εἴπερ γε θνητοὶ θεῶ ν: τοῦτο εἶπεν, ἐπεὶ ἐξ ἀρχῆς Ῥαδάμανθυς καὶ Μίνως παρὰ τῶν θεῶν διδασκόμενοι τὰ νόμιμα, τοῖς ἀνθρώποις φανερὰ ταῦτα ἐποίησαν: —MNB καὶ ἄλλω ς: ἐπεὶ παρὰ τῶν θεῶν ἔλεγον τοὺς νόμους ἀκηκοέναι οἱ νομοθέται, ὡς Λυκοῦργος μὲν ἀπὸ Ἀπόλλωνος, Μίνως δὲ ἀπὸ Διός.
sch Hipp 98 Ὅμηρος [τ 179]· ‘ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστήσ‘: — MNB πῶς οὖν τὴν τιμίαν θεὸν οὐ προσαγορεύεις: —M g τί ν’ · εὐλαβοῦ γά ρ: ἀντὶ τοῦ· σιώπα μὴ κατά τι ἁμάρτῃς τοῖς σοῖς ῥήμασιν· ὑπενόησε γὰρ αὐτὸν τὴν Ἀφροδίτην λέγειν: — MNAB i διὰ τῆς Ἀφροδίτης: —M g οὕτως Ἀριστοφάνης [frg.
sch Hipp 102 676]· ‘μὰ τοὺς πρόσωθεν‘: —M i ἁγνὸς ὢν μακρόθεν αὐτὴν ἀσπάζομαι: —M i A g B i τιμία σεβασμία: —M g ἔνδοξος: —M g A g B g ἄλλοισιν ἄλλο ς: ὃ λέγει, τοιοῦτόν ἐστιν· οὐ πάντες τοὺς αὐτοὺς θεοὺς σέβομεν οὐδὲ τοὺς αὐτοὺς ἀνθρώπους ἀγαπῶμεν, ἀλλ’ οἱ μὲν τόνδε, ἄλλοι δὲ τόνδε.
sch Hipp 104 [5] ὁμοίως δὲ κἀγὼ τὴν Ἄρτεμιν σέβω, ἄλλος δὲ τὴν Ἀφροδίτην: —MNAB διαφόροις, φησὶν, ἀνθρώποις ἄλλος θεῶν καὶ ἄλλος ἀνθρώπων ἐν φροντίδι ἐστίν. καὶ Ὅμηρος [Β 400]· ‘ἄλλος δ’ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων‘: —MNA εὐδαιμονοίη ς: μήτε ὑπὲρ τὸ καθῆκον φρονῶν μήτε ὑπὲρ ἄνθρωπον, ὅ ἐστιν· εἴη σε τῆς ἀρετῆς ἔχειν τὸ ἄκρον μὴ ὑπὲρ ἄνθρωπον φρονοῦντα: —MNAB ἄλλω ς: εἴη σοι εὐδαιμονεῖν τὰ καθήκοντα φρονοῦντα.
sch Hipp 105 [5] λυποῦμαι γὰρ νῦν ὁρῶν σε ἀφρονοῦντα: —MNAB θεὸς, ὅς ἐστι θαυμαζόμενος ἐν νυκτί, ἐμοὶ οὐκ ἀρέσκει.
sch Hipp 106 διὰ τὸ νυκτὸς ἀφροδισιάζειν: —M i NAB i τιμαῖσι ν , ὦ πα ῖ: ταῖς νομίμοις τιμαῖς τῶν θεῶν προσήκει σοι χρῆσθαι.
sch Hipp 107 χρὴ γὰρ ταῖς τιμαῖς τῶν θεῶν χρῆσθαι, τουτέστι τιμᾶν τοὺς θεούς: —MNAB i ἀκόλουθοι: —M g τερπνὸν ἐκ κυναγία ς: τερπνὸν γάρ ἐστι τὸ ἐκ καμάτου τῆς κυνηγίας εὑρεῖν τράπεζαν γέμουσαν καὶ κορεσθῆναι: —MNA g B τράπεζα πλήρη ς: προτεθεῖσα δηλονότι.
sch Hipp 110 [καὶ] καθολικόν ἐστι, τοῦ καμάτου εὐεκτότερα ποιοῦντος τὰ σώματα τῇ κινήσει τοῦ θερμοῦ: —MNAB ψηκτρίζειν: —M g γυμνάσω τὰ πρόσφορ α: τὰ συνήθη καὶ ἕτοιμα.
sch Hipp 112 τὰ σύμφορα, τὰ ἐπιτήδεια, τὰ δέοντα: —MB i ἀντὶ τοῦ σῴζεσθαι: —M g ἡμεῖς δ έ · τοὺς νέου ς: ἡμεῖς δὲ προσευχόμεθα τοῖς σοῖς ἀγάλμασιν.
sch Hipp 113 [5] οἷον· ὡς πρέπει δούλοις, τὴν εὐχὴν ποιησόμεθα, οἷον· οὐ μετὰ πολυτελείας θυσιῶν, ἀλλὰ ψιλὴν τὴν προσφώνησιν ποιησόμεθα: — MNAB i χρὴ δὲ συγγνώμην ἔχει ν: εἰς τὸ ἔχειν τελείαν στιγμήν, τὸ δὲ ἑξῆς ἀπὸ ἄλλης ἀρχῆς: —MN εἴ τίς ς ’ ὑ φ ’ ἥβη ς: ὑπὸ ἀκμῆς καὶ προπετείας νεότητος θρασὺ καὶ ἰταμὸν καὶ ἀναιδὲς [καὶ ἄτιμον] ἔχων τὸ σπλάγχνον:—M μὴ δόκει τούτου κλύει ν: νόμιζε μηδὲ ἀκούειν τοῦ τοιούτου λόγου: —M Ὠκεανοῦ τις ὕδω ρ: ὁ χορὸς ἧκεν ἐκ Τροιζηνίων γυναικῶν συναχθεὶς εἰς ἐπίσκεψιν τῆς Φαίδρας.
sch Hipp 121 [10] καὶ πρῶτα μὲν διηγεῖται πόθεν αὐτῇ ἡ φήμη τῆς βασιλίσσης ἦλθεν, ἔπειτα δὲ καὶ ζητεῖ, τίς ἂν εἴη ἡ πρόφασις αὐτῇ τῆς νόσου: —MNAB καὶ ἄλλω ς: ὁ νοῦς· πέτρα τίς ἐστιν ὕδωρ Ὠκεάνειον στάζουσα, οὐ διϊπετὲς οὐδ’ ὑέτιον, ἀλλ’ αὐτομάτως ἀναβλύζον. πᾶν δὲ ὕδωρ Ὠκεανὸς λέγεται: —MNAB στάζουσα πέτρ α: πέτρα τις λέγεται τοσοῦτον ὕδωρ ἔχουσα πηγαῖον ὥστε βάπτειν ὑδρίαν. Ὠκεανοῦ δὲ καθὸ γλυκὺ καὶ πότιμον: — MNAB βαπτὰν κάλπισ ι: οἷον· ὥστε βαπτίζειν ἐν τῇ εὐύδρῳ πηγῇ τὴν ὑδρίαν.
sch Hipp 123 [5] ἢ ὅσον δύναταί τις χαλῶν τὴν ὑδρίαν γεμίζειν. ἢ τὴν περιρρεομένην ὑπὸ τοῦ ὕδατος πηγήν. ἢ τὴν δυναμένην βάψαι κάλπιν καὶ οὐ περαιτέρω: —MNAB καὶ ἄλλω ς: ὡς ‘κοτυλήρυτον αἷμα [Ψ 34]‘, τὸ κοτύλην βάψαν. ἢ ὅτι περὶ τὴν Τροιζηνίαν τοιαύτη τίς ἐστι πέτρα ἐξ ἧς τὸ καταφερόμενον ὕδωρ βάπτει τὰς ὑδρίας, ὡς Διονυσόδωρος ἱστορεῖ [FHG II p. 84 b ] ἐν τῷ Περὶ ποταμῶν: —MNAB πέμπουσα τὸ ὕδωρ διὰ τῶν κρημνῶν: —M g ὅθι μοί τις ἦν φίλ α: ὅπου μοί τις φίλη ἐνέτυχεν.
sch Hipp 125 [5] ἀπιθάνως δὲ κεῖται τὸ ἦν. ἔδει γὰρ λέγειν· ἔνθα μοί τις συνέτυχε φίλη: —MAB ἄλλω ς: ἐνταῦθά μοί τις γυνὴ, ἀνελθοῦσα πλῦναι τὰ ἱμάτια καὶ ταῦτα ἐπὶ τῆς εὐηλίου πέτρας ἐπὶ ξηρασίαν καταβαλοῦσα, ἀκούσασα τῆς βασιλίσσης τὴν νόσον πρῶτον ἤγγειλεν [ἐλθοῦσα]. φιλοῦσι γὰρ ἐν ταῖς τοιαύταις συνόδοις ὁμιλίαι περὶ βασιλέων παρεμπίπτειν πρὸς παραμυθίαν τῶν καμάτων, ὥστε οὐκ ἀπεικότως πρὸς πλυνούσης φίλης πυθέσθαι [καὶ] εἰπεῖν: —MAB τέγγουσ α , θερμᾶ ς: βρέχουσα πλύνουσα.
sch Hipp 128 ἐπὶ τὰ νῶτα δὲ τῆς θερμαινομένης ἐκ τῆς τοῦ ἡλίου βολῆς πέτρας: —MAB ἐπὶ τῆς εὐηλίου πέτρας: —M g ὅθεν μοι πρώτα φάτι ς: ὅθεν, ἐκ τῆς φίλης δηλονότι.
sch Hipp 129 ὅπου πρῶτον ἔμαθον τὴν Φαίδραν κακουμένην ἔσω τῶν οἴκων ἐπὶ τῆς κλίνης εἶναι, τουτέστιν κλινήρη: —MNAB δέμας ἐντὸς ἔχει ν : ἐντός ἀντὶ τοῦ· ἐν τοῖς μυχοῖς τοῦ οἴκου.
sch Hipp 132 τοῦτο δέ, ἐπεὶ καὶ σωφροσύνης ἕνεκα πολλάκις ἀπροϊσία γίνεται: —MNAB λεπτὰ δὲ φάρ η: λεπτοῖς δὲ φάρεσι κατακαλύπτεσθαι τὴν κεφαλήν· οὐκ ἀνέχεται γὰρ βαρύτερα διὰ τὴν προσοῦσαν καῦσιν τῆς νόσου: —MNAB τριτάταν δέ νιν κλύ ω: τὸ ἑξῆς· τριτάταν δέ νιν κλύω τάνδε ἡμέραν κατέχειν ἁγνὸν τὸ στόμα τῆς Δήμητρος ἀκτῆς.
sch Hipp 135 [10] οἷον· λοιπὸν τρεῖς ἡμέρας ἔχω ἀκούουσα περὶ αὐτῆς ὅτι ἀσθενεῖ καὶ οὐ μεταλαμβάνει βρώσεως ἐν τῷ στόματι αὐτῆς. τὸ δὲ κρυπτῷ πένθει ἀντὶ τοῦ· ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέλος τοῦ θανάτου φέρεται. ἀντὶ τοῦ· ὑπὸ τῆς ἀλγηδόνος καὶ τῆς νόσου τῆς κρυπτῆς μέλλει ἀποθνῄσκειν. θαυμασίως δὲ ὁ Εὐριπίδης ἐπὶ Ὀρέστου νοσοῦντός φησιν [41] οὔτε σῖτα διὰ δέρης ἐδέξατο ὡς βουλομένου μὲν φαγεῖν, καταπιεῖν δὲ μὴ δυναμένου ὑπὸ ἀσθενείας· περὶ δὲ Φαίδρας ἀσιτεῖν βουλομένης εἰς θάνατον τὸ σύνολον αὐτὴν μὴ δέχεσθαι εἰς τὸ στόμα τροφήν: —MNAB τροφῆς τῆς γῆς: —M g A g B i ἄθικτον.
sch Hipp 138 ‘ἁγνὴ γάρ εἰμι‘ Μένανδρος [frg. 920]: —Laur. 31, 15 κέλσαι ποτὶ τέρμ α: ἐπὶ ἀδήλῳ συμφορᾷ καὶ μὴ ἐμφαινομένῃ πρὸς τὸ τέρμα τοῦ θανάτου κέλσαι καὶ προσπελάσαι θέλει.
sch Hipp 140 [5] οἷον· ἀκούω αὐτὴν ἀσιτεῖν [καὶ] ἀποθανεῖν σπουδάζουσαν διὰ μετάστασιν βίου: —B προσπελάσαι: —M g σὺ γὰρ ἔνθεο ς , ὦ κούρ α: ἀπέτεινε λοιπὸν τὸν λόγον πρὸς τὴν Φαίδραν, τῆς νόσου αὐτῆς τὴν πρόφασιν ἐπιζητοῦσα καὶ τοῖς [τῆς] μανίας αἰτίοις προσθεμένη δαίμοσι.
sch Hipp 141 [15] δοκεῖ γὰρ καὶ μαίνεσθαι ἐνίοτε τῇ ὑπερβολῇ τοῦ ἔρωτος, μὴ καθεστάναι δοκοῦντα ῥήματα φθεγγομένη, οἵανπερ αὐτὴν εἰσάγει καὶ κυνηγεσίων ἐρῶσαν καὶ δι’ αἰνιγμάτων τὰ τοῦ ἔρωτος φράζειν δοκοῦσαν [μαίνεσθαι]: — MNAB † ἄλλω ς: ἐμμανής, ἐν σεαυτῇ μανιῶδές τι ἔχουσα. τὸ δὲ ἑξῆς· ἔνθεος φοιτᾷς, ὥστε εἶναι τὸ ἑξῆς τῆς διανοίας οὕτως· σὺ γὰρ, ὦ κόρη Φαίδρα, ἔνθεος καὶ ἐμμανὴς φοιτᾷς καὶ ἐνθουσιᾷς, ἔκ τινος θεῶν τοῦτο παθοῦσα. καὶ ἀπορούσῃ εἰπέ μοι· ἐκ Πανὸς σὺ ἐμάνης εἴτε ἐκ τῆς Ἥρας ἢ Κορυβάντων τοῦτο νοσεῖς; λέγειν οὐκ ἔχω· καὶ εἴ τι τούτων ἁμαρτήσασα. τὴν ὀρείαν καὶ μανίας αἰτίαν: —B γράφεται φοιτᾷ ς. ὦ νέα Φαίδρα. τὸ δὲ ἔνθεος ἐμμανής. σὺ γὰρ ἔνθεος φοιτᾷς· πόθεν δέ, λέγειν οὐκ ἂν δυναίμην. ὁ εἰ ἀντὶ τοῦ ἢ καὶ ὁ τε παρέλκει. τὸ δὲ φοιτᾷς ἀντὶ τοῦ μαίνῃ, ἐπιθειάζῃ, κατέχῃ. ἀντὶ γὰρ τοῦ ὦ κούρα τινὲς τὸ φοιτᾷς γράφουσιν: —MN ἢ σεμνῶν Κορυβάντω ν : σεμνῶν ἀντὶ τοῦ τιμίων.
sch Hipp 143 Κορύβαντες μανίας αἴτιοι· ἔνθεν καὶ κορυβαντιᾶν: —MA i A g B i τῆς Ῥέας τῆς ἐν τοῖς ὄρεσι διατριβούσης: —M g A g B g σὺ δ ’ ἀμφὶ τὰν πολύθηρο ν: σὺ δὲ μὴ θύσασα τῇ Ἀρτέμιδι τρύχῃ.
sch Hipp 145 [5] ἢ τῇ Ἑκάτῃ [ὅτι οὐκ ἐτέλεσας θυσίαν]. σὺ μὲν δὴ, φησὶν, διὰ τοῦτο τρύχῃ ὅτι τῇ Ἑκάτῃ οὐκ ἐτέλεσας θυσίαν. τὸ δὲ ἑξῆς· σὺ δὲ ἀμπλακίαις τρύχῃ ἀμετάδοτος οὖσα ἀθύτων πελάνων περὶ τὴν Δίκτυνναν. λείπει γὰρ τὸ οὖσα. τουτέστιν· τῶν μὴ τεθυμένων πελάνων ἐκτὸς μείνασα καὶ ἀνίερος οὖσα εἰς αὐτὴν [διὰ τῶν θυμάτων] καταπονῇ: —MAB Δίκτυνναν ἀμπλακίαι ς: τὴν Δίκτυνναν νῦν διέκρινεν τῆς Ἑκάτης ἐνίων τὴν αὐτὴν εἶναι φασκόντων.
sch Hipp 146 [5] τινὲς Δίκτυνναν τὴν Ἄρτεμιν, ἀπὸ τῆς κυνηγοῦ νύμφης Βριτομάρτιδος τῆς ἐμπεσούσης εἰς δίκτυα φευγούσης τὸν Μίνωα. παρὰ δὲ Καλλιμάχῳ ἐν ὕμνῳ [190 sq.] ἡ ἱστορία. τινὲς δὲ τὴν αὐτὴν εἶναι τῇ Ἑκάτῃ, περὶ ἧς φησὶν Ἡσίοδος [Theog. 413]· ‘μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσησ‘: —MNAB φοιτᾷ γά ρ: φοιτῶσιν οἱ θεοὶ πανταχοῦ τοὺς ἀτιμάζοντας τιμωρούμενοι: —MA g ταῖς διύγροις: —M g A g ἢ πόσιν τὸν Ἐρεχθειδᾶ ν: στοχαστικὸν τὸ ἦθος.
sch Hipp 151 [10] ἢ, φησὶν, εἰς οὐδένα τῶν θεῶν ἥμαρτες, ἀλλὰ τάχα τὸ δεινὸν ἔρως ἐστὶ καὶ μοιχεία ἑτέρου, φόβῳ δὲ τοῦ ἀνδρὸς καὶ ἔρωτι τοῦ μοιχοῦ κατεχομένη ἀγωνιᾷς. δύναται καὶ ὡς τοῦ Θησέως ἔχοντος ἑτέραν γυναῖκα ὁ λόγος τάττεσθαι· ἤ τις γυνὴ ἀπατᾷ σοῦ τὸν ἄνδρα τῇ ἑαυτῆς λαθραίᾳ συνουσίᾳ, σὺ δὲ ἐκ τῆς ζηλοτυπίας εἰς νόσον καὶ μανίαν κατέστης. ἀγνοεῖ γὰρ ὁ χορὸς ἔκδημον ὄντα τὸν Θησέα, ὅπου γε καὶ ἐν τοῖς ἑξῆς φησιν [280] ὃ δ ’ εἰς πρόσωπον οὐ τεκμαίρεται βλέπω ν, εἶτα ἡ τροφός ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονό ς. ἀγνοῶν οὖν αὐτὸν ἐνόμιζε παρόντα συνορᾶν τὰ γινόμενα: —MNAB ἢ ναυβάτα ς: ἕτερος λογισμὸς νόσου.
sch Hipp 155 [5] ἢ τάχα τις ναύτης ἐκ Κρήτης ὁρμήσας εἰς Τροιζῆνα φήμην πένθους τῶν οἰκείων ἀπήγγειλεν αὐτῇ: —MNAB ἄλλω ς: τάχα τις ἦλθεν ἐκ τῆς πατρίδος αὐτῆς λυπηρὰν φήμην κομίζων, [καὶ] ἐκ τούτων δὲ τῶν παθῶν τῶν ἠγγελμένων καὶ τῇ ὑπὲρ τῶν παθῶν εὐναίᾳ λύπῃ δέδεται τὴν ψυχήν: —MNAB δ ’ ὑπὲρ παθέω ν: ὅ ἐστι· διὰ τὰ πάθη συνδέδεται αὐτῆς ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ, ἀντὶ τοῦ 〈τῇ〉 εἰς εὐνὴν αὐτὴν βαλλούσῃ.
sch Hipp 159 [5] ἢ αὐτὴ 〈ἡ〉 Φαίδρα εὐναία δέδεται τὴν ψυχήν. τινὲς οὕτως· συνδέδεται ἡ ψυχὴ τῇ εὐναίᾳ λύπῃ ὑπερβαλλούσῃ πᾶν πάθος: —MNA φιλεῖ δὲ τᾷ δυστρόπ ῳ: ἀντὶ τοῦ κακοτρόπῳ.
sch Hipp 161 [5] καθολικῶς δὲ τοῦτο λέγει, τῇ τῶν γυναικῶν ἁρμογῇ πρὸς ἄνδρα κάκωσιν συνοικεῖν. ὅταν γὰρ ἐγγὺς τῶν ὠδίνων γένωνται, δυσχερεῖ τροφῇ χρῆσθαι εἰώθασιν: —MNAB ἄλλω ς: οἷον· ἆρα μὴ ἐν γαστρὶ ἔχει ἡ Φαίδρα καὶ διὰ τοῦτο ἄσιτός ἐστι; φιλεῖ γὰρ τῶν γυναικῶν ἡ τοιαύτη κατάστασις, 〈ἡ〉 τοῦ ἐγκυμονεῖν, δυστροπίαν ἐργάζεσθαι καὶ ἀποστροφὴν τῶν σιτίων καὶ ἐκ τούτου συμβαίνειν κάκωσις. λοιπὸν δὲ πρὸς ἀνακεφαλαίωσιν τῶν εἰρημένων στοχασμῶν γνώμην ἐπιφέρει λέγων οὕτως· τὸ δυστυχὲς γὰρ τῶν γυναικῶν τῆς φύσεως εἴωθεν διαφόρους ἀμηχανιῶν ἐπάγειν αἰτίας, ποτὲ μὲν δι’ ὠδίνων πόνους, ποτὲ δὲ διὰ πορνείαν, ἤτοι αὐτῶν μοιχευομένων καὶ ἐπὶ τῇ ἁλώσει ἀπορουσῶν, ἢ τῶν ἀνδρῶν ἄλλας περιπτυσσομένων, καὶ ἐπὶ τούτῳ ἀπορουσῶν τῇ ζηλοτυπίᾳ: —MNAB † τοῦτο ὡς πρὸς τὸ ἢ πόσιν τὸν Ἐρεχθειδᾶν ἀρχηγό ν. εἶπε γὰρ ἐκεῖ ὅτι ἢ διὰ τοῦτο νοσεῖ ὡς μοιχευομένη καὶ τῷ φόβῳ στενοχωρουμένη μὴ φωραθῇ. ὡς οὖν πρὸς τοῦτο ἐπάγει ὅτι τῇ κακοτρόπῳ καὶ δολερᾷ τῶν γυναικῶν ἁρμογῇ κακῇ, ὅ ἐστι τῇ κρυφαίᾳ μίξει, εἴωθε συνεῖναι ἀμηχανία τις δυστυχεστάτη ἕνεκα τῶν ὠδίνων καὶ τῆς ἀφροσύνης. αἱ γὰρ κεκρυμμένως ἁρμοζόμεναι καὶ μοιχευόμεναι, ὅταν ἐγκυμονήσωσι, τὰς ὠδῖνας ἐννοήσασαι καὶ τὰς ἀφροσύνας αὐτῶν, ἀμηχανοῦσι καὶ οὐκ ἔχουσι τί δρᾶσαι. εἶτα, ἐπεὶ ὠδίνων ἐμνημόνευσε, πρὸς αὐτό φησιν ὅτι καὶ ἐγώ ποτε ὠδινήσασα κακῶς εἶχον καὶ παρεκάλουν τὴν Ἄρτεμιν: —A κάκωσις: —M g δυστυχής: —M g A g ᾖξέ ποτε νηδύο ς: δι’ ἐμῆς γαστρὸς ὥρμησέ ποτε ἡ αὔρα αὕτη καὶ τὸ πνεῦμα τῶν ὠδίνων καὶ τὴν λοχείαν Ἄρτεμιν ἐκάλουν, ἣ δὴ ἀεί μοι ἐπὶ τῶν τόκων ζηλωτὸς σὺν τοῖς ἄλλοις θεοῖς ἐπέρχεται: —NA † ᾖξέν ποτε νηδύο ς: τὸ πνεῦμα, φησὶ, τῶν ὠδίνων καὶ ἡ αὔρα αὕτη ὥρμησέν ποτε διὰ τῆς ἐμῆς γαστρός, τουτέστι· καὶ αὐτή ποτε ὠδίνων πεῖραν ἔσχον καὶ ἔπαθον τοῦτο.
sch Hipp 165 ἐγενόμην, φησὶ, κἀγώ ποτε ἐν ἀμηχανίᾳ: —B πολυθαύμαστος.
sch Hipp 168 ἢ πολύτιμος: —M g A g B i σὺν ταῖς Εἰλειθυίαις: —M i τήνδε κομίζου ς ’ ἔξ ω: τοῦτο σεσημείωται τῷ Ἀριστοφάνει [p.
sch Hipp 171 [5] 62 N.] ὅτι καίτοι τῷ ἐκκυκλήματι χρώμενος τὸ ἐκκομίζουσα προσέθηκεν περισσῶς: —MA † τήνδε κομίζου ς’: τοῦτο σεσημείωκεν Ἀριστοφάνης, ὅτι κατὰ τὸ ἀκριβὲς τὸ ἐκκύκλημα τοιοῦτον ἐστὶ τῇ ὑποθέσει. ἐπὶ γὰρ τῆς σκηνῆς δείκνυται τὰ ἔνδον πραττόμενα, ὁ δὲ ἔξω προϊοῦσαν αὐτὴν ὑποτίθεται: —B τὴν Φαίδραν ἐκβάλλουσα: —M g B i τὸ συνηγμένον καὶ σκυθρωπόν: —M g A g B i τί πο τ ’ ἔστι μαθεῖ ν: τί ποτε ἐστὶ τὸ συμβάν, ἡ ψυχή μου μαθεῖν ἐρᾷ καὶ τί ἔβλαψε τὸ σῶμα τῆς βασιλείας τὸ ὑπὸ τῆς νόσου ἀλλόχροον γενόμενον: —MA βέβλαπται: —M g A g τί ς ’ ἐγὼ δράσ ω: τὸ ἦθος ἀπειρηκυίας τοῖς κακοῖς τῆς θεραπείας ὥστε κοινῇ τὸν βίον βλασφημεῖν [προάγεσθαι].
sch Hipp 177 διὸ καὶ τὸ γνωμικὸν ἐπάγεται, ὅπερ σύνηθές ἐστι τοῖς δυστυχοῦσιν: —MNAB τόδε σοι φέγγο ς: δεικτικῶς ἅμα καὶ ἀναφορικῶς· ἰδοὺ γὰρ ὅρα, φησὶν, ἅπερ ἐκ πολλοῦ ἐπεθύμεις ἰδεῖν.
sch Hipp 178 ἤδη δέ σοι καὶ τὰ στρώματα τῆς κοίτης ἔξω τῶν οἴκων ἐστὶν καὶ, καθὼς ἐπεθύμεις, ἡ ἀνάκλισις ὕπαιθρός σοι κατεσκεύασται: —MNAB δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σο ι: καὶ γὰρ ἐνταῦθα ἐλθεῖν πᾶς λόγος ἦν σοι, καὶ οὐ διέλιπες λέγουσα προελθεῖν ἔξω τοῦ οἴκου.
sch Hipp 181 [5] οἶδα μέντοι τοῦτο ὅτι ταχέως σπεύσεις πάλιν εἰς τοὺς οἴκους γενέσθαι, καὶ δίδωσί μοι τοῦτο ἔμπροσθεν στοχάζεσθαι τὸ παλίμβολόν σου καὶ δυσάρεστον τῆς νόσου: —MNAB τάχα δ ’ εἰς θαλάμου ς: ταχέως δὲ πάλιν εἰς τὸν θάλαμον ἐπ〈αν〉έλθῃς: —A τὸ μέν ἐστιν ἁπλοῦ ν: ἤγουν τὸ νοσεῖν.
sch Hipp 187 [5] βέλτιον δὲ τὸ συντόμως κακοῦσθαι ἢ κακουμένου ἀνέχεσθαι. τὸ γὰρ νοσεῖν ἁπλοῦν ἐστιν, τὸ δὲ θεραπεύειν διπλοῦν. ἐν ταὐτῷ γάρ τις καὶ τῇ λύπῃ ἀνιᾶται διὰ τὸν κακούμενον καὶ κάμνει περὶ αὐτὸν ἐνεργῶν καὶ ἀτυχῶν ἐν τῷ ὑπηρετεῖν: —MAB ἀλ λ ’ ὅτι τοῦ ζῆν φίλτερον ἄλλ ο: ὁ νοῦς· ἐγὼ, φησὶ, προκρίνω μᾶλλον τὰ καθ’ Ἅιδου· καὶ πᾶς ἄνθρωπος ἔκρινεν ἂν οὕτως, εἰ κἀκεῖνα ὁρῶν συνέκρινε τοῖς ἐνθάδε.
sch Hipp 191 [20] νυνὶ δὲ, ἐπεὶ τόδε μὲν τῷ ἰδίῳ φωτὶ θέλγει τὴν θέαν, ἐκεῖνο δὲ κεκαλυμμένον ταῖς μυθοποιΐαις φοβερὸν εἶναι μυθεύεται, τούτου χάριν δυσέρωτες ἐσμὲν αὐτοῦ καὶ σφοδρῶς ἐρῶντες τούτου, ὅπερ ἐστὶν ἄρα τοῦτο τὸ λαμπρόν. τοῦτο δέ φησι, παρόσον διάφορος δόξα κρατεῖ παρὰ φιλοσόφοις περὶ τῆς τοῦ ἡλίου δυνάμεως. οἱ μὲν γὰρ ἐδόξασαν σῶμα εἶναι τὴν φωτιστικὴν αὐτοῦ δύναμιν, ὧν ἐστι καὶ Ἀριστοτέλης, διὰ τὰς γινομένας ἀντανακλάσεις τῶν ἀκτίνων. τὰ γὰρ ἀσώματα ἀνεμποδίστως προϊόντα ἀνακλᾶσθαι οὐ πέφυκεν· ἔτι δὲ καὶ ἐν κατεσκεπασμένοις οἴκοις μὴ εἰσδῦνον τὸ φῶς δεικνύει ὅτι οὐκ ἔστιν ἀσώματον. οἱ δὲ ἀσώματον αὐτὸ φάσκοντες ἐκ τῶν χρονικῶν ἐλλάμψεων τῶν γινομένων ἐξ ἡλίου πιθανῶς κατασκευάζουσιν: —MNAB ἄλλω ς: ἐκ τοῦ ὀδυνηροῦ βίου στοχάζεται βελτίονα εἶναι τὰ ἐν Ἅιδου τῆς γῆς, ὡς καὶ αὐτὸς ἐν Πολυΐδῳ [frg. 638] ‘τίς δ’ οἶδεν, εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν‘. τὸ ἑξῆς· ἀλλ’ ὅ,τι βέλτιον, κέκρυφεν ὁ σκότος ὑπὸ γῆν, [καὶ βέλτιόν τι ἄλλο τοῦ ἐνταῦθα εἶναι ὑπὸ γῆν σκότῳ κρυπτόμενον] κἂν δυσέρωτες φαινώμεθα καὶ σφόδρα φιλοῦντες τοῦτον τὸν βίον διὰ τὸ ἀπείρως ἔχειν τοῦ ἄλλου βίου καὶ μὴ εἰδέναι βελτίονα εἶναι τὰ ὑπὸ γῆν. μάτην 〈δὲ〉 τοῖς μύθοις πιστεύοντες φοβούμεθα τοῖς ποιοῦσιν αὐτὰ φοβερά: —B † σκότος ἀμπίσχω ν: οὐκ ἔστι, φησὶ, τῷ βιοῦντι πόνων ἀπαλλαγή.
sch Hipp 192 [10] καὶ ἔστι μὲν ἄλλη τις ζωὴ, φησὶ, κρείττων τῆς παρούσης καὶ ἀπονωτέρα, ἀλλὰ διότι ἀδηλία τις κατέχει ταύτην καὶ ἀγνοεῖται 〈ὑφ’〉 ἡμῶν, διὰ τοῦτο μανικῶς διακείμεθα περὶ τὴν παροῦσαν ζωὴν καὶ πάνυ ἐρῶμεν ταύτης, ὅτι στίλβει καὶ φανερά ἐστιν. ἀπειρίαν γὰρ ἔχομεν ἄλλου βιότου καὶ οὐκ ἀπόδειξιν τῶν ὑπὸ γῆν, ἀλλὰ μύθοις μορμολυττόμεθα Πυριφλεγέθοντας καὶ Κωκυτοὺς ἀκούοντες ἐν Ἅιδου καὶ τοιαῦτά τινα· διὸ καὶ τῆς ὑπὸ γῆν ζωῆς καταφρονοῦντες πάνυ ταύτης τῆς ὑπὲρ γῆν ἐρῶμεν: —A περιέχων: —M g A g μύθοις δ ’ ἄλλως φερόμεσθ α : ὁ δέ ἀντὶ τοῦ γάρ.
sch Hipp 197 τοῖς γὰρ μύθοις ἀπατώμεθα, ταῖς τούτων σκηνοποιίαις φοβεριζόμενοι ἀναπλαττόντων Πυριφλεγέθοντα καὶ Κωκυτὸν καὶ Ἀχέροντα ποταμοὺς ** : —MNAB αἴρετέ μου δέμα ς: ἐφύλαξε τὸ τῶν νοσούντων ἦθος πάντη πρὸς τὴν τοῦ σώματος κηδεμονίαν καταγινομένων.
sch Hipp 198 [5] μονονουχὶ αὐτὴν ἡμῖν ὑπέστησε τὴν Φαίδραν προκομιζομένην καὶ τοῖς λόγοις καὶ τοῖς σχήμασιν. ὁ δὲ νοῦς· ἐπιθεῖσαι τοῖς ἑαυτῶν ὤμοις τοὺς ἐμοὺς βραχίονας καὶ ταῖς χερσὶν ἀντερειδόμεναί μου τοῦ αὐχένος, οὕτως με ἐπαίρετε. κομματικαὶ δὲ αἱ διάνοιαι καὶ τῇ τῶν πόνων ὀλιγωρίᾳ τὸ σπουδαζόμενον συντόμως ἐξαιτούμεναι: — MNAB ἄρθρα νεῦρα: —M g B g βαρύ μοι ἐστι τῆς κεφαλῆς τὸ κεφαλοδέσμιον: —M g A g BB i βαρύ μοι κεφαλῆς ἐπίκρανον ἔχει ν: τὴν ἐρωτικὴν ἄκρως ἐνέφηνε πύρωσιν οὐδὲ τοῦ συνήθους ἀνεχομένη στολίσματος.
sch Hipp 201 ἄφελε τοίνυν αὐτὸ καὶ γύμνωσόν μου τὸν πλόκαμον: —MNAB ὤμο ι: γράφεται φεῦ φε ῦ: —MA μὴ ἐπὶ χαλεπότητι καὶ κακώσει διάρριπτε τὸ σῶμά σου.
sch Hipp 203 ῥᾷον γὰρ [μᾶλλον] οἴσεις τὴν νόσον γενναιάζουσα: —MNAB ἄλλω ς: μὴ ἐπὶ τὰ ἀσύμφορα διάρριπτέ σου τὸ σῶμα. μᾶλλον γὰρ εὖ οἴσεις τὴν νόσον μετὰ γενναιότητος: —MAB ῥᾳδίως γὰρ 〈ἂν〉 τὴν νόσον ὑπενέγκοις ἐὰν γενναίως ἐνέγκῃς: —M πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδο ς: ὁ νοῦς· πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος πόμα καθαρῶν ὑδάτων ἀπαντλησαίμην.
sch Hipp 208 [5] ἠβουλόμην, φησὶ, τυχεῖν ψυχρῶν ὑδάτων, ἵνα τὴν ἐν ἐμοὶ τοῦ ἔρωτος φλόγα σβέσω, ἀναπαῦσαί τε ἐμαυτὴν ὑπὸ αἰγείροις καὶ λειμῶνι κομῶντι τοῖς ἄνθεσιν ἀνακλιθεῖσα: —MNAB οὐ μὴ πα ρ ’ ὄχλ ῳ: οὐ μὴ φθέγξῃ ταῦτα μεταξὺ πλήθους μανιώδεις λόγους ῥίπτουσα.
sch Hipp 213 [5] ἔδοξε γὰρ αὐτῇ τὰ ῥηθέντα ἀσχήμονα εἶναι καὶ οὐκ αὐτῆς ἄξια. τί γὰρ ἦν ὕδατος ψυχροῦ ἐρᾶν καὶ ἄνθη τοῦ λειμῶνος ποθεῖν τὴν βασιλείαν ἐχούσης: —MNB τῷ ἐλθόντι εἰς ἐπίσκεψιν: —M i φθέγξῃ λαλήσεις: —M g μανίας ἔποχον ῥίπτουσα λόγο ν: ὑπὸ μανίας ὀχούμενον, ἐμμανῆ, κατεχόμενον ὑπὸ μανίας.
sch Hipp 214 ἐδόκει γὰρ αὐτὴν ταῖς ἀληθείαις ἐρᾶν ὧν προεῖπεν. πα ρ ’ ὄχλῳ δὲ ἀντὶ τοῦ· ἐπὶ τοῦ χοροῦ: —MNAB πέμπετέ μ ’ εἰς ὄρο ς: ἐπαναβέβηκεν ὁ λόγος ἐπὶ τὸ μανικώτερον ἅμα τῷ πάθει, ὡς λοιπὸν σαφέστερον δηλοῦσθαι τὸν ἔρωτα.
sch Hipp 215 [5] εἰς ὄρος γὰρ βούλεται προπέμπεσθαι πρὸς θέαν τοῦ ἐρωμένου, κυνηγετεῖν δὲ ἐπιθυμεῖ πρὸς συνομιλίαν τοῦ ποθουμένου. ἐνταῦθα δὲ δεῖ τὸν ὑποκρινόμενον κινῆσαι ἑαυτὸν καὶ σχήματι καὶ φωνῇ καὶ ἐν τῷ εἶμι πρὸς ὕλην ἀναπηδᾶν, ὡς αὐτῆς πορευομένης. τὸ δὲ ἑξῆς· πέμπετέ μ’ εἰς ὄρος πρὸς θεῶν, μᾶλλον δὲ δι’ ἐμαυτῆς πορεύομαι· [καὶ] κυνηγεσίων γὰρ ἐπιθυμῶ ὥστε κυσὶ μὲν συρίσαι, ἐπὶ θῆρας δὲ ὁρμᾶν, τὸ δὲ ἀκόντιον ἀνατείνασαν ῥῖψαι: —MNAB ἵνα θηροφόνο ι: 〈τρέχουσι περιπατοῦσιν ἀνιχνεύουσιν οἱ κύνες τὰ θηρία〉 φονεύοντες: —N βαλιαῖ ς: ταῖς ποικίλαις τὴν δορὰν καὶ καταστίκτοις.
sch Hipp 218 ἢ ταχείαις, παρὰ τὸ βαίνειν ἅλις: —N πλησιάζουσαι ἐπιπηδῶσαι, αἱ κύνες: —M g ἔραμα ι: ἀντὶ τοῦ ἐρῶ, παθητικὸν ἀντὶ ἐνεργητικοῦ.
sch Hipp 219 οἰκείως δὲ τῇ μεσότητι ἐχρήσατο: —AB Θεσσαλὸν ὅρπα κ’: Θεσσαλῶν γὰρ εὕρεμα τὸ δόρυ.
sch Hipp 221 [5] ἐπίλογχον δὲ βέλος αὐτὸ τὸ τιτρῶσκον σιδήριον, ὅπερ ὁ κρίκος ἐμβεβλημένος ἐν τῷ ξύλῳ συνέχει, διὰ τὸ ἐπὶ τῇ λόγχῃ κεῖσθαι, ὅ ἐστι τῷ ξύλῳ. οἱ γὰρ ἀκοντίζοντες τὸ σιδήριον τοῦ ἀκοντίου πρὸς τὸν κρίκον ἐν δυσὶ δακτύλοις κατέχοντες οὕτως ῥίπτουσιν: —MNAB ἐπίλογχον ἔχου ς’: ἐπεὶ βέλος πᾶν τὸ βαλλόμενον, διέστειλεν εἰποῦσα ἐπίλογχο ν, ὅ ἐστι· βέλος ἔχουσα ἐν τῇ χειρὶ λόγχην ἔχον, ἵνα σημάνῃ τὸ ἀκόντιον: —MNAB κηραίνει ς: μεριμνᾷς φροντίζεις, ἐν τῷ κέαρι ἔχεις.
sch Hipp 223 ἢ ἐπὶ βλάβῃ ἔχεις. κήρ γὰρ ἡ θανατηφόρος μοῖρα: —AB i τί κυνηγεσίω ν: ἀντὶ τοῦ ἐπιμελείας.
sch Hipp 224 [5] τουτέστιν· τί σοι περὶ κυνηγίας μέλει. τί, φησὶν, ὦ τέκνον, καὶ σοὶ, καθάπερ τοῖς ἀνδράσι, δεῖ μελετᾶσθαι τὰ κυνηγέσια· τί δὲ καὶ τὸ τυχεῖν κρηναίων 〈ὑδάτων〉 ἐν ἔρωτι μεγάλῳ τίθεσαι. εἰ μὲν γὰρ ἀληθῶς ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης καὶ ψυχρὰ ἀνάκλισις πέτρας, ὅθεν σοὶ ποτὸν ἂν γένοιτο καὶ τὸν πόθον ἐκπληρώσαις. εἰ δ’ οὐ βούλει, τί καὶ τοῦτο ἐν ἔρωτος τάξει ἄγεις: —MNAB ῥευμάτων: —M g A g B i πύργοις συνεχή ς: ἄφθονος τοῖς ὕδασιν.
sch Hipp 226 [5] ὁ δὲ νοῦς· εἴπερ ὅλως ὕδατος ἐπιθυμεῖς, πάρεστιν ἐπὶ τῶν οἴκων δροσώδης [καὶ ὑψηλὴ πέτρα] κλιτὺς, ὅ ἐστιν ἀνακεκλιμένη καὶ ψυχρὰ πέτρα, συνεχὲς ὕδωρ στάζουσα: —MNAB ἐγγύς: —M g A g B i δέσποιν α: Λίμνη γυμνάσιον ἐν Τροιζῆνι, ὡς καὶ ἑξῆς [1133] φησὶ τὸν ἀμφὶ Λίμνης τροχό ν.
sch Hipp 228 [5] ὁ δὲ νοῦς· ὦ δέσποινα τῆς ἰσοπέδου Λίμνης καὶ τῶν ἐν αὐτῇ γυμνασίων τῶν ἱπποκρότων. ἐπεύχεται δὲ λοιπὸν τῇ οἰκείᾳ θεῷ τῶν κυνηγεσίων, ὥστε τοῖς τοῦ ἐρωμένου ἐπιτηδεύμασι χρήσασθαι πρὸς τὸ αὐτῷ συναναστρέφεσθαι καὶ συνδιαιτᾶσθαι. τῆς δὲ θαλάττης φησὶν αὐτὴν δεσπόζειν, ὡς καὶ Ἡσίοδος [theog. 413]· ‘μοῖραν ἔχει γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσησ‘. ἢ ἐπεὶ Λιμνᾶτις ἡ Ἄρτεμις τιμᾶται: —MNAB ἱπποδρόμων: —M g πώλους Ἐνέτα ς: ταῦτα ἀνακεχρόνισται.
sch Hipp 231 [5] οὐδέπω γὰρ Ἕλληνες Ἐνέταις ἐχρῶντο ἵπποις. οἱ γὰρ Ἐνέται Παφλαγονίαν τὸ πρῶτον οἰκοῦντες εἰς τὸν Ἀδρίαν ὕστερον διέβησαν. πρῶτος δὲ Λέων Λακεδαιμόνιος πε ὀλυμπιάδι ἐνίκησεν Ἐνέταις ἵπποις, ὡς Πολέμων [frg. 22] ἱστορεῖ, καὶ ἐπέγραψε τῇ εἰκόνι· Λέων Λακεδαιμόνιος ἵπποις νικῶν Ἐνέταις Ἀντικλεΐδα πατέρος: —MNAB δαμάζουσα ἡνιοχοῦσα: —M g B i τί τοῦτο τὸ ῥῆμα μωραίνουσα πάλιν εἶπας: —M g B i νῦν δὴ μὲν ὄρο ς: ἀρτίως μὲν εἶχες ἔρωτα εἰς ὄρος ἀπελθεῖν καὶ ἐπὶ θήρας πόθον ὥρμας καὶ κυνηγεσίων· πάλιν δὲ νῦν ἐν σταδίοις πώλων δρόμου ἐπιθυμεῖς καὶ 〈τοῦ〉 ἐπὶ ταύταις ὀχεῖσθαι γυμναστικῶς.
sch Hipp 233 [5] τινὲς γράφουσι καὶ πόθο ν, δηλοῦντες ὅτι τὸν πόθον εἰς θήρας καὶ κυνηγέσια ἠφίεις: —MNAB ἐ π ’ ἀκυμάντοις πώλω ν: ταῖς μὴ θαλασσίαις, ἀλλ’ ἠπειρωτικαῖς, τουτέστιν τοῖς σταδίοις.
sch Hipp 235 ἢ τοῖς ἀνηνέμοις αἰγιαλοῖς, ἔνθα καὶ στάδια πολλάκις εἰσίν: —MB ὅστις σε θεῶ ν: τοῦ καλῶς ἔχοντος ἀνθέλκει.
sch Hipp 237 [5] ἀπὸ μεταφορᾶς τῶν ταῖς σειραῖς ἀνακρουομένων ἵππων καὶ τοῦ εὐθέος δρόμου παρεκβαλλομένων: —MNAB ἄλλω ς : ἀνασειράζε ι: ἀνορούειν ποιεῖ ἀνερεθίζει. μεταφέρει δὲ ἀπὸ τῶν ἵππων, οἳ, ὅταν ἐπισπάσωνται τὰς ἡνίας, ἀναπηδῶσι καὶ κωλύονται τοῦ κατ’ εὐθεῖαν δρόμου: —MNAB i καὶ παρακόπτει φρένα ς: ἀντὶ τοῦ ἐλαττοῖ.
sch Hipp 238 ἀπὸ μεταφορᾶς τῶν παρακοπτομένων τὰ πτερὰ ὀρνέων, ἅπερ ἅμα τῇ τῶν πτερῶν τμήσει τὴν ἰσχὺν ἀποβάλλει καὶ παντελῶς ἀσθενῆ γίνεται: — MAB ποῖ παρεπλάγχθην γνώμα ς: πάλιν καταστᾶσα 〈ἐκ〉 τῆς μανίας καὶ ἔμφρων γινομένη αἰσθάνεται ἑαυτὴν παραπαίσασαν καὶ μανιώδη φθεγγομένην.
sch Hipp 240 [5] τὸ γὰρ τοῦ ἔρωτος ἐνδιδὸν τῇ ἡδονῇ τῶν λόγων καὶ ἐρεθιζόμενον ὥσπερ εἰς θέαν τῶν ἐπιθυμουμένων τῇ λεπτολογίᾳ εἰς τοῦτο μανίας ἐξήρχετο καὶ πάλιν εἰς ἔννοιαν καθισταμένη τῶν ῥηθέντων ἐσωφρόνει καὶ ἐπὶ τοῖς ῥηθεῖσιν ὠδυνᾶτο: — MNAB σκέπασον: —M g διὰ τὰ λελεγμένα πρώην ὑπ’ ἐμοῦ δάκρυα προσέρχεται τοῖς ὀφθαλμοῖς μου: —MNAB i τὸ γὰρ μετὰ τὴν μανίαν ὀρθοῦσθαι τὴν γνώμην ὀδυνᾷ λυπουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν: —MNAB ἄλλω ς: τὸ γὰρ ὀρθοῦσθαι ἐκ τῆς μανίας ὀδυνᾷ μεταμελουμένην ἐπὶ τοῖς ἐν τῇ μανίᾳ ῥηθεῖσιν.
sch Hipp 247 [5] ὡς ἐν τῷ καθεστηκότι δίκας πρὸ αἰσθήσεως διδόναι: —NAB τὸ ἐπιλογιζόμενον λυπεῖ: —M i τὸ δὲ μαινόμενον κακό ν: αὐτὸ τὸ μανιῶδες κακὸν μὲν, ὅτι ἃ μὴ βούλεται φθέγγεται, κρατεῖ δὲ καὶ ὑπερέχει τὸ μὴ αἰσθανόμενον ἀλλ’ ἐν τῇ μανίᾳ ἀπολέσθαι.
sch Hipp 248 [5] οὔτε γὰρ τῶν ἁμαρτημάτων ἐν τῇ μανίᾳ αἰσθάνεται οὔτε τοῦ θανάτου τὴν ἀλγηδόνα λογίζεται τῶν τοῦ βίου τερπνῶν ἀποστάς: —NAB ἄλλω ς: ἀντὶ τοῦ· κακὸν μὲν τὸ μαίνεσθαι, ἀλλὰ κρατεῖ, τουτέστι κρεῖσσόν ἐστι καὶ ὑπερέχει, τοῦ μετὰ συνειδήσεως ἀποθανεῖν. ὡς εἴ τις λέγοι· λυσιτελές ἐστι μὴ γινώσκοντα ἀπολέσθαι, ὡς κρεῖσσον ὂν τοῦ τοιούτου βίου: —NAB κρύπτ ω · τὸ δ ’ ἐμὸν πότ ε: ἐγὼ μὲν, φησὶ, τὴν σὴν κεφαλὴν αἰδουμένη ἐπὶ τοῖς εἰρημένοις σκεπάζω, πότε δὲ καὶ τὸ ἐμὸν σῶμα ὀδυνηρῶς ἔχον πρὸς τὸν βίον ὁ θάνατος κρύψει: —M i AB οὐ γὰρ μόνη ἡ σοφία διδάσκει, ἀλλὰ καὶ ἡ πολυπειρία τῶν πραγμάτων: —MB i 〈ὁ〉 μακρὸς χρόνος καὶ τὸ γῆρας: —M i ἔδει, φησὶν, τοὺς ἀνθρώπους μεμετρημένως φιλεῖν καὶ μὴ εἰς ἄκρον ἐξέρχεσθαι τοῦ στέργειν, ἀλλ’ ὥστε εὐκόλως ἐκβάλλειν τὸ τῆς ὀρέξεως φίλτρον καὶ πάλιν ἐπαυξῆσαι.
sch Hipp 253 [5] ὥστε ποτὲ μὲν ἐλασσοῦν, ποτὲ δὲ αὔξειν τὰ φίλτρα τῆς ψυχῆς. οἱ γὰρ ἄγαν στέργοντες διπλασίως κάμνουσιν, ὑπέρ τε τῆς ἑαυτῶν σωτηρίας καὶ τῆς τῶν φίλων φροντίζοντες: —MNAB ἀναμιγνύναι: —M g A g καὶ μὴ πρὸς ἄκρο ν: τὸν ἐσώτατον τόπον.
sch Hipp 255 τροπικῶς δὲ εἶπεν ὡς ἐπὶ σώματος καὶ ὀστέου τὸ βάθος τῆς ψυχῆς. παραινεῖ δὲ μὴ πρὸς ἄκρον ποιεῖσθαι τὰς φιλίας, ἵνα καὶ πρὸς ἀπόστασιν εὐλύτως ἔχωμεν. στέργηθρα δὲ τὰς φιλίας, τὰς ἀγάπας: —NAB εὐκόλως λύεσθαι δυνάμενα: —M g A g τὴν ἀπό πρόθεσιν πρὸς τὸ ὤσασθα ι: —NA καὶ ἀπώσασθαι τὰς ἀγάπας καὶ φίλον εἶναι: —M i τὸ δ ’ ὑπὲρ δισσῶ ν: χαλεπόν ἐστι, φησὶ, τὸ μίαν ψυχὴν λυπεῖσθαι ὑπὲρ δύο: —M g NAB i ὑπὲρ ταύτης λυποῦμαι: —M i A g βιότου δ ’ ἀτρεκεῖ ς: τὸ δὲ τῶν κατὰ τὸν βίον τι πραγμάτων ἀκριβῶς καὶ πρὸς ἀκρίβειαν ἐπιτηδεύειν οὐκ ἀσφαλές.
sch Hipp 261 [5] ἀντὶ τοῦ· εἰ ἐπιτηδεύεται πρᾶγμα ὁτιοῦν ὑπεράγαν, πάντως ἐπιλήψιμόν τι ἐν αὐτῷ εὑρίσκεται. ἐπιτηδεύσεις δέ φησιν τὰς τῇ ὑπερβολῇ τῆς συνηθείας ἀνενδεεῖς. καθόλου δὲ τὰς ἀληθεῖς καὶ εἰς ἄκρον ἐκβαινούσας τῆς ἀληθείας μελέτας [ἐπιτηδεύσεις] φασὶν οἱ σοφοὶ μὴ μόνον σφάλλειν, ἀλλὰ καὶ πρὸς ὑγίειαν ἐμποδίζειν: —MNAB ἀτρεκεῖς ἐπιτηδεύσει ς: ἀντὶ τοῦ· λίαν βλαβερὰς εἶναι. ὡς εἴ τις ἐπιμελείᾳ καὶ διηνεκεῖ ἀσκήσει χρῷτο λόγων ὡς κατὰ μηδὲν ὑπείκειν, οὗτος εἰς ἄλογόν τι ἐκπίπτει ἐν τῷ λόγῳ καὶ εἴς τι μανιῶδες· ἀλλὰ καὶ τῷ σώματι [καὶ τὸ σῶμα] εἰς νόσον κατακλίνεσθαι φέρει τὸ ἀεὶ τῆς ἀσκήσεως χάριν τὰ αὐτὰ ποιεῖν: —NAB ἄλλω ς: φασὶ δὲ τὸ πᾶν ἐν τῷ βίῳ πρᾶγμα ἀληθῶς καὶ ἀκριβῶς ἐπιτηδεύειν βλάπτειν μᾶλλον ἢ ὠφελεῖν. δεῖ γάρ τι καὶ καθυποκρίνασθαι: —NA ἀτρεκεῖ ς: ἀνενδεεῖς τελείας. ἐχρῆν γὰρ, φησὶ, τοὺς ἀνθρώπους συμμέτρως ἀλλήλους φιλεῖν καὶ μὴ ἄγαν, ὥστε καὶ 〈τὸ〉 σῶμα κατατήκειν καὶ μὴ δύνασθαι διαλῦσαι τὴν φιλίαν: —NB οὕτω τὸ λίαν ἧσσο ν: ἀντὶ τοῦ· οὐδὲ ὅλως οὕτω τὸ λίαν ἐπιτηδεύειν ἐπαινῶ, ὡς τὸ μηδὲν ἄγαν, τουτέστι μὴ λίαν, ἐπιτηδεύειν· καὶ συγκαταθήσονταί μοι πάντες οἱ σοφοί: —NAB ἄλλω ς: οὕτω τὸ λίαν ἔλαττον ἐπαινῶ τοῦ μηδὲν ἄγαν καὶ μεμετρημένου, καὶ μάρτυρες ἔσονται οἱ σοφοί, εἴπερ ἑνὸς τῶν ἑπτὰ σοφῶν ἐστιν ἀπόφθεγμα τὸ μηδὲν ἄγαν, ὅπερ Χίλωνι ἀνατιθέασιν, ὡς Κριτίας.
sch Hipp 264 [5] καὶ Πίνδαρος [frg. 216]· ‘σοφοὶ δὲ καὶ τὸ μηδὲν ἄγαν ἔπος αἴνησαν περισσῶσ‘: —MNAB τὸ μηδὲν ἄγαν οἱ μὲν Χίλωνι τῷ Λακεδαιμονίῳ ἀνατιθέασιν, ὡς Κριτίας [frg. 13], οἱ δὲ Σωδάμῳ, ὡς τὸ ἐν Τεγέᾳ ἐπίγραμμα δηλοῖ· ταῦτα ἔλεγεν Σώδαμος Ἐπηράτου, ὅς μ’ ἀνέθηκεν· μηδὲν ἄγαν, καιρῷ πάντα πρόσεστι καλά. ὁ δὲ Θεόφραστος· ‘ὡς τὰ Σισύφου λεγόμενα καὶ Πιτθέως, οἷον μηδὲν ἄγαν, μηδὲ δίκαν δικάσῃσ‘: —MNAB † ἄλλω ς: προτιμῶ τὸ μηδὲν ἄγαν. ἢ ἀντὶ τοῦ ἔλαττον, οἷον· πλεῖον ἐπαινῶ τὸ μηδὲν ἄγαν παρὰ τὸ ἄγαν: —A Χίλωνος γάρ ἐστι τὸ μηδὲν ἄγα ν: —M i A g συμμαρτυρήσουσι: —M i A g γύναι γεραι ά: διὰ τούτου ἔδειξεν ὅτι ὤφειλε θαρρηθῆναι τὰ κατὰ τὴν Φαίδραν, γυναῖκα αὐτὴν ἀποκαλέσασα (γυναιξὶ γὰρ μᾶλλον αἱ γυναῖκες θαρροῦσιν τὰ καθ’ ἑαυτὰς) ἄλλως τε καὶ γηραιὰν καὶ πιστὴν τροφόν: —B βασιλίσσης: —M g A g ἄσημον, οἷον ἄγνωστον.
sch Hipp 269 οὕτω δ’ εἰώθασι χρῆσθαι Ἀττικοὶ πληθυντικοῖς· ὡς καὶ Θουκυδίδης [1, 125] ‘ἀδύνατα ἦν‘, ἀντὶ τοῦ ἀδύνατον: —MAB ἀνεπίγνωστα ἀσαφῆ: —M g οὐκ οἶ δ ’ ἐλέγχου ς’: ὑπερβολὴν σπουδῆς ἐνέφηνε τὸ ἐλέγχουσ α· τὴν γὰρ ἐπίμονον ἐρώτησιν ἔλεγχον ὠνόμασεν: —M i NA ἐρωτῶσα ἐρευνῶσα ἀνακρίνουσα, ὅπερ ἐστὶν ὑπερβολὴ ἐρωτήσεως: —MNAB εἰς ταὐτὸν ἥκει ς: εἰς ταὐτό μοι ἀγνοίας ** ἥκει ὅτι οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: —NA ἐὰν μὲν ἥκε ι, πρὸς τὴν ἀρχὴν ἐστὶν ὁ λόγος, ὅ ἐστιν· εἰς ταὐτὸν ἥκει ἡ ἀρχὴ τῷ τέλει.
sch Hipp 273 [5] ὥσπερ γὰρ τὸ τέλος οὐχ ὁμολογεῖ, οὕτως οὐδὲ τὴν ἀρχήν. εἰ δὲ ἥκει ς, πρὸς τὸν χορόν· ἐμοὶ εἰς ταὐτὸν τῆς ἀγνοίας ἥκεις: —M i NAB πάντα γὰρ σιγ ᾷ: ἀντὶ τοῦ· οὐκ ἀποκρίνεται οὔτε πρὸς ἀρχὴν οὔτε πρὸς τέλος: —NAB ἀντὶ τοῦ· κατετάκη τὸ σῶμα.
sch Hipp 274 οὐκ ὀφείλει γὰρ κατατακῆναι; διὰ τοῦτο οὐκ ἐσθίει ἵνα ἀποθάνῃ: —MB λελέπτυνται: —M g ἆρά γε ἰσχύουσα φαγεῖν οὐ τρώγει διὰ τὸ θέλειν ἀποθανεῖν, ἢ κἂν βούληται, οὐ δύναται ὑπὸ τῆς νόσου: —A βλάβης παραφροσύνης.
sch Hipp 276 ἢ τῆς ὀδύνης τῆς κακώσεως: —MA ἀντὶ τοῦ εὐδοκεῖ ἀρέσκει.
sch Hipp 278 ὁ δὲ λόγος· εἰ ταῦτα ἀρέσκει τῷ ἀνδρὶ αὐτῆς: —MA εἰς Πυθίαν ἦν θεωρός: —M g A g B i ἀντὶ τοῦ ἔκστασιν: —M i A g πολλοὺς ἐμηχανησάμην τρόπους καὶ οὐκ ἠδυνήθην μαθεῖν: —MA g B i γράφεται τὴν ἐμὴν προθυμία ν: —B g ἄ γ’ , ὦ φίλη πα ῖ: ἀπέτεινε πάλιν τὸν λόγον πρὸς τὴν Φαίδραν, ἄλλο δῆθεν εἶδος μετιοῦσα νουθεσίας.
sch Hipp 288 [5] τὸ γὰρ παραινέσει πείθειν βέλτιον ἢ ἐπαχθέσι ῥήμασιν * εἰπεῖν τὴν πρόφασιν: —NAB ἄλλω ς: ἄγε οὖν, ὦ φίλη παῖ, ἀμφότεραι ὅπως ἐπιλαθώμεθα τῶν προειρημένων, καὶ σύ τε ἡδίων καὶ πρᾳοτέρα γενήσῃ καὶ δέξῃ τὴν παραίνεσιν ἐγώ τε, ὅπου ἔδοξα τὸ πρὶν ἐπαχθής τις εἶναι, [ἕως] τούτου τοῦ μέρους ἀποστᾶσα ἐπ’ ἄλλην πορεύσομαι κρείττω νουθεσίαν: —NAB τὴν συνηγμένην καὶ σκυθρωπάζουσαν: —MNAB i τουτέστι· τὴν στυγνότητα τοῦ προσώπου ἄφελε καὶ τῆς χαλεπῆς γνώμης ἐκείνης παῦσαι: —MNAB τὴν στυγνὴν τῆς ἀφροσύνης: —MB ἐγώ θ ’ ὅπ ῃ: ὅπου οὐ καλῶς ἠκολούθουν σοι τῇ παραινέσει, ἀποστᾶσα ἀπὸ τούτου ἐπὶ νουθεσίαν πραεῖαν μετέρχομαι: —MNAB εἴ τι, φησὶ, τὸ πρότερον ἐλύπουν σε τῷ συνεχεῖ τῆς ἐρωτήσεως, τὰ νῦν ἐπὶ τὸ κολακεύειν σε τραπήσομαι: —NAB συνδιοικήσουσιν ἀποκαταστήσουσι θεραπεύσουσι τὴν μοιχείαν: —MNAB συμπράξουσι συνεργήσουσι.
sch Hipp 294 [5] γυναῖκες γὰρ οὖσαι ἐν ταῖς τοιαύταις συμβάλλονται νόσοις, αἱ μὲν πειραθεῖσαι, αἱ δὲ προσδοκῶσαι πείσεσθαι. καὶ γὰρ εὐεπίβατον ἄγαν εἰς τὰ τοιαῦτα τὸ τῶν γυναικῶν γένος. ἔοικε δὲ λέγειν ἔρωτας ἢ τοιοῦτον ἀπόρρητον. ἢ οὕτως· μὴ ἐρᾷς τινος καὶ οὐ θέλεις εἰδέναι τινά: —MNAB ἀντὶ τοῦ ἀνακοινωτέος.
sch Hipp 295 εἰ ἡ νόσος σώματος ἦν ᾗ ἐνόσεις: —M εἰ δὲ δύνανται καὶ ἄρρενες ἀκοῦσαι τὴν συμφοράν: —M i B πείθεσθαι, συντρέχειν, εἰς τὸ αὐτὸ χωρεῖν, συνῳδὰ τοῖς λόγοις μου πράττειν: —M δεῦ ρ ’ ἄθρησο ν: δεῦρο εἰς ἐμὲ βλέψον, ἵνα κἂν διὰ τῆς ὄψεως αἰδεσθῇς με· εἶτα ὡς ἐκείνης μὴ ἐνατενιζούσης μηδὲ πραϋνομένης τῇ παραινέσει φησὶ πρὸς τὸν χορόν· μάτην, ὦ γυναῖκες, μοχθοῦμεν πείθειν ταύτην πειρώμεναι: —MNAB εἰς δὲ τὸ πείθειν ὁμοίως ἄπεσμεν τοῖς πρὶν ῥήμασιν.
sch Hipp 302 ὥσπερ γὰρ δι’ ἐκείνων οὐδὲν ἠνύσαμεν, οὕτως οὐδὲ διὰ τούτων: —MNAB ἐχαυνοῦτο ἐμαλάσσετο.
sch Hipp 303 τὰ γὰρ βρεχόμενα μαλάσσεται. ἡ μεταφορὰ ἐκ τούτου. γράφεται δὲ τριχῶς· λόγοις ἐπείθετ ο , λόγοις ἐθέλγετ ο , λόγοις ἐτέγγετ ο: —M i NAB i λοιπὸν ἀπεγνωκυῖα τὴν κολακείαν κνηστικοῖς αὐτὴν λόγοις ἐρεθίζει, φάσκουσα· ἴσθι ὅτι, ἐὰν θάνῃς μὴ ἀξιώσασα λόγου τὸν σὸν ἄνδρα, προδώσεις τοὺς σοὺς παῖδας.
sch Hipp 304 [5] ἐκβληθήσονται γὰρ τῶν οἴκων. λοιπὸν πρὶν ἀποπληρῶσαι τὸν λόγον διὰ μέσου φησὶ πρὸς τά δ ’ αὐθαδεστέρα γίγνου θαλάσση ς: —MNAB ἀλ λ ’ ἴσθι μέντο ι: γίνωσκε προδιδοῦσα τοὺς σοὺς παῖδας, εἰ θανῇ: —M i NAB εἰ ἀποθάνοις: —M i A g μὴ μετέχοντας καὶ δεσπόζοντας τῶν οἴκων: —M i NAB i ἔσθ’ ὅτε ἠθικῶς ὀμνύομεν κατὰ τῶν ἐχθρῶν, οὐ σεμνύναι αὐτοὺς βουλόμενοι, ἀλλ’ εἰρωνευόμενοι.
sch Hipp 307 [5] ἢ πρὸς πλείονα ἐρεθισμὸν κατ’ ἐκείνης ὄμνυσιν, ἢ ἐπεὶ εἰώθασιν εἰρωνευόμενοι κατὰ τῶν ἐχθρῶν ὀμνύναι· ὡς καὶ Σοφοκλῆς ἐν Μυκηναίαις [frg. 136]· ‘μὰ τὴν ἐκείνου δειλίαν, ᾗ βόσκεται, θῆλυς μὲν αὐτὸς, ἄρσενας δ’ ἐχθροὺς ἔχων‘: — MNAB τὴν Ἀντιόπην λέγει: —M g A g νόθον φρονοῦντα γνήσ ι’: καθὸ φιλοσοφίαν ἤσκει, ὅπερ ἐστὶν ἐλευθέρων.
sch Hipp 309 τὸ δὲ οἶσθά νιν καλῶς ** προσέθηκε· πρὸς πλείονα γὰρ ὀδύνην αὐτὴν ἐκίνησεν, οὐκ ἀμφίβολον αὐτῇ τὴν γνῶσιν τούτου εἶναι λέγουσα: —M i NAB οἴμο ι: ἀκούσασα ἡ Φαίδρα τοῦ ἐρωμένου τὸ ὄνομα θρηνητικὸν ἐπίφθεγμα εἶπεν: —M i NAB i θιγγάνει σέθεν τόδ ε: καθήψατό σου, φησὶ, τῆς ψυχῆς καὶ λόγῳ μόνον εἰρημένον τὸ περὶ ὀρφανίας τῶν παίδων: —NAB λίσσομαι σιγᾶ ν: τὸ ἑξῆς· καί σε πρὸς θεῶν λίσσομαι τὸ αὖθις, ὅ ἐστι τὸ μετὰ ταῦτα, περὶ 〈τούτου〉 τοῦ ἀνδρὸς μηδὲν φθέγγεσθαι: —MNAB i ὁρᾷ ς: διὰ τὸ μηδὲ λόγῳ ἀνέχεσθαι ἀκούειν ἀδικουμένους ὑπὸ τοῦ νόθου τοὺς παῖδας οὕτως ἤκουσεν ἡ τροφός: —NAB i Ἀκάμας καὶ Δημοφῶν τέκνα Φαίδρας καὶ Θησέως: —MNB ἁγνὰς μέ ν , ὦ πα ῖ: οἶμαι ὅτι τοῦτον οὐκ ἐφόνευσας, διὰ τὸ εἰρηκέναι ἄλλῃ δ ’ ἐν τύχῃ χειμάζομα ι: —NAB διὰ φαρμακείας γεγενημένη.
sch Hipp 318 [5] ἐπακτή γὰρ πημονή ἡ ἔξωθεν ἐπαγομένη γοητεία παρὰ τῶν ἐχθρῶν: —MNAB μή τίς σοι, φησὶ, τῶν ἐχθρῶν ἐπάγει τι λύπης ἄξιον. ἆρά τινος ἐχθρῶν ἐπαγωγὴν μηχανησαμένου σοι; εἰώθασι γὰρ οἱ ἐχθροὶ ἐπαγωγάς τινας δαιμονίων ποιεῖσθαι ἐπὶ τὰς οἰκίας. ἢ οὕτως· μή τίς σε οὖν τῶν ἐχθρῶν ἐφάρμαξε, διὰ τὸ εἰρηκέναι φρὴν δ ’ ἔχει μίασμά τ ι: —NAB φίλος μ ’ ἀπόλλυ ς’: τὸ μὲν φίλος πρὸς ἀντιδιαστολὴν ἐχθρῶν τινο ς, τὸ δὲ οὐχ ἑκώ ν, ἐπεὶ οὐκ ἐκ προνοίας αὐτοῦ ὁ ἔρως: —NAB ἐπειδὴ εἶπεν φίλο ς, λέγει· μήτι ἄρα ὁ Θησεὺς εἰς σὲ ἥμαρτεν: —MNAB μὴ δρῶ ς ’ ἔγω γ ’ ἐκεῖνο ν: εἴθε, φησὶν, ἐγὼ μὴ ὀφθείην ἀδικοῦσα αὐτὸν, ὡς ἐκεῖνος ἐμὲ οὐδὲν ἀδικεῖ: —NAB i οὐ δῆ θ ’ ἑκουσά γ’ , ἐν δὲ σοὶ λελείψομα ι: ἀντὶ τοῦ· ἐνιζανοῦμαί σοι.
sch Hipp 324 [5] ἢ οὕτως· ἐν σοὶ καταλειφθήσομαι: —NAB i ἐξαρτηθήσομαί σου τῇ ἱκεσίᾳ. ἢ ἐν σοὶ τὸν βίον λείψω. εἰ μὴ ἄρα, φησὶ, μετά τινος ἀνάγκης, οὐ συγχωρήσω οὐδὲ ἀπολύσω: — MNAB κά κ ’ ὦ τάλαιν α: πρὸς ἀνατροπὴν τοῦ πυθέσθαι ἐπάγει δεύτερον τὸ κακ ά· κακόν ἐστί σοι, εἰ πεύσῃ τὰ σιωπώμενα κακά: — NAB ὀλ ῇ: ἀπολῇ ἀκούσασα τὸ πάθος.
sch Hipp 329 [5] οὕτως γὰρ δεινόν ἐστιν ὡς καὶ τοὺς ἀκούοντας φίλους διαφθείρειν: —NA ὀλ ῇ · τὸ μέντο ι: ἀπολῇ, φησὶν, εἰ ἀναγκάσεις με λέγειν. ἐμοὶ δὲ τοῦτο, 〈τὸ〉 σιωπᾶν, τιμὴν ἀπονέμει, καθὸ οὐκ ἔκφορος εἰς πολλοὺς ἡ νόσος, ἀλλὰ συγκαταθάψω ἐμαυτῇ τὸ τῆς σωφροσύνης ὄνομα μέλλουσα ἐν σωφροσύνῃ τελευτᾶν: —MNAB κἄπειτα κρύπτει ς· ἐὰν μὴ ᾖ στιγμὴ εἰς τὸ χρηστ ά, ἐστὶν ὁ λόγος· κρύπτεις τὰ καλὰ, ἐμοῦ παρακαλούσης σε λέγειν αὐτά, τουτέστιν· ἐμοὶ τὰ τιμῆς σοι αἴτια ἐσόμενα οὐκ ἀξιοῖς ἀνακοινώσασθαι.
sch Hipp 330 [5] ἢ οὕτως· κρύπτεις με, ἐμοῦ χρηστὰ ἱκετευούσης καὶ χρησίμως ἀξιούσης ἀνακοινοῦσθαί μοι καὶ ἐπὶ χρηστῷ: —NAB ἐκ τῶν γὰρ ἐσθλῶ ν: ἐὰν εἴπω τὸ ἀγαθόν, εἰς αἰσχρόν μοι καθίσταται: —NA εἰκότως κρύπτω, ἃ ἀπαιτεῖς με λέγειν.
sch Hipp 331 [15] μέλλω γὰρ ἐκ τούτων τῶν ἐσθλῶν, δηλαδὴ τῆς ἐγκρατείας, εἰς αἰσχρὰ μεταβαίνειν, ὅ ἐστι φονεύειν ἐμαυτήν. ἐὰν μέντοι ᾖ λέγουσα ἡ γραῦς· χρηστά μου ἀναγκαζούσης λέγειν κρύπτεις με, ἀναλόγως ἐπιφέρει ὅτι ἐκ γὰρ τῶν ἀγαθῶν τούτων ὧν λέγεις, ὅ ἐστι τοῦ φανερῶσαι τὸ πάθος, ἐγὼ εἰς αἰσχρὰν ἐμπεσοῦμαι φήμην ἢ καὶ πορνεύειν ἀναγκασθήσομαι: —MNAB ἄλλω ς: γράφεται ἐκ τῶν γὰρ αἰσχρῶν 〈ἐσθλά 〉, ὅ ἐστι· πειρῶμαι γὰρ ἀπὸ πορνείας ἐκφυγεῖν, εἰς σωφροσύνην δὲ πηδῆσαι, διὸ ἐν σιωπῇ βούλομαι ἀποθανεῖν. καὶ ἔστιν αὕτη ἡ γραφὴ ἁρμοζομένη τῷ ἑξῆς· εἰ γὰρ κρύφα, φησὶν, ἐξ αἰσχρῶν μηχανήσασθαι βουλεύῃ ἐσθλά, πόσῳ μᾶλλον θαυμασθήσῃ αὐτὴν τὴν βουλὴν σαφῶς διεξελθοῦσα. καθόλου γὰρ ἡ σαφὴς ἐπίδειξίς ἐστιν ἰσχυροτέρα. διὸ καὶ ἀπορήσασα ἀντειπεῖν φησιν ἄπελθε πρὸς θεῶν δεξιᾶς τ ’ ἐμῆς μέθε ς. ὅμως γε μὴν ἡ προτέρα γραφὴ βελτίων: —NAB οὐκοῦν λέγουσ α: σεβασμιωτέρα ἐμοὶ φανῇ τὰ ἀπόρρητα μοι θαρροῦσα.
sch Hipp 332 [5] ἢ σοφωτέρα, ὡς φίλοις θαρροῦσα τὴν συμφορὰν καὶ μὴ κρυπτῷ πάθει πολιορκουμένη. κατὰ γὰρ Μένανδρον σοφῶν ἀνδρῶν ἐστι τὸ τοῖς φίλοις λέγειν τὰ ἀναγκαῖα, ἐν οἷς φησι [frg. 925] ‘λανθάνει τὰ πράγματα τοὺς λέγειν ἡμῶν ὀκνοῦντας τὰς ἀληθείας ἀεὶ τοῖς ἀναγκαίοισ‘ καὶ τὰ ἑξῆς: —NAB δῶρον οὐ δίδως ὃ χρῆ ν: ὃ ζητῶ, οὐ δίδως μοι.
sch Hipp 334 λέγει δὲ τοῦτο, ἐπεὶ οὐκ ἀνέχεται ὁμολογῆσαι αὐτῇ τί ἔχει: —M ὀκνῶ τὴν σὴν ἱκεσίαν καὶ τὴν ἐκ ταύτης ὀργήν: —MB i σιγῷ μ ’ ἂν ἤδ η: τὸ τέλειον σιγῷμι· ἤδη σιγῶ, λοιπὸν ὀφείλεις σὺ λέγειν: —MNB i ὦ τλῆμο ν: αἰνιγματικῶς θέλει φράσαι τὸν ἔρωτα.
sch Hipp 337 πιθανώτατα δὲ ἅμα τῷ αἰνιγμῷ καὶ τὴν συγγνώμην ᾐτήσατο ὡς προγονικὸν κεκτημένη τὸ πάθος καὶ οὐκ ἰδίας φύσεως ἁμάρτημα: — MNAB ὃν ἔσχε ταύρο υ: ἀντὶ τοῦ· ὃν εἰς τὸν ταῦρον ἔσχεν: — NA g B i σύ τ ’ ὦ τάλαι ν’: Θησέως γὰρ ἠράσθη ἡ Ἀριάδνη, ἡ ἀδελφὴ Φαίδρας: —MA g συγγόνους κακορροθεῖ ς: κακολογεῖς λοιδορεῖς.
sch Hipp 340 [5] ἐνόμιζε γὰρ αὐτὴν ὀνειδίζειν αὐταῖς τὰς νόσους: —M ἐκεῖθεν ἡμεῖ ς: ἐκ τῆς καταγωγῆς τοῦ γένους δυστυχοῦμεν τὴν νόσον τοῦ ἔρωτος, ἀντὶ τοῦ· προγονικήν τινα δυστυχίαν δυστυχοῦντες τοῦτο πάσχομεν: —MNAB γράφεται καὶ νεωστ ί , ἵ ν ’ ᾖ· καὶ ἐκεῖθεν καὶ νεωστὶ δυστυχοῦμεν: —MNAB i 〈 οὐδέν τι〉 μᾶλλο ν: οὐ μᾶλλον οἶδα.
sch Hipp 344 [5] τὸ δὲ οὐδέν παρέλκει: —MB i οὐδὲν πλέον, σου ἐπεξεργαζομένης, ἔχω γνῶναι, ὃ βούλομαι ἀκοῦσαι, τουτέστι 〈τὴν〉 πρόφασιν τῆς νόσου. οὐδὲν μᾶλλον οἶδα ὃ βούλομαι ἀκούειν: —MNAB πῶς ἂν σύ μοι λέξεια ς: ἐπεὶ παχυτέρα τὸν νοῦν οὖσα ἡ γραῦς τοῖς τοσούτοις αἰνιγμοῖς οὐ συνῆκε τὸ λεγόμενον ὑπὸ τῆς Φαίδρας, ἀγανακτοῦσα ἡ Φαίδρα φησί· πῶς ἂν δυνηθείης εἰπεῖν μοι ταῦτα ἃ ἔδει ἐμὲ ἀποκρίνασθαι καὶ πῶς μοι λέξεις ἃ μέλλω λέγειν.
sch Hipp 345 [10] ἐπεὶ γὰρ πολυμερῶς αἰνιξαμένης 〈αὐτῆσ〉 τὸ παχύτερον τοῦ λογισμοῦ τῆς γραὸς οὐκ ἐδυνήθη συμβαλεῖν, ἐρυθριῶσα τὸ πάθος ἐξειπεῖν εἰς τοῦτο ἀπορίας ἦλθεν, ὥστε ἐρωτᾶν ἅπερ αὐτὴν ἔδει λέγειν. τοῦτο δὲ καὶ τὸ αἰσχυντικὸν τοῦ γυναίου ὑποδηλοῖ καὶ τὸ κομματικὸν τῶν νοσούντων: — MNAB κεκωμῴδηται [δὲ] ὁ στίχος ὑπὸ Ἀριστοφάνους [equ. 16] καὶ εἰς παροιμίαν μετῆκται: —B τί τοῦ θ ’ ὃ δὴ λέγουσι ν: ἀγνοούσης δι’ αἰνιγμῶν συμβάλλειν αὐτῆς λοιπὸν ἐρωτᾷ τὴν τοῦ ἔρωτος φύσιν, δηλοῦσα ὅτι ἔκ τινος θείας ὀργῆς τοῦτο νοσεῖ, οὔκουν ἐκ μελέτης καὶ κακῆς φύσεως, ὅπου γε καὶ τὴν ἰδέαν ἀγνοεῖ τοῦ πάθους: —NAB ἥδιστο ν , ὦ παῖ .
sch Hipp 348 ............ ἄλλος: —M ἡμεῖς ἂν εἶμε ν: τῷ ἑτέρῳ εἴδει τοῦ ἔρωτος, δηλαδὴ τῷ ἀλγεινῷ, ὡς δηλοῖ ἡ νόσος: —NAB i ὅστις πο θ ’ οὗτο ς: πιθανώτατα παρέδραμε τὸ ὄνομα, ἤτοι αἰδουμένη, ἢ διὰ τούτου σημᾶναι θέλουσα ὡς οὐκ ἐξ εἰδήσεως οὐδὲ ἀπὸ τρυφῆς καὶ συνεχοῦς θέας αὐτοῦ ἐρᾷ, ἀλλὰ χόλῳ τῆς Ἀφροδίτης, οὐ τῷ κάλλει τοῦ νέου: —MNAB σοῦ τά δ’ , οὐκ ἐμο ῦ: σεαυτῆς ταῦτα κλύεις, οὐκ ἐμοῦ, ἀντὶ τοῦ· σὺ εἶπας, οὐκ ἐγώ.
sch Hipp 352 ἄριστα δὲ καὶ ἡ ἄρνησις μετὰ τὴν ὁμολογίαν: —NAB οἴμοι τί λέξει ς: σαφῶς ἀκούσασα τὸν ἔρωτα, λοιπὸν σχετλιάζει τὴν ὑπερβολὴν τοῦ πάθους.
sch Hipp 353 κομματικὴ δὲ ἡ διάνοια, ὡσὰν ἐκπεπληγμένης τῷ θαύματι: —NAB οἱ σώφρονες γά ρ: οὐχὶ θέλοντες κακῶν ἐρῶσιν, ἀλλ’ ἀναγκαζόμενοι: —NABB i Κύπρις οὐκ ἄ ρ ’ ἦν θεό ς: θεὸν γὰρ κυρίως φασὶ τὸν μετὰ τοῦ δυνατοῦ καὶ τὸ προνοητικὸν ἔχοντα τῶν δυναστευομένων.
sch Hipp 359 μείζονα οὖν αὐτήν φησι θεοῦ, καθὸ μόνον 〈τῷ〉 ἐνδείξασθαι δύναμιν ἐγκαταγίνεται, οὐ τῷ προνοεῖσθαι: —NAB ἄιες ὦ: οἰκειότατα μέσον κατεπάγει ἐπίρρημα σχετλιαστικὸν, ὡς ἂν τῇ λύπῃ κωλυομένη ἀπαρτίσαι τὴν διάνοιαν.
sch Hipp 362 [10] ἀνήκουστα δὲ τὰ μὴ ἀκοῆς ἄξια, τὰ ἀπόρρητα. ἐκπλαγεὶς δὲ ὁ χορὸς τὴν ὑπερβολὴν τοῦ πάθους σχετλιάζει οἰκτείρων ἅμα καὶ θρηνῶν τὸ συμβάν. καὶ τὸ σχετλιαστικὸν ὦ διὰ μέσου κείμενον οἰκείως [ἐν] λυπουμένοις οὐκ εὐαπάρτιστον ἀποτελεῖ τὸ σχῆμα τοῦ λόγου, διαφόροις τε ῥήμασιν αὐτὸ κατεπάγει τὸ τῶν λυπουμένων ἦθος μιμούμενος, οἳ τὰ αὐτὰ κατεπάγουσι πρὸς πλείονα ἐνθύμησιν τῶν ἑαυτῶν κακῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ἤκουσας, φησὶ, τῆς τυράννου τὰ ἀνήκουστα καὶ δυστυχῆ πάθη θροούσης καὶ λεγούσης. πρὸς ἀλλήλας δέ φασιν, οὐχ ὡς ἀγνοοῦσαι τὰ λεχθέντα, ἀλλὰ πρὸς πλείονα σύστασιν καὶ ἐνθύμησιν τοῦ πάθους: —NAB ὀλοίμαν ἔγωγ ε: ἀπολοίμην πρίν σε ἀποθανοῦσαν ἰδεῖν καὶ πληρῶσαι τὴν σὴν φιλίαν.
sch Hipp 363 τὸ γὰρ κατανύσαι ἀντὶ τοῦ πληρῶσαι, παρὰ τὴν νύσσαν. οἱ δὲ, πρὶν λῆξιν λαβεῖν σου τὰς προσφιλεῖς φρένας: —MNAB i στερηθῆναι: —M g † ἢ πρὶν σὲ τὴν φιλτάτην καταλῦσαι τὴν σωφροσύνην· ταύτην γὰρ φρένας ὠνόμασεν: —A g πόνο ι: ἐν οἷς τρέφονται οἱ βροτοί· ἐπεὶ ἐν πόνοις διατελοῦμεν: —MNAB i οἱ συναυξανόμενοι: —M i τίς ἄρα σε χρόνος καὶ ποῖος ἐκ πασῶν τῶν ἡμερῶν οὗτος ἐξεδέχετο ᾧ τὰ τοῦ ἔρωτος νοσήματα ἐξέφηνας.
sch Hipp 368 [5] παναμέριος δὲ ὁ ἐκ πασῶν τῶν ἡμερῶν εἰς ταύτην συναφθείς. ἢ οὕτως· ἐκ τίνος ἄρα χρόνου καὶ ποίας αἰτίας αὕτη ἡ δυστυχὴς ἡμέρα ἐξεδέχετό σε: — MNAB ἄδηλα καὶ ἄγνωστα: —M g ὅπου ἀποβήσεται, τέλος 〈σχήσει〉: —M g ἄσημα δ ’ οὐκέ τ ’ ἔστιν οἷ φθίνει τύχ α: ὅπου μέλλει τελεῖσθαι ἡ τύχη τῆς Κύπριδος.
sch Hipp 370 [5] τὸ γὰρ οἷ φθίνει ὅπου χωρεῖ καὶ τέλος ἴσχει, ἀποβαίνει: —NAB i Τροιζήνιαι γυναῖκε ς: ἔσχατον γάρ ἐστι μέρος τῆς Πελοποννήσου ἡ Τροιζὴν παρὰ θάλασσαν κατ’ ἀντικρὺ τῆς Ἀττικῆς κειμένη.
sch Hipp 372 [5] ἤδη δὲ λοιπὸν ἐγνωσμένου τοῦ πάθους, ἀφεμένη τῶν ὑπ’ αἰδοῦς αἰνιγματωδῶν διανοιῶν, ἀπολογεῖσθαι διαρρήδην ἄρχεται ὡς 〈οὐ〉 κατὰ φύσιν νοσήσασα τὸν ἔρωτα καὶ βουλομένη ἐγκρατῶς ἑαυτὴν ἀνελεῖν. οἰκείως δὲ τοῖς ἀπολογουμένοις πολλῷ τῷ γνωμικῷ χρῆται: —NAB πρόθυρον.
sch Hipp 373 κατὰ 〈πρόσωπον〉 γὰρ τῆς Πελοποννήσου ἐστὶν ἡ Τροιζὴν πρὸς ἀνατολάς: —MAB τὸ κατὰ πρόσωπον κείμενον: —M g ἤδη πο τ ’ ἄλλω ς: πολλάκις, φησὶ, διαγρυπνήσασα ἐν νυκτὶ ἐσκόπησα πῶς διέφθαρται ὁ ἀνθρώπινος βίος, ἆρα ἐκ φύσεως ἐχόντων τῶν ἀνθρώπων τὸ ἁμαρτάνειν ἢ ἐκ ῥᾳθυμίας· καὶ κρίνασα ἔγνων ὅτι οὐκ ἐκ φύσεως πρόσεστιν ἡμῖν ἡ κακία.
sch Hipp 374 [15] καὶ ἐκ τούτου δῆλον· τὰ φυσικὰ πάντα καθόλου πᾶσι παρέπεται, οἷον τὸ γελαστικὸν, τὸ πτύειν, τὸ διαχωρίζειν, καὶ οὐκ ἄν τινα εὕροις χωρὶς τούτων· εἰ δὲ εὑρίσκεις παρὰ πολλοῖς ἀνθρώποις τὸ εὖ φρονεῖν καὶ δικαιοπραγεῖν, δῆλον ὅτι οὐ φύσει πρόσεστιν ἡμῖν τὸ φαῦλον. οὐ γὰρ ἂν ηὑρίσκοντο πολλοὶ καὶ ἀγαθοί: —NAB ἄλλω ς : ἤδη πο τ ’ ἄλλω ς: χωρὶς νόσου τυγχάνουσα. πιθανῶς δὲ ἐν νυκτί φησιν ἐνθυμηθῆναι, ὁπότε πάσης τῆς τῶν αἰσθήσεων ἀπηλλαγμένη ὀχλήσεως ἡ ψυχὴ φιλοσοφωτέροις ἐγκαταγίνεται ζητήμασι. πιθανὸν δὲ καὶ τὸ ἠρέμα νοσηλευομένην αὐτὴν ἐνθυμεῖσθαι τοιαῦτα. παρὰ γὰρ τὰς συμφορὰς γνωμικώτεροι γινόμεθα, τῆς φύσεως ἡμᾶς διὰ τοῦ πάθους ἐκπαιδευούσης: —NAB λίαν: —M g ὄντως: —M g πῶς: —M g οὐκ ἀγνοίᾳ μοι δοκοῦσιν οἱ ἄνθρωποι ἐκπίπτειν εἰς τὰ ἁμαρτήματα, ὅπου γε πολλοὶ καὶ εὖ φρονοῦντες καὶ αἰσθανόμενοι κακῶν τε καὶ ἀγαθῶν ἐκπίπτουσιν εἰς τὸ κακόν.
sch Hipp 376 [5] ἐπειδὴ τοίνυν οὐκ ἀγνοίᾳ, ἀλλὰ γινώσκοντες ἁμαρτάνομεν, ταύτῃ σκοπητέον τοῦ βίου τὴν λύμην τίς ἐστιν: —MNAB οὐ κατὰ γνώμη ς: τῆς γνώσεως. οὐχ ἁμαρτίᾳ δὲ τῆς γνωστικῆς φύσεως ἁμαρτάνουσιν, ὅπου γε πολλοὶ αἰσθανόμενοι τὸ ἀγαθὸν προκρίνουσιν αὐτοῦ τὸ κακόν: —AB τὴν προαίρεσιν: —M g πολλοῖς ὑπάρχει φρόνησις: —M g οὕτως δή: —M g τὰ χρήσ τ ’ ἐπιστάμεσθ α: δεῖξαι βούλεται τοῦτο ὅτι οὐκ ἀγνοίᾳ τοῦ καλοῦ τὸ κακὸν πράττομεν.
sch Hipp 379 [5] ἅτινα μὲν οὖν χρηστὰ καὶ χρήσιμα τῷ βίῳ καθέστηκεν ἴσμεν, ἐκπονεῖν δὲ αὐτὰ οὐ θέλομεν διαφόροις ἡδοναῖς ἡττώμενοι. οἱ μὲν ἀπό τινος ἀργίας καὶ ὄκνου τοῦ ἐκπονεῖν τὰ καλὰ, τὰ κακὰ μετέρχονται. ὅσῳ γὰρ δυσάλωτός ἐστιν ἡ ἀρετὴ, τοσούτῳ ἡ κακία εὐάλωτος. καὶ Ἡσίοδος [opp. 287. 289]· ‘τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἐστὶν ἑλέσθαι, τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν‘: —NAB οὐ τελειοῦμεν: —M g ὑπὸ τοῦ ἔρωτος: —M g οἱ δ ’ ἡδονὴν προθέντε ς: καλῶς τὰς αἰσχρὰς ἡδονὰς ἀπεσιώπησεν, ὡς ἤδη διὰ τούτων κἀκείνας σημάνασα.
sch Hipp 381 [5] αὗται γὰρ ἐκείνων εἰσὶ τικτικαί. σχολὴ γὰρ καὶ ὁμιλία περισσὴ πεφύκασιν εἰς ἀπορρήτους ἡδονὰς προκαλεῖσθαι τὴν φύσιν. οὐ γὰρ δὴ μία, ἀλλὰ διάφοροι ἡδοναί εἰσιν. εἶτα μεταξὺ διηγεῖται τὰς ἀρχὰς τῶν κακῶν ἡδονῶν: — NAB προτιμήσαντες: —M g A g B g πολυλογίαι: —M g ὁμιλίαι φλυαρίαι: —A g ἡ σχολὴ ἡδεῖα μὲν τῇ ἀναπαύσει, ἐπιβλαβὴς δὲ τῷ ἐπιζημίῳ καὶ ἀργῷ τοῦ σώματος, διὸ καὶ τερπνὸν κακὸν εἶπεν: —MNAB αἰδώς τ ε · δισσα ί: ταῖς αἰσχραῖς ἡδοναῖς συγκατηρίθμησε τὴν αἰσχρὰν αἰδῶ.
sch Hipp 384 διαφθείρει γὰρ τοὺς κεκτημένους, ὥσπερ κἀκεῖναι τοὺς ἐμπιστεύσαντας αὐταῖς ἑαυτοὺς ἀπολλύουσιν: —NAB ἡ δ ’ ἄχθος οἴκω ν: τί φὴς, Εὐριπίδη, κακὴ ἡ αἰδώς; ναί φησιν ἔσθ’ ὅτε κακή.
sch Hipp 385 [5] δισσαὶ γάρ εἰσιν αἰδοῖ. εἰ δὲ ᾔδειμεν εὐκαίρως αἰδεῖσθαι, οὐκ ἂν δύο ἦσαν ἑνὶ ὀνόματι καλούμεναι. ἴσως δὲ τὸ Ὁμηρικὸν ἀνέγνω Εὐριπίδης [Ω 45]· ‘ἥ τ’ ἄνδρας μέγα σίνεται, ἣ δ’ ὀνίνησιν‘: —NAB ἄλλω ς : εἰ δ ’ ὁ καιρὸς ἦν σαφή ς: ἐπεί φησιν Ὅμηρος μίαν μὲν εἶναι τὴν αἰδῶ, δισσὴν δὲ δύναμιν ἔχειν ‘αἰδὼς, ἥ τ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι‘, τὴν διαφωνίαν ἰώμενός φησιν ὅτι τῆς αἰδοῦς ἡ διπλῆ διάνοια παρὰ τὴν ἡμετέραν γίνεται ἄγνοιαν. ἡμεῖς γὰρ οὐ κατὰ καιρὸν αὐτῇ χρώμενοι διπλῆν ἡγούμεθα τὴν μίαν. ἔδει γὰρ τὴν εὐκαίρως γινομένην μόνην ὀνομάζειν αἰδῶ. τὸ δὲ ταὔ τ ’ ἔχοντε γράμματ α, οἷον· ἑνὶ ὀνόματι τόνῳ καὶ φθόγγῳ προσαγορευομένα: —NAB ἀκριβὴς φανερός: —M g τὴν αὐτὴν ἐπωνυμίαν: —M g ταῦ τ ’ οὖν ἐπειδὴ τυγχάν ω: ἐπειδὴ τοίνυν τὴν φύσιν ἑκάστου πράγματος ἐτύγχανον γινώσκουσα καὶ πόθεν οἱ ἄνθρωποι τὸν βίον ἑαυτῶν διαφθείρουσιν, ἐνόμιζον τοῦτο ὅτι οὐκ ἔστιν μοι οὐδεμία πρόφασις οὕτως ἰσχυρὰ οὐδὲ δέλεαρ τοιοῦτον, ὅπερ ἐκ τῶν φρενῶν καὶ τῆς τοσαύτης σωφροσύνης μεταστήσει ἐμὲ εἰς πορνείαν.
sch Hipp 387 οὐκ ἀπεικότως δὲ τοῦτό φησιν, ἀλλὰ πρὸς πλείονα δεῖξιν τοῦ μὴ μόνον οὐ κατὰ φύσιν, ἀλλὰ καὶ παρ’ ἐλπίδα νοσεῖν ἔρωτα: —NAB τὴν εὐσχημοσύνην φρονοῦσα: —M i † οὐκ ἔσ θ ’ ὁποίῳ φαρμάκ ῳ: οὐκ ἔστι, φάρμακον δηλονότι, ὁποίῳ φθαρῆναι ἐδόκουν.
sch Hipp 388 οὐκ ἦν ἰσχυρὸν δέλεαρ, ὅπερ ἔμελλε μεταβάλλειν τὴν σωφροσύνην: —B τὸ ἐναντίον: —M g ἐπεί μ ’ ἔρως ἔτρωσε ν: τὸ λοιπὸν καταστατικώτερον αὐτὴν τὴν διοίκησιν τῆς νόσου διηγεῖται.
sch Hipp 391 ἠρξάμην μὲν οὖ ν, φησὶν, ἐκ τοῦδ ε , σιγᾶ ν, ἵνα διὰ τῆς ἡσυχίας λήθη μοι γένηται: —B γλώσσῃ γὰρ οὐδὲν πιστό ν: ἔοικε τὸ συμβαῖνον ἐκ τῆς γλώσσης δι’ ἄλλων τῇ γλώσσῃ προστεθεικέναι, καθὸ πολλάκις τῶν ἀκουόντων ἀπίστων γινομένων αὕτη τῆς προδοσίας αἰτία νομίζεται.
sch Hipp 394 [5] ἄμεινον, φησὶν, ἡγησάμην τὸ σιωπᾶν, εὐλαβουμένη μὴ γλῶσσαν κτήσωμαι σύμβουλον, λόγῳ μὲν ἐπαινοῦσαν τὰς ἀρετὰς, ἔργῳ δὲ ἀκόλαστον. δάκνει γὰρ τὸ παραινούμενον, ὅταν τις ‘ἕτερον κεύθῃ ἐνὶ φρενὶ, ἄλλο δὲ εἴπῃ [Ι 313]‘: —NAB τὴν πορνείαν, ἐπεὶ καὶ τὸ ἐναντίον σωφροσύνη καλεῖται ἐν ᾗ σῴζομεν τὰς φρένας: —MB τὸν ἔρωτα: —M g τρίτον δ ’ ἐπειδ ή: ἐπειδὴ τοῖς δύο τρόποις οὐδὲν ἤνυον πρὸς ἐγκράτειαν τοῦ ἔρωτος οὔτε τῇ σιωπῇ οὔτε τῇ σωφροσύνῃ, ἔδοξέ μοι ἀποθανεῖν: —MNAB κράτιστο ν , οὐδεὶς ἀντερε ῖ: ὡς οὐ καλῶς βουλευθεῖσιν οἷς ἐσκεψάμην, σιωπᾶν καὶ σωφρονεῖν ἢ ἀποθανεῖν: —NAB ἀντιλέξει: —M g A g Καλλίμαχος [frg.
sch Hipp 402 422]· ‘ἄγνωτον μηδὲν ἔχοιμι καλόν‘: —A m. recentiss. τὸν ἔρωτα: —M g γυνὴ δὲ πρὸς τοῖσ δ ’ οὖσ α: τὸ ἑξῆς· 〈πρὸσ〉 τοῖσδε δὲ οὖσα γυνὴ προσῄδειν τὴν νόσον ταύτην δυσκλεᾶ καὶ τὸ ἔργον τῆς πορνείας μίσημα ὂν παρὰ πᾶσι.
sch Hipp 405 [5] τὸ δὲ γυνὴ οὖσ α, ἐπειδὴ μάλιστα αἱ γυναῖκες μισεῖν ὀφείλουσι τὴν πορνείαν, αἱ μὲν δι’ αὐτὴν μεμισημέναι ἀνδράσι τε καὶ γυναιξὶν, αἱ δὲ φεύγουσαι τὴν ἐξ αὐτῆς αἰσχύνην: —NAB ἐγίγνωσκο ν: καὶ τοῦτο οὐχ ἁπλῇ γνώσει ἔξωθεν ἠπιστάμην, ἀλλὰ καὶ γυνὴ πεφυκυῖα ἀκριβῶς εἶχον τοῦ μίσους τούτου τὴν γνῶσιν, ὥστε καὶ μέχρι τοῦ νῦν, καίτοι νοσοῦσα καὶ νικωμένη τῷ πάθει, ἡδέως ἂν καταρασαίμην τῇ πρώτῃ πορνευσάσῃ: —NAB μίσημα πᾶσι ν: ἀκριβῶς ἔγνω ὁ Εὐριπίδης τὴν ῥίζαν τῆς πορνείας ἄνωθεν ἐξ εὐγενίδων συστᾶσαν τῷ ἐξαπλοῦσθαι εἰς πολλὰς τὸ κακόν.
sch Hipp 406 εἰ γὰρ ἐβεβλαστήκει ἐξ εὐτελῶν, ταχέως ἂν ἐξεκέκοπτο καὶ οὐκ ἐζηλοῦτο: —NAB ἥτις πρὸς ἄνδρα ς: Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ τῷ Περὶ κυρίων καὶ ἐπιθέτων καὶ προσηγορικῶν [II p.
sch Hipp 407 [5] 1] λέγει εἶναι τὰς πρῶτον πορνευσάσας θυγατέρας τοῦ Εὐρυπύλου, οὐ τοῦ Κῴου, ἀλλὰ ἄλλου τινός. ἔστι δὲ τὰ ὀνόματα αὐτῶν Μορφὴ καὶ Κλυτή. ὡς φιλόσοφος δὲ συμβάλλει τοῦτο ὅτι εὐγενεῖς καὶ πλούσιαι κατήρξαντο τῆς πορνείας, οὐ μόνον ἐκ τοῦ ὑπερτρυφᾶν, ὅπερ τὸν ἔρωτα προκαλεῖται, ἀλλὰ καὶ ἐκ τοῦ ἐπιζηλωθῆναι τὸ ἁμάρτημα μὴ ἐξ εὐτελοῦς τινος γινόμενον: —NAB ὅταν γὰρ αἰσχρ ά: ἐστοχάσατο τὸ τοιοῦτον οὐ μόνον ἀπὸ τῆς κολακείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἁμαρτανόντων ἀξιοπιστίας.
sch Hipp 411 [5] ὅταν γὰρ, φησὶν, αἰσχρὰ ποιῶσιν αἱ βέλτισται, πάντως αἱ εὐτελεῖς μιμοῦνται καὶ ἀκολουθοῦσιν ἐκείναις. εἰ γὰρ τοῖς ἀγαθοῖς τὰ αἰσχρὰ νομίζεται καλά, πολλῷ μᾶλλον τοῖς κακοῖς: —MNAB μισῶ δὲ καὶ τὰς σώφρονα ς: μισῶ δὲ καὶ τὰς λόγῳ μὲν τὴν σωφροσύνην μετιούσας, ἔργῳ δὲ τὰ κακὰ πραττούσας: —NAB i αἳ πῶς πο τ’ , ὦ δέσποιν α: αἵτινες ἆρα πῶς τολμῶσιν ὁρᾶν τοὺς ἄνδρας; μόνον οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων 〈τὸν〉 παρὰ φύσιν ἔλεγχον δεδοικυῖαι.
sch Hipp 415 [5] τὴν νύκτα. θεὸς γὰρ οὖσα θεοῖς ἀνάκειται: —NAB στενακτικὸν καὶ σχετλιαστικόν: —M g πῶς οὐχὶ καὶ αὐτῶν τῶν ἀναισθήτων τὸν παρὰ φύσιν ἔλεγχον δεδοίκασιν: —MNB i τὰ στέγη τῶν οἴκων: —M g φωραθῶ: —M g ἀπὸ κοινοῦ τὸ αἰσχύνασ α: —M μόνον δὲ τοῦτό φα ς’: ὁ βίος ἥδεται τοῖς πονηροῖς· ὡς Μένανδρος [frg.
sch Hipp 426 [20] 223] ‘πράττει δ’ ὁ κόλαξ ἄριστα πάντων· δεύτερα ὁ συκοφάντης, ὁ κακοήθης τρίτα λέγει‘. παλαίει οὖν τῷ βίῳ καὶ ἁμιλλᾶται, ὃς ἂν βούληται δικαιοπραγεῖν, τῷ διαφωνεῖν πρὸς τὴν κοινὴν πολιτείαν. ἢ ἐπειδὴ οἱ φαῦλοι, ὅταν περὶ δικαιοπραγοῦς τινος ἀκούωσι, ζητοῦσιν αὐτὸν παντὶ τρόπῳ ὑποσκελίσαι. παλαίει οὖν τοῖς φαύλοις ὁ ἀγαθός: —NAB ἄλλω ς: μόνον τοῦτο νικᾷ, φησὶ, τὸν βίον καὶ οὐκ ἀποκαλύπτεται ὑπ’ αὐτοῦ, ἀλλὰ καὶ μετὰ θάνατον λάμπει, τὸ τῆς σωφροσύνης. τοὺς γὰρ ἀκολάστους ἐλέγχει καὶ δειγματίζει ὁ χρόνος, ὡς καὶ παρθένον κάτοπτρον. ὥστε δεῖ με μὴ τοῦ παρόντος μόνον ἀντιποιήσασθαι. ἀλλὰ καὶ τοῦ μετὰ ταῦτα: —NAB ἄλλω ς : μόνον δὲ τοῦτ ο: τὸ κεκτῆσθαι διάνοιαν ἀγαθὴν, ὡς εἰ ἔλεγεν ὅτι ἀθάνατόν τέ ἐστι καὶ εἰς ὅλον τὸν βίον μνημονεύεται. δεῖ με οὖν μὴ τοῦ παρόντος, ἀλλὰ καὶ τοῦ μέλλοντος προνοήσασθαι, εἰδυῖαν ὅτι, ὥσπερ τοὺς ἀγαθοὺς ἐπιβεβαιοῖ, τοσοῦτον τοὺς πονηροὺς ἐλέγχει ὁ χρόνος. κατόπτρῳ δὲ παρείκασεν τὰ ἐν τῷ προϊόντι χρόνῳ φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων, καθὸ παρελθόντων τῶν ἔργων αὐτῶν ὥσπερ ἐν κατόπτρῳ τεκμήρια καὶ σκιὰς τῶν παλαιῶν [αὐτῶν] ὁρῶμεν ἁμαρτημάτων: —NAB παλαίειν ἀνταγωνίζεσθαι: —M γνώμην δικαία ν: θαυμασίως ἄγαν ἀπολύτως ἐχρήσατο ὅτῳ παρ ῇ, 〈τοῦ δικαίου〉 οὐ διαστολὴν ἐπιδεχομένου πλουσίου καὶ πένητος ἢ εὐγενοῦς καὶ εὐτελοῦς, ἀλλὰ καθολικωτέρου ὑπάρχοντος ἐπὶ πάντων: —NAB κακοὺς δὲ θνητῶ ν: τινὲς οὕτως τὸ ἑξῆς· τοὺς κακοὺς τῶν θνητῶν ἐλέγχει ὁ χρόνος, ὅταν τύχῃ προθεὶς τὸ κάτοπτρον αὐτοῖς ὡς παρθένῳ νέᾳ, τουτέστιν ὅταν τύχῃ αὐτοὺς ἐλέγχων καὶ φανεροποιῶν: —MNAB προθεὶς κάτοπτρο ν: κατόπτρῳ εἰκάζει τὰ ἐν τῷ χρόνῳ προϊόντι φαινόμενα τεκμήρια τῶν πρὶν ἁμαρτηθέντων.
sch Hipp 429 ὥσπερ ἐν κατόπτρῳ τεκμήρια ὁρῶμεν τῆς ἀληθείας: —NA θαυμαστικὸν τὸ φεῦ: —M i τιμὴν ἀγαθήν: —M g δέσποι ν’ , ἐμοί τοι συμφορ ά: ἐμοὶ, φησὶν, ἀρτίως ἡ σὴ συμφορὰ ἀγγελθεῖσα δεινὸν φόβον ἐνέβαλεν: —NAB ἄλλω ς: καλῶς ἐμιμήσατο τὸ τῶν γραῶν παλίμβολον· ὑπερφοβοῦνται γὰρ καὶ θρασύνονται ταῖς συμφοραῖς: —NAB νῦν δ ’ ἐννοοῦμαι φαῦλο ς: ἀντὶ τοῦ· μωρὰ οὖσα.
sch Hipp 435 [5] νῦν δὲ δεύτερον, εἰ καὶ εὐτελής τίς εἰμι, ἐνεθυμήθην. καθόλου γὰρ [ὅτι] ἀνθρώποις αἱ δεύτεραι [τῶν ἄλλων ἀνθρώπων] βουλαὶ τῶν πρώτων εἰσὶ χρησιμώτεραι: —NA ἄλλω ς: εἰ καί τις εὐτελὴς τυγχάνω τὴν γνώμην καὶ οὐκ ἀπ’ ἐμαυτῆς ὀφείλουσα στοχάζεσθαι, ὅμως εὗρον ὅτι παρὰ πᾶσιν ἀνθρώποις ἀκριβέστεραί εἰσιν αἱ ἐπισκέψεις καὶ αἱ δεύτεραι γνῶμαι: —NAB λογίζομαι: —M g ἀσύνετος: —M g οὐ γὰρ περισσὸν οὐδέ ν: ἀντὶ τοῦ παράλογον παράδοξον: —NAB i οὐδὲν ἔπαθες περισσὸν ὧν πάσχομεν πάντες.
sch Hipp 437 [5] τοῦτο πρὸς παραμυθίαν, ὡς μὴ νοσούσης αὐτῆς ἐξ ἰδίας φύσεως τὸν ἔρωτα. μὴ οὖν, φησὶ, διεργάσῃ σαυτὴν, ἀλλὰ συγγίνωσκε τῷ πάθει, βιαζομένη παρὰ τοῦ κρείσσονος, ἄλλως τε καὶ τῶν πολλῶν ἐκ φύσεως αὐτὸ νοσούντων: —NAB ἀγανακτήσεις: —M g .
sch Hipp 441 [10] ...... οὐ λυ〈σιτελεῖ〉 ..................... ἐρῶσι καὶ ὅσοι μέλ〈λουσιν〉 ἐρᾶν εἰ ὁ ἔρως αὐτοῖς θάνατον προξενεῖ: —M τοῦτο ἐκ τοῦ καθολικωτέρου. ὄντως οὐ λυσιτελεῖ, [οὐ χρὴ], οὐ συμφέρει, φησὶ, τοῖς τῶν πλησίον ἐρῶσι καὶ ὅσοι μέλλουσιν ἐρᾶν, εἰ χρεὼν αὐτοῖς ἐστι τοῦ θανεῖν: —B οὐκ ἄρα γ ’ οὐ δε ῖ: λείπει τὸ ἐρᾶν. ὁ δὲ λόγος· οὔτε τοῖς νῦν ἐρῶσιν οὔτε τοῖς μέλλουσιν ἐρᾶν λυσιτελεῖ τὸ ἐρᾶν, εἴπερ ἀντὶ τῶν ἐρωμένων ἀπολαύσουσι θανάτου, οὐκ ἐπ’ ἀνύσει τοῦ ἔρωτος, ἀλλ’ ἐπὶ θανάτῳ ἐρῶντες. ἐκ τοῦ καθολικοῦ δὲ πάθους τὸ ἴδιον δυσχερὲς θεραπεύεται καὶ τῷ ἁπλουστέρῳ ὀνόματι τοῦ ἔρωτος καλύπτει τὸ αἰσχρόν: —A ἐὰν πρὸς θάνατον ἐρῶσιν: —M g Κύπρις γὰρ οὐ φορητό ς: ἐπεξηγεῖται πῶς δεῖ φέρειν πολλὴν ῥεύσασαν τὴν θεὸν, ὑπείκοντα μᾶλλον οὐδὲ ἀνθοπλιζόμενον.
sch Hipp 443 [5] οἶδε γὰρ [ἄρα] ὑποχωροῦσιν ὑπείκειν ἡ θεός: —NAB ἄλλω ς: οὐκ ἔστιν δυνατὸν βαστάσαι τὴν Κύπριν μεγάλως ἐπερχομένην, ὅτι χρὴ εἴκειν μᾶλλον τῇ Ἀφροδίτῃ ἢ ἀντιμάχεσθαι αὐτῇ: —NAB ὅσῳ γὰρ ἀρνεῖταί τις τῆς θεοῦ τὴν δυναστείαν, τοσούτῳ μᾶλλον εἰς αὐτὸν ἐπιδείκνυται τὴν ἀνδραγαθίαν.
sch Hipp 446 [5] καὶ στοχάζου μοι τῆς τιμωρίας τὴν ὑπερβολήν. κρείσσων γάρ ἐστι [τῆς τοῦ] λόγου διηγήσεως. τοῦτο γὰρ δηλοῖ τὸ πῶς δοκεῖ ς: —MNAB λίαν: —M g φοιτᾷ δ ’ ἀ ν ’ αἰθέρ α: ἐντεῦθεν ἄρχεται τὸ τῆς Ἀφροδίτης αὐξάνειν μέγεθος.
sch Hipp 447 [5] ἐν θαλάσσῃ δὲ αὐτήν φησιν ἤτοι ἐπεὶ ἀφρογενής ἐστιν ἢ ἐπεὶ καὶ τὰ ἐν θαλάσσῃ ἀφροδισιάζει, καὶ ἔοικεν ἐκ τοῦ παραδόξου σεσημειωκέναι τὸ ὁμολογούμενον, φημὶ δὴ τὸ ἐπὶ γῆς εἶναι τὴν θεόν: —NAB γεννήματα: —M g ἀντὶ τοῦ μέμνηνται: —M i B i ἐν τοῖς λόγοις τῶν συγγραφέων: —M g ἡ καλλιφεγγὴς Κέφαλο ν: Κέφαλος εἷς ἐστι τῶν † ἐξ ἐνδυμίονος ἔγγονος, γαμεῖ δὲ Πρόκριν τὴν Ἀθηναίαν.
sch Hipp 455 ὅτι δὲ Κέφαλον ἡ Ἠὼς ἥρπασε διὰ κάλλος, καὶ Ὅμηρος εἴρηκεν [ἦν δὲ ὁ Κέφαλος Δηιονέως παῖς]: —NAB ἔρωτος οὕνε κ’: ταῦτα δυσωπητικῶς λέγει.
sch Hipp 456 ἤδη μὲν γὰρ ἐκ τοῦ μείζονος προκατεσκεύασεν εἰποῦσα καὶ θεοὺς ἐρᾶν. λοιπὸν δὲ καὶ τὸ δύσφορον καὶ τὸ μωρὸν αὐτῆς ἐλέγχει: —NAB ναίουσι κοὐ φεύγουσι ν: οὐκ ἀφίστανται καὶ πρὸς τοὺς οἰκείους παραγίνονται, ἀλλὰ σὺν τοῖς θεοῖς διατρίβουσιν.
sch Hipp 457 [5] ἢ ἐπὶ τῶν ἐρώντων θεῶν· καὶ οὐ φεύγουσι τὴν δίαιταν τὴν μετὰ τῶν ἄλλων θεῶν αἰδούμενοι ὅτι ἐρῶσι. κοινὸν γὰρ κατὰ πάντων συμβαίνει τὸ τοῦ ἔρωτος πάθος: —NAB πορρωτάτω: —M g σὺ δ ’ οὐκ ἀνέξ ῃ ; χρῆν ς’: ἐπὶ συνθήκαις.
sch Hipp 459 [5] ἐχρῆν τὸν πατέρα σου γεννῆσαί σε ἐπὶ ὡρισμένοις, ἢ ἐπ’ ἄλλοις δεσπόταις θεοῖς: —NAB ὁμολογίαις: —M g † εἰ μὴ τούσδε γε στέρξεις νόμου ς: εἰ μὴ ἔμελλες καὶ αὐτὴ κατὰ τοὺς λοιποὺς ἅπαντας ἀνθρώπους ὑποκεῖσθαι καὶ δουλεύειν τοῖς θεοῖς πᾶσιν ἐπίσης [δηλαδὴ πᾶσιν ἀνθρώποις], ἐχρῆν τὸν γεννῶντά σε πατέρα ἐπὶ ὡρισμένοις τισί σε προαγαγεῖν καὶ μὴ κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων, οἷον· οὕτω σε γεννῆσαι ὥστε ὡρίσθαι σε τοῖσδε μὲν ὑποκειμένην θεοῖς ἢ καὶ πάθεσιν ἀνθρωπίνοις, τοῖσδε δὲ μή: —A ὑπομενεῖς: —M g πόσους δοκεῖ ς: ἕως τοῦ εὖ φρονεῖν καὶ οὐχ ὑπ’ ἀγνοίας ἀνεξικακοῦντας, ἵνα μὴ τοῦτο ἀντιθῇς: —NAB νοσοῦν θ ’ ὁρῶντα ς: μὴ δοκεῖν ὁρᾶν τὰ πταίσματα, τῇ κοινῇ δυναστείᾳ τοῦ ἔρωτος συγγινώσκοντας: —NAB πόσους δὲ παισὶ πατέρα ς: πόσους δὲ οἴει πατέρας τοῖς παισὶν ἡμαρτηκόσι δι’ ἔρωτα συμβαστάζειν [αὐτοῖς] τὴν παρὰ τῆς Ἀφροδίτης νόσον καὶ τοσοῦτον ἀπέχειν τοῦ μέμφεσθαι ὥστε καὶ συγκάμνειν εἰς τοὺς ἔρωτας αὐτοῖς.
sch Hipp 464 [5] τὸ γὰρ ἐλέγχειν τὰ τοιαῦτα οὐδὲν 〈ἕτερόν〉 ἐστιν ἢ συμφορὰν ὀνειδίζειν: —NAB τὸ γνωμικὸν ἐπήνεγκεν πρὸς τὸ μὴ δοκεῖν ὁρᾶ ν: καὶ 〈κατὰ〉 τοῦτο πολλοὶ ὁρῶντες τὰ λέχη νοσοῦντα οὐκ ἐξελέγχουσι, νομίζοντες συμφορὰν 〈ἂν〉 ὀνειδίζειν.
sch Hipp 465 [5] τὸ δὲ τῆς στιγμῆς ἀμφιβόλως ἔχει· ἤτοι γὰρ ἐπὶ τοῦ θνητῶν ὑποστικτέον, ἵν’ ᾖ· ἓν γὰρ τῶν σοφῶν τοῦ ἀνθρώπου τοῦτό ἐστι, τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι τοῦ πλησίον τὰ μὴ καλά, 〈τὰ〉 ἁμαρτήματα· τὸ γὰρ ἐξελέγχειν τὰ τοιαῦτά 〈ἐστιν〉 ἄντικρυς ὀνειδίζειν συμφοράν. ἢ ἐπὶ τοῦ ἐστί ὑποστικτέον, 〈ἵν’ ᾖ〉 ὁ νοῦς· ἐν γὰρ τοῖς σοφοῖς ἔνεστι τὸ λανθάνειν ἑαυτὸν προσποιεῖσθαι θνητῶν τὰ μὴ καλά. βελτίων δὲ ἡ προκειμένη ἐξήγησις: —N οὐ δ ’ ἐκπονεῖν τοι χρ ή: οὐδὲ καταπονεῖσθαι δεῖ πάνυ τοὺς ἀνθρώπους ἀντέχοντας πρὸς τὸν ἔρωτα: —NAB † ἄλλω ς: ἐνταῦθα τὸ ἐκπονεῖν λίαν τὸν βίον τοιοῦτόν ἐστιν ὡς οὐ χρὴ τὸν ἄνθρωπον βιάζειν ἑαυτὸν ὥστε ὑπερανέχειν τήν τε ἀναγκάζουσαν φύσιν καὶ τὰ συμπίπτοντα 〈πάθη〉.
sch Hipp 467 τὸ γὰρ ἐκπονεῖν τοιαύτην ἔχει σημασίαν, τὸ λίαν 〈πονοῦντα〉 σπεύδειν κερδαίνειν. δεῖ γὰρ ποτὲ μὲν ἐκτείνειν πόνοις τὸ σῶμα, ποτὲ δὲ ἀνιέναι. τὸ δ’ ἐκπονεῖν ἤτοι ἀεὶ ἐθέλειν πονεῖν οὐ πρὸς καλοῦ τοῖς ἀνθρώποις: —A οὐδὲ στέγην γά ρ: οὐδὲ στέγην γὰρ ὑφ’ ἧς οἱ δόμοι κατηρεφεῖς γίνονται, καλῶς ἀκριβώσειαν, ἀντὶ τοῦ· 〈οὐδ’ ἂν〉 τέκτονες τὸ μέτρον τοῦ διαστήματος τῶν δοκῶν φυλάξειαν ὡς μήτε ἐκείνην πολὺ ἀπέχειν μήτε τὴν ἄλλην πλησιάζειν.
sch Hipp 468 [5] εἶτα πρὸς μὲν ξύλων συνθέσεις καὶ κανόνας εὐσυνθέτους οὐκ ἐφίκετο τῆς ἀκριβείας ἡ τέχνη· σὺ δὲ τηλικαύτην συμφορὰν ἀπταίστως βούλει παραδραμεῖν: —NAB εἰς δὲ τὴν τύχη ν: εἰς δὲ πέλαγος ἄδηλον τῆς τύχης εἰσπεσοῦσα πῶς δοκεῖς ἐκκολυμβῆσαι; οἰκειότατα δὲ τῇ λέξει κέχρηται ὡς ἐπὶ πελάγους καὶ χειμῶνος.
sch Hipp 469 ἀκολούθως δὲ καὶ τῷ πεσοῦσα πρὸς τὴν μεταφορὰν ἐχρήσατο: —NAB πολλήν: —M g ζῆσαι: —M g ἀλ λ ’ εἰ τὰ πλεί ω: ἀλλ’ ἐὰν ἔχῃς περισσότερα καλὰ καὶ ὀλιγώτερα κακά, ἄνθρωπος οὖσα καλῶς πράξειας ἄν: —NAB ἀλ λ ’ ὦ φίλη πα ῖ: τῶν δυσφορουσῶν καὶ ὑπὲρ φύσιν φθεγγομένων καὶ ἐπ’ ἔρωτι θάνατον μηχανωμένων.
sch Hipp 473 τὸ γὰρ ἀρχόμενόν τινα δυσφορεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ κρείσσονα ἑαυτὸν νοεῖν τοῦ κρατοῦντος καὶ τὴν δεσποτείαν ἄδικον εἶναι λέγειν: —NAB τά δ ’ ἐστ ὶ , κρείσσ ω: ἢ καθὸ μὴ βούλεται ὑποκεῖσθαι τῇ Ἀφροδίτῃ, ἢ ἐπεὶ καὶ οἱ θεοὶ πολλάκις ἐρῶσιν, ὡς καὶ ἡ γραῦς ἔφη.
sch Hipp 475 διὰ τούτου δὲ θεραπεύει τὴν ὑποψίαν τῆς αἰσχρότητος, εἰς θειοτέραν ἀνάγκην τὸ ἀκούσιον τῆς γνώμης ἀναφέρουσα: —NAB ὑπόμενε: —M g νοσοῦσα δ ’ εὖ πω ς: καλῶς σαυτὴν διάθες καὶ γενναίως φέρε αὐτήν.
sch Hipp 477 [5] οἷον· μὴ ἡττῶ τῇ νόσῳ, ἀλλὰ γενναίαζε: —NAB ἄλλω ς: καλῶς πως σαυτὴν διάθες. ἢ καλῶς διατίθει τὴν νόσον καὶ ὑπόταττε σαυτήν. οἷον· μὴ ἡττῶ τῆς νόσου, ἀλλὰ γενναίως φέρε καὶ ἐπὶ πέρας ἄγε αὐτήν: —NAB ἐπᾴσματα: —M g ἦ τἄ ρ ’ ἂν ὀψέ γ ’ ἄνδρε ς: βραδέως ἂν οἱ ἄνδρες διανοηθεῖεν περί τινος, εἰ μὴ ἡμεῖς αἱ γυναῖκες μηχανὰς εὑρήσομεν.
sch Hipp 480 [5] εἰ γὰρ αἱ γυναῖκες ἀπορήσομεν πανουργιῶν, πόσῳ μᾶλλον οὐκ εἰς ἔσχατον ἀμηχανίας περιπεσοῦνται οἱ ἄνδρες; ὥσπερ γὰρ τὸ νοῦν ἔχειν δέδοται τοῖς ἀνδράσιν, οὕτως τὸ πανουργεῖν καὶ μηχανὰς ἐξευρίσκειν ταῖς γυναιξί: —NAB ὄντως γάρ. οὐδόλως οὐδέποτε: —M Φαίδρ α , λέγει μέ ν: πρὸς μὲν τὴν παροῦσαν, φησὶ, συμφορὰν τοῦ ἔρωτος χρησιμώτερά σου λέγει ἡ τροφὸς, ᾗ σὺ μὲν ἐκβάλλεις σαυτὴν ζωῆς, ἡ δὲ τὸ ζῆν σοι προξενεῖ.
sch Hipp 482 [10] σὲ δὲ, φησὶν, ὅμως ἐπαινῶ τῆς σωφροσύνης. συγκριτικῶς δὲ εἶπε τὸ δυστυχέστερο ς, ὡς ἂν ἀμφοτέρων τῶν λόγων τὸ δυστυχὲς κεκτημένων, τοῦ μὲν διὰ τὴν αἰσχύνην, τοῦ δὲ διὰ τὸν θάνατον. ἐμφαντικώτερον δὲ καὶ ἀλγίονα εἶπεν 〈τὸν〉 ἔπαινον τὸν οὐχ ἡδονὴν κατὰ τοὺς ἄλλους ἐπαίνους, ἀλλὰ θάνατον προξενοῦντα τοῖς ἀκούουσιν: —NAB τὴν μὲν αἰνεῖ τὴν δὲ θαυμάζει ...... ἕνεκεν τῆς σωφροσύνης ὁ ................ 〈σω〉φροσύνης: —M Φαίδρ α: τὴν μὲν αἰνεῖ διὰ τὸ χρήσιμον καὶ πιθανὸν τῆς γνώμης, τὴν δὲ θαυμάζει διὰ τὸ βέβαιον τῆς σωφροσύνης: —NB i ὁ δ ’ αἶνος οὗτο ς: ἴσθι μέντοι τοῦτο ὅτι ὁ ἔπαινος τῆς σωφροσύνης ὁ παρ’ ἐμοῦ λεγόμενος, εἰ καὶ καλλίων ἐστὶ τῶν ταύτης λόγων, ἀλλ’ οὖν γε δυστυχέστερος αὐτῶν, καθὸ θάνατόν σοι προξενεῖ.
sch Hipp 484 [5] διὰ τοῦτο εἰκότως 〈ἂν〉 εἴη σοι λυπηρὸς ἀκούειν, εἰς ἀπώλειάν σε προτρεπόμενος. ἀλγίονα δὲ ἔφη τὸν ἔπαινον ὡς ἂν μηδὲ ἐπαίνου φύσιν εἰληχότα. οἱ γὰρ ἔπαινοι ἥδουσι τοὺς ἐπαινουμένους: —NAB τοῦ τ ’ ἔσ θ ’ ὃ θνητῶ ν: μάλιστα τὰς πολιτείας τοῦτο ἀπόλλυσι, τὸ τὰ κεχαρισμένα τῷ δήμῳ λέγειν πρὸς τὴν ἰδίαν σύστασιν.
sch Hipp 486 [5] ὅταν γὰρ ἁμαρτάνοντί τινι μὴ πρὸς σωτηρίαν, ἀλλὰ πρὸς αὔξησιν τῆς ἁμαρτίας συμβουλεύῃ τις, οὗτος διὰ τῶν ἡδέων λόγων ἀπόλλυσι τὸν ἁμαρτάνοντα. οἱ ἡδεῖς γὰρ λόγοι καὶ πλανητικοὶ ἀπολλύουσι τὰς καλῶς οἰκουμένας πόλεις καὶ τοὺς οἴκους: —NAB διαβάλλει τὴν φύσιν τῶν ἡδέων ὡς ἄχρι τῆς ἀκοῆς τὸ χρήσιμον ἐχόντων.
sch Hipp 488 οὐ γὰρ τὰ πρὸς ἡδονὴν δεῖ λέγειν, ἀλλὰ τὰ πρὸς δόξαν: —NA g B i ἀλαζονεύεις: —M g οὐ χρεία ἐστὶν εὐσχημο〈σύνησ〉, ἀλλ’ ἀνδρός: —M ὡς τάχος διϊστέο ν: διαγνωστέον πειρατέον.
sch Hipp 491 ὁ δὲ νοῦς· ἀλλὰ πειρατέον τῆς γνώμης τοῦ Ἱππολύτου, ποῖος ἔσται πρὸς τὰ λεγόμενα: —NAB τὸν εὐθὺν ἐξειπόντα ς: ἐκ γὰρ τῆς συντόμου ὁμιλίας ἐλεήσειεν ἂν τὸ τῆς φύσεως αἰφνίδιον νόσημα καὶ οὐκ ἂν ἐκ τοῦ ποικίλου τῆς ἀπαγγελίας ὡς ἐθάδα σε τῆς νόσου μισήσειεν: —NAB τὸν ἁπλοῦν κα〈ὶ σύντομον καὶ ἀ〉ληθινόν: —M πρὸς τ〈ὴν εὐν〉ήν: —M οὐκ ἐπίφθονο ν: σῶσαι βίον: —N οὐκ ἐπίφθονον τόδ ε : ἀντὶ το ῦ · 〈οὐ〉 νεμεσητὸν οὐδὲ μεμπτὸν τὸ σῶσαι τὸν βίον διὰ τῆς ἐκπληρώσεως τοῦ ἔρωτο ς , εἴγε δεύτερα πάντα τῆς σωτηρίας ἡγούμεθ α : —NAB i καὶ μὴ μεθήσει ς: ἀπειρηκυῖα τοῖς σοφίσμασι τῆς γραὸς παρακαλεῖ μηκέτι περὶ τοιούτων γυμνάζειν μηδὲ λέγειν ὅτι καλῶς καὶ μετρίως ὑπείργασται αὐτὴν ὁ ἔρως ** οὐ παράλογος οὐδὲ ἄξιος θανάτου: —NAB αἰσχρὰ μὲν τὰ λεχθέντα: —M αἴσχ ρ ’ ἀλ λ ’ ἀμείν ω: παρὰ μὲν ἑτέρῳ τινὶ μὴ ἐρῶντι αἰσχρὰ 〈ἂν〉 νομισθείη, παρὰ σοὶ δὲ βελτίω εἰσὶ τῶν παρὰ σοῦ καλῶς λεγομένων, καθὸ τὰ μὲν θάνατον, τὰ δὲ σωτηρίαν σοι περιποιεῖ.
sch Hipp 500 [5] πρὸς πλείονα δὲ πειθὼ τὸ μὲν ἔργον, τὸ δὲ ὄνομα ἐκάλεσεν, ὡς τοῦ μὲν τῇ ἀληθείᾳ σωτηρίαν ἔχοντος, τοῦ δὲ τὸ ἐπάγγελμα ἐν φήμῃ καὶ ἀμφιβολίᾳ τοῖς ἔξωθεν: —NAB ἄλλω ς: τὰ δοκοῦντά σοι αἰσχρὰ εἶναι τῶν καλῶν λόγων κρείσσονά εἰσιν. ἢ αἰσχρὰ μὲν τὰ λεχθέντα τῷ προστυχόντι, σοὶ μέντοι νοσούσῃ τὸν ἔρωτα βελτίονα: —NAB τὸ αἰσχρὸν ἔργον: —M g ἀλαζονευομένη: —M g εὖ λέγεις γά ρ: καλῶς μὲν λέγεις καὶ πιθανῶς, αἰσχρὰ δέ ἐστι τῇ φύσει τὰ λεγόμενα καὶ μή γε πρὸς θεῶν πέρα προβῇς τι τῶν λόγων τούτων μηδὲ σοφιζομένη λέγε, ὅτι καλῶς ὑπείργασμαι καὶ ὑποθάλπομαι τὴν ψυχὴν, καὶ καρτερῶ τῷ ἔρωτι, καὶ οὐδὲν ἡμᾶς ἔβλαψεν ἄξιον θανάτου: —NAB διὰ μέσου: —M g τὰ αἰσχρὰ δ ’ ἢν λέγῃ ς: ὅταν δὲ τὰ αἰσχρὰ πιθανῶς λέγῃς, τῇ δεινότητι διαφθαρήσομαι ἐγὼ καὶ ἐμπέσω εἰς ὃ φεύγω, τουτέστι τὴν ὁμιλίαν καὶ συνουσίαν τοῦ ἐρωμένου: —NAB πεσοῦμαι ἡττηθήσομαι: —M g εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσα· ὅμως κἂν ταύτην ἥσσονά μοι χάριν δός.
sch Hipp 507 [20] τινὲς δὲ οὕτως· εἰ δοκεῖ σοι μὴ πείθεσθαι εἰς τοῦτο, ἐχρῆν μὲν οὖν σε μὴ σφάλλεσθαι ἀπειθοῦσαν· εἰ 〈δὲ〉 δέδοκταί σοι τὸ μὴ πεισθῆναι, 〈κἂν δευτέραν〉 καὶ ἥσσονά μοι χάριν δός: —M μὴ δυνηθεῖσα τοῖς σοφισμοῖς περιγενέσθαι, δευτέραν εἰσηγεῖται γνώμην ἡ γραῦς καὶ ὑπισχνεῖται ἀντιτρώσειν κἀκεῖνον φαρμάκοις τισὶν, ὅπως ἂν θαρσαλεώτεραι αὐτῷ τὸν ἔρωτα μηνύσωσιν ὡς πάντως πείσουσαι. εἰ τοίνυν, φησὶ, δοκεῖ σοι τὸ μὴ συνελθεῖν τῷ ἐρωμένῳ, ἔδει σε μηδὲ τὴν ἀρχὴν ἁμαρτάνειν ἐρασθεῖσαν. καὶ εἰ τὸ σωφρονεῖν σοι δέδοκται, ἔδει μηδ’ ὅλως ἁλῶναι τῷ ἔρωτι. κἂν δευτέραν χάριν μοι δὸς, δευτέρω τρόπῳ πεισθεῖσα, τῷ τῶν φαρμάκων. ἔστι δέ μοι, φησὶν, ἐν τῇ οἰκίᾳ φάρμακα ἐρωτικὰ, ἃ δύναται παῦσαί 〈σε〉 τῆς νόσου καὶ τελέσαι τὸν ἔρωτα, ἀντιτρώσαντα τὸν ἐρώμενον. εἰ δὲ πάλιν σὺ ἀπειθήσασα οὐκ ἐάσεις με τοῦτο ποιῆσαι, βλάβη σοι γενήσεται: —NAB ἄλλω ς: τινὲς οὕτως· εἰ δοκεῖ σοι σωφρονεῖν, ὤφειλες μηδέν μοι λέγειν· εἰ δὲ δέδοκταί σοι τὸ μὴ πεισθῆναι, κἂν δευτέραν καὶ ἥσσονά μοι χάριν δός: —NAB ἔπρεπεν οὖν σε μηδαμῶς ἁμαρτάνειν: —M i πάντως γὰρ κἀκείνου ἐρῶντος οὐκ ἂν ἀποτυχοῦσα τῆς κοινωνίας ᾐσχυνθείης: —MNAB τῶν ἐννοιῶν: —M g παύσει νόσου τῆσ δ’: τὸν ἔρωτα ὑποληπτέον.
sch Hipp 512 [5] ἅτινα φίλτρα οὔτε δύσκλειαν πορνείας σοι προσθέντα οὔτε ἀπατήσαντά σε σοφισμοῖς παύσει: —NB τοῦ Ἱππολύτου δηλονότι: —M g σημεῖον ἢ λόγο ν: δεῖ, φησὶν, ἐν τῇ φαρμάξει ἐκ τοῦ Ἱππολύτου σημεῖόν τι λαβεῖν, ἢ λόγου μνημόνευμα ἢ κρασπέδου ἀπόσπασμα· καὶ τὸν μὲν λόγον αὐτοῦ τῷ λόγῳ τῆς Φαίδρας συνάψαντας ἐπᾴδειν, τὸ δὲ ἀπόσπασμα τῆς ἐσθῆτος πάλιν ἐπαοιδῇ ἀποσπάσματι τῆς ἐσθῆτος Φαίδρας συνάπτειν, ἵν’, ἐὰν τοῦ διὰ λόγου ἀποτύχωμεν, τῷ δι’ ἐσθῆτος χρησώμεθα.
sch Hipp 514 [10] συνάψαντες γὰρ ἄμφω τοὺς λόγους ἢ τὰ ἀποσπάσματα τῶν ἱματίων, οὕτως ἐπᾴδουσιν, οἷον· Ἱππόλυτος ὁ τόδε εἰπὼν ἐρασθείη Φαίδρας τῆς τόδε εἰπούσης. μερικῶς δὲ καὶ τὸ φυσιολογικὸν μᾶλλον διήγημα εἶπε συνάψαι τ ’ ἐκ δυοῖν μίαν χάρι ν. διὰ γὰρ φυσιολογιῶν τινῶν ἄμφω τὰς φύσεις εἰς ἕνα συνάγουσιν ἔρωτα. ἄριστα δὲ καὶ ἐνταῦθα ἡ διοίκησις· τὴν μὲν ὅλην φάρμαξιν οὐκ ἐπὶ σκηνῆς, ἀλλ’ ἔνδον ποιῆσαι μέλλουσα, πιθανῶς ἤδη τὸ κεφάλαιον ὑπέθετο τῆς φαρμάξεως. ἔδοξε γὰρ ἂν ἐνοχλεῖν διηγουμένη φανερῶς: —NAB ἆρα χριόμενον ἢ πινόμενον τὸ φάρμακον: —N διδάσκει πῶς δεῖ τοῖς ἀναγκαίοις χρῆσθαι, εἰς τὴν παραυτίκα μόνον ἀπαλλαγὴν τῶν κακῶν καὶ ἀπόλαυσιν· οὐ γὰρ εἰς τὴν διηνεκῆ γνῶσιν.
sch Hipp 517 [5] τὸ γὰρ τοιοῦτον πονηρίας ἐστὶν ἐπιθυμία καὶ διηνεκὴς τῆς κακουργίας ἀπόλαυσις. δεῖ οὖν πρὸς τὸ λυσιτελοῦν ἀπολαύοντας τῶν τοιούτων καταρρᾳθυμεῖν τῶν διηνεκῶν εἰδήσεων. ὠφεληθῆναι, φησὶ, βούλου μόνον, ἀλλὰ μὴ μαθεῖν τῆς ὠφελείας τὴν φύσιν: —NAB δέδοι χ ’ ὅπω ς: ἐπειδὴ μεσότης ἐστὶ καὶ ὑπερβολὴ καὶ ἔλλειψις καὶ ἡ μὲν μεσότης ἐστὶ φρόνησις ἡ δὲ ἔλλειψις ἀφροσύνη ἡ δὲ ὑπερβολὴ πονηρία, διὰ τοῦτο εἶπε δέδοικα μὴ λίαν φανῇς σοφ ή, ἤτοι πονηρά.
sch Hipp 518 [5] τὸ λίαν γὰρ ἐπαυξητικόν ἐστι τοῦ 〈μέσου〉, καὶ λοιπὸν ἐκ τῆς πονηρίας βλάψεις μᾶλλον ἢ ὠφελήσεις. τῆς γὰρ φρονήσεως, ἤτοι τῆς μεσότητος, λειπούσης ἐξ ἀνάγκης ἄμφω αἱ κακίαι, ἤτοι ἡ πονηρία καὶ ἡ ἀφροσύνη, βλάπτουσι: —A δέδοικα, φησὶ, μὴ 〈λόγῳ〉 μετιοῦσα τὴν φάρμαξιν ἔργῳ δηλώσῃς τὴν νόσον: —NA g B εἰ τὸ μηδὲν ἄξιον φόβου φοβῇ, πάντα ἂν φοβηθεῖσαν γνῶθι σαυτήν: —NAB φοβοῦμαι μὴ ἐπ’ ἐμοὶ σφόδρα τις πανοῦργος ἀποδειχθῇς μηνύουσα τῷ Ἱππολύτῳ τὸν πρὸς αὐτὸν ἀπ’ ἐμοῦ ἔρωτα: —NB οἰκονομικώτατα οὐδὲν πρὸς τὴν ἐρώτησιν ἀντέθηκεν καίτοι αὐτὴ ἐρωτήσασα τὴν Φαίδραν διὰ τί φοβοῖτο, ἀλλὰ μόνον φησὶν ‘ἐγὼ ταῦτα θήσω καλῶσ‘, οὐ βουλομένη κατήγορος ὕστερον ἑαυτῆς φωρᾶσθαι.
sch Hipp 521 [5] τὴν Ἀφροδίτην δὲ ἐπικαλεῖται ὡς παραστατοῦσαν ταῖς τοιαύταις περιεργίαις: —NAB τοῖς ἔνδον ἡμῖ ν: φίλον ὀνομάζει τὸν Ἱππόλυτον καθ’ ἡδονὴν ἡ γραῦς, προλαμβάνουσα ταῖς ἐλπίσι: —NAB ἄλλω ς: τὰ δὲ ἄλλα, ἃ φρονῶ, ἀρκέσει τοῖς ἔνδον διηγήσασθαι φίλοις, ὁποῖά ἐστι, καὶ μὴ ἐπὶ πάντων καὶ ἐπὶ τοῦ θεάτρου ταῦτα ἐκφέρειν: —NAB ἄλλω ς: οὐ βούλομαι παρρησιάζεσθαι τὰ τῆς γοητείας, ἀρκεσθήσομαι γὰρ τοῖς ἔνδον εἰπεῖν: —A g B συμβουλεύσασθαι: —M g λοιπὸν ὁ χορὸς ἐκτείνεται πρὸς τὸν Ἔρωτα λέγων· ὦ Ἔρως, ὅστις διὰ τῶν ὀμμάτων τῶν ἀνθρώπων στάζεις τὸν πόθον, διὰ τούτου εἰσάγων ταῖς ψυχαῖς τὴν γλυκεῖαν ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τῷ ἐρωτικῷ τόξῳ καὶ ἐρᾶν ποιήσῃς.
sch Hipp 525 [10] τὸ δὲ ἑξῆς οὕτως· ὦ Ἔρως, ὃς κατὰ τῶν ὀμμάτων τῶν ἐρωμένων ἡδονὴν καὶ ἐπιθυμίαν ἐπιχέεις, διὰ τούτου ταῖς ψυχαῖς ἐκείνων εἰσάγων γλυκεῖάν τινα ἡδονὴν, καθ’ ὧν ἂν ἐπιστρατεύσῃ τοῖς ἐρωτικοῖς βέλεσιν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· ὅτε ἐπαναγκάσεις τινὰ ἐρᾶν. τῷ ἐρωμένῳ γλυκεῖαν ἐπιτίθης ταῖς ὄψεσιν ἡδονὴν, ὅπως τοὺς ἐρῶντας αὐτοπροαιρέτῳ καθυποτάξῃς ἀνάγκῃ διὰ τῆς ἡδονῆς. τὸ δὲ ἑξῆς· ὦ Ἔρως Ἔρως, ὃς κατ’ ὀμμάτων στάζεις πόθον, μή μοι ποτὲ σὺν κακῷ φανείης: —NAB ὃ ἀντὶ τοῦ ὅς: —N ψυχᾷ χάρι ν: ἀπὸ ἑνικοῦ εἰς πληθυντικὸν μετέβη.
sch Hipp 527 [5] ἔδει γάρ, εἰσάγων ψυχῇ χάριν ᾗ ἐπιστρατεύσῃ, ἀλλὰ τὸ μὲν ἑνικὸν παρέλαβε πρὸς τὸ ὁμοιοπαθὲς τῆς ἀνθρωπίνης φύσεως, εἰς δὲ τὸ πληθυντικὸν ἐξέπεσε πρὸς ἐξήγησιν τοῦ κατὰ τὸν ἑνικὸν ἀριθμὸν δεδηλωμένου πληθυντικοῦ. εἰσὶ δὲ τὰ ὀνόματα οἰκεῖα ἔρωτι: —A οὐ πάντη ἀπεύχεται τὸν ἔρωτα, ἀλλὰ τὸν ἐθελόκακον, ἐπεὶ καὶ ἀρετῶν εἰσὶν ἔρωτες: —MNAB μη δ ’ ἄρρυθμος ἔλθοι ς: μηδὲ ἄμετρός τις καὶ ἄτακτος ἔλθοις.
sch Hipp 529 ῥυθμὸς γάρ ἐστιν ἡ μουσικὴ τάξις. πᾶς δέ τις ἔρως μεμετρημένος ἔχει μετὰ τῆς τάξεως τὸ χάριεν ἅμα καὶ ἀβλαβές: —NAB οὔτε γὰρ πυρό ς: οὔτε γὰρ τὸ βέλος τοῦ πυρὸς οὔτε τὸ ὑψηλότατον βέλος τῶν ἄστρων τοιοῦτόν ἐστιν οἷον ἵησιν ἐκ χειρῶν ὁ Ἔρως ὁ Διὸς παῖς.
sch Hipp 530 [5] εἶτα, ἵνα μὴ δόξῃ τὸ κοινὸν βέλος λέγειν, φησὶ τὸ τῆς Ἀφροδίτης, ἀπὸ κοινοῦ δὲ τὸ βέλος τοῦ πυρὸς καὶ τὸ βέλος τῶν ἄστρων: —NAB ἄλλω ς: ἡ μὲν τοῦ πυρὸς βολὴ 〈πρὸσ〉 τὸ δυνατὸν, ἡ δὲ τῶν ἄστρων πρὸς τὸ ἐπιτευκτικόν. τὸ μὲν γὰρ ἀναλωτικὸν τῶν ἐμπιπτόντων, τὸ δὲ ὀξείας καὶ ἐξόχους ἔχον τὰς ἁφὰς, ὥστε τὸ μὲν πρὸς τὴν ἰσχὺν, τὸ δὲ πρὸς τὴν εὐστοχίαν. οὔτε γὰρ τοῦ πυρὸς οὔτε τῶν ἄστρων τῶν τὰς χειμασίας ἐμποιούντων τὸ βέλος κρεῖσσόν ἐστι τοῦ σοῦ βέλους: —NAB παρά τ ’ Ἀλφε ῷ: τουτέστιν· ἐν Ὀλυμπίᾳ ἡ Ἑλλὰς αὔξει θυσίας μὴ τιμῶσα τὸν Ἔρωτα: —NB i μάτην θύομεν Διῒ Ὀλυμπίῳ καὶ Ἀπόλλωνι Πυθίῳ, μὴ τιμῶντες τὸν Ἔρωτα, τὸν ὄντα τύραννον μὲν ἀνθρώπων, φύλακα δὲ τῶν ἀφροδισίων θαλάμων, τὸν πορθοῦντα καὶ ὀλοθρεύοντα τὸν τῶν ἀνθρώπων βίον καὶ διὰ πάσης συμφορᾶς πόνους καὶ λύπας παρέχοντα καὶ παντὸς κακοῦ πειραθῆναι ποιοῦντα, ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —NAB ἐν τοῖς οἰκήμασι τοῖς Πυθικοῖς τοῦ Ἀπόλλωνος: —M i τὴν διὰ βοῶν θυσίαν: —MA g αὐξήσει: —M g τύραννον ἀνδρῶ ν: καλῶς οὐ βασιλέα, ἀλλὰ τύραννον αὐτόν φησιν, ἐπειδὴ μὴ προνοεῖται τῆς τῶν ἀρχομένων ὠφελείας, μόνον δὲ 〈τὰ〉 λυσιτελοῦντα τῇ ἑαυτοῦ προαιρέσει κατεργάζεται ἐπίδειξιν τῆς δυναστείας ποιούμενος: —NAB κλῃδοῦχον οὐ σεβίζομε ν: τὸν φύλακα τῶν οἴκων τῆς Ἀφροδίτης οὐ τιμῶμεν.
sch Hipp 541 φύλακα δὲ τῶν ἀφροδισίων αὐτὸν ἔφη θαλάμων· δι’ ἔρωτος γὰρ ἀφροδισιάζομεν καὶ τότε κατ’ αὐτῶν ὁρμῶμεν, ὁπόταν ἐκεῖνος τὴν ἐπιθυμίαν εἰς ἡμᾶς ἐπιπέμψῃ: —NAB πορθοῦντα ἡμᾶς τοῖς ἔρωσι καὶ [διὰ] παντὸς κακοῦ ποιοῦντα πειραθῆναι τοὺς ἀνθρώπους ὅταν πρὸς αὐτοὺς ἔλθῃ: —N περὶ τῆς Ἰόλης ὁ λόγος ὅτι ὁ ταύτης ἔρως τὴν Οἰχαλίαν ἐπόρθησεν.
sch Hipp 545 [10] ἔνιοι μὲν οὖν φασιν ἀτιμασθέντα Ἡρακλέα ὑπὸ Εὐρύτου καὶ τῶν ἀδελφῶν αὐτῆς (οὐ γὰρ δεδωκέναι αὐτῷ τὴν κόρην) πορθῆσαι τὴν Οἰχαλίαν. Ἡρόδωρος [frg. 33] δέ φησιν ὅτι τοῦ τῆς Ἰόλης γάμου προκειμένου τοξείας ἐπάθλου Ἡρακλέα νικήσαντα ἀπαξιοῦσθαι τοῦ γάμου. διὸ καὶ κατὰ κράτος ἑλεῖν τὴν Οἰχαλίαν καὶ τοὺς ἀδελφοὺς αὐτῆς ἀνελεῖν, Εὔρυτον δὲ φυγεῖν εἰς Εὔβοιαν. Λυσίμαχος δέ φησιν ἐν τοῖς Θηβαϊκοῖς παραδόξοις [frg. 8] τριάκοντα ἀργυρίου τάλαντα ἀπαιτούντων ποινὴν ἐπὶ Ἰφίτῳ, οὕτως ἐπ’ αὐτοὺς Ἡρακλέα στρατεῦσαι: —NAB τὴν Ἰόλην λέγει τὴν Εὐρύτου θυγατέρα, ἣν ἆθλον ἐπὶ τοξείᾳ θεὶς ὁ Εὔρυτος νικηθεὶς ὑφ’ Ἡρακλέους καὶ μὴ ἀποδιδοὺς παρεσκεύασεν Ἡρακλέα καὶ τὴν πόλιν πορθῆσαι καὶ ταύτην λαβεῖν: —A g τὴν μὲν νεάνιδα: —M g πῶλον ἄζυγ α: ἄπειρον γάμου, καθαράν.
sch Hipp 546 [5] πῶλον δὲ παρθένον. πώλῳ διὰ τὸ ἀκμαῖον αὐτῆς εἴκασεν. λέγει δὲ τὴν Ἰόλην τὴν παῖδα τοῦ Εὐρύτου, ἣν ἔλεγε διδόναι τῷ νικῶντι αὐτὸν κατὰ τὴν τοξικήν. ἐλθὼν δὲ ὁ Ἡρακλῆς ἐνίκησε τοῦτον. ὁ δὲ Εὔρυτος παρῃτήσατο δοῦναι αὐτὴν, καὶ ἕνεκεν τῆς παραβασίας ὁ Ἡρακλῆς ἐπόρθησε τὴν Οἰχαλίαν καὶ αὐτὴν ἔλαβε πρὸς γάμον: —NAB ἄζευκτον καὶ ἄπειρον λέκτρων: —M g ζεύξα ς ’ ἀπειρεσία ν: ἀποζεύξασα ἀποχωρίσασα τῶν οἴκων.
sch Hipp 549 [5] ὁ δὲ νοῦς· τὴν μὲν δὴ ἐν Οἰχαλίᾳ παρθένον ἄνανδρον ἄνυμφον οὖσαν τὸ πρότερον τῶν νυμφικῶν οἴκων ἀποχωρίσασα ἡ Ἀφροδίτη τῷ Ἡρακλεῖ ἐπὶ φόνοις καὶ πορθήσει τῆς πατρίδος ἐπέδωκεν: —NAB ἄπειρον οὖσαν: —M i ἀντὶ τοῦ νύμφην.
sch Hipp 550 δηλοῖ ἐξ ἐπιθέτου τὸ προσηγορικόν: — NAB γράφεται μαινάδ α: —B g παρόσον σὺν αἵματι καὶ καύσει τῆς πατρίδος [αἰτία] γέγονεν.
sch Hipp 551 παρόσον ὁ γάμος αὐτῆς πρόξενος τούτων ὅλων ἐγένετο· ὡς Σοφοκλῆς ἐν Τραχινίαις [352] ‘ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ’ ἕλοι‘: —NAB φονικοῖς γάμοις: —M g Ἀλκμήνας τόκ ῳ: τὸ ἑξῆς· ναΐδα ὅπως τε βάκχαν Ἀλκμήνης τόκῳ Κύπρις ἔδωκεν: —NAB ἀθλία: —M g τῶν γάμων ἕνεκα τῶν σῶν: —M g ὦ Θήβα ς: διὰ μέσου τοῦτο ἐσχετλίασται· εἶτα τὸ τῆς ἑτέρας ἱστορίας ἐπισυνῆπται: —NA g B i δεύτερον διήγημα τῆς δυνάμεως τῆς Ἀφροδίτης, δηλαδὴ τὸ κατὰ τὴν Σεμέλην καὶ τὴν ταύτης κύησιν: —NA g B i συνείπαι τ’: συμμαρτυρήσαιτ’ ἂν οἷον ἐπέρχεται σοβαρῶς ἡ θεός: —NA g B i βροντᾷ γά ρ: τῇ Ἀφροδίτῃ ἀνατίθησι τὴν Σεμέλης κεραύνωσιν, ἤτοι καθὸ ὁ Ζεὺς ἀπρονόητος γενόμενος τῷ ἔρωτι ἐπείσθη τῇ Σεμέλῃ τὸ τῶν ἐραστῶν ἀναδεξάμενος πάθος, ἢ καθὸ ἐν τῇ μίξει καὶ τῷ ἀφροδισιασμῷ ἀπώλετο.
sch Hipp 559 [10] διαπέπλασται δὲ τὰ τοῦ μύθου, καθὸ ῥιζοβολεῖν ἀρχόμεναι πολλάκις 〈αἱ〉 ἄμπελοι τῇ καύσει τῶν νότων ἐκκόπτονται: —NAB ἀμφιπύρ ῳ: τῇ πεπυρωμένῃ, ὡς εἰ ἔλεγε τῇ μετὰ ἀστραπῆς βροντῇ. τὴν γὰρ μητέρα τοῦ Βάκχου Σεμέλην, συγκοιμηθεῖσαν οὐ τῷ Διῒ, ἀλλὰ βροντῇ ἀμφιπύρῳ, πότμῳ φονίῳ κατεύνασεν, ὅ ἐστι κατεκοίμισεν, εὐφήμως ἀντὶ τοῦ ἀνεῖλεν, ἡ Ἀφροδίτη δηλονότι: — NAB τοῦ Βάκχου γεννήτριαν: —M g γράφεται καὶ διγόνοιο καθὸ καὶ διθύραμβος λέγεται τῷ δισσῶς τεχθῆναι: —B i συγκεκοιμημένην: —M g δεινὰ γὰρ πάντ ᾳ: ἀπὸ θαυμαστικοῦ ἀρξάμενος καὶ εἰς θαυμαστικὸν κατέκλεισεν, ὥστε θαυμάζων ἄρχεται καὶ θαυμάζων παύεται.
sch Hipp 563 [5] δεινὴ γὰρ ἡ Ἀφροδίτη καὶ πανταχόθεν δίκην μελίσσης προσίπταται, τὰ κάλλιστα τῶν σωμάτων μαραίνουσα: —NAB οἵα τι ς: λείπει ἡ πρός καὶ συνακουστέον τὸ κεντοῦσα: —A g B i σιγήσα τ ’ ὦ γυναῖκε ς: ἔξεισιν ἡ Φαίδρα ταραχώδης, τὴν ἀπάτην τῆς γραὸς αἰσθηθεῖσα.
sch Hipp 565 [5] σιγὴν δὲ αἰτεῖ, πρὸς ἀκρίβειαν πυθέσθαι βουλομένη καὶ αὐτὰς ἀκοῦσαι προτρεπομένη τὰ λεγόμενα πρὸς Ἱππολύτου: —AB ἀνῃρήμεθα πεφονεύμεθα: —M g τί δ ’ ἔστ ι , Φαίδρ α: περὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καταγινόμενος ὁ χορὸς οὐκ ἐπαισθάνεται τῶν τοῦ Ἱππολύτου λόγων, καὶ τοῦτο εἰκότως φυλάξαντος τοῦ τραγικοῦ· περιπαθέστερον γάρ ἐστι ὑπὸ Φαίδρας λεγόμενον: —NAB πρὸς τὰς τοῦ χοροῦ, ἵνα μὴ ἀκούσῃ ὁ Ἱππόλυτος ἔσωθεν: —A τὸ προοίμιόν σου τῶν λόγων κακῶν ἐμφαντικόν ἐστιν: —MB i ἰώ μο ι , αἰα ῖ: πρὸς ὀλίγον ἐν τῇ σκηνῇ σιωπῆς γενομένης, ἀκούσασα τὰ λεγόμενα ἡ Φαίδρα καὶ μὴ ἐνεγκοῦσα τὸ πάθος ἀνέκραγεν.
sch Hipp 569 [5] [ἢ] οἰκονομικῶς γὰρ οὐκ ἐξέβαλεν Ἱππόλυτον, ἀλλὰ προτετραγῴδηκε τῆς Φαίδρας τὴν ἀγωνίαν: —NAB φεῦ ἐμοί: —M g ἔννεπε τίς φοβε ῖ: εἰπὲ, ὦ γύναι, ποῖος οὗτος λόγος εἰσελθὼν εἰς τὰ ὦτά σου ἐπτόησέν σε.
sch Hipp 573 [5] ἢ οὕτως· εἰπέ μοι ποία φήμη καὶ βοὴ ἐφορμήσασα ἐκφοβεῖ σου τὰς φρένας. στικτέον δὲ ἢ εἰς τὸ φρένας ἢ συναπτέον αὐτῷ τὸ ἐπίσσυτο ς. ἑκατέρως γὰρ δύναται ὑποστίζεσθαι: —NAB ἐφορμῶσα: —M g ἐπέρχεται: —M g σὺ παρὰ κλῇθρ α: παραιτεῖται τὴν ἀκοὴν πολλάκις, ἐπεὶ ἔμελλε διαδιδόναι αὐτῇ ἃ ἤκουσεν καὶ ἐκ τούτου πρόξενος αὐτῇ τῆς λύπης γίνεσθαι.
sch Hipp 577 [5] ὁ δὲ νοῦς· σὺ παρὰ κλῆθρα ἵστασο· σοὶ γὰρ μέλει ἡ ἐκ τῶν οἴκων πεμπομένη βοή: —NAB ἐπειδὴ γὰρ καὶ σόν ἐστι τὸ πάθος, σοὶ ἐν φροντίδι ἔστω ἡ πεμπομένη φήμη ἐκ τῶν οἴκων: —NAB i ὁ τῆς φιλίππου παῖ ς: ὁ Ἱππόλυτος ὁ τῆς Ἀμαζόνος παῖς τῆς φιλούσης τοὺς ἵππους βοᾷ ὑβρίζων τὴν δούλην, ἤτοι τὴν τροφόν: —NAB ἰαχὰν μὲν κλύ ω: φωνὴν μὲν ἀκούω, αὐτὰ δὲ τὰ λεγόμενα οὐκ ἔχω σαφῶς εἰπεῖν.
sch Hipp 585 [5] τὸ δὲ ὅπᾳ ἀντὶ τοῦ· ὁπόθεν καὶ ἐκ τίνος εἴη [ἡ βοή]. διὰ τὸ μὴ ἀκούειν τὸν λόγον [τὸ πῶς], οὐδὲ εἰπεῖν δύναται τίς ἐστιν ἡ αἰτία. παραιτεῖται πάλιν 〈τὴν ἀκοὴν〉 οὐ θέλουσα μαρτυρεῖν τῇ δυστυχίᾳ διὰ τῆς αἰσθήσεως τῶν λεγομένων. γράφεται ἰωά ν, ἀντὶ τοῦ φωνήν, παρὰ τὸ ἰέναι καὶ ἀναπέμπεσθαι: —NB g γεγωνεῖν ὅπ ᾳ: γράφεται ὅπα χωρὶς τοῦ ι καί φασι συναίρεσιν εἶναι τοῦ ὁποία: —NB i ἑρμηνεύτριαν: —M g B τί σοι μήσομα ι: βουλεύσομαι μηχανήσομαι: —NA g B g κομματικὴ ἡ διάνοια ὡς ἐν σχετλιάζοντι προσώπῳ λεγομένη: — NA g B i τὸ ἑξῆς· διὰ δ’ ὄλλυσαι πρόδοτος ἐκ φίλων: —A g B i προδοθεῖσα παρὰ τῶν φίλων: —M φίλως μὲ ν , καλῶς δ ’ ο ὔ: προσφιλῶς μὲν ἐμοὶ πρᾶξαι βουλομένη καὶ παντὶ τρόπῳ τοῦτο σκοποῦσα, οὐ μέντοι καλῶς, ἐπεὶ οὐκ ἐστοχάσατο τοῦ μέλλοντος [τὸ τέλος].
sch Hipp 597 [5] μετ’ εὐνοίας μέν, φησὶ, καὶ οὐκ ἐξ ἐπιβουλῆς, ἀσκόπως δὲ καὶ ἀτυχῶς. καὶ ἔστιν ὅμοιον τῇ παροιμίᾳ ‘εὔνοια ἄκαιρος οὐδὲν διαλλάσσει ἔχθρασ‘: —NAB τὰ χαλεπά: —M g οὐκ οἶδα πλὴν ἕ ν: τὸ ἑξῆς· οὐκ οἶδα τῶν νῦν παρόντων πημάτων ἄκος, πλὴν ἓν μόνον, τὸ κατθανεῖν ὅσον τάχος: —NAB ὦ γαῖα μῆτε ρ: ὡς φιλόσοφος τὴν γῆν καὶ τὸν ἥλιον ἐπικαλεῖται προσμαρτυροῦντας χάριν τῶν εἰρημένων.
sch Hipp 601 [5] ἤδη δὲ προτραγῳδήσας ἱκανῶς, [ἐπὶ] τὴν ὀργὴν Ἱππολύτου καὶ τὴν ἱκεσίαν τῆς γραὸς ἐπεξέρχεται, πρότερον ἀρξάμενος ἀπὸ τοῦ τραγικοῦ, δηλαδὴ τῆς ὀργῆς Ἱππολύτου, τὴν δὲ ἐξ ἀρχῆς ἀδολεσχίαν τῆς γραὸς καὶ τὸν ὅρκον ἀποκρυψάμενος. ὡς φιλόσοφος γῆν καὶ ἥλιον ἐπιβοᾷ, ἐπεὶ ἀρχὴ πάντων εἰσὶ, γῆ μὲν πάντων μήτηρ κατὰ Ἡσίοδον [theog. 45. 106. 421. 644], ἥλιος δ’, ἐπεὶ ‘πάντ’ ἐφορᾷ καὶ παντ’ ἐπακούει‘ [λ 109 μ 323]. [Ἀναξαγόρας οὖν τὸν ἥλιον μύδρον ἔφησε καὶ ἐξ αὐτοῦ πάντα γίγνεσθαι, ᾧ ἀκολουθήσας ὁ Εὐριπίδης [Or. 983] χρυσέαν βῶλον αὐτὸν εἴρηκεν]: —NAB ἡλίου τ ’ ἀναπτυχα ί: ὦ ἀκτῖνες, καθὸ τὸ σκότος ἀναπτύσσουσι καὶ ἡμῖν δηλοῦσι τὰ πάντα διὰ τοῦ φωτός: —NA g B οἵων λόγων ἄρρητο ν: οὐκ ἀξίαν τοῦ ῥηθῆναι καὶ ὀνομασθῆναι, ἣν οὐδὲ λόγῳ διεξιέναι καλόν: —NAB ναὶ πρὸς σ έ: ναὶ σίγησον, λίσσομαί σε πρὸς τῆς σῆς δεξιᾶς τῆς καλὸν βραχίονα ἐχούσης: —NAB οὐ μὴ προσοίσεις χεῖρ α: ὡς μυσαττόμενος καὶ τὴν δεξιὰν αὐτῆς τοῦτό φησιν ἢ μᾶλλον φοβούμενος ἁλῶναι ταῖς ἱκεσίαις: — NAB φονεύσῃς: —MM g A g τί δ’ , εἴπερ ὡς φή ς: τί δὲ σιωπῆσαί με θέλεις, εἴπερ ἐκ τῆς 〈σῆσ〉 διανοίας οὐδὲν εἴρηκας κακόν: —NAB ἄλλω ς: ὁρᾷς, φησὶν, ὅτι σκέπεις τῶν εἰρημένων τὴν κακίαν τῇ σιωπῇ, ἐπεὶ εἰ καλόν ἐστι, τί με κωλύεις βοῶντα; ἔστι δὲ ὁ λόγος ἐν ἤθει ἐκ τοῦ ἀντικειμένου· εἰ δὴ μηδὲν εἴρηκας κακὸν, οὐδὲ σὲ ποιῶ κακὸν, ἂν εἴπω: —NAB διὰ τί: —M g ὁ μῦθος ὦ πα ῖ: παραλογίζεται τὸν νέον τῇ μεταθέσει τῶν ὀνομάτων κλέπτουσα τὴν ἀκρόασιν.
sch Hipp 609 [5] δέον γὰρ εἰπεῖν οὐ κακὸς, φησὶν οὐ κοινὸς, οὐ πᾶσιν ὀφείλων ἀνακοινωθῆναι. εἶναι γὰρ μέχρι τινὸς καὶ καλὰ σιωπώμενα: —NAB ὁ μῦθος ὦ πα ῖ: ὁ περὶ γάμων μῦθος οὐκ ὀφείλει λεχθῆναι πᾶσιν: —NA g B καθολικός: —M g τά τοι κά λ ’ ἐν πολλοῖσ ι: δεινότερον αὐτῆς ἀνεῖλε τὴν ἐκ τῶν ὀνομάτων ἀπάτην.
sch Hipp 610 εἰ γὰρ οὐ κοινά, δῆλον ὡς οὐδὲ καλά. τῷ γὰρ δημοτελεῖ τῆς ἐπιδείξεως πλέον δοξάζεται τὸ χρηστόν: —NAB ἡ γλῶσ ς ’ ὀμώμο χ’: οἷον· οὐκ εἰδὼς ὤμοσα.
sch Hipp 612 [10] οὐ γὰρ γνοὺς περὶ τίνος ὀμνύω, ὤμοσα, τὰ δὲ κατὰ ἄγνοιαν τῶν ὅρκων γινόμενα συγγνώμης τυγχάνει παρὰ τῶν θεῶν. οὐ καθολικῶς δὲ τὸ τοιοῦτον, ἀλλὰ νῦν, ἐπείπερ ἡ γραῦς, πρὶν εἰπεῖν τὸ πάθος αὐτῷ καὶ πρὶν εἰς ἔννοιαν ἐλθεῖν αὐτὸν τοῦ ῥηθησομένου, ὅρκον ᾔτησεν τῆς σιωπῆς καὶ τῆς διανοίας μὴ προειδυίας ἐφ’ ᾧ ὤμοσεν, ὤμοσε, φησὶν, ἡ γλῶσσα προπετέστερον καὶ παρὰ γνώμην τῆς φρενός. Ἀριστοφάνης [Ran. 102] καθολικώτερον νοήσας φησὶ τὸν Εὐριπίδην ὑβρίζειν 〈διὰ〉 τῆς γλώσσης τὴν διάνοιαν, ὡς ἂν μὴ τὰ δόξαντα τῇ διανοίᾳ φθεγγομένης. ἄλλως τε φαίνεται διὰ τῶν ἑξῆς τὸ εὐσεβὲς αὐτοῦ φυλάττων φησὶ γὰρ [657] εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφρακτος ηὑρέθη ν, ὥστε μηδὲ δόκησιν αὐτῷ ἐπιορκίας προσάπτειν: —NAB σύγγνωθι, φησὶν, ἐπὶ τῇ ἀνομίᾳ τοῦ λόγου.
sch Hipp 615 [5] εἰκὸς γὰρ ἀνθρώπους ὄντας ἁμαρτάνειν, καὶ πέφυκε τὸ τῆς θνητῆς φύσεως ἁλίσκεσθαι τοῖς ἁμαρτήμασιν: —NAB ἄλλω ς: διὰ τῆς κοινῆς προπετείας ἀπολύεται τῶν ἰδίων πλημμελημάτων τὴν ἀκολασίαν: —NAB ὦ Ζε ῦ: λοιπὸν καταστατικώτερον τὴν γυναικείαν διαβάλλει φύσιν, ἀναφέρων τὸ προοίμιον ἐπὶ τὴν τοῦ κρείσσονος † νόσον.
sch Hipp 616 [5] φιλοσοφώτερον δὲ τὴν ἀντίθεσιν λύει, τὴν ἀρχὴν ἀξιῶν μὴ ὑπὸ ἀφροδισιασμῶν παῖδας γίνεσθαι. ὁ δὲ νοῦς· διὰ τὶ, φησὶν, εἰς τὸ φῶς τοῦ ἡλίου τὰς γυναῖκας ἀδόκιμον κακὸν τοῖς ἀνθρώποις κατῴκισας. κίβδηλον τὸ μηδὲ δοκιμασίας δεόμενον, ἀλλὰ προφανῶς δεινόν: — τὸ ἄχρηστον καὶ κακόν: —M g εἰ γὰρ βρότειο ν: εἰ γὰρ ἤθελες εἶναι γένος τοῖς ἀνθρώποις, ὤφειλες ποιῆσαι μὴ ἀπὸ γυναικῶν αὐτὸ εἶναι, ἀλλ’ ἕκαστον διδόναι ἢ χρυσὸν ἢ χαλκὸν ἐν τοῖς ναοῖς καὶ οὕτως ἀγοράζειν: —NAB ἀλ λ ’ ἀντιθέντα ς: ἤτοι ἀνατιθέντας, εἰς σημεῖον τοῦ γενέσθαι τὴν αἴτησιν.
sch Hipp 620 ἀτόπως δὲ ταῦτα. οἱ γὰρ πένητες οὐκ ἂν ἐκτήσαντο παῖδας: —NAB τῆ ς , ἀξίας ἕκαστο ν: ἄμεινον τὴν ἀξίαν ἐπὶ τῆς φύσεως ἀκούειν, ὅπως χρηστός τις ὢν χρηστοῦ τύχῃ καὶ πάλιν τοὐναντίον, ἵνα τὸ μὲν ἀνάθημα τῆς αἰτήσεως ἕνεκα διδῷτο, τὸ δὲ βρέφος πρὸς τὴν φύσιν τοῦ αἰτοῦντος.
sch Hipp 623 [10] τινὲς δὲ ἐπὶ τῆς ἀξίας τοῦ ἀναθήματος καὶ τιμήματος. βέλτιον δὲ τὸ πρῶτον, οἷον· ἐάν τις ᾖ ἀγαθὸς τοῖς τρόποις καὶ τοῖς ἐπιτηδεύμασιν, ἵνα καὶ τοῦ υἱοῦ ἀξίου τῶν ἔργων καὶ ὁμοίου μεταλάβοι, καὶ πάλιν τοὐναντίον, ἐὰν ὑπάρχῃ χείρων, ἀξίου καὶ τοῦ παιδὸς τύχοι: —NAB οἰκειοτάτη τῷ προσώπῳ ἡ γυμνασία, πῶς [γὰρ] ἂν ἀφροδισιασμῶν χωρὶς ἡ φύσις συνίσταιτο: —NAB i ναίειν ἐλευθέροισι ν: χαριέστατα τὸν εὐτυχοῦντα τῆς ἀπουσίας τῶν γυναικῶν οἶκον ἐλεύθερον εἶπεν: —AB i νῦν δ ’ ἐς δόμους μέ ν: ἕδνα παρέχοντες δαπάνην ἀγοράζομεν.
sch Hipp 625 [5] ἕδνα ὑπὲρ τῆς μνηστείας καὶ πρὸ τῆς πείρας τοῦ κακοῦ κατατιθέμεθα ὥσπερ αὐθαίρετον τὸ κακὸν ἐπισπώμενοι. δύναται δὲ τὸ πρῶτον καὶ ὡς ἐν τάξει διηγήσεως λαμβάνεσθαι· πρῶτον μὲν τὴν οὐσίαν ὑπὲρ κακοῦ δίδομεν. προκατασκευάσας δὲ λογισμὸν οἰκειότατον τῷ προσώπῳ, λοιπὸν κατατρέχει καὶ [ἐπὶ τὴν διαβολὴν] τῆς γυναικείας φύσεως. ἔδει γὰρ πρῶτον λογισμῷ τινι ἀναιρῆσαι τὸ εἶναι αὐτὰς, εἶθ’ οὕτως ἄρξασθαι τῶν διαβολῶν. τὸ δὲ ἑξῆς ἄριστα ὡς ἐκ συγκρίσεως ἐπιφέρεται: —NAB ἀποδίδομεν παρέχομεν: —M g τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγ α: δηλονότι ἐν τῷ τὸν πατέρα φερνὰς διδόναι πρὸς τὸ ἀπατῆσαί τινα.
sch Hipp 627 ἀτηρόν δὲ ἐπιζήμιον, ἐπιβλαβὲς, ἀπάτης τοῖς ἀνθρώποις παραίτιον: —N προσθεὶς γὰρ ὁ σπείρα ς: ὁ δὲ τεκὼν αὐτὴν καὶ ἀναθρέψας προσδίδωσι προῖκα ὥστε ἀπαλλαγῆναι αὐτὸν τοῦ κακοῦ καὶ οὐδὲ τὴν φύσιν τῆς παιδοποιΐας εἰς αὐτὴν σῴζει ὁ πατὴρ τὴν ἀπαλλαγὴν ἀντὶ τῆς φιλοστοργίας τῆς παιδὸς ἀντικαταλλασσόμενος: —AB προῖκα: —M g γράφεται ἀτηρὸν ἐν δόμοις κακό ν: —M g ἐπιζήμιον ἐπιβλαβές.
sch Hipp 630 ἄτης, ἢ βλάβης, παρεκτικόν: —B i ὡς ἀνδριάντι ἀναυδήτῳ κόσμον περιβαλών: —M προστιθεὶς ἀγάλματ ι: πᾶν ἐφ’ ᾧ τις ἀγάλλεται.
sch Hipp 631 ἀγάλλεται δὲ καὶ ὁ ἀνὴρ ἐπὶ τῷ γάμῳ. ὡς ἀνδριάντι ἀναισθήτῳ τιμὰς περιάπτων. λείπει δὲ τὸ ὡς, ὡς ἀγάλματι: —NAB καλὸν κακίστ ῳ: τουτέστι τὸν χρυσὸν τῷ κακίστῳ γυναικείῳ φυτῷ προστιθεὶς ὡς ἀγάλματι χαίρει: —AB ἔχει δ ’ ἀνάγκη ν: ταῦτα διεξέρχεται πάντη τὸ περὶ τὴν γυναῖκα μοχθηρὸν ἀποδεικνὺς, ὡς μὴ μόνον τὸ πρὸς ταύτην σκοπεῖν, ἀλλὰ καὶ τοὺς γαμβροὺς εἰ καλῶς σχοίη.
sch Hipp 634 [10] διπλῆ δέ ἐστι πρὸς τὴν στιγμὴν ἡ ἀνάγνωσις. τινὲς γὰρ οὕτως· εἰ δὲ κακὸν λάβοι τὸ λέχος, γαμβροὺς δὲ χρηστούς, ἀναγκάζεται στέργειν αὐτὴν, ἐκείνοις τὰ κεχαρισμένα πράττειν θέλων. τινὲς δὲ [οὕτως] στίζουσιν εἰς τὸ ἔχει δ ’ ἀνάγκη ν, ἵν’ ᾖ οὕτως· πάντῃ τε καὶ πάντως ὁ γαμήσας ἐλεύθερος εἶναι οὐ δύναται, ἀλλὰ τὸ ἀναγκάζον καὶ καταδουλοῦν αὐτὸν ἔχει. ἐὰν μὲν γὰρ κακῆς τύχῃ γυναικός, ἀναγκάζεται στέργειν αὐτὴν τῶν γαμβρῶν ἕνεκα καλῶν ὄντων· ἢ δι’ ἐκείνην ἀναγκάζεται ἀπολαύειν γαμβρῶν ἀχρήστων: —NAB σῴζεται πικρὸν λέχο ς: ἀντὶ τοῦ σῴζει.
sch Hipp 635 γαμβροῖς δὲ τοῖς πενθεροῖς λέγει, συγχέων τῆς ὀνομασίας τὸ ἀκριβές. ἐν μέντοι τῷ πενθεροὺς δ ’ ἀνωφελεῖς ὑγιῶς κέχρηται: —NAB κομίζεται λαμβάνει: —M g μᾶλλον δὲ μήτε πενθεροὶ χρηστοὶ μήτε γυνὴ χρηστὴ ἀλλ’ εὐήθης ὑπάρχοι γυνή.
sch Hipp 638 [5] τοῦτο γὰρ συμφέρει: —M ῥᾷστο ν: βέλτιον δὲ μήτε πενθερὸν χρηστὸν μήτε γυναῖκα χρηστὴν ἔχειν: —NAB ἄλλω ς: ὠφελιμώτερόν ἐστι, φησὶν, ᾧτινι τὸ μηδὲν οὖσα πρὸς σύνεσιν γυνὴ ἀλλ’ ἀνωφελὴς τῇ εὐηθείᾳ ἵδρυται. ὡς ἐπὶ ἀνδριάντος δὲ τὸ ἵδρυτα ι, οὐκ ἔργοις, ἀλλὰ θέᾳ τέρποντος τὸν κεκτημένον: —NAB συμφέρον: —M g τὸ γὰρ πανοῦργον καὶ φιλάργυρον πρὸς πορνείαν ἐν ταῖς σοφαῖς γυναιξὶ πλεῖον ἡ Κύπρις ἐμφύει.
sch Hipp 642 [5] αἱ γὰρ μεγαλόφρονες πολύτολμοι γενόμεναι, εὐέμπτωτοί εἰσιν εἰς τὸ ἁμαρτάνειν, ἡ δὲ ἀποροῦσα καὶ ἀνόητος διὰ τὸ βραχὺ τῆς γνώμης καὶ ἄδολον τὴν πορνείαν ἀφῄρηται, τουτέστιν οὐχ ἁμαρτάνει: —NAB μωρίαν ἀφῃρέθ η: τῆς πορνείας ἀπεστερήθη.
sch Hipp 644 μωρίαν. γὰρ τὴν πορνείαν φησίν, ὅθεν καὶ σινάμωρος ὁ πόρνος. αὕτη γὰρ σκέπειν οὐκ ἔχουσα τὸ πλημμέλημα προφάσει κερδαίνει τὴν σωφροσύνην: —NAB χρῆν δ ’ εἰς γυναῖκα ς: ἤδη διεξελθὼν ὡς εἰσὶν αἱ γυναῖκες πάντων πρόξενοι τῶν κακῶν, λοιπὸν ἐπὶ τὴν διοίκησιν καὶ χρῆσιν αὐτῶν μεταβαίνει 〈καὶ〉 τὸ πῶς ἔδει τὴν κακουργίαν αὐτῶν νικᾶν τοὺς ἄνδρας.
sch Hipp 645 [5] ἔδει, φησὶ, τοὺς ἄνδρας ἀντὶ διακόνων θηρία αὐταῖς συνοικίζειν, ἵνα κἂν τῇ ἀπορίᾳ τῆς διακονίας νικῶσι τὴν κακίαν τῆς φύσεως. τοῦτο δὲ μάλιστα πρὸς τὸ παράφορον εἴρηκεν. δάκη δὲ ἢ περιφραστικῶς τὰ θηρία ἢ τὰ ἔκγονα τῶν θηρίων: —NAB νῦν δ ’ αἱ μὲν ἔνδο ν: αἱ μὲν δέσποιναι αὐτῶν ἔνδον μηχανῶνται τὰ κακὰ, αἱ δὲ δοῦλαι σημαίνουσι τοῖς φίλοις αὐτῶν: —AB ὡς καὶ σύ γ ’ ἡμῖ ν: ἀντὶ τοῦ ἐπεί.
sch Hipp 651 τὸ ἑξῆς· ὁπότε καὶ σὺ, κάρα κακὸν, τῶν ἀθίκτων λέκτρων τοῦ πατρὸς εἰς συναλλαγὰς ἡμῖν ἦλθες: —NAB γράφεται εἰ καὶ σύ γ’, ἀντὶ τοῦ ἐπεί: —B i ἀθίκτω ν: ὧν οὐδένα θιγεῖν ἄξιον, μήτι γε ἡμᾶς τοὺς παῖδας: —NA g B i ἁγὼ ῥυτοῖ ς: ἅπερ, ἤτοι τὰ εἰρημένα, ἐγὼ ἀποκαθαρθήσομαι ῥευστικοῖς ὕδασι.
sch Hipp 653 ταῦτα γὰρ μάλιστα, 〈ὅτι〉 τῶν ἱσταμένων διαυγέστερα τυγχάνουσιν: —NAB εἰς ὦτα κλύζω ν: ἐκκλυζόμενος τὰ ὦτα, δι’ ὧν μετέλαβον τῆς ἀνομίας.
sch Hipp 654 πῶς οὖν μέλλω ἐξαμαρτεῖν πεισθείς σοι: —NAB εὖ δ ’ ἴσθ ι: οὐκ ἔστι φορτικὸς ὁ λόγος, ἀλλὰ μᾶλλον τῆς ὑποψίας τοῦ ἁμαρτήματος θεραπευτικός.
sch Hipp 656 [5] ἢ τάχα προτραγῳδεῖ τὸ πάθος, 〈τὸν〉 τοιοῦτον μικρὸν ὕστερον ἐπὶ καταγνώσει μοιχείας ποιῶν κατηγορούμενον: —NAB † Ἀριστοτέλης φησὶν δίκαιον καὶ ὅσιον διαφέρειν, δίκαιον λέγων τὸ εἰς ἀνθρώπους, ὅσιον δὲ τὸ εἰς θεούς. Τζέτζης δέ φησιν διαφέρειν ὅσιον δίκαιον εὐσεβές, δίκαιον εἰς ζῶντας ἀνθρώπους, εὐσεβὲς εἰς θεούς, ὅσιον εἰς νεκρούς· ὅθεν καὶ 〈ὁσία〉 ἡ ταφή: —A man. recentiss. εἰ μὴ γὰρ ὅρκοις θεῶ ν: ἀντὶ τοῦ· εἰ ἐλήφθην [καὶ εὑρέθην] ἀπεριφύλακτος εἰς τὴν κατὰ σοῦ κόλασιν.
sch Hipp 657 [5] τὸ δὲ μή καὶ οὐ μίαν κατάθεσιν ποιοῦσιν ὥστε τὸ ἓν ἐξήρκει εἰπεῖν, ἵν’ ᾖ· οὐκ ἄν ποτε ἀπεσχόμην τοῦ εἰπεῖν: —NAB περιπεφραγμένος συνδεδεμένος: —M γράφεται καὶ πατρ ί: —M νῦν δ ’ ἐκ δόμω ν: ἤτοι διὰ τὸ μὴ μετασχεῖν τοῦ μύσους αὐταῖς, ἢ διὰ τὸ δεδοικέναι τινὰ ἐξ αὐτῶν ἐπιβουλήν.
sch Hipp 659 [5] ἄλλως τε καὶ ὁ ποιητὴς οἰκονομικώτατα ἐξεργάζεται, διὰ τῆς τοῦ Ἱππολύτου ἀπουσίας ἐξουσίαν διδοὺς τῇ Φαίδρᾳ ἐργάσασθαι τὴν ἀγχόνην καὶ τὴν διαβολὴν αὐτοῦ τὴν διὰ τῶν γραμμάτων, ἵνα ἡ δέλτος καὶ ἡ τοῦ Ἱππολύτου ἐρημία πιστώσηται τὴν κατηγορίαν τῆς μοιχείας: —NAB ἕως οὖν ἐστιν ὁ ἐμὸς πατὴρ ἔκδημος, κἀγὼ ἄπειμι, ὅ ἐστιν ὑποχωρήσω: —M σιγᾷ δ ’ ἕξομαι στόμ α: τῇ σιγῇ τὸ στόμα καθέξομαι: —NB i θεάσομαι δ έ: συνεπιστὰς δὲ τῷ πατρὶ θεάσομαι ποίοις ὄμμασιν αὐτὸν προσβλέψετε ὑπὸ τῆς συνειδήσεως μὴ καταπληττόμεναι: —NAB τῆς σῆς δὲ τόλμη ς: καὶ πάντως τότε τὸ ἀναιδές σου καὶ τολμηρὸν διαγνώσομαι, πεπειραμένος αὐτῆς ἤδη καὶ διὰ τῶν παρόντων: —B πεῖραν λαβὼν γινώσκω σε: —M μισῶν δ ’ οὔπο τ ’ ἐμπλησθήσομα ι: οὐδαμῶς χορτασθήσομαι κακῶς λέγων τὰς γυναῖκας: —NB οὐδ’ ἄν μοι εἴπῃ τις ‘τοῦτ’ ἐστὶν ὀνειδίσαι‘ διὰ τὸ ἀεὶ αὐτὰς λέγειν κακῶς: —M οὐ δ ’ εἰ φησί τίς μ’: οὐδ’ εἰ λέγοι μέ τις εἶναι κατὰ φύσιν φιλαπεχθήμονα πρὸς αὐτάς.
sch Hipp 665 [5] οὐ γὰρ ἐκ παρέργου, φησὶ, τὰς κατηγορίας 〈ποιοῦμαι〉, τῷ συνεχεῖ δὲ τῶν πλημμελημάτων ὑπόθεσις γίνονται τοῖς κατηγόροις: —NAB τάλανες ὦ κακοτυχεῖ ς: ἀπὸ κοινοῦ πάλιν ἀτυχήματος πειρᾶται παραμυθεῖσθαι τὸ πταῖσμα.
sch Hipp 668 [5] ὁ δὲ λόγος· τίνα νῦν ἢ τέχνην ἢ λόγον ἔχομεν πορίσασθαι, δι’ οὗ δυνησόμεθα σφαλεῖσαι τῆς ἐλπίδος τὸν δεσμὸν τῶν ἐγκλημάτων ἀπολύσασθαι τὸν δεθησόμενον καθ’ ἡμῶν ὑπὸ τοῦ Ἱππολύτου, ὅταν ἔλθῃ ὁ Θησεύς: —NAB τίνα νῦν τέχνα ν: τουτέστι· πῶς καθ’ ἕκαστον δεσμὸν κατηγορίας ἀπολυσόμεθα τὰ ἐγκλήματα τοῦ Ἱππολύτου, σφαλεῖσαι τῆς ἐλπίδος δι’ ἧς προσεδοκῶμεν πεῖσαι αὐτὸν ἐπὶ τὴν ἁμαρτίαν: —NAB καθάμμα λύσει ν: παρὰ τὴν παροιμίαν ἥτις ἐστίν· οὐχ ἅμμα λύεις.
sch Hipp 671 [20] εἴρηται δὲ ἀπὸ τοιαύτης αἰτίας. τοῖς Φρυξὶ λόγιον ἐδόθη ἐκεῖνον βασιλεύσειν τῆς Ἀσίας, ὃς ἂν τῆς ἀπήνης λύσῃ τὸν δεσμὸν τῆς κομισάσης Μίδαν εἰς Φρυγίαν [ὃς ἦν ἀμπέλινος, ᾧ συνεδέδετο ὁ ζυγὸς καὶ ὁ ῥυμός]. λέγεται δὲ Ἀλέξανδρον διαλῦσαι, ἐξελόντα τὸν ἔμβολον ᾧ κατείχετο ὁ ῥυμὸς, ἢ τῷ ἐγχειριδίῳ ἀποτεμόντα, μετὰ τὴν ἐπὶ Γρανίκῳ μάχην. [γέγονε δὲ ὁ Ἀλέξανδρος μετὰ τοὺς Εὐριπίδους χρόνους]. παροιμιῶδες οὖν ἐστιν ἐπὶ τῶν δύσλυτόν τι ἐπιχειρούντων λῦσαι. ** Μαρσύας δὲ ὁ νεώτερος ἐν τῇ πρώτῃ τῶν Μακεδονικῶν ἱστοριῶν [frg. 1] φησιν οὕτως· ‘τῆς δὲ ἁμάξης λέγεται τὸν ζυγὸν τῷ ῥυμῷ προσδεδέσθαι κλήματι ἀμπελίνῳ‘. ἔστι δὲ λόγιον· ὃς ἂν τὸν δεσμὸν τοῦτον λύσῃ, βασιλεύσει τῆς Ἀσίας. Ἀλέξανδρον δέ φασι τὸν Μακεδόνων βασιλέα λῦσαι αὐτόν. ὃς διαβὰς 〈εἰσ〉 τὴν Ἀσίαν τὴν ἐπὶ Γρανίκῳ μάχην ἐνίκησε καὶ παρεγένετο ἐπὶ τὸν τόπον. ὡς δὲ οὐκ ἠδύνατο εὑρεῖν τὴν ἀρχὴν τοῦ δεσμοῦ ποῦ κατέκειτο, οἱ μὲν λέγουσι τῷ ἐγχειριδίῳ διακόψαι αὐτὸν τὸν δεσμὸν καὶ ταύτην 〈εἰπεῖν〉 εἶναι τὴν λύσιν· οἱ δὲ ὡς τὸν ἔμβολον ἐξέλοι ᾧ συνείχετο ὁ ζυγὸς πρὸς τῷ ῥυμῷ, περιειλημμένον δὲ εἶναι καὶ τοῦτον κλήματι· τούτου δὲ ἐξαιρεθέντος καὶ τοῦ δεσμοῦ χαλάσαντος, οὕτως λυθῆναι καὶ τὸν δεσμὸν τοῦ ῥυμοῦ: —NAB ἐτύχομεν δίκα ς · ὦ γ ᾶ: ἀντὶ τοῦ· τιμωρίαν παρὰ θεοῦ ἐλάβομεν.
sch Hipp 672 [10] τὸ δὲ κομματικὸν τῆς διανοίας ἐκτόπως ὑπέγραψε τὴν ἀπορίαν τῆς συμφορᾶς: —NB i ἐτύχομεν δίκα ς: μετάγεται πάλιν ἡ σκηνὴ εἰς θάτερον μέρος, τουτέστιν ἐπὶ τὴν τῆς Φαίδρας ἀγωνίαν καὶ τοῦ χοροῦ συμπάθειαν, τραγικώτατα εἰς ἄλλον οἶκτον μετιόντος πάλιν τοῦ ποιητοῦ. ἄριστα δὲ τὴν ὑπερβολὴν τῆς συμφορᾶς μιμεῖται αὐτὸ τὸ πάθος διεξιὼν, ὅπερ εἰώθασι πολλάκις ποιεῖν ἀξίων ἀποροῦντες θρήνων. δικαίως, φησὶν, ἐτιμωρήθημεν καὶ τῆς ἀξίας δίκης ἐτύχομεν. πάλιν δὲ τὴν γῆν καὶ τὸ φῶς ἐπικαλεῖται, ὡς ἂν ἀρχικώτατα στοιχεῖα· καθὼς καὶ ἄνω φησὶν [601] ὦ γαῖα μῆτερ ἡλίου τ ’ ἀναπτυχα ί: —NAB 〈πῶς ποτε〉 ἐκφύγω τὰς παρούσας τύχας: —M ἀρωγό ς: φανείη δηλονότι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —B i παρὸν δυσεκπέρατο ν: ἢ ἐν ὑπερβατῷ, ἵν’ ᾖ οὕτως· τὸ γὰρ παρόν μοι δυστύχημα τοῦ βίου δυσεκπέρατόν ἐστιν.
sch Hipp 678 [5] ἢ οὕτως· τὸ γὰρ νῦν παρὸν πάθος παντὸς τοῦ βίου καὶ τῶν ἐν αὐτῷ συμφορῶν δυσεκφευκτότατον καθέστηκεν. ἢ οὕτως· τὸ γὰρ παρὸν πάθος δυσκόλως ἄν μοι περάσαι τὸν βίον καὶ δυσχερῶς ἂν αὐτὸ φύγοιμι: —MAB φεῦ φε ῦ: προϊούσης τῆς τροφοῦ κατηφοῦς ὁ χορός φησι, πάλιν δὲ κομματικός ἐστιν ὁ λόγος.
sch Hipp 680 [5] καὶ ἐπὶ τοῦ πέπρακται δεῖ στίζειν· οὕτω γὰρ ἁρμόσει τοῖς ἑξῆς. τὸ δὲ κοὐ κατώρθωνται τέχναι ἀντὶ τοῦ· οὐδὲν τοῦ πράγματος κατώρθωσαν αἱ τέχναι τῆς δούλης, ἀλλὰ καὶ κατέστρεψαν: —AB Ζεύς ς ’ ὁ γεννήτω ρ: Εὐρώπης γὰρ καὶ Διὸς ὁ Μίνως.
sch Hipp 683 ὁ Ζεύς σε, φησὶν, ἐκριζώσειε καὶ παντελῶς ἀπολέσειεν: —AB οὐτάσας πυρ ί: ἀντὶ τοῦ βαλὼν τῷ κεραυνῷ.
sch Hipp 684 οἱ δὲ νεώτεροι οὐκ ἴσασι τὴν διαφορὰν τοῦ οὐτάσαι καὶ βαλεῖν. Ὅμηρος δὲ οὐτάσαι μὲν τὸ ἐκ χειρὸς καὶ ἐκ τοῦ σύνεγγυς τρῶσαι, βαλεῖν δὲ τὸ πόρρωθεν: —AB σιγᾶν ἐ φ ’ οἷσι νῦ ν: ἐλεγκτικὸν τὸ ἦθος.
sch Hipp 686 τὸ δὲ ἑξῆς οὕτως· οὐκ εἶπον σιγᾶν ἐφ’ οἷς κακῶς διάγω καὶ νοσηλεύομαι, τουτέστι τὸν ἔρωτα; ὁ δὲ νοῦς· οὐχὶ τὸ προπετὲς τῆς διανοίας προνοουμένη ἐκέλευον σιωπᾶν καὶ μὴ ἐκφαίνειν τὴν ἐμὴν ἐρωτικὴν κάκωσιν: —AB διὰ τοῦτο γὰρ οὐκ εὔδοξοι γεγόναμεν· ἐπειδὴ οὐκ ἤκουσάς μου: —B i ἐπινοιῶν καὶ μηχανημάτων χρεία ἐστίν: —B i ἠκονημένος ὑπὸ τῆς ὀργῆς: —M ἀντὶ τοῦ ὀργισθείς: —M g ὄλοιο καὶ σὺ χὥστι ς: γνωμικώτερόν πως ἐπάγει τὴν κατάραν.
sch Hipp 693 [5] ἀπόλοιο, φησὶ, παρὰ γνώμην μου εὐεργετῆσαί με θελήσασα, καὶ πᾶς ἄλλος ταὐτά σοι δρῶν καὶ προθυμούμενος ἄκοντας τοὺς φίλους μὴ καλῶς εὐεργετεῖν. ἄντικρυς δὲ ἐλέγχων τὸ ψευδώνυμον τῆς τοιαύτης εὐεργεσίας 〈τὸ〉 μὴ καλῶς προσέθηκεν. οὐ γὰρ οἶδε φύσις κἂν ἐξ εὐεργετήματος ἀνάγκην ἐπιδέχεσθαι, εἴγε τὰς χρείας καταθυμίους δεῖ ποιεῖσθαι: —AB δέσποι ν’ , ἔχεις μέ ν: καταδέχεται τὴν ἐξ αὐτῆς μέμψιν, ἵνα οὕτως καὶ αὕτη τὴν τοῦ σφάλματος ἀπολογίαν καταδέξηται.
sch Hipp 695 [10] ἑξῆς δὲ πάλιν εἰς εὔνοιαν αὐτὴν προάγειν βούλεται, τὸν σκοπὸν τῆς μηνύσεως καθ’ ὃν γεγένηται λέγουσα. τὸ δὲ ἑξῆς οὕτως· ἔχεις μὲν δικαίως τὰ ἐμὰ πταίσματα μέμψασθαι. παραιρεῖται γάρ σου τὸ λογιστικὸν ἡ λύπη καὶ τὴν αἰτίαν τοῦ πταίσματος γινώσκειν οὐ συγχωρεῖ σοι. ἀναιτία γὰρ ἐγώ εἰμι τῆς συμφορᾶς. ὁ δὲ νοῦς· ἔχεις μὲν μέμψασθαι τὰ ἐμὰ κακὰ, δέσποινα· τὸ γὰρ λυποῦν σε κρατεῖ, ὅθεν μέμφῃ μοι. εἰ γὰρ μὴ ἐγένετο, οὐκ ἂν ἐμέμφου, ἀλλ’ ἐπῄνεις. ὅθεν ἐπιφέρει πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθ α. ἡ μὲν κατασκευὴ τοῦ λογισμοῦ τῆς εὐνοίας ἀπόδειξις, ἡ δὲ τῆς ἀποτυχίας δυσχέρεια τῆς τύχης κατηγόρημα: —AB τὸ δάκνον σου τὴν φρένα νικᾷ: —M ἡ γὰρ λύπη τὸ διαλογιστικόν σου νικᾷ: —B i εἰ δ ’ εὖ γ ’ ἔπραξ α: εἰ καλῶς, φησὶν, ἔπραξα καὶ μὴ ἐσφάλην τῆς ἐλπίδος, ἐθαυμάζετ’ 〈ἂν〉 μου τὸ βούλευμα.
sch Hipp 700 οὐκ ἄρα ἡ ἐμή σε βουλὴ ἠδίκησεν, ἀλλ’ ἡ τύχη. εἰ γὰρ καλῶς ἀπέβη τὸ πρᾶγμα, ἔλεγες ἂν ὅτι οὐκ ἔστιν ἄλλη κρείττων τῆς τροφοῦ: —AB πρὸς τὰς ἀποβάσεις τῆς τύχης ἔχομεν τὰς φρένας.
sch Hipp 701 ἐν ὀρ〈γῇ ταῦ〉τα λέγει. ἀρνεῖται ............: —M ἦ γὰρ δίκαια ταῦτ α: ὀργίζεται καλῶς ἐπὶ τῷ καὶ ἀπολογίαν ἐθέλειν σοφίσασθαι.
sch Hipp 702 [5] ἆρα οὖν, φησὶ, δίκαιόν ἐστι τοῦτο καὶ οὐχὶ φανερῶς ἄτοπον, τὸ καὶ ἐθέλειν σε ἰσολογεῖν μοι καὶ ἐκ τῶν ἴσων ἀμφισβητεῖν, τρώσασάν με. ἐξαρκοῦντα δέ μοί ἐστιν ἤγουν ἱκανὰ πρὸς θεραπείαν τῆς βλάβης: —AB εἰς ταὐτὸ συνιέναι καὶ ἐκ τοῦ ἴσου ἁμιλλᾶσθαι: —B i μακρηγοροῦμε ν: μάτην φλυαροῦμεν καὶ ἐπεκτείνομεν τὸν λόγον ἐπὶ τοῖς ἤδη πραχθεῖσιν: —AB οὐκ ἐσωφρόνουν ἐγ ώ: ὁμολογεῖ τὸ ἁμάρτημα, ἐπεὶ εἶδεν αὐτὴν πρὸς τὴν ἀπολογίαν δυσχεραίνουσαν.
sch Hipp 704 [5] ὁμολογῶ, φησὶ, τὸ πρότερον πταῖσμα οὐκ ἐκ τύχης, ἀλλ’ ἐξ ἐμῆς ἀνοίας γεγενημένον: —AB ὑμεῖς δὲ παῖδε ς: μεταστρέφει τὸν λόγον πρὸς τὰς γυναῖκας τοῦ χοροῦ: —AB ὄμνυμι σεμνή ν: οἰκονομικῶς ὁ χορὸς σιωπὴν ἐπαγγέλλεται.
sch Hipp 713 λύοιτο γὰρ ἂν τὰ τῆς ὑποθέσεως: —NAB ἓν δὲ προτρέπου ς ’ ἐγ ώ: ζητοῦσα.
sch Hipp 715 μετατρέπουσα καὶ πολλὰ δοκιμάζουσα καὶ εἰς πολλὰ μεταφέρουσά μου τὴν γνώμην, ἓν μόνον ἴαμα τῆς συμφορᾶς εὗρον: —NAB ἐρευνῶσα πολυπραγμονοῦσα βουλευομένη: —M περιποιήσασθαι τοῖς ἐμοῖς τέκνοις δόξαν: —B i οὐ γάρ πο τ ’ αἰσχυνῶ γ ε: ὅτι Μίνως βασιλεὺς τῶν Κρητῶν ἐγένετο πατὴρ αὐτῆς.
sch Hipp 719 καὶ διὰ τοῦτο Κρησίους δόμους λέγει: — NAB αἰσχροῖς ἐ π ’ ἔργοι ς: ἀντιδιασταλτικῶς τὸ μιᾶς εἶπεν· ἐγὼ γὰρ τῆς μιᾶς μου ψυχῆς καταφρονήσασα πολλὰς ἑτέρας διασώσω, τὰς τῶν οἰκείων δηλονότι, ῥυσαμένη τῆς αἰσχύνης.
sch Hipp 721 οὐχ ὑπερτιμήσω οὖν τὴν μίαν ψυχὴν τῆς αἰσχύνης τῶν πολλῶν: —NAB καὶ σύ γ ’ εὖ με νουθέτε ι: ἀπειλητικώτερον εἴρηται ὁ λόγος, ὡς εἰ ἔλεγε· μὴ καὶ σὺ ζήλου τῆς τροφοῦ τὴν παραίνεσιν μηδὲ τὰ αὐτὰ ἐκείνῃ νουθετήσῃς με, ἅ ἐστιν ἐπιζήμια καὶ φαῦλα, ἀλλὰ πρὸς τὸ συμφέρον με νουθέτει: —NAB ἀτὰρ κακόν γε χἀτέρ ῳ: καὶ δὴ ἀποθανοῦσα κακὸν γενήσομαι καὶ ἄλλῳ, ἀντὶ τοῦ τῷ Ἱππολύτῳ, ἵν’ εἰδῇ, κοινῇ ταύτης μοι μετασχὼν τῆς νόσου, μετριάζειν καὶ μὴ ὑψηλοφρονεῖν ἐπὶ ταῖς ἑτέρων δυστυχίαις: —NAB ἠλιβάτοι ς: ἀντὶ τοῦ βαθυτάτοις.
sch Hipp 732 [5] ἠλίβατον γὰρ οὐ μόνον τὸ ὑψηλόν, ἀλλὰ καὶ τὸ βαθὺ, οὗ ἐστιν ἀλιτεῖν τῆς βάσεως. κευθμῶσι δὲ ἐρήμοις τόποις, κεκρυμμένοις, πάσης ξυντυχίας ἀνθρώπων χωρίς. ἀφανισμὸν δὲ καὶ μεταβολὴν τῆς φύσεως ἐπεύχεται ἑαυτῷ ὁ χορὸς ἤτοι πρὸς τὸ ἄπειρος γενέσθαι τῶν ἐπικαταληψομένων συμφορῶν ἢ πρὸς τὸ μὴ καταναγκασθῆναι ψευδομαρτυρεῖν κατὰ Ἱππολύτου. ἢ, ὅπερ ἄμεινον, καταγνοῦσα τῆς ἀνθρωπίνης φύσεως καὶ ταῦτα διὰ τῶν παρόντων κακῶν ἄριστα παιδευθεῖσα, ὄρνις εὔχεται εἶναι πρὸς τὸ μηδὲ συντυχίας ἢ θέας ἀπολαύειν ἀνθρώπων. τοῦτο γὰρ τὸ ζῷον καθαρώτατόν ἐστι παρὰ πάντα· διὸ καὶ ἕκαστον αὐτῶν θεοῖς ἀνάκειται. καὶ τῇ πτήσει μᾶλλον τῶν ἄλλων ζῴων ἐκτοπίζεσθαι τῶν ἀνθρώπων δύναται ὡς καὶ ἐν ἐρημίᾳ ἀνθρώπου ἐπιστάντος ἀνίπτασθαι καὶ νικᾶν τῇ πτήσει τὴν τούτου θέαν: —NAB γενοίμην, φησὶν, ὄρνις, ᾗ εἴη δυνατὸν καὶ πελάγη διίπτασθαι, καὶ ἀρθείην καὶ μετεωρισθείην ἐπὶ τὸ θαλάττιον κῦμα τὸ τῆς Ἀδρίου ἀκτῆς καὶ ἐπὶ τὸ τοῦ Ἠριδανοῦ ὕδωρ: —M ἵνα με πτεροῦσσαν ὄρνι ν: πτεροῦσσάν με ὄρνιν θείη θεὸς, ἵνα γενοίμην ἐν ἠλιβάτοις κευθμῶσι καὶ πλεῖστον ἄποπτος εἴην ἀνθρωπίνου γένους.
sch Hipp 733 [15] ὁ χορὸς ἐπὶ τῇ συμβεβηκυίᾳ τύχῃ ἀφανισμὸν καὶ μεταβολὴν τῆς φύσεως ἑαυτοῦ κατεύχεται, ἵνα ἄπειρος τῶν ἐφεξῆς μείνῃ συμφορῶν. ἢ ἐπειδὴ μέλλει συνίστωρ γενέσθαι τῇ Φαίδρᾳ τῆς κατὰ Ἱππολύτου διαβολῆς καὶ [μέλλει] τηλικαύτην ἁμαρτίαν εἰς ἑαυτὸν ἐπισπᾶσθαι· πρὶν οὖν ἐκεῖνον ἐπιστῆναι αὐτῷ τὸν καιρόν, ἀπαλλαγῆναι τῆς φύσεως ἐπεύχεται. πρὸς τὸν Ἀδρίαν δὲ καὶ τὴν Κελτικὴν ἀρθῆναι εὔχεται οἰκείως τοῖς πεπραγμένοις καὶ ὡς μάλιστα τῶν τόπων τούτων λύπας ἀναδεξαμένων. ἐν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ εἰς βοῦν μεταβληθεῖσα κατὰ βούλησιν Ἥρας διεπέρασε τὸ ἀπ’ αὐτῆς Ἰόνιον πέλαγος κληθέν, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες κόραι τὸν Φαέθοντα δακρύουσι μεταβληθεῖσαι εἰς δένδρα: —NAB κῦμα τᾶς Ἀδριηνᾶ ς: τὸ πόντιον κῦμα ἀντιδιασταλτικόν ἐστι τοῦ ῥεύματος τοῦ Ἠριδανοῦ.
sch Hipp 736 [5] ὁ δὲ Ἀδρίας πέλαγός ἐστι μέγιστον πρὸς τῇ Ἰταλίᾳ, ὁ δὲ Ἠριδανὸς ποταμὸς Κελτικῆς. ἐν τούτοις δὲ ἄρα εὔχεται μάλιστα τοῖς τόποις εἶναι ὡς πειραθεῖσι συμφορῶν (ὁ μὲν γὰρ Ἀδρίας συνέπαθε τῇ βοΐ, ὁ δὲ Ἠριδανὸς τῷ Φαέθοντι), ὅπως ἂν πρόφασιν ἔχουσα τὸν τόπον ἀκαταπαύστως θρηνοίη τοὺς ἀνθρώπους. ἢ, ὅπερ ἄμεινον, εὔχεται μεταβολὴν τῆς φύσεως εἰς τοὺς τόπους ἐκείνους γενέσθαι οἵτινες μάλιστα πεῖραν μετεμψυχώσεως ἐδέξαντο. ἐν μὲν γὰρ τῷ Ἀδρίᾳ ἡ Ἰὼ ἐπλανήθη εἰς βοῦν μεταμορφωθεῖσα, ἐν δὲ τῷ Ἠριδανῷ αἱ Ἡλιάδες εἰς αἰγείρους μετεβλήθησαν: —NAB ἔνθα πορφύρεο ν: εἰς πορφύρεον οἶδμα τοῦ Ἠριδανοῦ αἱ τοῦ πατρὸς Ἡλίου ἄθλιαι κόραι Ἡλιάδες τῷ οἴκτῳ καὶ θρήνῳ τοῦ Φαέθοντος εἰς δένδρα μεταβληθεῖσαι δακρύουσι τοῦτο τὸ δάκρυον, ὅπερ πηγνύμενον ἐν τῇ ψυχρότητι τοῦ ὕδατος ἀποτελεῖ τὸν ἤλεκτρον: — NAB εἰς οἶδμα πατρό ς: πατέρα αὐτῶν τὸν Ἠριδανόν φησι, παρόσον τρέφονται αὐτοῦ τῷ ὕδατι, αἴγειροι οὖσαι: —MNAB κόραι Φαέθοντο ς: ἐκ γὰρ Ἡλίου βούλεται ὁ μῦθος αὐτὰς εἶναι.
sch Hipp 740 διὸ καὶ τὸ δάκρυον αὐτῶν φωτεινοειδὲς λέγεται εἶναι, ἤλεκτρον ὀνομαζόμενον, ἐπεὶ καὶ Ἠλέκτωρ ὁ Ἥλιος καλεῖται: —NAB Ἑσπερίδω ν: ἔνθα τὰ χρύσεα μῆλα ἐσπάρησαν.
sch Hipp 742 [5] Φερεκύδης [frg. 33 b ] δὲ Διὸς καὶ Θέμιδος εἶναί φησιν αὐτάς, ἔνιοι δὲ τὰς αὐτὰς ταῖς Ἀτλαντίσιν. Ἑσπερίδες δὲ ὀνομάζονται διὰ τὸ ἐν τῇ ἑσπέρᾳ, τουτέστιν ἐν τῇ δύσει, κεῖσθαι. ὁ δὲ νοῦς· ἀνύσαιμι καὶ ἔλθοιμι ἐπὶ τὴν ἀκτὴν τῶν Ἑσπερίδων νυμφῶν τῶν ἀοιδῶν, ἔνθα εἰσὶ χρυσᾶ μῆλα σπαρέντα. πάλιν δὲ ἀκολούθως τοῖς προειρημένοις καὶ ἐνταῦθα εὔχεται γενέσθαι, ἐπειδὴ καὶ αὗται νῦν ἐν θρήνοις εἰσὶν θρηνοῦσαι τὸν δράκοντα τὸν μηλοφύλακα τὸν νεωστὶ ὑφ’ Ἡρακλέους φονευθέντα. διὰ τοῦτο γὰρ καὶ ἀοιδοὺς αὐτὰς λέγει, διὰ τὸ ἐπὶ θρήνοις εἶναι: —NAB παραγενοίμην εἰσέλθοιμι: —M ἵ ν ’ ὁ ποντομέδω ν: ὅπου ὁ Ποσειδῶν οὐκέτι δίδωσι τοῖς ναύταις διέξοδον [προσεγγίζειν] εἰς τὸν ὠκεανόν.
sch Hipp 744 [5] τέρμονα γὰρ οὐρανοῦ τὸν ὠκεανόν φησιν, εἰς ὃν δοκεῖ τῇ θέᾳ τῇ ἀνθρωπίνῃ ἀποτερματίζεσθαι καὶ καταπίπτειν ὁ οὐρανός. πάλιν δὲ πρὸς τὴν διήγησιν ἐτράπη τῶν τόπων, ἔνθα ὁ Ποσειδῶν τὸν πλοῦν τῆς θαλάσσης τοῖς ναύταις οὐκέτι δίδωσι, καθάπερ καὶ Πίνδαρος [Nem. 4, 69] ‘Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν‘: —NAB πρὸς τὸν ζόφον.
sch Hipp 745 ἐκεῖ γάρ φασι τὸν Δία μιχθῆναι τῇ Ἥρᾳ: — MA g B i οὐκέ θ ’ ὁδό ν: μερίζει. διέξοδον δίδωσι. διὰ τὸ τέλος εἶναι ἐκεῖ τοῦ ὠκεανοῦ καὶ τοῦ οὐρανοῦ: —NB i γράφεται κυρῶ ν: —A g τὸν Ἄτλας ἔχε ι: τὸν Ἄτλαντα οἱ μὲν ὄρος εἰρήκασι, μυθευόμενοι τὸν οὐρανὸν βαστάζειν, ἐπειδὴ πάνυ ὑψηλὸν ὑπάρχει καὶ δοκεῖ ἐπικεῖσθαι αὐτῷ ὁ οὐρανός.
sch Hipp 747 [5] ὅθεν καὶ Ἄτλας εἴρηται, διὰ τὸ ἄτλητον ποιῆσαι τὴν εἰς αὐτὸν ἀνάβασιν. τινὲς δὲ Ἄτλαντα εἰρήκασιν αὐτὸν τὸν ἄξονα τοῦ οὐρανοῦ, δι’ οὗ ἡ τοῦ παντὸς κίνησις γίνεται. δῆλον δ’ ἐκ τοῦ Ὁμήρου λέγοντος [α 53] ‘ἔχει δέ τε κίονας αὐτὸς μακρὰς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν‘. εἰρῆσθαι δὲ Ἄτλαντα, οἱονεὶ πολύτλαν, διὰ τὸ αὐτὸν πάντα βαστάζειν: —NAB κρῆναί τ ’ ἀμβρόσια ι: αἱ τοῦ νέκταρος κρῆναι, καθὸ ἡ ἀμβροσία καὶ τὸ νέκταρ ἐκεῖσε φύονται: —NAB ἄλλω ς: ὑποτίθενται τὴν τῶν Φαιάκων γῆν εἶναι.
sch Hipp 748 [5] ἐκ γὰρ τῆς πολλῆς θερμότητος καὶ ἐκ τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ τὸν σῖτον καὶ τὰ ἄλλα κάρπιμα φέρειν λέγεται. τὸ δὲ ἑξῆς· καὶ ἔλθοιμι ἐν ἐκείνῳ τῷ τόπῳ, ὅθεν ἐκ τῶν κοιτῶν, τῶν οἴκων, τοῦ Διὸς χέονται αἱ πηγαὶ αἱ τὸ ζῆν τοῖς θεοῖς δωρούμεναι: —NAB ἵ ν ’ ὀλβιόδωρο ς: πρὸς τῷ πυρίνῳ κύκλῳ καὶ τῇ ζώνῃ τοῦ πυρὸς ἑτέραν [γὰρ] ἐμύθευσαν εἶναι γῆν ἐν ᾗ πλεῖστα καὶ θαυμαστὰ φύονται.
sch Hipp 750 [5] ἐν ταύτῃ γὰρ καὶ τὸ Ἠλύσιον πεδίον καὶ τὴν τῶν Φαιάκων γῆν ἐμύθευσαν εἶναι. ἐκ γὰρ τῆς πολλῆς θερμασίας τοῦ ἐπικειμένου πυρὸς τρὶς τοῦ ἐνιαυτοῦ συμβαίνει τὰ κάρπιμα φύεσθαι ** καὶ τὸ νέκταρ· φησὶ γοῦν κρήνας μὲν ἀμβροσίας τὰς τοῦ νέκταρος, εὐδαιμονίαν δὲ τὴν ἀμβροσίαν: —NAB ἀντὶ τοῦ φύει βλαστάνει: —M ἡ τὸν βίον διὰ τῆς τροφῆς παρέχουσα: —A g B i τὴν εὐδαιμονίαν τῶν θεῶν.
sch Hipp 751 τουτέστιν τῶν μακάρων αἱ νῆσοι: —M ὦ λευκόπτερε Κρησία πορθμί ς: λευκὰ πτερά, ὅ ἐστιν ἄρμενα, ἔχουσα Κρητικὴ ναῦ, ἥτις κατὰ τὸ κῦμα τῆς θαλάσσης τὴν δέσποινάν μου Φαίδραν ἐκόμισας νυμφευθεῖσαν Θησεῖ: —NAB i κῦ μ ’ ἁλίκτυπο ν: ἑτέρα μοῖρα χορικὴ ἤδη καὶ τὰ παρόντα θρηνεῖ ἄνωθεν ἐκ τῆς ἐπιδημίας ὀλοφυρομένη τὴν Φαίδραν.
sch Hipp 754 [5] σύ μοι, φησὶ, προοίμιον τῶν θρήνων, ὦ πορθμὶς, ἐπεὶ καὶ τῶν συμφορῶν ὑπόθεσις γεγένησαι: —AB τὸ ἐν τῇ ἁλὶ κτυποῦν: —M τὸ ἐν τῇ θαλάσσῃ ἠχοῦν: —M g τῆς θαλάσσης: —M g κακονυμφοτάτα ν: νυμφευσαμένην τῷ Θησεῖ νύμφευσιν ἀνόνητον, τουτέστιν εἰς κακὴν ὠφέλειαν τοῦ γάμου, εἰς ἀπόλαυσιν κακῶν: —AB i ἦ γὰρ ἀ π ’ ἀμφοτέρω ν: ὄντως γὰρ ἀπὸ τῶν δύο, ἀπό τε τῆς Κρήτης καὶ τῆς Ἀττικῆς, κακὰ σημεῖα ἐφάνησαν αὐτῇ.
sch Hipp 758 [10] τὸ δὲ ἀμφοτέρων ἀκούουσιν ἔκ τε τοῦ πατρὸς καὶ τῆς μητρός, ἵν’ ᾗ οὕτως· ἐπὶ κακοῖς γὰρ σημείοις ἐκδοθεῖσα 〈ὑπὸ〉 τῶν γονέων ἦλθες εἰς Ἀττικὴν ἀπὸ τῆς Κρήτης. ἐπεὶ δὲ καὶ δύσορνιν αὐτὴν ἔφη, εἶπεν τὸ ἔπτατ ο, ἀντὶ τοῦ ἦλθεν. Μουνύχιος δὲ λιμὴν Ἀττικῆς. ὁπηνίκα δὲ ἐν τῷ Μουνυχίῳ λιμένι παρέβαλον τὰς ἀρχὰς τῶν σχοινίων καὶ ἔδησαν ἐν αὐτῷ καὶ ἐξέβησαν ἐν τῇ γῇ, τὸ τηνικαῦτα ἡ Ἀφροδίτη κακὸν ἔρωτα ἔπεμψε τῇ ἐμῇ δεσποίνῃ: —NAB τὸ ἤ τὸ δεύτερον ἀντὶ τοῦ καί: —M ἡ κακοτυχίαν ἡμῖν φέρουσα ναῦς: —M i ἀν θ ’ ὧ ν: ἀντὶ τοῦ ἀφ’ ὧν.
sch Hipp 764 ὁ δὲ νοῦς· ἀφ’ ὧν, τῶν κακοσήμων οἰωνῶν, ὑπὸ ἀδίκων ἐρώτων Ἀφροδίτης δεινῇ νόσῳ φρένας κατεκλάσθη: —NAB i χαλεπᾷ δ ’ ὑπέραντλο ς: ἐκ μεταφορᾶς τῶν ἐν τῇ νηῒ μηκέτι τῆς ἀντλίας ὑπερέχειν δυναμένων.
sch Hipp 767 [5] ἀδυνατοῦσα, φησὶ, πρὸς τὴν συμφορὰν καὶ ὑπερβαρῆ νοσήσασα νόσον τὴν ἀγχόνην ἐβουλεύσατο: — MNAB ὑπερπεπλησμένη: —M g ἀπὸ νυμφιδίω ν: ἀπὸ τῶν νυμφικῶν στεγῶν σχοινίον ἔδησε μέλλουσα ἀπάγχεσθαι: —NA g B i ἅψεται ἀμφὶ βρόχο ν : ἡ ἀμφὶ πρὸς τὸ ἅψετα ι, ἀντὶ τοῦ περιάψεται: —NA g B i δαίμονα στυγνό ν : δαίμονα τὴν πορνείαν φησίν: —NA g B i ἀνθαιρουμέν α: ἀντὶ τοῦ μεταλαμβομένη: —NA g ἰοὺ ἰο ύ: τινὲς βούλονται τὴν τροφὸν ἔσωθεν ταῦτα λέγειν.
sch Hipp 776 [5] ἔνιοι δὲ ἐξάγγελόν φασι. ἐξάγγελος δὲ ὁ τὰ πεπραγμένα ἔνδον τῆς σκηνῆς τῷ χορῷ ἀγγέλλων: —NAB βοηδρομεῖτ ε: βοηδρομεῖν ἐστι τὸ μετὰ βοῆς τρέχειν, ἵνα διὰ τῆς βοῆς καὶ ἄλλους πρὸς ἐπικουρίαν κινήσωσιν: —MNAB γράφεται δρόμ ῳ: —B g πεφόνευται: —M g ἀντὶ τοῦ· οὐκέτι ζῇ: —A g B i ἀμφιδέξιο ν: δίστομον, ᾧ ἄν τις πρὸς ἀμφότερα τὰ μέρη δεξιῶς χρήσαιτο.
sch Hipp 780 ἐδόκουν γὰρ μετέχειν τοῦ μιάσματος ὅσοι μὴ ἔκοπτον τὰς ἀγχόνας τῶν ἠγχονισμένων: —MNAB ἐξ ἐπισπαστῶ ν: ἐκ τῶν δεδεμένων: —N τὸ πολλὰ πράττει ν: οὐκ ἔστιν ἀσφαλὴς ὁ βίος τῶν ἐμβαλλόντων ἑαυτοὺς εἰς πολλὰ πράγματα: —AB ὀρθώσα τ ’ ἐκτείνοντε ς: ἀνορθώσατε, φησὶν, αὐτῆς τὰ μέλη καὶ κατ’ ὀρθὸν σχηματίσατε: —NAB οἰκούρημ α: τὸν νεκρὸν, τὸ πικρὸν οἰκούρημα τῶν ἐμῶν δεσποτῶν, ὅ ἐστι· τὸν ἀτυχῆ οἰκουρόν: —NAB οἰκουρὸς λέγεται ἡ γυνή: —M g γυναῖκε ς: τὸ ἑξῆς· γυναῖκες, ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο· ἴστε τίς ποτ’ ἐν δόμοις βοή.
sch Hipp 790 ἴστε, φησὶ, τίς ἡ βοὴ ἡ ἐν τοῖς οἴκοις, ὦ γυναῖκες; ἠχὼ γὰρ βαρεῖα πρός με ἀφίκετο: —NAB οὐ γάρ τί μ ’ ὡς θεωρό ν: ἀντὶ τοῦ ἀπὸ μαντείας.
sch Hipp 792 [5] ἔθος γὰρ εἶχον οἱ ἀρχαῖοι τοῦτο· ὅτε ἤρχοντο ἀπὸ μαντείας, ἐστεφανωμένοι ἤρχοντο, καὶ πάντες τοῦ οἴκου προσεκύνουν αὐτούς. τὸ δὲ ἑξῆς· οὐκέτι μοι ὡς θεωρῷ προσφθέγγεται ὁ οἶκός μου ἀγαθὰ, ἀλλὰ φαῦλα· οὐ γὰρ ὡς θεωρόν με ἀξιοῖ προσκυνεῖν, ἀλλ’ ἔχω ἀφελέσθαι τὸν στέφανον διὰ τὴν βοήν. θεωροὶ δὲ καλοῦνται πάντες οἱ εἰς θεοὺς στελλόμενοι, καὶ ὕστερον ὑποστρέφοντες: —NAB ἀντὶ τοῦ ἀπέθανεν: —B i πρόσω μὲν ἤδη βίοτο ς: πόρρω, μακρός.
sch Hipp 795 ἀντὶ τοῦ· προβέβηκε τῇ ἡλικίᾳ. ἀντὶ τοῦ· γέρων μὲν ἤδη ἦν, ἀλλ’ ὅμως λυπηρὸς ἔσται ἀποθανών: —NAB τέκνων μοι μήτ ι: μὴ ἄρα τῶν τέκνων μου ἡ ζωὴ κλέπτεται, ἀντὶ τοῦ ἀπέθανον: —NAB ἀντὶ τοῦ· ὅσον ἄλγιστον: —M g ἀγχόνη ς: ὥστε ἀπάγξασθαι: —M τῇ λύπῃ κακωθεῖσα.
sch Hipp 803 [5] ἡ γὰρ πάχνη πᾶν βλάστημα διαφθείρει: —M λύπῃ παχνωθεῖσ α: ἀντὶ τοῦ κακωθεῖσα. ἁπάντων γὰρ τῶν φυτῶν φθαρτική ἐστιν ἡ πάχνη: —NAB 〈ἤ τινα〉 συμφορὰν ἔπαθεν 〈ἐμοῦ ὄντοσ〉 μακράν: —M οἰκονομικῶς ψεύδεται τὰ λοιπὰ μὴ εἰδέναι ὁ χορός: —MNAB ἀνέστεμμαι κάρ α: ἔθος γὰρ ἦν τοὺς ἐξ ἱεροῦ στελλομένους στέφεσθαι.
sch Hipp 806 πλεκτοῖς δὲ φύλλοις ἀντὶ τοῦ πλεκτοῖς στεφάνοις: — MNAB χαλᾶτε κλῇθρ α: ἀνοίγετε τὰς θύρας.
sch Hipp 808 ἁρμούς δὲ ἀντὶ τοῦ δεσμούς: —NB τὴν τύχην: —M g ἔπαθες εἰργάσ ω: πέπονθας τὸ τῆς ἀγχόνης κακόν, εἰργάσω εἰς ἑαυτὴν τὸν δι’ ἀγχόνης θάνατον.
sch Hipp 812 [5] τὸ δὲ αἰαῖ τόλμας διὰ μέσου ἀναπεφώνηται, καὶ οὕτως τὸ ἑξῆς ἵσταται: —NAB συνταράξαι: —M g ἀπὸ χειρὸς σαυτῆς: —A g B i λείπει ἡ κατά: —A g B i πάλαισμα μελέα ς: τὸ κατάπτωμα τῆς ἀγχόνης, ἀπὸ μεταφορᾶς τῶν παλαιόντων, οἳ οἱονεὶ πνίγουσιν ἑαυτοὺς ἐν τῷ τραχήλῳ πιέζοντες: —NAB ἄλλω ς: ὦ πάλαισμα καὶ κατάπτωμα τῆς σῆς ἀθλίας χειρός: —A τίς ἄρ α: λείπει τὸ δαιμόνων: —NA g B τὰ μάκιστ α: ἅπερ μήκιστα καὶ μέγιστα ἦν μοι τῶν κακῶν, ἔπαθον: —NA g B i κηλὶς ἄφραστο ς: κακὸν ἀπροσδόκητον: —NAB i ῥυπαρία μολύνουσα, αἰσχύνη.
sch Hipp 820 ἄφραστος δὲ ἀντὶ τοῦ ἀπροόρατος, ἀ〈προσ〉δόκητος. σπίλος καὶ αἰσχύνη: —NAB κατακον ά: ἀντὶ τοῦ καταφθορά.
sch Hipp 821 [5] λείπει δὲ τὸ κατέλαβέ με. ὁ δὲ νοῦς· καταφθορὰ μὲν ζωῆς ἀβιωτοποιὸς κατέλαβέ με, κακῶν δὲ ὁ τάλας πέλαγος εἰσορῶ. γράφεται δὲ καὶ τὸ κατακονᾷ ῥῆμα, ἵν’ ᾖ οὕτως· μαραίνει με καὶ καταναλίσκει ἡ δυστυχία τοῦ βίου: —NAB μη δ ’ ἐκπερᾶσα ι: ἐκκολυμβῆσαι παρέρπειν, ἐπεὶ καὶ πέλαγος προείρηται.
sch Hipp 824 [5] ἐνέμεινε δὲ τῇ μεταφορᾷ: —NAB τίνα τύχαν σέθε ν : ἡ πρός πρὸς τὸ σέθεν, ἀντὶ τοῦ παρὰ σοῦ: —NB i ὄρνις γὰρ ὥς τι ς: ὥσπερ ὄρνις κρατουμένη ὑπό τινος ἀφανὴς γίνεται, οὕτω καὶ σύ: —NAB πήδη μ ’ ἐς Ἅιδο υ: ἀντὶ τοῦ· ταχέως πηδήσασα ἐν τῷ Ἅιδῃ: —NB τὴν πόρρωθέν μου καὶ ἀπροσδόκητον: —M i πρόσωθεν δέ ποθε ν: πόθεν συνέβη μοι αὕτη ἡ συμφορά; μὴ ἄρα ἕνεκεν τῶν πρότερον ἡμαρτημένων μοι ἢ ἀπό τινος παλαιᾶς ὀργῆς τῶν δαιμόνων; πολλάκις γὰρ πατέρων ἀνομίαι τέκνοις ἀποδίδονται: —AB ἀμπλακίαισ ι: ὅ ἐστιν· οὐ δι’ ἐμὸν ἁμάρτημα τιμωροῦμαι, ἀλλὰ διὰ προγονικόν: —NB ἀμπλακίαισ ι: ταῖς ἁμαρτίαις τῶν προγόνων: —A ἄλλω ς: μὴ διὰ τὰς ἁμαρτίας τῶν ἀρχαίων μου προγόνων ἐγὼ ἀνακομίζομαι, ἀναλαμβάνω, τοιαύτην δυστυχίαν: —AB οὐ σοὶ τά δ ’ ὦνα ξ: καὶ ἐν τῇ Ἀλκήστιδι [417] ‘οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακεσ‘: —B τὸ κατὰ γᾶς θέλ ω: οἷον· θέλω τὸ λοιπὸν ἀποθανεῖν: — NA g B i ἀπώλεσα ς: μᾶλλον ἐμὲ ἀπώλεσας ἢ σεαυτήν: —NA g B i τίνος κλύ ω: λείπει ἡ παρά, παρὰ τίνος ἀκούσω: —NA g B τίνος κλύ ω: ἀπὸ τίνος ἀκούσω καὶ μαθήσομαι τὸ συμβάν σοι αἴτιον ὅθεν ἀπώλου: —AB ἦ, ὄντως, τὸ δῶμα μάτην ἔχει θεραπόντων τὸν ὄχλον: —NB στέγε ι: ἀντὶ τοῦ ἔχει: —N οὐ τλητό ν: ὃ οὔτε σιωπᾶν δύναμαι· μέγα γάρ ἐστιν· οὔτε λέγειν· αἰσχύνην γάρ μοι φέρει τὸ παράδοξον τοῦ θανάτου: — NAB ἀπωλόμη ν : ὁ ἀλλά ἀντὶ τοῦ γάρ: —NA g νυκτὸς ἀστερωπό ς: καὶ ἡ διὰ νυκτὸς λαμπρὰ σελήνη.
sch Hipp 851 [5] ἡ μετὰ ἀστέρων φαινομένη σελήνη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ἐκεῖνος γὰρ κρύπτει πάντων τῶν ἀστέρων τὸ φῶς: —NAB ἄλλω ς: ἡ μετὰ ἀστέρων φαινομένη, πρὸς ἀντιδιαστολὴν τοῦ ἡλίου· ὁ γὰρ ἥλιος ἅπαντας ἀμαυροῖ τοὺς ἀστέρας ταῖς ἀκτῖσιν αὐτοῦ, οὐχ οὕτω δὲ καὶ ἡ σελήνη, ἀλλὰ μόνους τοὺς πλησιάζοντας: —A γράφεται ἰὼ τάλα ς: —M i ἰὼ τάλα ς: ἀντὶ τοῦ τάλαινα.
sch Hipp 852 καὶ γὰρ ταῦτα 〈αἱ〉 τοῦ χοροῦ φασιν: —NB τὸ δ ’ ἐπὶ τῷδ ε: ἐπὶ πολὺ φρίσσω.
sch Hipp 855 διὰ τί γὰρ κακῶς ἀπήγξω; περὶ οὗ φοβοῦμαι μὴ ἕτερόν τι πάθω κακόν: —NAB ἔγραψεν ἡ δύστηνο ς: 〈ἢ〉 μᾶλλον ἔγραψε παρακλήσεις, ἵνα μὴ ἄλλην γαμήσω, ἢ διὰ τὰ τέκνα: —NAB θάρσε ι: γελοῖον πρὸς νεκρὸν τὸ θάρσε ι.
sch Hipp 860 συγγνωστέον δὲ διὰ τὴν περικειμένην συμφοράν: —NAB λέκτρα γὰρ τὰ Θησέω ς: ἀντὶ τοῦ· οὐδὲ εἰς τὰ ἐμὰ λέκτρα οὐδὲ εἰς τὰ δώματα: —A οὐκ ἔστι δώμα θ’: οὐκ ἔστιν ἥτις γυνὴ εἰς τοὺς δόμους εἰσέλθῃ διὰ τὰ λέκτρα τοῦ Θησέως: —A καὶ μὴν τύποι γ ε: σφενδόνην λέγει τὴν δέσιν, τὸν δεσμόν.
sch Hipp 862 τύπον δὲ τὴν ἐπικειμένην σφραγῖδα τῷ δεσμῷ: —NAA g B σφενδόνη ς: τῆς σφραγῖδος: —N προσσαίνουσί μ ε: ἡδύνουσί με, προτρέπονται, κολακεύουσιν: —NAB λύσας τοὺς δεσμούς.
sch Hipp 864 τὰς περιπλοκὰς ἀναλύσας: —N φέ ρ ’ ἐξελίξα ς: φέρε ἀποκόψας τὸν δεσμὸν τῆς σφραγῖδος: —AB ἴδω τί λέξα ι: ἵν’ ἴδω τί θέλει σημᾶναι ἡ δέλτος αὕτη: —NA ἐκδοχαῖς: κατὰ διαδοχὴν νέα κακὰ ὁ θεὸς ἐπιφέρει τούτοις τοῖς οἴκοις: —AB ἀβίωτος βίου τύχ α: θάνατος.
sch Hipp 868 [5] τύχη ἀβιωτοποιὸς τῆς ζωῆς, ἀντὶ τοῦ· ἡ τύχη τοῦ βίου πρὸς τὸ συμβὰν ἀβίωτός ἐστι: —NB ἀβίωτο ς: ἀντίπτωσις· ἐμοὶ μὲν οὖν εἴη τυχεῖν, ὦ τύχη, βίου ἀβιώτου πρὸς τὸ κρανθέν, ἤτοι· ἐγὼ μὴ ἐπιζήσαιμι πρὸς τὸ μέλλον γενέσθαι: —A πρὸς τὸ συμβάν: —N ἀντὶ τοῦ ἀπολοίμην: —NB i ἐμῶν τυράννων δόμου ς: τὸ ἑξῆς· ὀλομένους δόμους τῶν ἐμῶν δεσποτῶν οὐκέτ’ ὄντας λέγω.
sch Hipp 870 τὸ δὲ φεῦ φεῦ διὰ μέσου: —NB ἔν τισιν οὐ φέρονται οὗτοι: —B i πρὸς γάρ τινο ς : ἡ πρός ἀντὶ τῆς ἀπό, ἀπό τινος τύχης: —NB πρὸς γάρ τινο ς: εἰσορῶ γὰρ τὸ δεινὸν τὸ μέλλον ὡς ὁ μάντις παρά τινος τῶν οἰωνῶν καὶ ὀρνέων εἰσορᾷ καὶ μαντεύεται: —A ὦ τάλα ς: λείπει τὸ εὗρον: —NA g B i εἴ τι μοι λόγου μέτ α: εἰ μέτεστί μοι τοῦ λόγου, εἰ μεταδώσεις μοι τοῦ λόγου: —N αἰαῖ κακῶν ἀρχηγό ν: ἀντὶ τοῦ· κακοῦ λόγου ἀρχὴν λέγεις: —NA g B τόδε μὲν οὐκέτ ι: τὸ ἑξῆς· τόδε μὲν δυσεκπέρατον ὀλοὸν κακὸν οὐκέτι σιωπήσω.
sch Hipp 882 [5] στόματος δὲ πύλαις περιφραστικῶς ἐν τῷ στόματι: —NAB ἄλλω ς: πύλαι στόματος τὰ χείλη. οὐκέτι οὖν, φησὶ, καθέξω τὸν λόγον ἐντὸς τοῦ στόματός μου, τουτέστιν οὐκέτι σιγήσω: —A στόματος ἐν πύλαι ς: ὁμοίως τῷ Ὁμηρικῷ· ‘ἕρκος ὀδόντων‘: —NA ἀντὶ τοῦ· τὸν πατρῷον Δία ὑβρίσας: —A g B † ἀλ λ ’ ὦ πάτερ Πόσειδο ν: ἱστορία.
sch Hipp 887 [30] Μίνως ὁ βασιλεὺς τῶν Κρητῶν ἔσχε γυναῖκα τὴν Πασιφάην, ἥτις ἠράσθη ταύρου καὶ μὴ δυναμένη τὸν τοιοῦτον ἐκπληρῶσαι ἔρωτα προσῆλθε Δαιδάλῳ τῷ ἀγαλματουργῷ καὶ ἀπήγγειλε αὐτῷ τὸν ἐπὶ τῷ ταύρῳ [ταύτης] ἔρωτα. ὃς δὴ Δαίδαλος θέλων ἐκπληρῶσαι τὴν ταύτης ἔφεσιν κατεσκεύασε ξύλινον ταῦρον συνάψας αὐτῷ καὶ αἰδοῖον καὶ ἐνέδυσεν αὐτὸν δέρμα ταύρου ** ἐν μιᾷ γοῦν τῶν ἡμερῶν κατερχόμενος ὁ ταῦρος ἀπὸ τῆς θήρας πρὸς τὸ οἰκεῖον σπήλαιον ἐφεῦρε τὸν τοιοῦτον τεχνητὸν ταῦρον καὶ εἰς μῖξιν ἄθεσμον ἐκινήθη. ἐξ ἧς δὴ μίξεως συνέλαβεν ἡ Πασιφάη τὸν λεγόμενον Μινώταυρον. φοβηθεὶς δὲ ὁ Δαίδαλος μὴ τὸ πραχθὲν παρ’ αὐτοῦ ἐνωτίσηται ὁ Μίνως καὶ εἰς ὀργὴν αὐτῷ κινηθῇ, περιῆψεν ἑαυτῷ ἀλλὰ δὴ καὶ τῷ υἱῷ αὑτοῦ Ἰκάρῳ πτερὰ κήρινα, καὶ ἀπήρχοντο. ὁ δὲ υἱὸς αὐτοῦ Ἴκαρος, οἷα νέος νεωτερικόν τι φρονήσας, πρὸς τὰ μετεωρότερα τοῦ ἀέρος ἐφέρετο, τῶν δὲ κηρίνων πτερῶν διαλυθέντων ταῖς ἡλιακαῖς ἀκτῖσι πρὸς τὸ παρ’ Ἀσίαν πέλαγος ἐξωλίσθησεν, ὃ δὴ καὶ μέχρι τοῦ νῦν τὴν ἐπωνυμίαν αὐτοῦ κέκληται. ὁ δὲ Δαίδαλος οἷά τις ἐπιτήδειος πρὸς τὰ χθαμαλώτερα μέρη φερόμενος εἰς Ἀθήνας κατήντησεν. ὃ δὴ μαθὼν ὁ Μίνως εἰς Ἀθήνας πρέσβεις ἔστειλε τὸν τοιοῦτον ἀποκομίσοντας πρὸς αὐτόν. τῶν Ἀθηναίων δὲ μὴ πειθομένων πάλιν ὁ τοιοῦτος Μίνως διὰ γραφῆς αὐτοῖς κατήγγειλεν αὐτῷ τὸ κατ’ ἔτος διδόναι αὐτῶν ἕνα ἄνθρωπον ὥστε τρώγειν αὐτὸν τὸν Μινώταυρον. ὃ δὴ καὶ οἱ Ἀθηναῖοι ἠθέλησαν. διαφόρων γοῦν ἀπελθόντων ἐκεῖσε ἐζήτησε καὶ ὁ Θησεὺς ἀπελθὼν ** ἐκεῖσε ἠράσθη παρὰ τῆς θυγατρὸς τῆς Πασιφάης. ἦν γοῦν ὁ τοιοῦτος Μινώταυρος ἀποκεκλεισμένος ἐν πολυθύρῳ καὶ πολυπλόκῳ οἰκήματι, ὃ δὴ καὶ Λαβύρινθος ἐκαλεῖτο ** Θησεὺς υἱὸς μὲν Αἴθρας καὶ λόγῳ μὲν Αἰγέως, ἔργῳ δὲ Ποσειδῶνος: —A ἀλ λ’ , ὦ πάτε ρ: μιᾷ τούτων τῶν καταρῶν κατέργασαι τὸν ἐμὸν παῖδα. ποίων δέ; ἃς ἀρὰς ἐμοὶ ὑπέσχου· τὸ ἀνελθεῖν ἐξ Ἅιδου, τὸ ὑποστρέψαι ἀπὸ τοῦ λαβυρίνθου, τὸ πεμφθῆναι τῷ υἱῷ αὐτοῦ θάνατον: —NAB γνώσῃ γὰρ αὖθις ἀμπλακώ ν: ἔχεις γὰρ γνῶναι ὅτι ἥμαρτες.
sch Hipp 892 καὶ ἐν Ἀλκήστιδι [417] ‘οὐ γάρ 〈τι〉 πρῶτος οὐδὲ λοίσθιος βροτῶν γυναικὸς ἐσθλῆς ἤμπλακεσ‘: —NAB καὶ πρός γ ’ ἐξελ ῶ: 〈πρὸς τὸ〉 αὖθις ἀμπλακώ ν, ἀντὶ τοῦ· οὐδαμῶς, ἀλλὰ πρὸς τούτοις ἐκβαλῶ αὐτὸν ἐκ ταύτης τῆς γῆς: —NAB δυοῖν δὲ μοίραι ν: μιᾷ τῶν δύο μοιρῶν πληγήσεται: — NA g B ἀλώμενο ς: πλανώμενος: —NA g B g ἀντλήσε ι: διάξει: —NA g B i μεγίστου θαύματο ς: τοῦτο τὸ πρᾶγμα μεγίστου θαύματός ἐστιν ἄξιον: —NA g B i οὔπω χρόνο ν: οὐκ ἐκ πολλοῦ χρόνου, ἀλλ’ ἔναγχος: —NB οὔπω χρόνο ν: ἀντὶ τοῦ· ἣν ἀρτίως κατέλιπον τὸ φῶς ὁρῶσαν, ἄρτι ἀπέθανεν: —NB σιωπῆς δ ’ οὐδὲν ἔργο ν: ἤγουν ὄφελος.
sch Hipp 911 βέλτιον δὲ ἀντὶ τοῦ· ἐν τοῖς κακοῖς οὐδεὶς ὀφείλει σιγᾶν. οὐδὲν κέρδος ἐν τοῖς κακοῖς ἡ σιωπή: —NAB ἡ γὰρ ποθοῦσ α: ἡ γὰρ καρδία ἐπιζητοῦσα πάντα ἀκούειν δαπανᾶται: —NAB ἐπιθυμητικὴ περίεργος ἐφευρίσκεται: —A g κρύπτειν δίκαιο ν: οὐ γὰρ ὀφείλεις κρύπτειν τὰς σὰς δυστυχίας τοὺς φίλους σου ἢ τοὺς ὑπὲρ τοὺς φίλους σου, τουτέστι τὰ τέκνα σου: —NAB ὦ πόλ λ ’ ἁμαρτάνοντε ς: ὦ ἄνθρωποι πολλὰ ἐπιστάμενοι καὶ διδάσκοντες τοὺς ἀνθρώπους πλὴν τούτου, τοῦ διδάσκειν 〈εἶναι〉 συνετοὺς τοὺς ἀσυνέτους: —NAB φρονεῖν διδάσκει ν: περιτταὶ οὖν, φασὶν, αἱ παραινέσεις καὶ συμβουλίαι τῶν ποιητῶν, οὐχὶ τὰ δέοντα φρονεῖν διδάσκουσαι τοὺς ἀνθρώπους [αὗται].
sch Hipp 920 [5] λέγομεν δὲ ὅτι τῇ προσθήκῃ τὴν ἀπορίαν ἔλυσεν, εἰπὼν οἷσιν οὐκ ἔνεστι νοῦ ς· εἰς γὰρ νοῦν ἔχοντα ἄνδρα καταβαλλομένη παραίνεσις καρπὸν φέρει· εἰς δὲ ἄνουν, μάτην ἐκρίπτεται: —NAB δεινὸν σοφιστή ν: λογιστὴν ἐξεταστὴν διδάσκαλον.
sch Hipp 921 ὁ νοῦς τοιοῦτος· ἀληθῶς καλὸν διδάσκαλον εἶπας τὸν δυνάμενον διδάξαι φρονεῖν τοὺς μὴ φρονοῦντας: —NAB ἱκανός: —M i δέδοικα μή σου γλῶσσ α: φοβοῦμαι μὴ ἐν τοῖς κακοῖς ὑπερβάλλουσά σου ἡ γλῶσσα τὸ εὖ ἔξηχον καὶ παράφρονά σε ποιήσῃ: —NAB ἄλλω ς: ἢ ὅτι ἄτοπόν τι φθέγγεται.
sch Hipp 924 ὑπὲρ τὸ εὖ: —N ὅστις τ ’ ἀληθής ἐστι ν: ἐπὶ μὲν τῶν ἄλλων πραγμάτων εὑρίσκομεν διάκρισιν εἴτε καλά ἐστιν εἴτε κακά, ὡς ἐπὶ τοῦ χρυσίου· δοκιμαζομένου γὰρ φαίνεται εἰ καλόν ἐστιν εἴτε κακόν· ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ εὑρίσκομεν.
sch Hipp 927 [5] ἐχρῆν οὖν καὶ τοὺς ἀνθρώπους δύο φωνὰς ἔχειν, δικαίαν τε καὶ ἄδικον, ἵνα, εἴπερ ἡ ἄδικος φωνὴ θελήσειε ψεύσασθαι, ἠλέγχετο ὑπὸ τῆς δικαίας, ἵνα μηδεὶς ἀπατηθῇ: — NAB ἀλ λ ’ ἦ τις εἰς σό ν: μὴ ἄρα τίς με διέβαλεν εἰς τὸ σὸν ὠτίον ἀπὸ τῶν φίλων: —NAB Ἀττικὸν, ἀντὶ τοῦ διέβαλεν· ὡς καὶ Ἡσίοδος [opp.
sch Hipp 932 42] ‘κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν‘, ἀντὶ τοῦ κεκρύφασι: —A g ἐκ τοι πέπληγμα ι: ξένους λόγους ἀκούων παρὰ σοῦ ἐκπλήσσομαι: —NAB λόγοι παραλλάσσοντε ς: παρηλλαγμένοι τοῦ καθήκοντος.
sch Hipp 935 [5] οἱ γὰρ σοὶ λόγοι οἱ ἐξεδροποιοὶ τῶν φρενῶν παρεξηλλαγμένοι τοῦ καθήκοντος παραπλῆγά με κατεργάζονται: —NAB ἄλλω ς: ἢ παραλλάσσοντες τοῦ πρέποντος ἤτοι ἔξω τοῦ εἰκότος φερόμενοι καὶ ἐκτὸς ὄντες λογισμοῦ: —A ἔξεδρο ι: οἱ ἐξεδροποιοὶ τῶν φρενῶν μου ἤτοι μαινόμενοι, ἐξεστηκότες, ἄδικοι, παραλογιστικοὶ, μὴ καλῶς λεγόμενοι, ἀλλ’ ἔξω τῆς διανοίας ὄντες: —NAB τί τέρμα τόλμη ς: τί ἔσται τὸ τέλος τοῦ θράσους· τὸ θράσος δηλονότι: —NB εἰ γὰρ κα τ ’ ἀνδρό ς: εἰ γὰρ ἐπαρθήσεται ἑνὸς ἑκάστου ἀνδρὸς ὁ βίος καὶ ὁ ἐπιγινόμενος χείρων ἔσται τοῦ πρὸ αὐτοῦ, ὀφείλομεν δεήσεις τοῖς θεοῖς ἀνενεγκεῖν, ἵνα ἄλλην γῆν τινα ἀπομερίσωσιν, ἥτις τοὺς κακοὺς χωρήσει.
sch Hipp 938 [5] ἐκ τούτου διαβάλλει τὸν τρόπον τοῦ Ἱππολύτου: —NAB ἄλλω ς: εἰ γὰρ κατὰ ζωὴν ἑκάστου ἀνδρὸς ἡ κακουργία αὐξάνεται καὶ ὁ μεταγενέστερος τοῦ προβεβηκότος πανουργότερός ἐστιν, ἐχρῆν τοὺς θεοὺς ἄλλην πόλιν κτίσαι εἰς τὸ χωρῆσαι τοὺς πανούργους: —NAB θεοῖσι προσβαλεῖν χθον ί: εἰσὶ φύσεις ζῴων πρὸς ἑτέρας φύσεις ζῴων ἐναντίως ἔχουσαι, οἷον ἡ τῶν λεόντων πρὸς τὴν τῶν ἀνθρώπων, ἡ τῶν λύκων πρὸς τὴν τῶν προβάτων.
sch Hipp 940 [10] καὶ Ὅμηρος [Χ 262] ‘ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά‘. καὶ τοῖς μὲν θηρίοις δέδοται πρὸς οἴκησιν ἡ ἐρημία, τοῖς δὲ ἀνθρώποις αἱ ἡμερώτεραι τῶν χωρῶν. ὅταν, φησὶν, πρὸς ἄκρον κακίας προκόψῃ τῶν ἀνθρώπων ἡ φύσις, ἀπορήσουσιν οἱ θεοὶ ποῖ τοὺς πονηροὺς κατοικίσουσιν. εἰς τὰς ἐρήμους; ἀλλ’ ἐκεῖ θῆρες. εἰς τὰ ἥμερα χωρία; ἀλλ’ ἐκεῖ δίκαιοι ἄνθρωποι. λοιπὸν ἀνάγκη ἑτέρας δεῖσθαι γῆς ἥτις χωρήσει τοὺς κακούς: —NAB σκέψασθε δ ’ εἰς τόν δ’: ἀποβλέπετε εἰς τὸν ἐμὸν υἱὸν, ὅστις ἠθέλησε μιᾶναι τὴν ἐμὴν κοίτην καὶ ἐλέγχεται ὑπὸ τῆς ἀποθανούσης: —NAB δεῖξον δ ’ ἐπειδή γ ’ εἰς μίασ μ ’ ἐλήλυθα ς: 〈ἐπειδὴ εἰς μίασμα〉 ἐλήλυθας, δεῦρό μοι ἐναντίον στῆθι, ἤγουν ἐπεὶ ὅλως εἰς τὸ μιᾶναί με ἦλθες, δεῖξόν μοι τὸ σὸν πρόσωπον.
sch Hipp 946 ἢ ἐπεὶ ὅλως ἐτόλμησας ἐλθεῖν εἰς τὸν τῆς Φαίδρας ἔρωτα, ὅπερ μίασμα καλεῖ: —A σὺ δὴ θεοῖσι ν: σὺ δὲ εἶ ὁ ὑπὲρ πάντας σοφὸς ὢν καὶ σώφρων καὶ ἀκούων ἀμίαντος τῶν κακῶν; οὐδαμῶς ἐγὼ πείθομαι τοῖς σοῖς ψεύσμασι: —NAB καθαρὸς ἄχραντος: —B i καὶ δ ι ’ ἀψύχου βορᾶ ς: τῆς δι’ ὀρνέων τροφῆς: —NB i σίτοις καπήλε υ’: ἀντὶ τοῦ· χλεύαζε, ἀποπλάνα τοὺς ἀνθρώπους, ὥστε πορίζειν τροφάς.
sch Hipp 953 [10] ἢ ἐν λόγοις ἐμπορεύου, καθάπερ οἱ λογέμποροι λεγόμενοι καὶ μὴ κατὰ φύσιν φιλοσοφοῦντες, ἀλλὰ τοὺς λόγους καπηλεύοντες, καὶ τοῖς σιτίοις τοῖς δι’ ἀψύχου βορᾶς ἀπάτα. ἀντὶ τοῦ· ἅγνευε, ὡς οἱ φιλόσοφοι μηδὲν ἀπὸ τῶν ὀρνέων ἐσθίοντες ἢ ἑτέρων ζῴων, ἀλλὰ σῖτον μόνον καὶ ἔχοντες τὸν Ὀρφέα βασιλέα, ὡς σώφρονα. ἐπεὶ ἔνδοξος ἦν ὁ Πυθαγόρας, ἤδη καὶ πολλοὶ ἐμψύχων ἀπείχοντο. ἀνάγει δὲ τοὺς χρόνους. περὶ ἑαυτοῦ γὰρ αἰνίξασθαι βούλεται ὁ Εὐριπίδης. τοιοῦτος δέ ἐστιν ἀεὶ, τὰ ἡρωϊκὰ πρόσωπα εἰσάγων φιλοσοφοῦντα: —NAB τὸν ἡγεμόνα τῆς σοφίας: —NB i βάκχευ ε: μεγαλαύχει τὰς μωρίας πολλῶν γραμμάτων ἐπιστάμενος.
sch Hipp 954 [5] τὸ γὰρ ληφθῆναί σε σκαιὰν ἐποίησέ σου τὴν ἄσκησιν: —NAB τιμῶν καπνού ς: προσποιοῦ ἔνθεος εἶναι: —N τέθνηκεν ἥδ ε: εἰ δὲ νομίζεις τοῦτό σε ἐξελεῖν καὶ λυτρώσασθαι, τὸ ταύτην ἀποθανεῖν, ἀλλ’ οὖν ἔχεις ἔλεγχον, τὰ γράμματα: —N τέθνηκεν ἥδ ε: εἰ δὲ νομίζεις ἐκφυγεῖν ταύτης ἀποθανούσης, οὐδαμῶς ἔσται τοῦτο· ἐπεὶ ἔχεις ἔλεγχον, τὰ γράμματα ταῦτα: —AB μισεῖν σε φήσει ς: ἀλλ’ ἔχεις εἰπεῖν ὅτι ἐμίσει σε ὡς νόθον ὄντα· ἐπειδὴ οἱ γνήσιοι πολέμιοι εἰσὶ τοῖς νόθοις: —NAB κακὴν ἄ ρ ’ αὐτὴν ἔμπορο ν: οἱ ἔμποροι τὰ μὲν παρέχουσι, τὰ δὲ λαμβάνουσι, καὶ τοῦτο ἐπ’ ὠφελείᾳ ποιοῦσιν.
sch Hipp 964 [5] εἰ οὖν αὕτη τὴν ψυχὴν ἑαυτῆς δέδωκεν, ἵνα σε μισητὸν τῷ πατρὶ καταστήσῃ, ἄφρων ἄρα καθέστηκε τοιαῦτα ἐμπορευομένη. οἱ γὰρ ἔμποροι ἐπὶ κέρδει πραγματεύονται. ἔχεις, φησὶν, εἰπεῖν ὅτι ἐπραγματεύσατο, θέλουσά σε φονεῦσαι διὰ τὸ τὰ τέκνα αὐτῆς κρατῆσαι τῆς πόλεως: —NAB ἑαυτήν: —M i ἀνδράσιν μὲν οὐκ ἔν ι: τὸ ἀκόλαστον ἤτοι πορνικόν: —NB i οἶ δ ’ ἐγὼ νέου ς: οἶδα ἐγὼ νεωτέρους οἵτινες, ὁπηνίκα αὐτοὺς ἡ Κύπρις ταράξει, μωρότεροι γίνονται τῶν γυναικῶν: —NAB τὸ δ ’ ἄρσεν αὐτού ς: συγγνώμην αὐτοῖς παρέχει τὸ εἶναι ἀνδράσιν ἐν ταῖς ἁμαρτίαις, ταῖς γυναιξὶ δὲ οὔ.
sch Hipp 970 ἢ τὸ καλεῖσθαι ἄρσενας, ἐπεὶ οὐκ αἰσχύνονται ἐρῶντες, ἢ τὸ θρασὺ καὶ ἀναιδές: — NAB νῦν οὖν τί ταῦτ α: τί, φησὶν, ἐναντιούμενος οὖν ἐγὼ νῦν τοῖς σοῖς λόγοις ταῦτα λέγω, ἔχων καὶ σαφῆ μάρτυρα, τὴν νεκρόν: — NAB ἔξερρ ε: φθείρου ἐκ ταύτης τῆς γῆς φυγὰς γεγονὼς καὶ μήτε εἰς τὴν πόλιν ταύτην εἰσέλθῃς.
sch Hipp 973 τὴν ἐπὶ Ἀθηνᾷ ᾠκοδομημένην. θεοδμήτους γὰρ τὰς θείως ᾠκοδομημένας· οὐ γὰρ ὑπὸ θεῶν ἐτειχίσθησαν: —NAB † θεοδμήτους μόλῃ ς: θεοδμήτους οὐ λέγει τὰς Ἀθήνας ὡς ὑπὸ θεῶν τειχισθείσας, ἀλλ’ ὡς ἐπὶ τῇ Ἀθηνᾷ ἀνατεθείσας.
sch Hipp 974 [5] αἱ γὰρ Ἀθῆναι πρῶτα κατὰ τὸν μῦθον ἀναφανεῖσαι πολλοὺς τῶν θεῶν εἵλκυσαν εἰς ἔρωτα ἑαυτῶν, ἐξαιρέτως δὲ παρὰ τοὺς λοιποὺς θεοὺς Ἄρης καὶ Ἀθηνᾶ τῆς πόλεως ἤρων καὶ ἀντεποιεῖτο ἑκάτερος. καθιστῶσιν οὖν αὐτοὺς τοὺς πολίτας τοὺς Ἀθηναίους δικαστὰς τίνι ἂν ἡ πόλις προσήκοι μᾶλλον. Ἀθηναῖοι δὲ λέγουσιν [ὡς] τῷ δεδειχότι σημεῖόν τι ἐν πόλει ἐκείνῳ ἀνατεθῆναι ταύτην. Ἀθηνᾶ οὖν ἐλαίαν ἐν τῇ ἀκροπόλει ἐξέφυσε καὶ οὕτως νικήσασα τὴν πόλιν ἔλαβεν ἑαυτῇ. καὶ διὰ τοῦτο τοῖς νικῶσι θαλλὸς ἐλαίας ἔκτοτε διδόμενος ἦν. ὥστε θεοδμήτους λέγει τὰς Ἀθήνας ὡς ἐπὶ τούτῳ οἰκοδομηθείσας ὥστε ἀνακεῖσθαι τῇ θεᾷ Ἀθηνᾷ: —A εἰ γὰρ παθών γ ε: εἰ γὰρ μὴ τιμωρήσομαί σε, οὐδὲ ἃ πρὶν κατώρθωσα, ἔτι ἐμὰ νομισθήσεται, ἀλλὰ μάτην ἂν ἐπαινοίμην ἐπ’ αὐτοῖς: —NAB † οὐ μαρτυρήσει μ ’ Ἴσθμιος Σίνι ς: Ἰσθμοῖ Σίνις ἐγένετο, ὅστις εἶχε κράββατον ἀνὰ μέσον τῆς ὁδοῦ καὶ τοὺς παριόντας κρατῶν προσεμέτρει τῷ κραββάτῳ, καὶ εἰ μὲν ἦν μακρὸς, ἀπέκοπτεν ἐκ τῶν ποδῶν αὐτοῦ διὰ τὸ ἰσῶσαι αὐτὸν τῷ κραββάτῳ· εἰ δὲ μικρὸς ἦν, μετὰ σφύρας κατέτυπτε τοὺς πόδας αὐτοῦ ἵνα ἐξισωθῇ τῷ κραββάτῳ.
sch Hipp 977 [10] τοῦτον ἐφόνευσεν ὁ Θησεὺς μόνος. λέγει οὖν ὅτι, ἐὰν ὑπὸ σοῦ ἡττηθήσομαι, οὐ μὴ πιστώσῃ ἐκεῖνος ὁ Ἴσθμιος Σίνις ὅτι ἐγὼ αὐτὸν ἐφόνευσα: —NAB Σίνις υἱὸς Πολυπήμονος περὶ τὸν Ἰσθμὸν ξενοκτονῶν, ὃς Πιτυοκάμπτης ἐλέγετο: —NA g B ἑαυτό ν: δύο ἀντωνυμίαι ἐπάλληλοι, κτείνειν ἓ αὐτόν.
sch Hipp 978 〈ἢ〉 σύνθετον ἀντὶ ἁπλοῦ, τῆς αὐτός: —NB i οὐ δ ’ αἱ θαλάσση ς: ὁ Σκείρων ἦν ἐν Μεγάροις τύραννος ἄξενος, ὃν τῇ χελώνῃ ἔρριψεν ὁ Θησεύς.
sch Hipp 979 [5] Σκειρωνίδες δὲ πέτραι καλοῦνται ἀπὸ Σκείρωνος τοῦ τὴν χελώνην τρέφοντος, οὗ μέμνηται Καλλίμαχος [frg. 378]: —NAB ἄλλω ς: ὁ Σκείρων οὗτος ἠνάγκαζε τοὺς παριόντας νίπτειν τοὺς πόδας αὐτῷ καὶ λακτίζων αὐτοὺς βρῶμα ἐποίει γίνεσθαι χελώνης. Θησεὺς δὲ τοῦτον ὑπεράνω τῆς κεφαλῆς ῥίψας εἰς θάλασσαν, ἐποίησε βρωθῆναι ὑπὸ τῆς χελώνης: —NAB τὰ εὐτυχήματα τοῦ Θησέως: —A g B i πάτε ρ , μένο ς: ὦ πάτερ, ἡ μὲν δύναμίς σου μεγάλη ἐστὶ καὶ ἡ διάνοια τῶν σῶν φρενῶν.
sch Hipp 983 [5] ἀλλ’ ὅμως, ἐάν τις ἐρευνήσῃ τὸ πρᾶγμα τοῦτο, οὐ καλόν ἐστι. λέγει δὲ ταῦτα διὰ τὸ ἀγνοῆσαι ἐκεῖνον ὅτι ἡ Φαίδρα αὐτοῦ ἠράσθη, καὶ οὐκ αὐτὸς ἐκείνης: —NAB ξύστασι ς: πύκνωσις λύπη. οἱ γὰρ χαίροντες ἐκ τοῦ ἐναντίου διαχέονται: —NA g B τὸ μέντοι πρᾶγμ α: τὸ πρᾶγμα, ἐν ὅσῳ μέν σοι ἄδηλόν ἐστιν, ὦ πάτερ, δοκεῖ δικαίους ἔχειν κατ’ ἐμοῦ τοὺς λόγους· εἰ δέ τις αὐτὸ ἐξετάσει, οὐ σχήσει κατ’ ἐμοῦ δικαίαν τὴν μέμψιν: —NAB δοκιμάσειεν ἐρευνήσειεν φανερὸν ποιήσειεν κρίνειεν: —NB i ἄκομψο ς: ἀπίθανος ἀνίκανος: —NB i ἐγὼ δ ’ ἄκομψο ς: ἐγὼ δὲ ἐν τοῖς μωροῖς ἀνεπιτήδειός εἰμι διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τί ἀκούουσιν· ἐν δὲ τοῖς σοφοῖς λέξω καὶ νικήσω: —NAB ἔχει δὲ μοῖραν καὶ τό δ’: ἔχει δὲ καὶ τοῦτο λόγον, ὅ ἐστιν· οὐκ ἀλόγως τοῦτο εἶπον ὅτι ἄκομψος μὲν εἰς ὄχλον εἰμὶ, εἰς ἥλικας δὲ σοφώτερος: —NAB οἱ γὰρ ἐν σοφοῖς φαῦλο ι: καὶ τοὐναντίον οἱ παρ’ ὄχλῳ φαῦλοι ἐν σοφοῖς μουσικώτεροι λέγειν: —NAB ὅθεν μ ’ ὑπῆλθε ς: ὅθεν με κατέβαλες πρῶτον ὡς διαφθερῶν ἀπολογίαν οὐκ ἔχοντα.
sch Hipp 992 [5] ὅθεν με, φησὶ, διαφθεῖραι ἔδοξας ὡς ἀπολογίαν μὴ ἔχοντα πρὸς τὰ ἐγκληθέντα: —NAB ἄλλω ς: θεωρεῖς με ὅτι οὐκ ἀναβλέπω πρὸς σὲ καὶ οὐκ ἀντιλέγω τοῖς λεγομένοις ὑπὸ σοῦ, καὶ θέλεις εἰπεῖν ὅτι ἐγὼ αὐτὴν διέφθειρα: — NAB περισσὸς ὁ κα ί: —A g B i ἐπίσταμαι γά ρ: ἀντὶ τοῦ· φίλος εἰμὶ τῶν δικαίων ἀνθρώπων.
sch Hipp 996 [5] μήτε ἀνταποδιδόναι κακὰ τοῖς χρωμένοις κακῶς, ὅ ἐστι τοῖς μὴ ἀμυνομένοις τοὺς προαδικοῦντας: —NAB ἄλλω ς: ἐπίσταμαι δὲ κτᾶσθαι φίλους τοιούτους, τοὺς μὴ ἐπιχειροῦντας μηδὲ θέλοντας ἀδικεῖν: —NAB ἀλ λ ’ οἷσιν αἰδώ ς: ἀλλ’ [ἐν] οἷς πρόσεστιν ἡ αἰσχύνη καὶ μὴ ὁμιλοῦσι κακὰ μηδὲ ἀντὶ κακοῦ ἀποδιδοῦσι.
sch Hipp 998 [5] μηδὲ συμπράττειν τοῖς αἰσχροῖς καὶ τοῖς ταῦτα βουλομένοις: —NAB ὡς μήτε συμβουλεύειν καὶ ὑποτιθέναι τὰ χείριστα μήτε συνεργεῖν τοῖς τὰ αἰσχρὰ πράττουσιν: —A g οὐκ ἐγγελαστή ς: οἷον· οὐχ ἕνεκα τοῦ ἐπεγγελᾶν φίλος εἰμὶ, ἀλλ’ ἀρετῆς χάριν: —NAB ἄλλω ς: οὐδὲ προσγελῶν τοῖς φίλοις μου, ἀλλὰ καὶ τοῖς περὶ ἐμὲ οὖσι καὶ τοῖς ἄποθέν μου οὖσιν ὁ αὐτός εἰμι καὶ τὴν αὐτὴν διάθεσιν ἔχω πρὸς ἀμφοτέρους: —NAB ἄλλω ς: οὔκ εἰμι ἐγὼ ἐγγελαστὴς, οἷον· οὐκ ἐγγελῶ τοῖς περὶ τὰ τοιαῦτα ἔχουσιν, ἀλλὰ μόνον οὐ σύνειμι αὐτοῖς: —NAB ἀλ λ ’ αὐτὸς οὐ παροῦσ ι: ἀλλ’ ὁμοίως καὶ μὴ παροῦσιν αὐτοῖς φίλοις ἐχρώμην καὶ ἐγγὺς ὤν: —NAB i ὁ ὅμοιος: —A g γράφεται καὶ φίλοι ς: —B g ἑνὸς δ ’ ἄθικτο ς: ἑνὸς δὲ πράγματός εἰμι ἀμίαντος, ἐν ᾧ καὶ νομίζεις με ληφθῆναι.
sch Hipp 1002 μέχρι γὰρ ταύτης τῆς ἡμέρας ἀμίαντον σῶμα ἔχω καὶ τοῦ λέχους οὐκ οἶδα πρᾶξιν: —NAB γραφῇ τε λεύσσω ν: καὶ ἐν τοῖς ἀναγνώσμασιν ὁρῶν· καὶ ὅμως οὐδὲ ἐκεῖνα κατασκοπῶ καλῶς, οὕτως ὢν ἀμίαντος: —NAB παρθένο ν: καθαρὰν ἁγνήν: —B i ἔγκληρον εὐνή ν: πρὸς τοῖς οἴκοις λαβὼν καὶ τὴν εὔπορόν σου κοίτην: —NAB ἄλλω ς: μονοκληρονόμον εἰ προσεδόκησα πατρὸς γυναῖκα λαμβάνειν, μάταιος ἄρα ἤμην.
sch Hipp 1011 [5] οὐδαμοῦ, φησὶ, συνέσεως ἦν ἐγὼ τοιαῦτα ἐννοούμενος: —NAB ἀλ λ ’ ὡς τυραννεῖν ἡδ ύ: οὐδαμῶς 〈ὁ〉 σώφρων ἐπιθυμεῖ βασιλεύειν, εἰ μὴ ἐκσταίη τῶν φρενῶν.
sch Hipp 1013 τὸ δὲ ἑξῆς· εἰ μὴ τὰς φρένας διέφθορε τῶν θνητῶν ἡ μοναρχία, οἷς ἁνδάνει ἡ μοναρχία. ἀπὸ κοινοῦ δὲ ληπτέον τὸ μοναρχί α: —NAB ἐγὼ δ ’ ἀγῶνα ς: ἐγὼ πρῶτος θέλω εἶναι ἐν τῇ κυνηγεσίᾳ καὶ ἐν τῇ φιλοσοφίᾳ, ἐν δὲ τῇ πόλει δεύτερος: —NAB πράσσειν γὰρ ε ὖ: ὁ γὰρ ἐν ἀγῶσι τοιοῦτος ὢν καλῶς πράττει καὶ ἀκίνδυνός ἐστιν· ὁ δὲ πόλεως πρῶτος ὢν κίνδυνον ἔχει.
sch Hipp 1019 [10] οἱ γὰρ βασιλεύοντες 〈ἐν〉 κινδύνοις διάγουσιν: —NAB εἰ μὲν γὰρ ἦν μοι μάρτυ ς: εἰ γὰρ, φησὶ, καὶ ἕτερος ἦν καὶ τὰ αὐτά μοι ἔλεγε καὶ ἐμαρτύρει (τοῦτο γὰρ δηλοῖ τὸ οἷός εἰμι ἐγ ώ) καὶ ἦν ὁ ἀγὼν ζώσης αὐτῆς: —NAB ἄλλω ς: εἰ παρῆν μοι μάρτυς δίκαιος, οἷός εἰμι ἐγώ, ὅ ἐστιν· εἰ εὐπόρησα μάρτυρος ἀληθοῦς, ὁμοίου τοῖς ἡμετέροις τρόποις: —NAB μη δ ’ ἂν θελῆσα ι: μηδὲ εἰς ἔννοιαν ἐλθεῖν μέ ποτε τοῦ μιᾶναι τὴν σὴν κοίτην, οὐχ ὅτι λέγεις με καὶ φθεῖραι αὐτήν: —NAB ἦ τἄ ρ ’ ὀλοίμη ν: διαζευκτικὸς ὁ ἤ· ἢ ὀλοίμην, εἰ κακὸς φανήσομαι: —NB εἰ δ ’ ἥδε δειμαίνου ς’: εἰ δὲ ἑαυτὴν φοβουμένη ἐφόνευσεν ἵνα μὴ κακὴν δόξαν λάβῃ διὰ τὸ ἐρασθῆναι τοῦ υἱοῦ τοῦ ἀνδρὸς αὐτῆς, οὐκ οἶδα: —NAB ἐσωφρόνησεν οὐκ ἔχουσ α: δύναται ἐν ἐρωτήσει, ἵν’ ᾖ οὕτως· ἡ Φαίδρα, ὡς σὺ φὴς, ἐσωφρόνησεν, καίτοι μὴ φύσει ὑπάρχουσα τοιαύτη· ἐγὼ δὲ ὁ ἔχων 〈τὸ σωφρονεῖν〉 οὐκ ἐσωφρόνησα, ἀλλ’ ἐβουλήθην αὐτῇ μιγῆναι, αὐτῆς μὴ βουλομένης: —NAB ἄλλω ς: τινὲς δὲ κατ’ ἐρώτησιν οὕτως· ἆρα ἡ Φαίδρα μὴ οὐκ ἔχουσα σωφρονεῖν ἐσωφρόνησεν, ἐγὼ δὲ ὁ δυνάμενος σωφρονεῖν οὐκ ἐσωφρόνουν: —A ἄλλω ς: ἐσωφρόνησεν ἡ Φαίδρα εἰποῦσα τὸν ἔρωτα, καίτοι οὐκ εἶχε σωφρονεῖν τοῦ ἔρωτος νικωμένη· ἐγὼ δὲ ἔχων τὴν σωφροσύνην οὐ καλῶς ἐχρησάμην αὐτῇ διὰ τὸ μὴ αὐτίκα μηνῦσαί σοι τὰ κατ’ αὐτὴν καὶ δηλῶσαί σοι: —A γράφεται οὐχ ἑκοῦσ α: —A g B i ἀποθανοῦσα, φησὶ, μὴ δυναμένη βαστάζειν τὸν ἔρωτα: —A g B i ἡμεῖς δ ’ ἔχοντε ς: ἡμεῖς δὲ σιωπήσαντες οὐ καλῶς ἐποιήσαμεν.
sch Hipp 1035 τὸ δὲ ἔχοντες ἀντὶ τοῦ σιωπήσαντες, ἢ τὴν σωφροσύνην φυλάξαντες: —NAB ἀρκοῦσαν εἶπα ς: ἀπολογίαν ἀρκοῦσαν εἶπας τοῦ μὴ φονεῦσαι σε τὴν Φαίδραν: —NAB γόη ς: ἀπατεών, φαρμάκων ἔμπειρος: —NB εὐοργησί ᾳ: πρᾳότητι, ἀνεξικακίᾳ, βαθύτητι.
sch Hipp 1039 οὕτως Ἀττικῶς. τινὲς δὲ εὐηθείᾳ: —NAB καὶ σοῦ γε κάρτ α: θαυμάζω σε, ὦ πάτερ, εἰ ταῦτα καρτερεῖς.
sch Hipp 1041 εἰ γὰρ ἐγὼ πατήρ σου ἤμην, οὐδαμῶς 〈ἂν〉 ἐφυγάδευόν σε, ἀλλ’ ἐφόνευον, εἰ ὑπελάμβανον διαφθείραντά μου τὴν γυναῖκα: —NAB ταχὺς γὰρ Ἅιδης ῥᾷστο ς: ἀντὶ τοῦ ἥδιστος.
sch Hipp 1047 ταχύς δὲ, ἀντὶ τοῦ ὀξύ ς. οἱ γὰρ ἄδικοι ταχὺ τὸν θάνατον λαμβάνοντες χαίρουσι διὰ τὸ μὴ κρίνεσθαι αὐτοὺς πολλάκις: —NAB μισθὸς γά ρ: ἐν πολλοῖς οὐ φέρεται οὗτος ὁ ἴαμβος: —NB i οὐδὲ μηνυτὴν χρόνο ν: οὐδὲ περιμενεῖς ὀλίγον χρόνον, ἵνα μάθῃς τὸ ἀσφαλές, ἀλλ’ οὕτως με διώκεις: —NAB ἡ δέλτος ἥδ ε: αὕτη ἡ δέλτος οὐκ ἔστιν ἀπὸ μαντείας κατεσκευασμένη, ἀλλὰ κατηγορεῖ σου· ἥνπερ ἐγὼ [πιστεύω] δέχομαι, τοὺς δὲ μάντεις πολλάκις ἐγὼ χαίρειν λέγω, ἀντὶ τοῦ οἰμῴζειν.
sch Hipp 1057 [10] οὐ παρὰ μάντεων, φησὶ, μαθοῦσα, ἀλλ’ αὐτὴ παθοῦσα καὶ πλέον ἄλλων εἰδυῖα. κλῆρος δέ ἐστι τὸ σημεῖον τὸ διδόμενον τοῖς μαντευομένοις, ἀφ’ ὧν οἱ μάντεις ὁρμώμενοι προφητεύουσι περὶ τῶν μελλόντων. τινὲς δὲ τῶν μάντεων ὄρνισι προσέχουσιν, οἱ δὲ κλήροις. κλῆρον τὴν μαντείαν. εἰσὶ γάρ τινες κλήρῳ μαντευόμενοι, ὅ ἐστι λαχμοῖς: — NAB κλῆροι λέγονται τὰ σημεῖα τῆς πτήσεως τῶν οἰωνῶν, ἐξ ὧν οἱ μάντεις προλέγουσιν: —A οὐ δῆτα πάντω ς: ὑφ’ ἓν ἀναγνωστέον καὶ περιττεύει ἡ μία ἄρνησις: —NAB οὐ δῆτ α: ἀντὶ τοῦ· οὐδαμῶς [λύσω τὸν ὅρκον] ἐγχωρεῖ μοι πεῖσαί σε καὶ μάτην λύσω τὸν ὅρκον, ὃν ὤμοσα τῇ τροφῷ μηδενὶ εἰπεῖν: —NAB ἄλλω ς: ἐπεὶ ὅλως, φησὶν, ἂν εἴπω, οὐ πείθω, διὰ τί καὶ τοὺς ὅρκους παραβαίνω: —NAB ἄλλω ς: οὐ μή ποτε πείσω τοὺς περὶ Θησέα οὕς με δεῖ πεῖσαι, κἂν ἀποκαλύψω τὸν ἔρωτα τῆς Φαίδρας, ὥστε μάτην ἂν συγχέαιμι τοὺς ὅρκους οὓς πρὸς τὴν τροφὸν τῆς Φαίδρας ἐποιησάμην: —A οὐκ εἶ πατρῴας ἐκτό ς: τὸ εἶμι τὸ πορεύομαι, καὶ τὸ εἰμί τὸ ὑπάρχω, ἐν τῇ συνηθείᾳ κατὰ τὸ δεύτερον πρόσωπον ἀποβολὴν πάσχουσι τοῦ ς παραλόγως.
sch Hipp 1065 φασὶ γὰρ ποῖ ἄπει καὶ ποῦ εἶ: —NB τίνος ξένω ν: τίνος τῶν ξένων εἰς τοὺς οἴκους πορεύσομαι· διὰ τοιαύτην αἰτίαν φυγόντα τίς με ἐν οἴκῳ εἰσδέξεται: —B ὅστις γυναικῶ ν: ὅστις ἥδεται κομίζων ὡς ξένους λυμεῶνας τῶν γυναικῶν καὶ συνεργάτας τῶν κακῶν: —NB ὦ δώμα τ ’ εἴθ ε: ὦ οἰκήματα, εἴθε φωνὴν ἀφείητε καὶ μαρτυρήσαιτέ μοι, εἰ τοιοῦτος ἀνὴρ γέγονα: —NAB εἰς τοὺς ἀφώνου ς: γράφεται σοφῶ ς, ἵν’ ᾖ σοφιστικῶς καὶ τεχνικῶς.
sch Hipp 1076 [5] εἰς τὸ φεύγεις ὑποστικτέον, τὸ δὲ λοιπὸν κατὰ ἀπόφασιν· εἰς τοὺς ἀφώνους μάρτυρας 〈φεύγεισ〉, ὅ ἐστιν ἀφώνους μάρτυρας ἐπικαλῇ, τὸ δὲ κατὰ Φαίδραν πρᾶγμα μὴ φθεγγόμενον σαφῶς μηνύει σε κακόν: —NAB εἴ θ ’ ἦν ἐμαυτό ν: εἴθε δυνατὸν ἦν ἐμαυτὸν ἄλλον γενόμενον προσβλέψαι δακρύοντα καὶ κατιδεῖν ἐν ὁποίοις κακοῖς εἰμι.
sch Hipp 1078 τοῦτο δὲ λέγει διὰ τὸ μὴ τὸν Θησέα προσβλέποντα αὐτὸν οἰκτείρειν: —NAB πολλῷ γε μᾶλλο ν: σαυτὸν ἐμελέτησας μᾶλλον σέβειν ὑπὲρ τοὺς τεκόντας [ἢ καλῶς ποιεῖν].
sch Hipp 1080 ὢν δίκαιος, ὡς αὐτὸς λέγεις. μᾶλλον σεαυτὸν ἤσκησας σέβειν: —NAB Ἀντιόπη: —B i οὐχ ἕλξε τ ’ αὐτὸν δμῶε ς: οὐ διώκετε αὐτὸν ἐκ ταύτης τῆς γῆς· οὐκ ἐκ πολλοῦ χρόνου εἶπον ὑμῖν: —NB πάλαι ξενοῦσθα ι: ἐπὶ ξένης γῆς διατρίβειν, ξένος ἀντὶ πολίτου γίνεσθαι.
sch Hipp 1085 οὕτως Ἀττικῶς: —NAB κλαίων τις αὐτῶ ν: οὐχ ὡς ἀντιτείνων λέγει, ἀλλ’ ὡς ἐξ ἐλευθέρας χειρὸς ὠθεῖσθαι βουλόμενος.
sch Hipp 1086 ὄντως, ἐάν μέ τις διώξῃ ἐκ τῶν δούλων, κλαίων ἀναχωρήσει· ἐὰν δὲ θέλῃς, σὺ δίωξόν με ἐκ τῆς γῆς σαυτοῦ: —NAB ἄραρε ν: ἀντὶ τοῦ· ἔδοξε κέκριται: —NB i ὦ τάλας ἐγ ώ: ἐγίνωσκον γὰρ 〈τὰ〉 περὶ ἐμοῦ καὶ Φαίδρας ἐπεγίνωσκον ὥστε μὴ δυνατὸν εἶναι ταῦτα φράζειν.
sch Hipp 1090 [5] ‘ὅρκοις πεδηθεὶς τῆς τροφοῦ παρ’ ἀξίαν‘: —A ἄλλω ς: γινώσκω ταῦτα, γινώσκω δὲ οὐχ οὕτως ὥστε εἰπεῖν, ἀλλὰ κρύψαι: —A φευξούμεσθ α: [εἰς] Ἀττικήν φησι φεύγειν, ὅτι ὑπὸ μίαν βασιλείαν ἦσαν Ἀττική τε καὶ Τροιζήν.
sch Hipp 1093 καὶ ἑτέραν λέγων, ἑκατέραν ὠνόμασεν: —NAB καὶ γα ῖ ’ Ἐρεχθέω ς: τὸ αὐτὸ λέγει.
sch Hipp 1095 Ἐρεχθεὺς γὰρ ἐβασίλευσεν εἰς τὰς Ἀθήνας: —NB ὡς ἐγκαθηβᾶ ν: ἐννεάσαι.
sch Hipp 1096 ἡβητὰς τρέφεις διὰ τὸ ἔχειν τόπους εἰς τὸ ἡβᾶν ἐπιτηδείους. ὅθεν καὶ ἡβητήρια τὰ γυμνάσια: —NAB ἦ μέγα μοι τὰ θεῶ ν: γυναῖκες μέν εἰσιν αἱ τοῦ χοροῦ.
sch Hipp 1102 [5] μεταφέρει δὲ τὸ πρόσωπον ἐφ’ ἑαυτοῦ ὁ ποιητὴς καταλιπὼν τὰ χορικὰ πρόσωπα· μετοχαῖς γὰρ ἀρσενικαῖς κέχρηται. τὸ δὲ μοί ἀντὶ τοῦ μοῦ, ὡς τὸ [β 50] ‘μητέρι μοι μνηστῆρεσ‘. τὸ δὲ ἑξῆς· ὄντως μου τὰς λύπας μεγάλως ἀφανεῖς καθίστησι τὰ περὶ θεῶν μελεδήματα, ὅταν εἰς φρένας ἔλθῃ. ὁρῶν δὲ ὁ χορὸς εὐσεβῆ μὲν ὄντα τὸν Ἱππόλυτον, κακῶς δὲ πράττοντα παρὰ τὸ δίκαιον, θαυμάζει τοῦ βίου τὸ ἀνώμαλον καὶ ταράττεσθαί φησι τὴν διάνοιαν, ὑπονοῶν μὲν τὸ θεῖον προνοεῖσθαι τῶν ἀνθρωπίνων, ὁρῶν δὲ θείας προνοίας μὴ μετέχοντα τῶν ἀνθρώπων τὰ πράγματα ἐκ τοῦ τοὺς μὲν 〈ἀδίκουσ〉 εὖ πράττειν, τοὺς δὲ δικαίους παρὰ τὴν ἀξίαν πράττειν κακῶς. ὁ δὲ νοῦς· ὅταν, φησὶ, θεοὺς λογίσωμαι, πάσης λύπης ἀπαλλάσσομαι, ἐνθυμούμενος ὅτι ἀδεκάστως τὰ πράγματα κρίνουσι, τὰ πρὸς ἀξίαν ἑκάστῳ παρέχοντες. καὶ δοκῶν κατὰ τοῦτο συνετὸς εἶναι ἄφρων ἐλέγχομαι, ὁρῶν τοῦ βίου τὴν σύγχυσιν. σύνεσιν γάρ τινα ἐν ταῖς ἐλπίσιν ἔχων, ἐλαττοῦμαι καὶ ἀπολείπομαι βλέπων ἔν τε ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις, τουτέστιν· ὁπηνίκα ἂν τὰ ἀνθρώπινα ἐννοήσω, ἐλαττοῦμαι καὶ οὐ μέγα φρονῶ: —NAB ἄλλω ς: ὁπηνίκα μοι τὰ τῶν θεῶν προνοήματα καὶ αἱ διοικήσεις καθ’ ἃς τῶν ἀνθρωπίνων ἐπιστατοῦσι πραγμάτων, περὶ τὴν ἐμὴν διάνοιαν γένωνται καὶ ἀνασκοπήσω αὐτά, μέγα μέρος τῆς λύπης ἀφαιροῦμαι, πρόνοιαν νομίζων εἶναι τὴν δικαίως τὰ ἀνθρώπων οἰκονομοῦσαν. βλέπων δὲ πάλιν εἰς τὰς τῶν ἀνθρώπων τύχας καὶ εἰς τὰς πράξεις αὐτῶν καὶ ὁρῶν τοὺς μὲν κακοὺς εὐτυχοῦντας τοὺς δὲ ἀγαθοὺς ἀτυχοῦντας, λείπομαι κατὰ πολὺ καὶ ἄφρων ἐλέγχομαι καὶ ἀμαθής, κἂν νομίζω καὶ ἐλπίζω ὅτι σύνεσίν τινα καὶ νόησιν τῶν ἀνθρωπίνων ἔχω πραγμάτων: —A ἄλλω ς: ὁπηνίκα, φησὶν, ἐνθυμηθῶ ὅτι οἱ θεοὶ προνοοῦνται τῶν ἀνθρώπων, μεγάλως τῆς λύπης ἀναχαιτίζομαι: —A ξύνεσιν δέ τι ν’: σοφίαν δέ τινα ἐν τῇ διανοίᾳ ἔχων καθὸ πρόνοιαν θεῶν λογιζόμενος, ἐκπίπτω ταύτης, ἔν τε ταῖς τύχαις τῶν θνητῶν καὶ ἐν τοῖς ἔργμασι βλέπων: —NAB ἄλλω ς: νόησιν δέ τινα τῶν ἀνθρωπίνων πραγμάτων ἐλπίζων ἔχειν 〈ἐν〉 τῇ διανοίᾳ, ἐλέγχομαι κατὰ πολὺ τῆς ἀληθείας λειπόμενος: —A ἐν ἐλπίδι δὲ, φησὶ, τιθέμενος τὰ πράγματα, ἀπολείπομαι τῆς ἐλπίδος· οὐ γὰρ ἀποβαίνει καθὼς ἐλπίζω: —NAB ἔν τε τύχαι ς: ἐν ταῖς τύχαις τῶν ἀνθρώπων καὶ ἐν τοῖς ἔργοις βλέπων: —N ἄλλα γὰρ ἄλλοθεν πράγματα ἐναλλάσσεται, οἷον· πολλὴ 〈ἡ〉 μεταβολὴ τῶν ἀνθρωπίνων πραγμάτων: —NAB μεταβαίνει εἰς πολλά, μεταβάλλεται: —N μετὰ δ ’ ἵστατα ι: μεταβαίνει εἰς πολλὰ πλανώμενος τοῖς ἀνθρώποις ὁ βίος, οἷον· οὐ μένει βέβαιος ὁ αἰὼν, ἀλλὰ μεταβάλλεται: —AB πολυπλάνητο ς: οἷον· τὸ ζῆν ἀεὶ μεταβάλλεται πολυπλάνητον ὂν τοῖς ἀνθρώποις: —AB ἄλγεσι θυμό ν: καὶ ἐν κακοῖς ἄφθαρτον, ἀβλαβῆ τὴν ψυχὴν παράσχοι: —NAB i δόξα δὲ μή τ ’ ἀτρεκή ς: ἀντὶ τοῦ· μὴ σχῶ μεγάλην δόξαν μήτε μικράν, ἀλλὰ μέσην καὶ καλήν: —NAB μή τ ’ αὖ παράσημο ς: ἀντὶ τοῦ ἀδόκιμος, ἀπὸ μεταφορᾶς τῶν κιβδήλων νομισμάτων: —NAB ἄλλω ς: εἰς ἄκρον τελεία ἐν εὐτυχίᾳ.
sch Hipp 1115 [10] ἤτοι παρὰ τὸ σημεῖον τοῦ ἀτρεκοῦς. τοῦτο δὲ λέγει ὅτι εἴθε μοι ἐδόθη βίος εὐτυχὴς καὶ ἄλυπος καὶ μήτε βασιλείᾳ ἐτιμήθην· αὕτη γάρ ἐστιν ἡ ἀτρεκὴς καὶ ὑπερφέρουσα δόξα· μήτε κατὰ τὸν βίον πενία ἐσχάτη καὶ ἀτυχία καὶ ἀδοξία καὶ θλῖψις. διὰ τοῦτο γὰρ τῇ παράσημος λέξει ἐ〈χρή〉σατο κατ’ ἐναντίωσιν τοῦ ἀτρεκή ς, ἤτοι παρὰ τὸ σημεῖον καὶ τὸ σύμβολον τῆς ἀτρεκότητος καὶ τῆς ὑπερφερούσης δόξης: —A ῥᾴδια δ ’ ἤθε α: ἀντὶ τοῦ εὐχερῆ καὶ ἄλυπα ἤθη ἔχουσα, προβαίνουσα εὐτυχοίην ἀεί: —NAB ἄλλω ς: εὐχερῶς δὲ τὰ ἤθη μεταβάλλουσα τὸν ὀλίγον χρόνον, εὐτυχοίην τὸν βίον.
sch Hipp 1117 [5] τὸ δὲ ἑξῆς· εὔκολον δὲ ζωὴν εἰς τὸν καθ’ ἡμέραν χρόνον ἀεὶ διαδεχομένη σὺν ἄλλοις τὸν βίον εὐτυχοίην. δύναται καὶ ἀντὶ ἐνεργητικοῦ κεῖσθαι, μεταβαλλομέν η, ἀντὶ τοῦ μεταβάλλουσα· δύναται πάλιν εἶναι· κατὰ τὰ ἤθη μεταβαλλομένη: —NAB μεταβαλλομέν α: διαδεχομένη, ἡ μοῖρα δηλονότι: —N βίον συνευτυχοίη ν: καλῶς ἡ σύν ἔγκειται πρόθεσις, δηλοῦσα ὡς οὐκ ἄκραν εὔχεται εὐδαιμονίαν οὐδὲ πλεονεκτεῖν τῶν ἄλλων, ἀλλὰ σὺν ἄλλοις εὐπραγεῖν κατὰ τὸν βίον: —NAB οὐκέτι γὰρ καθαρά ν: ἀντὶ τοῦ οὐκ ἀτάραχον, οὐκ ἄφοβον· διὸ καὶ μετὰ φυλακῆς ηὐξάμην: —NAB ἄλλω ς: ἄδολον, εἰς θεοὺς δηλονότι.
sch Hipp 1120 [5] τοῦτο δὲ [ἐν] τοῖς ἄνω συναπτέον, ἵν’ ᾖ οὕτως· ἐκπίπτω τοῦ ἀνάγειν εἰς θεοὺς πρόνοιαν τῶν ἀνθρωπίνων πραγμάτων· οὐκέτι γὰρ καθαρὰν φρένα ἔχω, τουτέστιν· οὐκ ἔχω ἀτάραχον φρένα ἐπὶ τῷ παρόντι, ὅτι ἀδίκως ἀπόλλυται ὁ Ἱππόλυτος: —NAB ἐπεὶ τὸν Ἑλλανία ς: ἐπειδὴ τὸν τῆς Ἑλληνικῆς γῆς φανερώτατον ἀστέρα, καὶ τὰ ἑξῆς.
sch Hipp 1122 ἀστέρα λέγει τὸν Ἱππόλυτον, διὰ τὸ ἐπιφανὲς τῆς παρθενίας αὐτοῦ: —NAB φανερώτατον ἀστέρ α: τὸν ἐπιφανέστατον τῆς Ἀττικῆς ἀστέρα.
sch Hipp 1123 καὶ Ὅμηρος [η 80] ‘εὐρυάγυιαν Ἀθήνην‘: —NB i ὦ ψάμαθο ι: ὦ αἰγιαλοὶ τῆς θαλάσσης τῆς λευκῆς, ἔνθα ἐγυμνάζετο: —NAB i ὦ δρυμὸς ὄρειο ς: ὑπερβατόν· ὅθι μετὰ κυνῶν ἐπέβης ὠκυπόδων, θεᾶς θῆρας ἐναίρων, ὅ ἐστι· τοὺς ὑποτεταγμένους τῇ Ἀρτέμιδι: —NAB θεᾶς μέτ α: οἱ μὲν ὑπερβατόν, μετὰ κυνῶν· οἱ δὲ μετὰ τῆς θεᾶς.
sch Hipp 1129 Ἀρτέμιδος τοὺς θῆρας φονεύων· ἱεροὶ γὰρ αὐτῆς οὗτοι: —NAB i Δίκτυνναν ἀμφὶ σεμνά ν: Δίκτυννα ἐκλήθη ἡ Ἄρτεμις διὰ τοιαύτην αἰτίαν.
sch Hipp 1130 [15] Βριτόμαρτις νύμφη ἐγένετο συγκυνηγέτις τῇ Ἀρτέμιδι. ταύτης ἠράσθη Μίνως καὶ κατεδίωξεν αὐτὴν μῆνας ἐννέα· καὶ μὴ ὑποφέρουσα ἔτι, ἔρριψεν ἑαυτὴν ἀπὸ τοῦ ὄρους εἰς θάλασσαν καὶ ἐσώθη ἐν τοῖς δικτύοις, καὶ τούτου χάριν ἐκλήθη ἡ Ἄρτεμις Δίκτυννα: —NAB ἄλλω ς: οἱ μὲν Δίκτυνναν αὐτήν φασι τὴν Ἄρτεμιν, οἱ δὲ Ἑκάτην, οἱ δέ τινα ἑτέραν, Δίκτυνναν ** παρεπομένην τῇ Ἀρτέμιδι. 〈Ἄρτεμισ〉 Δίκτυννα τούτῳ τῷ ὀνόματι καλεῖται παρόσον διὰ μεθόδων δικτυηρῶν ** οἱ ἐπακτῆρες καὶ κυνηγοὶ τοὺς θῆρας αἱροῦσι, δίκτυον δὲ οἱ ἁλιεῖς οὕτως ἐκάλεσαν τὸ ἀμφίβληστρον διὰ τὸ ὑπὲρ τῆς ** μολιβδαίνης τοὺς ἰχθῦς μὴ ἐᾶν ἀναπλέειν, ἀλλὰ παρακατέχειν καὶ ἐναποκλείειν ἔνδον. ἰστέον δὲ ὅτι τὸ ὄνομα τῆς Δικτύννης μᾶλλον τῇ Ἑκάτῃ προσάπτεσθαι δεῖ ὡς πᾶσι μὲν παρεπομένῃ θεοῖς, μάλιστα δὲ τῇ Ἀρτέμιδι· δῆλον δὲ ἐκ τοῦ καὶ αὐτὴν Ἑκάτην ὀνομάζεσθαι: —A Ἐνέτη πόλις Ἠπείρου ἔνθα γίνονται καλοὶ ἡμίονοι καὶ πῶλοι: —B i πώλων Ἐνετᾶ ν: Παφλαγονικῶν.
sch Hipp 1132 [5] Ἐνετοὶ γὰρ ἔθνος Παφλαγονίας. εἰ δέ τις εἴποι, ἐκ ποίας πόλεως ὠνομασμένοι, ἴστω ὅτι πολλοὶ βάρβαροι οὐκ ἐκ πόλεως οὐδὲ ἐκ χώρας, ἀλλ’ ἐξ ἔθνους ὀνομάζονται, ὡς Νομάδες, Βλέμυες. ἡ δὲ ἐπί ἀντὶ τοῦ εἰς, οὐκέτι εἰς συζυγίαν Ἐνετῶν πώλων βήσῃ, ὡς τό [Ε 745] ‘ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο‘: —NAB τὸν ἀμφὶ Λίμνα ς: Λίμνη τόπος Τροιζῆνος [Ἀττικῆς], ἔνθα Λιμνᾶτις Ἄρτεμις καλεῖται.
sch Hipp 1133 περὶ τὸ πεδίον τῆς Λίμνης τὸ τρεχόμενον οὐκέτι τοὺς γυμναστικοὺς ἵππους κατέχων τῷ ποδὶ καὶ γυμνάζων: —NAB ποδὶ γυμνάδας ἵππου ς: τοὺς γυμναστικοὺς ἵππους οἱ ἱππαζόμενοι ἀντιβαίνοντες τῷ ποδὶ ἀνακρούουσι τοῖς χαλινοῖς: —NB i μοῦσα δ ’ ἄυπνο ς: ἡ δὲ ἄυπνος καὶ διηνεκὴς ᾠδὴ τῶν ὑπὸ τῇ ἄντυγι χορδῶν λήξει.
sch Hipp 1135 [5] τὸν ζυγὸν δὲ τῆς κιθάρας ἄντυγα καλεῖ. ἢ τὸν πῆχυν ὡς κιθαρίζοντος αὐτοῦ: —NB κόρα ς: πρὸς τὸ Λατοῦ ς: —NB i ἀστέφανοι δὲ κόρα ς: αἱ δὲ ἀναπαῦλαι τῆς θυγατρὸς Λητοῦς, ὅ ἐστι τῆς Ἀρτέμιδος, αἱ κατὰ τὴν βαθεῖαν ὕλην ἀστεφάνωτοι ἔσονται: —NB ἄλλω ς: αἱ δὲ ἀναπαύσεις τῶν κορῶν τῶν συγχορευουσῶν περὶ τὸ τῆς Λητοῦς ἱερὸν ἀστέφανοι ἔσονται, τουτέστι λυπηθήσονται ἐπὶ σοὶ αἱ παρθένοι: —NAB φυγᾷ σ ᾷ: διὰ τὴν σὴν φυγὴν οὐκέτι ἁμιλληθήσονται αἱ παρθένοι ὑπὲρ τοῦ γάμου, τίς σοι δοθήσεται γυνή: —NB ἄλλω ς: φυγάδος σοῦ ὄντος ἡ φιλονικία τῶν παρθένων τῶν ἐπιδοξαζομένων τῷ σῷ γάμῳ ἀπώλετο: —NB ἅμιλλα κόραι ς: φιλονικία ἐναντίωσις ἕνεκεν τῶν λέκτρων: —N διοίσ ω: ἐν τοῖς δακρύοις διάξω καὶ ζήσω: —NAB i πότμον ἄποτμο ν: θάνατον κακοθάνατον: —NAB i ἔτεκες ἀνόνητ α: ἐπειδὴ οὐκ ἀπέλαυσεν αὐτοῦ: —NAB i μηνί ω: ὀργίζομαι σχετλιάζω: —NAB i ἰὼ ἰὼ συζύγιαι Χάριτε ς: αἱ συνεζευγμέναι Χάριτες τῷ Ἱππολύτῳ.
sch Hipp 1147 αἱ συζευγνῦσαι, ὅ ἐστι γαμήλιοι. ἀντὶ τοῦ· ὦ Χάριτες ἔφοροι τῆς συζυγίας: —NAB οὐδὲν ἄτη ς: οὐδεμιᾶς βλάβης: —NB i Θησε ῦ , μερίμνης ἄξιον φέρ ω: οἱ ἀρχαῖοι καὶ ἐξ ὀνόματος τοὺς δεσπότας ἐκάλουν: —NAB σοὶ καὶ πολίται ς: πολίτας φησὶ τοῦ Θησέως Ἀθηναίους καὶ Τροιζηνίους.
sch Hipp 1157 [5] τούτων γὰρ ἀμφοτέρων πολίτης ἐστὶν, ἐκ μὲν πατρὸς Ἀθηναίων, ἐκ δὲ μητρὸς Τροιζηνίων: —NAB ναίουσι καὶ γῆς τέρμονα ς: περὶ τὰ τέλη τῆς Τροιζῆνος.
sch Hipp 1159 τέρμονας Τροιζῆνος τοὺς ὅρους φησίν: —NB δισσὰς κατείληφ ε: τὰς δύο πόλεις, Τροιζῆνα καὶ Ἀθήνας: —NB ὡς εἰπεῖν ἔπο ς: ὡς ἐν συντόμῳ εἰπεῖν: —NA g B i δέδορκ ε: ἀντὶ τοῦ· μέλλει ἀποθνῄσκειν: —NB i πρὸς το ῦ: μή τις ἐχθρὸς ἦν αὐτῷ; μὴ ἆρα γυναῖκά τινος ἔφθειρεν ὡς καὶ τὴν ἐμήν, κἀκεῖνος φονεύει αὐτόν: —NAB παιδὸς ἠράσω πέρ ι : ἡ περί ἀντὶ τῆς κατά, κατὰ τοῦ σοῦ παιδός: —NB ὡς ἄ ρ ’ ἦσ θ ’ ἐμό ς: ὦ Πόσειδον, ὄντως ἔμαθον ὅτι ἐμὸς εἶ πατήρ: —NAB ἔπαισεν αὐτὸν ῥόπτρο ν: ἡ ῥομφαία, ὅ ἐστιν εἶδος ξίφους, καὶ ἡ πάγη καὶ τὸ ἐπίσπαστρον: —NB ἄλλω ς: πλῆγμα.
sch Hipp 1172 [5] κυρίως δὲ [ῥόπτρον τὸ τῆς δίκης] ῥόπαλον: —NB ῥόπτρο ν: ἡ πάγη. ἀπὸ τοῦ ῥαπίζειν: —B ἡμεῖς μὲν ἀκτῆ ς: ἡμεῖς μὲν ἐν τῷ αἰγιαλῷ τῷ δεχομένῳ τὰ κύματα ἐφιλοκαλοῦμεν τοὺς ἵππους, κλαίοντες ἐπὶ τῇ φήμῃ τῆς ἐξορίας τοῦ Ἱππολύτου: —NAB ψήκτραισιν ἵππω ν: ἀπὸ τοῦ καταψήχειν ὠνομάσθη ψήκτρα: —NB ὡς οὐκέ τ ’ ἐν γ ῇ: ὅτι ὁ Ἱππόλυτος φεύγει τὴν ἰδίαν γῆν καὶ πόλιν: —NAB δακρύων ἔχων μέλο ς: στεναγμόν.
sch Hipp 1178 τουτέστι στενάζων. ἀντὶ τοῦ θρηνῶν. οὐ περὶ ἄλλων δακρύων, ἀλλὰ περὶ ὧν καὶ ἡμεῖς: —NA ἀντὶ τοῦ· τὸν αὐτὸν στενάζων στεναγμόν: —B μυρία δ ’ ὀπισθόπου ς: ἀντὶ τοῦ· πολλὴ προπομπὴ, πολλὴ ἄθροισις ὄπισθεν ἀκολουθοῦσα τοῦ Ἱππολύτου: —NAB τί ταῦ τ ’ ἀλύ ω: δυσφορῶ.
sch Hipp 1182 λείπει ἡ διά, διά τί ἀδημονῶ καὶ θρηνῶ· οὐκ ἐγχωρεῖ μὴ πεισθῆναί με τοῖς λόγοις τοῦ πατρός μου καὶ ἀναχωρῆσαι ἐκ ταύτης τῆς γῆς: —NAB ἐξηρτυμένα ς: ἡτοιμασμένας.
sch Hipp 1186 [5] ἀντὶ τοῦ· ταχέως, ἅμα τοῖς λόγοις καὶ πρὸ τοῦ πληρῶσαι αὐτὸν τὸν λόγον, παρεστήσαμεν αὐτῷ τὸ ἅρμα: —NAB μάρπτει δὲ χερσί ν: εἰώθασιν οἱ ἁρματηλάται περιάπτειν τὰ λῶρα τῇ ἄντυγι, ὅπως δοκοῖεν οἱ ἵπποι ὑπό τινος ἄγχεσθαι· ὡς ὁ ποιητής [Ε 262] ‘ἐξ ἄντυγος ἡνία τείνασ‘: —NAB ἄλλω ς: λαμβάνει τοὺς χαλινοὺς ἐν ταῖς χερσὶ καὶ κρατεῖ ἐκ τοῦ ἅρματος: —NB αὐταῖσιν ἀρβύλαισι ν: ταῖς τοῦ ἅρματος περὶ τὴν ἄντυγα, ἔνθα τὴν στάσιν ἔχει ὁ ἡνίοχος: —NAB καὶ πρῶτα μὲν θεοῖ ς: ἀντὶ τοῦ· ηὔξατο τοῖς θεοῖς τὰς χεῖρας ἀνατείνας: —NB αἴσθοιτο δ ’ ἡμᾶ ς: καὶ μάθοι ὁ πατὴρ ὅτι ἀτιμάζει με.
sch Hipp 1192 ἑνικῷ πληθυντικὸν ἐπήγαγεν, διὸ τὸ χ : —NAB ἐπῆγε κέντρο ν: ἀντὶ τοῦ· τὴν μάστιγα ἐπὶ τοὺς ἵππους μετήνεγκεν: —NB i ἐ φ ’ ἅρματο ς: ἀντὶ τοῦ· παρὰ τῷ ἅρματι, ὡς τὸ [Z 273.
sch Hipp 1195 303] ‘Ἀθηναίης ἐπὶ γούνασιν‘: —NAB i κἀπιδαυρίας ὁδό ν: ἔνθα ἐτιμᾶτο ὁ Ἀσκληπιός.
sch Hipp 1197 σεσημείωται δὲ ὅτι οὐ λέγουσι τὴν ἐπ’ εὐθείας τοπικῶς: —NB i ἤδη κειμέν η: τὸ ἤδη πρὸς τὸ ἔρημο ν: —NB i † Σαρωνικό ν: Σαρωνικὸς κόλπος ἐστὶ πρὸς τῇ Κορίνθῳ ἱερὸς Ἀρτέμιδος, ἐν ᾧ φασὶ τὴν Σκύλλαν ὑπὸ Μίνωος ἑλκυσθῆναι.
sch Hipp 1200 [15] ὄνομα οὖν ἐστι πελάγους, ὀνομασθὲν ἀπό τινος Σάρωνος κυνηγοῦ· οὗτος διώκων ἔλαφον εἰς τὸ πέλαγος κατέπεσεν καὶ ἐκεῖ ἐπνίγη. ἄλλοι δέ φασιν ὅτι ἐκ τῆς Σκύλλης τῆς θυγατρὸς τοῦ Νίσου τοῦ ἀδελφοῦ τοῦ Αἰγέως καὶ Πάλλαντος. οὗτος γὰρ ᾤκησεν εἰς Μέγαρα, ἐάσας τοὺς ἀδελφοὺς μαχομένους περὶ τῆς βασιλείας. καὶ ἦν εἱμαρτὸν μὴ παραληφθῆναι τὸν τόπον ἐν ᾧ ἦν ὁ Νῖσος, ἕως εἶχε τὸν χρυσοῦν πλόκαμον ἐν τῇ κεφαλῇ αὐτοῦ. ὁ οὖν Μίνως στρατοπεδεύσας κατ’ αὐτοῦ οὐκ ἠδυνήθη παραλαβεῖν [ἕως οὗ εἶχε τὸν χρυσοῦν πλόκαμον]. ἡ δὲ θυγάτηρ αὐτοῦ Σκύλλα θεωρήσασα τὸν Μίνωα ἐφίλησεν αὐτὸν καὶ συνετάξατο αὐτῷ προδοῦναι τὴν πόλιν, εἰ λάβοι αὐτὴν γυναῖκα. ὁ δὲ συνέθετο· καὶ παραγενομένη τέμνει τοῦ τεκόντος τὸν πλόκαμον καὶ τὴν πόλιν προὔδωκε. καὶ μετὰ τὸ παραλαβεῖν τὴν πόλιν ἔλαβεν αὐτὴν ἐπάνω τοῦ πλοίου καὶ ἔδησεν αὐτὴν εἰς τὸ πηδάλιον καὶ ἐν τῇ θαλάσσῃ καθῆκεν καὶ ἔμεινε συρομένη ἐν αὐτῇ καὶ διὰ τοῦτο ἐκλήθη Σαρωνικὸν τὸ πέλαγος. ἐκπεσοῦσα δὲ ἐν τῇ θαλάσσῃ καὶ θηρίον γενομένη τὴν οἰκείαν φύσιν μετέβαλεν οὐδαμῶς: —NAB ἀκτὰς ἀποβλέψαντε ς: εἰς δὲ τὰς πέτρας τὰς ὑπὸ τῶν κυμάτων κλυζομένας 〈ἀποβλέψαντεσ〉 ἐθεωρήσαμεν τὸ κῦμα μέχρι τοῦ οὐρανοῦ ἀνερχόμενον, καὶ τοσοῦτον ὑψηλὸν ἦν τὸ κῦμα ὥστε μηκέτι καθορᾶν ἡμᾶς τὸ ὄρος τοῦ Σκείρωνος.
sch Hipp 1206 [5] ἐκ τοῦ ὕψους τοῦ κύματος οὐκέτι ἑωρῶμεν τὴν Σκειρωνίδα ἀκτήν: —NAB ἱερό ν: ἀντὶ τοῦ μέγα: —NB i γειτνιάζον ἐγγίζον: —A g B i κἄπει τ ’ ἀνοιδῆσάν τ ε: τὸ κῦμα εἰς ὕψος ἠρμένον.
sch Hipp 1210 [5] ἰσθμὸν δὲ τὴν στενὴν γῆν τὴν κυκλουμένην ὑπὸ τῶν ὑδάτων: —NAB διαφέρει δὲ ἰσθμὸς πορθμοῦ. ἰσθμὸς μὲν γάρ ἐστιν ὁ μεταξὺ δύο θαλασσῶν πορεύσιμος τόπος, πορθμὸς δὲ τὸ ἀνάπαλιν: —A καὶ πέριξ ἀφρό ν: ἀναφυσηθέν: —N οὗ τέθριππος ἦν ὄχο ς: ὅπου τὸ ὄχημα τὸ ἐκ τεσσάρων ἵππων ἐζευγμένον, 〈τὸ〉 τοῦ Ἱππολύτου: —NAB οὗ πᾶσα μὲν χθώ ν: οὗτινος ταύρου βοῶντος πᾶσα ἡ γῆ φωνῆς ἐπληρώθη: —NB i φρικῶδε ς: ἰσχυρόν: —N κρεῖσσον θέαμ α: οἷον· ὑπὲρ θέαν ἦν τὸ ἐκτεθὲν ὡς μηδὲ φέρειν τὴν φωνὴν τὰς ἀκοὰς μηδὲ τὴν θέαν τὰ ὄμματα: —NB i δεργμάτω ν: ἀποσκοπῆς τῶν ὀφθαλμῶν: —NB i καὶ δεσπότης μὲν 〈ἱππικοῖσ〉 ἐν ἤθεσ ι: μελέταις.
sch Hipp 1219 [5] συνήθειαν πολλὴν ἔχων ἐν τῷ ἱππεύειν: —NB ἄλλω ς: ὁ μὲν Ἱππόλυτος διὰ τὸ μὴ θροηθῆναι τοὺς ἵππους αὐτοῦ ἐπέπεσεν αὐτοῖς καὶ ἔσφιγξε τοὺς χαλινούς: —NB ἥρπα ς ’ ἡνίας χεροῖ ν: ἐκράτησεν ἀνέτεινεν: —NB i ἕλκει δὲ κώπη ν: τὸ ἑξῆς· ἕλκει δὲ ἱμᾶσιν εἰς τοὔπισθεν ἀρτήσας δέμας ὡς ναύτης κώπην: —NAB ἄλλω ς: ὥσπερ δὲ ναύτης ζάλης οὔσης κρατεῖ τὸ πηδάλιον καὶ σῴζει τὴν ναῦν, οὕτω καὶ ὁ Ἱππόλυτος τὰ λῶρα ἐκράτει: —NAB ἀρτήσα ς: ἐκκρεμάσας τὸ σῶμα: —NB i αἱ δ ’ ἐνδακοῦσα ι: αἱ δὲ πῶλοι ἐνδακοῦσαι καὶ κρατήσασαι τοὺς χαλκοῦς χαλινοὺς τοὺς ἐκ πυρὸς γενομένους ἐν ταῖς σιαγόσιν: —NAB οὐ δ ’ ἱπποδέσμω ν: καὶ μήτε τοῦ ἡνιόχου φροντίδα ποιούμεναι μήτε τῶν χαλινῶν: —NAB οὐ φροντίζουσαι τοῦ εὐκατασκευάστου ἅρματος: —NB i κεἰ μὲν εἰς τὰ μαλθακ ά: καὶ εἰ μὲν εἰς τὰ ἁπαλὰ καὶ ἰσόπεδα τὸν δρόμον ἐποίει, ἐφαίνετο ὁ ταῦρος ἔμπροσθεν τῶν ἵππων καὶ ἐθρόει αὐτούς· εἰ δὲ εἰς τὰ ὄρη ἀπέφερον αὐτὸν οἱ ἵπποι, ὄπισθεν περιεπάτει ὁ ταῦρος: —NAB σιγῇ πελάζω ν: προσπελάζων ὁ ταῦρος τῇ περιφερείᾳ συνηκολούθει: —NAB εἰς τοῦ θ’: ἕως, μέχρι τούτου: —N κἀνεχαίτισε ν: ἕως οὗ ἔρριψεν αὐτόν: —NA g B g ἁψῖδα τὸν τροχὸν ἐκάλεσεν: —NB i σύριγγε ς: αἱ χοινικίδες, αἱ πλῆμναι: —N ἐνήλατ α: τὰ ἐμβαλλόμενα ταῖς χοινικίσιν: —NAB i ἐνήλατ α: οἱ πασσαλίσκοι οἱ πρὸς τῷ ἄξονι, τὰ καλούμενα ἁμαξηδόνια.
sch Hipp 1235 [5] αἱ χνόαι ἢ τὰ ἐμβαλλόμενα [πρὸς] τῷ ἄξονι, ὥστε μὴ ἐξιέναι τὸν τροχόν: —NAB ἄλλω ς: τὰ μικρὰ ξύλα τὰ ὡσανεὶ ἧλοι πεπηγμένα ἐν τῷ ἄξονι: —A θραύων δὲ σάρκα ς: ἀντὶ τοῦ θραυόμενος.
sch Hipp 1239 συντριβόμενος τὴν κεφαλὴν ἐν ταῖς πέτραις: —NAB στῆ τ ’ ὦ φάτναισ ι: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη: —NAB i σῷσα ι: σῴζειν βοηθεῖν: —NB i ἵπποι δ ’ ἔκρυφθε ν: οἷον· οἱ δὲ ἵπποι καὶ τὸ σημεῖον τοῦ ταύρου οὐδαμοῦ ἐφάνησαν: —NAB λεπαίας οὐ κάτοι δ ’ ὅπου χθονό ς: κατὰ τὸ ἐξέχον καὶ ὑψηλὸν μέρος τῆς ὀρείας γῆς.
sch Hipp 1248 τῆς ὀρεινῆς, παρὰ τὸ λελεπίσθαι: —NAB οὐ δυνήσομαί ποτ ε: οὐδαμῶς ἔχω πιστεῦσαι ὅτι κακὸς ἐφάνη ὁ ἐμὸς δεσπότης: —NAB οὐ δ ’ εἰ γυναικῶ ν: οὐδὲ ἐὰν καὶ τὸ γένος τῶν γυναικῶν ὅλον ἀποθάνῃ: —NAB καὶ τὴν ἐν Ἴδ ῃ: ἄδηλον, ποίαν Ἴδην.
sch Hipp 1253 ἀντὶ τοῦ· οὐδὲ ἐὰν πληρώσῃς γραμμάτων πάντα τὰ ξύλα τῆς Ἴδης. Ἴδη δὲ ὄρος σύνδενδρον ἐν Τροίᾳ: —NAB οὐ δ ’ ἔστι μοίρα ς: τοῦ δέοντος καὶ μεμοιραμένου καὶ ἀναγκαίου οὐκ ἔστιν ἀπαλλαγή.
sch Hipp 1256 τὸ δὲ χρεών μετοχή ἐστιν, ἐπιρρηματικὴν σύνταξιν ἔχουσα: —NAB μίσει μὲν ἀνδρό ς: τραγῳδεῖ Θησεύς· ἐπειδὴ, φησὶ, μισῶ αὐτὸν, ἐχάρην· ἀλλὰ πάλιν τοὺς θεοὺς αἰσχυνόμενος λυποῦμαι: — NAB ἐπάχθομα ι: λυποῦμαι: —N πῶς οὖ ν · κομίζειν ἢ τί χρ ή: ἀπὸ κοινοῦ τὸ χρ ή.
sch Hipp 1261 [5] ὁ δὲ νοῦς· πῶς οὖν κομίζειν χρὴ τὸν ἄθλιον ἢ τί χρὴ δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί: —NAB σκόπει: —NB g ἐμοῖς δ έ: χρώμενος δὲ τοῖς ἐμοῖς βουλεύμασιν οὐδέποτε σκληρὸς γενήσῃ εἰς τὸν σὸν υἱόν: —NB σὺ τὰν θεῶν ἄκαμπτο ν: τὴν ἀμετάβλητον ἀκαταγώνιστον μὴ καμπτομένην περιάγεις: —NA ἄλλω ς: σὺ, φησὶ, τὴν ἀνυπότακτον τῶν θεῶν καὶ ἀνθρώπων φρένα περιάγεις καὶ ὑποτάσσεις, ὦ Ἀφροδίτη, σὺν τῷ Ἔρωτι: — NAB ἀμφιβαλώ ν: περισκεπάσας.
sch Hipp 1270 σκέπει γὰρ τῶν ἐρώντων τὴν θέαν, ἵνα καὶ τὰ ἄμορφα ἐράσμια ὁρῶμεν: —NB εὐάχητο ν: ἀποτελοῦντα μέγαν ἦχον: —NB i ᾧ μαινομέν ᾳ: ᾧτινι σὺν τῇ μαινομένῃ καρδίᾳ ἐφορμήσει πτηνὸς ὤν, θέλγει τοῦτον καὶ ἀπατᾷ: —NA g χρυσοφαή ς: ὁ Ἔρως ὁ χρυσοφαής, τουτέστιν· ὁ λαμπρὸς ὤν: —NAB ἄλλω ς: οὐ προσηνὴς ὡς χρυσός, ἀλλὰ τὸ εἶδος χρυσοφαής: —NAB φύσιν ὀρεσκόω ν: φύσιν ἔχων θηρός, ἀντὶ τοῦ ἄγριος ὢν τοῖς ποθοῦσιν.
sch Hipp 1277 καὶ τῶν ἐν θαλάσσῃ θηρίων φύσιν ἔχων καὶ τῶν ἐν τῇ γῇ. ὁ δὲ νοῦς τοιοῦτος· ᾧ ἂν ἐφορμήσῃ ἢ τῶν ὀρείων ἢ τῶν πελαγίων ἢ τῶν ἐν γῇ, ἣν ὁ ἥλιος καταλάμπει: —NAB τὰν ἅλιο ς: ταῖς αὐγαῖς ὁ ἥλιος θεωρεῖ: —NB i ἄνδρας τ ε: ἀντὶ τοῦ ἀνθρώπους κατ’ ἐξοχὴν εἶπεν: —NB ψευδέσι μύθοι ς: εἰργάσω ἀφανῶς καὶ ἀνεξελέγκτως πεισθεὶς τοῖς ψευδέσι λόγοις τῆς σῆς γυναικὸς καὶ τοῦτο ποιήσας φανερὰν ἔσχες βλάβην: —NAB πῶς οὐχ ὑπὸ γῆ ς: τὸ πῶς οὐκ ἀπὸ κοινοῦ, ἵν’ ᾖ οὕτως· πῶς οὐ πτηνὸς ἄνω μετελθὼν τὸν βίον πήματος ἔξω πόδα τόνδ’ ἀνέχεις: —NAB μεταβὰς βίοτο ν: μεταβιβάσας, μεταβαλὼν, μεταλλάξας τὴν ζωὴν καὶ ἀλλοιωθεὶς εἰς ὄρνεον: —NAB ἀνέχει ς: ἀναφέρεις: —NB g ὡς ἐν ἀγαθοῖ ς: τοῦτό φησιν· εἰς ἀγαθοὺς ἄνδρας οὐκέτι μετρηθήσεταί σου ὁ βίος: —NAB ἀλ λ ’ εἰς τό δ ’ ἦλθο ν : ὁ ἀλλά ἀντὶ τοῦ γάρ.
sch Hipp 1298 ἀντὶ τοῦ· φανερώσω τὴν σωφροσύνην τοῦ σοῦ παιδός: —NA g B καὶ σῆς γυναικὸς οἶστρο ν: ἢ τάχα οὐκ οἶστρον, ἀλλὰ τρόπον τινὰ τὴν ἐγκράτειαν καὶ σωφροσύνην: —NAB γράφεται ψεῦστι ν, ἤγουν τὴν ψευδολόγον: —B i γενναιότητ α: γενναιότητα λέγει τὸ σπουδάσαι κρύψαι τὸν ἔρωτα: —NAB δηχθεῖσα κέντροι ς: συσχεθεῖσα τοῖς πόνοις τῆς Ἀφροδίτης, τῆς ἐχθίστης ἡμῖν τῶν θεῶν, ὁπόσαι εἰσὶν ἐν τῇ παρθενίᾳ, ἠράσθη τοῦ σοῦ υἱοῦ: —NAB γνώμῃ δὲ νικᾶ ν: τῷ λογισμῷ τοῦ μὴ θέλειν συγκαθεύδειν τῷ Ἱππολύτῳ διὰ τὸ μὴ προδοῦναι τὴν εὐνὴν τοῦ ἀνδρός: —NB ἣ σῷ δ ι ’ ὅρκω ν: ἥτις τροφὸς τῷ σῷ υἱῷ τὸν ἔρωτα ἐσήμανεν: —NA g B ἀλ λ ’ ἔ χ ’ ἥσυχο ς: ἀλλ’ ἡσύχαζε, ὡς ἂν οἰμῴζῃς πλέον τὸ μετὰ ταῦτα ἀκούσας: —NAB ὧν τὴν μίαν παρεῖλε ς: παρέπεμψας, ἀπώλεσας, ἀφεῖλες.
sch Hipp 1316 ὧν ἐξεῖλες τὴν μίαν εὐχὴν, ἀπὸ τῶν τριῶν ὧν ἔλαβες ἀπὸ τοῦ πατρὸς, καὶ ἀπώλεσας τὸν υἱόν: —NAB οὐδεὶς ἀπαντᾶ ν: ἀντὶ τοῦ ἐμποδίζειν καὶ κωλύειν.
sch Hipp 1329 οὐδεὶς, φησὶ, βούλεται τῇ προθυμίᾳ τοῦ θέλοντος θεοῦ παρεμποδίζειν: —N ἐπεὶ σά φ ’ ἴσθ ι: ἐπεὶ προεῖπεν παρὰ θεοῖς εἶναι νόμον τὸ μὴ ἀντιπράττειν ἀλλήλοις, φησὶν ὅτι, εἰ μὴ νόμος ἐκώλυεν, ἔσωσα ἂν αὐτὸν εὐσεβῆ τυγχάνοντα, μὴ εὐλαβουμένη τὸν Δία.
sch Hipp 1331 [5] ἐν τίνι γὰρ ἤμελλον αὐτὸν εὐλαβεῖσθαι μηδὲ νόμον λύουσα, ἀλλὰ καὶ εὐσεβῆ ἄνδρα σῴζουσα; ὁ γὰρ ἀγαθὰ καὶ ἔννομα διαπραττόμενος ἐξουσίαν οὐ δέδοικε. καὶ γὰρ, εἰ μὴ νόμος με εἶργε, μὴ κωλυομένη ὑπὸ Διὸς λοιπὸν ἀδεῶς ἐβοήθουν 〈ἂν〉 αὐτῷ: —NB τά δ ’ ἔρρωγεν κακ ά: συνερράγησαν συνέπεσον.
sch Hipp 1338 συμβέβηκεν: —NAB θεόθεν καταληπτό ν: κατέλαβε τὸν οἶκον: —N δύστηνος ἐγ ώ: ἐπειδὴ χρησμὸν ἔλαβε παρὰ τοῦ Ἀπόλλωνος ὁ Θησεὺς ὅτι εἰς ὃ ἂν εὔξηται τῷ Ποσειδῶνι, τρὶς τελειοῦται αὐτῷ.
sch Hipp 1348 [5] χρησμοῖς δὲ τοῖς αἰτήμασι, ταῖς κατάραις. εἰσὶ δὲ αἱ εὐχαὶ Θησέως πρὸς Ποσειδῶνα τρεῖς· πρῶτον ἀνελθεῖν ἐξ Ἅιδου, δεύτερον ἐκ Λαβυρίνθου, τρίτον Ἱππολύτου θάνατον: —NAB σφάκελο ς: ὁ μετὰ ὀδύνης σπασμός, κατὰ συγγένειαν τοῦ π εἰς φ : —NA g B i σχέ ς , ἀπειρηκό ς: ἐπίσχες, ὡς ἄν μου τὸ σῶμα πεπονηκὸς καὶ ἤδη τῷ σπαραγμῷ ἀπεγνωσμένον διαναπαύσω.
sch Hipp 1353 ἐβαστάζετο γὰρ ὑπὸ τῶν θεραπόντων: —N στυγνὸν ὄχημ α: μεμισημένον.
sch Hipp 1355 ἀντὶ τοῦ· ὦ ἵπποι μεμισημένοι, ὑπὸ τῆς ἐμῆς ἀνατραφέντες χειρός: —N ὦ στυγνὸν ὄχημ α: ἀντὶ τοῦ· ὦ τοῦ μισητοῦ ἱππασμοῦ: —N τίς ἐφέστηκε ν: γράφεται ἐνδέξια χωρὶς τοῦ ι , ὡς τὸ [π 365] ‘ἐνδέξια φῶτα ἕκαστον‘: —NB i σύντονα δ ’ ἕλκετ ε: ἀντὶ τοῦ συντόνως, ἤγουν ἁρμοδίως καὶ προσεχόντως καὶ συμφώνως, μὴ ὁ μὲν ἄνω, ὁ δὲ κάτω, ἀλλ’ ἐξ ἴσου βαστάζετε.
sch Hipp 1361 ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μουσικῶν τόνων: —NAB κατάρατο ν: ἀραῖς ἀπολλύμενον: —NB i γράφεται κατὰ γᾶ ς: —A g Παιά ν: σωτὴρ καὶ ἰατρὸς προσέλθοι ὁ θάνατος: —NB i τῆς ἀμφοτέρωθεν κοπτούσης.
sch Hipp 1375 γράφεται καὶ διστόμο υ: —B i λόγχας ἔραμα ι: ἀντὶ τοῦ ἐπιθυμῶ. λείπει τὸ ὥστε, ὥστε διαμοιρᾶσαι, διατεμεῖν: —N ὦ πατρό ς: τινὲς τὸ ὦ σχετλιαστικὸν προφέρονται στίζοντες εἰς αὐτὸ, ἵν’ ᾖ ἡ δύστηνος ἀρὰ τοῦ ἐμοῦ πατρὸς ἐπ’ εὐθείας ὡς συναπτόμενον τοῖς ἑξῆς.
sch Hipp 1378 τινὲς δὲ εἰς τὸ ἀρά τελείαν παρέχουσιν, ἵν’ ᾖ καθ’ ἑαυτὸ τὸ κῶλον καὶ ὁ τὲ σύνδεσμος ὁ ἑξῆς περιττός: —NAB προγεννητόρω ν: τὸ τῶν προγόνων κακὸν εἰς ἐμὲ ὁρίζεται καὶ φέρεται καὶ ἐπέρχεται εἰς τιμωρίαν: —NAB ἄλλω ς: ἀπὸ τοῦ ὅρου ἐκείνων εἰς ἐμὲ ἔρχεται τὸ τῶν προγόνων μύσος, ἀναφέρει δὲ καὶ ἐπὶ τὸν τῶν Παλλαντιδῶν φόνον: —NAB μέλλε ι: βραδύνει: —N τί ποτε τὸν οὐδέ ν: λείπει ἡ διά, ἵν’ ᾖ· διὰ τί.
sch Hipp 1383 τὸ δὲ ποτὲ παρέλκει: —NB τὸν οὐδέ ν: ἀπὸ κοινοῦ τὸ ἐ π ’ ἐμ έ: —NB i τὸ δ ’ εὐγενές σ ε: ὅτι μὴ ἠθέλησας χρᾶναι τοῦ πατρὸς τὴν εὐνήν: —NB i ὦ θεῖον εὐωδίας πνεῦμα: —NB i οἱ Ἀττικοὶ κυναγὸν τὸν κυνηγὸν λέγουσι: —N ἐννοῶ τὴν θεὰν, τίς μ’ ἀπώλεσεν: —B τιμῆς ἐμέμφθη ς: ὅτι ἐμὲ ἐτίμας, ἐμέμφθης παρ’ αὐτῆς.
sch Hipp 1402 [5] ἢ ὅτι οὐδὲ ὅλως ἐτίμας αὐτήν: —NAB ἢ οὕτως· ἐμίσησέ σε σωφρονοῦντα διότι ἐμέμφθη ὑπὸ σοῦ καὶ οὐκ ἠξιώθη τιμῆς: —NAB ἄλλω ς: ἐμέμφθης, φησὶ, τιμῆς χάριν τῆς ἐμῆς, ἀπεχθὴς δέ σοι ἡ Ἀφροδίτη ἐγένετο: —A τί δ’ · ἔκτανε ς: τί μέμφῃ τὰς κατάρας; ἐφόνευσας γὰρ ἄν με καὶ χωρὶς αὐτῶν, οὕτως ἦσθα ὠργισμένος: —NAB ἄλλω ς: καὶ ἄνευ τῆς κατάρας ἀπώλεσας ἄν με ἐκ τῆς ὀργῆς.
sch Hipp 1413 τοῦ λογισμοῦ: —NAB δόξης γά ρ: τῆς ὀρθῆς δοκήσεως τοῦ δικαίου, τῆς ἀληθείας ἠπατημένοι: —NA g B εἴ θ ’ ἦν ἀραῖο ν: εἴθε ἦν καταρᾶσθαι ἄνθρωπον θεῶν, ἵνα ἀμύνηται τὸν Ποσειδῶνα.
sch Hipp 1415 ὑπὸ καταρῶν τοῖς θεοῖς: —NAB ὃς ἂν μάλιστ α: ἐγὼ γὰρ ἐκ τῆς ἐμῆς χειρὸς σὺν τοῖς ἀφύκτοις βέλεσι τιμωρήσομαι ἄλλον, ὅστις ἂν τύχῃ φίλτατος αὐτῆς, τῆς Ἀφροδίτης, ἀπὸ τῶν ἀνθρώπων.
sch Hipp 1421 [5] εἰς τὸν Ἄδωνιν δὲ αἰνίττεται, ὥς τινες, λῆρος δὲ τὸ τοιοῦτον. οὐ γὰρ τόξοις Ἀρτέμιδος ἀπώλετο Ἄδωνις, ἀλλ’ ὑπ’ Ἄρεως. ἄδηλον οὖν τίνα φησί: —NAB ἐν πόλει Τροιζηνί ᾳ: ἐν Τροιζῆνι γὰρ ἠρίον Ἱππολύτου ἐν ᾧ ἀποκείρονται αἱ μελλόνυμφοι: —AB διὰ τοῦ μέλλοντος χρόνου ἀπολαύουσαι πένθη: —B ἐμοὶ γὰρ οὐ θέμι ς: καὶ ἐν τῇ Ἀλκήστιδι [22.
sch Hipp 1437 23] ὁ Ἀπόλλων ‘ἐγὼ δὲ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην‘: —NB μακρά ν: τὴν πολυχρόνιον καὶ παλαιάν: —NB i χρῃζούση ς: βουλομένης σου καὶ κελευούσης: —NB i κατόρθωσο ν: ὀρθὸν κατάκλινον, ὅπερ εἰώθασι ποιεῖν ἐπὶ τῶν ἀποθνῃσκόντων: —NA g B γράφεται φρέν α: —B i κοινὸν τό δ ’ ἄχο ς: κοινὸν τοῦτο τὸ πάθος πᾶσι τοῖς πολίταις κατέλαβεν ἀπροσδοκήτως.
sch Hipp 1462 τοῦτο δὲ ὁ χορὸς ἐπιλέγει Ἱππολύτου ἀποθανόντος: —NAB πίτυλο ς: ὁρμὴ φορὰ πλῆθος πλημμύρα.
sch Hipp 1464 [5] οἱ γὰρ ἀναξίως πάσχοντες θρῆνον ἐμποιοῦσιν: —NAB τῶν γὰρ μεγάλω ν: αἱ γὰρ ἀξιοπενθεῖς φῆμαι τῶν λαμπρῶν μᾶλλον ἐπικρατοῦσι: —NB μᾶλλον κατέχουσι ν: ἀντὶ τοῦ μάλιστα, συγκριτικὸν ἀντὶ τοῦ ὑπερθετικοῦ: —NB τινὲς καὶ τούτους τῷ τέλει προσάπτουσι· [Ἱππόλυτος] ὦ μέγα σεμνὴ Νίκ η , τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσ α: —A man.
sch Hipp 1466 [1] recentiss. ΥΠΟΘΕΣΙΣ ΜΗΔΕΙΑΣ Ἰάσων εἰς Κόρινθον ἐλθὼν ἐπαγόμενος καὶ Μήδειαν ἐγγυᾶται καὶ τὴν τοῦ Κρέοντος τοῦ Κορινθίων βασιλέως θυγατέρα Γλαύκην πρὸς γάμον.
arg Med 1 (t) [40] μέλλουσα δὲ ἡ Μήδεια φυγαδεύεσθαι ὑπὸ Κρέοντος ἐκ τῆς Κορίνθου, παραιτησαμένη εἰς μίαν ἡμέραν μεῖναι καὶ τυχοῦσα, μισθὸν τῆς χάριτος δῶρα διὰ τῶν παίδων πέμπει τῇ Γλαύκῃ ἐσθῆτα καὶ χρυσοῦν στέφανον. οἷς ἐκείνη χρησαμένη διαφθείρεται· καὶ ὁ Κρέων δὲ περιπλακεὶς τῇ θυγατρὶ ἀπόλλυται. Μήδεια δὲ τοὺς ἑαυτῆς παῖδας ἀποκτείνασα, ἐπὶ ἅρματος δρακόντων πτερωτῶν, ὃ παρ’ Ἡλίου ἔλαβεν, ἔποχος γενομένη ἀποδιδράσκει εἰς Ἀθήνας κἀκεῖσε Αἰγεῖ τῷ Πανδίονος γαμεῖται. Φερεκύδης [frg. 74] δὲ καὶ Σιμωνίδης [frg. 204] φασὶν ὡς ἡ Μήδεια ἀνεψήσασα τὸν Ἰάσονα νέον ποιήσειε. περὶ δὲ τοῦ πατρὸς αὐτοῦ Αἴσονος ὁ τοὺς Νόστους ποιήσας φησὶν οὕτως [frg. 6]· αὐτίκα δ’ Αἴσονα θῆκε φίλον κόρον ἡβώοντα γῆρας ἀποξύσας’ εἰδυίῃσι πραπίδεσσι φάρμακα πόλλ’ ἕψους’ ἐπὶ χρυσείοισι λέβησιν. Αἰσχύλος δ’ ἐν ταῖς Διονύσου τροφοῖς [frg. 50] ἱστορεῖ ὅτι καὶ τὰς Διονύσου τροφοὺς μετὰ τῶν ἀνδρῶν αὐτῶν ἀνεψήσασα ἐνεοποίησε. Στάφυλος [frg. 5] δέ φησι τὸν Ἰάσονα τρόπον τινὰ ὑπὸ τῆς Μηδείας ἀναιρεθῆναι. ἐγκελεύσασθαι γὰρ αὐτὴν οὕτως ὑπὸ τῇ πρύμνῃ τῆς Ἀργοῦς αὐτὸν κατακοιμηθῆναι μελλούσης τῆς νεὼς διαλύεσθαι ὑπὸ τοῦ χρόνου. ἐπιπεσούσης γοῦν τῆς πρύμνης τῷ Ἰάσονι τελευτῆσαι αὐτόν: —ABD [= Laur. 31, 15] τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς Δικαίαρχος ** τοῦ τῆς Ἑλλάδος βίου [frg. 10] καὶ Ἀριστοτέλης ἐν ὑπομνήμασιν [frg. 635]. μέμφονται δὲ αὐτῷ τὸ μὴ πεφυλαχέναι τὴν ὑπόκρισιν τὴν Μήδειαν, ἀλλὰ προπεσεῖν εἰς δάκρυα, ὅτε ἐπεβούλευσεν Ἰάσονι καὶ τῇ γυναικί. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν καὶ ἡ ἐπεξεργασία ‘μηδ’ ἐν νάπαισι [3]‘ καὶ τὰ ἑξῆς· ὅπερ ἀγνοήσας Τιμαχίδας τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος [ε 264]· ‘εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα‘: —AD Pal. 287 Ἀριστοφάνου ς: Μήδεια διὰ τὴν πρὸς Ἰάσονα ἔχθραν τῷ ἐκεῖνον γεγαμηκέναι τὴν Κρέοντος θυγατέρα ἀπέκτεινε μὲν ταύτην καὶ Κρέοντα καὶ τοὺς ἰδίους υἱούς, ἐχωρίσθη δὲ Ἰάσονος Αἰγεῖ συνοικήσουσα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Κορίνθῳ· ὁ δὲ χορὸς συνέστηκεν ἐκ γυναικῶν πολιτίδων, προλογίζει δὲ τροφὸς Μηδείας. ἐδιδάχθη ἐπὶ Πυθοδώρου ἄρχοντος ὀλυμπιάδος πζ ἔτει α . πρῶτος Εὐφορίων, δεύτερος Σοφοκλῆς, τρίτος Εὐριπίδης Μηδείᾳ Φιλοκτήτῃ Δίκτυι Θερισταῖς σατύροις. οὐ σῴζεται: —BD Pal. 287 ΣΧΟΛΙΑ ΕΙΣ ΜΗΔΕΙΑΝ τὸ ὤφελε τινὲς ἐπιρρηματικῶς δέχονται, ὡς τὸ [Call.
sch Med 1 [20] epigr. 17, 1] ‘ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέεσ‘, ἵν’ ᾖ παράλληλον τὸ σχῆμα τῆς γραὸς συνεχέστερον ἀπευχομένης τῇ ἀφίξει τῆς Ἀργοῦς. ὁ δὲ ποιητὴς ῥῆμα αὐτὸ οἶδεν· ‘οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη [Σ 367]‘· ‘μὴ ὄφελες λίσσεσθαι ἀμύμονα [Ι 698]‘. ἐπαινεῖται δὲ ἡ εἰσβολὴ διὰ τὸ περιπαθῶς ἄγαν ἔχειν καὶ ταῖς ἐκβολαῖς εὖ κεχρῆσθαι: —B ἄλλω ς: ἐπαινεῖται ἡ εἰσβολὴ διὰ τὸ παθητικῶς ἄγαν ἔχειν, εὖ δὲ καὶ [τὸ] ταῖς ἐκβολαῖς κεχρῆσθαι. πολὺ τὸ τοιοῦτον γένος παρ’ Ὁμήρῳ. ὁ δὲ Τιμαχίδας τὸν τρόπον [τῆς ποιήσεως] ἀγνοήσας ποιητικὸν ὄντα τῷ ὑστέρῳ πρώτῳ φησὶ κεχρῆσθαι, ὡς Ὅμηρος [ε 264]· ‘εἵματα δ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα‘. πρότερον γάρ φησι φῦναι τὰ δένδρα, εἶθ’ οὕτως κατασκευασθῆναι τὴν Ἀργώ. ἢ ἀπὸ Ἄργου 〈τοῦ〉 ναυπηγήσαντος, οἱ δὲ διότι ἐταχυδρόμει· ἀργὸν γὰρ τὸ ταχύ· ἐντεῦθεν καὶ λήθαργος, ὁ τῇ λήθῃ ταχύς. καὶ πρώτην γε αὐτὴν ναυπηγηθῆναί φασιν, ἄλλοι δὲ τὴν ὑπὸ Δαναοῦ γεγενημένην. ἔστι δὲ ὑπέρθεσις ὁ τρόπος. τὰ γὰρ δεύτερα τῇ τάξει, πρῶτα ὑπέθετο: —B εἴ θ ’ ὤφελ ε: περιφραστικῶς ἡ Ἀργώ· οὐκ ὤφειλεν ἡ Ἀργὼ παρελθοῦσα τὰς Συμπληγάδας εἰς Σκυθίαν ἐλθεῖν. τὸ δὲ εἴθε ἐπίρρημα εὐκτικόν· ‘εἴθ’ ὣς ἡβώοιμι [Η 157]‘· ἀεὶ δὲ προτάσσεται τῆς συντάξεως· τὸ δὲ ὤφελε ῥῆμα ᾧ ἀπαρέμφατον ἕπεται· ‘ὡς ὄφελεν θάνατός μοι ἁδεῖν κακός [Γ 173]‘. τὸ δὲ διαπτάσθαι τροπικῶς ὡς ἐπὶ ὀρνέου. ἔδει δὲ εἰπεῖν διαπλεῦσαι: —AB Κόλχων ἐς Αἶα ν: πόλις ἐν Σκυθίᾳ οὕτω καλουμένη.
sch Med 2 [15] ἐν Κόλχοις. ὀνοματικῶς: —B Συμπληγάδα ς: τὰς περὶ τὸ στόμα τοῦ Πόντου λέγει, αἳ δι’ ἀπάτην τῆς ὄψεως δοκοῦσιν ὧδε κἀκεῖσε φέρεσθαι: —AB ἄλλω ς: ταύτας ὁ Σιμωνίδης [frg. 22] Συνορμάδας φησίν. εἰσὶ δὲ πέτραι ἐπὶ τῷ στόματι τοῦ Πόντου στεναὶ τὸ διάστημα, δι’ ὧν ἔξεισιν ἡ θάλασσα ἀπὸ τοῦ Πόντου εἰς τὸν Ἑλλήσποντον. Ἐρατοσθένης δ’ ἐν τῷ τρίτῳ τῶν Γεωγραφουμένων φησὶ περὶ αὐτῶν· ‘καλοῦσι δὲ Συμπληγάδας οὕτως. καθ’ ὃν καιρὸν ἄν τις πρὸς τὰ δεξιὰ ἐκκλίνῃ, σφόδρα φαντάζεται τὰς πέτρας συναγομένας, ὅταν δὲ κατὰ μέσον, ὁρᾷ διισταμένας καὶ ἔμπαλιν εἰς τὰ ἀριστερὰ διαλλάξας ὁρᾷ συντρεχούσασ‘. τούτου δὲ πολλάκις γενομένου Συμπληγάδας αὐτάς φησι κεκλῆσθαι διὰ τὴν συνδρομὴν 〈καὶ〉 διάστασιν τῆς φαντασίας. οἱ δὲ νεώτεροι τὰς παρ’ Ὁμήρῳ Πλαγκτὰς ὑπενόησαν εἶναι: —A τὰς Συμπληγάδας ὁ Σιμωνίδης Συνορμάδας φησίν. Ἐρατοσθένης δὲ ἐν γ Γεωγραφουμένων φησὶ τὸν πλοῦν στενὸν εἶναι καὶ σκολιὸν, δι’ οὗ φαντάζεσθαι τοὺς πλέοντας τὴν ἀπόκλεισιν τῶν πετρῶν: —B τμηθεῖσα πεύκ η: συνεκδοχὴ, ἀπὸ μέρους τὸ πᾶν.
sch Med 4 ἀπὸ κοινοῦ δὲ τὸ ὤφελ ε· 〈ὤφελε〉 μὴ ἐρετμῶσαι ἡ Ἀργὼ τὰς τῶν ἀρίστων χεῖρας: —AB κώπαις καθοπλίσαι τὰς χεῖρας τῶν ἀρίστων ἀνδρῶν: —AB i οἵτινες ἐπὶ τὸ πάγχρυσον δέρας ἀνῆλθον τοῦ ἀγαγεῖν αὐτὸ τῷ Πελίᾳ: —B i δέρα ς: τὸ δέρμα.
sch Med 5 [5] τοῦτο οἱ μὲν ὁλόχρυσον εἶναί φασιν, οἱ δὲ πορφυροῦν. καὶ Σιμωνίδης ἐν τῷ εἰς Ποσειδῶνα ὕμνῳ [frg. 21] ἀπὸ τῶν ἐν τῇ θαλάττῃ πορφυρῶν κεχρῶσθαι αὐτὸ λέγει: —B οὐ δ ’ ἂν κτανεῖν πείσασ α: πολυάϊκός τις λόγος φέρεται τῶν φιλοσόφων, ὃν καὶ Παρμενίσκος ἐκτίθησιν, ὡς ἄρα πέντε τάλαντα λαβὼν παρὰ Κορινθίων Εὐριπίδης μεταγάγοι τὴν σφαγὴν τῶν παίδων ἐπὶ τὴν Μήδειαν.
sch Med 9 [25] ἀποσφαγῆναι γὰρ τοὺς παῖδας Μηδείας ὑπὸ Κορινθίων παροξυνθέντων ἐπὶ τῷ βασιλεύειν αὐτὴν θέλειν διὰ τὸ τὴν Κόρινθον πατρῴαν αὐτῆς λῆξιν εἶναι· ὃ μετήγαγεν ἐπὶ Μήδειαν. περὶ δὲ τῆς εἰς Κόρινθον μετοικήσεως Ἵππυς [frg. 3] ἐκτίθεται καὶ Ἑλλάνικος [frg. 34]. ὅτι δὲ βεβασίλευκε τῆς Κορίνθου ἡ Μήδεια, Εὔμηλος [frg. 3] ἱστορεῖ καὶ Σιμωνίδης [frg. 48]· ὅτι δὲ καὶ ἀθάνατος ἦν ἡ Μήδεια, Μουσαῖος ἐν τῷ περὶ Ἰσθμίων [FHG IV p. 518 a ] ἱστορεῖ, ἅμα καὶ περὶ τῶν τῆς Ἀκραίας Ἥρας ἑορτῶν ἐκτιθείς: —B † οὐ δ ’ ἂν κτανεῖ ν: ὅτι ἡ Κόρινθος πατρῷον ἦν αὐτῆς κτῆμα τῷ λόγῳ τούτῳ. Ἀλωεὺς καὶ Αἰήτης ὁ τῆς Μηδείας πατὴρ παῖδες Ἡλίου καὶ Ἀντιόπης γεγόνασι. τούτοις ὁ Ἥλιος διένειμε τὴν χώραν, καὶ ἔλαβεν ὁ μὲν Ἀλωεὺς τὴν ἐν Ἀρκαδίᾳ, τὴν δὲ Κόρινθον ὁ Αἰήτης. οὗτος οὖν μὴ ἀρεσθεὶς τῇ ἀρχῇ Βουνῷ μέν τινι Ἑρμοῦ παιδὶ παρέδωκε τὴν πόλιν εἰπὼν φυλάσσειν αὐτὴν τοῖς ἐσομένοις ἐξ αὐτοῦ, αὐτὸς δὲ εἰς Κολχίδα ἀφικόμενος τῆς Σκυθίας ᾤκησε βασιλεύων. διδάσκει δὲ τοῦτο καὶ Εὔμηλος ποιητὴς ἱστορικὸς λέγων [frg. 2]· ‘ἀλλ’ ὅτε δ’ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο Ἠελίου τε καὶ Ἀντιόπης, τότε δ’ ἄνδιχα χώρην δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱόσ‘ καὶ τὰ ἑξῆς. Βουνὸς δὲ Ἑρμοῦ καὶ νύμφης υἱὸς γέγονεν. ταῦτα δὲ ἀπὸ τοῦ ἀνεπιγράφου ὑπομνήματος τοῦ εἰς Πίνδαρον [ol. 13, 74] ἔγραψα: —AB Πελιάδας κόρα ς: τὰς Πελίου θυγατέρας ἔπεισεν ἡ Μήδεια τὸν πατέρα σφάξαι καὶ ἑψῆσαι ὡς ἐσόμενον νεώτερον, ἑψήσασα πρότερον κριὸν καὶ ποιήσασα ἄρνα διὰ τῶν φαρμάκων: —AB ἁνδάνουσα μέ ν : ἁνδάνουσα ἀντὶ τοῦ ἁνδανούσῃ.
sch Med 11 [5] τὸ δὲ πολιτῶν ἀντὶ δοτικῆς, τοῖς πολίταις. ἤρεσκε δὲ τοῖς Κορινθίοις, ἐπεὶ λιμώττοντας αὐτοὺς ἐπῳδαῖς τισιν ἰάσατο, καὶ αὐτὴ δὲ ἠρέσκετο τῇ Κορίνθῳ, ἐπεὶ λέγονται καὶ οἱ Κορίνθιοι φαρμακικοὶ εἶναι. τὰ δὲ ὅμοια τοῖς ὁμοίοις φίλα εἶναι καὶ χαίρειν ἀλλήλοις ἴσμεν: —AB τῇ ἀπὸ τῆς Θετταλίας φυγῇ. ἀρεσκομένη τῷ πρὸς τοὺς Κορινθίους πεφευγέναι. πολιτῶν γὰρ λέγει τῶν Κορινθίων: —B i συμφέρουσα ἀντὶ τοῦ συμπράττουσα, ἀπὸ τοῦ συμπεριφέρεσθαι: —A μὴ διχογνωμῇ.
sch Med 15 ὅταν γυνὴ εὔνοιαν φυλάττῃ τῷ ἀνδρί: —B i ἐχθρὰ πάντ α: τὰ εἰς φιλίαν ἄγοντα.
sch Med 16 τὰ προσφιλῆ δὲ δυστυχεῖ. οὐχ ὑγιαίνει τὰ ἀναγκαῖα καὶ ἡ προτέρα διάθεσις: —A τὰ εἰς φιλίαν ἄγοντα. ἢ τὰ πρὸ τούτου προσφιλῆ: —B i αἰσυμνᾷ χθονό ς : αἰσυμνᾷ ἡγεῖται καὶ ἄρχει.
sch Med 19 [15] ἰδίως δέ φησιν Ἀριστοτέλης [frg. 524] ὑπὸ Κυμαίων αἰσυμνήτην τὸν ἄρχοντα λέγεσθαι. Ὅμηρος [θ 258]· ‘αἰσυμνῆται δὲ κριτοὶ ἐννέα‘. 〈λέγουσι δὲ καὶ〉 τοὺς 〈κριτὰσ〉 ἄρχοντας τῶν ἀγώνων: —AA 1 B αἰσυμνήτης βασιλεὺς ἐπιστάτης ἄρχων· οἱ δὲ, τύραννος βραβευτὴς πάρεδρος: —B i ὅτι δὲ οἱ μὲν Ἱππότου, οἱ δὲ Κρέοντός φασι παῖδα γαμῆσαι τὸν Ἰάσονα, προείπομεν. περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσι [τῷ Εὐριπίδῃ] οἱ συγγραφεῖς. Κλειτόδημος [frg. 10] μὲν γὰρ Κρέουσάν φησι καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ· Ἀναξικράτης [frg. 2] δὲ Γλαύκην: —B Μήδειαν ὑπὸ Ἀκάστου ἐκπεσοῦσαν σὺν Ἰάσονι Ἱππότης ὑπεδέξατο Κρέοντος τοῦ Λυκαίθου. ὁ Λύκαιθος γὰρ, ἐπεὶ Βελλεροφόντης ᾤχετο, ἦρξεν ἔτη κζ , ἔπειτα Κρέων λε , εἶτα Ἱππότης. ἐπεὶ δὲ Ἰάσων ἔγημε τὴν Ἱππότου θυγατέρα, τότε δὴ κτείνασα τοὺς παῖδας ἑαυτῆς ἀπαλλάσσεται πρὸς Αἰγέα. ὅτι δὲ καὶ ἐβασίλευσε Κορίνθου, ἱστοροῦσιν Εὔμηλος [frg. 3] καὶ Σιμωνίδης, λέγων οὕτως [frg. 48]· ‘οὐδὲ κάτ’ [εἰς Κόρινθον] οὐ Μαγνησίαν ναῖεν· ἀλόχῳ δὲ Κολχίδι συνάστεος θράνου Λεχαίου τ’ ἄνασσε‘: —B ἐνδοῦσα ταῖς λύπαις: —B i γράφεται καὶ συντείνουσ α: —B i τὸν πάντα συντήκουσ α: ἀνενδότως κλαίουσα.
sch Med 25 ἀντὶ τοῦ· συντηκομένη δὲ τὸν πάντα χρόνον, οἷον· συνεχῶς κλαίουσα καὶ ἄνεσιν οὐ λαμβάνουσα: —AB οὔ τ ’ ὄμ μ ’ ἐπαίρουσ α: ἀντὶ τοῦ· σύννους καὶ σκυθρωπὴ οὖσα οὐκ ἀκούει: —AB i κλύδω ν: ἡ πολλὴ τοῦ ὕδατος χύσις: —A g B i ἀκούε ι: ἀντὶ τοῦ· οὐκ ἀκούει ὡς οὐδὲ ταῦτα.
sch Med 29bis τὸ δὲ δέρην ἐὰν μετὰ τοῦ ι , ὀξυτόνως δειρήν· εἰ δὲ χωρὶς τοῦ ι , βαρυτόνως δέρην: —B ἐὰν μὴ πολλάκις: —B i ὅς σφ ε: τὸ χ ὅτι κακῶς τῷ σφε ἐχρήσατο· ἔδει γὰρ εἰπεῖν αὐτήν: —B i ἀτιμάσας ἔχε ι: Ἀττικῶς, ἀντὶ τοῦ ἠτίμασε.
sch Med 33 [5] τὸ γὰρ ἔχει ἐκ περισσοῦ. Σοφοκλῆς [frg. 806] ‘παῖδας γὰρ, οὓς ἔφυς’, ἀναλώσας ἔχει‘ καὶ πάλιν [frg. 807] ‘εὐφημίαν μὲν πρῶτα κηρύξας ἔχω‘: —B οἷον πατρῴα ς: οἷον ἀγαθὸν τὸ μὴ λείπεσθαι τῆς πατρίδος.
sch Med 35 καὶ Ὅμηρος [ι 34] ‘ὡς οὐδὲν γλύκιον ἧς πατρίδοσ‘: —AB βαρουμένη καὶ λυπουμένη: —B i ἐγὼ οἶδα οἵα ἐστὶ τὸν νοῦν, εὐλαβοῦμαί τε αὐτήν: —B i μὴ θηκτὸν ὤσ ῃ: ἐπὶ τῶν παίδων ἀκουστέον.
sch Med 40 [5] καὶ γάρ φησι στυγεῖ δὲ παῖδας οὐ δ ’ ὁρῶ ς ’ εὐφραίνετα ι. δύναται δὲ καὶ ἐπὶ αὐτῆς ἀκούεσθαι: —AB οὐ τοῦ αὑτῆς ἥπατος, ἀλλὰ τῶν παίδων. προεῖπε γὰρ στυγεῖ δὲ παῖδα ς. ἔθος δέ ἐστιν αὐτῷ προλέγειν τὰ μέλλοντα. ὁμοία δὲ ἡ ἀμφιβολία παρ’ Ὁμήρῳ [Σ 34]· ‘δείδιε γὰρ μὴ λαιμὸν ἀποτμήξειε σιδήρῳ‘: —AB εἰς τοὺς ἑαυτῆς δόμους εἰσβᾶσα: —A g B i τύραννο ν: τὸν Κρέοντά φησι.
sch Med 42 τὸ δὲ ἑξῆς· ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ· δεινὴ γάρ. συμφοράν δὲ λάβῃ οἱονεί· μείζονι κακῷ περιπέσῃ πρὸς τῷ ἤδη μεμισῆσθαι ὑπὸ Ἰάσονος: —B θηλυκῶς, τὴν Γλαύκην: —A g μείζω συμφορά ν: αὐτὴ ἑαυτὴν φονεύσῃ: —A ἄλλω ς: τῆς νῦν παρούσης δυστυχίας, ἀντὶ 〈τοῦ〉· καὶ τρὺς παῖδας φονεύσῃ [κἂν τὸν τύραννον].
sch Med 43 νῦν γὰρ [κἂν] ἀδίκως μισεῖται ὑπὸ Ἰάσονος: —A τῶν γυμνασίων τῶν δρόμων, βαρυτόνως: —B i ἐκ τρόχω ν: βαρυτόνως, ὡς νόμων.
sch Med 46 [5] Ἀριστοφάνης [frg. 637] ‘βαδίζει μοι τὸ μειράκιον ἐξ ἀποτρόχων‘. ὡς ἀπὸ γυμνασίας οὖν ἐλθόντας τοὺς παῖδας. [51] θρεομένη δὲ ἤγουν συννοουμένη, ὁμιλοῦσα. εἴρηται δὲ ἀπὸ τοῦ θροῦ. Ὅμηρος [Δ 437] ‘οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδ’ ἴα γῆρυσ‘. ἢ διαλεγομένη, παρὰ τὸν θροῦν: —B ἡ γὰρ τῶν νέων διάνοια πονεῖν ἢ λυπεῖσθαι οὐ φιλεῖ.
sch Med 48 οἱ γὰρ νέοι ἔξω πάσης φροντίδος καὶ ἀνίας εἰσί: —AB i ἀντὶ τοῦ παλαιὰ θεράπαινα: —B i πῶς σοῦ μόν η: διὰ τί μόνη σου ἡ Μήδεια ἀπολείπεσθαι θέλει: —AB i ὀπαδὲ πρέσβ υ: ὦ πρέσβυ ὀπαδὲ τῶν Ἰάσονος τέκνων, τοῖς χρηστοῖς δούλοις συμφορὰς φέρει καὶ ὀδύνας τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα, ἢ συμβαίνοντα: —A τοῖς χρηστοῖς δούλοις τὰ τῶν δεσποτῶν κακῶς πίπτοντα συμφορὰν φέρει καὶ ὀδύνας.
sch Med 54 κακῶς ἐπιπίπτοντα, εἰς κακὸν ἀποβαίνοντα τὰ τῶν δεσποτῶν: —B ὁ στίχος καὶ ἐν Βάκχαις [1028] κεῖται: —B i ἐγὼ γὰρ εἰς τοῦ τ ’ ἐκβέβηκ α: οὕτω, φησὶ, πέπληγμαι τὴν ψυχὴν ὑπὸ τῶν κακῶν τῶν κατὰ τὴν Μήδειαν, ὡς ἀφιέναι εἰκῇ λόγους εἴς τε τὴν γῆν καὶ τὸν ἀέρα, ἀποδυρομένη τὰς ἐκείνης τύχας.
sch Med 56 [5] οὐρανὸν γὰρ λέγει νῦν τὸν ἀέρα. οἱ δὲ στενοχωρούμενοι ὑπὸ τῶν κακῶν τῷ οὐρανῷ ἢ τῷ ἡλίῳ ἢ ἄλλῳ τῳ θεῷ ἀφηγοῦνται τὰ καθ’ ἑαυτοὺς πράγματα: —AB ὥσ θ ’ ἵμερός μ’: καλῶς ὁ Εὐριπίδης μεμίμηται τοὺς ἐν μεγάλαις δυστυχίαις ἐξεταζομένους καὶ μηδενὶ τῶν ἀνθρώπων θαρροῦντας ἀπαγγεῖλαι τὰ δυστυχήματα ἢ διὰ φόβον δεσποτῶν ἢ διά τινα χρείαν συμφέρουσαν τοῖς πράγμασιν.
sch Med 57 [5] οὗτοι γὰρ σιωπᾶν τὰς συμφορὰς μὴ δυνάμενοι καὶ λέγειν ἀνθρώποις φοβούμενοι, οὐρανῷ ἢ ἡλίῳ ἢ γῇ ἢ θεοῖς ἄλλοις διηγοῦνται: —AB λέξαι μολούσ ῃ: τὸ σχῆμα σολοικοφανὲς διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως.
sch Med 58 [5] μολούσῃ γὰρ ἀντὶ τοῦ μολοῦσα: —AB ζηλῶ σ ε: ἠθικῶς, ὡσεὶ εἶπεν· μακάριος εἶ τοιαύτην διάνοιαν ἔχων: —B ἄλλω ς: θαυμάζω σε πῶς οὐκ ἔγνωκας· αὖθις γὰρ ἀρχὴν εἴληφε τὸ κακὸν καὶ οὐδὲ εἰς μεσότητα προῆλθε· τοσοῦτον ἀπέχει τοῦ πεπαῦσθαι τὸ κακόν.
sch Med 60 [5] ἐν ἤθει δὲ εἴρηται, οἷον· μακάριος εἶ τοιαύτην ἔχων διάνοιαν· τὸ γὰρ κακὸν οὐ μόνον οὐ λήγει, ἀλλ’ οὐδὲ μεσάζει, οἷον ἀκμάζει. τὸ δὲ μεσοῖ τρίτης συζυγίας: —B λείπει ἡ εἰς, εἰς δεσπότας: —B i ἀντὶ τοῦ· ὦ γεραιά, ὡς τὸ [ε 422] ‘κλυτὸς Ἀμφιτρίτη‘: —B i λείπει ἡ διά: —B i ἤκουσά του λέγοντο ς: ἤκουσα, φησὶ, τινὸς λέγοντος τῶν ὠτακουστῶν προσποιουμένη μὴ ἀκούειν: —AB πεσσούς δὲ, ἐπεὶ ἀπὸ τῶν ἐν τοῖς τόποις ὠνόμαζον τοὺς τόπους· πεσσούς γὰρ νῦν τοὺς τόπους τῶν κυβευτῶν, ὡς ὄψον καὶ μύρα ἔνθα ταῦτα συνήθως ἐστίν.
sch Med 67 ὅπου, φησὶν, εἰθισμένοι εἰσὶ πεσσεύειν, προσελθὼν ἤκουσα, ἀντὶ τοῦ προσελθοῦσα. καὶ τὸ οὐ δοκῶ ν, ἀντὶ τοῦ οὐ δοκοῦσα: —B καθέζονται: —B i Πειρήνη, κρήνη ἐν Κορίνθῳ, ἣν Ἀσωπὸς εὗρεν Ὠκεανοῦ παῖς χαριζόμενος Σισύφῳ τῷ Κορινθίῳ σπανίζοντι ὕδατος, ὅτι αὐτῷ Αἰγίνης τῆς θυγατρὸς τὴν ὑπὸ Διὸς ἐμήνυσεν ἁρπαγήν: —AB ἔχθραν: —B i λείπετα ι: ἡττᾶται ἐλαττοῦται: —B i κοὐκ ἔσ τ ’ ἐκεῖνο ς: Ὅμηρος ἐπὶ τῆς γυναικὸς ἔλαβεν [ο 21] ‘κείνου βούλεται οἶκον ὀφέλλειν, ὅς κεν ὀπυίοι‘.
sch Med 77 ἔξωθεν δὲ τὸ ἔτι· καὶ οὐκ ἔστιν ἐκεῖνος ἔτι φίλος τοῖσδε δώμασιν: —B παλαιὸν κακὸν τὸ διὰ τὸν Πελίου θάνατον ἐκβεβλῆσθαι Θετταλίας ὑπὸ Ἀκάστου τοῦ παιδὸς Πελίου ἢ τὸ καταλειφθῆναι αὐτὴν ὑπὸ Ἰάσονος, ὃ καὶ μᾶλλον· νέον δὲ τὸ ἐκβληθῆναι τῆς Κορίνθου.
sch Med 78 [5] τὸ δὲ ἐξηντληκέναι ἀντὶ τοῦ πεπαῦσθαι· ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ἀντλούντων: —B τὸ ἑξῆς· εἰ πρὸς παλαιῷ: —B i τὸ ἑξῆς· ἀτὰρ σύγ’ ἡσύχαζε: —B i ἀτὰρ κακὸς ὤ ν: ἀρκεῖ αὐτῷ τοῦτο πρὸς τιμωρίαν.
sch Med 84 [20] ἁλίσκεται δὲ, φωρᾶται ἐλέγχεται: —A εὑρίσκεται κακὸς ὢν πρὸς τοὺς φίλους. ἕως τούτου δὲ ἡ πρεσβῦτις, τὰ ἑξῆς ὁ πρεσβύτης: —B i οὕτως ἀναγνωστέον τίς δ ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπὸ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδ ε. διὸ καὶ μετὰ τοῦ ς γραπτέον, οἷον· τίς οὐκ ἔστι κακὸς εἰς φίλους, εἶτα τὸ ἄρτι γινώσκεις τόδ ε, οἷον· ἄρτι ἔγνωκας ὅτι ἑαυτοὺς μᾶλλον φιλοῦσιν ἢ τοὺς πέλας; οἱ δὲ ὑποκριταὶ [τοῦτο] ἀγνοήσαντες τὸ τῆς ἀντιδιαστολῆς μετατιθέασιν εἰς τὸ τίς δ ’ οὐχὶ θνητῶν τοῦτο γινώσκει σαφῶ ς. τῇ δὲ διανοίᾳ ταύτῃ καὶ ἐν Κρεσφόντῃ κέχρηται οὕτως [frg. 452]· ‘ἐκεῖνο γὰρ πέπονθα ὅπερ πάντες βροτοί· φιλῶν μάλιστ’ ἐμαυτὸν οὐκ αἰσχύνομαι‘: —B τίς δ ’ οὐχὶ θνητῶ ν: τίς τῶν ἀνθρώπων, φησὶ, οὐχὶ μᾶλλον ἑαυτὸν βούλεται εὐπραγεῖν τῶν φίλων; οὐ μόνος οὖν ὁ Ἰάσων τοῦτο πεποίηκε. τίς, φησὶ, τῶν ἀνθρώπων οὐκ ἐστὶ κακὸς περὶ φίλους; εἶτα τὸ ἄρτι γινώσκει ς, ἄρτι ἔγνωκας: —A ἄλλω ς: ἢ τίς οὐ κακὸς περὶ φίλους πρὸς τὸ ἑαυτοῦ συμφέρον. καὶ ἐν Κρεσφόντῃ· ‘φιλῶν μάλισθ’ ἑαυτὸν οὐκ αἰσχύνομαι‘. οὕτω δὲ ἀναγνωστέον· τίς δ ’ οὐχὶ θνητῶν καὶ στικτέον, εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἄρτι γινώσκεις τόδ ε: —A οἱ μὲν δικαίω ς: 〈ὅτι〉 περισσῶς ὁ στίχος πρόσκειται, ἐπεξεργασίαν περιέχων καὶ ὅτι προκειμένου ἑνικοῦ τοῦ τίς ἐπήνεγκε τὸ οἱ μέ ν.
sch Med 87 [5] καὶ ὁ πρότερος δὲ σεσημείωται, ὅτι παροιμιώδης. ὁ δὲ νοῦς· πᾶ ἑαυτὸν τοῦ πέλας μᾶλλον φιλεῖ ** : —AB αἰσχροκερδία〈σ〉: —B i ἴ τ’ · εὖ γὰρ ἔστα ι: τὸ ἑξῆς· ἴτε δωμάτων εἴσω, τέκνα.
sch Med 89 τὸ δὲ εὖ γὰρ ἔσται εὐχομένη λέγει, τουτέστιν· ἐπὶ καλῷ δὲ ἀποβαίη εἰσελθεῖν ὑμᾶς: —B χωρίσασα τῆς μητρὸς αὐτοὺς ἀπόκρυψον: —B i ἀγριουμένην καὶ διὰ τοῦ βλέμματος τὸ ὀργίλον ἐπιδεικνῦσαν.
sch Med 92 οἷον· ὡς ταῦρον, θυμικὸν καὶ φοβερὸν ὁρῶσαν, ἄστοργον καὶ οὐχὶ μητρικόν: —B i δρασείουσα ν: ἀντὶ τοῦ δράσουσαν· ἔστι δὲ Ἀττικόν.
sch Med 93 καὶ Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ [585] ‘ὦ δέσποτ’ Αἴας, τί ποτε δρασείειν δοκεῖσ‘. κατασκῆψαι δὲ, ἀντὶ τοῦ βλάψαι, ἀπὸ τοῦ κεραυνοῦ τοῦ σκηπτοῦ, οἷον κεραυνῶσαι: —B τάδε λέγει ἡ Μήδεια ἔσω οὖσα, οὐδέπω ἐκκεκυκλημένη: —B i ἰώ μοί μο ι: ἀσύμφωνα ταῦτά ἐστι τοῖς ὑπὸ τῆς πρεσβύτιδος εἰρημένοις ὅτι ἄφωνος κάθηται.
sch Med 97 [5] καὶ ἐν αὐτῷ δὲ τῷ προλόγῳ τὸ μαχόμενόν ἐστι· Μήδεια δ ’ ἡ δύστηνος ἠτιμασμένη βοᾷ μὲν ὅρκους [20] καὶ τὸ ἑξῆς, εἶτα μετ’ ὀλίγον [24] κεῖται δ ’ ἄσιτος σῶ μ ’ ὑφεῖ ς ’ ἀλγηδόν ι , οὔ τ ’ ὄμ μ ’ ἐπαίρου ς ’ οὔ τ ’ ἀπαλλάσσουσα γῆς πρόσωπο ν. ταῦτα λέγει ἔνδοθεν καὶ οὐκ ἐν φανερῷ, ἡ δὲ φωνὴ μόνη ἐξάκουστος γίνεται: —AB ἀντὶ τοῦ· ποίῳ τρόπῳ ἐμαυτὴν ἀνέλω: —B i τοῦτο ἐκεῖνό ἐστιν, ὃ ἔλεγον: —B i πρὸς τοὺς παῖδας: —B i δῆλον γάρ ἐστιν ἀπὸ τῆς ἀρχῆς τῆς οἰμωγῆς ὅτι ἀνάψει.
sch Med 106 [10] ἢ οὕτως· τοῦτο γὰρ τὸ ἐξ ἀρχῆς ἐξαιρόμενον νέφος τῆς οἰμωγῆς δῆλον ὅτι 〈μέλλει κεραυνοῦ〉 δίκην ἐγκατασκῆψαι τινὶ καὶ μέγα τι κακὸν κατεργάσασθαι. ἐὰν δὲ γράφηται ἀνάξε ι, οἷον· ἐπιπολὺ ἀνάξει τὰ τῆς ὀργῆς, οἷον ἄνω ἄξει, εἰς ὕψος ἀνατενεῖ, ὅ ἐστιν αὐξήσει τὸν θυμόν, ἐξ οὗ πάλιν δῆλον, ὡς αὐξανομένη ἐπὶ πολὺ ἡ ὀργὴ πάντως δεινόν τι ἐργάσεται: —B δῆλον δ ’ ἀρχῆ ς: δῆλον ὅτι τὸ ἐξ ἀρχῆς ἐπαιρόμενον πλῆθος τοῦ θρήνου [ὡς] ἀνάψει τι καὶ καύσει: —A ἄλλω ς: ἀπ’ ἀρχῆς δὲ τὸ νέφος τῆς οἰμωγῆς ἐξαιρόμενον δῆλόν ἐστιν ὅτι ταχέως εἰς μεῖζον κακὸν ἀνάξει καὶ αὐξηθήσεται: —A τὸ σύστημα τῆς οἰμωγῆς ἀνάγεσθαι καὶ αὔξεσθαι μέλλει: —B i λυπηθεῖσα: —B i ὦ κατάρατοι παῖδε ς: ἑωρακυῖα τοὺς παῖδας εἰσιόντας ἅμα τῷ παιδαγωγῷ ἀναβοᾷ· ὦ παῖδες 〈μητρὸσ〉 στυγερὰ δρώσης ὄλοισθε σὺν τῷ πατρί· τοῦτο γάρ ἐστι τὸ ἑξῆς τοῦ λόγου: —A φθειρέσθω: —B i κατὰ τὴν ὑπόθεσιν εἰσῆλθον οἱ παῖδες, ἡ δὲ πρεσβῦτις οὖσα ἔξωθεν ἐπιστενάζει: —B i ἔξωθεν ἡ τροφὸς ταῦτα καθ’ ἑαυτήν φησι: —B i τί τούσ δ ’ ἔχθει ς: τί τούσδε μισεῖς οὐκ ὄντας αἰτίους; λέγει δὲ τοὺς παῖδας, Μέρμερον καὶ Φέρητα: —AB i τυράννων λήματ α: φρονήματα, τῆς ψυχῆς παραστήματα.
sch Med 119 τὸ δὲ πως παρέλκει. πέφυκε γὰρ ἀεὶ ἡ ἐξουσία ἐπαίρειν τῶν ἀνθρώπων τὸν λογισμόν: —AB i ὀλί γ ’ ἀρχόμενο ι: ἀντὶ τοῦ· ἐξ ὀλίγου καὶ βραχέος ἀρχόμενοι τοῦ θυμοῦ καὶ ἐπὶ πολὺ τοῦτον κρατοῦντες.
sch Med 120 [5] τὸ γὰρ πολλά ἀντὶ τοῦ ἐπὶ πολύ. ἔχομεν δὲ καὶ τὴν ἔννοιαν παρ’ Ὁμήρῳ [Α 81]· ‘εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ‘ καὶ [Β 196]· ‘θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων‘. δύναται δὲ τὸ ὀλί γ ’ ἀρχόμενοι ἀντὶ τοῦ· οὐδ’ ὅλως ἀρχόμενοι, ἀλλ’ ἐκ τοῦ ἐναντίου αὐτοὶ πολλῶν κρατοῦντες. πέφυκε δ’ 〈ἡ〉 ἐξουσία ἐπαίρειν ἀεὶ τοῖς ἀνθρώποις τὸν λογισμόν: —B ἀρχόμενο ι , πολλ ά: οἱ τύραννοι ἀεὶ εἰωθότες ἀνύειν, ἐὰν λυπηθῶσιν, οὐ παύονται εἰ μὴ ἀνύουσι δι’ ὃ λυποῦνται: —A τὸ γὰρ εἰθίσθα ι : ὁ γάρ ἀντὶ τοῦ δέ· τὸ δὲ ζῆν ἐπ’ ἴσοις, ἀντὶ τοῦ μετὰ ἰσότητος καὶ μὴ ἐν τυραννίδι, κρεῖσσον.
sch Med 122 [5] ἔδει, φησὶ, πάντας ἀνθρώπους μηδένα μηδενὸς ὑπερέχειν [τῆς συμμετρίας] καὶ μὴ πλειόνων ἐπιθυμεῖν· τοῦτο μέγιστον ἀνθρώποις καὶ λυσιτελέστατον. τὸ γὰρ λῷστα ἀντὶ τοῦ λῷστον, ὅ ἐστι βέλτιστον, πληθυντικὸν ἀντὶ ἑνικοῦ. τὸ χρῆσθαι οὖν τῇ συμμετρίᾳ εἰς ὅλον τὸν χρόνον βέλτιον. κἀγὼ οὖν, φησὶ, τῆς μεγάλης καὶ ὑπερβαλλούσης εὐτυχίας τὴν συμμετρίαν προκρίνω. ἐν ταύτῃ γὰρ [τὸ δὲ εἰ μὴ μεγάλως ἀντὶ τοῦ· εἰ μὴ μεγάλῃ καὶ ὑπερβαλλούσῃ εὐτυχίᾳ] τὸ ἀσφαλέστερον: —B ἀντὶ τοῦ μετρίως καὶ ἀσφαλῶς, ὡς τῆς συμμετρίας τὸ ἀσφαλὲς τῆς παραμονῆς ἐχούσης, τῆς δὲ ὑπερβολῆς μεγάλας καὶ τὰς ἐκπτώσεις ἐχούσης, ὡς ἐπάγει.
sch Med 124 [5] ἀμφότερα δὲ λέγεται, καὶ ὀχυρῶς καὶ ἐχυρῶς: —B αἱρετὸν μὲν, φησὶ, τὸ εὐδαιμονεῖν· εἰ δὲ μὴ ἐνδέχεται ἀεὶ καὶ μέχρι γήρως εὐτυχεῖν, κρεῖσσον τὸ ζῆν ἐπ’ ἴσοις, ὅ ἐστιν ἐν μεσότητι τῇ ἴσον ἀπεχούσῃ εὐτυχίας καὶ ἀτυχίας. ὁ τοιοῦτος γὰρ βίος κρείσσων, ὡς μόνιμος: —B αὐτὸ γὰρ, φησὶ, καθ’ ἑαυτὸ τὸ τῆς συμμετρίας ὄνομα καὶ τῇ προφορᾷ μόνῃ νικᾷ καὶ εὐφημότερόν ἐστι.
sch Med 125 λέγει δὲ καὶ ὁ σοφός ‘πάντων μέτρον ἄριστον‘, ἐπὶ δ’ ὑπερβολῆς ‘μηδὲν ἄγαν‘: —B τὰ δ ’ ὑπερβάλλοντ α: αἱ δ’ ὑπερβολαὶ, φησὶν, ἀσθενεῖς καὶ οὐ βέβαιοι τοῖς ἀνθρώποις, τῇ ἀρχαίᾳ μεταβολῇ οὐδ’, εἰ γεγόνασι τὴν ἀρχήν, νομιζόμεναι.
sch Med 127 [5] ὁ γὰρ τὴν συμμετρίαν ἔχων, εἰ καὶ 〈ἐκ〉πέσοι ταύτης τρόπον τινὰ, οὐδεμίαν δοκεῖ πεπονθέναι παραλλαγήν. ἔπειτα τῷ μὲν ὑπερβολὴν ἔχοντι φθόνος παρακολουθεῖ, τοῖς δ’ οὐχί. διὸ ἐπὶ πολὺ παραμένει ἡ συμμετρία. τὸ δὲ ὅταν ὀργισθῇ εἰδικώτερον εἴρηκεν· ἔδει γὰρ μᾶλλον εἰπεῖν ὅταν χολωθῇ: —B χορὸς γυναικῶν ἐκ Κορίνθου: —B i οὐδέπω ἤπιο ς: ἔοικε, φησὶν, ἡ Μήδεια μηδέπω πεπραύνθαι: —A g B ἐ π ’ ἀμφιπύλο υ: ἀμφίπυλον λέγεται τὸ ἔχον δύο πύλας καὶ εἰσόδους, μίαν μὲν τὴν αὐθεντικὴν, ἑτέραν δὲ, ἣν Ὅμηρος [χ 126.
sch Med 134 [5] 132. 333] λέγει ὀρσοθύρην. ἐγὼ οὖν, φησὶν, ἐπὶ τοῦ ἀμφιπύλου οὖσα, τουτέστιν ἐπὶ τοῦ πυλῶνος, ἤκουσα φωνῆς ἔσω τοῦ μελάθρου. ἢ οὕτως· ἀμφίπυλον ὁ περὶ τὰς θύρας τόπος: —AB τὸ οἴκημα, λέγει, τετέλεσται ἐμοὶ φίλον, οἷον ὑπάρχει: —B οὐκ εἰσὶ δόμο ι: ἀντὶ τοῦ· ἀνατέτραπται ὁ οἶκος καὶ ἠφάνισται.
sch Med 139 ἀπὸ δὲ ἀρσενικοῦ εἰς οὐδέτερον μεταβαίνει. φροῦδα γὰρ τάδε τὰ οἰκήματα λέγει: —AB οἷον· κεραυνωθείην, κεραυνοβοληθείην· φλόγα γὰρ οὐρανίαν τὸν κεραυνὸν λέγει: —B τὸ ἄϊες ὁ Δίδυμος ὡς πρὸς τὰς τοῦ χοροῦ φησι λέγεσθαι· ἠκούσατε; καὶ οὐ πρὸς τὸν Δία.
sch Med 148 [5] ἐν ἤθει οὖν τὸ ὦ Ζεῦ καὶ γᾶ καὶ φῶ ς. τοῦτο δὲ Ἀπολλόδωρος τῆς Μηδείας φησίν, ἀπὸ δὲ τοῦ ἰαχάν τοῦ χοροῦ, ἵν’ ἔχῃ λόγον τὸ κἀπιβοᾶται Θέμιν εὐκταίαν Ζῆνά τ ε, τοὺς δ’ ὑποκριτὰς συγχέειν: —B τὸ μέγεθος θαυμάζει τοῦ ἔρωτος.
sch Med 151 [5] τίς ἄρα, φησὶν, οὗτος ὁ ἔρως, ὁ τῆς ἀκορέστου ταύτης κοίτης, ὃς σπεύσει 〈σοι〉 θάνατον ἐπιπέμψαι; ἄπληστον δὲ λέγει τὴν κοίτην, ἐπεὶ δέον καταφρονητικῶς φέρειν καὶ μισεῖν τὸν Ἰάσονα ἑτέρᾳ συνελθόντα, ἡ δὲ καὶ οὕτως κνίζεται, ὅτι μὴ σύνεστιν αὐτῷ. τὸ δὲ σπεύσει θανάτου τελευτά ν, ἀντὶ τοῦ· ἐπείξει καὶ ἐμβαλεῖ σοι θάνατον: —B τί σοι πότ ε: διὰ τί ποτε, ὦ ματαία, ὁ ἔρως τῆς ἀκορέστου κοίτης σπεύδει σοι θανάτου τελευτὴν ἐμβαλεῖν: —A μηδὲν τόδε λίσσο υ: μὴ λίσσου, φησὶν, ὦ Μήδεια, τὸ θανεῖν.
sch Med 154 εἰ δὲ ὁ σὸς ἀνὴρ ἠθέτησε τοὺς ὅρκους, ἐκείνῳ γενέσθαι λίσσου τόδε, δηλονότι τὸ κεραυνωθῆναι καὶ ἀποθανεῖν: —AB κείνῳ τόδ ε: τουτέστιν· ἐκείνῳ τόδε τὸ ἁμάρτημα μὴ λογίζου καὶ δι’ ἐλπίδος ἔχε τοὺς θεοὺς ἀπαιτήσειν αὐτὸν τιμωρίαν: —AB σὺ, φησὶ, μὴ χαλέπαινε μηδὲ θυμοῦ.
sch Med 157 [5] συνδικήσει δὲ, ἀντὶ τοῦ σὺν τῷ δικαίῳ ἐπεξελεύσεται: —B ἤγουν τῷ Ἰάσονι. ἤγουν τὸ ἁμάρτημα μὴ ὀργίζου, μὴ ἐπιγράφου: —A g κατάρατο ν: τὸν κατευχῶν ἄξιον, τὸν χαλεπώτατον: —B i ἀπῳκίσθην: —B i Τιμαχίδας ἐπὶ τὰ πρόχειρα πᾶσιν ἐνεχθεὶς τὸν Ἄψυρτόν φησι λέγειν αὐτὴν, τοῦ Εὐριπίδου μήτε ἐνταῦθα μήτε ἐν τῷ Αἰγεῖ δηλώσαντος ὀνομαστὶ τὸν Ἄψυρτον.
sch Med 167 [10] ὁ δὲ Φερεκύδης [frg. 73] διὰ τοῦ ξ ὀνομάζει αὐτόν. Δικαιογένης δὲ ἐν τῇ Μηδείᾳ [FTG p. 775] Μεταπόντιον αὐτὸν ὀνομάζει. ἀνῃρῆσθαι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Μηδείας, οἱ δὲ ὑπὸ τῶν Ἀργοναυτῶν. Λέων δὲ ὁ ῥήτωρ [FHG II p. 331, 5] οὐ σφαγῆναι, ἀλλὰ διαφθαρῆναι αὐτὸν φαρμάκοις: —B Ἄψυρτον λέγει τὸν ἐπιδιώξαντα αὐτὴν κατὰ πρόσταξιν τοῦ Αἰήτου. πέπεικε γὰρ αὐτὸν ἐλθεῖν εἴς τινα νῆσον ὑποβαλοῦσα τῷ Ἰάσονι δόλῳ τινὶ τοῦτον ἀνελεῖν: —B i Θέμιν εὐκταία ν: τῶν διαβεβοημένων ἐστὶ ζητημάτων καὶ τοῦτο, πῶς ἡ μὲν Μήδεια τὴν Θέμιν καὶ τὴν Ἄρτεμιν ἐπιβοᾶται, ἡ δὲ πρεσβῦτις ἀντὶ τῆς Ἀρτέμιδος τὸν Δία φησὶν αὐτὴν ἐπιμαρτύρασθαι.
sch Med 169 [15] Ἀπολλόδωρος μὲν οὖν φησιν ὁ Ταρσεὺς τῆς ἀμφιβολίας αἰτίους εἶναι τοὺς ὑποκριτὰς, συγχέοντας τὰ χορικὰ τοῖς ὑπὸ τῆς Μηδείας λεγομένοις. δεῖν δὲ τὴν διαστολὴν γεγονέναι μὲν ἐκ τοῦ τὴν Μήδειαν ἅπαντα ταῦτα λέγειν αἶ αἶ διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἕως τοῦ ἄιες ὦ Ζεῦ καὶ γᾶ καὶ φῶ ς, τὰ δὲ ἑξῆς τῷ χορῷ προσάψαι. οὕτως γὰρ ἐχούσης τῆς διαστολῆς, [ὡς] αὐτῆς φησάσης τῆς Μηδείας διαρρήδην προσκαλεῖσθαι τὸν Δία, τὰ ἑξῆς τὸν χορὸν λέγειν ἰαχὰν οἵαν ἁ δύστανος μέλπει νύμφ α· εἰ δὲ μὴ, γελοῖον δοκεῖν τῆς Μηδείας καταρασαμένης ἑαυτῇ τὸν χορὸν λέγειν ἄιε ς , ὦ Ζεῦ καὶ γᾶ καὶ φῶ ς. λελύσθαι οὖν τὴν ἀπορίαν ** εἰκότως τὴν πρεσβῦτιν ἔνδοθεν κατηκοῦσθαι τῆς Μηδείας καὶ λέγειν κλύε θ’ , οἷα λέγε ι. ὁ δὲ Δίδυμός φησιν ὅτι διὰ τοῦ λέγειν διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη ἐπικαλεῖται τὸν Δία. τίς γὰρ εἶχεν αὐτῇ ἐπιπέμψαι τὸν κεραυνὸν, εἰ μὴ ὁ Ζεύς; εἰ δὲ ἡ πρεσβῦτις μὴ πάντων ὧν ἡ Μήδεια ἐπεκαλέσατο ἐμνήσθη, οὐ παράδοξον· ἠρκέσθη γὰρ τοῖς σεμνοτάτοις. οἱ δὲ λείπειν φασὶ τὸ ὄμνυμι Ζῆνα καὶ Θέμιν: —AB λείπει τὸ κακῷ, ἔν τινι μικρῷ κακῷ· ἀλλὰ δηλονότι μέγα καταπραξαμένη κακὸν παύσεται τῆς ὀργῆς: —B i πῶς 〈ἂν〉 φησὶ, συντυχοῦσα αὐτῇ διαλεχθείην, καὶ πῶς 〈ἂν〉 τῶν παρ’ ἐμοῦ ῥηθησομένων λόγων τὴν φωνὴν δέξαιτο.
sch Med 173 ὀμφήν γὰρ νῦν τὴν φωνὴν λέγει ἢ τὴν ὁμιλίαν καὶ οὐχὶ τὴν κληδόνα: —B αὐδηθησομένων: —B i τὸ ἔπαρμα καὶ ἡ ὁρμὴ τῆς διανοίας, τὸ εἰς τοὺς φίλους σπουδαίαν εἶναι μὴ ἀπέστω μου.
sch Med 178 ἢ οὕτως· ἡ ἐμοὶ παροῦσα προθυμία μὴ ἐκτὸς τῶν φίλων ἀπέστω: —B i αὑτὴν λέγει [κακόν τι ποιῆσαι] ἢ τοὺς παῖδας: —B i ἀλλ’ εἰ φοβερὸν καὶ δυσχερὲς πεῖσαι τὴν ἐμὴν δέσποιναν θυμουμένην ἐνταῦθα προελθεῖν, ὅμως ἐγὼ τήνδε σοὶ τὴν χάριν καταθήσω καὶ εἰσελθοῦσα καλέσω αὐτὴν ὑπὲρ τοῦ μὴ μοχθεῖν καὶ ἀδημονεῖν σε ἑστῶσαν καὶ προσδεχομένην: —B ὑπὲρ τοῦ μόχθου οὗ περὶ ἡμᾶς ἔχεις.
sch Med 186 τὸ δὲ χάριν κατὰ κοινοῦ: —B i καίτοι τοκάδο ς: λείπει τὸ ἔχουσα.
sch Med 187 [5] καίτοι, φησὶν, ἡ δέσποινα δεινὸν ὁρᾷ τοῖς τολμῶσιν αὐτῇ πλησιάζειν ἔχουσα λεαίνης τετοκυίας τὸ βλέμμα, καὶ ὅμως, οὕτως ἐχούσης αὐτῆς θυμοῦ, εἰς σὴν χάριν εἰσελεύσομαι· τοῦτο γὰρ ἀπὸ κοινοῦ: —AB ἀποταυροῦτα ι: ταυρηδὸν σχηματίζεται τῷ προσώπῳ, ὡς βλέμμα μὲν ἔχειν λεαίνης, σχηματίζεσθαι δὲ τῷ προσώπῳ ὁμοίως ταύρῳ θυμουμένῳ: —AB οὕτως, φησὶν, ἀποβλέπει εἰς ἡμᾶς ὀργίλως, ὡς λέαινα ὀργισθεῖσα ὑπὲρ τῶν τέκνων αὐτῆς: —AB i ἀνοήτους ἀπαιδεύτους.
sch Med 190 τοὺς πρόσθ ε, τοὺς ἀρχαίους: —B i θυσίαις.
sch Med 192 διὸ καὶ σεσημείωται: —B i εἰλαπίναι ς: ἑορταῖς.
sch Med 193 παρὰ δείπνοις δὲ, τὰ παροίνια φησιν: —B i ἐξ ὧν, λυπῶν, αἱ δειναὶ συμφοραὶ πταίειν καὶ ἀποτυγχάνειν ποιοῦσι τοὺς οἴκους: —B i κέρδος ἀκεῖσθα ι: τὴν λύπην θεραπεύειν δι’ ᾠδῶν κέρδος ἐστί.
sch Med 199 [5] καίτοι τὸ ἀκεῖσθαι καὶ θεραπεύειν τὰς λύπας τῶν ἀνθρώπων κέρδος ἐστὶ καὶ ὠφέλεια. τίς δὲ χρεία ἐν συμποσίοις στρέφειν ὕμνους, ὅπου καὶ χωρὶς τῶν ὕμνων αὐτὴν ἡ παρουσία τῶν συμποτῶν τέρψιν ἔχει: —AB τίς γὰρ ἐκεῖ χρεία μουσικῆς αὐτῶν τῶν ἀπὸ θοίνης τερπόντων: — τείνουσι δὲ βοή ν, ἀντὶ τοῦ ᾄδουσι μετὰ τόνου.
sch Med 201 ἡ γὰρ εὐωχία ἱκανή ἐστιν εἰς τὸ τέρψαι τοὺς ἀνθρώπους: —B i ἀντὶ τοῦ· λιγυρῶς, ὀξέως, τὰ ἄχεα, φησὶν, ἡ μογερὰ Μήδεια βοᾷ: —B i τὴν πάρεδρον τῷ Διὶ δικαιοσύνην.
sch Med 208 [20] ὁρκίαν δὲ αὐτὴν εἶπεν ὡς τῶν ὅρκων ἔφορον καὶ συνθηκῶν πρύτανιν. τὴν θεὸν ἐπικαλεῖται ὡς ἑξῆς ἐπάγει, ὥστε καὶ ἄνω διὰ τῆς Θέμιδος τὸν Δία ἐπικαλεῖσθαι: —A ταῦτα τοῖς ἀξιοῦσιν ὑπὸ τῆς Μηδείας διὰ τῆς Θέμιδος προσειλῆφθαι τὸν Δία συμπράττει. οἱ γοῦν προυπομνηματισάμενοι γράφουσιν οὕτως· ‘δύναται τὸ λέγειν Ζηνὸς ὁρκίαν Θέμιν βοηθῆσαι τοῖς προεκκειμένοις ὅτι διὰ τῆς Θέμιδος τὸν Δία ἐπεκαλεῖτο, διὰ τὸ εἶναι Διὸς τὴν Θέμιν‘. λέγει οὖν ὅτι τοῖς ταύτης ὅρκοις πιστεύσασα ἔπραξεν ἃ ἔπραξεν. ἥτις, Θέμις, αὐτὴν, τὴν Μήδειαν, διαβῆναι πεποίηκεν εἰς τὴν Ἑλλάδα τὴν ἀντίπορον τῆς Σκυθίας. ἀντίπορον δὲ τὴν ἐναντίαν κατὰ τὸν πόρον, ἢ κατὰ τὸν τόπον. ἡ μὲν γὰρ ἐν τοῖς δυτικοῖς κεῖται, ἡ Ἑλλάς, ἡ δὲ Σκυθία ἐν τοῖς ἀνατολικοῖς. πῶς δὲ ἡ Θέμις διαβῆναι ἐποίησε τὴν Μήδειαν; ὅτι τοῖς ὅρκοις πεισθεῖσα ἠκολούθησεν Ἰάσονι: —AB δ ι ’ ἅλα δὲ νύχιον ἐ φ ’ ἁλμυρὰν πόντο υ, ἀντὶ τοῦ δι’ ἁλὸς ἁλμυρᾶς, περιττευούσης τῆς ἐπί προθέσεως. ἢ τὸ ἁλμυράν πρὸς τὸ ἑξῆς συναπτέον, τουτέστι· διεβίβασεν αὐτὴν εἰς τὴν Ἑλλάδα δι’ ἁλὸς ἐπὶ τὴν ἁλμυρὰν τοῦ πόντου κληῖδα. λέγει δὲ τὸ στενὸν [ὅθεν καὶ κλεῖδα τὸ στενὸν ἐκεῖνο ὠνόμασε] παρὰ τὸ ὥσπερ κλεῖδα εἶναι τοῦ προκειμένου Πόντου. ἀπὸ γὰρ τοῦ στενοῦ ἐπὶ τὸν Πόντον ἐξίασι. νύχιον δὲ αὐτήν φησι διὰ 〈τὸ〉 νυκτὸς πεφευγέναι: —B διὰ τὸ νυκτὸς πεφευγέναι, ὡς Ἀπολλώνιος [4, 1 sq.
sch Med 211 ]: —B i δυσχερῆ πρὸς τὸ περᾶσαι: —B i Κορίνθιαι γυναῖκε ς: χρὴ νοεῖν ὅτι κατὰ τὸ σιωπώμενον εἰσελθοῦσα ἡ γραῦς παρεκάλεσε τὴν Μήδειαν ἐξελθεῖν πρὸς τὰς ἀπὸ τοῦ χοροῦ.
sch Med 214 [25] αὕτη οὖν ἐξελθοῦσά φησιν· ἐξῆλθον πρὸς ὑμᾶς, ὦ γυναῖκες, ἵνα μή μοι τι μέμψησθε ὡς δι’ ὑπερηφανίαν μὴ προελθούσῃ: —AB ἄλλω ς: ὦ Κορίνθιαι γυναῖκες, ἐξῆλθον ἐκ τῶν δόμων, ἵνα μὴ μέμψησθέ μοι, καίτοι ἐπίσταμαι πολλοὺς τῶν ἀνθρώπων σεμνοὺς γεγῶτα ς , τοὺς μὲν ὀμμάτων ἄπ ο , τοὺς δ ’ ἐν θυραίοι ς, οἷον· ὑπερηφάνους νομιζομένους τοὺς μὲν ἀπὸ τοῦ χωρίζεσθαι καὶ ἄποθεν τῶν ὀμμάτων εἶναι, τοὺς δὲ διὰ τὸ προέρχεσθαι, καὶ συνεχῶς ἐπιφαίνεσθαι· ἐξ οὗ τὸ ἁπανταχόθεν ἐπίφθονον καὶ εὐδιάβολον τῶν ἀνθρώπων συνάγει, ὅτι εἰς μηδὲν ἀρέσκονται. εἶτα πάλιν κατὰ τούτων ἐπιφέρει ὅτι καὶ οἱ ἀ φ ’ ἡσύχου ποδὸς καὶ ἐν ἐρημίᾳ τὰ ἑαυτῶν πράττοντες δύσκλειαν κτῶνται καὶ ἀργίαν, οἷον· καὶ οὗτοι διαβάλλονται ὑπὲρ τούτου. οὕτως ὁ Εἰρηναῖος. δίκη γὰρ οὐκ ἔνεσ τ ’ ἐν ὀφθαλμοῖς βροτῶ ν: φησὶν ὅτι διὰ τοῦτο προῆλθον πρὸς ὑμᾶς, καίτοι ἐπισταμένη ὅτι καὶ τὸ ἐπιφοιτᾶν ἐπικίνδυνόν ἐστιν, ὅμως δ’ οὖν, ἵνα [μὴ] δι’ ἔργων καὶ ἀπ’ αὐτῆς τῆς διανοίας γνωρίσητέ με ἥτις εἰμί. οὐ γὰρ, φησὶν, ἐν ὀφθαλμοῖς ἀνδρῶν καὶ ἐν τῇ ὄψει μόνῃ περί τινος δίκη καὶ κρίσις ἐστίν, ἤτοι τὸ δίκαιον οὐκ ἀπὸ μόνης τῆς ὄψεως εὑρίσκεται. τὸ δὲ κατάλληλον οὕτως μᾶλλον σαφὲς γίνεται· ὅτι ἡ δίκη οὐκ ἔστιν ἐν ὀφθαλμοῖς βροτῶν, οὐδὲ δίκαιος οὗτος ὃς πρὶν τὸ σπλάγχνον σαφῶς ἐκμαθεῖν τοῦ πέλας, στυγεῖ ἀπὸ τῆς ὄψεώς τινα οὐδὲν ἠδικημένος ὑπ’ αὐτοῦ. οὕτως Εἰρηναῖος: —εἰς δὲ τὸ μή μοι τι μέμφησθε προσληπτέον ἔξωθεν τὸ ὅπως. αἰτίαν γάρ φησι τοῦ ἐξεληλυθέναι, ὅπως μὴ ὑπὸ αἰτίαν πέσῃ: —B σεμνοὺς γεγῶτα ς: πολλοὶ γὰρ, φησὶ, τῶν ἀνθρώπων διὰ τὸ κεχωρίσθαι καὶ μὴ ὁμιλεῖν τισιν ἀλαζόνες καὶ ὑπερήφανοι ἔδοξαν εἶναι.
sch Med 216 [10] οἱ δὲ ἐκ τῶν ἐναντίων συνεχῶς φαινόμενοι καὶ ἐπιπολάζοντες ὀχληροὶ καὶ ἐπαχθεῖς ἔδοξαν εἶναι. ἔνιοι δ’ αὐτῶν ἡσύχιον βίον ἑλόμενοι καὶ προιόντες μὲν οὐδενὶ δὲ πελάζοντες εὐτελεῖς ἐνομίσθησαν καὶ νωθροί· ῥᾳθυμίαν γὰρ τὴν νωθρότητα λέγει. καὶ νῦν δὲ τὸ σεμνόν ἀντὶ τοῦ ὑπερήφανον ὡς καὶ ἐν Ἱππολύτῳ [92] ‘μισεῖ τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον‘. γεγῶτας δὲ, δοκοῦντας εἶναι: —B ἄλλω ς : ὀμμάτων ἄπ ο: ἀντὶ τοῦ· κεχωρισμένους καὶ πόρρωθεν ὄντας. ἢ νοουμένους ἀπὸ τῆς τῶν ὀφθαλμῶν καταστάσεως. τοῦτο δὲ οὐκ οἰκεῖον τοῖς ἐπιφερομένοις: —B μὴ ὁρωμένους: —B g οἱ δ ’ ἀ φ ’ ἡσύχο υ: οἷον ἡσύχιον βίον ἐπανῃρημένοι.
sch Med 217 [5] ἀντὶ τοῦ· φαινόμενοι, μηδὲν δὲ πράττοντες, ἀλλ’ ἡσυχίαν ἄγοντες. ἄλλοι δὲ ἐπὶ ἡσυχίας ἰδιοπραγμονοῦντες ὑπόνοιαν ἔσχον δυσκολίας καὶ ἀργίας. ῥᾳθυμίαν γὰρ τὴν ἀργίαν: —B οἱ ἡσύχιον βίον ἐπανῃρημένοι δυσκλεεῖς μὲν ἐνομίσθησαν, πρᾷοι δὲ τὴν ψυχήν. τοὺς ἐν θυραίοις δέ φησι [ἀντὶ] τοὺς ἐν τοῖς οἴκοις τῶν ἑτέρων συνεχῶς φαινομένους, παρὰ τὸ Ἰσοκρατικὸν [1, 20] ‘τὰς ἐντεύξεις μὴ ποιοῦ πυκνάσ‘: —B i δίκη γὰρ οὐκ ἔνεστι ν: διὰ τοῦτο δὲ συμβαίνει τὸ ἄλλοτε ἄλλως τοὺς ἀνθρώπους τὰ ἀλλήλων δοξάζειν, διὰ τὸ μὴ δύνασθαι ἐξ ὄψεως δοκιμάζειν ἑκάστου τὸν τρόπον· ὅπερ πάσχουσιν οἱ πολλοί, οἳ πρὶν τὸν τρόπον σαφῶς κατανοῆσαι, ἁπλῶς ἐκ τῆς τῶν ὀφθαλμῶν προσβολῆς μισοῦσι τὸν δεῖνα οὐδὲν ἠδικημένοι πρὸς αὐτοῦ: —B χρὴ δὲ ξένον μέ ν: προσήκει δὲ πάντα ξένον πρὸς τὰ τῆς πόλεως νόμιμα χωρεῖν καὶ ἁρμόζειν ἑαυτὸν τοῖς ἤθεσι τῶν πολιτῶν.
sch Med 222 ὅθεν κἀγὼ πρόειμι πρὸς ὑμᾶς τὸ πρέπον τοῖς ἐπὶ ξένης πράττουσα: —AB τὴν ἐν τῷ βίῳ ἡδονήν, περιφραστικῶς αὐτὸ τὸ ζῆν: —B τοῦτο ἐν ἤθει ἀναπεφώνηται: —B ἐν ᾧ ἦν μοι πάντα, κάκιστος ἀνδρῶν ἐκβέβηκεν.
sch Med 228 οἱ δ’ ὑποκριταὶ οὐ συμπεριφερόμενοι τῷ τρόπῳ λέγουσι γινώσκειν καλῶ ς: —B χρημάτων λέγει τῶν εἰς τὴν φέρνην.
sch Med 232 [5] τοῦτο δὲ ὁ Εὐριπίδης ἀπὸ τῆς καθ’ αὑτὸν συνηθείας λέγει. οἱ δὲ ἥρωες οὐχ οὕτως ἐποίουν τοὺς γάμους, ἀλλ’ ἐκ τῶν ἐναντίων αὐτοὶ ἐδίδοσαν, καθάπερ καὶ αὐτὸς ἐν ἄλλοις παρίστησι. καὶ Ὅμηρος [Λ 244]· ‘πρῶθ’ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλι’ ὑπέστη‘: —B ἀναχρονισμός· οἱ γὰρ ἥρωες τὸ ἐναντίον παρεῖχον: —B κακοῦ γὰρ τοῦ τ’: κακὸν μὲν τὸ χρημάτων ὑπερβολῇ πρίασθαι, ἀλγεινότερον δὲ κακὸν τὸ καὶ δεσπότην ἄντικρυς λαμβάνειν: —AB ἢ κακὸν λαβεῖ ν: ὅτι κἂν κακὸς ᾖ, στέργειν δεῖ.
sch Med 235 ἀκλεὲς γὰρ γυναικὶ ἀπολιπεῖν τὸν οἰκεῖον ἄνδρα: —AB εἰς καινὰ δ ’ ἤθ η: τοῦτο πρῶτόν ἐστι τῇ τάξει τῶν πραγμάτων [τοῦ] κατὰ τὸν νόμον τοῦ γάμου.
sch Med 238 [5] πρότερον γάρ ἐστι τὸ τὴν παρθένον ἀπιέναι πρὸς τὸν νυμφίον, εἶθ’ οὕτως πειρᾶσθαι τούτου εἴτε δεξιοῦ ἢ κακοῦ. καινὰ δ ’ ἤθη λέγει καὶ νόμους τοὺς παρὰ τῷ ἀνδρί. νόμους δὲ λέγει τοὺς τῆς οἰκίας κανόνας καὶ τύπους: —AB τὰ ἤθη καὶ τοὺς νόμους τῶν ἀνδρῶν: —B μὴ βίαν ἡγούμενος μηδὲ ἀνάγκην τὴν συμβίωσιν: —B ὅταν τι τῶν κατ’ οἰκίαν λυπῇ, προελθών που παρεμυθήσατο: —B τὴν τοῦ ἀνδρός: —B i οἱ ἄνδρες: —B i οὐχὶ περὶ σοῦ, φησὶ, ταῦτα 〈ἂν〉 λεχθείη· οὐ γὰρ ὁμοίως ἔχεις ἐμοὶ τύχης: —B βαρβάρου λελῃσμέν η: ἀντὶ τοῦ λεληϊσμένη· συνήλιπται γάρ· καὶ ὥσπερ αἰχμαλωτισθεῖσα.
sch Med 256 δεινοπαθοῦσα τοῦτό φησιν ὡς προσδοκήσασα μὲν σύνοικον ἕξειν τὸν Ἰάσονα, δεινότερα δὲ αἰχμαλώτου πάσχουσα: —AB i μεθορμίσασθα ι: λείπει τὸ ὥστε, ὥστε μεθορμίσασθαι.
sch Med 258 τὸ δὲ ἑξῆς· οὐ μητέρα, οὐκ ἀδελφὸν, οὐ συγγενῆ ἔχουσα πρὸς τὸ καταφυγοῦσαν πρός τινα τούτων ἀπαλλαχθῆναι τῆς συμφορᾶς. ἡ μεταφορὰ ἀπὸ τῶν μεθορμιζόντων εἰς τοὺς εὐδιεινοτέρους τόπους: —AB ἀντὶ τοῦ δειλοτάτη.
sch Med 263 ἀπὸ κοινοῦ τὸ τίσασθα ι: —B i κακὴ δ ’ ἐς ἀλκή ν: ἀντὶ τοῦ ἀσθενής.
sch Med 264 [25] ὁ δὲ λόγος· πᾶσα μὲν γυνὴ δειλοτάτη ἐστὶν ἐν τοῖς ἄλλοις ἅπασι καὶ ἀσθενὴς, οὐδὲ ὅσον γυμνὸν ἰδεῖν ξίφος καρτεροῦσα· ὅταν δὲ εἰς κοίτην ἀδικηθῇ, τολμηροτάτη γίνεται: —AB Παρμενίσκος γράφει κατὰ λέξιν οὕτως· ‘ταῖς δὲ Κορινθίαις οὐ βουλομέναις ὑπὸ βαρβάρου καὶ φαρμακίδος γυναικὸς ἄρχεσθαι αὐτῇ τε ἐπιβουλεῦσαι καὶ τὰ τέκνα αὐτῆς ἀνελεῖν, ἑπτὰ μὲν ἄρσενα, ἑπτὰ δὲ θήλεα. [Εὐριπίδης δὲ δυσὶ μόνοις φησὶν αὐτὴν κεχρῆσθαι.] ταῦτα δὲ διωκόμενα καταφυγεῖν εἰς τὸ τῆς Ἀκραίας Ἥρας ἱερὸν καὶ ἐπὶ τὸ ἱερὸν καθίσαι. Κορινθίους δὲ αὐτῶν οὐδὲ οὕτως ἀπέχεσθαι, ἀλλ’ ἐπὶ τοῦ βωμοῦ πάντα ταῦτα ἀποσφάξαι. λοιμοῦ δὲ γενομένου εἰς τὴν πόλιν πολλὰ σώματα ὑπὸ τῆς νόσου διαφθείρεσθαι. μαντευομένοις δὲ αὐτοῖς χρησμῳδῆσαι τὸν θεὸν ἱλάσκεσθαι τὸ τῶν Μηδείας τέκνων ἄγος. ὅθεν Κορινθίοις μέχρι τῶν καιρῶν τῶν καθ’ ἡμᾶς καθ’ ἕκαστον ἐνιαυτὸν ἑπτὰ κούρους καὶ ἑπτὰ κούρας τῶν ἐπισημοτάτων ἀνδρῶν ἐναπενιαυτίζειν ἐν τῷ τῆς θεᾶς τεμένει καὶ μετὰ θυσιῶν ἱλάσκεσθαι τὴν ἐκείνων μῆνιν καὶ τὴν δι’ ἐκείνους γενομένην τῆς θεᾶς ὀργήν‘. Δίδυμος δὲ ἐναντιοῦται τούτῳ καὶ παρατίθεται τὰ Κρεωφύλου ἔχοντα οὕτως· ‘τὴν γὰρ Μήδειαν λέγεται διατρίβουσαν ἐν Κορίνθῳ τὸν ἄρχοντα τότε τῆς πόλεως Κρέοντα ἀποκτεῖναι φαρμάκοις. δείσασαν δὲ τοὺς φίλους καὶ τοὺς συγγενεῖς αὐτοῦ φυγεῖν εἰς Ἀθήνας, τοὺς δὲ υἱοὺς, ἐπεὶ νεώτεροι ὄντες οὐκ ἠδύναντο ἀκολουθεῖν, ἐπὶ τὸν βωμὸν τῆς Ἀκραίας Ἥρας καθίσαι νομίσασαν τὸν πατέρα αὐτῶν φροντιεῖν τῆς σωτηρίας αὐτῶν. τοὺς δὲ Κρέοντος οἰκείους ἀποκτείναντας αὐτοὺς διαδοῦναι λόγον ὅτι ἡ Μήδεια οὐ μόνον τὸν Κρέοντα, ἀλλὰ καὶ τοὺς ἑαυτῆς παῖδας ἀπέκτεινε‘. γεγονέναι δὲ παραπλήσιον μυθεύεται καὶ περὶ τὸν Ἄδωνιν: —B οὐ θαυμάσω σε ἐπὶ τῷ πενθεῖν τὰς τύχας· δικαίως γὰρ πενθεῖς: —B i τῶν τελευταίων τόπων.
sch Med 276 ἡ δὲ εὐθεῖα τούτου τὰ τέρμονα: —B i ἐχθροὶ γὰρ ἐξιᾶσ ι: οἱ ἐχθροὶ οὐριοδρομοῦσι καθ’ ἡμῶν καὶ ὥρμηνται πάντα τρόπον ἐφ’ ἡμᾶς, ἀπὸ μεταφορᾶς τῶν οὐριοδρομούντων καὶ χαλώντων πρὸς τὸ πνεῦμα 〈τὰ〉 τοῦ ἀρτέμονος: —B οἷον πᾶσαν μηχανήν: —B i εὐεπιβούλευτος καὶ ῥᾳδία πρὸς τὸ διαφυγεῖν ἄτην: —B i ἀντὶ τοῦ ἀπείργεις.
sch Med 281 ἐξεδέξαντο δὲ καὶ κατὰ ἀναστροφὴν, ἀπὸ γῆς στέλλεις: —B i δέδοικά ς’ , οὐδέ ν: τὸ ἑξῆς· δέδοικα σε μή μοι τι δράσῃς.
sch Med 282 [5] παραμπέχει ν, ἀντὶ τοῦ περικαλύπτειν. ὁ δὲ νοῦς· εὐσχημόνως οὐ δεῖ τοὺς λόγους λέγειν καὶ περιστέλλειν καὶ περικαλύπτειν, ἀλλ’ ἐκ τοῦ ἐναντίου ἐμφαίνειν καὶ ἄντικρυς λέγειν ὅτι δέδοικά σε. ἡ δὲ μεταφορὰ ἀπὸ τῆς ἀμπεχόνης: —A τὸ ἑξῆς· δέδοικα μή μοί τι δράσῃς παῖδα. παραμπέχειν δὲ, [φυλάσσεσθαι ἤτοι] φυλάσσειν περιστέλλειν ἀποκρύπτειν. καὶ τὸ μαλθακισθέντα δὲ, ἀντὶ τοῦ ἀμελῶς προσενεχθέντα. ἢ μαλθακισθέντα τοῖς σοῖς λόγοις: —B ἀμήχανον ἀθεράπευτον: —B i ἔμπειρος φαρμακὶς καὶ μάγος: —B i κακοποιῆσαι: —B i ἔβλαψε δόξ α: ἀντὶ τοῦ· ἡ δόξα μου βλάπτει με.
sch Med 293 σὺ γὰρ νομίζων με σοφὴν ἀπελαύνεις με δεδοικώς με: —B ἡ ὑπόνοια τῆς σοφίας: —B i συνετοὺς ἄγαν.
sch Med 295 ὑπερβαλλόντως: —B i ἧς ἔχουσιν ἀργία ς: τὸ ἧς ἔχουσιν ἀργίας εἶπεν οὐχ ὡς τῷ ὄντι ἀργῶν ὄντων τῶν σοφῶν· προφανὲς γὰρ ὅτι μέγιστος πόνος περὶ τὴν φιλοσοφίαν καὶ σπουδή· Ἡσίοδος [opp.
sch Med 296 [10] 289]: ‘τῆς δ’ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν‘· ἀλλ’ ὡς πολλῶν δοξαζόντων οὐκ ὀρθῶς ἀργοὺς εἶναι τοὺς σοφούς. οἱ σοφοὶ οὖν, φησὶ, πρὸς τῷ δόξαν ἀργίας ἔχειν καὶ φθονοῦνται ὑπὸ τῶν ἄλλων ἀνθρώπων· ὅθεν, φησὶ, καλῶς ἔχειν κρίνω μὴ χρῆναι εἰς ἄκρον παιδεύσεως ἥκειν τινὰ, ἵνα καὶ τούτων ἐκτὸς ᾖ. τοῦτο δὲ οὐ δογματίζων ὁ ποιητὴς λέγει, ἀλλ’ ἁρμοζόμενος πρὸς τὸ ὑφεστηκὸς ἦθος, ἐπεὶ δοκεῖ ἡ Μήδεια σοφίας ἔχουσα δόξαν βλάπτεσθαι: —AB εὑρίσκουσιν, ἀπὸ τοῦ ἄλφα στοιχείου: —B i τοῖς ἀπαιδεύτοις, τοῖς ἀνοήτοις: —B i παράδοξα: —B g ἄχρηστος εὐτελής ἀνωφελής: —B i ὁ σοφὸς, φησὶ, καθ’ ἑκάτερον ἀδικεῖται· ὑπὸ μὲν γὰρ τῶν ἀπαιδεύτων οὐ σοφὸς εἶναι νομίζεται, τοῖς δὲ ἐλλογίμοις λυπηρὸς εἶναι καταφαίνεται ὅταν κρείττων τούτων νομισθῇ.
sch Med 300 [10] τὸ δὲ δοκούντων οὐκ ἐπὶ ἀμφιβόλου κεῖται, ἀλλ’ ἐπὶ τῶν τῷ ὄντι ὑπαρχόντων. ἢ δοκούντων [ἢ] πρὸς διαβολὴν τῶν φθονούντων ἐλλογίμων, εἰ καὶ τῇ ἀληθείᾳ ἐλλόγιμοί εἰσι, διὰ τὸ νοσεῖν τὸν φθόνον, ὃς οὐ πρὸς σοφοῦ: —AB τῶν δοκούντων, φησὶν, εἰδέναι τι κρείσσων νομισθεὶς ἐπαχθὴς ἔσῃ. ὥστε συμβαίνει καὶ παρὰ τοῖς ἀπαιδεύτοις ἐπαχθῆ εἶναι διὰ τὸ μὴ προσίεσθαι αὐτούς, καὶ παρὰ τοῖς συνετοῖς ὁμοίως ἕνεκα τοῦ διαφέρειν δοκεῖν αὐτῶν ἐπίφθονον καὶ λυπηρὸν γίνεσθαι: —B ἐγὼ δὲ αὐτή: —B i ἐπίφθονος μὲν, ζηλωτὴ τοῖς εἰδόσι, φθονουμένη· ἡσυχαία δὲ, ἀνόητος, ἄχρηστος· τὸ δὲ θατέρου τρόπου ἢ πρὸς τὸ ἡσυχαί α, ἵν’ ᾖ συνετή, ἢ πρὸς τὸ τοῖς μέν εἰ μ ’ ἐπίφθονο ς, ὅ ἐστιν· ἐπίμεμπτος παρὰ τοῖς ἀπαιδεύτοις.
sch Med 303 [5] ἢ τὸ θατέρου τρόπου ἀντὶ τοῦ ἐξηλλαγμένης [τῆς] πολιτείας, ὅ ἐστι φαρμακίς· τοιοῦτοι γὰρ οἱ σοφοὶ παρὰ τοῖς ἀπαιδεύτοις καὶ ἀμαθέσι νομίζονται: —AB ἀντὶ τοῦ μωρά: — τοῦ ἑτέρου, ὀργίλου.
sch Med 304 ἤγουν τῆς φαρμακείας: —B i ἐναντία εἰμὶ τοῖς ἀπαιδεύτοις καὶ οὐδ’ ἄγαν σοφή: —BB i τοσῷδε δ ’ ἧσσο ν: τοσούτῳ δὲ, φησὶν, ὅσῳ γλυκεῖα μὲν εἶ τῷ λόγῳ ἄλλα δὲ φρονεῖς, τοσούτῳ μᾶλλον ἀπιστότερος τυγχάνω ἢ πρὶν τῶν λόγων σου τούτων ἀκοῦσαι: —B γυνὴ γὰρ ὀξύθυμο ς: πᾶσα γὰρ, φησὶν, ὀξύθυμος γυνὴ, ὁμοίως δὲ καὶ ἀνὴρ, εὐμαρέστερον ἂν φυλαχθείη ἢ ὁ κρύπτων τὴν ὀργήν.
sch Med 319 [5] τοὺς γὰρ φανερῶς ὀργιζομένους εὐμαρὲς προορώμενον φυλάττεσθαι, τοὺς δὲ ἐν ἀφανεῖ κρύπτοντας τὴν μῆνιν οὐχ οἷόν τε διὰ τὸ ἀπρόοπτον. καὶ σὲ οὖν, φησὶ, σιωπηλὴν οὖσαν οὐκ εὐμαρὲς φυλάξασθαι: —B ῥᾴων φυλάσσει ν: ἀντὶ τοῦ φυλαχθῆναι καὶ τηρηθῆναι, ἐνεργητικὸν ἀντὶ παθητικοῦ.
sch Med 320 [5] τοῦτο δὲ ἔθος ὡς ἐπὶ τὸ πλεῖστον τοῖς Ἀττικοῖς. λέγεται δὲ καὶ σιωπηρός: —B ἄλλω ς: ῥᾴων ἐστὶ φυλάττεσθαι, φησὶν, ὀξύθυμος ἀνὴρ, ὡσαύτως δὲ καὶ γυνή· φανεροὶ γάρ εἰσι καὶ πάντα ἐκχέουσιν ὀργιζόμενοι, ὁ δὲ σιωπηλὸς δυσπαραίτητός ἐστιν ἐν ἑαυτῷ κρύπτων καὶ καιροφυλακῶν τὴν ὀργήν: —B κέκριται: —B g μὴ πρός σ ε: μέμφονται τῷ Εὐριπίδῃ ὅτι πεποίηκε τὴν Μήδειαν ἐξ ὧν λέγει, φανερὰν γινομένην τῷ Κρέοντι ὡς ὑπούλως ἔχει πρὸς τὴν νύμφην: —B ὁ ἤ ἀντὶ τοῦ ἀλλά: —B i λίαν.
sch Med 328 ἰσχυρῶς: —B g ἐπεὶ καθόλου ἡ Μήδεια τὸν ἔρωτα κακὸν ἀπεφήνατο, ἐπήγαγεν ὁ Κρέων τοῦτο ἀναιρῶν καί φησιν ὅτι ὁ ἔρως οὐκ ἀεὶ κακὸς, ἀλλ’ ὡς ἂν ἄγηται ὑπὸ τῆς τύχης.
sch Med 331 [5] πολλοὶ γὰρ ἐρασθέντες ἔτυχον. βλασφημεῖ δὲ τὸν ἔρωτα ἡ Μήδεια, ἐπεὶ καὶ ἐρασθεῖσα τοῦ Ἰάσονος ἐψεύσθη τῆς ἐλπίδος· οὗτος δέ φησι· μὴ καταμέμφου τοὺς ἔρωτας· ἔσθ’ ὅτε γὰρ ἀγαθόν τι ποιοῦσιν, ἔσθ’ ὅτε δὲ κακὸν, ὡς ἂν ἡ τύχη παραγένηται: —B ὅπως ἂν ἄγηται ὑπὸ τῆς τύχης καὶ παραστῇ ἡ τύχη πρὸς τὸ ἐρᾶν: —B i ἄπιθι: —B g πονοῦμεν ἡμεῖ ς: ἐπεὶ εἶπεν ὁ Κρέων καί μ ’ ἀπάλλαξον πόνω ν, φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι 〈ἡ〉 ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους πόνους ἀναδέχεσθαι ἐφ’ οἷς ἔχω: —B ἄλλω ς: οὐκ ἐν σπάνει κακῶν ἐσμεν· σὺ γὰρ οὐ πονεῖς καὶ ἐν κακοῖς τυγχάνεις.
sch Med 334 [10] [ἐπεὶ δὲ εἶπεν ὁ Κρέων καί μ ’ ἀπάλλαξον πόνων φησί· ποίων πόνων; ἐγὼ γάρ εἰμι ἡ ἐν πόνοις οὖσα καὶ οὐκ ὀφείλω ἄλλους ἀναδέχεσθαι πόνους ἐφ’ οἷς ἔχω] ὥστε μηδὲ ἀπέλαυνέ με τῶν Κορινθίων καὶ τοῦτόν μοι προστίθει τὸν πόνον ἐφ’ οἷς ἔχω. ἱκανοὺς γὰρ ἔχω πόνους τῆς τε πατρίδος ἐστερημένη καὶ νῦν τὸν ἄνδρα ἀπολέσασα διὰ τὴν σὴν θυγατέρα. [ὥστε] τὸ πονοῦμεν ἡμεῖς διασταλτικῶς εἶπεν, οἷον· ἐγὼ πονῶ τοιαῦτα δεινὰ πεπονθυῖα, σὺ δὲ οὒ, μηδὲν χαλεπὸν ὑποστάς: —B ἐνόχλησιν: —B g παισίν τ ’ ἀφορμή ν: ἣν ἡμεῖς προβολὴν καλοῦμεν εἰς τὸ ζῆν, οἱ Ἀττικοὶ ἀφορμὴν λέγουσιν: —B γράφεται παισίν τε φορβή ν: —B i εἰκός ἐστιν εὔνοιάν 〈 σ ’〉 ἔχει ν: οὐδὲν δὲ, φησὶν, ἀπεικὸς πατέρα σε ὄντα εὔνοιαν καὶ στοργὴν ἔχειν, ἣν ἂν πρέπῃ πατρὶ πρὸς παῖδας.
sch Med 345 ὅθεν οἴκτειρόν με εἰδὼς αὐτὸς πείρᾳ τὴν πρὸς τὰ φίλτατα διάθεσιν: —B λῆμ α: φρόνημα: —B i τυραννικό ν: ὑπερήφανον: —B i αἰδούμενος δ έ: τουτέστιν· εἴξας τισὶ πολλὰ ἐζημιώθην.
sch Med 349 αἰσθόμενος δὲ ἑαυτοῦ καταθελγομένου καὶ καταγοητευομένου τοῖς λόγοις αὐτῆς ταῦτά φησιν: —B i τοῦ μεῖναι μίαν ἡμέραν: —B i οὐ γάρ τι δράσει ς: Δίδυμος μετὰ τοῦτον φέρει τὸ σιγῇ δόμους εἰσβᾶ ς’ , ἵ ν ’ ἔστρωται λέχος καὶ μέμφεται τοῖς ὑποκριταῖς ὡς ἀκαίρως αὐτὸν τάσσουσιν: —B πρόξενοι γὰρ καλοῦνται οἱ ὑποδεχόμενοί τινα: —B i κακῶς πέπρακτα ι: ἀντὶ τοῦ· οὕτω φανερῶς καὶ ἐναργῶς δυστυχοῦμεν καὶ ἐν κακοῖς ἐσμεν ὡς μηδένα δύνασθαι ἀντιλέγειν ὅτι οὐχ οὕτως ἔχομεν δυστυχίας: —B ἀλ λ ’ οὔτι ταύτ ῃ: ἀλλ’ οὐχὶ κατὰ τοῦτο τὸ μέρος, φησὶ, κακῶς ἔχει τὸ καθ’ ἡμᾶς, καθὸ πεισθεὶς ἡμῖν ἀπῆλθε Κρέων.
sch Med 365 [5] τὸ ταύτῃ οὖν ἀντὶ τοῦ· κατὰ ταύτην τὴν ὁδὸν καὶ τοῦτον τὸν τρόπον ταῦτα καλῶς πέπρακται. ἢ τὸ ταὐτά ὀξυτόνως, τουτέστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς ἀπῆλθεν, οὐ ταὐτὰ τὰ πράγματα, ἀλλὰ καλλίονα. ἀμφότερα δὲ εἰς ταὐτὸ ἀναστρέφουσιν: —B ἄλλω ς: τὸ ταῦτα πῇ μὲν περισπᾶται. πῇ δὲ ὀξύνεται, ὅ ἐστιν· ἀλλὰ κατὰ τοῦτο τὸ μέρος, καθὸ πεισθεὶς Κρέων ἀπῆλθε, οὐ ταὐτὰ τὰ πράγματά ἐστιν, ἀλλὰ βελτίονα: —B ἀνοίας: —B g πόσιν τ ’ ἐμό ν: πῶς ἐπαγγειλαμένη τὸν Ἰάσονα ἀνελεῖν οὐκ ἀνεῖλεν; ἢ τάχα ἐπεὶ ἐλθὼν ὁ ἄγγελος μετὰ θάνατον Γλαύκης καὶ Κρέοντος ἐθορύβησεν αὐτὴν λέγων χρῆναι τάχιστα φεύγειν· ἔνθα [1122] καί φησι Μήδει α , φεῦγ ε , ὅθεν οὐκ ἔσχε σχολὴν τοῦτο ἐργάσασθα ι .
sch Med 375 [5] εὐθὺς οὖν καὶ ὁ Ἰάσων παραγίνεται πρὸς αὐτή ν : —B ὧδε καλῶς κεῖτα ι .
sch Med 380 Δίδυμος σημειοῦται ὅτι κακῶς οἱ ὑποκριταὶ τάσσουσι ν : —ἐπὶ τῶν δύο τὸ σιγῇ δόμους εἰσβᾶσ α· καύσω ἢ σφάξω αὐτούς: —B πρὸς τὸ ἐπελθεῖν αὐτοῖς κοιμωμένοις: —B ᾗ μηχανῇ σοφαί ἐσμεν.
sch Med 384 ἐν ποίᾳ; ἐν τῇ τῶν φαρμάκων. κράτιστον, φησὶ, φαρμάκοις αὐτοὺς κτανεῖν κατὰ τὴν ὁδὸν ἐν ᾗ σοφαὶ πεφύκαμεν μάλιστα, δηλαδὴ τῇ τῶν φαρμάκων: —B σοφοῦ ἐστι τὸ τὰ ἀντιπίπτοντα λύειν: —B ῥύσετα ι: φυλάξει ἢ σώσει με: —B οὐκ ἔστ ι: ἢ προπετῶς πρᾶξαί τι οὐκ ἔστιν ἢ οὐκ ἔστι μοι φίλος οὐδεὶς ὁ μέλλων με ὑποδέχεσθαι καὶ κρύπτειν: —B πύργος ἀσφαλή ς: ἀντὶ τοῦ ὀχύρωμα σωτηρίας.
sch Med 390 [5] καταχρηστικῶς δὲ τὴν σωτηρίαν πύργον ὠνόμασε παρὰ τὸ τοὺς ὑποδεδραμηκότας ὑπὸ πύργον ἐν πολέμῳ σῴζεσθαι: —B ἄλλω ς: ἐὰν μὲν εὕρω ἐχυρὰν καταφυγήν, σιωπῇ μετέρχομαι φαρμάκοις τὸν φόνον· ἐὰν δὲ ἐλαύνῃ με ἡ ἐξορία, τότε ξίφος λαβοῦσα κτενῶ σφε φανερῶς, εἰ καὶ ἐμοὶ πρόκειται συναπολέσθαι αὐτοῖς: —B ἀμήχανο ς: ὅ ἐστι· μὴ παρέχουσα μηχανὴν πρὸς τὸ καταγοητεῦσαι τοὺς ἐχθρούς: —B ἀβοήθητος: —B g πρὸς τὸ ἰσχυρὸν τῆς τόλμης ἔρχομαι, οἷον τολμῶ: —B i ὅταν μὲν ᾖ τριῶν ἡμερῶν, Σελήνη ὀνομάζεται, ὅταν δὲ ἕξ.
sch Med 397 Ἄρτεμις, ὅταν δὲ δεκαπέντε, Ἑκάτη: —A τῆς πατρίδος ἢ τῆς οἰκίας τῆς ἐμῆς: —B i τὸ ἑξῆς· οὐ γὰρ χαίρων τις αὐτῶν: —B i ἡ ἐπιγαμβρία: —B i ἀλλ’ ἄγε δή, μηδὲν κρύπτε.
sch Med 401 ταῦτα δὲ πρὸς ἑαυτὴν παρακελεύεται: —B i τοῖς Κορινθίοις, ἀπὸ Σισύφου προπάτορος.
sch Med 405 [5] λέγει δὲ τῷ Κρέοντι καὶ τῇ τούτου θυγατρὶ Γλαύκῃ: —B i τοῖς περὶ Ἰάσονα καὶ Γλαύκην: —B i ἐπίστασαι δὲ μηχανὰς μέν τινας, δι’ ὧν αὐτοὺς φονεύσεις· εἰ δὲ καὶ μὴ ᾔδεις, ἔχεις αὐτὸ τὸ ἔμφυτον ταῖς γυναιξὶν εὑρεσίκακον: —B ἄλλω ς: γυναῖκές ἐσμεν, ἀντὶ τοῦ· εἰς μὲν τὰ ἀγαθὰ ἄποροι καὶ οὐχ ἱκαναὶ ἐξευρεῖν [τὸ αἴτιον], εἰς δὲ τὰ κακὰ εὔποροι καὶ ἱκαναὶ καὶ ἐξευρητικαί: —B ἀγαθὰ μὴ δυνάμεναι βουλεύσασθαι, κακῶν δὲ πάντων ἐργάστριαι: —B i ἄνω ποταμῶ ν: θέλει εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ δόλιαί εἰσιν αἱ γυναῖκες, ἀλλ’ οἱ ἄνδρες.
sch Med 410 [10] παροιμία ἐπὶ τῶν εἰς τὸ ἐναντίον καὶ παρὰ τὸ προσῆκον μεταβαλλομένων πραγμάτων, οἷον· ἀντέστραπται τὰ πράγματα, ὥστε δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. λέγει δὲ ταῦτα διὰ τὸν Ἰάσονα. ἀντεστράφη, φησὶν, ἡ τάξις, καὶ ἄνδρες μὲν δόλιοι καὶ ἄπιστοι γεγόνασι, γυναῖκες δὲ αἱ πρῴην διαβαλλόμεναι ἔνδοξοι καὶ πισταί: —AB ἄλλω ς: βεβαιῶ, φησὶν, ὅτι τῶν ποταμῶν αἱ πηγαὶ ἄνω χωροῦσιν: —A ἀνδράσι μὲν δόλιαι βουλα ί: ἀντὶ τοῦ· καὶ τῶν ὅρκων καταφρονοῦσιν οἱ ἄνδρες.
sch Med 412 [5] ταῦτα δὲ διὰ τὸν Ἰάσονα λέγει, διὰ τὸ παραβῆναι τὰς συνθήκας τὰς πρὸς τὴν Μήδειαν. εἰς δὲ τὸ τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν μεταβάλλουσιν αἱ φῆμαι, οἷον· ἀντιστρέφουσιν ὥστε τὴν ἐμὴν βιοτὴν ἔχειν εὔκλειαν. τὸ δὲ ἐμήν κατὰ κοινοῦ εἴρηκεν, οὐ δι’ ἑαυτὴν μόνην: —AB i ἄλλω ς: λείπει τὸ εἰσί. θέλει δὲ εἰπεῖν ὅτι ἀντέστραπται ἡ φύσις· οὐκέτι γὰρ αἱ γυναῖκες δόλιαί εἰσιν: —A τὸ δὲ ἑξῆς· τὰν δ’ ἐμὰν βιοτάν.
sch Med 415 [10] ὁ δὲ νοῦς· ὁ λόγος ἀντιστρέφεται, ὅτι ἄπιστοι μὲν οἱ ἄνδρες, πισταὶ δὲ αἱ γυναῖκες, καὶ ἐροῦσι πάντες τὸν ἡμέτερον βίον, τουτέστι τὴν γυναικείαν φύσιν, εὐκλεεστέραν εἶναι: —B τὰν δ ’ ἐμὰν εὔκλεια ν: ἐκ τῶν κατὰ τὴν Μήδειαν ἀδικημάτων ἐπελεύσονται τιμαὶ τῷ γυναικείῳ γένει, τῶν μὲν ἀνδρῶν ἀδίκων ἀποδειχθέντων, τῶν δὲ γυναικῶν ἔμπαλιν δικαίων. οὐκέτι γὰρ ῥηθήσεται τὸ οὐ δεῖ πιστεύειν γυναικί. καθόλου οὖν λέγει ὅτι ἀντέστραπται τὰ πράγματα διὰ τὸ δολίους μὲν καὶ ἐπιψόγους φαίνεσθαι τοὺς ἄνδρας, τὰς δὲ γυναῖκας εὐγνώμονας καὶ δικαίας. ταῦτα δὲ λέγει διὰ τὸν Ἰάσονα: —B τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύνα ν: ὅτι ἐπὶ κακοῦ τὸ ὑμνεῦσα ι .
sch Med 422 [10] Μοῦσαι δὲ παλαιγενέω ν, λοιπὸν δὲ, φησὶν, αἱ Μοῦσαι, αἱ τοὺς παλαιγενεῖς ἄνδρας τοὺς σοφοὺς παρορμήσασαι διασῦραι τὸ γυναικεῖον ἔθνος, λήξουσι τῶν ἀοιδῶν τῶν καθ’ ἡμῶν, ἐν αἷς ὡς ἄπιστοι διαβεβλήμεθα. τουτέστιν· οὐκέτι τοῖς ποιηταῖς ἐμπνεύσουσι τὸ καθ’ ἡμῶν τι λέγειν. ἢ Μοῦσαι παλαιγενέω ν, τὰ ποιήματα τῶν πάλαι σοφῶν ποιητῶν, τουτέστι· τὰ δὲ εἰρημένα τοῖς πάλαι σοφοῖς καθ’ ἡμῶν καὶ ἐν οἷς ποιήμασι διαβεβλήμεθα ὡς ἄπιστοι, ταῦτα σχολάσει καὶ λῆρος εἶναι νομισθήσεται, ἵν’ ᾖ τὸ λήξουσιν ἀντὶ τοῦ παύσονται καὶ ἀφανισθήσονται: —B οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμ α: οὐ καθ’ ἡμετέραν, φησὶ, γνώμην οὐδὲ ὡς ἡμῖν, ταῖς γυναιξὶν, ἀρέσκει, ἐδωρήσατο τοῖς ἀνδράσιν ἐξ ἀρχῆς ὁ Ἀπόλλων τὸ δύνασθαι λέγειν.
sch Med 424 [15] ἔδει γὰρ καὶ τῇ γυναικείᾳ φύσει τοῦτο δεδωρῆσθαι, καὶ τάχα ἂν πολλαὶ ποιήτριαι γενόμεναι ἑαυτὰς μὲν ὑμνήσαμεν, τοὺς ἄνδρας δὲ ἐψέγομεν. ἢ τὸ ἐν ἡμετέρᾳ γνώμῃ ἀντὶ τοῦ· τῇ γυναικείᾳ φύσει οὐ δέδωκεν ὁ Ἀπόλλων. ἤτοι ἡμῖν ταῖς γυναιξὶν, τὸ δύνασθαι λέγειν. τὸ αὐτὸ δὲ δηλοῦται: —B ἄλλω ς: οὐ γὰρ ἐν ἡμετέρᾳ γνώμῃ τὴν τῆς λύρας θέσπιν ἀοιδὴν ἐδωρήσατο ὁ Ἀπόλλων, οἷον· οὐ δυναταί ἐσμεν ἡμεῖς αἱ γυναῖκες ποιήματα γράφειν, ἐπεὶ τάχα ἂν αἱ γυναῖκες ἀντεκωμῴδουν τοὺς ἄνδρας, τὴν δὲ ἑαυτῶν φύσιν ἐπῄνουν, κατὰ τὸν τοῦ λέοντος μῦθον [Aesop. 63]. λέων γὰρ ἰδὼν λέοντα ὑπὸ ἀνδρὸς ἀγχόμενον ἐν γραφῇ, εἶπεν· καὶ ἡμεῖς εἰ ᾔδειμεν γράφειν ἢ πλάσσειν, ἔμπαλιν ἂν οἱ ἄνθρωποι ἐτίθεντο ἀγχόμενοι ὑπὸ τῶν λεόντων: —B παρὰ τὸν τοῦ λέοντος μῦθον. θείαν καὶ θαυμαστήν. περιφραστικῶς τὴν ἀοιδήν, παρόσον ἴσως κἂν ἐν λύρᾳ ἐλέγετο μέλη ὄντα: —B i ἐπεὶ ἀντάχησα ν: ταῦτα εἰς τὰ Ἡσιόδου καὶ Ὁμήρου [opp.
sch Med 426 [5] 375] ‘ὃς δὲ γυναικὶ πέποιθε‘ καὶ [λ 456] ‘ἐπεὶ οὐκέτι πιστὰ γυναιξί‘. συμβήσεται δὲ 〈ἐν〉 τῷ μετὰ ταῦτα πολλῷ χρόνῳ τάς τε γυναῖκας κατειπεῖν τῶν ἀνδρῶν καὶ τοὺς ἄνδρας κατὰ τῶν γυναικῶν, καὶ οὐκέτι μόναι γυναῖκες βλασφημηθήσονται. ἢ οὕτως· οἱ ὕμνοι τῶν μελῶν ἀντήχησαν ἂν πρὸς τοὺς ἄνδρας, ἀντεκωμῴδησάν τε καὶ ἀντιδιέβαλον ἂν, εἰ ὁ Ἀπόλλων ἐδωρήσατο ταῖς γυναιξὶ τὸ 〈δύνασθαι〉 λέγειν: —B τὴν ἡμῶν μοῖραν καὶ τῶν ἀνδρῶν.
sch Med 430 μοῖραν δὲ, τὴν μερίδα: —ἀντὶ τοῦ· συμβαίνει κατ’ ἀλλήλων εἰπεῖν ἄνδρας καὶ γυναῖκας 〈ἐν〉 τῷ χρόνῳ: —B ὑπὸ τοῦ ἔρωτος: —B g ἀντὶ τοῦ· διαστείλασα καὶ διεξελθοῦσα τὰς Συμπληγάδας.
sch Med 433 [5] ἤτοι διαπλεύσασα καὶ διελθοῦσα, παρόσον δύο τινῶν ὑποκειμένων ὁ διὰ μέσου γινόμενος ἑκάτερον ὁρίζει. καὶ Ἡρόδοτος ‘δείξειεν δεξιὰ μὲν ὁρίζων‘. ἀεὶ γὰρ ὁ μέσος τινῶν γινόμενος διορίζει τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν: —B ἀπόλωλε: —B g παρὰ τὰ Ἡσιόδου [opp.
sch Med 439 198] ‘λευκοῖσιν φαρέεσσι καλυψαμένα Αἰδὼς καὶ Νέμεσις: —B λείπει τὸ πάρεισιν: —B g ἡ Γλαύκη: —B g ἐπῆλθε τῷ ἀνδρί.
sch Med 445 οἴκου γὰρ σύστασις ὁ ἀνήρ: —B i σκληρὰν τὴν σὴν ὀργήν: —B i ἄμαχον: —B g ἀνεμπαθῶς εὐχερῶς: —B g ἀντὶ τοῦ κρατούντων· κρατεῖ γὰρ γυναικὸς ὁ ἀνὴρ καὶ κατὰ τοῦτο κρείττων ἐστὶν ὑποτεταγμένην ἔχων τὴν γυναῖκα.
sch Med 449 [5] κρειττόνων οὖν, ἀντὶ τοῦ κρείττονος· πληθυντικὸν ἀντὶ ἑνικοῦ, ἐπὶ αὐτοῦ τοῦ Ἰάσονος: —B i κἀμοὶ μὲν, φησὶν, οὐδὲν μέλει περὶ ὧν ἂν λέγῃς κατ’ ἐμοῦ· ὑπὲρ ὧν δὲ κατὰ τοῦ βασιλέως τετόλμηκας εἰπεῖν, ἀγάπα φυγῇ ζημιουμένη καὶ μὴ μείζονι κακῷ περιπίπτουσα.
sch Med 451 [5] οἷον· ἐπικερδὲς ἡγοῦ τὸ φυγῇ ζημιοῦσθαι μόνον καὶ μὴ μείζονι περιπεσεῖν αἰκίᾳ διὰ τὰ εἰς τοὺς τυράννους εἰρημένα σοι δύσφημα: —B λείπει ἡ διά: —B i ὅμως δὲ, καίπερ σοῦ βλασφημησάσης με καὶ κακῶς διαθεμένης τὰ κατὰ σὲ καὶ μελλούσης ἐκβάλλεσθαι τῆς πόλεως, οὐχ ὑπερηφανῶ, ἀλλ’ ἦλθον πρὸς σὲ, οὐ παντελῶς ἀπεγνωκὼς τὴν πρὸς σὲ φιλίαν: —B οὐκ ἀπαρνούμενος τοὺς φίλους: —B i πένης: —B g τινός: —B g ἐπάγεται ἐπισύρεται: —B i ὦ παγκάκιστ ε: τοῦτο γὰρ εἰπεῖν ἔχω σοι γλώσσῃ μέγιστον κακὸν διὰ τὴν ἀσθένειαν τὴν ἐμήν· γυνὴ γάρ εἰμι καὶ ἀσθενὴς, μὴ δυναμένη χερσὶν ἐπιτιμωρήσασθαι.
sch Med 465 [5] διὸ τῇ διὰ τοῦ στόματος κατηγορίᾳ κολάζω σε. ἡ εἰς ἀντὶ τῆς διά, δι’ ἀνανδρίαν. τοῦτο δέ φησιν ὡς μὴ δυνηθέντος αὐτοῦ χωρὶς αὐτῆς ἀνύσαι τὸν ἆθλον. οὗτος γὰρ, ὁ Ἰάσων, ἀποσταλεὶς παρὰ τοῦ 〈Πελίου〉 ἀνείλετο τὸ χρυσοῦν δέρας ἀπὸ τῶν Κόλχων διὰ φαρμάκων τινῶν τῆς Μηδείας, ἐρασθείσης αὐτοῦ: —B ἤτοι ὡς θυμουμένη ἄνανδρον αὐτὸν ἀποκαλεῖ· τῶν γὰρ λοιδορουμένων οἰκεῖον καὶ τὰ μὴ προσόντα πολλάκις προφέρειν.
sch Med 466 ὀνειδίζει δὲ αὐτῷ ἀσθένειαν ὡς μὴ δυνηθέντι ἄνευ αὐτῆς ἀνύσαι τοὺς ἄθλους: —B οὐ θράσος ἐστὶ κακῶς φίλους δράσαντα ἐναντίον βλέπειν ἀλλὰ μᾶλλον ἀναίδεια.
sch Med 469 [5] τινὲς δὲ ἐπιλαμβάνονται Εὐριπίδου, ὡς κακῶς εἰρηκότος· τὸ γὰρ θράσος ἔδει μᾶλλον εἰπεῖν θάρσος. διαφέρει γὰρ ὡς ἀρετὴ κακίας· τὸ μὲν γὰρ ἐπὶ κακοῦ καὶ ῥιψοκινδύνου τάσσεται, τὸ δὲ ἐπὶ ἀγαθοῦ. ὅθεν οἱ παλαιοὶ αὐτὸ διώρισαν οὕτως, ὅτι θάρσος μὲν τὸ τῆς ψυχῆς παράστημα μετὰ λογισμοῦ, θράσος δὲ ἡ ἀλόγιστος ὁρμή: —B τὸ ἑξῆς· λέξασα κακῶς σε κουφισθήσομαι τὴν ψυχὴν καὶ σὺ ἐπακούων λυπηθήσῃ· ‘οἶδε γάρ‘, φησί τις σοφός, ‘καὶ νεφέλη τὸν ὄμβρον ἀποβαλοῦσα κουφίζεσθαι καὶ ψυχὴ τὰ ἑαυτῆς ἐξηγουμένη κακὰ ἐλαφρύνεσθαι‘: —B i ἐκ τῶν δὲ πρώτω ν: ἀπὸ τῶν πρώτων δὲ εὐεργεσιῶν προκατάρξομαι νυνί.
sch Med 475 [5] πρῶται δὲ εὐεργεσίαι αἱ ἐπὶ Σκυθίᾳ, ὅτε ὁ Ἰάσων παρὰ τοῦ Αἰήτου ἐκτελέσαι τοῦτον τὸν ἆθλον κελευσθεὶς, τὸ σιδηραῖς ζεύγλαις τοὺς πυριπνόους ζεῦξαι βόας καὶ σπεῖραι τοὺς δρακοντείους ὀδόντας, δι’ αὐτῆς τοῦτο ἐξετέλεσεν: —B ἔσωσά ς ’ ὡς ἴσασι ν: πλεονάζει ὁ στίχος τῷ ς .
sch Med 476 [5] ὅθεν καὶ Πλάτων ἐν ταῖς Ἑορταῖς φησιν [frg. 30]· ‘ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου‘. καὶ Εὔβουλος ἐν Διονυσίῳ [frg. 26]· ‘Εὐριπίδου δ’ “ἔσωσά ς’, ὡς ἴσασι〈ν Ἑλλήνων ὅ〉σοι” καὶ “παρθένε εἰ σ〈ώσαιμι σ’〉 ἕξεις μοι χάριν” καὶ τοῖς ἐμοῖσιν ἐγγελῶσι πήμασι τὰ σῖγμα συλλέξαντες, ὡς αὐτοὶ σοφοί‘: —B ἀνέτειλά σοι: —B g Θεσσαλικήν.
sch Med 484 Ἰωλκὸς δὲ πατρὶς Ἰάσονος: —B i Ἰωλκὸς ὄνομα χώρας. εἶπε δὲ Πηλιῶτιν πρὸς ἀντιδιαστολὴν τῆς ἑτέρας Ἰω〈λκοῦ〉 τῆς κατὰ τὴν Λάμψακον: —A man. recentiss. ἀντὶ τοῦ· ἔρωτι μᾶλλον τῷ πρὸς σὲ νικωμένη ἢ μετὰ λογισμοῦ τι πράττουσα: —B πάντα δ ’ ἐξεῖλο ν: ἀντὶ τοῦ ἐπόρθησα.
sch Med 487 ἐὰν δὲ φόβον γράφηται, ἐξεῖλον ἀντὶ τοῦ διέφθειρα καὶ ἠφάνισα: —B γράφεται δόμο ν: —B i νόμιμα: —B g παρακαλῶν δηλονότι: —B i παρεκλήθημεν καταχρωσθέντες καὶ σχεθέντες.
sch Med 497 οἱ γὰρ ἱκετεύοντες τῶν γονάτων ἐφάπτονται: —B i γράφεται δοκοῦσα μή τι πρό ς: —B i ἀντὶ τοῦ· οὐδὲν προσδοκῶσα παρὰ σοῦ πράξειν καλῶς.
sch Med 500 [5] ταῦτα δὲ ἐν ἤθει προενεκτέον· φέρε, φησὶν, ὡς φίλῳ σοι διαλεχθῶ, καίτοι προσδοκῶσα τί πράξειν καλόν; καὶ διαλεγομένη ὡς οὐδὲν ὠφελήσοντί με, ὅμως ἐρωτήσω. οὕτω γὰρ ἂν πικροτέρως ἐλεγχθείης οὐδὲν ἔχων πρὸς ἔπος ἀποκρίνασθαι. διαστῆσαι δὲ δεῖ κατὰ ἀνάγνωσιν τὸ τ ί, ἐκ δὲ τῆς ὑποκρίσεως ἐμφαίνειν τὸ οὐδέν [τι]. παθητικὴν δὲ ὑπόκρισιν δηλοῖ τὸ τί· καίτοι γε τί δοκοῦσα πράξειν παρὰ σοῦ: —B τὰς τοῦ Πελίου θυγατέρας: —B i τοῖς συγγενέσι, τῷ πατρὶ καὶ τῇ μητρί: —B i κλέος δόξα ἔπαινος: —B i καὶ ἐμὲ ἀλᾶσθαι ἥτις ἔσωσά σε: —B i ἀδόκιμος φαῦλος: —B i σημεῖα γάρ ἐστι τοῦ καλοῦ καὶ τοῦ κακοῦ χρυσοῦ: —B i ὁ χρυσὸς δοκιμάζεται πυρὶ καὶ λίθῳ, τοῖς δὲ ἀνθρώποις οὐδὲν σημεῖον ἐνυπάρχει, ὅθεν ἐπιγνωσθῆναι δύνανται: —B i διαγνῶναι: —B g δεινή τις ὀργ ή: ἡ διστιχία τοῦ χοροῦ ἐστι.
sch Med 520 [5] κατὰ δὲ τούτους 〈τοὺς χρόνουσ〉 ἤδη τὰ τῶν χορῶν ἠμαύρωτο. τὰ μὲν γὰρ ἀρχαῖα 〈δράματα〉 διὰ τῶν χορῶν ἐπετελεῖτο. ὅθεν καὶ Εὔπολίς φησι [frg. 363]· ‘τί χορὸς οὗτος κλαίειν εἴπωμεν πυρανι δ ** ἵν’ ᾖ κατ’ αὐτὰ ἰαμβεῖα δύο: —B ἀντὶ τοῦ· 〈οὐκ〉 ἀσθενῆ πρὸς τὸ λέγειν, ἀλλ’ ἐκ τῶν ἐναντίων ῥήτορα καὶ δεινὸν εἰπεῖν: —B i συνετόν: —B g κυβερνήτην: —B g περιφραστικῶς εἶπεν ἀντὶ τοῦ παντὶ ἀρμένῳ.
sch Med 524 [5] ὑπεκδραμεῖν δ ὲ, ἤγουν δεῖ με ὑπεκδραμεῖν τὴν σὴν γλωσσαλγίαν, καθάπερ κυβερνήτης τοῖς κρασπέδοις τοῦ λαίφους χρώμενος ἐκφεύγει: —B κράσπεδα καταχρηστικῶς τὰ ἄνω τέλη τοῦ ἀρμένου: —ἄκροις οὖν κρασπέδοι ς, τοῖς ἀνωτάτω μέρεσι: —B i ἀντὶ τοῦ αὔξεις καὶ μεγαλύνεις.
sch Med 526 χάριν δὲ, λέγει τὸ προσεσωκέναι αὐτὸν πανταχοῦ: —B i Κύπριν νομίζ ω: ἐγὼ νομίζω, φησὶν, ὑπὸ τῆς Ἀφροδίτης σεσῶσθαι, ἣν μόνην φησὶ μᾶλλον ἀνθρώπων καὶ θεῶν ἰσχύειν πλέον· τοῦτο γὰρ λείπει.
sch Med 527 [5] μόνην φησὶ τὴν Ἀφροδίτην σεσωκέναι αὐτὸν καὶ οὐδένα ἀνθρώπων οὐδὲ θεῶν. τοῦτο δὲ ψεῦδος· φαίνεται γὰρ τὴν Ἥραν προστάτιν ἐσχηκὼς ἐξ ἀρχῆς διόλου καὶ ὑπὸ ταύτης παρορμηθεὶς εἰς τὸν ἆθλον, ὑφ’ ἧς εἰκὸς αὐτὸν σεσῶσθαι ἵνα τὸν Πελίαν φονεύσῃ ἐχθρὸν ὄντα τῆς Ἥρας. ἔτι δὲ καὶ ἡ Ἀθηνᾶ κινδυνεύουσαν τὴν ναῦν προσραγῆναι ταῖς πέτραις ἀνεσώσατο: —B ναυκληρίας δὲ, ἤγουν ἀποδημίας καὶ πλοῦ: —B i λόγος διελθεῖ ν: ἀντὶ τοῦ παρελθεῖν καὶ εἰπεῖν.
sch Med 530 [15] ἐπίφθονος δὲ, ὑπὸ φθόνου κατεχόμενος ὁ λόγος οὗτος, λέγω δὲ 〈τὸ〉 τὸν ἔρωτα σεσωκέναι με. ἐρασθεῖσα γὰρ αὐτοῦ ἡ Μήδεια ἔσωσεν αὐτόν. δύναται δὲ καὶ οὕτως νοηθῆναι· ἀλλ’ ἐπίφθονος ὁ λόγος ῥηθῆναι, τουτέστι κινεῖ μοι φθόνον ὁ λόγος. ἀλαζονεύσομαι, φησὶν, ὑπὲρ ἐμαυτοῦ ὅτι ὁ ἔρως ὃν ἠράσθης μου σέσωκέν με: —B ἄλλω ς: ἐμοὶ λόγος, φησὶ, λεπτὸς μὲν, ἐπίφθονος δὲ, τουτέστι· φθονηθησόμενος μὲν, δυνάμενος δὲ διαδῦναι παντὸς τοῦ ἰσχνοῦ. ἐὰν γάρ τις ἀκριβῶς ἐξετάζῃ, ὁ ἔρως σε ἠνάγκασε τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῶσαι δέμα ς. οἷον· οὐκ εἰς χάριν τὴν ἐμὴν, ἀλλὰ κατὰ ἀνάγκην ταῦτα ἔπραξας καὶ τῶν ἀφύκτων πόνων ἐξέσωσας τὸ ἐμὸν σῶμα. ἢ οὕτως· καὶ σὺ μὲν, φησὶ, συνορᾷς, ἅτε δὴ λεπτὸν καὶ ὀξὺν ἔχουσα τὸν νοῦν, ὅτι ἡ Ἀφροδίτη με ἔσωσεν, ἀλλ’ ὑπὸ φθόνου ὁ λόγος σοι οὐ προφέρεται, ὅς ἐστιν ἀληθὴς, τὸ σὲ διὰ τὸν ἔρωτά με σεσωκέναι: —B ἀλ λ ’ οὐκ ἀκριβῶ ς: οἷον· οὐκ ἀκριβολογοῦμαι περὶ τούτου, ἀλλὰ δίδωμί σοι τῷ λόγῳ ὠφεληκέναι.
sch Med 532 κἀγὼ μὲν ὁμολογῶ ὅτι ἔνθα με ὠφέλησας, καλῶς ἔχει: —B ὅπῃ γὰρ οὖν ὤνησα ς , οὐ κακῶς ἔχε ι: ἔνθα γὰρ, φησὶν, ὠφέλησας, οὐ κακῶς ἔχει.
sch Med 533 ἢ οὕτως· οὐκ ὠφέλησας· ὅθεν μεθίημι τὰς ἀποδείξεις τοῦ μηδὲν ὠφελῆσθαι παρὰ σοῦ, τοῦ πράγματος [οὐ] καλῶς ἔχοντος: —B νόμοις τε χρῆσθα ι: ἐπιλαμβάνονται τοῦ ἐπιχειρήματος· ἔδει γὰρ αὐτὸν ταῦτα λέγοντα μηδὲν ποιεῖν ἄδικον.
sch Med 538 [5] πρὸς γὰρ τὸν λέγοντα ὅτι νόμοις ἐπίστασαι χρῆσθαι, εἴποι ἄν τις εἰκότως· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι, ἀλλὰ καὶ τοὺς ὅρκους παραβέβηκας καὶ τὰς δεξιὰς καὶ τὰ τέκνα καὶ τὴν γυναῖκα προδέδωκας, ὅπως τὴν τοῦ τυράννου θυγατέρα λάβῃς, τοῦτο δὲ ἕνεκα φιλοδοξίας. καὶ γὰρ ὅτε ἔλεγεν· ἥκω, ὅπως σοι ἐπαρκέσω, καταμωκώμενος ἔλεγεν. ἥκιστα οὖν ἔδει νῦν τὰ τῶν νόμων παραλαμβάνειν μέλλοντα πρόσωπον τοιοῦτον εἰσάγειν παραβεβηκὸς τοὺς νόμους. ἢ οὕτως· μὴ βίᾳ πράττειν, ἀλλὰ νόμοις χρῆσθαι μὴ πρὸς χάριν κειμένοις, ἀλλ’ ἴσοις καὶ δικαίοις, τουτέστι· μὴ τὸ κεχαρισμένον τοῖς δυνατοῖς ἔχουσιν, ἀλλὰ τὸ πᾶσι: —B ἄλλω ς: τὸ χάριν γράφεται θράσε ι. ἐπιλαμβάνονται δὲ τοῦ χωρίου τούτου· εἴποι γὰρ 〈ἄν〉 τις· ἀλλὰ σὺ οὐκ ἐπίστασαι νόμοις χρῆσθαι ὅρκους καὶ δεξιὰς παραβαίνων: —B περιπετὴς ὁ λόγος κατὰ ῥήτορας· περιπίπτει γὰρ αὑτῷ ὁ λέγων: —B i ἐν τῇ Σκυθίᾳ, ἐν τῇ Κολχίδι λέγει: —B i μή τ ’ Ὀρφέω ς: οὔτε τοῦ πλούτου, φησὶν, οὐδὲν ὄφελος οὔτε τῆς θειοτάτης σοφίας, εἰ μὴ καὶ διαβόητοι εἶεν καὶ ἐπισημότατοι οἱ ταῦτα κεκτημένοι, ὅτι πρὸς τὴν εὐδοξίαν ἅπαντα δεῖ πράττειν καὶ μήτε τὸν πλουτοῦντα κρύπτειν τὸν πλοῦτον μήτε τοὺς ἐλλογίμους τὴν ἀρετήν: —B σύγκρισιν φιλονεικίαν: —B i πολλὰς ἐφέλκω ν: πολλὰ γὰρ ἐφέλκεται κακὰ 〈ἡ〉 φυγὴ σὺν αὑτῇ.
sch Med 552 ἀμηχάνους δὲ, διὰ τὸ ἐκβεβλῆσθαι τῆς πατρίδος: —B διὰ τὸν τοῦ Πελίου φόνον εἰς Κόρινθον ἀφίκετο: —B i οὐχ ᾧ τρόπῳ σὺ λυπουμένη νομίζεις ὅτι τὸ μὲν σὸν μισῶν λέχος, ἐκείνης δὲ ἐρῶν ἔγημα αὐτήν: —B οὐ σπουδάζων πλείονα τέκνα ποιῆσαι: —B i ἀντὶ τοῦ· εἰς τὴν αὐτὴν αὐτοῖς τύχην προάξαιμι, ἐξ ἴσης τιμήσαιμι: —B g συνάψας: —B g ἅπαξ ἐχούσῃ τὰ ἐξ ἐμοῦ τίς σοι χρεία ἄλλων τέκνων: —B i καὶ ἐμοὶ, φησὶ, λυσιτελεῖ τὸ διὰ τῶν μελλόντων ἐκ ταύτης ἔσεσθαί μοι παίδων ὠφελῆσαι τοὺς ἐκ σοῦ· κοινωνοὶ γὰρ ἔσονται τῆς βασιλείας: —B i βεβουλεῦσθαί με κακῶς οὐδ’ ἂν σὺ φαίης: —B i ὥσ τ ’ ὀρθουμένη ς: ἀντὶ τοῦ· ὑγιοῦς οὔσης, ὀρθῶς προχωρούσης.
sch Med 569 [5] ἢ ὀρθῆς καὶ ἀμεταβλήτου οὔσης. ὑμεῖς συγκαθεύδουσαι τοῖς ἀνδράσιν εὐδαιμονίαν ἔχειν νομίζετε: —B καὶ ἐν Ἱππολύτῳ [619] κεῖται οὗτος ὁ νοῦς: —B i ἡ πολλὰ πολλοῖ ς: ὄντως δὴ, φησὶν, ἐγὼ κατὰ πολλὰ πολλῶν διαφέρω ἀνθρώπων καὶ ἀνόμοιός εἰμι, ἐπεὶ οὐχ, ὥσπερ ἂν ἕτεροι, τοὺς ἀδίκους καὶ δεινοὺς ἐν τῷ λέγειν ἀποδέχομαι, ἀλλ’ ἡγοῦμαι τοσούτῳ μᾶλλον ζημίαν μείζονα ἕξειν ὅσῳ περ τὸ δίκαιον καὶ τὸ ἀληθὲς πειρῶνται διακρούεσθαι: —B ἀνόμοιος ἐχθρά: —B i γλώσσῃ γὰρ αὐχῶ ν: διὰ γὰρ τῆς γλώττης τὰ ἄδικα αὐχῶν περικρύπτειν, πανουργεῖν τολμᾷ: —B αὐχῶ ν: κομπάζων θαρρῶν σεμνυνόμενος τὰ ἄδικα καλῶς περικαλύψειν: —B i μή νυν εἰς ἔ μ ’ εὐσχήμων γέν ῃ: ἀντὶ τοῦ· συσχηματίζων τοὺς λόγους πρὸς τὸ συναρπάζειν ἐμέ.
sch Med 584 τουτέστι· κόσμιος ἐν τῷ λέγειν. τὸ δὲ μή νυν κατὰ Ἀττικοὺς ἀναπέμπεται: —B οἷον· εἷς λόγος σε τιμωρεῖται καὶ ἑνὶ λόγῳ ἁλίσκῃ.
sch Med 585 γράφεται καὶ ἓν γὰρ ἐκτενεῖ ς ’ ἔπο ς, ἀντὶ τοῦ· καταβαλεῖ σε, ἀπὸ μεταφορᾶς τῶν πιπτόντων καὶ ἐκτεινομένων εἰς τὸ ἔδαφος ἀθλητῶν ὑπὸ τῶν ἀντιπάλων: —B i οὐ τοῦτό ς ’ εἶχε ν: ἀντὶ τοῦ· οὐ ταύτην ἔχων τὴν διάνοιαν ἔγημας οὐδὲ ἵνα τοῖς ἐμοῖς παισὶ τὸ ἀνενδεὲς τῶν τροφῶν παράσχῃς καὶ τῆς ἐν τῇ πόλει οἰκήσεως τὸ ἀσφαλὲς, ἀλλ’ αἰσχυνόμενος ἐπὶ τῷ βάρβαρον ἔχειν γυναῖκα.
sch Med 591 [5] τοῦτο δὲ ἀποδέδωκε πρὸς ἐκεῖνο, ἔνθα φησὶν ὁ Ἰάσων [559] ἀλ λ ’ ὡ ς , τὸ μὲν μέγιστο ν , οἰκοῖμεν καλῶς καὶ τὰ ἑξῆς: —B τὸ συνάψαι τοῖς ἐμοῖς τέκνοις τὰ σὰ καὶ τὸ ἐπαρκεῖν αὐτοῖς, ἀλλὰ τὸ βάρβαρόν σε ἔχειν γυναῖκα αἰσχύνην παρέσχεν: —B i οὐκ εὔδοξο ν: οἷον· ἀδοξίαν ἡγοῦ τὸ μέχρι γήρως βαρβάρῳ συνοικῆσαι καὶ ἐσπούδασας Ἑλληνικοῖς γάμοις τὴν προτέραν ἁμαρτίαν καλύψαι.
sch Med 592 [5] τουτέστιν· ἡ ἐμὴ μέχρι γήρως συμβίωσις ἀδοξίαν σοι προσετρίβετο. οἷον· αἰσχύνην ἡγήσω διὰ τέλους ἀνὴρ βαρβάρου γυναικὸς καλεῖσθαι: —B ἀδελφούς: —B i ἀσφάλισμα τῶν οἴκων: —B i λυπρὸς εὐδαίμω ν: ἀντὶ τοῦ λυπηρός, κατὰ ἔλλειψιν τοῦ η · ὡς καὶ τὸ δοῦλος δύηλος ὤν, παρὰ τὴν δύην, ὃ σημαίνει τὴν ταλαιπωρίαν: —B λυπηρός, κατ’ ἔλλειψιν τοῦ η .
sch Med 598 [5] μηδὲ εἴην εὐτυχὴς ἐν τῷ λυπεῖν με ἄλλον τινά: —B i μη δ ’ ὄλβος ὅστι ς: οὐκ ἂν, φησὶν, εὐξαίμην τοιαύτην μοι εὐδαιμονίαν γενέσθαι, δι’ ἦς ἂν ἕτεροι λυπηθεῖεν, καθάπερ καὶ ὁ σὸς νῦν ὄλβος τὴν ἐμὴν λυπεῖ φρένα.
sch Med 599 [5] οἷον· οὐ βούλομαι εὐδαιμονίζεσθαι λυπουμένη κατὰ ψυχήν. τοῦτο δὲ εἶπεν πρὸς τὸν Ἰάσονος λόγον ἀντιτεινομένη, παρόσον αὐτὸς ἔλεγεν ἐπὶ τῷ συμφέροντι αὐτῆς τε καὶ τῶν παίδων εἰς τὸν γάμον προεληλυθέναι τὸν τῆς Γλαύκης: —B οἶσ θ ’ ὡς μετεύξ ῃ: τοῦτο κατὰ ἐρώτησιν.
sch Med 600 [5] οἶσθα, φησὶν, ὥς σε ἔδει μετεύξασθαι, ἵνα δόξῃς τὴν εὐχὴν φρονίμως ποιεῖσθαι; νῦν γὰρ εὐήθη λόγον εἴρηκας· μήτε τὰ χρηστά σοι λυπηρὰ φαίνεσθαι, μήτε τὴν εὐτυχίαν δυστυχίαν νομίζεσθαι: —B ἄλλω ς: οἶσθ’ ὡς μετεύξῃ καὶ τοῦτο ποιήσασα σοφωτέρα φαίνῃ; 〈τοῦτο δὲ εἰς τὸ〉 μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίο ς. μέμφεται οὖν αὐτῆς τὴν εὐχὴν καὶ, εἰ θέλεις, φησὶ, σοφωτέρα φανῆναι, μετάθου τὴν προτέραν εὐχὴν καὶ εὔξαι μηδέ ποτε τὸ χρηστὸν λυπηρόν σοι φαίνεσθαι: —B χλεύαζε.
sch Med 603 ἀποστροφή δὲ, ἀντὶ τοῦ ἀποφυγή ἀνάπαυσις: —B i γαμοῦσα καὶ προδοῦσ α: σεσημείωται τὸ γαμοῦσ α.
sch Med 606 θέλει δὲ εἰπεῖν· ἆρα τοιοῦτον ἔργον ποιοῦσα 〈οἷον σύ〉. οὐ γὰρ ἐφ’ ἑαυτῆς λέγει, ἐπεὶ εἶπεν ἂν γαμουμένη, ἀλλὰ τὸν Ἰάσονος λόγον ἐφ’ ἑαυτῆς μετέστρεψεν. γαμεῖ μὲν γὰρ ὁ ἀνὴρ, γαμεῖται δὲ ἡ γυνή: —B ἐπικατηραμένη τοῖς σοῖς οἴκοις: —B i ὡς οὐ κρινοῦμα ι: ἀντὶ τοῦ· ἀποκρινοῦμαι περὶ τῶν τοιούτων οὐδὲν πρὸς σέ.
sch Med 609 ἀντὶ τοῦ· οὐκ ἀκριβολογήσομαί σοι περὶ ἑκάστου σαφῶς. πολλὰ μὲν ἔχω δίκαια λέγειν πρὸς σέ, μεθίημι δὲ τούτων τὰ πολλά: —B δαπάνην, χρημάτων εὐπορίαν: —B i σύμβολ α: οἱ ἐπιξενούμενοί τισιν ἀστράγαλον κατατέμνοντες θάτερον μὲν αὐτοὶ κατεῖχον μέρος, θάτερον δὲ κατελίμπανον τοῖς ὑποδεξαμένοις, ἵνα, εἰ δέοι πάλιν αὐτοὺς ἢ τοὺς ἐκείνων ἐπιξενοῦσθαι πρὸς ἀλλήλους, ἐπαγόμενοι τὸ ἡμιαστραγάλιον ἀνανεοῖντο τὴν ξενίαν.
sch Med 613 [5] Εὔβουλος Ξούθῳ [frg. 70]· ‘τί ποτ’ ἐστὶν ἅπαντα διαπεπρισμένα ἡμίσε’ ἀκριβῶς ὡσπερεὶ τὰ σύμβολα‘. οὕτως Ἑλλάδιος: —B ἢ γράμματα, ἐπιστόλια: —B i κακοῦ γὰρ ἀνδρό ς: παροιμία ἐστίν· ‘ ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ‘.
sch Med 618 μέμνηται Σοφοκλῆς ἐν Αἴαντι μαστιγοφόρῳ [665]: —B λυπηθήσῃ: —B i νεωστὶ γεγαμημένης: —B i πορθῇ τῷ ἔρωτι.
sch Med 624 ἐξώπιος δὲ, ἀντὶ τοῦ ἀφεστηκὼς αὐτῆς, ἔξω τῶν ὀφθαλμῶν τῆς κόρης ὤν: —B ὥστε μεταμεληθῆναί σε ἐπὶ τῷ γάμῳ: —B τοῦτο ὁ χορὸς λέγει περὶ τῆς Μηδείας ὡς ἐρώσης τοῦ Ἰάσονος, εὐχόμενος μὴ τοιοῦτον σχεῖν ἔρωτα.
sch Med 627 ἐκ γὰρ τῶν τοιούτων ἐρώτων ταραχαὶ τοῖς ἀνθρώποις συμβαίνουσι: —B σωφροσύνην: —B g τὸ ἑξῆς· μηδέποτε, ὦ δέσποινα, ἐκ τῶν χρυσέων τόξων ἐπ’ ἐμοὶ ἐφείης ἄφυκτον ὀϊστὸν ἱμέρῳ χρίσασα.
sch Med 632 μὴ ποιήσῃς τοιοῦτον ἔρωτα ἐμπεσεῖν εἰς ἐμὲ, ὦ Ἀφροδίτη, οἷον καὶ εἰς Μήδειαν: —B φιλοίη δέ με ἡ σωφροσύνη: —B μηδέ πο τ ’ ἀμφιλόγου ς: μηδὲ εἰς νείκη μηδὲ εἰς ὀργὰς καὶ ἐμφιλονείκους λόγους καὶ ὀργῆς κινητικούς: —B νείκη θυμό ν: τὰ νείκη κατ’ εὐθεῖαν πληθυντικὴν εἴρηται.
sch Med 638 τουτέστι τὰς μάχας, ἢ τὰς φιλονεικίας, ἀκορέστους: —B ταράξασα: —B g προσαγάγοι: —B g ἀπτολέμου ς: ἐπὶ τῷ εἶναι ἀπολέμους.
sch Med 640 [10] σεβίζουσα δὲ, προκρίνασα προτιμῶσα: —AB ἄλλω ς: κρίνοι τὰ λέκτρα τῶν γυναικῶν. ἢ οὕτως· σεβίζουσα τὰς ἀπολέμους εὐνὰς, ὅ ἐστι παρασκευάζουσα ἀπολέμους, ἤγουν ἀφιλονείκους. οἷον· τιμάτω δὲ ἡ Ἀφροδίτη τὰς εὐνὰς τὰς ἀπολέμους καὶ μὴ ἐάτω αὐτὰς στασιάζειν. [ἢ] ὀξύφρονα τὴν Ἀφροδίτην φησὶν, ἐπεὶ ὀξεῖς οἱ ἔρωτες αὐτῆς καὶ ὑπόπτεροι: —B ὀξύφρω ν: ὀξυτάτους ἔρωτας πέμπουσα εἰς τὴν διάνοιαν τῶν ἀνθρώπων: —A ἄλλω ς: ὀξείας καὶ μεγάλας ἐπιθυμίας ἔχουσα: —A ἀντὶ τοῦ· ἐν ἀμηχανίᾳ ζῶσα τὸν δυσπέρατον αἰῶνα, ἤτοι δυσαπάλλακτον: —B i τῶν μόχθων τῶν ἐν ἀνθρώποις οὐδεὶς ἄλλος μείζων ἢ τὸ στέρεσθαι τῆς πατρίδος.
sch Med 649 [5] μόχθων δὲ λέγει τῶν συμφορῶν. Ὅμηρος ἐκ τοῦ ἐναντίου [ι 34]· ‘ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων‘: —B ἄλλω ς: τοῦτο δὲ, τὸ στέρεσθαι τῆς πατρίδος, ὅτι πάνδεινόν ἐστιν, αὐταῖς ὄψεσιν ὁρῶμεν ἐπὶ τῆς Μηδείας καὶ οὐκ ἐξ ἀκοῆς [τοῦτο] μανθάνομεν: —B μὴ ἀπὸ πάσης καρδίας καὶ καθαροῦ λογισμοῦ, τουτέστιν ἀνυπούλως.
sch Med 660 τὸ ἑξῆς· ἀχάριστος ὢν ἐκεῖνος ὄλοιτο ὅστις μὴ τιμᾷ τοὺς φίλους ἐκ ψυχῆς: —B i σοφοῦ Πανδίονο ς: εὐεπίφορός ἐστιν ὁ Εὐριπίδης εἰς τὸ λέγειν σοφός καὶ σοφή πρὸς μηδὲν χρήσιμον παραλαμβάνων τὸ ὄνομα.
sch Med 665 [5] κατὰ τί γὰρ σοφὸς ὁ Πανδίων λέγεται; οὐ γὰρ δὴ ὠνόμασται τοιοῦτον αὐτοῦ ἔργον, ἀλλ’ οὐδὲ πανουργίας ἐχόμενον, ὥστε διὰ τοῦτο λέγεσθαι αὐτὸν σοφόν· ἀλλ’ ὥσπερ παραπληρώματι χρῆται τῇ λέξει: —B Αἰγεῦ πόθεν γῆ ς: λέγουσι τὸν Αἰγέα εἰς Τροιζῆνα ἐληλυθέναι διὰ τὸ δεδοικέναι πεζῇ ποιεῖσθαι τὴν πορείαν, Σίνιδος κατ’ ἐκείνους τοὺς χώρους ἐπιπολάζοντος.
sch Med 666 [5] Νεόφρων δὲ εἰς Κόρινθον τὸν Αἰγέα φησὶ παραγενέσθαι πρὸς Μήδειαν ἕνεκα τοῦ σαφηνισθῆναι αὐτῷ τὸν χρησμὸν ὑπ’ αὐτῆς [τῆς Μηδείας], γράφων οὕτω [frg. 1]· ‘καὶ γάρ τιν’ αὐτὸς ἤλυθον λύσιν μαθεῖν σοῦ· Πυθίαν γὰρ ὄσσαν, ἣν ἔχρησέ μοι Φοίβου πρόμαντις, συμβαλεῖν ἀμηχανῶ· σοὶ δ’ εἰς λόγους μολὼν ἂν ἤλπιζον μαθεῖν‘: —B τὸ μέσον τῆς γῆς καὶ τῆς οἰκουμένης.
sch Med 668 τὸ μαντικόν. ἐστάλης δὲ, ἐπεδήμησας. [666] ἐνδημεῖς: —B δεῦ ρ ’ ἀε ί: ἀντὶ τοῦ· μέχρι νῦν ἄπαις ὑπάρχεις; τὸ δὲ ἀεί ἀντὶ τοῦ ἕως τοῦ νῦν.
sch Med 670 [5] σεσημείωται δὲ ἐπεὶ τὸ δεῦρο χρονικὸν εἶπεν. ἢ οὕτως· ἀντὶ τοῦ· ἕως τοῦ χρόνου τούτου ἄπαις τυγχάνεις; τὸ γὰρ ἀεί Εὐριπίδης τάσσει ἀντὶ τοῦ ἕως τοῦ νῦν. δεῦρο δὲ ἐπὶ χρόνου, καὶ σεσημείωται: —B ἐπιβουλῇ: —B i οὐκ ἐσμὲν εὐνῆ ς: πρώτην ἔσχε Μελίτην τὴν Ὅπλητος, δευτέραν Χαλκιόπην τὴν Χαλκώδοντος, τρίτην τὴν Μήδειαν: —B ἀντὶ τοῦ· σοφὰ ὑπερβαίνοντα καὶ ἄνδρας εἰς τὸ γνῶναι, τὸ δὲ θέμις κατὰ ἐρώτησιν.
sch Med 675 περισσῶς δὲ ὁ μέ ν: —B i ἐπεί τοι καὶ σοφῆς δεῖται φρενό ς: σοφωτέρας διανοίας χρείαν ἔχει τὰ δὴ λεγόμενα ῥήματα: —B 〈ὁ〉 χρησμὸς ὁ δοθεὶς τῷ Αἰγεῖ οὗτός ἐστιν· ‘ἀσκοῦ τὸν προὔχοντα ποδάονα, φέρτατε λαῶν, μὴ λύσῃς, πρὶν γουνὸν Ἀθηνάων ἀφικέσθαι‘.
sch Med 679 [5] ἀσκοῦ οὖν τῆς γαστρός· πόδα δὲ τὸ μόριον, παρόσον ὡς ὁ ποδεὼν τοῦ ἀσκοῦ προέχει. λέγει οὖν ὅτι ἔχρησέ μοι μὴ συνελθεῖν ἑτέρᾳ, πρὶν ἐπιβῆναι τῆς πατρίδος. τοῦτο γὰρ αἰνίττεται, ὅπερ αὐτὸς οὐ συνίησιν. ἀσκὸν τοίνυν λέγει τὸν περὶ τὴν γαστέρα τόπον. Ἀρχίλοχος [frg. 72] ‘καὶ πεσεῖν δρήστην ἐπ’ ἀσκὸν κἀπὶ γαστρὶ γαστέρα προσβαλεῖν μηρούς τε μηροῖσ‘, δρήστην λέγων, οἷα δράσοντά τι. ποδεῶνα δὲ εἰώθασι λέγειν τὸ τοῦ ἀνδρὸς αἰδοῖον: —B ἕως 〈ἂν〉 ἐν τῇ πατρίδι γένωμαι.
sch Med 681 ἐξέχοντα δὲ μάλιστα ἐν σώματι τέσσαρα, κεφαλὴ χεῖρες αἰδοῖον πόδες: —B i στέλλεις: —B g πόλις Πελοποννήσου πλησίον Ἀθηνῶν: —B i τρίβω ν: εἰς τὰ τοιαῦτα περιτετριμμένος, ἐν τριβῇ ὢν τοῦ τοιαῦτα λέγειν, τουτέστι τοὺς χρησμούς: —B δορυξένω ν: οἱ κατὰ τὸν πόλεμον πρὸς ἀλλήλους φιλίαν πεποιηκότες, ὡς Γλαῦκος καὶ Διομήδης: —B ὁ Ἰάσων ὁ φίλος σου κάκιστος τυγχάνει: —B i λύπας: —B g λείπει ἄτοπον: —B i τί χρῆμα δράσα ς: σεσημείωται ὁ στίχος, ὅτι καὶ ἐν Πελιάσιν [frg.
sch Med 693 602] ἐστὶν, ὧν ἀρχὴ [frg. 601] ‘Μήδεια πρὸς μὲν δώμασιν τυραννικοῖσ‘: —B ὁποῖον πρᾶγμα δράσας: —B i ἀπιστῶν τοῦτο λέγει: —B i ἐρασθεὶς δηλονότι: —B i ἴτ ω: ἀντὶ τοῦ ἐρρέτω: —B i γάμον συγγένειαν: —B i διέρχου: —B i συγγνώμην εἶχες λυπουμένη· δικαίως γὰρ λυπῇ.
sch Med 703 τὸ δὲ ἦν ἀντὶ τοῦ ἐστί, χρόνος ἀντὶ χρόνου: —B i καρτερεῖ ν: ἀντὶ τοῦ κρατεῖν καὶ ἀντέχειν.
sch Med 708 [5] καὶ τὸν ἐγκρατῆ λέγουσι καρτερόν. Ἀρχίλοχος [frg. 26] ‘ὁ δ’ Ἀσίης τε καρτερὸς μηλοτρόφου‘. φησὶν οὖν ὅτι τῷ λόγῳ μὲν προσποιεῖται, τῷ δὲ ἔργῳ οὐ θέλει κρατεῖν καὶ ἀντέχειν: —B γράφεται καρδίᾳ δὲ βούλετα ι: —B i ἀβοήθητον: —B i ἀπὸ κοινοῦ τὸ ἕκατ ι: —B i γενέσεις: —B i εἰς τοῦτο γὰρ δὴ φροῦδο ς: κατὰ γὰρ τοῦτο τὸ μέρος 〈τὸ〉 τῆς παιδοποιΐας ἔρημός εἰμι.
sch Med 722 ἢ τὸ φροῦδον ἀντὶ τοῦ πρόθυμον [καὶ ἀσαφήνιστον] οὕτως· εἰς τὸ παῖδας ποιῆσαι πάνυ ἐσπούδακα καὶ πρόθυμός εἰμι. ἔστι δὲ κυρίως ὁ προωδευκώς: —B προίστασθαι ξένης οὔσης.
sch Med 724 ἴσως ἵνα μὴ λυπήσῃ τὸν Ἰάσονα ἢ ἐπειδὴ ἀπῄει πρὸς Πιτθέα: —B i τὸ μή ὑπερβιβαστέον, τουτέστιν· οὐ μή σε μεθῶ τινι: —B i ἀναίτιος: ἀντὶ τοῦ ἀνέγκλητος ἄμεμπτος.
sch Med 730 οὐδὲ γὰρ βούλομαι, φησὶ, παρὰ τῶν περὶ τὸν Κρέοντα αἰτιαθῆναι, ὡς αὐτός σε ἀπαγαγών: —AB ὅρκος: —B g οὐ πιστεύεις: —B g τὸ ἐναντίον: —B i Πελίου δ ’ ἐχθρό ς: κατὰ κοινοῦ τὸ ἐχθρό ς.
sch Med 734 [5] ὁ δὲ νοῦς· σοὶ μὲν θαρρῶ καὶ πεπίστευκα, ἀλλὰ φοβοῦμαι μὴ ἄρα ὁ τοῦ Πελίου δόμος καὶ ὁ Κρέων ἐχθροί μου ὄντες βιάσωνταί σε καὶ παρὰ προαίρεσιν προέσθαι με ἑαυτοῖς· ὅθεν ὅρκῳ σε [τοῦτο] βούλομαι πιστώσασθαι ὡς οὐκ ἄν με προῇ: —AB τούτοις δ ’ ὁρκίοισ ι: ἐγκατειλημμένος ἐμπεπλεγμένος.
sch Med 735 [15] ἀντὶ τοῦ μετὰ βίας ἄγουσιν. τὸ δὲ ἑξῆς· τούτοις ἄγουσιν οὐ μεθεῖο ἄν: —AB τούτοις δ ’ ὁρκίοισι μὲν ζυγεί ς: ὁ νοῦς· τούτοις δὲ, τοῖς ἐχθροῖς, ἄγουσί με καὶ βιαζομένοις οὐκ ἂν ἐκδοίης, ὅρκοις προκατειλημμένος. διὸ βούλομαί σε ὀμνύναι. ἐὰν γὰρ ὀμόσῃς μοι, τοῖς περὶ τὸν Κρέοντα βουλομένοις με ἄγειν ἀπὸ τῆς Ἀττικῆς οὐκ ἂν μεθεῖο, οἷον· ἐξαιτουμένοις οὐκ ἂν δοίης· μὴ ὀμόσας δὲ φίλος γένοιο ἂν αὐτοῖς. διὰ δὲ τοῦ ἐπικηρυκεύματα θέλει εἰπεῖν [ἀντὶ τοῦ] ἐπικηρυκεύμασιν. λείπει ἡ διά, ἵν’ ᾖ ὁ πᾶς λόγος· πέποιθα μὲν ἐφ’ οἷς λέγεις μοι, ὁ δὲ τοῦ Πελίου δόμος καὶ ὁ τοῦ Κρέοντος ἐχθροί μοι εἰσίν. τούτοις οὖν βουλομένοις ἐξαιτεῖσθαί με οὐκ ἂν ἐκδοίης, ὀμόσας. εἰ δὲ διὰ λόγων μόνων σύνθοιο, ἴσως ἂν ἐκείνων γένοιο φίλος καὶ διὰ τὰ ἐπικηρυκεύματα, ὅ ἐστι τὰς πρεσβείας, ἐξαιτουμένοις με ἐκδοίης ἂν αὐτοῖς: —AB οὐκ ἐκδοίης: —B g λόγοις δὲ συμβά ς: εἰ δὲ, φησὶν, ἔλθοις εἰς σύμβασιν [τῶν ἐμῶν] λόγων καὶ συνθήκας ἐνωμότους ποιήσαιο πρὸς ἐμέ, εὖ οἶδα ὅτι μοι φίλος γένοιο ἂν καὶ ἐπίκουρος ἀσφαλὴς καὶ οὐκ ἂν τὴν πρὸς ἐκείνους φιλίαν προκρίναις.
sch Med 737 [5] ἐπικηρυκεύματα γάρ ἐστι τὰ διὰ τῶν κηρύκων γινόμενα πρὸς φιλίαν. κεῖται οὖν ἡ λέξις ἐπὶ τῆς φιλίας. τῇ δὲ εὐθείᾳ ἀντὶ δοτικῆς κέχρηται. ἔδει γὰρ εἰπεῖν· καὶ τοῖς ἐπικηρυκεύμασιν οὐκ ἂν πίθοιο. Δίδυμος δέ φησιν ἐλλείπειν τὴν διά, ἵν’ ᾖ· καὶ διὰ τὰ ἐπικηρυκεύματα: —AB βοηθός: —B g λείπει τὸ ἐμοί: —B g προβουλίαν σύνεσιν πρόγνωσιν: —A g B i ἐμοί τε γά ρ: καὶ ἐμοὶ, φησὶν, ἀσφαλές ἐστι πρὸς τὸ μηδεμίαν μέμψιν ἔχειν παρ’ αὐτῶν τὸ τὴν σκῆψιν ταύτην προβάλλεσθαι, τὸ φθάσας ὀμωμοκέναι μὴ προδοῦναί σε, καὶ τὸ σεσῶσθαί σε βεβαιότερον ἔσται τὴν σκῆψιν ταύτην προΐσχοντί μοι.
sch Med 743 [5] σκῆψιν οὖν λέγει τὸ ὀμωμοκέναι αὐτῇ. τὸ δὲ ἐξηγοῦ θεούς ἀντὶ τοῦ· ὀνόμαζε τοὺς θεοὺς οὓς βούλει με ὀμόσαι: —AB γράφεται Ἡλίου θ ’ ἁγνὸν σέβα ς: —B i ἀντὶ τοῦ· ὧν βούλομαι: —B i ταῦτα ἔνιοι τῷ χορῷ, ἔνιοι τῇ Μηδείᾳ προσνέμουσιν: —B i ἀλλά ς ’ ὁ Μαίας πομπαῖο ς: ὁ χορὸς ἐπεύχεται Αἰγεῖ ἐπὶ τῇ ἐπαγγελίᾳ.
sch Med 759 πομπαῖον δὲ τὸν Ἑρμῆν λέγει, ἐπεὶ παραπόμπιμος ὁ θεὸς καὶ εἰρηνικὸς, οἱ δὲ ὁδεύοντες μάλιστα εἰρήνης δέονται: —AB πράξεια ς: καὶ πράξειας ταῦτα ὧν ἔχων ἐπιθυμίαν σπουδάζεις: —AB i εὐγενής: —A g B g ἐνομίσθης: —A g B i ὦ Ζε ῦ: τοῦτο μόνον ἡ Μήδεια αὐτὴ καθ’ ἑαυτὴν ἀναφωνεῖ τῇ Δικαιοσύνῃ καὶ τοῖς λοιποῖς θεοῖς ὡς εὐχαριστοῦσα, τὰ δὲ λοιπὰ πρὸς τὸν χορόν: —B ἐχθρῶ ν , φίλα ι: φίλας λέγει τὰς ἀπὸ τοῦ χοροῦ· πρὸς αὐτὰς γὰρ νῦν διαλέγεται.
sch Med 765 εἰς ὁδόν δὲ, ἀντὶ τοῦ· εἰς τὴν τῆς νίκης ἀρχὴν ἐληλύθαμεν: —AB ᾗ μάλισ τ ’ ἐκάμνομε ν: καθ’ ὃ μέρος ἐδυστύχουν.
sch Med 768 οὐκ ἔχουσα πρὸς ὃν καταφύγω, νῦν καθάπερ λιμένι, τούτῳ προσώρμισα: —AB σωτηρία: —B i ἐκ τοῦ δ ’ ἀναψόμεσθ α: παυσόμεθα τῶν ταρασσόντων κακῶν.
sch Med 770 ὅταν γὰρ ἀπόγεια δεθῇ, παύονται τῶν καμάτων οἱ ναῦται: —AB προσδήσομεν: —B i εἰς Ἀθήνας: —B i δέχου δὲ μὴ πρὸς ἡδονή ν: μὴ νομίσῃς, φησὶν, ἡδέα καὶ προσηνῆ εἶναι τὰ μέλλοντά σοι ῥηθήσεσθαι.
sch Med 773 [5] ἔστι γὰρ ἀηδῆ μὲν εἰς ἀκοήν, ἀναγκαῖα δὲ ὅμως· ὡσεὶ ἔλεγεν· οὐκ ὤφειλον μὲν ὑμῖν τοιαῦτα ἀπαγγέλλειν οὐδ’ οὕτω πράξειν κακῶς· ὅμως δὲ ἐπειδὴ εἰς τοῦτο τύχης ἤλθομεν, ἀκούσατε τὰ βεβουλευμένα μοι, καίπερ ἀηδῆ ὄντα: —AB ἀντὶ τοῦ· κατὰ τοὺς γάμους τῶν τυράννων: —B i παῖδας δὲ μεῖνα ι: αἰτήσομαι δὲ, φησὶν, αὐτὸν τοὺς παῖδας ἐᾶσαι ἐνταῦθα μεῖναι καὶ αὐτοὺς, φησὶ, συγκατακτενῶ.
sch Med 780 ἀλλ’ ἵνα πρότερον διακονήσωσί μοι πρὸς τὸν τῆς Γλαύκης θάνατον: —AB γράφεται δῆθεν μὴ φεύγειν χθόν α, ἵν’ ᾖ ἀντὶ τοῦ· ὡς δὴ παραιτησομένους τὴν φυγήν.
sch Med 785 τιθέασι γὰρ τὸ δῆθεν ἀντὶ τοῦ ὡς δή: —AB ἐνταῦθα μέντο ι: μέχρι μὲν τούτου ἀποτερματίζω σοι καὶ ἵστημι τὸν λόγον σιωπῶσα: —AB καὶ νῦν προλέγει ὡς εἴωθεν: —B i τῆς σφαγῆς δηλονότι: —B i ἀντὶ τοῦ δράσασα: —B i ἴτ ω: γινέσθω προχωρείτω τὰ δόξαντα.
sch Med 798 τί μοι γὰρ ὄφελος ζῆν: —A γινέσθω προχωρείτω. γράφεται δὲ καὶ οὔτε μοι πατή ρ: —B i γράφεται ἀπαλλαγ ή: —B g λείπει ἡ ἀπό, οὔτε ἀπὸ τῆς νεοζύγου, ἤτοι νεογάμου: —B i ἀντὶ τοῦ εὐτελῆ ἁπλῆν δειλὴν ἐπιεικῆ.
sch Med 807 ἡσυχαίαν δὲ ἐνταῦθα ἀντὶ τοῦ ἡσύχιον καὶ ἀνόητον. ἀλλὰ τοῦ ἑτέρου τρόπου, τουτέστι θρασεῖαν: —B i ἐπείπερ ἡμῖν τόν δ ’ ἐκοίνωσα ς: τὸ ἑξῆς· ἐπείπερ ἡμῖν τόνδ’ ἐκοινώνησας λόγον, δρᾶν ς’ ἀπεννέπω τάδε, ἀπεννέπω δὲ καὶ σὲ ὠφελοῦσα καὶ τοῖς νόμοις βοηθοῦσα: —B τουτέστι· συγγινώσκω σοι ἐφ’ οἷς παραινεῖς: —B i γινέσθω τὰ δόξαντα.
sch Med 819 πρὸς τὴν θεράπαινάν φησιν: —B i εἴπερ φρονεῖς εὖ δεσπόται ς: δέσποιναν ἑαυτὴν λέγει οὐχ ὡς θεραπαινῶν οὐσῶν τῶν ἀπὸ τοῦ χοροῦ, ὅπου κατ’ ἀρχὴν τοῦ λόγου φίλας αὐτὰς ὀνομάζει, ἀλλὰ τὸ δεσπόταις ἀντὶ τοῦ.
sch Med 823 [10] τοῖς ἄρχουσι καὶ τοῖς κρατοῦσιν· τὸ δὲ πληθυντικὸν ἀντὶ ἑνικοῦ· θέλει γὰρ εἰπεῖν ἐμοὶ τῇ κρατούσῃ. καὶ γὰρ βασιλέως θυγάτηρ ἐστὶ καὶ γυνὴ βασιλέως, τοῦ Ἰάσονος, καὶ σῴζει τὸ εὐγενὲς φρόνημα. μηδαμῶς δὲ θαυμάσωμεν, εἰ Κορίνθιαι οὖσαι δέον τῷ τοῦ Κρέοντος μέρει προσθέσθαι ταύτῃ αἱροῦνται συγκρύπτειν. ἐλεύθεραι γὰρ οὖσαι τὸ παριστάμενον αὐταῖς δίκαιον προτιμῶσιν. ἔπειτα καὶ ἀεὶ ὁ χορὸς ἐν προσώπῳ τοῦ ποιητοῦ εἰσάγεται τῷ δικαίῳ προστιθέμενος: —AB παρόσον 〈γυνὴ〉 γυναικὶ πέφυκεν ἐπίκουρος καὶ μάλιστα εἰς εὐνὴν ἀδικουμένῃ: —B i Ἐρεχθεῖδα ι: μακαρίζει νῦν τοὺς Ἀθηναίους ὡς εὐδαίμονας καὶ σοφίας πάσης ἐπιστήμονας ἱερούς τε καὶ μύστας, ὅτι μέλλει τὰ κατὰ τὴν Μήδειαν ἐπάγειν μιάσματα.
sch Med 824 [10] τῇ γὰρ παραθέσει βούλεται αὐτὴν ἀποτρέψαι τοῦ κατὰ τῶν παίδων φόνου. οὕτως γὰρ ἐν τοῖς ἑξῆς ἐπάγει ὅτι οὐκ εἰκὸς τοὺς οὕτως ἱεροὺς καὶ σοφοὺς ἄνδρας σὲ μιαιφόνον γενομένην ὑποδέξεσθαι: —AB Ἐρεχθεῖδαι τὸ παλαιό ν: ἱκανὸν ἐγκώμιον ὁ χορὸς καταβάλλεται τοὺς Ἀθηναίους δικαίους καὶ θεοσεβεῖς ἀποκαλῶν, ἀποτρέπων τῆς πράξεως τὴν Μήδειαν, ὡς οὐκ ἂν οἱ τοιοῦτοι τὴν τοιαῦτα δράσασαν δέξαιντο: —AB καὶ θεῶν παῖδε ς: ἢ ὡς ἀπὸ τοῦ Ἡφαίστου καταγόμενοι.
sch Med 825 [5] ὁ γὰρ Ἐρεχθεὺς ἐξ Ἡφαίστου [ἀπὸ γὰρ τοῦ ἐρίου ἐν ᾧ ἡ Ἀθηνᾶ τὸ σπέρμα τοῦ Ἡφαίστου σπογγίσασα ἔρριψε]. λέγεται γὰρ ὡς Ἀθηνᾶς ἠράσθη Ἥφαιστος καὶ ἐδίωκεν αὐτὴν φεύγουσαν καὶ μυσαττομένην αὐτόν. μὴ συγχωρηθεὶς οὖν συγγενέσθαι αὐτῇ ἀπεσπέρμηνε περὶ τὸν μηρὸν αὐτῆς. ἐκείνη δὲ μυσαχθεῖσα τὸ γεγονὸς ἐρίῳ σπογγίσασα τὸν θορὸν εἰς τὴν γῆν ἔρριψε καὶ ἐξ ἐκείνου ἀνέδωκεν ἡ γῆ τὸν Ἐρεχθέα: —A χώρας ἀπορθήτο υ: ἡ σύνταξις· ἀπὸ ἀπορθήτου χώρας.
sch Med 826 [5] ἀπόρθητον δὲ αὐτὴν εἶπεν, διὰ τὰς θρυλουμένας πολλὰς νίκας αὐτῶν. αὐτοὶ γὰρ ἀπόρθητοι καὶ ἀήττητοι διετέλεσαν. τὸ δὲ φερβόμενοι σοφία ν, ἀντὶ τοῦ προσλαμβάνοντες καὶ παιδευόμενοι πᾶσαν σοφίαν. οὕτω δὲ εἶπεν ὡς ἀναγκαίας αὐτοῖς οὔσης τῆς παιδεύσεως, καθάπερ ἄλλοις τροφῆς: —AB καρπούμενοι: —B i παρόσον οἱ σοφίας ἐντὸς καθαρώτερον τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς τὰ θεῖα φαντάζονται, μονονουχὶ καὶ θεοῖς αὐτοῖς ὁμιλεῖν πιστευόμενοι.
sch Med 830 [10] ἢ ὡς τοῦ παρ’ αὐτοῖς ἀέρος φύσιν ἔχοντος τρέφειν ἀεὶ σοφοὺς ἄνδρας. τουτέστιν· ἀεὶ βιοτεύουσι λαμπροτάτῃ παιδεύσει, ἁπλῶς καὶ εὐμαρῶς ταύτην μεταχειριζόμενοι ἅτε δὴ τοῦ παρ’ αὐτοῖς ἀέρος εἰς τοῦτο πεφυκότος, ἵνα τὸ μὲν βαίνοντες ἀντὶ τοῦ βιοτεύοντες, τὸ δὲ αἰθέρος ἀντὶ τοῦ ἀέρος ἐκδεξώμεθα: —AB ἔνθα πο θ ’ ἁγνά ς: ὅπου λέγεται ὑπὸ τῶν Μουσῶν τὴν ἐν μουσικῇ ἁρμονίαν φυτευθῆναι. ὅπου αἱ δυνάμεις τῶν ἐννέα Μουσῶν: —BA g ξανθὰν Ἁρμονία ν: ἔνιοι λέγουσι τὸν Εὐριπίδην τὰς Μούσας λέγειν Ἁρμονίας θυγατέρας, ἀγνοήσαντες.
sch Med 834 [10] οὐ γὰρ τοῦτο λέγει, ἀλλ’ ὅτι αἱ Μοῦσαι πρῶτον ἐπὶ τῆς Ἀττικῆς ἐλθοῦσαι τὴν ἁρμονίαν ᾖδον καὶ τὴν μελῳδίαν. διὰ γὰρ τοῦ φυτεῦσαι τοῦτο παρίστησι νῦν. περὶ δὲ τοῦ τὰς Μούσας ἐν τῇ Ἀττικῇ ἱδρῦσθαι ἀρκεῖ τὰ Παλαιφάτου. ὁ δὲ λόγος· ἔνθα, φησὶν, ἐν ταῖς Ἀθήναις, λέγονται αἱ Μοῦσαι γεννῆσαι καὶ καταστήσασθαι πάσης σοφίας τὴν ἁρμονίαν. λέγει δὲ τὴν παίδευσιν, παρὰ τὸ ἁρμόζεσθαι καὶ ἑνοῦσθαι τῇ ψυχῇ ταύτην. ἢ ὅτι συγκεχυμέναις ταῖς ψυχαῖς αὐτὴ ὑπεισελθοῦσα [εἰς] ἁρμονίαν καὶ εὐστάθειαν εἰσάγει σωφρονεῖν παρέχουσα: —AB αὗται τὴν ἁρμονίαν ἐφύτευσαν: —B i ξανθή ν: τὴν εὐανθῆ: —B i τοῦ καλλινάο υ: νῦν τοῦ ἐν Ἀττικῇ μνημονεύει.
sch Med 835 [5] ἔστι γὰρ καὶ ἕτερος ὁμώνυμος ἐν Βοιωτίᾳ. εἰσὶ δὲ καὶ ἕτεροι, καθά φησι Πολέμων ἐν τῷ Περὶ ποταμῶν, γράφων οὕτως [frg. 81]· ‘[ἐν] Ἀθήνησί τε Κηφισὸς καὶ ἐν Σικυῶνι καὶ ἐν Ἄργει ** : —AB ἀνιμωμένην ἐπὶ τὴν χώραν καταπνεῦσαι: —B i ἀπὸ κοινοῦ τὸ κλῄζουσ ι, τουτέστι· λέγουσι δὲ τὴν Ἀφροδίτην ἀεὶ καὶ διηνεκῶς ἐνταῦθα [ποιεῖν] περιτιθεμένην τοῖς ἑαυτῆς πλοκάμοις πολύν τινα κόσμον καὶ οὕτως δὴ ἐρασμίαν ἑαυτὴν παρασκευάσασαν ἐξαποστέλλειν τοὺς ἐπὶ πᾶσαν σοφίαν ὁδηγοὺς ἔρωτας.
sch Med 837 [10] ἐμφαίνει δὲ διὰ τούτων, ὡς ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οἱ Ἀθηναῖοι εἰκότως τὸν κατὰ πάντων ἔχουσι τῆς παιδεύσεως στέφανον. ὡσεὶ ἔλεγεν· ἀεὶ δὲ ἐρωτικῶς ἔχοντες πρὸς πᾶσαν σοφίαν οὗτοι περιτίθενται τὸν πολυανθῆ τῆς παιδεύσεως στέφανον, μόνοι πιστευόμενοι πάντας νικᾶν τῇ παιδεύσει: —AB ἀεὶ δ ’ ἐπιβαλλομένα ν: ἀεὶ δὲ λέγουσι τὴν Ἀφροδίτην στεφανοῦσαν τούτους εὐώδει ῥόδων πλόκῳ πέμπειν αὐτοὺς τῇ σοφίᾳ παρέδρους: —AB παρέδρου ς: ἀντὶ τοῦ συνοίκους, παρόσον οὐκ ἐκτός εἰσιν ἔρωτος οἱ περὶ σοφίαν καὶ πᾶσαν ἀρετὴν διακείμενοι: —AB πῶς οὖν ἱερῶ ν: πῶς οὖν τὴν τεκνολέτειραν ὑποδέξεται ἡ πόλις τῶν ἱερῶν ποταμῶν 〈ἢ〉 ἡ χώρα τῶν φίλων, τουτέστι τῶν ἡδέων καὶ ἀγαθῶν: —A ἄλλω ς: ἡ μεταξὺ τῶν ἱερῶν κειμένη ποταμῶν.
sch Med 846 [5] τῷ προτέρῳ δὲ διαζευκτικῷ συνδέσμῳ, τῷ ἤ, τὸ ἡ ἄρθρον ἔξωθεν προσθετέον, τουτέστιν· ἢ ἡ πόλις ἢ ἡ χώρα. ὁ δὲ νοῦς· πῶς ἂν οὖν σε δέξαιτο ἡ πόλις αὕτη, ἡ ἱεροὺς ἔχουσα ποταμοὺς καὶ καθαροὺς παντὸς μολύσματος, ἢ ἡ τῶν κατ’ αὐτὴν ἀνδρῶν προσφιλεστάτων ἡμῖν χώρα, παιδοκτόνον γενομένην καὶ ἀνοσίαν τῷ κατὰ τῶν φιλτάτων φόνῳ: —AB ἢ φίλω ν: ἀντὶ τοῦ προσφιλεστάτων καὶ φιλοξενωτάτων.
sch Med 847 οὐκ εἰκῇ δὲ τοῦτο, ἀλλ’ ἵνα αἰνίξηται πρὸς ἀποτροπὴν τὴν ὑπερβάλλουσαν ἀνοσιότητα τοῦ φόνου, ὅτι, καίπερ φιλόξενοι πεφυκότες, πρὸς σὲ τοιαύτην γενομένην ἀξενώτατοι γενήσονται: —AB πόμπιμο ς: ἡ τὴν ἐκπεμφθεῖσαν ὑποδεχομένη, οὐκ αὐτὴ πόμπιμος οὖσα: —B σὲ τὴν 〈μετ’〉 ἄλλων εὐσεβῶν [σὲ] ἀσεβῆ οὖσαν: —B i σκέψαι τεκέων πλαγά ν: τὴν πληγὴν, φησὶ, τὴν τῶν τέκνων καὶ τὸν φόνον μὴ προπετῶς δράσῃς, ἀλλὰ πρότερον μεθ’ ἡμῶν ἢ ἄλλων τινῶν σκέψαι εἰ τοῦτο χρή σε δρᾶσαι: —AB πόθεν θράσο ς: ἀντὶ τοῦ· τίνι λογισμῷ χρησαμένη.
sch Med 856 [5] τουτέστι· τίς σε τῶν πάντων πείσει τοσοῦτον θράσος ἐνθεῖναι τῇ σαυτῆς ψυχῇ ἢ τῇ δεξιᾷ ὁπλιζομένῃ κατὰ τῶν φιλτάτων παίδων: —AB τὸ ἑξῆς οὕτως· πόθεν θράσος λήψῃ φρενὸς καρδίᾳ ἢ χειρὶ, κατὰ τῶν τέκνων σου δεινὰν προσάγουσα τόλμαν. λείπει γὰρ ἡ κατά. τὸ δὲ ἢ καρδίᾳ ἢ χειρὶ ἀντὶ τοῦ ἢ ἐννοίᾳ ἢ πράξει: —A ἀντὶ τοῦ· κατὰ τὴν σαυτῆς καρδίαν καὶ τὸν λογισμόν.
sch Med 858 προσλήψῃ σχήσεις: —B τέκνοις ἄδακρυν μοῖρα ν : μοῖραν τὸν καιρόν.
sch Med 861 καὶ Ἀριστοφάνης ‘ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν‘ ἐν Βατράχοις [452]: —A λείπει ἡ εἰς.
sch Med 862 οὐ καρτερήσεις: —B g τέγξαι χεῖρα φόνο υ: τὸ ἑξῆς· φόνου χεῖρα φονίαν.
sch Med 864 εὖ οἶδα, φησὶ, ὅτι οὐ καρτερήσεις τὴν ἐργάτιν τοῦ φόνου χεῖρα μολῦναι τῷ αἵματι τῶν παίδων γονυπετούντων σε: —AB ἥκω κελευσθεὶ ς: ἥκω, φησὶν, ὑπὸ σοῦ κελευσθεὶς καὶ μεταπεμφθείς.
sch Med 866 καίτοι γὰρ οἶδα δυσμενῆ σε, ὅμως τούτου οὐκ ἂν ἁμάρτοις, τοῦ ἐμὲ ἐλθεῖν. ἰδοὺ, φησὶ, καίπερ δυσμενῶς ἔχουσα πρὸς ἐμὲ, τυγχάνεις τῆς ἐμῆς παρουσίας καὶ κελευσάσῃ σοι οὐκ ἠπείθησα: —AB τοῦ ἐμὲ παρεῖναι: —B i Ἰᾶσο ν , αἰτοῦμαί σ ε: αἰτοῦμαι, φησὶν, ἃς πεποίημαι πρὸς σὲ μετ’ ὀργῆς ὕβρεις, ῥᾳδίως φέρειν καὶ μὴ μνησικακεῖν, ὑπομιμνῃσκόμενον τῆς προτέρας ἡμῶν συνηθείας καὶ ὧν ἐπράξαμεν εἰς ἀλλήλους εὐεργεσιῶν: —AB εἰκός ς ’ ἐπεὶ νῷ ν: ἐπεὶ ἡμῖν τοῖς δυσὶν ὑπείργασται, ἀντὶ τοῦ πέπρακται, πολλὰ προσφιλῆ: —AB i ἐγὼ δ ’ ἐμαυτῇ διὰ λόγω ν: ἐγὼ ἐμαυτῇ διὰ λόγων ἐπετίμησα.
sch Med 872 [5] ὑποκρίνεται δὲ νῦν καὶ μετὰ εἰρωνείας ταῦτα λέγει: —AB τί κακοπαθεῖν βούλομαι: —B i οὐκ εἰσὶ μέν μοι παῖδε ς: ταῦτα, φησὶ, πρὸς ἐμαυτὴν διείλεγμαι, ὦ Ἰᾶσον, ὅτι παῖδας ἔχω τοὺς ἐκ σοῦ καὶ οὐ δεῖ με λυπεῖσθαι τῷ νυνὶ γάμῳ, εἶθ’ ὅτι καὶ φυγάδες ἐσμὲν ἐκβεβλημένοι τῆς Θετταλίας καὶ διὰ τοῦτό με δεήσει τὴν ἐνταῦθα διατριβὴν ἀσπάζεσθαι, ἔρημον οὖσαν φίλων: —AB συμμετέχειν κοινωνεῖν: —B i ἀντὶ τοῦ· συμπεραίνειν σοι γεγαμηκότι καὶ ὑπηρετῆσαί σοι.
sch Med 887 ἑξῆς δὲ αὐτὰ σαφηνίζει λέγουσα καὶ παρεστάναι λέχε ι: —B i ἀντιφιλονεικεῖν: —B g παριέμεσθ α: παυόμεθα παραπεμπόμεθα, οἷον· παραιτοῦμαι συγχωρῶ: —B μεταβλήθητε: —B g λάβεσθε χειρό ς: τοῦτο ἠρέμα καὶ καθ’ ἑαυτὴν, ὡς ἐννοοῦσα τὴν ἀπήνειαν τοῦ φόνου κατὰ τῶν παίδων.
sch Med 899 [10] φεῦ μοι, φησὶ, τῶν κακῶν, ὡς ἀλγῶ τὴν ψυχὴν, ἐννοοῦσα τὸ κεκρυμμένον ἐν τῇ ἐμῇ ψυχῇ κακόν· λέγει δὲ τὸν τῶν παίδων φόνον. ἀπὸ δὲ τούτου φαίνεται τὸ μὴ κατὰ προαίρεσιν αὐτὴν ὁρμᾶν ἐπὶ τὸν φόνον, ὅπου γε περιαλγεῖ τὴν ψυχὴν τῷ πάθει, ἀλλὰ διὰ τὸ προτεθυμῆσθαι ἀμύνασθαι τὸν Ἰάσονα. δύναται δὲ καὶ εἰς ἐπήκοον τοῦ Ἰάσονος λεγόμενον πρὸς τοῦτον οὕτως· ἀγωνιῶ καὶ πάνυ τετάραγμαι ἐκεῖνο ἐνθυμουμένη τῶν κεκρυμμένων καὶ ἀδήλων ἀνθρώποις πραγμάτων, εἰ ζήσονται οὗτοι σὺν ἡμῖν πολὺν χρόνον· ὡς ἕτερον μὲν αὐτὴν νοεῖν, ὅπερ ἔμελλε δρᾶν, ἑτέρως δὲ ἐκδέχεσθαι τὸν Ἰάσονα, ὅτι ἄρα ἄδηλα τὰ κατὰ ἀνθρώπους καὶ κεκρυμμένα: —AB ὡς ἐννοοῦμα ι: οὐκ ἀναγκαῖον ἦν ταῦτα λέγειν· φαντασίαν γὰρ παρέχει τῷ Ἰάσονι ὡς κακοτεχνοῦσα.
sch Med 900 ἀλλ’ ἕνεκα τῶν κοινῶν κατ’ ἀνθρώπους κακῶν τὰ τοιαῦτα παρεγχωρεῖ λέγειν: —AB ἆ ρ ’ ὦ τέκ ν’: καὶ τοῦτο κατὰ διπλῆν ἔννοιαν, ἥν τε ὁ Ἰάσων ὑπολαμβάνει οὐχ ὑγιῶς καὶ ἣν αὐτὴ κρύπτει ἀληθεύουσα: —AB ὡς ἀρτίδακρυ ς: ἀντὶ τοῦ ἑτοιμόδακρυς.
sch Med 903 [5] ἢ προσφάτως δακρύουσα. χρὴ δὲ νοεῖν ὅτι ἐδάκρυσε μὲν ἀλγοῦσα τὴν ψυχὴν, ὅτι πρὸς τοῦτο τῆς τύχης κατήντησε καὶ νῦν ἀναγκάζεται ταῦτα δρᾶν· ὁ δὲ Ἰάσων ᾤετο αὐτὴν δακρύειν οἰκτείρουσαν τοὺς παῖδας ἐπὶ τῷ στέρεσθαι τοῦ πατρός: —AB χρόνῳ δὲ νεῖκο ς: διὰ πολλοῦ, φησὶ, χρόνου τῆς πρὸς τὸν πατέρα ὑμῶν φιλονεικίας ἀποστᾶσα καὶ νῦν διαλλασσομένη πλήρης γέγονα δακρύων: —AB ἁπαλήν: —B g ὑγρόν.
sch Med 906 〈γράφεται〉 θερμό ν: —B g εἰκὸς γὰρ ὀργά ς: πέφυκε γὰρ, φησὶ, τὸ θῆλυ γένος χαλεπῶς ἔχειν τῷ ἀνδρὶ ἐμπορευομένῳ δευτέρους γάμους, οἷον ἄλλοις χρωμένῳ γάμοις παρὰ τοὺς ὑπάρχοντας: —AB γάμους παρεμπολῶντο ς: πιθανῶς κέχρηται τῇ τροπικῇ λέξει, ἐμφαίνων ἑαυτὸν κέρδους ἕνεκα καὶ τοῦ τοὺς ἐκ Μηδείας παῖδας ὠφελῆσαι τοῦτον ὥσπερ πραγματευσάμενον ἑαυτῷ τὸν γάμον.
sch Med 910 [10] τὸ γὰρ παρεμπολᾶν ἐπὶ τοῦ κερδαίνειν τίθεται. οἷον ἄλλοις γάμοις χρωμένου παρὰ τοὺς ὑπάρχοντας: —AB ἄλλω ς: προσκτωμένου πορίζοντος. ἀντὶ τοῦ ἐμπολῶντι, γενικὴ ἀντὶ δοτικῆς. ἢ τὸ πόσει ἀντὶ τοῦ πόσιος, δοτικὴ ἀντὶ γενικῆς. παρεμπολῶντος δὲ ἀντὶ τοῦ ὠνουμένου. τουτέστιν· ἄλλοις γάμοις χρωμένου. τοῦ ἀνδρός. ἰδίως δὲ εἴρηκε πόσει ἀντὶ τοῦ πόσιος. οἱ δὲ ὑποκριταὶ ἀγνοήσαντες γράφουσιν ἀντὶ τοῦ πόσει ἐμο ῦ, ὅπερ οὐ δεῖ: —AB μεταβέβληται: —B g ἀλλὰ τῷ χρόν ῳ: ἀλλὰ νῦν ὥσπερ ἐκ μετανοίας τὸ κάλλιστον αὑτῇ βουλεύῃ: —AB ἔγνως δὲ τὴν νικῶσα ν: τὸ ἑξῆς· ἔγνως δὲ τῷ χρόνῳ τὴν νικῶσαν βουλήν.
sch Med 912 [5] ὁ ἀλλά ἀντὶ τοῦ καί, τουτέστιν· τὴν νικῶσαν βουλὴν καὶ τῷ χρόνῳ ἔγνως. λέγει δὲ τὸ πεπαῦσθαι αὐτὴν τῆς πρὸς αὐτὸν ὀργῆς: —AB τὴν κρατοῦσαν τὴν συμφέρουσαν: —B i τὰ πρῶ τ ’ ἔσεσθα ι: ἀντὶ τοῦ· τὰ πρωτεῖα ἀπενέγκασθαι καὶ βασιλεύσειν κατὰ τὴν Κορινθίαν ἅμα τοῖς ἐκ Γλαύκης τικτομένοις ὑμῖν ἀδελφοῖς.
sch Med 917 [5] τὸ δὲ ἔτι κατ’ ἐπίτασιν, οἷον· ἔτι μᾶλλον ὑμᾶς διαπρέψειν συναπτομένους βασιλικῷ γένει ἢ ὅσης ὑμῖν ἀξίας μετῆν ἐξ ἐμοῦ μόνου: —AB τὸ τέλειον τῆς ἡλικίας: —B i κρείττους: —B g αὕτ η , τί χλωροῖ ς: πάλιν εἰς τὴν αὐτὴν ἔννοιαν ταῦτα.
sch Med 922 [5] ἔδει δὲ αὐτὴν μηδὲ κλαίουσαν εἰσάγεσθαι· οὐ γὰρ οἰκεῖον τῷ προσώπῳ [τοῦτο]· ὠμὸν γὰρ εἰσῆκται τοῦτο. ἀλλ’ ἐκφέρεται τῇ ὀχλικῇ φαντασίᾳ ποιήσας κλαίουσαν καὶ συμπάσχουσαν. ἀπιθάνως γὰρ τὴν τοιαύτην διαχειριζομένην τὰ τέκνα εἰσάγει. ἄμεινον δὲ Ὅμηρος [τ 211]· ‘ὀφθαλμοὶ δ’ ὡσεὶ κέρα ἔστασαν‘: —AB οὐδὲν τέκνω ν: δι’ οὐδὲν, φησὶ, δακρύω ἕτερον ἢ ἐννοουμένη πῶς ἕξουσι τύχης οἱ παῖδες ἐμοῦ ἀναχωρησάσης: —AB δράσω τάδ ε: ἀντὶ τοῦ· παύσομαι τῶν δακρύων καὶ θαρσήσω σοι: —AB i τὸ ἑξῆς· γυνὴ δὲ θῆλυ ἔφυ καὶ ἐπὶ δακρύοις ἔφυ, ὅ ἐστι ἐπὶ τῷ δακρύειν καὶ ὀλοφύρασθαι: —A γυνὴ δὲ θῆλ υ: ἀντὶ τοῦ· ἀσθενὲς τὸ γυναικεῖον γένος πέφυκε πρὸς τὰς καταλαμβανούσας συμφορὰς καὶ ἕτοιμον εἰς δάκρυα: —AB ἔτικτον αὐτού ς: σύγγνωθί μοι, φησὶ, δακρυούσῃ· ἔτικτον γὰρ αὐτούς.
sch Med 930 [5] νῦν δὲ ὅτε ἐθάρσουν τοὺς παῖδας τὸ ἀσφαλὲς ἕξειν τοῦ ζῆν εἰς τοῦτο παρελθόντας ἡλικίας καὶ τῆς ἐν βρέφεσιν ἐπισφαλοῦς ἀνατροφῆς ἀπαλλαγέντας καὶ λοιπὸν ἐσεμνυνόμην παῖδας ἐγγὺς ἡβῶντας ἔχειν, τότε δι’ ἕτερον ἀγωνιῶ εἰ τὸ ἀσφαλὲς αὐτοῖς τῆς σωτηρίας ὑπάρξει ὑπὸ μητρυιὰν γενομένοις. τοῦτο γὰρ ἐμφαίνει: —AB εἰσῆλθέ μ ’ οἶκτο ς: ἐν γὰρ τῇ βραχείᾳ ἡλικίᾳ ἐν πλείονι ἐπισφαλείᾳ ζωῆς εἰσιν οἱ ἄνθρωποι: —AB ἀγωνιῶ, φησὶν, εἰ ζήσονται: —B κἀμοὶ τά δ ’ ἐστὶ λῷστ α: ἀντὶ τοῦ· καλῶς ἔχειν κρίνω μετὰ γνώμης ὑμῶν, σοῦ τε καὶ τοῦ Κρέοντος καὶ τῆς τούτου θυγατρὸς, οἰκεῖν τὴν Κόρινθον.
sch Med 935 ἢ οὕτως· κἀμοὶ αὐτῇ συναρέσκει: —B σὺ δ ’ ἀλλὰ σή ν: τὸ ἑξῆς· ἀλλὰ σὺ τὴν γυναῖκα κέλευσον αἰτήσασθαι τοῦτο παρὰ τοῦ πατρὸς, τὸ τοὺς παῖδας μὴ ἀπελαθῆναι τῆς Κορίνθου: —AB προσδοκῶ.
sch Med 944 τὸ δὲ σφέ ἀντὶ τοῦ αὐτήν: —B i εἴπερ γυναικῶ ν: ἀντὶ τοῦ τῶν φιλάνδρων, οἷον· εἴπερ φίλανδρός ἐστι, πάντα σοι πεισθήσεται ἡ Γλαύκη: —AB ἃ καλλιστεύετα ι: ἅπερ προτιμᾶται καὶ κάλλιστα νομίζεται τῶν νῦν δώρων παρὰ τοῖς ἀνθρώποις.
sch Med 947 τὸ δὲ πολύ πρὸς τὸ καλλιστεύετα ι . ἢ πολύ ἀντὶ τοῦ πάνυ: —AB παῖδας φέροντα ς: ἀλλ’ ὅσον οὐδέπω, φησὶ, δεήσει τῶν θεραπόντων τινὰ ἅμα τοῖς παιδίοις ἀποκομίζειν τὰ δῶρα τῇ Γλαύκῃ: —B πατρὸς πατή ρ: ἤτοι ἀντὶ τοῦ γονεῦσιν, ἢ τοῖς ἑαυτοῦ μὲν ἐκγόνοις, τουτέστι παισίν, 〈ἐμαυτῆς δὲ γονεῦσιν〉, ἵνα τοῦτο λείπῃ: —AB φερνά ς: φερνὴ ἡ προίξ.
sch Med 956 λάβετε, φησὶ, τὴν ἐμὴν φερνὴν, ἣν εἰσηνεγκάμην τῷ πατρὶ ὑμῶν, καὶ ἀποκομίζετε τῇ νύμφῃ: —AB φέροντε ς · οὔτοι δῶρ α: τοῦτο διπλῆν ἔχει τὴν ἔννοιαν, μίαν μὲν, ἣν ὁ Ἰάσων ἐκδέχεται, ὅτι οὐκ ἀπόβλητα αὐτῇ τὰ δῶρα, ἀλλὰ θαυμαστά· ἑτέραν δὲ, ἣν αὐτὴ κρύπτει, ἀντὶ τοῦ· οὐ γελάσει τὸ δῶρον ὡς ἀσθενές· ἀναιρήσει γὰρ αὐτήν: —AB εἴπερ γὰρ ἡμᾶ ς: εἴπερ, φησὶ, τῷ ὄντι πᾶσα γυνὴ ἡμᾶς τοὺς ἄνδρας ἀξιοῖ τινὸς λόγου [κρίνειν], προτιμήσει καὶ χρημάτων τὸ πείθεσθαι τῷ ἀνδρί.
sch Med 962 ἢ ἰδίᾳ νοητέον καὶ ἐπὶ τῆς Γλαύκης, εἴπερ με τῷ ὄντι στέργει ἡ γυνή, καὶ ἄνευ τοῦ λαβεῖν τὰ δῶρα πεισθήσεται: —AB κείνης ὁ δαίμω ν: ἀντὶ τοῦ ἡ εὐδαιμονία, τουτέστιν· ἐκείνῃ καιρὸς εὐδαιμονεῖν, ἡμῖν δὲ ταῦτα οὐκ ᾠκείωται ὡς δυστυχοῦσιν: —AB νέα τυραννε ῖ: ἀντὶ τοῦ· ἡ Γλαύκη, φησὶ, νέα οὖσα τὴν ἡλικίαν ἄρχει καὶ κρατεῖ.
sch Med 967 αἰνιγματωδῶς δὲ τοῦτο, ὡς τοῦ Ἰάσονος διὰ τὸ νέον τῆς ἡλικίας προτετιμηκότος τὴν Γλαύκην: —AB ψυχῆς ἂν ἀλλαξαίμε θ’: ἀντὶ τοῦ· ἑλοίμην ἂν καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μὴ τοὺς παῖδάς μου ἀπελαθῆναι.
sch Med 968 [5] καὶ τοῦτο δὲ κατ’ εἰρωνείαν: —AB κόσμον διδόντε ς: καὶ τοῦτο ἀπιθάνως, τὸ παρεγγυᾶσθαι τοῖς παισὶν ἐντελλομένην ἐκείνῃ αὐτῇ διδόναι, ὑπόληψιν ἔχουσαν φαρμακίδος: —AB τοῦδε γὰρ μάλιστ α: ἕνεκεν τοῦδε, τοῦ μὴ φεύγειν ὑμᾶς, δεῖ αὐτὴν λαβεῖν τὰ δῶρα: —A νῦν ἐλπίδε ς: ἐκ τοῦ ἀπελθεῖν τὰ δῶρα πείθεται ὁ χορὸς ὅτι μέγα κακὸν γενήσεται ἐξ οὗ ἀναγκασθήσεται ἡ Μήδεια πάντως φονεῦσαι τὰ τέκνα: —A παίδων ζωᾶ ς: ἀντὶ τοῦ· οὐκέτι μοι ἐλπίδες τοῦ ζήσεσθαι τοὺς παῖδας: —AB θήσει τὸν Ἅιδα κόσμο ν: θάνατον, φησὶ, μᾶλλον περιθήσεται ἢ κόσμον: —AB αὐγ ά: τὸ ἑξῆς· χάρις ἀμβρόσιός τε αὐγὰ πέπλων πείσει περιθέσθαι χροῒ χρυσότευκτον στέφανον: —AB ἀμβρόσιο ς: ἀντὶ τοῦ ἀμβροσία θεία.
sch Med 982 [5] αὐγὴ δὲ, ἡ λαμπηδών, [τοῦ χρυσέου στεφάνου καὶ] τῶν πέπλων πείσει αὐτὴν ταῖς ἰδίαις χερσὶ λαβοῦσαν περιθέσθαι ταῦτα, ἵνα 〈ἐν〉 τῇ τοῦ παντὸς σώματος διακοσμήσει καὶ ἡ κεφαλὴ πρὸς ἀξίαν κοσμῆται: —A νερτέροις ἤδ η: ἀντὶ τοῦ· παρὰ τοῖς νερτέροις καὶ τοῖς κατοιχομένοις αὐτὴν κοσμήσει ταῦτα τὰ δῶρα.
sch Med 985 νυμφοκοσμῆσαι δέ ἐστι τὸ τὴν νύμφην κοσμῆσαι. νυμφοκοσμήσει οὖν ἀντὶ τοῦ νυμφευθήσεται: —AB τὸν ἄφυκτον ὄλεθρόν φησιν: —B i σὺ δ’ , ὦ τάλα ν: τοῦτο πρὸς τὸν Ἰάσονα ἀποτείνει.
sch Med 990 [5] κηδεμὼν δὲ παρὰ τὸ κῆδος, ἀντὶ τοῦ γαμβρέ. σὺ δὲ, φησὶν, ὦ ἐπ’ ὀλέθρῳ γενόμενε νυμφίε τῆς Γλαύκης καὶ ἐπιγαμβρίαν οὐκ εὐτυχῆ ταύτην πρὸς τοὺς βασιλεῖς ἐσχηκὼς, ὄλεθρον τοῖς αὑτοῦ παισὶ καὶ τῇ νύμφῃ κατασκευάζεις, οὐ συνεὶς τὸ ἐπ’ ὀλέθρῳ μηχάνημα. βιοτᾷ δὲ παισί ν, ἀντὶ τοῦ τῇ ζωῇ τῶν παίδων: —AB ἀντὶ τοῦ· ὦ ἐπὶ κακῷ σου νυμφευσάμενε: —B i οὐ γινώσκων τῇ τῶν παίδων βιοτῇ ὄλεθρον προσάγεις: —B i μοίρας ὅσον παροίχ ῃ : μοίρας ἀντὶ τοῦ πρέποντος.
sch Med 995 [10] καὶ τοῦτο δὲ πρὸς Ἰάσονα ἀποτείνει. τινὲς δὲ πρὸς τὴν Μήδειαν· ἵνα φονεύσῃς τὰ παιδία σοῦ. τὸ δὲ παροίχ ῃ, παρελθεῖν πεποίηκας, ὦ Ἰᾶσον, πολὺ μέρος τῆς θανατηφόρου μοίρας τῇ Γλαύκῃ ὡς ἐγγὺς εἶναι τὸν θάνατον αὐτῆς, ἀντὶ τοῦ· τὸν καιρὸν τοῦ θανάτου τῇ Γλαύκῃ συνήγαγες καὶ πλησίον εἶναι πεποίηκας, συγχωρήσας ὑπ’ ἀγνοίας ἀποκομισθῆναι τὰ δῶρα. μοίρας δὲ τῆς θανατηφόρου φησίν. τὸ δὲ ὅσον ἀντὶ τοῦ πολύ: —AB ἄλλω ς: ὦ ταλαίπωρε Ἰᾶσον, ὅσον ἐκπέπτωκας τῆς εὐμοιρίας. ἢ οὕτως· ὅσον τοῦ καθήκοντος ἐξέδραμες ὡς μὴ συνιέναι ὅτι ἐπὶ φόνον τὰ τέκνα σου ἄγεις: —A μεταστένομαι δ έ : ἡ μετά ἀντὶ τῆς ἐπί καὶ τὸ σόν ἀντὶ τοῦ σοί, τουτέστι· στένω δὲ καὶ ἐπὶ σοὶ καὶ ἄλγος ἔχω.
sch Med 996 [5] ἢ οὕτως· μεθίσταμαι δὲ καὶ ἐπὶ τὸ σὸν ἄλγος καὶ στένω τὴν σὴν τύχην, ἐφ’ ᾗ τὴν ψυχὴν ἀλγεῖς. λέγει δὲ τὸ διημαρτηκέναι αὐτὴν τοῦ Ἰάσονος: —AB δέσποι ν’ , ἀφεῖνται παῖδε ς: ὁ παιδαγωγὸς ἀγαγὼν τοὺς παῖδας διαλεχθέντας τῇ Γλαύκῃ λέγει· συγκεχώρηται τοῖς παισί σου ἐνταῦθα μεῖναι καὶ μὴ ἀπελαθῆναι: —AB i συνταραχθεῖσα: —B g οὐ σύμφωνα: —B g μῶν τι ν ’ ἀγγέλλω ν: ἡ μὲν Μήδεια ἐννοουμένη τὸν δι’ αὐτῆς ἐσόμενον τοῖς παισὶν αὑτῆς θάνατον ἐστύγναζεν, ὁ δὲ παιδαγωγὸς νομίζων αὐτὴν ἐφ’ οἷς ἀπήγγειλε λυπεῖσθαί φησιν· ἆρ’ οὖν μὴ οὐ χρηστά σοι ἀπήγγειλα, ἀλλὰ ἐσφάλην, νομίσας εὐαγγελίσασθαι πρὸς σὲ ταῦτα: —AB συμφοράν: —B g ὑπολήψεως: —B g κατηφὲς ποιεῖς καὶ καταστυγνάζεις: —B i πολλή μ ’ ἀνάγκ η: διπλῆ πάλιν ἡ ἔννοια, ὡς μὲν πρὸς τὸν πρέσβυν ὅτι χωρὶς τῶν τέκνων φεύξεται καὶ καταλείψει αὐτά, ὡς δὲ πρὸς τὴν ἀλήθειαν ὅτι φονεύσει αὐτά: —AB πολλή μ ’ ἀνάγκ η: λείπει τὸ ὀδύρεσθαι· ἀνάγκη, φησὶ, πολλή μοι ὀδύρεσθαι ἐπὶ τοῖς παροῦσι κακοῖς.
sch Med 1013 [10] ὑπό τε γὰρ τῆς ἐμῆς ἀνοίας καὶ τοῦ παρὰ τῶν θεῶν χόλου τὰ κατ’ ἐμὲ κακῶς διάκειται. ταῦτα δὲ λέγει προπέτειαν ἑαυτῆς καταγινώσκουσα. κατεμέμψατο ἑαυτῇ ἐπὶ τῇ τῶν δώρων ἀποστολῇ. εἰ γὰρ ἔμελλεν ἀποθανεῖν ἡ Γλαύκη, ἀνάγκη ἦν φονεῦσαι τὴν Μήδειαν τὰ ἑαυτῆς τέκνα, ἵνα μὴ ὑπὸ ἄλλων τοῦτο γένηται· ὅπερ αὐτὴ ἐλυπεῖτο μετανοοῦσα, αὐτὸς δὲ ᾤετο αὐτὴν ὀδύρεσθαι, ὅτι φυγὰς ἔμελλε γίνεσθαι: —AB θάρσε ι · κρατεῖ ς: ἔτι θαρσεῖν ὀφείλεις.
sch Med 1015 καὶ γὰρ εἰ φεύγειν μέλλεις, ἀλλ’ οὖν τῇ τῶν παίδων ὑποστάσει καὶ ζωῇ πάλιν συμβιώσῃ. τὸ γὰρ ἔτι τὸ μέλλον δηλοῖ. τὸ δὲ κρατεῖς ἀντὶ τοῦ νενίκηκας: —AB ἄλλους κατάξ ω: τὸν ἐσόμενον τῶν παίδων φόνον πάλιν προοδύρεται, ἀσήμως δὲ, ὑπὲρ τοῦ μὴ συνιέναι τὸν παιδαγωγόν.
sch Med 1016 τὸ μὲν οὖν ἄλλους ἀντὶ τοῦ τούτους, τὸ δὲ κατάξω ἀντὶ τοῦ εἰς Ἅιδου πέμψω: —AB οὔτοι μόνη σ ύ: ἡ μὲν ἔλεγεν ὅτι πρὶν εὐτυχῆσαι ὑπ’ αὐτῶν, ἀλλοτρίους μου γενομένους τοὺς παῖδας πέμψω εἰς Ἅιδην· ὁ δὲ πρέσβυς τὸ κατάξω νοεῖ ὅτι πέμψω πρὸς τὸν Ἰάσονα ἠλλοτριωμένους μου τοὺς παῖδας: —AB κούφως φέρειν χρ ή: πάλιν οὐδὲν ἧττον μὴ συνεὶς τὸ εἰρημένον οἴεται αὐτὴν ὀδύρεσθαι τὴν ἑαυτῆς ἐξορίαν: —AB i ὦ τέκνα τέκν α , σφῷν μὲν ἔστ ι: τοῦ σφῷν τὸ πλῆρες σφῶιν, τουτέστιν ὑμῶν τῶν δύο.
sch Med 1021 [5] τὴν μὲν πόλιν, φησὶν, τήνδε ὑμεῖς οἰκήσετε, ὦ τέκνα, καὶ τὸν οἶκον τοῦτον δι’ αἰῶνος. λέγει δὲ ἀσήμως τὸν Ἅιδην, καὶ πάντα δὲ τὰ ἑξῆς αἰνιγματωδῶς ὁμιλεῖ ὑπὲρ τοῦ μὴ αἰσθέσθαι τὸν παιδαγωγόν. τὸ δὲ ἐν ᾧ πρὸς τὸ οἰκήσετε συναπτέον, τουτέστιν· ἐν ᾧ, τῷ Ἅιδῃ, οἰκήσετε ἀπολιπόντες ἐμέ: —AB εὐνὰς ἀγῆλα ι: Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι.
sch Med 1027 [5] καὶ παρὰ Ἀριστοφάνει [Pac. 399]· ‘διὰ παντὸς, ὦ δέσποιν’, ἀγαλοῦμεν ἡμεῖς ἀεί‘. καὶ Ἕρμιππος Ἀρτοπώλισι [frg. 8]· ‘φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦς’ ἐγώ‘. δηλοῖ καὶ τὸ τιμῆσαι. ‘ἄγειν γὰρ τὸ τιμᾶν φασιν· ‘ἐν πρώτοις ἄγω‘. καὶ [Soph. OR 775] ‘ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ‘: —AB ἀγῆλαι ἀντὶ τοῦ παρασκευάσαι καὶ συναγαγεῖν. ἀνασχεθεῖν δὲ ἀνατεῖναι. αὐθαδείας δὲ ἀπονοίας αὐταρεσκείας: —AB i ματαίως: —B g κατετάκην ἐφθάρην κατεπονήθην κατεσπαράχθην: —AB i κρύψειν ἐνταφιάσειν: —A g B g μακαρίαν με οὖσαν παρὰ τοῖς ἀνθρώποις: —A g B i ἐς ἄλλο σχῆ μ’: ἄλλου βίου λέγει τοῦ κατὰ τὸν Ἅιδην, ὡς κἀν τοῖς κατοιχομένοις οὔσης τινὸς ἑτέρας πολιτείας: —AB γυναῖκε ς , ὄμμα φαιδρό ν: πρὸς τὰς τοῦ χοροῦ λέγει· ἀπορῶ τί δεῖ ποιεῖν.
sch Med 1043 θέλει δὲ εἰπεῖν ὅτι τὸν φόνον οὐκέτι μου ἡ ψυχὴ τολμᾷ, ἀλλὰ λύομαι ταῖς τῶν ὀφθαλμῶν χάρισιν, ἀτενιζόντων εἰς ἐμὲ τῶν φιλτάτων: —AB οὐκ ἂν δυναίμη ν: λείπει τὸ σφάξαι τὰ τέκνα.
sch Med 1044 καὶ ἐρρέτω, φησὶν, ὁ ἐπὶ τὸ σφάξαι με τὰ τέκνα κρατήσας λογισμός: —AB τί δεῖ με πατέρα τῶνδ ε: ἀφίσταμαι, φησὶ, τοῦ φόνου τῶν παίδων· οὐ γὰρ ἵνα τὸν πατέρα τούτων λυπήσω τῷ φόνῳ αὐτῶν, ὀφείλω ἐμαυτῇ διπλασιοῦν τὰ κακά.
sch Med 1046 [10] λέγει δὲ τὴν λύπην τὴν ἐπὶ τοῖς παισίν. ἢ οὕτως· σαφῶς εὔηθές ἐστιν ἐργαζομένην με τὸν θάνατον τοῖς φιλτάτοις ἐπὶ τῷ τὸν πατέρα λυπῆσαι, αὐτὴν διπλασίαν λύπην κτήσασθαι διὰ τῆς τούτων τελευτῆς. δοκοῦσι γὰρ αἱ μητέρες συμπαθέστεραι εἶναι ταῖς τῶν παίδων συμφοραῖς. θαυμάσαι δέ ἐστι τὸν ὑπερβάλλοντα θυμὸν, ὃν ἔχει κατὰ τοῦ Ἰάσονος ἡ Μήδεια, ὅτι καίπερ προσδοκῶσα μειζόνως λυπηθήσεσθαι, ὅμως ὑπὲρ τοῦ λυπῆσαι τὸν Ἰάσονα αἱρεῖται τούτους φονεύειν: —AB χαιρέτω βουλεύματ α: ἔτι ἐν μετανοίᾳ ἐστίν· οὐκ ἂν ἐγὼ φονεύσαιμι, φησὶν, ἀλλὰ μεθείσθω μοι ὁ κρατήσας με τοῦ φόνου λογισμός.
sch Med 1048 γράφεται δὲ καὶ παύσομαι βουλευμάτω ν: —AB καίτοι τί πάσχ ω: ἐνταῦθα ὥσπερ ἀναζωπυροῦσα τὸν κατὰ Ἰάσονος θυμὸν λαμβάνεται ἑαυτῆς καὶ φησί· τί δὴ πέπονθα εἰς οἶκτον ἐμπεσοῦσα τῶν παίδων.
sch Med 1049 [5] οὐ γὰρ ἐμὸν καταισχύνειν ἐμαυτὴν ἀφεῖσαν ἀτιμώρητον τὸν πάντων ἐμοὶ πολεμιώτατον Ἰάσονα, ἐξὸν φονεύουσαν τούτους λυπῆσαι τοῦτον. ἐχθρούς οὖν λέγει ἀντὶ τοῦ ἐχθρόν, τὸν Ἰάσονα. τοιοῦτον δὲ καὶ τὸ παρ’ Ὁμήρῳ [Λ 407]· ‘ἀλλὰ τίη μοι ταῦτα φίλοσ‘: —AB τὸ καὶ προέσθαι μαλθακού ς: τὸ ἐνδοῦναι τῇ φρενί μου μαλθακοὺς λόγους: —A ὅτῳ δὲ μὴ θέμις παρεῖνα ι: ᾧτινι δὲ οὐκ εὐσεβὲς, φησὶν, φαίνεται τὸ παρεῖναι τῷ φόνῳ τούτῳ καὶ δέχεσθαι τοιαύτας θυσίας, οὗτος ἀπίτω.
sch Med 1053 [5] τοῦτο δὲ εἶπεν ὡς ὄντων τινῶν θεῶν χαιρόντων ἀνδροφονίαις, οἷον Ἐρινύων, Ἄρεως καί τινων ἑτέρων. Ὅμηρος [Ε 31. 455]· ‘Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε‘. τῷ δὲ αὐτῷ μελήσει συναπτέον τὸ μὴ παρεῖνα ι: —AB χεῖρα δ ’ οὐ διαφθερ ῶ: πάλιν ἐνταῦθα λύεται πρὸς οἶκτον.
sch Med 1055 ἔστι γὰρ μίμησις μητρὸς οὐ προαιρέσει ἀνάγκῃ δὲ τοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι τολμώσης φόνον κατὰ τῶν φιλτάτων. οὐκ ἂν οὖν, φησὶν, ἐγὼ μολύναιμι τῷ τῶν ἐξ ἐμοῦ παίδων αἵματι τὴν ἐμαυτῆς χεῖρα: —AB ἀντὶ τοῦ ἐν Ἀθήναις: —B i μὰ τοὺς πα ρ ’ Ἅιδη νερτέρου ς: τοὺς καταχθονίους θεοὺς ἀλάστορας.
sch Med 1059 [5] ἀλάστορας δὲ, οὓς οὐκ ἔστι λαθεῖν. ἐπειδὴ δὲ συνεχῶς ὁρᾷ ἑαυτὴν νικωμένην τῷ πρὸς τοὺς παῖδας οἴκτῳ, ὅρκῳ φρικωδεστάτῳ κατακλείει ἑαυτὴν πρὸς τὸ μηδὲν ἕτερον ἢ τὸν φόνον ἐξ ἅπαντος δρᾶσαι. καὶ οὐκ ἂν, φησὶν, ἐγὼ καταλείψαιμι τοὺς ἐμοὺς παῖδας ὑπὸ τῶν ἐμῶν ἐχθρῶν καθυβρίζεσθαι· λέγει δὲ ὑπὸ τῶν πρὸς γένους τῇ Γλαύκῃ. καθυβρίσαι δὲ λέγει τὸ μετὰ αἰκίας τινὰ ἀνελεῖν: —AB πάντως σ φ ’ ἀνάγκ η: κἂν ἐγὼ, φησὶ, μὴ φονεύσω τούτους, ἀλλ’ οἱ ἐχθροὶ πάντως ἀναιρήσουσιν.
sch Med 1062 [5] εἰ δὲ ἅπαξ χρὴ τούτους ἀποθανεῖν, κάλλιον ὑφ’ ἡμῶν ἀναιρεῖσθαι, ἵνα μὴ δοκοῖεν οἱ ἐχθροὶ τιμωρίαν ταύτην λαμβάνειν παρ’ ἡμῶν. οἶδε δὲ τὸ εἱμαρμένον τοῖς παισὶν, ὡς καὶ τὴν Ἰάσονος μοῖραν, ἐν οἷς φησιν [1387] Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένο ς: —AB ἀντὶ τοῦ κέκριται εἵμαρται.
sch Med 1064 〈γράφεται〉 πέπρωτα ι: —B i καὶ δὴ ’πὶ κρατὶ στέφανο ς: ταῦτα ἐκ τοῦ χρόνου ἀναλογιζομένη πρὸς ἑαυτὴν λέγει.
sch Med 1065 καὶ δὴ, φησὶν, ἡ μὲν Γλαύκη, ὡς εἰκὸς, ἐπὶ τῆς κεφαλῆς ἔχει τὸν στέφανον καὶ λοιπὸν ἐγγύς ἐστι τοῦ θανάτου, ἀλλ’ εἶμι, μὴ μέλλωμεν ἥκειν ἐπὶ τὴν δυστυχεστάτην ὁδὸν τοῦ φόνου: —AB τὴν ἐπὶ τὸν Ἅιδην λέγει.
sch Med 1068 τὸ δὲ ἔτι ἀντὶ τοῦ πολὺ μᾶλλον: —AB i εὐδαιμονοῖτον μὲν, ἀλλ’ ἐκεῖ.
sch Med 1073 λέγει δὲ εἰς Ἅιδην: —B i τὰ δ ’ ἐνθάδ ε: τὰ ἐν τοῖς ζῶσι. τουτέστιν· ὁ πατὴρ αἴτιος τοῦ μὴ ζήσεσθαι ὑμᾶς: —AB ἡ περίπτυξις.
sch Med 1074 ἢ ἡ πρώτη θέα. ἐν τῷ περιπτύσσεσθαι καὶ καταφιλεῖν ταῦτα λέγει: —AB πολλάκις ἤδ η: ἀποτρέπων ὁ χορὸς τὴν Μήδειαν τῆς τῶν παίδων ἀναιρέσεως διεξέρχεται τοὺς τῆς παιδοποιίας πόνους: —A πολλάκις ἤδ η: πολλάκις, φησὶ, κατ’ ἐμαυτὴν ἐλογισάμην καὶ δι’ ἀκριβεστέρων λογισμῶν προσῆλθον αὐτὴ πρὸς ἐμαυτὴν ἁμιλλωμένη καὶ ζητοῦσα εἰ δυνατὸν καὶ τῇ γυναικείᾳ φύσει ἐρευνᾶν τὰ τοῦ βίου πράγματα καὶ εἰδέναι τί μὲν καλὸν τοῖς ἀνθρώποις, τί δὲ οὔ.
sch Med 1081bis [20] καὶ λογισαμένη εὗρον ὅτι μέτεστι μὲν ταῖς γυναιξὶ σοφίας καὶ τῆς τῶν ἀνθρωπίνων πραγμάτων καταλήψεως, οὐ πάσαις δὲ, ἀλλ’ ὀλίγαις. ὧν οὖσα μία καὶ αὐτὴ τυγχάνω καὶ λογίζομαι τῶν ἀνθρώπων τοὺς ἀπείρους παιδοποιίας πολλῷ προφέρειν καὶ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς γεννήσαντας. ὅσοι μὲν γὰρ τῶν κατὰ παιδοποιΐαν μόχθων ἐκτός εἰσιν, εἴτε καλὸν εἴτε λυπηρὸν οἱ παῖδες, οὐκ ἴσασιν· οἱ δ’ ἔχοντες ἀνάγκῃ τῆς περὶ τοὺς παῖδας ἐπιμελείας κατατρυχόμενοι διατελοῦσιν, πρῶτον μὲν ὅπως ἀγάγωσι τοὺς παῖδας κοσμίως, σπουδάζοντες, δεύτερον δὲ καὶ πόθεν τούτοις χρημάτων πόρον καταλείψειαν, τρίτον ἐπὶ τούτοις οὐκ εἰδότες πότερον χρηστοῖς οὖσι τοῖς παισὶν ἢ πονηροῖς τὸν τρόπον μοχθοῦσι τὸν χρόνον ἅπαντα. οὐ γὰρ εὐμαρὲς συνιέναι τρόπον ἀνθρώπου, ὅπου γε τοὺς νομιζομένους εἶναι χρηστοὺς πονηροὺς πολλάκις ἐξαίφνης εὑρίσκομεν. ἓν δὲ πάντων τῶν κακῶν τελευταιότατον βούλομαι πᾶσιν ἀνθρώποις ἐξειπεῖν· δῶμεν γὰρ ὅτι καὶ βίον αὐτάρκη τοῖς παισὶ κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον οἱ παῖδες καλοί τε κἀγαθοὶ τὸν τρόπον ἐκβεβήκασιν· εἰ [δὲ] δὴ τούτων οὕτως ἐχόντων φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ πρὸς τοῖς ἄλλοις τῶν ἀνθρώπων κακοῖς παῖδας εὔξασθαι τοῖς θεοῖς παρασχεῖν λύπην ἄντικρυς ὄντας: —AB σοφῶν καὶ συνετῶν: —B i πλεονάζει ὁ ἀλλ ά.
sch Med 1085 [5] ἢ ἀντὶ τοῦ δή: —B i ἀλλὰ γὰρ ἔστ ι: πλεονάζει ὁ ἀλλά· ἔστι γὰρ μοῦσα καὶ ἡμῖν. μέχρι δὲ τοῦ οὐκ ἀπόμουσον τὸ γυναικῶν ἐν μεσοσυλλαβίᾳ ἐστὶν ὁ λόγος: —A μοῦσα καὶ ἡμῖ ν: ἀντὶ τοῦ φρόνησις παίδευσις πρὸς τὸ δύνασθαι διακρίνειν τὰ ἀνθρώπινα. καὶ ἡμῖν οὖν, φησὶ, μοῦσα προσομιλεῖ σοφίαν χαριζομένη πρὸς τὸ 〈καὶ〉 ἡμᾶς ἀποφαίνεσθαί τι περὶ τῶν ἀνθρωπίνων: —AB ἀπαίδευτον: —B g ἀντὶ τοῦ ὑπερβάλλειν ὑπερφέρειν: —B i τῶν γεννησάντων τῶν φυτευσάντων: —B i οἱ μέν τ’ ἄτεκνοι δι’ ἀπειροσύναν πολλῶν μόχθων ἀπέχονται οὐχὶ τυχόντες εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν παῖδες: —A μακράν εἰσι μὴ πειρασθέντες: —B i οἷσι δὲ τέκνω ν: τούτους, φησὶν, ὁρῶ τῇ περὶ τοὺς παῖδας ἐπιμελείᾳ συνεχεῖ καταπονουμένους: —AB μελέτ ῃ: ἤγουν τῇ καθημερινῇ ἐπιμελείᾳ: —AB φροντίδι: —B i τὰ χρήματα τὴν οὐσίαν: —B i μετὰ ταῦτα δέ: —B i ἓν δὲ τὸ πάντω ν: δῶμεν γὰρ ὅτι καὶ τὸν βίον αὐτάρκη κέκτηνται καὶ εἰς ἀκμὴν ἡλικίας προῆλθον· εἰ οὖν φθάσας ὁ δαίμων, πρὶν ὄνασθαι τῶν ἀγαθῶν, τούτους ἁρπάσειε, πῶς ἔτι λυσιτελεῖ παῖδας εὔχεσθαι γεννᾶν τοῖς θεοῖς: —A ἀντὶ τοῦ μεῖζον κακόν: —B i ἀρκοῦσαν οὐσίαν: —B g ἀντὶ τοῦ· εἰ κυρήσειεν καὶ τύχοι: —B i τὸ δαίμων τῷ θανάτῳ συναπτέον.
sch Med 1110 δαίμονα γὰρ τὸν θάνατον ὠνόμασεν. φροῦδος δὲ, ἐπεὶ ἄδηλος ἀνθρώποις ὁ θάνατος: —B προπέμπων ἀποκομίζων: —B i πῶς οὖν λύει πρὸς τοῖς ἄλλοι ς : ἡ οὖν συλλαβὴ νῦν σύνδεσμός ἐστι παραπληρωματικὸς ἀντὶ τοῦ δή: —AB i παιδοποιίας: —B g προστιθέναι: —B i τὴν τύχην ἀντὶ τοῦ τὴν ἀπόβασιν τοῦ πράγματος: —B i πνεύμα τ ’ ἠρεθισμένο ν: παρωξυμμένον.
sch Med 1119 οἱ γὰρ πνευματιῶντες ὀξέως καὶ συνεχῶς ἀναπνέουσιν: —AB i τὸ ἆσθμα αὐτοῦ τεταραγμένον: —B i μήτε ναΐα ν: καταχρηστικῶς τὴν ναῦν ἀπήνην ὠνόμασεν· ἀπήνη γὰρ κυρίως ἡ ἅμαξα.
sch Med 1122 ὄχον δὲ λέγει τὸ ὄχημα. ὁ δὲ νοῦς· εἴτε διὰ νεὼς εἴτε δι’ ὀχήματος εἴθ’ ὁπωσοῦν φεῦγε: —AB τί δ ’ ἄξιόν μο ι: ὑφ’ ἓν ἀναγνωστέον.
sch Med 1124 τινὲς δὲ εἰς τὸ τι δέ στίζουσι, τὸ δὲ λοιπὸν κατ’ ἐρώτησιν: —A τί φή ς , φρονεῖς μέ ν: πῶς, φησὶν, εἶπας τοῦτο; ὅτι μὲν γὰρ κατὰ φύσιν φρονεῖς καὶ οὐκ ἐξέστηκας, δῆλον· θαυμάζω δὲ πῶς οὐκ ἀγωνιᾷς ἀκούσασα τὸν βασιλικὸν οἶκον διεφθάρθαι ὑπὸ τῶν σῶν φαρμάκων.
sch Med 1129 [5] ἢ κατ’ ἐρώτησιν προενεκτέον τὸν λόγον· πῶς εἶπας τοῦτο; οὐχὶ μαίνεσθαί σε καὶ παραφρονεῖν ἄν τις νομίσειεν οὐκ ἀγωνιῶσαν ἐπὶ τούτῳ; ἵνα ὁ μέν παρέλκῃ: —AB ἔχω τι κἀγ ώ: κἀγὼ, φησὶν, ἔχω πρὸς τὰς ἐπενεχθείσας μοι μέμψεις παρὰ σοῦ πρόφασιν εὔλογον ἀντεισάγειν, δι’ ἣν εὐλόγως δοκῶ μοι χαίρειν ἐφ’ οἷς ἀπήγγειλας· ἀλλὰ τέως μὴ σπεῦδε ἐπιχειρεῖν.
sch Med 1132 αἰνίττεται δὲ τὸ καὶ αὐτὴν πρότερον ἀδικεῖσθαι ὑπὸ Ἰάσονος: —AB ἐπεὶ τέκνων σῶ ν: ὡς εἴδομεν, φησὶ, τοὺς σοὺς παῖδας τὰ δῶρα προσφέροντας, ἐχάρημεν ἡμεῖς οἱ θεράποντες, οἵτινες ἐλυπήθημεν πρὸ τούτου ἐννοοῦντες τὴν σὴν σκαιὰν τύχην, λέγει δὲ τὸ ἀπεζεῦχθαι τοῦ Ἰάσονος.
sch Med 1136 [5] ὡς οὖν, φησὶν, εἴδομεν τὰ δῶρα κομιζόμενα παρὰ σοῦ, εὐφράνθημεν ἐλπίσαντες ὑμᾶς πεπαῦσθαι τῆς ἔχθρας, ἐπεὶ καὶ πολὺς ἦν ὁ λόγος κατὰ τὴν οἰκίαν διαλελύσθαι ὑμᾶς καὶ τὴν προτέραν φιλονεικίαν εἰς φιλίαν μεταβεβληκέναι: —AB οἵτινες ἐλυπούμεθα 〈διὰ〉 τὴν σὴν ἀπόζευξιν: —B i τὴν φιλονεικίαν διαλύσασθαι: —B i στέγας γυναικῶ ν: τοὺς οἴκους, ἔνθα αἱ γυναῖκες διέτριβον αἱ ταλασιουργοῦσαι, μεθ’ ὧν ἦν καὶ ἡ Γλαύκη ἐπισκοποῦσα τὴν ἐργασίαν.
sch Med 1143 κἀγὼ οὖν, φησὶν, ὑπὸ πολλῆς χαρᾶς συνεισῆλθον τοῖς σοῖς τέκνοις. λείπει δὲ ἡ εἰς, ἵν’ ᾖ· εἰς στέγας: —AB τιμῶμεν: —B g συζυγίαν: —B g πρόθυμον εἶ χ ’ ὀφθαλμό ν: ἀντὶ τοῦ· προθύμως καὶ ἥδιστα ἑώρα τὸν Ἰάσονα.
sch Med 1146 ὡς δὲ εἶδε τοὺς παῖδας, ἀπεστράφη [τὸν Ἰάσονα], τὸ μητρυιᾶς μῖσος εἰς τοὺς προγόνους νοσήσασα: —AB ἱλαρόν: —B g ἀηδισθεῖσα: —B i ὀργὰς ἀφῄρε ι: ἀντὶ τοῦ· μὴ ὀργίζεσθαι τοῖς παισὶ παρῄνει αὐτῇ μηδὲ βδελύττεσθαι τούτους: —AB οὐ μὴ δυσμενή ς: αἱ δύο ἀρνήσεις ἀντὶ μιᾶς κεῖνται, τουτέστι· μὴ δυσμενὴς ἔσο τοῖς φίλοις, ἀλλὰ παῦσαι τοῦ θυμοῦ καὶ ἐπίστρεψον πρὸς αὐτοὺς τὰς ὄψεις: —AB ἀντὶ τοῦ ἐγώ: —B g παρὰ τοῦ πατρὸς αἰτήσῃ: —B i ἡ δ ’ ὡς 〈ἐσ〉εῖδ ε: ἀντὶ τοῦ· οὐκ ἠνέσχετο ἐν τῇ αὐτῇ καταστάσει μεῖναι, ἀλλὰ μετεβλήθη τῆς ἀγριότητος καὶ τοῦ θυμοῦ: —AB ἀλ λ ’ ᾔνε ς ’ ἀνδρ ί: ἀλλὰ συγκατετίθετο πάντα τῷ ἀνδρί: —AB i μακρὰν ἀπεῖνα ι: οὕτως δὲ περιχαρὴς γέγονε τὸν κόσμον ἰδοῦσα καὶ ἕρμαιον ἡγήσατο τὸ δῶρον, ὡς μὴ ἀναμεῖναι τὴν ἀπουσίαν τοῦ Ἰάσονος, ἀλλ’, ἔτι πλησίον ὄντος τοῦ πατρὸς καὶ τῶν παίδων, εὐθὺς λαβοῦσα περιέθετο τὸν κόσμον.
sch Med 1158 [5] ἴσμεν δὲ ὅτι αἱ γυναῖκες οὐκ ἐπὶ παρουσίᾳ τῶν ἀνδρῶν κοσμοῦνται. αὕτη οὖν, φησὶν, ὑπερησθεῖσα τῷ δώρῳ οὐ παρῃτήσατο καὶ παρόντος τοῦ Ἰάσονος περιθέσθαι τὸν κόσμον: —AB ῥυθμίζει συντίθησι καλλωπίζεται: —B i ἄψυχον εἰκ ώ: ἄψυχον εἰκόνα φησὶ τὴν ἐν τῷ κατόπτρῳ φαινομένην μορφήν.
sch Med 1162 [5] σώματος δὲ λέγει τῆς τῷ ὄντι ὄψεως. τὸ δὲ ἑξῆς· πρὸς τὴν ἄψυχον εἰκὼ τοῦ σώματος γελῶσα, τουτέστι χαίρουσα ἐπὶ τῇ ὑποπιπτούσῃ ἐν τῷ κατόπτρῳ εὐμορφίᾳ: —AB ἄψυχον εἰκ ώ: γράφεται προσβλέπουσα σώματο ς: —B ἁπαλὸν ἢ ἐπηρμένον: —B i ἀντὶ τοῦ· ὀρθῷ τένοντι: —B i πλαγία: —B g μόλις φθάνει μὴ χαμαὶ πεσεῖν: —B i νομίσασα: —B g ἢ Πανὸς ὀργά ς: τοὺς ἐξαίφνης καταπίπτοντες ᾤοντο τὸ παλαιὸν οἱ ἄνθρωποι ὑπὸ Πανὸς μάλιστα καὶ Ἑκάτης πεπλῆχθαι τὸν νοῦν.
sch Med 1172 [5] ὁ δὲ νοῦς· καὶ τὶς τῶν θεραπαινῶν γεραιὰ πρότερον ἑωρακυῖα κατὰ τὸ στόμα προϊόντα τὸν ἀφρὸν ἐκστρέφουσάν τε τοὺς ὀφθαλμοὺς καὶ νεκρούμενον τὸ λοιπὸν σῶμα, νομίσασα θεοῦ τινος εἶναι χόλον τὸ τοιοῦτον, ηὔξατο σωθῆναι αὐτήν· εἶτα ὡς εὐχομένης ἐπέτεινε τὸ κακόν, θρῆνον ἠφίει ὡς λοιπὸν ἀπολλυμένης αὐτῆς: —AB ἄλλω ς: τὰ πανικὰ δείματα. τὴν τῶν αἰφνιδίων φόβων καὶ ταραχῶν αἰτίαν τῷ Πανὶ ἀνατιθέασιν: —AB ἀνωλόλυξ ε: ηὔξατο.
sch Med 1173 Ὅμηρος [Ζ 301]· ‘ὀλολυγῇ πᾶσαι χεῖρασ‘: —A ἀνωλόλυξε δὲ, ἀντὶ τοῦ ηὔξατο, μετ’ εὐχῆς ἐβόησε, πρίν γ ’ ὁρ ᾷ, ἀντὶ τοῦ· ἕως ἐθεάσατο, καὶ τὰ ἑξῆς: —B οὐκ ἐνυπάρχον: —B i ἀντίμολπο ν: ἀντίφθογγον, ἐναντίον τῇ εὐχῇ.
sch Med 1176 [5] οὐ γὰρ ταὐτὸν μολπὴ καὶ θρῆνος: —AB εὐθὺς δ ’ ἡ μὲν εἰς πατρό ς: ἡ μὲν τῶν θεραπαινῶν πρὸς τὸν πατέρα ὥρμησε τῆς Γλαύκης ἀπαγγελοῦσα τὸ γεγενημένον· ἡ δὲ πρὸς τὸν Ἰάσονα: —AB ἀντὶ τοῦ· θορύβου πλήρης ἦν ὁ οἶκος: —B i ἤδη δ ’ ἀνέλκω ν: ὡς ἐκ παραδείγματος ἔλαβε τὴν ἔννοιαν, δηλῶσαι βουλόμενος τὴν ὀξύτητα τοῦ κακοῦ· οὕτως δὲ ταχέως ἐπενέμετο αὐτὴν τὸ πῦρ καὶ οὕτως ὀξέως τῶν ὀστῶν αὐτῆς ἀνθήπτετο, ὡς ἂν ὀξύτατος ἵππος ἀνακουφίζων ἑαυτοῦ τὸν πόδα, τουτέστι μεγάλοις καὶ ταχέσι πηδήμασι χρώμενος, [ἵνα] πρὸς τὸ τέλος ἀφίκοιτο τοῦ δρόμου, τουτέστι τὸν καμπτῆρα.
sch Med 1181 [15] τοῦ γὰρ σώματος τὸ τέλος τὰ ὀστᾶ εἰσιν, ὡς τοῦ δρόμου ὁ καμπτήρ: —AB ἄλλω ς: ἤδη δὲ ὡς ταχὺς βαδιστὴς τὸ ὑπέρμετρον ἑαυτοῦ κῶλον ἀνέλκων τῶν τερμόνων τοῦ δρόμου ἀνθήπτετο, τουτέστιν· ἤδη ἡ ταχεῖα νόσος ὀξὺ καὶ ὑπέρμετρον βαίνουσα τῶν μυελῶν αὐτῆς ἀνθήπτετο. ὁ δὲ νοῦς· ἤδη δὲ τὸ πῦρ τῶν ὀστῶν ἀνθήπτετο, ὡς 〈ἂν〉 ταχὺς βαδιστὴς, ἵππος, ταχέως ἀφίκοιτο εἰς τὸν καμπτῆρα. τέλος δὲ τοῦ σώματος τὰ ὀστᾶ: —AB ἄλλω ς : ταχὺς βαδιστή ς: τὸ διάστημα λέγει τὸ γενόμενον αὐτῇ ἐξ οὗ ἄναυδος ἦν μέχρις οὗ ἐφθέγξατο. ὅσην γὰρ δύναται ῥοπὴν καιροῦ ἔχειν ταχὺς δρομεὺς ἀπὸ βαλβῖδος ἀφεθεὶς μέχρι καμπτῆρος, τοσοῦτον καὶ αὕτη ἄναυδος ἦν: —AB κῶλον ἔκπλεθρο ν: πλέθρον ἐστὶ μέτρον γῆς· κῶλον οὖν ἔκπλεθρον μέγα πήδημα ὡς ὑπερβαίνειν πλέθρον: —AB δρομεὺς ἵππος: —B i ὁ στέφανος θαυμαστὴν ῥύσιν τοῦ φθαρτικοῦ πυρὸς ἠφίει: —B i ἀσφαλῶς: —B i τὰς συμπλοκὰς, τὰς συνδέσεις: —B i πλὴν τῷ τεκόντ ι: λείπει τὸ πᾶσι, τουτέστιν· πᾶσιν ἄλλοις σφόδρα δυσεπίγνωστος ἰδεῖν, πλὴν τῷ τεκόντι.
sch Med 1196 [5] μόνος γὰρ οὗτος ἐπεγίνωσκε τὴν Γλαύκην· μόνος γὰρ ὁ τεκὼν ὀξύτερον κατενόει τὴν κόρην. ‘τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὅμως· εὐθὺς δ’ ἀπήμων 〈κραδία〉 κᾶδος ἐπ’ ἀλλότριον‘ Πίνδαρος [Nem. 1, 53]: —AB πάνυ δυσεπίγνωστος καὶ δυσκαταμάθητος. ἠγνόει γὰρ ὁ πατὴρ τὸ συμβάν: —B i γναθμοῖς ἀδήλοι ς: αἱ δὲ σάρκες, φησὶ, τῶν γνάθων κατέρρεον ὑπὸ τῶν ἀδηλοποιῶν φαρμάκων.
sch Med 1201 [5] δοτικὴ δὲ ἀντὶ τῆς γενικῆς. γράφεται 〈 ἀδήλων 〉: —AB † τοῦ Τζέτζο υ: ἐν τοῖς σιαγόσι καὶ τοῖς στόμασι· τινῶν; τῶν φαρμάκων. τὸ σχόλιον δὲ φλυαρεῖ· ὡσανεὶ γὰρ τὰ φάρμακα ὀδόντας εἶχον: —A g τύχην γὰρ εἴχομε ν: ἀντὶ τοῦ· ἡ δυστυχία τῆς Γλαύκης καὶ τὸ περὶ ταύτην πάθος ἐπαίδευεν ἡμᾶς καὶ ἀπέτρεπεν: —AB συμφορᾶς ἀγνωσί ᾳ: ἀγνοῶν ἐκ φαρμακείας εἶναι τὸ πάθος καὶ τὴν εὐμετάδοτον αὐτοῦ φύσιν: —AB καταφιλεῖ προσφωνῶν: —B i τίς τὸν γέροντα τύμβο ν: τὸν πλησίον θανάτου ὄντα, ὠμογέροντα.
sch Med 1209 τύμβους καλοῦσι τοὺς γέροντας παρόσον εἰσὶ πλησίον τοῦ θανάτου καὶ τοῦ τάφου: —AB ἀπεστερημένον σου: —B i γράφεται πόδα ἢ γόν υ: —B i προσείχε θ ’ ὥστε κισσό ς: προσεκεκόλλητο, περιεπλέκετο τοῖς πέπλοις αὐτῆς, ὥσπερ ὁ κισσὸς περιπλέκεται τοῖς περὶ αὐτὸν τυγχάνουσιν ἔρνεσιν: —AB ἡ δ ’ ἀντελάζε τ’: ἡ δὲ ἀντελαμβάνετο ὡς δὴ προσδοκῶσα ἀπαλλαγῆναι τοῦ κακοῦ: —AB εἰ δὲ πρὸς βίαν ἄγο ι: ὅτε δὲ, φησὶν, ἐβούλετο αὐτὸς ἑαυτὸν ἀναστῆσαι βίᾳ, ὁμοῦ καὶ τὰς σάρκας ἀπέσπα: —AB χρόνῳ δ ’ ἀπέστ η: ἡμίφλεκτος δὲ ἀπέστη καὶ ὕστερον ὑπὸ ὀδύνης ἀπέθανεν: —AB i ἐπικρατέστερος: —B g ποθεινὴ δακρύοισ ι: οἷον· συμφορὰ ὄντες ποθεινὴ πρὸς δάκρυα καὶ θρῆνον κεῖνται.
sch Med 1221 ἀντὶ τοῦ ἀξιοδάκρυτος συμφορά. οὓς ἄν τις ἰδὼν ποθήσειε δακρῦσαι, ἐλεεινοὺς ὄντας τῷ θεάματι: —AB καί μοι τὸ μὲν σὸν ἐκποδώ ν : τὸ σόν ἀντὶ τοῦ σύ.
sch Med 1222 [10] σὺ〉 αὐτ ὴ , φησ ὶ , ὑ φ ’ οὗ ἤκουσας ἀρτίως λόγο υ , ἐκποδὼν γενοῦ καὶ φύγ ε · πειραθήσῃ γὰρ αὐτὴ τιμωρία ς . τὸ οὖν λόγου ἀντὶ τοῦ· ὑπὸ τοῦ λόγου καὶ ὧν σοι ἀπήγγειλα, φρούδη γίνου. ζημίας δὲ ἀποστροφήν τὴν ἀντανάκλασιν τῆς συμφορᾶς ἧς δέδρακας, καταληψομένην σε. ὁ δὲ πᾶς νοῦς οὕτως· καὶ σὺ μὲν αὐτὴ ὑπὸ τοῦ ἐμοῦ λόγου πεισθεῖσα φεῦγε. εἰ γὰρ μὴ φύγοις, τῇ πείρᾳ γνώσῃ ἐπαναστρεφομένην εἰς σὲ τὴν ζημίαν καὶ συμφοράν: —AB ἄλλω ς: τὸ κατὰ σὲ ἔξω ἔστω τοῦ λόγου, ὅ ἐστι· τὸ κατὰ σὲ οὐκ ἐξεργάσομαι τῷ λόγῳ· αὐτὴ γὰρ γνώσῃ τὰ λοιπὰ ἐκ τῆς εἰς σὲ ἀνακυκλουμένης ζημίας: —AB γνώσῃ γὰρ αὐτ ή: γράφεται γλώσσ ῃ, οἷον· τῇ ἑαυτῆς γλώσσῃ καὶ φλυαρίᾳ ὄψει καταληψομένην σε τιμωρίαν: —AB τὰ θνητὰ δ ’ οὐ νῦν πρῶτο ν: τοῦτο εἶπεν, ἐπεὶ τινὲς τῶν σοφῶν μεγάλα δύνασθαι τοὺς ἀνθρώπους ἔφησαν καὶ λογισμῷ δευτέρους εἶναι θεῶν.
sch Med 1224 [5] Ὅμηρος μὲν γὰρ [Β 169. 407 Κ 137] Ὀδυσσέα καλεῖ ‘Διὶ μῆτιν ἀτάλαντον‘, Πίνδαρος δὲ φησὶν οὕτως [Nem. 6, 5]· ‘ἀλλά τι προσφέρομεν ἔμπαν φυὰν ἢ μέγαν νόον ἀθανάτοισ‘. εἰ οὖν, φησὶν, ἔδοξέ τισι μεγάλα περὶ τῶν ἀνθρώπων ὑπονοεῖν, ἀλλ’ οὖν ἐγὼ σκιὰν ἡγοῦμαι: —AB οὐθέν: —B g τιμωρίαν: —B i θνητῶν γὰρ οὐδείς ἐστι ν: εὐδαίμονά φησι τὸν ἄχρι τέλους ἀπείρατον κακῶν: —AB ἐπιγενομένου: —B i ὃ προεῖπε περὶ τῶν παίδων: —B i καὶ μὴ σχολὴν ἄγουσα ν: διατριβὴν βραδύτητα.
sch Med 1238 πάλιν δὲ τῷ συνήθει σχήματι ἐχρήσατο, καὶ ἔστιν ἀντὶ τοῦ ἀγούσῃ: —AB ἕρπε πρὸς βαλβῖδ α: βαλβὶς κυρίως ἡ τῶν δρομέων ἄφεσις.
sch Med 1245 ἄγε δὴ οὖν, ὦ Μήδεια, πρὸς ἄφεσιν ὅρμα καὶ ἀρχὴν δυστυχοῦς βίον· λέγει δὲ τῶν τέκνων τὸν φόνον: —AB ἰὼ Γᾶ τε καὶ παμφαή ς: ἰδὼν ὁ χορὸς ὅτι πάντως ἔδοξε τῇ Μηδείᾳ φονεῦσαι τὰ τέκνα καὶ ὅτι δυσχερὲς ἦν αὐτῷ τὸ κωλῦσαι τὸ ἐγχείρημα, ἐπικαλεῖται τοὺς θεοὺς παρακλητικοῖς λόγοις εἰς τὸ κωλῦσαι αὐτήν.
sch Med 1251 [5] καὶ Ἥλιον μὲν ἐπικαλεῖται ὡς πρόγονον Μηδείας καὶ ὅτι [λ 109 μ 323] ‘πάντ’ ἐφορᾷ καὶ πάντ’ ἐπακούει‘, τὴν δὲ Γῆν ὡς μέλλουσαν δέχεσθαι τῆς μιαιφονίας τὸ αἷμα: —AB κατίδετε τὰν οὐλομένα ν: κατοικτείρατε καὶ ἐλεήσατε ἀποβλέψαντες καὶ προνοήσασθε, δι’ οὗ τρόπου κωλυθῇ τοῦ φόνου τῶν παίδων: —AB γονᾶς ἔβλαστ ε: ἀντὶ τοῦ· ἐβλάστησαν ἔφυσαν.
sch Med 1256 ἐπεὶ ἡ Μήδεια ἔκγονος Ἡλίου, οὗτοι δὲ ἐκ Μηδείας: —AB τὸ γένος. ἐπεὶ οὖν φόβος ἐστὶ τὸ θεῖον αἷμα ὑπὸ ἀνθρώπων πεσεῖν, καὶ σὺ αὐτῇ Ἥλιε τιμώρησαι: —AB ἔξε λ ’ οἴκων φονία ν: τὸ ἑξῆς· ὑπέξελε τῶν οἴκων τὴν φονίαν Ἐρινὺν 〈ὑπὸ〉 τῶν ἀλαστόρων: —AB τάλαιναν τ ’ Ἐρινύ ν: αὐτὴν φησὶ τὴν δαίμονα, οὐ τὴν Μήδειαν.
sch Med 1260 ὑπείληπται γὰρ τῶν τοιούτων κακῶν αἰτία εἶναι ἡ Ἐρινύς. τάλαιναν δὲ, τὴν τάλανας ποιοῦσαν: —AB μάταν μόχθο ς: μάτην, φησὶν, ὑπὸ δαιμόνων πονηρῶν ἀπόλλυται τὰ τέκνα μηδὲν ἐπταικότα.
sch Med 1261 μόχθος δὲ τέκνων ὁ μοχθηρὸς βίος. περιφραστικῶς τὰ 〈τέκνα παρόσον δεῖ δι’ αὐτὰ〉 κακοπαθεῖν: —AB πετρῶν ἀξενωτάτω ν: περιφραστικῶς τὴν Προποντίδα, παρόσον οἱ προσβάλλοντες τῷ τόπῳ κακῶς διατίθενται: —AB τί δὴ τεθύμωσαι τὴν ψυχήν: —B i προσπελάζει.
sch Med 1266 τοῖς τέκνοις: —B i λείπει τὸ ἔστι: —B i αὐτοφόνταις συνῳδ ά: τοῖς αὐτοχειρίοις σύμφωνα τούτοις καὶ ἄξια παρὰ τῶν θεῶν ἐστι προσπίπτοντα κακά.
sch Med 1269bis [5] ὁ δὲ νοῦς· χαλεποὶ οἱ φόνοι τοῖς αὐτοχειρίοις, τουτέστι· χαλεπὸν μίασμα ὁ τῶν ὁμογενῶν φόνος τῷ τετολμηκότι. τὸ ἑξῆς· ξυνῳδὰ θεόθεν ἐπὶ δόμοις πίτνοντα ἄχη. χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιάσματα ἐπὶ γαῖαν αὐτοφόνταις: —AB ἀκούεις βοά ν: τοῦτο πρὸς ἀλλήλας αἱ ἀπὸ τοῦ χοροῦ φασι κατ’ ἐρώτησιν· τὸ δὲ ὦ κακοτυχὲς γύναι ἰδίως πρὸς τὴν Μήδειαν ἀναπεφώνηται.
sch Med 1273 [5] τὸ δὲ παρέλθω δόμους πάλιν πρὸς ἀλλήλας κατ’ ἐρώτησιν· τὸ δὲ ἀρῆξαι φόνον δοκεῖ μοι τέκνοις κατὰ ἀπόφασιν: —AB τοῦ ἀφύκτου θανάτου.
sch Med 1278 τῶν δικτύων: —B i πετρίνη ἢ σιδηρᾶ: —B i ἅτις τέκνων ὧν ἔτεκε ς: ἥτις τὸν ἄροτον τῶν τέκνων, ὧν ἔτεκες, αὐτόχειρι θανάτῳ κτενεῖς: —AB τὴν γονὴν καὶ τὸ σπέρμα: —AB i Ἰνὼ μανεῖσα ν: Ἰνὼ κατὰ χόλον τῆς Ἥρας μανεῖσα ἔρριψεν ἑαυτὴν εἰς τὴν θάλασσαν ἅμα τῷ υἱῷ αὑτῆς Μελικέρτῃ.
sch Med 1284 [15] ἐμίσει γὰρ πάντας τοὺς Θηβαίους ἡ Ἥρα, ὅτι παρ’ αὐτοῖς ἐτέχθη ὁ Διόνυσος. καὶ αὐτὸς δὲ ὁ Διόνυσος ἐξέμηνε τὰς τούτων γυναῖκας, μὴ προσιεμένων αὐτὸν ὕστερον τῶν Θηβαίων, ἴσως δὲ καὶ τοῦτο τῆς Ἥρας ἐργασαμένης. οἱ μὲν οὖν ἱστοροῦσι τῷ παιδὶ συγκατενεχθῆναι τὴν Ἰνὼ εἰς τὴν θάλασσαν· Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα τῶν δύο παίδων γενομένην, Λεάρχου καὶ Μελικέρτου, αὑτὴν ὕστερον εἰς τὴν θάλασσαν ῥῖψαι. φασὶ δὲ ἐκβρασθέντας εἰς Κόρινθον αὐτοὺς ἀναληφθῆναι 〈καὶ〉 προστάξει τοῦ Σισύφου [ὡς καὶ] ἀγῶνα Ἴσθμιον ἐπὶ Μελικέρτῃ κατὰ χρησμὸν τεθῆναι τοῦτον ἑωρακότος: —AB ἄλλω ς: κατὰ χόλον τῆς Ἥρας Ἀθάμας κατετόξευσε Λέαρχον, τὸν ἐξ Ἰνοῦς γενόμενον αὑτῷ παῖδα. καὶ αὐτὴ δὲ ἡ Ἰνὼ μανεῖσα ὑπὸ τῆς Ἥρας (ὤργιστο γὰρ αὐτῇ, ὅτι ἐτεθηλάκει τὸν Διόνυσον) τὸν ἕτερον ἑαυτῆς παῖδα ἐξαρπάσασα Μελικέρτην, ἥλατο σὺν αὐτῷ εἰς τὴν θάλασσαν. Εὐριπίδης δέ φησιν αὐτὴν αὐτόχειρα γενομένην Λεάρχου καὶ Μελικέρτου, ὕστερον εἰς τὴν θάλασσαν ἁλέσθαι: —AB τί δή πο τ ’ οὖ ν: τοῦ χεῖρα ἐπιβαλεῖν τοῖς τέκνοις τί χεῖρον ἂν γένοιτο: —AB i καὶ μέχρι παιδοκτονίας χωρησάσῃ: —AB i ὅσα δὴ βροτοῖ ς: ὅσα τοῖς ἀνδράσι κακὰ εἰργάσω: —AB i ἀντὶ τοῦ πέφευγεν: —B i δεῖ γάρ νι ν: δεῖ αὐτὴν ἢ καταταρταρωθῆναι ἢ ἀναπτῆναι, εἰ ἄρα πέποιθε μὴ δώσειν δίκην: —AB ἀντὶ τοῦ· φεύξεσθαι ἀτιμώρητος: —B οὐχ οὕτως ἔχει: —B μητρῷον ἐκπράσσοντε ς: δίκην ἀπαιτοῦντες αὐτοὺς ὑπὲρ οὗ εἰργάσατο φόνου ἡ τούτων μήτηρ: —AB ἐκδικοῦντες: —B i τὸ ἑξῆς· παῖδες σέθεν τεθνᾶσι μητρῴᾳ χειρί: —B ῥήξατε τοὺς μοχλοὺς, λύσατε τὴν ἁρμονίαν τῶν θυρῶν: —B τὴν δὲ τίσομαι φόν ῳ: λείπει ὁ καί, καὶ τὸ ἴδω ἀπὸ κοινοῦ.
sch Med 1316 καὶ τήνδε τίσομαι, φησίν. διπλοῦν δὲ κακόν ἢ τὸν θάνατόν φησι τῶν δύο τέκνων ἢ 〈καὶ〉 τὴν Μήδειαν: —AB ἄνω ἐπὶ ὕψους ἑστῶσα ταῦτα λέγει: —AB ἀντὶ τοῦ· οὐ δυνήσῃ κατασχεῖν ἡμᾶς οὐδὲ καταλαβεῖν.
sch Med 1320 ἔχομεν γὰρ ὄχημα πρὸς ἀποφυγὴν τῶν πολεμίων. ἐπὶ ὕψους γὰρ παραφαίνεται ἡ Μήδεια, ὀχουμένη δρακοντίνοις ἅρμασι καὶ βαστάζουσα τοὺς παῖδας: —B ἀντὶ τοῦ Ἐρινύν: —B ἐπήγαγον: —B i κτανοῦσα γὰρ δὴ σὸν κάσι ν: παρὰ τὴν ἑστίαν γὰρ ἀνεῖλε τὸν Ἄψυρτον.
sch Med 1334 ἢ ἐπὶ τῷ βωμῷ τῆς Ἀρτέμιδος, ὡς [καὶ] Ἀπολλώνιός [4, 452 sq.] φησιν, ἢ ἐπ’ οἴκου ἐν τῇ πατρίδι, ὡς Καλλίμαχος [frg. 411]: —AB δεικτικῶς ἀντὶ τοῦ ἐμοί· ἑαυτὸν γὰρ δείκνυσι: —B οὐκ ἔστιν ἥτις τοῦ τ’: διασύρει τὸ βάρβαρον γένος.
sch Med 1339 οὐκ ἂν, φησὶ, τοῦτό τις τῶν Ἑλληνίδων γυναικῶν ἔδρασεν: —AB τῆς Τυρσηνίδο ς: τῆς Σικελικῆς· Τυρσηνὸν γὰρ πέλαγος Σικελίας: —AB ἐκ τούτων φανερός ἐστιν Εὐριπίδης τὴν τοῦ Ὀδυσσέως πλάνην περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν ὑπειληφὼς γεγονέναι: —AB ὅτι δοκεῖ τὸν στίχον τοῦτον εἰπὼν Εὐριπίδης ἐκβεβλῆσθαι· διὸ κεχίασται: —B μακρὰ [ν ] ἂν ἐξέτειν α: μακρὰ ἂν ἐξέτεινα ῥήματα ἐναντία τοῖς σοῖς λόγοις: —AB i ἀντὶ τοῦ ἄνευ αἰτίας.
sch Med 1357 ἢ γράφεται καὶ ἀνατ ί, ἤτοι ἀτιμωρητὶ καὶ ἄνευ ἄτης: —B i συγκοινωνεῖς μοι τῆς ἀτυχίας: —B i ἀντὶ τοῦ· λυσιτελεῖ δέ μοι τὸ ἄλγος, ἕως σὺ μὴ ἐγγελᾷς: —B i τῇ κακίᾳ, ἤτοι τῇ λαγνείᾳ καὶ ἀκρασίᾳ, τοῦ πατρὸς ἀπολώλατε: —B i νεωστὶ γεγονότες.
sch Med 1366 ἢ οἱ νεωστὶ δαμασθέντες: —B i ἥτις γε σώφρω ν: ναὶ, φησὶν, ἐκείνῃ ἥτις σώφρων: —AB οἵ δ ’ εἰσὶ ν , ὤμο ι: μεταξὺ ἀναπεφώνηκεν εἰς ὑπόμνησιν τῶν τέκνων ἐλθών: —AB i βάξιν νῦν εἴρηκε τὴν ὁμιλίαν: —B i χωρισμοί: —B i συγχώρησον: —B i Ἀκραίας θεο ῦ: τῆς ἐν τῇ ἀκροπόλει τιμωμένης.
sch Med 1379 [5] ὡς φαρμακὶς δὲ καὶ λαθεῖν ἠδύνατο πράττουσα: —A Ἀκραῖα πένθιμος ἑορτὴ παρὰ Κορινθίοις. Ἀκραία δὲ εἴρηται παρὰ τὸ ἐν ἀκροπόλει ἱδρῦσθαι: —AB ἄλλω ς: ἔνθα καὶ ἡ αἲξ εὗρε τὴν μάχαιραν, ἀφ’ ἧς ἡ παροιμία: —A ἐκεῖ γὰρ ἐβασίλευεν ὁ Σίσυφος: —A τύμβους ἀνασπῶ ν: ἀσεβὲς γὰρ τὸ ἀνορύττειν τάφους: —A τῇ Κορίνθῳ λέγει· Σίσυφος γὰρ προπάτωρ Κορινθίων: —B i σεμνὴν ἑορτή ν: ἐγὼ, φησὶν, περιποιήσω αὐτοῖς πάνδημον ἑορτὴν ἐν ᾗ πανηγυρίσουσιν οἱ Κορίνθιοι.
sch Med 1382 [5] θύουσι δὲ αὐτοῖς καὶ Ἀργεῖοι κατὰ χρησμόν: —AB καὶ τέλη προσάψομε ν: λιμωξάντων Κορινθίων ἔχρησεν ὁ θεὸς τιμῆσαι τοὺς τῆς Μηδείας παῖδας. ἐγὼ οὖν, φησὶ, περιποιήσω αὐτοῖς πάνδημον ἑορτήν: —A Αἰγεῖ συνοικήσουσ α: λέγεται μετὰ τὸ ἐκβεβλῆσθαι τῆς Κορίνθου σὺν τῷ Αἰγεῖ εἰς Ἀθήνας οἰκῆσαι: —AB i κακὸς κακῶ ς: τὸ ἀκροστόλιον γὰρ τῆς Ἀργοῦς ἀνέθηκεν Ἰάσων τῇ Ἥρᾳ.
sch Med 1386 [1] ποτὲ δὲ εἰσιόντος αὐτοῦ εἰς τὸ ἱερὸν, πεσὸν ἀνεῖλεν αὐτόν. λειψάνῳ οὖν φησὶ μέρει τινὶ τῆς Ἀργοῦς: —A ἄλλω ς: ἱστορεῖται Ἰάσων τέλει τοιούτῳ χρήσασθαι. κοιμώμενον γὰρ αὐτὸν ὑπὸ τὴν Ἀργὼ κατασαπεῖσαν ὑπὸ πολλοῦ χρόνου, μέρος τι ταύτης ἐκπεσὸν κατὰ τῆς κεφαλῆς ἔκρουσεν: —AB ἄλλω ς: οἱ μὲν λέγουσι κατὰ Μηδείας [χόλον ἢ] κέλευσιν ὑπὸ τῇ πρύμνῇ τῆς Ἀργοῦς καταδαρθέντα τὸν Ἰάσονα τελευτῆσαι, ἐμπεσόντος αὐτῷ ξύλου. Νεόφρων δὲ ξενικώτερον ἀγχόνῃ φησὶ τελευτῆσαι· τὴν γὰρ Μήδειαν παράγει πρὸς αὐτὸν εἰποῦσαν [frg. 3]· ‘τέλος φθερεῖς γὰρ αὑτὸν αἰσχίστῳ μόρῳ, δέρῃ βροχωτὸν ἀγχόνην ἐπισπάσας. τοία σε μοῖρα σῶν κακῶν ἔργων μένει, δίδαξις ἄλλοις μυρίας ἐφ’ ἡμέρας θεῶν ὕπερθε μήποτ’ αἴρεσθαι βροτούσ‘: —B ἀπατήσαντος τὴν ξένην: —B i μιαρά: —B i τοῦ σώματος: —B i μάτην εἶπας τοῦτο: —B γράφεται ἰὼ Ζε ῦ , τά δ ’ ἀκούει ς: —B καθὸ ἐνδέχεται: —B ἐπιφθέγγομαι: —B ἀναβοῶν τοὺς θεοὺς καὶ ἐπικαλούμενος: —B μὴ γεννήσας: —B ταῦτα ὡς ἀπὸ τοῦ χοροῦ ἐστι λεγόμενα: —B πρὸς διάφορα ἀντίγραφα Διονυσίου ὁλοσχερὲς καί τινα τῶν Διδύμου: —B ΥΠΟΘΕΣΙΣ ΑΛΚΗΣΤΙΔΟΣ Ἀπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν ὅπως ὁ Ἄδμητος, τελευτᾶν μέλλων, παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ.
arg Alc 1 (t) [5] καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδωκεν ἑαυτὴν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετ’ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν ἐπορεύθη ἐπὶ τὸν τάφον καὶ τὸν Θάνατον ἀποστῆναι ποιήσας, ἐσθῆτι καλύπτει τὴν γυναῖκα· τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγε. μὴ βουλομένου δὲ ἐκείνου, ἔδειξεν ἣν ἐπένθει: —AB Ἄλκηστις, ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βιασαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρ’ οὐδετέρῳ κεῖται ἡ μυθοποιία. τὸ δρᾶμα ἐποιήθη ιζ . ἐδιδάχθη ἐπὶ Γλαυκίνου ἄρχοντος ὀλ〈υμπιάδος πε ἔτει β 〉. πρῶτος ἦν Σοφοκλῆς, δεύτερος Εὐριπίδης Κρήσσαις Ἀλκμέωνι τῷ διὰ Ψωφῖδος Τηλέφῳ Ἀλκήστιδι. εἰσιδ * ἐχορήγει. τὸ δὲ δρᾶμα κωμικωτέραν ἔχει τὴν καταστροφήν. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φεραῖς, μιᾷ πόλει τῆς Θετταλίας· ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων πρεσβυτῶν ἐντοπίων, οἳ [καὶ] παραγίνονται συμπαθήσοντες ταῖς Ἀλκήστιδος συμφοραῖς. προλογίζει δὲ Ἀπόλλων: —AB τὸ δὲ δρᾶμά ἐστι σατυρικώτερον ὅτι εἰς χαρὰν καὶ ἡδονὴν καταστρέφει [παρὰ τοῖς τραγικοῖς] 〈καὶ〉 ἐκβάλλεται ὡς ἀνοίκεια τῆς τραγικῆς ποιήσεως ὅ τε Ὀρέστης καὶ ἡ Ἄλκηστις, ὡς ἐκ συμφορᾶς μὲν ἀρχόμενα, εἰς εὐδαιμονίαν 〈δὲ〉 καὶ χαρὰν λήξαντα, 〈ἅ〉 ἐστι μᾶλλον κωμῳδίας ἐχόμενα. 〈πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τραγικοῖσ〉: —A ΣΧΟΛΙΑ ΕΙΣ ΑΛΚΗΣΤΙΝ ἐξιὼν ἐκ τοῦ οἴκου τοῦ Ἀδμήτου προλογίζει ὁ Ἀπόλλων ῥητορικῶς: —A ὦ δώμα τ ’ Ἀδμήτε ι’: ἡ διὰ στόματος καὶ δημώδης ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρ’ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης· οὕτως δέ φησι καὶ Ἡσίοδος [frg.
sch Alc 1 [20] 112] καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις [frg. 16]. Φερεκύδης [frg. 76] δὲ οὔ φησι τοὺς Κύκλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοὺς υἱοὺς αὐτῶν, γράφων οὕτως· ‘παρ’ αὐτόν‘, τὸν Ἄδμητον, ‘ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς κελεύσαντος, ὅτι κτείνει τοὺς Βρόντεω καὶ Στερόπεω καὶ Ἄργεω παῖδας. κτείνει δὲ αὐτοὺς Ἀπόλλων Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυνῷ ἐν Πυθῶνι. ἀνίστη γὰρ ἰώμενος τοὺς τεθνεῶτασ‘. Ἀναξανδρίδης δὲ ὁ Δελφός [frg. 5 FHG III p. 107] φησι θητεῦσαι αὐτὸν, διότι τὸν ἐν Πυθοῖ δράκοντα ἀνεῖλεν. Ῥιανὸς [p. 180 Mein.] δέ φησιν ὅτι ἑκὼν ἐδούλευσεν αὐτῷ ἐρῶν τοῦ Ἀδμήτου. καὶ περὶ μὲν τῆς Ἀπόλλωνος θητείας ταῦτα. Ἀπολλόδωρος δέ φησι κεραυνωθῆναι τὸν Ἀσκληπιὸν ἐπὶ τῷ τὸν Ἱππόλυτον ἀναστῆσαι, Ἀμελησαγόρας [frg. 2] δὲ ὅτι Γλαῦκον, Πανύασσις [frg. 19] 〈δὲ〉 ὅτι Τυνδάρεων, οἱ δὲ Ὀρφικοὶ ὅτι Ὑμέναιον, Στησίχορος [frg. 16] δὲ ἐπὶ Καπανεῖ καὶ Λυκούργῳ, Φερεκύδης δὲ ἐν τῇ η τῶν Ἱστοριῶν [frg. 8] 〈διὰ τὸ〉 τοὺς ἐν Δελφοῖς [φησι] θνῄσκοντας αὐτὸν ἀναβιώσκειν, Φύλαρχος [frg. 17] δὲ διὰ τοὺς Φινείδας, Τελέσαρχος [frg. 1] δὲ δι’ Ὠρίωνα, Πολύαρχος δὲ ὁ Κυρηναῖος [FHG IV p. 479] διὰ τὸ τὰς Προίτου θυγατέρας αὐτὸν ἰάσασθαι [κεραυνωθῆναί φησιν]: —AB θῆσσα ν: θητικὴν δίαιταν: —B αἰνέσα ι: εὐαρεστῆσαι καταδέξασθαι: —B οὗ δὴ χολωθεί ς: ἀνθ’ οὗ, τοῦ Ἀσκληπιοῦ: —B τέκτονα ς: τὸν Στερόπην τε καὶ Ἄργην: —B εἰς ἐκδικίαν τῶν Κυκλώπων: —B ἐβουφόρβουν ξέν ῳ: ἔνεμον· ἀπὸ τοῦ διαφέροντος ζῴου, τοῦ βοός.
sch Alc 8 [5] Ὅμηρος [Λ 244] ‘πρῶθ’ ἑκατὸν βοῦς δῶκε‘. παρὸ καὶ ἀλφεσιβοίας τὰς γυναῖκας ἔλεγον [Σ 593] ἐκ τοῦ καλλιστεύοντος ζῴου καὶ Βουκολικὰ ἐπιγέγραπται τὰ Θεοκρίτου καὶ τὴν Ἀρκαδίαν βούνομον προσαγορεύουσι, καίτοι οὐ μόνον αὐτὴν βόες κατενέμοντο. οὕτω δὲ διεῖχε τὸ ζῷον ὥστε καὶ τὸ ἱπποφορβεῖν βουκολεῖν ἔλεγον· ‘τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο‘ [Υ 221]: —AB ἐς τό δ ’ ἡμέρα ς: μέχρι τέλους ταύτης τῆς ἡμέρας.
sch Alc 9 μέχρι τοῦ δεῦρο: —B προσυπακουστέον τὸ λάτρις ἢ τὸ θής: —B Μοίρας δολώσα ς: Αἰσχύλος Εὐμενίσι [713.
sch Alc 12 [5] 714. 719. 720]· τοιαῦτ’ ἔδρασας καὶ Φέρητος ἐν δόμοις, 〈Μοίρασ〉 ἔπεισας ἀφθίτους θεῖναι βροτούς. σύ τοι παλαιὰς διανομὰς καταφθίσας οἴνῳ παρηπάτησας ἀρχαίας θεάς: —A οἴνῳ γὰρ ταύτας, φασὶ, τῶν λογισμῶν ἀπαγαγὼν ἐξῃτήσατο Ἄδμητον, οὕτω μέντοι ὥστε ἀντιδοῦναι ἑαυτοῦ ἕτερον τῷ Ἅιδῃ: —Laur. 31, 15. 32, 2 μήτηρ Ἀδμήτου Κλυμένη: —A g B i ἐγγὺς τοῦ ἀποθανεῖν οὖσα: —A g B i ἐγὼ δὲ μὴ μίασμ α: τὸ ἑξῆς· ἐγὼ δὲ λείπω μὴ μίασμά με καταλάβῃ.
sch Alc 22 δοκοῦσι μιαίνεσθαι οἱ θεοὶ ὅταν παρῶσι νεκρῷ: —A σωματοποεῖ αὐτόν: —A g B i συμμέτρω ς: εὐκαίρως μετρήσας τὴν ἡμέραν ἐν ᾗ πέπρωται αὐτὴν ἀποθανεῖν.
sch Alc 26 οἷον· κατὰ τὸν οἰκεῖον ὅρον, κατὰ τὸ δέον: —AB ὁ Θάνατος ὁρᾷ τὸν Ἀπόλλωνα πρὸ θυρῶν καὶ δέδοικε μὴ αὐτὴν ῥύσηται τοῦ θανάτου, ὥσπερ τὸν Ἄδμητον: —AB ἡ πρός ἀντὶ τῆς παρά: —B i ἀποσπῶν ἀφορίζων: —B i οὐκ ἤρκεσέ σο ι: οὐκ ἤρκεσέν σοι τὰς Μοίρας τῇ δολίῳ τέχνῃ ἀπατήσαντα τὸν μόρον Ἀδμήτου διακωλῦσαι: —AB τέχν ῃ: μεθύσας γὰρ αὐτὰς ᾔτησε παρ’ αὐτῶν ἀντὶ Ἀδμήτου ἄλλον ἀποθανεῖν: —A ἐπὶ τῇ Ἀλκήστιδι: —A g B i ἥτις, Πελίου παῖς: —A g B i νῦν οὐκ ἀδικῶ σε· θάρρησον, φησί: —A g B i εἰ μετὰ τοῦ δικαίου, φησὶ, φθέγγῃ, τίς ἡ αἰτία τῶν τόξων: —A g B τὸν Ἄδμητον: —B g εἰ οὐκ ἀφείλου αὐτόν, πῶς οὐ τέθνηκεν: —A g B i εἰς τοῦτό με δύνῃ πεῖσαι, τὸ φονεύειν ὃν πέπρωται: —A g B i τοῖς μέλλουσι θάνατο ν: τοῖς γεγηρακόσι.
sch Alc 50 [5] τούτους γὰρ λέγει 〈τῷ〉 μέλλουσ ι. βραδύνουσιν γὰρ ἐν τῇ ζωῇ: —AB ἄλλω ς: οὐ χρὴ κτείνειν ὃν πέπρωται, ἀλλὰ μᾶλλον πρὸς ἔλεον ῥέπειν καὶ μόνοις 〈τοῖσ〉 γέρουσι θάνατον ἐπάγειν: —AB ἄλλω ς: οὐχὶ 〈εἰσ〉 τοῦτό σε θέλω πεῖσαι, τὸ κτείνειν, ὃν ἂν χρῇ (τοῦτο γὰρ ὡμολόγηται), ἀλλ’ εἰς τὸ τοὺς γεγηρακότας ἀναιρεῖν: —AB ἄλλω ς: οὐχὶ ἐγώ σε λέγω φονεύειν δεῖν ὃν πέπρωται, ἀλλὰ τοῖς γεγηρακόσι θάνατον ἐμβάλλειν: —AB οὐκ ἔστ ι · τιμαῖ ς: ὅταν γὰρ τιμὰς λάβωσιν οἱ νεκροί, ὁ Θάνατος ἥδεται.
sch Alc 53 Ὅμηρος [Π 457. 675]· ‘τύμβῳ τε στήλῃ τε· τὸ γὰρ γέρας ἐστὶ θανόντων‘: —AB οὔ τοι πλέον γ’: ἐάν τε νῦν αὐτὴν λάβῃς, ἐάν τε γεγηρακυῖαν, ἔχοις 〈ἄν〉 τι πλέον ἢ μίαν ψυχὴν λαβεῖν: —AB νέων φθινόντω ν: ὁ Θάνατός φησιν ἐπὶ νέων τελευτώντων ** , καθὸ ἐν τούτοις αὐτοῦ δείκνυται ἡ ἰσχὺς καὶ ἡ δύναμις, οὐ τῆς φύσεως διὰ γῆρας τούτους καταβαλούσης, ἀλλὰ αὐτοῦ καταπαλαίσαντος τὴν νεότητα.
sch Alc 55 [10] ἢ καθὸ δείκνυται καθαρὸς καὶ ἀδωροδόκητος ταῖς Μοίραις ὑπηρέτης, ὑπερορῶν δωρεὰς καὶ θυσίας προσφερομένας ὑπὲρ αὐτῶν· ‘μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ [Aeschyl. frg. 161]‘. ἢ καθὸ μέγας ὁ θρῆνος καὶ πολλὰ τὰ δάκρυα καὶ ἀξιοπενθὲς τὸ πάθος καὶ μήκιστος ὁ χρόνος, μὴ μαλάσσων τὴν συμφοράν. ὁ δὲ Ἀπόλλων, καίτοι νοήσας τὸ λεχθὲν, παραλογίζεται τὸν Θάνατον φάσκων ὅτι κἂν γραῦς ὄληται ἡ Ἄλκηστις, ἀξίως ταφήσεται, τὸ μεῖζον γέρας λέγων ἐπὶ πολυτελοῦς ταφῆς· ὅθεν ὁ Θάνατός φησι· νόμον σὺ προβάλλῃ τὸ πλουσίως θάπτεσθαι τοὺς ἔχοντας καὶ τοῦτο νομίζεις γέρας ἐμόν, ἐγὼ δὲ γέρας φημὶ τὸ ἐπὶ νέοις νεανιεύεσθαι: —AB ἡ Ἄλκηστις δηλονότι: —A g B i κἂν γραῦς ὄλητα ι: εἰ τιμή σοι γίνεται ἀποθανεῖν τινας δι’ ὧν εἰς αὐτοὺς [τινὲς] τιμὰς ποιοῦσι, 〈τοῦτο〉 καὶ γραυσὶ γίνεται· μᾶλλον 〈οὖν〉 γραῦς φόνευσον.
sch Alc 56 [5] οἷον· ἐὰν γηράσῃ ἡ Ἄλκηστις, τότε φόνευσον αὐτήν· καὶ γὰρ τότε σοι τιμὴ ἔσται: —A πρὸς τῶν ἐχόντω ν , Φοῖβ ε: ὁ μὲν Ἀπόλλων λέγει ἐπὶ τῆς Ἀλκήστιδος ὅτι ἐὰν γενομένη γραῦς ἀποθάνῃ, πλουσίως θάπτεται· ὁ δὲ καθόλου ἔλαβε καὶ φησί· τὸν νόμον τίθης, ὦ Ἄπολλον, ὑπὲρ τῶν πλουσίων λέγων· ἀγοράσουσι γὰρ οἱ πλούσιοι γέροντας εἰς θάνατον· διὸ Ἀπόλλων αὐτόν φησιν πανούργως εἰρηκέναι: —AB ἀντὶ τῆς ὑπέρ ἡ πρό ς: —B i γράφεται πέφυκα ς: —A g γράφεται λέληθας ὤ ν: —B g ὄνοιν τ ’ ἄ ν: μέμφοιντο ἂν τὴν ἐμὴν δύναμιν οἱ ἐν γήρᾳ τελευτῶντες διὰ τὸ αὐτοὺς ἀγοράζειν τὴν ζωήν, τουτέστιν· οὐ γενήσομαι τίμιος.
sch Alc 59 [5] οἱ γὰρ νέοι τελευτῶντες μᾶλλον ἐμοὶ τιμὴν προσνέμουσιν: —A ἄλλω ς: παρὰ τῶν πολυχρονίων ἀγοράσειαν ἂν οἱ πλούσιοι τὸν ἐκείνων χρόνον ὥστε αὐτοὺς βραδέως ἀποθανεῖν. ἀγοράσειαν ἂν γηραιοὺς οἷς πάρεστι τὸ θανεῖν, ἐὰν τοῦτο συγχωρήσω: —A τὸ ἑξῆς· τοῖος ἀνὴρ τοῦ Εὐρυσθέως μεταπέμψαντος τὸ ὄχημα [ἐκ] Θρῄκης ἐκ τόπων: —B κοὔ θ ’ ἡ πα ρ ’ ἡμῶ ν: καὶ οὔτε ἡμεῖς ἕξομέν σοι χάριν ἀλλὰ καὶ ἃ βουλόμεθα πράξομεν: —AB i ὡς κατάρξομαι ξίφε ι: κατάρξομαι ἀντὶ τοῦ ἀπάρξομαι: —A ἀπαρχὴν τῶν τριχῶν λάβω, ὡς ἔθους ὄντος τὸν Θάνατον τοῦ μέλλοντος ἀποθνῄσκειν τὴν κόμην τέμνειν ξίφει· ὃν οὐκέτι δυνατὸν ἦν ζῆν: —AB ἱερὸς γὰρ οὗτο ς: οὗτος γὰρ ὁ ἄνθρωπος ἀφιερωμένος ἐστὶ τοῖς καταχθονίοις δαίμοσιν, οὗ ἂν τὸ ξίφος μου τὴν τρίχα τέμῃ: —AB ὅτου τό δ ’ ἔγχο ς: ἐκεῖνος, φησὶν, οὐκέτι ἐκφεύγει τὸν θάνατον οὗ τὸ ἔγχος κόψῃ τὴν τρίχα.
sch Alc 76 ἡ δὲ μεταφορὰ ἀπὸ τῶν θυομένων προβάτων, ἐπειδὴ πρῶτον τοὺς μαλλοὺς κόπτουσιν: —A ἐκ γερόντων Φεραίων ὁ χορός.
sch Alc 77 διαιρεῖται δὲ εἰς δύο ἡμιχόρια: —A g B i ἐμοὶ πᾶσί τ ’ ἀρίστ η: καὶ ἐμοὶ καὶ πᾶσι δόξασα γυνὴ ἀρίστη εἰς τὸν αὑτῆς ἄνδρα γεγενῆσθαι: —A γόον ὡς πεπραγμένω ν: ὡς τοιούτων συντετελεσμένων ἢ γεγονότων κατὰ τὴν Ἄλκηστιν: —AB i μετακύμιος ἄτα ς: βοηθὸς παυστικός.
sch Alc 91 [5] ἡ γὰρ μεταφορὰ ἀπὸ τῆς γαλήνης τῆς γινομένης μετὰ τὰ κύματα τῆς θαλάσσης: —A ἄλλω ς: γαληνὸς, εὐδιεινὸς, μετὰ τὸ κῦμα κατάστασιν παρέχων: —AB ἄλλω ς: εἴθε, φησὶν, ὦ Παιὰν, μεταξὺ τοῦ κύματος τῆς ἄτης ταύτης φανείης: —AB ἄλλω ς: ὥσπερ λέγομεν μεταίχμιον τὸ μεταξὺ δύο στρατευμάτων, οὕτως μετακύμιον τὸ μεταξὺ δύο κυμάτων: —AB ἀλλ’ εἰ ἦν, φησὶν, ἀποθανοῦσα, οὐκ ἂν ἐσιώπων ἐν τοῖς οἴκοις: —A g B οὐ δὴ πρὸ τῶν οἴκων ἔλαθεν ἡμᾶς προκομισθεῖσα: —AB πόθεν οἶδας ὅτι οὐκ ἐξηνέχθη; οὐ γὰρ ἐγὼ αὐχῶ, ἤτοι θαρρῶ: —A g B πῶς ἂν ἔρημον τάφο ν: οὐκ ἂν, φησὶν, ἔρημον τὸν τάφον καὶ ἥσυχον Ἄδμητος ἐποίησεν ὥστε μηδένα γνῶναι: —AB ἄλλω ς: πῶς χωρὶς ὄχλου τὴν ἐκφορὰν 〈ἂν〉 ἐποιήσατο Ἄδμητος, ἀγαθῆς γυναικὸς ἐκφορὰν ποιούμενος: —AB πυλῶν πάροιθε δ’: ὁπότε τις ἀποθάνοι, πρὸ τῶν πυλῶν γάστρας πληροῦντες ὕδατος ἐτίθεσαν καὶ κλάδους δάφνης, ἵνα οἱ ἐξιόντες περιρραίνοιντο.
sch Alc 98 [5] ἐκάλουν δὲ τὰ τοιαῦτα ὄστρακα Δωριεῖς μὲν κύμβαλα, Ἀθηναῖοι δὲ ἀρδάνια. 〈ἐν〉 ἑνὶ 〈δὲ〉 σημείῳ τε χρῶνται τοῦ συμβεβηκότος καὶ τοῖς ἐξιοῦσιν ἀφαγνισμὸν εὔλογον πορίζουσιν, ἵνα οἱ παραγενόμενοι τῶν ἐπιτηδείων ἢ διακονήσεως ἢ παραμυθήσεως ἕνεκα περιρραινόμενοι καθαρθῶσι καὶ πρὸς τοὺς ἑαυτῶν ἐπανίωσι μηδενὸς ἐμποδίζοντος: —A πηγαῖο ν: παροξυτόνως τὴν πηγαῖον χερνίβα, τὴν ὕδατος πηγαίου πεπληρωμένην λεκάνην: —AB οὔτις ἐπὶ προθύροι ς: οὐδεὶς δὲ ἐν τοῖς προθύροις ἄνθρωπος τετμημένος ἐστὶ τὴν τρίχα.
sch Alc 101 ἢ θρὶξ πρὸ τῶν θυρῶν οὐκ ἔστι τετμημένη: —AB πένθει πιτνε ῖ: συμβαίνει εἴθισται, τὸ ἀποκείρεσθαι.
sch Alc 103 [5] ἐπὶ γὰρ πένθει τὸ παλαιὸν ἀπέκειρον τὰς τρίχας: —A νεολαί α: ἡ νέα. κυρίως δὲ ὁ ἐκ τῶν νέων ὄχλος· νῦν δὲ τὴν ἀκμάζουσαν καὶ εὔτονον χεῖρα σημαίνει. λέγει δὲ ὅτι οὐδὲ κτύπος ἐστὶ χειρῶν γυναικῶν· νέων δὲ, διὰ τὸ μᾶλλον αὐτῶν ἐξακούεσθαι καὶ ἰσχύειν τὸν κτύπον: —AB καθήψω τῶν φρενῶν: —B i διακναιομένω ν: τῶν ἀγαθῶν φθειρομένων δεῖ πενθεῖν.
sch Alc 109 κνῆστις γὰρ ἡ μάχαιρα: —AB i ἀλ λ ’ οὐδὲ ναυκληρία ν: οὐδ’ 〈ἂν〉 εἰ πλεύσαιμεν ἵνα μαντείαν λάβοιμεν, δυναίμεθ’ αὐτῇ βοηθεῖν: —AB ἄλλω ς: οὐδὲ ἔστιν ὅποι τις γῆς πέμψας πλοῦν παραλύσειε τῆς δυστήνου Ἀλκήστιδος τὴν ψυχήν.
sch Alc 112 [5] πλησιάζει γὰρ ὁ θάνατος καὶ καιρὸν οὐκ ἔχομεν διακονεῖν τῇ προθυμίᾳ: —AB ἄλλω ς: ἀλλ’ οὐδὲ πλοῦν [ὃν] ἄν τις στείλας ἢ ἐπὶ τῆς Αἴας, πόλεως Κολχίδος, ἢ ἐπὶ τῆς Λυκίας ἢ ἐπὶ τῆς Ἀμμωνιάδος, τῆς Λιβύης, ἔνθα ἱερὸν τοῦ Διός, δυνήσεται τὸν θάνατον ἀπαλλάξαι τῆς ψυχῆς αὐτῆς: —A ἄνυδρος γὰρ ἡ Ἀμμωνιακή: —A g B i παραλύσαι ψυχή ν: παραλύσειεν αὐτὴν τῆς δυστήνου ψυχῆς, ἀντὶ τοῦ θανάτου.
sch Alc 117 ἢ γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ἵν’ ᾖ· τῆς δυστήνου τὴν ψυχὴν σώσειε καὶ παύσειε τῶν κακῶν: —AB πλησιάζει γὰρ, καταλαμβάνει: —B i μόνος δ ’ ἄ ν , εἰ φῶ ς: τουτέστιν· εἰ ἔζη ὁ υἱὸς τοῦ Ἀπόλλωνος, ὁ Ἀσκληπιός, εἶχεν ἂν καταλιπεῖν τοῦ Ἅιδου τὰς πύλας ἡ Ἄλκηστις, ἀντὶ τοῦ· εἶχεν αὐτὴν ἂν ζωοποιῆσαι: —A ἃ ἔδει ποιεῖν, τετέλεσται τῷ Ἀδμήτῳ· τί δέ; τὸ εὔξασθαι 〈καὶ〉 τὸ θῦσαι τοῖς θεοῖς: —B ὅλος λέγει ὁ χορὸς ταῦτα: —B i τὸ μὲν πενθεῖν καὶ πρὸ τοῦ πάθους συγγνώμης ἄξιον· λυπεῖται γάρ: —B i καὶ ζῶσα ν: ψυχορραγεῖ γάρ: —B i προπεπτωκυῖα προνενευκυῖα εἰς θάνατον: —B i ἐπὶ τοῖς εἱμαρμένοις τὰ προσήκοντα ὁ ἀνὴρ ποιεῖ.
sch Alc 148 ἢ ἐπ’ αὐτῇ τῇ Ἀλκήστιδι: —B ὡς πρὸς τὴν Ἑστίαν λέγουσαν αὐτὴν 〈παρεισάγει〉.
sch Alc 163 μετέβη δὲ ἐκ τοῦ ἐξηγητικοῦ ἐπὶ τὸ μιμητικόν: —B ὀρφανοτροφῆσαι ἐπιτροπεῦσαι.
sch Alc 165 καὶ ὀρφανιστὰς τοὺς ἐπιτρόπους λέγουσιν: —B ἀπὸ πτόρθων λαμβάνουσα φόβην μυρσίνης, ὅ ἐστι τὰ φύλλα τῆς μυρσίνης: —B οὐδὲ τὸ ἐπιὸν τοῦ φόβου τοῦ θανάτου μετέστησε τὴν εὐειδῆ φύσιν τοῦ χρώματος, ἀντὶ τοῦ· οὐδὲ ὠχρίασεν: —B τὰ τῆς παρθενίας κορεῖα, ὅ ἐστιν· ἔνθα κόρη οὖσα ἔλυσα τὴν παρθενίαν: —B τὸ ἑξῆς· ὦ λέκτρον, χαῖρε: —B ἐμοῦ μὲν οὐ σωφρονεστέρα, εὐτυχὴς δ’ ἴσως: —B τῷ πλήθει τῶν δακρύων: —B ἔξωθεν τοῦ [προνωπίου] θαλάμου: —B προσηγόρευσεν: —B i ἀντὶ τοῦ· προσηγορεύθη: —B i καὶ εἰ μὲν συνέβη αὐτὸν ἀποθανεῖν, μία 〈ἂν〉 ἦν ἡ λύπη, τὸ θανεῖν [καὶ αὐτόν]· νῦν δὲ ἐκφυγὼν τὸν θάνατον, ἀνεπίληστα ἔχει τὰ κακά: —B τὴν ἰσχὺν τῆς χειρὸς παραλελυμένη: —B i παρίστανται μὲν γὰρ πάντες ὡς ὑπήκοοι, οὐκ εὐμενεῖς δέ: —B i τίς ἂν πόρος τῶν κακῶν ἡμῖν γένοιτο ἢ πῶς ἢ ποῦ: —B i ἔξεισί τις ἀγγέλλων αὐτὴν 〈ζῆν〉 ἢ θανοῦσαν ὀδύρωμαι: —B i πόριζ ε: ἀπὸ κοινοῦ τὸ μηχανά ν: —B i καὶ πρῴην γὰρ τούτου, τοῦ θανάτου, εὗρες μηχανὴν δι’ ἧς τὸν Ἄδμητον ἔσωσας: —B ἃ πέπονθας, ἄξια καὶ σφαγῆς ἐστιν: —B καὶ μεῖζον τοῦ βρόχῳ ἀποθανεῖν τινα.
sch Alc 229 βρόχῳ δὲ οὐρανίῳ ἀντὶ τοῦ μετεώρῳ: —B i οὐκ εὖ· κατὰ γὰρ τὴν ὑπόθεσιν ὡς ἔσω πραττόμενα δεῖ ταῦτα θεωρεῖσθαι: —B i παρὰ τὸν καταχθόνιον Ἅιδην: —B i ἐκ τῶν παλαιῶν τεκμαιρόμενος καὶ τὰ νῦν 〈βλέπων〉: —B i ἀντιστρόφως εἴρηκεν, ἀντὶ τοῦ· οὐράνιαί τε νεφέλαι [διὰ] δίνης δρομαίου, τῆς ἀειδινήτου περιφορᾶς: —B τοῦτό φησιν ἀποδεικνύων ὡς τῶν εἰς θεοὺς ἁμαρτανόντων ἐκκοπτομένων: —B μαρτυρεῖ καὶ Δοῦρις ἐν τῇ ιϛ τῶν Μακεδονικῶν [frg.
sch Alc 249 28] ὅτι ἐν Ἰωλκῷ ἐνυμφεύθη. Ἰωλκοῦ γὰρ Πελίας ἐβασίλευσεν: —B εἰκῆ φασι δεδόσθαι τὰ περὶ τῆς ἐν τῷ Ἀχέροντι πορθμείας: —B καλεῖ με, φησὶν, ὁ Χάρων ταῦτα λέγων· τί μέλλεις; ἐπείγου· σὺ κατέχεις: —B i ταῦτα ἠπειγμένως ἔχων ταχύνει: —B i ἀποδημίαν: —B i ἐπειδὴ περὶ πλοίου ὁ λόγος: —B ὦ ἀθλία Ἄλκηστι: —B ἄγει με νεκύων ἐς αὐλὰν πτερωτὸς Ἅιδης: —B προβαίνεις εἰς ὁδὸν τοῖς φίλοις οἰκτρὰν, ἐκ δὲ τῶν φίλων ἐμοὶ μάλιστα οἰκτράν: —B παῖδες Ἀδμήτου Εὔμηλος καὶ Περιμήλη: —B ὡς κατεχομένη ὑπὸ τοῦ Χάρωνος λέγει: —B i ὦ πόσι, οὐκέτι ἀντέχω· ὁ γὰρ Ἅιδης πλησίον: —B ὁρῴητε.
sch Alc 272 γένοιτο, φησὶ, χαίροντας ὑμᾶς τόδε φάος ὁρᾶν: —B μὴ προδῷς με πρὸς τῶν παίδων, οὓς μέλλεις ὀρφανοὺς καταλιπεῖν, ἐὰν ἀποθάνῃς: —B Ἄδμητε, λέξαι σοι θέλω: —B ἀλλ’ ἐξόν μοι σοῦ ἀποθανόντος ἄνδρα ἔχειν μέγιστον τῶν Θεσσαλῶν, οὐκ ἠθέλησα: —B ἀντὶ τοῦ ἥκοντος· ὅ ἐστιν· καιροῦ αὐτοῖς ἥκοντος εἰς τὸ ἀποθανεῖν ἀπογεγηρακόσιν: —B ἀποθανόντος σοῦ οὐδὲ φυτεύειν ἠδύναντο ἕτερα τέκνα: —B γράφεται φιτύσει ν: —B i ἐπετρόπευες, τῆς κατὰ τὴν [ὡς] ὀρφανίαν τροφῆς προέστης: —B ἀνάγαγε ἀπόδειξον: —B i κακὴ παρ’ ἐμέ: —B i τὸ καθόλου: —B i καὶ περὶ μὲν τοῦ ἄρσενος οὐδὲν ἔχω πλέον λέγειν· ἱκανὸς γάρ ἐστι παῖς ἄρσην ἑαυτῷ βοηθεῖν· παρρησίαν γὰρ ἄγει πρὸς τὸν πατέρα.
sch Alc 311 σὺ δὲ, θήλεια, πῶς παρθενεύσῃ ἄρα: —B φήμην ψόγον: —B g ὅπου, ἐν τῷ τοκετῷ: —B i οὐκ εἰς τὴν αὔριον τοῦ μηνὸς τούτου οὐδὲ εἰς τὴν μεταύριον: —B τὸ ἀποθανεῖν: —B i ἐν τοῖς νεκροῖς: —B i γυναῖ κ ’ ἀρίστη ν: ἐμέ: —B δηλονότι ἀρίστης· ὡς εἴ τις λέγοι· ἀστεῖος ὁ ἀνὴρ καὶ ἡ γυνή, ἀστεία δηλονότι: —B ὑπὲρ τούτου: —B i οὐχ ἅζομα ι: οὐκ εὐλαβοῦμαι, οὐκ ἀπέχομαι.
sch Alc 326 [5] καὶ Ὅμηρος [Ε 830]· ‘μηδ’ ἅζεο θοῦρον Ἄρηα‘. ὁ δὲ νοῦς οὕτως· θάρσει, ὅτι ποιήσει πάντα ὁ ἀνὴρ καὶ οὐ γαμήσει ἑτέραν· οὐκ εὐλαβοῦμαι γὰρ ἐγγυῆσαι αὐτόν: —B οὐδεμία ἄλλη γυνὴ ἐρεῖ μοι, ὦ πόσι· οὐ γὰρ λήψομαι: —B τινὲς πάνυ, τινὲς δὲ ὁμοίως: —B i διὰ τί γαμῶ ὁπότε παῖδας ἔχω; ἕως τοῦ παίδων δεῖ στίζειν, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς τὰ ἑξῆς.
sch Alc 334 δηλοῖ δὲ ὅτι οὐ προσδέομαι ἑτέρων παίδων: —B οἴσω δὲ πένθο ς: οὐ μέχρι [ὅλου τοῦ] ἐνιαυτοῦ πενθήσω σε, ἀλλὰ μέχρι ὅλου τοῦ αἰῶνός μου: —B μισῶν τὴν μητέρα.
sch Alc 338 αἰωνίως καὶ αὐτὴν μισῶν ὡς καὶ τὸ πένθος αἰώνιον ἔχω: —B σὺ δ ’ ἀντιδοῦσ α: δοῦσα ὑπὲρ τῆς ἐμῆς ψυχῆς τὴν σὴν ψυχήν: —B παύσω δὲ κώμου ς: ἀντὶ τοῦ· οὐκέτι κωμάσω σοι: —B οὐ γάρ πο τ ’ οὔ τ ’ ἂν βαρβίτο υ: εἶδος ὀργάνου μουσικοῦ ὁ βάρβιτος, βαρυτέρας ἔχοντος τὰς χορδάς.
sch Alc 345 καὶ ἔστιν οἱονεὶ βαρύμιτός τις ὤν: —B οὔ τ ’ ἂν φρέ ν ’ ἐξαίροιμ ι: οὐ πείσαιμ’ ἂν τὴν ἐμὴν φρένα λακεῖν πρὸς Λίβυν αὐλόν· ὅ ἐστιν 〈ᾄδειν πρὸς αὐλόν〉.
sch Alc 346 [5] οἱ γὰρ ἀρχαῖοι καὶ πρὸς αὐλὸν ᾖδον: —B πρὸς Λίβυν λακεῖ ν: Λίβυν τὸν αὐλόν φησιν· ἐκ γὰρ τῶν ἐν Λιβύῃ λωτίνων λεγομένων καλάμων ὁ αὐλὸς γίνεται. ἢ ὅτι ἐπὶ Τρίτωνι, τῷ ποταμῷ τῆς Λιβύης, εὑρέθη: —B εἰ δὲ εἶχον τὸ μέλος τοῦ Ὀρφέως πρὸς τὸ σὲ λαβεῖν κηλήσαντα τὴν Κόρην ἢ τὸν Πλούτωνα, καὶ τοῦτο ἂν ἐποίησα: —B εἰ δ ’ Ὀρφέως μοι γλῶσσ α: Ὀρφέως γυνὴ Εὐριδίκη, ἧς ἀποθανούσης ὑπὸ ὄφεως κατελθὼν καὶ τῇ μουσικῇ θέλξας τὸν Πλούτωνα καὶ τὴν Κόρην, αὐτὴν ἀνήγαγεν ἐξ Ἅιδου: —B ἐντελοῦμαι γὰρ ἐν τοῖς αὐτοῖς σοροῖς σὺν σοὶ ἐμὲ θάψαι: —B τὸ ταύτης πένθος συνοίσω.
sch Alc 369 ἀξία γὰρ αὕτη τοῦ πενθεῖσθαι: —B ἀντὶ τοῦ μὴ γαμήσειν: —B i πρὸς τὸ μὴ εἰσαγαγεῖν ἄλλην τινά: —B i νέα οὖσα δηλονότι: —B i ὁ χρόνος θεραπεύσει σε: —B i ὑπὸ τοῦ θανάτου: —B οὕτω 〈ταχέωσ〉 ἀποθανοῦμαι ὥστε μηκέτι με οὖσαν νόμιζε: —B οὐχ ἑκοῦσα προλείπω αὐτούς: —B ὡς αὐτῆς καταπεσούσης τὸ ἀπωλόμη ν: —B ταύτην καλεῖς τὴν οὔτε κλύουσαν οὔτε ὁρῶσαν: —B ὑμεῖς καὶ ἐγώ· πρὸς τὸν Εὔμηλον καὶ τὴν ἀδελφὴν αὐτοῦ: —B νέος καὶ ἔρημος λείπομαι φίλης μητρός: —B ἀπὸ μεταφορᾶς τῶν μόνων στελλομένων πλοίων.
sch Alc 407 μονόστολος οὖν ἀντὶ τοῦ ἔρημος: —B ὡσεὶ ἔλεγε· συνόμαιμε συναδελφὲ, τοσαῦτα ἔτλης ὅσα ἐγώ: —B εἰς γάμον ἐπὶ ἀνωφελείᾳ συνῆλθες: —B i πρὸ τοῦ δέοντος καιροῦ: —B i ἀνάγκη γὰρ ἀποθανεῖν· ὡς τοῦ Ἀδμήτου ὑπό τε τοῦ πάθους τῆς γυναικὸς καὶ τοῦ θρήνου τῶν παίδων συγχυθέντος πρὸς αὐτὸν 〈τοῦτο λέγει〉: —B οὐκ ἐξαίφνης μοι αὕτη ἡ συμφορὰ ἐπῆλθεν, ἀλλὰ προειδότι: —B ποιήσομαι ἐκφορὰν τοῦ νεκροῦ· [παραμείνατε] διὸ παραμεῖναι ὀφείλετε: —B θρῆνον ἐφ’ ᾧ οὐ σπένδουσιν ὥσπερ ἐν τοῖς παιᾶσιν: —B κοινωνεῖν: —B g κελεύω αὐτοὺς μετέχειν τοῦ πένθους τῷ κεκάρθαι καὶ μελανειμονεῖν: —B ἀζύγους.
sch Alc 428 κέλητας: —B g τὸν οἶκον τοῦ Ἅιδου: —B i γινωσκέτω ὁ Ἅιδης καὶ ὁ Χάρων, ὃς ἐπὶ τῇ κώπῃ καὶ τῷ πηδαλίῳ ἵζει, ἀρίστην γυναῖκα πορθμεύσας εἰς τὴν Ἀχερουσίαν λίμνην: —B χέλυ ν: τὴν λύραν.
sch Alc 447 [5] ἀπὸ γὰρ χελώνης ὀρεινῆς ἡ λύρα ἐστίν. εἰσὶ δὲ καὶ ἔνυδροι· διὸ ὀρείαν εἶπεν: —B τουτέστι· μετὰ λύρας 〈καὶ ἄνευ λύρασ〉. καὶ παρὰ Σοφοκλεῖ ἐν Αἴαντι Λοκρῷ [frg. 15] ‘καὶ πεζὰ καὶ φορμικτά‘. καὶ πεζαὶ δέ τινες ἑταῖραι λέγονται, αἳ χωρὶς ὀργάνου εἰς τὰ συμπόσια φοιτῶσιν: —B ἑπτάτονος χέλυς λέγεται ἡ ἑπτάχορδος: —B περικυκλοῦται· κυκλοειδὴς γὰρ ὁ χρόνος.
sch Alc 449 καὶ Ὅμηρος [Θ 404. 418] ‘περιτελλομένους ἐνιαυτούσ‘: —B μετεωριζομένης πλησιφαοῦς τῆς σελήνης, ἐν πανσελήνῳ τῆς ἑορτῆς ἀγομένης: —B καὶ ἄλλω ς: εὐφυῶς τὴν πλησιφαῆ διὰ τὸ ἀειρομένας παννύχου ἐδήλωσεν.
sch Alc 450 ὅτε γὰρ πανσέληνόν ἐστι, δι’ ὅλης νυκτὸς φέγγει: —B ποταμὸς καθ’ Ἅιδου ὁ Κωκυτός: —B i ἀντὶ τοῦ· διὰ τῆς κώπης ἀνενεγκεῖν σε: —B i εἴη σοι ἡ ἐπικειμένη σποδὸς ἀνώδυνος: —B εἰ θελήσειε γαμῆσαι: —B i συμβίου σὺν ἐμοὶ οἰκῆσαι μελλούσης: —B i ἡ τοιαύτη γαμετή: —B i ἐπεὶ εἰς κώμας ἦσαν διῃρημένοι, ὅ ἐστιν εἰς φυλάς: —B εἰπὲ τίς σε χρεία πέμπει προσβῆναι Φεραῖον ἄστυ, πόλιν Θεσσαλῶν: —B ὑπηρετῶ: —B g διὰ τί πλανᾶσαι: —B i τέθριππον.
sch Alc 483 ἀντὶ τοῦ τετράορον, ὅταν ὦσιν τέσσαρες ἵπποι ἐζευγμένοι. καὶ συνωρὶς δὲ, ὅταν ἕτερος ἑτέρῳ συνεζευγμένος ᾖ. ἀπὸ τούτου καὶ συνάορος ἡ γυνὴ λέγεται, ἡ συνηρτημένη καὶ συνεζευγμένη: —B ἢ κρατήσεις ἢ κρατηθήσῃ.
sch Alc 488 οὐ γὰρ χωρὶς αἵματος προβήσεταί σοι ὁ ἀγών: —B εἰ συμβῇ σοι κρατῆσαι τοῦ δεσπότου τῶν ἵππων, τί πλέον πράξεις καὶ ὠφεληθήσῃ, ὅπου γε οἱ ἵπποι ἀδάμαστοί εἰσιν: —B μαγειρεύουσιν.
sch Alc 494 ἄρταμος γὰρ λέγεται ὁ μάγειρος: —B βορὰν λεόντων, οὐχ ἵππων λέγεις: —B i ὁ θρέψας τοὺς ἵππους τίνος ἐστὶν πατρὸς παῖς: —B i ἀπὸ τῶν ὅπλων τοὺς ὁπλίτας φησίν: —B πέλτη ἀσπίς ἐστιν ἴτυν μὴ ἔχουσα: —B ὁ δαίμων οὐδέποτέ μοι εὐοδεῖ, ἀλλὰ πρὸς τὸ ἄναντες καὶ δύσκολον ὁδοιπορεῖ.
sch Alc 500 τὰ γὰρ ὑψηλὰ δυσχερῆ ἐστιν: —B Περσέως Ἠλεκτρύων, οὗ Ἀλκμήνη, ἧς Ἡρακλῆς: —B θέλω μὲν χαίρειν, ἀλλὰ διὰ τὸ συμβὰν οὐ δυνάμεθα χαίρειν: —B φίλον, βουλόμενόν με χαίρειν: —B ζῇ μὲν γὰρ, φησὶ, τῷ δὲ προσδοκᾶν αὑτὴν ἀποθανεῖν οὐ ζῇ: —B ἕως οὗ συμβῇ, ὑπέρθου τὰ δάκρυα: —B κεχώρισται, φησὶ, τὸ εἶναι τοῦ μηκέτ’ εἶναι καὶ τοῦ ζῆν τὸ τεθνάναι: —B i σὺ λέγεις τὸ μήπω γενόμενον οὐκ ὀφείλειν ὡς ὂν λογίσασθαι· ἐγὼ δὲ τὸ ἐσόμενον ὡς ὂν λογίζομαι: —B τί 〈δῆτα〉 κλαίει ς: ἐπειδὴ ἀορίστως εἶπεν ὁ Ἄδμητος θάπτειν τι ν ’ ἐν τῇ δ ’ ἡμέρᾳ 〈μέλλω〉 νεκρό ν, [εἶτα] ἐπήγαγεν ὁ Ἡρακλῆς· μή τι ἡ Ἄλκηστις ἀπέθανεν; 〈εἶτά〉 φησιν ὁ Ἄδμητος ὅτι λυποῦμαι καὶ δι’ ἐκείνην, μέλλουσαν τελευτᾶν.
sch Alc 530 [5] εἶτα ὁ Ἡρακλῆς· μὴ πρόκλαιε τὴν γυναῖκα, τίς δὴ ὄντως ὁ ἀποθανών; εἶτα ὁ Ἄδμητός φησιν ὅτι γυνή τις 〈ἡ〉 τεθνηκυῖα, περὶ ἧς ἔλεγον· θάπτειν τινὰ μέλλω νεκρόν: —B γυνή τις τέθνηκε· περὶ γυναικὸς δὲ καὶ ἀρτίως ἐμνημόνευσεν θάπτειν τινὰ ἐν τῇ δ ’ ἡμέρᾳ μέλλω νεκρό ν: —B εἰς οὓς εἰσιέναι σε δεῖ: —B i παρακεῖσθαι: —B ξένους ὑποδέχεσθαι: —B g οὐκ 〈ἂν〉 ἐπῄνεσάς με: —B i τὴν ἄνυδρον.
sch Alc 560 ἢ πολυπόθητον· ἡ γὰρ δίψα εἶδος ἐπιθυμίας: —B θαυμάζων τοῦ ἀνδρὸς τὸ φιλόξενον ταῦτα λέγει: —B τῶν πλαγίων καὶ ἀνακεκλιμένων ὀρῶν: —B ποιμενικὰς ᾠδὰς δι’ ὧν ἦγεν τὰ βοσκήματα εἰς τὸ ἀλλήλοις μίγνυσθαι: —B τῇ τῶν μελέων ἡδονῇ: —B τοιγὰρ, ὦ Ἄδμητε, διὰ τὸν Ἀπόλλωνα, ἔχεις ἑστίαν πολυθρέμμονα: —B Θεσσαλίας λίμνη πλησίον Φερῶν.
sch Alc 590 λέγεται δὲ καὶ Νεσσωνίς: —B ὅρον τίθεται: —B i τὸ ἑξῆς· κνεφαῖον αἰθέρα: —B καὶ ἄλλω ς : κνεφαίαν τὴν δύσιν ὅπου ὁ Ἥλιος κατὰ κνέφας ἵστησι τοὺς ἵππους καὶ καταλύει: —B κρατεῖ δὲ καὶ ἐπὶ τὴν Αἰγαίωνα ἀκτὴν τὴν πόντιον καὶ ἀλίμενον: —B διύγρῳ διὰ τὰ δάκρυα: —B τὸν νεωστὶ ἐν τοῖς θανοῦσι γενόμενον.
sch Alc 600 τὸν νεκρὸν τῆς φιλίας ἀλόχου, τὸν ἀρτιθανῆ: —B πᾶν τὸ τῆς σοφίας ἔργον ἐν τοῖς ἀγαθοῖς ἐστι: —B ἀντὶ τοῦ δύσκολον: —B g ἀντὶ τοῦ λυσιτελεῖν: —B i οὔτ’ ἐκάλεσά σε ἐλθεῖν ἐνταῦθα οὔτε τὴν σὴν παρουσίαν ὡς φίλου ἀρνοῦμαι: —B ὁποῖος εἶ, ἔδειξας ἐλεγχθείς: —B i ἐμαυτὸν ἀρνοῦμαι σὸν εἶναι παῖδα: —B ἀντὶ τοῦ περὶ πάντων, ὡς τὸ [Α 287] ‘ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι‘: —B γέρων ὤν: —B i τὸ ἀποθανεῖν ὑπὲρ υἱοῦ: —B ἀπὸ τοῦ ζῆμι καὶ ὁ παρακείμενος ἔζην: —B i στερηθείς: —B g διὰ τί οὖν ἐφιλοψύχησας, καίτοι ἀπολαύσας: —B οἱ γὰρ διάδοχον μὴ καταλιπόντες λυποῦνται μάλιστα: —B ἀντὶ τοῦ ἤμην: —B i οὐ μὴν ἐρεῖς γε ὡς θανεῖν με προύδωκας ἀτιμάζοντα τὸ σὸν γῆρας.
sch Alc 658 τὸ γὰρ ἀτιμάζων ἀντὶ τοῦ ἀτιμάζοντα: —B ἀντὶ τοῦ· οὐ φυτεύσεις· γέρων γὰρ εἶ.
sch Alc 662 [5] ὥστε, εἰ ἀπέθανον ἐγώ, ἄπαις σὺ ἔμελλες εἶναι: —B καὶ ἄλλω ς: οὐκ ἂν ἀναβάλλοιο σπείρων παῖδας, ἀντὶ τοῦ· σπεῦσαι ὀφείλεις ταχέως σπεῖραι παῖδας γηροβοσκούς· ἐγὼ γὰρ οὐκέτ’ εἰμὶ ὁ σός. ὃ καὶ ἄμεινον: —B τέθνηκα γὰρ δὴ τοὐπί ς’: ὅσον τὸ κατὰ σέ, τέθνηκα: —B τίνα αὐχεῖς κακοῖς ἐλαύνειν; πότερον Λυδὸν ἢ Φρύγα ἀργυρώνητον σέθεν: —B φορτικοὺς λόγους: —B i οὐκ ἄπει βαλὼν ἡμῖν τὰς ὕβρεις, ἀλλὰ καὶ ἀκούσῃ: —B οὐ παρείληφα νόμον παρὰ τοῦ πατρὸς ὥστε ἀντὶ τῶν παίδων ἀποθνῄσκειν: —B πρὸς τὸ εἰρημένον ὑπὸ Ἀδμήτου ἀντίθεσις [649] βραχὺς δέ σοι πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνο ς: —B ἀτολμίαν: —B i πανούργως: —A g B g εἰ τὴν παροῦσα ν: εἰ ἃς λήψῃ γυναῖκας, πείσεις ὑπὲρ σοῦ ἀποθνῄσκειν: —AB λέ γ ’ ὡς ἐμο ῦ: λέγε ὡς καὶ ἐμοῦ κακῶς λέξαντος, δι’ ὧν οὐκ ἠθέλησας ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —AB σοῦ δἄ ν: σοῦ δὴ ἄν, καὶ ἐν συναλοιφῇ σοῦ δἄ ν.
sch Alc 710 ἐκτατέον οὖν τὸν ἄν. ὁ δὲ νοῦς· οὐ νῦν ἁμαρτάνω, ἀλλ’ εἰ ὑπὲρ σοῦ ἀπέθνῃσκον: —AB σὺ πρέσβυς, ἐγὼ νέος: —A g B καὶ σὺ μίαν ἔχων ψυχὴν οὐκ ὀφείλεις ὑπὲρ δύο ζῆν: —A g B καὶ μὴν Διός γε μείζο ν’: καὶ ζήσειας μείζονα παρὰ 〈τὸν〉 τοῦ Διὸς χρόνον.
sch Alc 713 ὁ γὰρ μήν καὶ ἄν παρέλκει. ἢ· ἔζησας τοσοῦτον χρόνον ὅσον ἔχει ὁ Ζεύς: —A ἀλ λ ’ οὐ σὺ νεκρόν γ’: σὺ, φησὶν, οὐκ ἤρας τοῦ ζῆν ἑτέραν ἀντὶ σοῦ ἀποστείλας: —A δι’ ὧν ἕτερος ἀπέθανεν ὑπὲρ ἐμοῦ, σοῦ μὴ θελήσαντος: —A οὐ δυνήσῃ τοῦτο λέγειν ὅτι ὑπὲρ ἡμῶν ἀπέθανεν: —A g B εἴ θ ’ ἀνδρὸς ἔλθοι ς: εἴθε χρείαν μοῦ ἔσχες ἵνα σοι ὑπηρετήσω: —A ἐμοῦ, δεικτικῶς: —A g B γυναῖκας δηλονότι: —A g B τὸ ἑτέρους ὑπὲρ ἐμοῦ ἀποθανεῖν: —A g B τοῦ Ἡλίου φησί: —A g B i οὐκ ἀποθανοῦμαι ὑπὲρ σοῦ ἵνα σύ με νεκρὸν κομίζων γελάσῃς: —A g B κακῶς ἀκούει ν: κἂν κακῶς με εἴπῃς ἀποθανόντα, οὐ φροντίζω ἀναίσθητος ὤν: —AB τήν δ ’ ἐφεῦρες ἄφρον α: τὴν Ἄλκηστιν ἄφρονα εὗρες, διὰ τὸ τεθνηκέναι: —A γαμβροῖς: —A g B g ἀντὶ τοῦ· ὑπὲρ τοῦ αἵματος: —B i ἔρροις νῦν αὐτό ς: φθείρου.
sch Alc 734 [5] εἶτα ἐξ ἑτέρας ἀρχῆς· καὶ αὐτὸς καὶ ἡ ξυνοικοῦσά σοι γηράσκετε ἄπαιδες, ὡς ἐστὲ ἄξιοι, καὶ ταῦτα ἐμοῦ ζῶντος. τινὲς δὲ ἔρρων γράφουσι σὺν τῷ ν , ἵνα ᾖ μετοχὴ ἀντὶ ῥήματος τοῦ ἔρρε: —A ἡ γαμετή σου, ἡ μήτηρ Ἀδμήτου: —B i ἐγὼ γὰρ οὐκέτι εἰμὶ παῖς ὑμῶν: —B i εἰ δ ’ ἀπειπεῖν χρῆν μ ε: εἰ δὲ δέον καὶ διὰ κηρύκων τὸν σὸν οἶκον ἀπειπεῖν με, καὶ τοῦτο ποιήσω: —AB τουτέστιν ἀπαγορεῦσαι ὑπὸ κηρύκων.
sch Alc 737 ἀπηγόρευον οἷον· ὅδε οὐ βούλεται τοῦδε εἶναι πατήρ: —A καρτερικὴ τῆς τόλμης χάριν: —B i τῇ Περσεφόνῃ: —B i πολλοὺς μὲν ἤδ η: 〈ὁ〉 θεράπων ὁ πρὸς ὑπηρεσίαν τοῦ Ἡρακλέους ἔξεισι δυσφορῶν ἐφ’ οἷς ὁ Ἡρακλῆς πένθους προκειμένου οὐκ ᾐσχύνετο οὕτως ἀναιδῶς ἐσθίων καὶ στεφανῶν τὴν κεφαλήν: —AB ὑπερβῆναι: —B οὐκ εὐτάκτως: —B i ᾤετο γὰρ ὁ θεράπων ἐγνωκέναι αὐτὸν τὸν θάνατον τῆς Ἀλκήστιδος: —A g B αὐτὸς ἡμῖν ἐκέλευσε φέρειν τὰ ὄψα.
sch Alc 755 τοῦτο δὲ ἀναιδοῦς ξένου: —B ποτῆρα δ’: 〈τὸ χ 〉 ὅτι ἀρσενικῶς εἴρηται: —A ἄλλω ς: τὸν ποτῆρα 〈ἀρσενικῶσ〉· διὸ τὸ χ .
sch Alc 756 λέγεται δὲ [καὶ ποτήριον] ἀρσενικῶς οὐδαμοῦ, ὑποκοριστικῶς δὲ 〈ποτήριον〉. ἐξηγήσατο δὲ τί ἐστι κισσύβιον, εἰπὼν ποτῆρα κίσσινο ν: —AB τῆς ἀμπέλου: —A g B ὁ γὰρ μέλας οἶνος ἰσχυρότερός ἐστιν: —A g B ἄμουσος ὁ Ἡρακλῆς: —A g B g οὐδὲν φροντίζων: —B i βρέχοντες: —B i κλέπτην: —A g B g οὐ δ ’ ἐξέτεινα χεῖ ρ’: σεσημείωται ὅτι καὶ Αἰσχύλος ὡς γινόμενον τοῦτο συνίστησιν ἐν ταῖς Χοηφόροις, τὸ ἐκτείνειν τὰς χεῖρας.
sch Alc 768 [5] λέγει δὲ Ὀρέστης [frg. 3] ‘οὐ γὰρ παρὼν ᾤμωξα σὸν, πάτερ, μόρον οὐδ’ ἐξέτεινα χεῖρα ἐπ’ ἐκφορᾷ νεκροῦ‘: —A ἄλλω ς: οὐκ ἐξέτεινα, φησὶ, τὴν χεῖρα ἐν τῷ θρηνεῖν διὰ τὸ ἀσχοληθῆναι. ἔθος γὰρ ἦν ἐκτεῖναι τὰς χεῖρας ὅταν ἐκφορὰ νεκροῦ γίνηται: —A [καὶ] ὡς μήτηρ: —B i ἀλαζονείας μεστὸν, ἀλαζονικόν: —AB τί σεμνό ν: στυγνὸν σκυθρωπόν.
sch Alc 773 [5] οἳ γὰρ φροντίζουσι, σκυθρωπάζουσιν: —A πεφροντικό ς: φροντίδων μεστὸν, πολυμέριμνον τὸ βλέμμα καὶ τὸ πρόσωπον ἔχεις: —A σπουδὴν ἔχω ν: σπουδάζων εἰς ἀλλότριον πένθος· ἐνόμιζε γὰρ ὅτι ξένη ἦν ἡ ἀποθανοῦσα: —AB καὶ σοφώτερος γέν ῃ: οὐκ εὐλόγως τὸν Ἡρακλέα εἰσήγαγε φιλοσοφοῦντα ἐν μέθῃ ὃν ἔδει καὶ ἄλλου φιλοσοφοῦντος διαπαίζειν: —AB διὰ τὸ εἶναί σε δοῦλον οὐκ οἶδας: —A g B i οὔτε διὰ διδαχῆς οὔτε διὰ τέχνης ἔστι μαθεῖν τὸ ἀποβαῖνον: —A g B τὰ ἐπιόντα: —A g B i πίομαι πίῃ, ὡς πλέομαι πλέῃ: —A g B ὑπερβαλὼν τύχα ς: γράφεται πύλα ς, ἵν’ ᾖ· ὑπερβὰς τὰς πύλας· εἰ δὲ τύχα ς, καταφρονήσας: —AB i μεθορμιεῖ σ ε: μεταστήσει σε εἰς ἕτερα ἡ συνεχὴς περιφορὰ καὶ ὁρμὴ τοῦ ποτηρίου.
sch Alc 798 οὐκέτι γὰρ δακρύσεις ἐὰν πίῃς: —AB ὡς τοῖς γε σεμνοῖ ς: τοῖς καταστύγνοις οὐκ ἔστι βίος ὁ βίος, ἀλλὰ λύπη: —A ὡς ἐμοὶ καταφαίνεται κρίνοντι: —AB νῦν δὲ πράσσομε ν: προσυπακουστέον τὸ τοιαῦτα· οὐ νῦν δὲ πράσσομεν τοιαῦτα: —AB οὐδεὶς 〈τῶν ἐνταῦθα〉 τέθνηκεν εἰ μὴ ὁ σός με δεσπότης ἐψεύσατο: —B κατ’ ἐρώτησιν· οὐ δέον εὐπαθεῖν ὑπὲρ ξένου νεκροῦ: —A g B οὐκ ἦν ξένη, ἀλλὰ πάνυ οἰκεία: —A g B 〈οὐκ ἂν〉 ἐλυπούμην εἰ μὴ λύπη τις ἦν: —A g B ἀπατηθεὶς δηλονότι: —B οὐκ ἐν δέοντι ἦλθες καιρῷ: —B ἆρα, φησὶν, ἀφανὴς ἐγένετό τις τῶν παίδων ἢ ὁ γέρων πατὴρ ἀπέθανεν; ταῦτα δὲ τὰ τρία 〈ἰαμβεῖα〉 ἔν τισιν οὐκ ἔγκειται: —A g ὦ ἄθλιε Ἄδμητε: —A g B τοῦ Ἀδμήτου ἰδὼν τὸ ὄμμα δακρῦον: —A g B βιασθεὶς δὲ καὶ ἀναγκασθεὶς ὑπ’ ἐκείνου: —A g B ἀτυχοῦντος: —A g B ἀλλὰ σοῦ τὸ μὴ φράσα ι: συντέτμηκε τὴν ἑρμηνείαν.
sch Alc 832 βούλεται γὰρ εἰπεῖν· ἀλλὰ σοῦ τὸ ἁμάρτημα τὸ μὴ εἰπεῖν τὸ ἀληθές: —AB ἐπὶ τοῦ θάπτοντος, τοῦ Ἀδμήτου, τὸ νι ν: —B ὀρθὴν πα ρ ’ οἶμο ν: πόλις Θεσσαλίας πλησίον Φερῶν.
sch Alc 835 λέγει δέ· ὀρθὴν βαδίζων τὴν ὁδὸν, οἷον παρὰ τὴν ὁδὸν, ὅπου ἐπὶ τὴν Λάρισσαν φέρει, ἐκτὸς τοῦ προαστείου: —A Τιρυνθί α: Τίρυνς πόλις Ἄργους.
sch Alc 838 ἡ γὰρ Ἀλκμήνη ἀπὸ Τίρυνθός ἐστιν: —A εἰδωλοποιεῖται μελαίνας πτέρυγας ἔχων ὁ Θάνατος: —A g B εὑρήσειν δοκῶ πίνοντ α: προσδοκῶ αὐτὸν εὑρεῖν πλησίον τοῦ τύμβου πίνοντα ἐκ τῶν προσφαγμάτων: —AB λοχήσας αὐτό ν: γράφεται λοχαία ς.
sch Alc 846 λοχᾶν γὰρ αὐτὸν θέλει ὁ Ἡρακλῆς κρυφθείς: —A καὶ περιβαλὼν αὐτῷ κύκλον: —A g B κατὰ πλευρὰν μογοῦντα: —A g B ἐὰν δὲ μὴ εὕρω αὐτὸν πλησίον τοῦ τάφου πίνοντα τὸ αἷμα: —A g B [καὶ] νῦν τὴν ῥύσιν τοῦ αἵματος.
sch Alc 851 τὸν πέλανον δὲ ἐπὶ τῆς θυσίας φασίν: —A g B εἰς τοὺς δόμους τῆς Κόρης καὶ τοῦ βασιλέως τῶν κάτω Πλούτωνος: —A g B ἔκρυπτ ε: τὸ πένθος ἔκρυπτε: —A g B i τοιγὰρ οὐκ ἐρεῖ κακό ν: αὐτὸς ὁ Ἄδμητος εὐγενὴς ὢν οὐ λέξει εὐεργετῆσαι κακὸν καὶ εὐτελῆ ἄνδρα, τουτέστιν ἐμέ.
sch Alc 859 ἀντισάζω γὰρ αὐτῷ τὰς χάριτας τῆς ξενοδοχίας: —A ἀλλ’ οὐκ ἂν εἴποι με ἀγνώμονα ξένον: —B i εἴσοδοι: —A g B g ἔρχεται ὁ Ἄδμητος ἀπὸ τοῦ τύμβου καὶ οὐ τολμᾷ εἰσιέναι: —A g B i εἰς τίνα τόπον.
sch Alc 863 ἢ ἐν τίνι τόπῳ: —A g B i μακαρίζω: —A g B i ἀπὸ κοινοῦ τὸ χαίρ ω: —A g B i τοῖον ὅμηρόν μ ’ ἀποσυλήσα ς: τοιοῦτον ἐνέχυρον ὑπὲρ ἐμοῦ, ἵνα κἀγὼ ἀποθάνω.
sch Alc 870 λυπούμενος γὰρ δι’ αὐτὴν ἀπόλλυμαι: —A ἄλλω ς : ὅμηρο ν: ἐνέχυρον. τοῦ δὲ ζῆν φησιν ὅμηρον αὐτῷ γεγονέναι τὴν Ἄλκηστιν· ἀντὶ γὰρ αὐτοῦ δέδοται τῷ Ἅιδῃ: —AB i ἔμνησας ὅ μο υ: τούτου με ὑπέμνησας τοῦ ἑλκώσαντος καὶ λυπήσαντος τὴν ψυχήν· λέγει δὲ τῆς γυναικός: —AB ἁμαρτεῖ ν: τὸ ἀποτυχεῖν.
sch Alc 879 ἡ μεταφορὰ ἀπὸ τοῦ ἁμαρτάνειν τοῦ σκοποῦ: —AB εὐχῆς σημαντικὸν, ὄφελον: —B ἐξὸν εἶναι καὶ ἀγάμους καὶ ἀτέκνους: —A g B i σοὶ, ὦ Ἄδμητε, δυσκαταγώνιστος ἀτυχία ἦλθεν: —A g B i ἃ μὲν πέπονθας, βαρέα ἐστίν, ὅμως δὲ φέρε: —A g B i τί μ ’ ἐκώλυσα ς: διὰ τί με ἐκώλυσας ῥῖψαι ἐμαυτὸν 〈ἐν〉 τῷ τάφῳ τῆς γυναικός; πρὸς τὸν χορόν φησιν· ἦν γὰρ ὁ χορὸς μετ’ αὐτοῦ· δύναται γὰρ ὁ χορὸς ἐξίστασθαι τῆς σκηνῆς, ὡς καὶ ἐν Αἴαντι μαστιγοφόρῳ: —A τὴν ἐμὴν ψυχὴν καὶ τὴν ἐκείνης: —A g B τὴν Ἄορνόν φησι: —B i διαβάσας ἔδει εἰπεῖν.
sch Alc 902 πρὸς τὸ σημαινόμενον οὖν ἀπήντησεν: —B ἐμοί τις ἦν ἐν γένε ι: παραμυθεῖται αὐτὸν ὁ χορός· ἐμοί τις ἦν ἐν γένει ᾧ νεανίας ἀπέθανεν ἄξιος τοῦ θρηνεῖσθαι διὰ τὸ μονογενὴς εἶναι, ἀλλ’ ὅμως ἐκαρτέρει: —A παντελῶς ὢν ἄτεκνος: —A g B ἅλις ἄτεκνος ὤ ν: ἰδίως τὸ ἅλις τέταχεν ἐπὶ τοῦ μετρίως· μετρίως ἔφερε τὸ κακὸν, καίπερ ἄτεκνος ὤν: —AB ἤδη προπετὴς ὤ ν: ἤδη προνενευκὼς ἐπὶ τὰς πολιὰς χαίτας καὶ πρόσω τοῦ βίου ὢν, ὅ ἐστιν ἤδη προβεβηκὼς τῇ ἡλικίᾳ: —AB i ἄλλω ς: τινὲς εἰς τὸ χαίτας στίζουσιν· τὸ δὲ προπετής πρεσβύτερος.
sch Alc 909 [5] τῷ ὄντι γὰρ οἱ γέροντες προπετεῖς εἰσιν, ἐπὶ πρόσωπον φερόμενοι: —A τὸ διάφορον τῆς νῦν τύχης καὶ τῆς πάλαι: —A g B τότε μὲν πεύκαι ς: ὑπὸ λαμπάδων ἀπὸ Πηλίου τμηθεισῶν.
sch Alc 915 τότε μὲν, φησὶ, μετὰ γαμικῶν ᾀσμάτων καὶ σὺν λαμπάσι ταῖς ἀπὸ Πηλίου ὄρους τεμνομέναις εἰς τὸν οἶκον ἐπορευόμην τὴν χεῖρα τῆς γαμετῆς κατέχων: —A γράφεται πιστῆ ς: —A g πολυβόητος: —A g B i εἵπετο κῶμο ς: συνηκολούθει καὶ παιανισμὸς καὶ ἐμακάριζον ἡμᾶς ὡς ἐσμὲν εὐγενεῖς: —A ὄντες ἀπ’ ἀμφοτέρων τῶν γονέων εὐπατρίδαι: —A g B νῦν δ ’ ὑμεναίω ν: νῦν δὲ ἀντὶ γαμικῶν ᾀσμάτων θρῆνος ἀντικείμενος: —A ἀντίπαλος ἀπὸ κοινοῦ: —B πα ρ ’ εὐτυχῆ σο ι: παρὰ τὸν εὐτυχῆ σοι πότμον τοῦτο τὸ ἄλγος ἦλθεν, ἀντὶ τοῦ· εὐτυχοῦντί σοι τοῦτο συμβέβηκεν: —AB ἔθανε δάμα ρ: λέγεις, φησὶν, ὅτι ἀπέθανεν ἡ γυνὴ καὶ κατέλιπε τὴν ἐμὴν φιλίαν· διὸ ἀλγῶ.
sch Alc 930 καὶ τί ξένον; πολλοὶ τὰς γυναῖκας ἀπώλεσαν: —A διὰ τὸ τεθνηκέναι: —A g B τὸ εἱμαρμένον ὑπερβάς: —A g B i τί ν ’ ἂν προσειπώ ν: ὑπὸ τίνος προσαγορευθείς· ὡς ἔθους ὄντος προσαγορεύειν τὸν εἰσιόντα: —A ὅταν [γὰρ] ἐσίδω κενούς, δηλονότι: —B ἀπὸ κοινοῦ τὸ εὖ τ ’ ἂν εἰσίδ ω: —A g B τοῖς ἐμοῖς γούνασι: —A g B οἱ οἰκέται: —A g B i οἱ ἔχοντες σύμβιον ἐν ἀσφαλείᾳ σῳζομένην: —A g B i δι’ ὧν ὕβρισεν αὑτοῦ τὸν πατέρα: —A g B ἐγὼ καὶ διὰ μούσα ς: ὁ ποιητὴς διὰ τοῦ προσώπου τοῦ χοροῦ βούλεται δεῖξαι ὅσον μετέσχε παιδεύσεως: —AB καὶ μετάρσιος ᾖξ α: καὶ περὶ μετεώρων ἐφρόντισα, οἷον ἠστρολόγησα καὶ ὁρμὴν ἐπὶ τοῦτο ἔσχον: —AB ἐπικρατέστερον δυνατώτερον.
sch Alc 965 καὶ Ὅμηρος [Α 80]· ‘κρείσσων γὰρ βασιλεύσ‘: —B Ὀρφεία κατέγραψ ε: καὶ ποιητὴς καὶ μάντις ἦν ὁ Ὀρφεύς.
sch Alc 968 [5] Φιλόχορος ἐν α Περὶ μαντικῆς [frg. 191] ἐκτίθησιν αὐτοῦ ποιήματα ἔχοντα οὕτως· ‘οὔτοι ἀριστερός εἰμι θεοπροπίας ἀποειπεῖν, ἀλλά μοι ἐν στήθεσσιν ἀληθεύουσι μενοιναί‘. ὁ δὲ φυσικὸς Ἡρακλείδης εἶναι ὄντως φησὶ σανίδας τινὰς Ὀρφέως, γράφων οὕτως· ‘τὸ δὲ τοῦ Διονύσου κατεσκεύασται [ἐπὶ] τῆς Θρᾴκης ἐπὶ τοῦ καλουμένου Αἵμου, ὅπου δή τινας ἐν σανίσιν ἀναγραφὰς εἶναί φασιν 〈Ὀρφέωσ〉‘: —AB ἄλλω ς: πρῶτος Ὀρφεὺς μυστήρια θεῶν παραδέδωκεν· ὅθεν καὶ θρῃσκεία τὸ μυστήριον καλεῖται, ἀπὸ τοῦ Θρᾳκὸς Ὀρφέως: —AB οὐ δ ’ ὅσα Φοῖβο ς: ἀναγνοὺς δὲ καὶ τὰ τοῦ Φοίβου ἰατρικὰ οὐδὲν Ἀνάγκης μεῖζον εὗρον: —A ἀντιτεμώ ν: εὑρών· μεταφορικῶς ἀπὸ τῶν τὰς ῥίζας εὑρισκόντων καὶ τεμνόντων: —AB ἐκ τοῦ περὶ αὐτῆς εἰς τὸ πρὸς αὐτήν: —A g B i ἢ τὸ πρὶν ἦλθες, δηλονότι: —B i καὶ γὰρ Ζεὺς ὅ , τι νεύσ ῃ: τοῦτο ἀναγκαστικώτατα πράττει.
sch Alc 978 οἷον καὶ ὁ Ὁμηρικὸς Ζεὺς ὑπόκειται τῷ τῆς Ἀνάγκης ζυγῷ, ἀφ’ οὗ 〈ἂν〉 ἐπινεύσῃ τινί· ‘οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν οὐδ’ ἀτελεύτητον ὅ, τι κεν κεφαλῇ κατανεύσω‘ [Α 526]: —AB ἰσχύεις οὖν μεγάλα: —A Χάλυβες ἔθνος τοῦ Πόντου, ἔνθα σιδηρᾶ μέταλλά ἐστιν: —A g B τοῦ σκληροῦ σου φρονήματος: —A g B καὶ σοῦ οὖν περιγέγονεν ἡ Ἀνάγκη, ὦ Ἄδμητε, ἐν ἀφύκτοις δεσμοῖς: —A g B i σκότιο ι: οἱ μὴ γνήσιοι ὄντες τῶν θεῶν παῖδες ἀποθνῄσκουσιν, οἱ μὴ ὄντες ἐξ ἀμφοτέρων θεῶν: —A ἄλλω ς: σκότιοι λέγονται οἱ λαθραῖοι παῖδες καὶ ἐξ ἀδᾳδουχήτων γάμων γενόμενοι.
sch Alc 989 [5] Ὅμηρος [Ζ 24]· ‘σκότιον δέ ἑ γείνατο μήτηρ‘. τούτους δὲ Ῥόδιοι ματροξένους καλοῦσιν. Κρῆτες δὲ τοὺς ἀνήβους σκοτίους λέγουσιν: —AB νῦν ἐν τοῖς οἴκοις: —A g B i μηδὲ νεκρῶ ν: μὴ νομιζέσθω ὁ τάφος τῆς σῆς γυναικὸς ὡς τῶν ἀποθανόντων νεκρῶν, ἀλλ’ ἐξ ἴσου τοῖς θεοῖς τιμάσθω: —A τὸ ἐπιχεόμενον τοῖς νεκροῖς· ἀπὸ δὲ τούτου τὸν τάφον φησίν.
sch Alc 995 [5] ὡς οὐ κληθήσεται τάφος, ἀλλὰ θεοῦ τινος ναός: —AB ὁδοιπόρων: —B g ἐκ πλαγίου τοῦ τάφου πορευόμενος: —A g B ὑπὲρ τοῦ ἀνδρὸς ἀπέθανεν: —A g B i Ἄδμητ ε: ὦ Ἄδμητε, οὐ χρὴ τὸν φίλον πρὸς τοὺς φίλους ἀποκρύπτειν τὰς μέμψεις: —AB ἐγγὺς παρεστώ ς: ἐγγὺς παρεστὼς τῶν σῶν κακῶν ἄξιον ἐμαυτὸν ἐνόμιζον ἀριθμεῖσθαι τῶν σῶν φίλων: —AB πράξας δ ’ ὃ μὴ τύχοιμ ι: ἐὰν δὲ συμβῇ μοι ἀποθανεῖν (ὅπερ μὴ γένοιτο), δίδωμί σοι ταύτην δούλην: —AB πράξας δ έ: λείπει κακῶς: —A ἄλλω ς: ἐὰν, φησὶν, ἃ μὴ θέλω, πράξω (καὶ γὰρ ἐλπίζω ἐπανελθεῖν), δίδωμί σοι ταύτην δούλην ἔχειν: —A παθὼν ὃ μή γένοιτο τυχεῖν: —B σὺν πολλῇ ταλαιπωρίᾳ: —B ἀγῶνα 〈γὰρ〉 πάνδημο ν: αἰνίττεται τὸν εἰς τὸν Θάνατον ἀγῶνα ὃν νικήσας ἀνήγαγε τὴν Ἄλκηστιν: —AB τὰ μὲν γὰρ κοῦφ α: τὰ μὲν γὰρ κοῦφα ἀγωνίσματα οἷον δρόμοι 〈ἢ〉 ἡνιοχεῖαι, τὰ περὶ ταχύτητος καὶ κουφότητος.
sch Alc 1029 ἀντὶ τοῦ· οἱ κούφως ἀγωνιζόμενοι ἵππους ἐλάμβανον: —A τοῖσι δ ’ αὖ τὰ μείζον α: τοῖς δὲ νικῶσι τὰ μείζονα, ἢ πυγμὴν ἢ πάλην, ἀγέλη βοῶν ἐδίδοτο καὶ γυνή: —A ἀντὶ τοῦ· βοῦς καὶ γυνή: —B i εἵπε τ’ · ἐντυχόντι δ έ: ἐπειδὴ ἔτυχον ἐκεῖσε, τὸ μὲν κερδαίνειν αὐτὴν εὐκλεὲς ἡγησάμην, τὸ δὲ ἐᾶσαι αἰσχρόν: —AB παρεῖνα ι: παραπέμψασθαι.
sch Alc 1033 ἵημι ἱέναι καὶ κράσει εἷναι: —A ὅτι ἡ Ἄλκηστίς ἐστιν: —B i οὔτοι ς ’ ἀτιμάζω ν: οὐ διὰ τοῦτό σε ἔκρυψα τὸ πένθος ἀτιμάσαι σε βουλόμενος: —AB ἀλ λ ’ ἄλγος ἄλγε ι: τοῦτο λύπη πρὸς τῇ λύπῃ ἦν, εἰ πρὸς ἄλλον τινὰ ἀπῄεις ξενισθησόμενος: —A ἅλις δὲ κλαίει ν: ἤρκει τὸ ἐμὲ κλαίειν τὸ ἐμὸν κακόν· τίς χρεία καὶ σὲ παρόντα: —AB γυναῖκα δ ’ εἴ πω ς: εἰ ἔστι δυνατόν, παρακαλῶ σε· τὴν γυναῖκα ταύτην ἄλλον κέλευσον λαβεῖν Θεσσαλῶν, ὅστις οὐ πέπονθεν οἷα ἐγώ: —AB ποῦ καὶ τρέφοι τ ’ ἄ ν: πῶς δύναται μεταξὺ ὄχλου νέα οὖσα τρέφεσθαι: —A νέα γὰ ρ , ὡς ἐσθῆτ ι: καὶ γὰρ νέα φαίνεται ὡς ἐκ τῆς ἐσθῆτος· ἦν γὰρ περικεκαλυμμένη: —A καὶ πῶς ἀκραιφνή ς: καθαρὰ ἀνδρῶν, οἷον· καὶ πῶς ἂν ἄφθορος ἀνδρῶν εἴη ἐν νέοις στρεφομένη: —AB ἐγὼ δὲ σοῦ προμηθίαν ἔχ ω: ἐγὼ δὲ σοῦ πρόνοιαν ἔχω μή ποτε συμβῇ 〈αὐτῇ〉 τι παθεῖν ὑπὸ τῶν νέων: —A ἀλλ’ ἐρεῖς· εἰς τὸν τῆς τεθνηκυίας θάλαμον εἴσφερε αὐτήν.
sch Alc 1055 καὶ πῶς οὐκ ἄτοπον τοῦτο: —AB καὶ τῶν δημοτῶν καὶ τῆς γυναικός· οὐκοῦν διπλῆ μέμψις: —AB παρ’ ἐμοῦ τιμᾶσθαι ἡ Ἄλκηστις ἀξία ἐστιν: —A g B προσεοικὸς γὰρ ἔχει τὸ αἴθυγμα ἐκείνης τῆς μορφῆς: —B ἐμή ν · θολοῖ δ έ: οὐκ ἐᾷ καθαρὰν εἶναι τὴν καρδίαν, ἀναταράττει καὶ ἀναβάλλει: —A θολο ῖ: ταράττει, ἀπὸ τοῦ θολοῦ τῆς σηπίας, ἣ μέλλουσα ἀγρευθῆναι, τοῦτον προΐεται ὑπὲρ τοῦ σκοτίσαι τοὺς ἀγρεύοντας: —AB οὐκ ἔχοι μ ’ ἂν εὖ λέγει ν: οὐ δύναμαί σοι λέγειν ὅτι εὐτυχὴς εἶ· βάσταξον 〈δέ〉: —A καρτερεῖν θεοῦ δόσι ν: τὴν μοῖραν.
sch Alc 1071 τινὲς τὴν διδομένην γυναῖκα παρὰ Ἡρακλέους, οὐ καλῶς: —AB σά φ ’ οἶδ α: κἀγὼ οἶδα ὅτι ἤθελές με εὐεργετεῖν: —AB μὴ νῦν ὑπέρβαλ λ’: μὴ νῦν ὑπερβαλλόντως φέρε, ἀλλ’ ἐναισίμως: —A ἀλλὰ καθηκόντως φέρε: —AB ἃ νῦν ῥᾳδίως παραινεῖς: —A g B τοῦ θρηνεῖν ἔρως: —A g B ἀπώλεσέ μ ε: ὑπερβαλλόντως ἀπώλεσέ με.
sch Alc 1082 ὑπερβάλλει πάντα λόγον ἡ ἀτυχία: —AB ἑαυτὸν λέγει δεικτικῶς: —A g B ὁ χρόνος με θεραπεύσει, εἰ χρόνον λέγεις τὸν μέχρι θανάτου· μέχρι γὰρ θανάτου λυπηθήσομαι: —B δεικτικῶς, ἐμοί: —A g B ἴσθι μηδέποτε καλέσων με νυμφίον: —A g B θάνοι μ ’ ἐκείνη ν: ἐὰν γαμήσω προδοὺς ἐκείνην καίπερ οὐκ οὖσαν, ἀποθάνοιμι: —AB διὰ τὴν Ἄλκηστιν αἰνίττεται: —A g B συμμεταλαμβάνεις τῆς νίκης ἐμοὶ νικῶντι: —A g B ἐνόμισεν διὰ τὴν φιλίαν εἰρηκέναι αὐτὸν μετασχεῖν τῆς νίκης: —A g B εἰ χρ ή · πρῶτ α: εἰ χρὴ ἀπιέναι, σκόπει, μὴ μεταβουλεύσῃ πάλιν: —AB δεῖ, ἀλλὰ μὴ ὀργίζου μοι, ὅ ἐστιν· εἰ μὴ λυπῇ: —A εἰδὼς ὅτι συμφέρει σοι, κἀγὼ ταύτην τὴν σπουδὴν ἔχω: —A κράτει, ὃ θέλεις ποίει: —B i ὅτε εὑρήσεις αὐτὴν Ἄλκηστιν: —A g B οὐκ ἂν μεθείη ν: οὐ[κ ἂν] συγχωρήσω τοῖς δούλοις τὴν γυναῖκα ταύτην: —A οὐκ ἂν θίγοιμ ι: ἔξεστιν αὐτῇ εἰσελθεῖν, οὐ μέντοι δι’ ἐμοῦ: —A καὶ δὴ προτείν ω: ἧς τὸ κάρα ἀπετμήθη, ἀπὸ τοῦ καράτομος.
sch Alc 1118 τὸ ἐντελὲς δὲ Γοργόν ι· καὶ δὴ προτείνω τὴν χεῖρα ὡς Γοργόνι ἧς ἡ κεφαλὴ ἀπετμήθη. ταῦτα λέγει ἀπεστραμμένος: —A περὶ ἑαυτοῦ λέγει: —A g B ἆρα, φησὶ, μὴ χλευάζομαι ὑπὸ χαρᾶς: —A g B γράφεται τό δ ’ ᾖ: —A g ὥστε φαντάσματα ποιεῖν καὶ μὴ ἀληθῆ: —A g B οὐ ψυχαγωγό ν: ψυχαγωγοὶ τινὲς γόητες ἐν Θετταλίᾳ οὕτω καλούμενοι, οἵτινες καθαρμοῖς τισι καὶ γοητείαις τὰ εἴδωλα ἐπάγουσί τε καὶ ἐξάγουσιν.
sch Alc 1128 [5] οὓς καὶ Λάκωνες μετεπέμψαντο, ἡνίκα τὸ Παυσανίου εἴδωλον ἐξετάραξε τοὺς προσιόντας τῷ ναῷ τῆς Χαλκιοίκου, ὡς ἱστορεῖ Πλούταρχος ἐν ταῖς Ὁμηρικαῖς μελέταις: —AB οὐδὲν θαῦμα εἰ ἀπιστεῖς· παρ’ ἐλπίδα γὰρ γέγονεν: —A g B μάχην συνάψα ς: ἢ τῷ τῶν νεκρῶν κοιράνῳ· φασὶ γὰρ καὶ τοὺς νεκροὺς δαίμονας· ἢ ἐκ τῶν [νεκρῶν] δαιμόνων τῷ ταύτης κυρίῳ: —AB Πλούτωνι καὶ Περσεφόνῃ: —A g B τὸν τῶν ἵππων Διομήδους: —A g B γράφεται δόμο ν.
sch Alc 1153 γράφεται καὶ ὁδό ν: —B i τετραρχί ᾳ: εἰς τέσσαρας διῄρητο ἡ Θεσσαλία πόλεις αἵτινες ἦσαν ὑποτεταγμέναι Ἀδμήτῳ, ὡς καὶ Ἀριστοτέλης [frg.
sch Alc 1154 [t] 497] φησίν· ὅθεν ἐκαλεῖτο τετραρχία. εἰσὶ δὲ αὗται Φεραὶ Βοίβη Γλαφύραι καὶ Ἰωλκός. καὶ Ὅμηρος [Β 711] ‘οἳ δὲ Φερὰς ἐνέμοντο παραὶ Βοιβηίδα λίμνην, Βοίβην καὶ Γλαφύρας καὶ ἐυκτιμένην Ἰαωλκόν, τῶν ἦρχ’ Ἀδμήτοιο φίλος πάισ‘. ὁμωνύμως δὲ λέγει [καὶ Ὅμηρος καὶ] τὴν λίμνην καὶ τὴν πόλιν: —A ἄλλω ς: τῇ εἰς τέσσαρα μέρη διαμεριζομένῃ, εἰς ἀνατολὴν, εἰς δύσιν, εἰς ἄρκτον καὶ μεσημβρίαν: —A ΥΠΟΘΕΣΙΣ ΑΝΔΡΟΜΑΧΗΣ Νεοπτόλεμος ἐν τῇ Τροίᾳ γέρας λαβὼν τὴν Ἀνδρομάχην, τὴν Ἕκτορος γυναῖκα, παῖδα ἔτεκεν ἐξ αὐτῆς.
arg Andr 1 (t) [t] ὕστερον δὲ ἐπέγημεν Ἑρμιόνην, τὴν Μενελάου θυγατέρα. δίκας δὲ πρῶτον ᾐτηκὼς τῆς Ἀχιλλέως ἀναιρέσεως τὸν ἐν Δελφοῖς Ἀπόλλωνα, πάλιν ἀπῆλθεν ἐπὶ τὸ χρηστήριον μετανοήσας, ἵνα τὸν θεὸν ἐξιλάσηται. ζηλοτύπως δὲ ἔχουσα πρὸς τὴν Ἀνδρομάχην ἡ βασιλὶς ἐβουλεύετο κατ’ αὐτῆς θάνατον μεταπεμψαμένη τὸν Μενέλαον. ἡ δὲ τὸ παιδίον μὲν ὑπεξέθηκεν, αὐτὴ δὲ κατέφυγεν ἐπὶ τὸ ἱερὸν τῆς Θέτιδος. οἱ δὲ περὶ τὸν Μενέλαον καὶ τὸ παιδίον ἀνεῦρον καὶ ἐκείνην ἀπατήσαντες ἤγειραν. καὶ σφάττειν μέλλοντες ἀμφοτέρους, ἐκωλύθησαν Πηλέως ἐπιφανέντος. Μενέλαος μὲν οὖν ἀπῆλθεν εἰς Σπάρτην, Ἑρμιόνη δὲ μετενόησεν, εὐλαβηθεῖσα τὴν παρουσίαν τοῦ Νεοπτολέμου. παραγενόμενος δὲ ὁ Ὀρέστης ταύτην μὲν ἀπήγαγεν πείσας, Νεοπτολέμῳ δὲ ἐπεβούλευσεν. οἳ καὶ φονευθέντα παρῆσαν οἱ φέροντες. Πηλεῖ δὲ μέλλοντι τὸν νεκρὸν θρηνεῖν Θέτις ἐπιφανεῖσα τοῦτον μὲν ἐπέταξεν ἐν Δελφοῖς θάψαι, τὴν δὲ Ἀνδρομάχην εἰς Μολοσσοὺς ἀποστεῖλαι μετὰ τοῦ παιδὸς, αὐτὸν δὲ ἀθανασίαν προσδέχεσθαι, τυχόντα δὲ αὐτῆς [εἰς] μακάρων νήσους οἰκήσειν: —MNA ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν Φθίᾳ, ὁ δὲ χορὸς συνέστηκεν ἐκ Φθιωτίδων γυναικῶν. προλογίζει Ἀνδρομάχη. τὸ δὲ δρᾶμα τῶν δευτέρων. ὁ πρόλογος σαφῶς καὶ εὐλόγως εἰρημένος· εὖ δὲ καὶ τὰ ἐλεγεῖα τὰ ἐν τῷ θρήνῳ τῆς Ἀνδρομάχης· ἐν τῷ δευτέρῳ μέρει ῥῆσις Ἑρμιόνης τὸ βασιλικὸν ἐμφαίνουσα καὶ ὁ πρὸς Ἀνδρομάχην λόγος οὐ κακῶς ἔχων: εὖ δὲ καὶ ὁ Πηλεὺς ὁ τὴν Ἀνδρομάχην ἀφελόμενος: —NA ΣΧΟΛΙΑ ΕΙΣ ΑΝΔΡΟΜΑΧΗΝ σχῆμ α: καλλώπισμα.
sch Andr 1 [20] ἔστι κυρίως τὸ τὴν ποιὰν διάθεσιν ἑκάστου δεικνύον. διὸ καὶ πολλάκις φαμὲν ‘αὕτη ἡ οἰκία σχῆμα οἰκίας οὐκ ἔχει‘ καὶ ἐπὶ πόλεως ‘σχῆμα πόλεως ἐν αὐτῇ ὁρᾶται‘. ὃ δὲ βούλεται εἰπεῖν, τοιοῦτόν ἐστιν· ὦ Θήβη, δι’ ἣν ἡ Ἀσία χώρα ἐνομίζετο, οἷον· ἡ σὴ εὐδαιμονία σχῆμα 〈χώρασ〉 περιετίθει τῇ Ἀσίᾳ καὶ τοὐναντίον ἡ σὴ ἅλωσις τὸ καὶ καλεῖσθαι τὴν Ἀσίαν χώραν ἀφῄρηται. σχῆμα γὰρ τῶν χωρῶν ἡ πόλις: —MNO καὶ ἄλλω ς: πρόσχημα κάλλος εὐπρέπεια κόσμος ἀξίωμα: —NOA τὴν ἐν Ἀσίᾳ λέγει Ὑποπλάκιον Θήβην, ἧς Ἠετίων ἐβασίλευσεν. Δικαίαρχός [frg. 11a] φησιν ἐνθάδε ἀπόσπασμά τι τοῦ μετὰ τοῦ Κάδμου στόλου οἰκῆσαι. ἔνιοι δὲ καὶ τὴν Χρύσην καὶ τὴν Λυρνησσὸν ἐν τῷ τῆς Θήβης πεδίῳ τάσσουσιν, ὡς Αἰσχύλος Λυρνησσίδα προσαγορεύσας τὴν Ἀνδρομάχην ἐν τοῖς Φρυξὶν, ἔνθα καὶ ξένως ἱστορεῖ Ἀνδραίμονος αὐτὴν λέγων [frg. 267]· ‘Ἀνδραίμονος γένεθλον * Λυρνησσίου, ὅθενπερ Ἕκτωρ ἄλοχον ἤγαγεν φίλην‘. Φιλέας δὲ καὶ ἐν Θεσσαλίᾳ φησὶν ἐν τῷ Φθιωτικῷ τέλει Θήβας εἶναι. Θεόπομπος δὲ ἐν γ Ἑλληνικῶν [FHG IV p. 643] καὶ περὶ τὴν Μυκάλην ἄλλας εἶναί φησι, ταύτας δὲ Μιλησίους ἀλλάξασθαι πρὸς Σαμίους: —MNO πέντε εἰσὶ Θῆβαι, Ὑποπλάκιοι, Βοιώτιαι, Αἰγύπτιαι καὶ ἐν τῷ Φθιωτικῷ μέρει καὶ περὶ Μυκάλην: —MNO τῶν ἐν φέρνῃ δώρων: —A τρυφῇ· προικὸς κόσμῳ· ἔστι δὲ παρὰ τὴν χύσιν, οἱονεὶ χύδην πληθύοντα: —MNOA εἰς τὴν βασιλικὴν οἰκίαν: —M g νομίμη, γνησίων παίδων τροφός.
sch Andr 4 οἱ γὰρ σκότιοι παῖδες ἐκρίπτονται: —MOA ‘γνησίων ἐπὶ σπορᾷ παίδων‘ [Menandr. frg. 720]: —M g ζηλωτό ς: ἐπίφθονος, εὐδαίμων, μακαρία.
sch Andr 5 τὸ δὲ ἐν τῷ συναπτέον τῷ χρόν ῳ, ἵν’ ᾖ· ἐν τῷ πρότερον χρόνῳ: —MOA νῦν δ ’ εἴ τι ς: ** εἶπεν τὸν δεύτερον στίχον περισσὸν ἐκδεχόμενος τὸ νῦν δὲ εἴ τις ἄλλη ἀντὶ τοῦ ὡς οὐδεμία ἄλλη, δυστυχὴς γυν ή.
sch Andr 6 [5] εἰ δέ τις θελήσειεν ἐκδέξασθαι τὸ οὐχ ὑπολαμβάνω, ἵν’ ᾖ οὕτως· νῦν δ’ οὐχ ὑπολαμβάνω εἰ ἄρα τις γυνὴ ἀθλιωτέρα μού ἐστιν, 〈οὐκέτι περιττὸς ἔσται〉: —MOA οἱ ὑποκριταὶ τὸν ἴαμβον προσέθηκαν ὑπονοήσαντες εἶναι τὴν γραφὴν δὴ τί ς, ἵν’ ᾖ οὕτως· νῦν δὴ τίς ἄλλη καὶ ἀντὶ τοῦ συγκριτικοῦ τὸ δυστυχεστάτ η: —MOA ῥιφέντα πύργω ν: Λυσανίας κατηγορεῖ Εὐριπίδου κακῶς λέγων αὐτὸν ἐξειληφέναι τὸ παρ’ Ὁμήρῳ [Ω 735] λεχθέν (‘ἤ τις Ἀχαιῶν ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου‘) οὐχ ὡς πάντως γενόμενον, ἀλλ’ εἰκαζόμενον ὡσεὶ ἔλεγε κατακαυθήσεσθαι τὸν παῖδα ἤ τι ἄλλο.
sch Andr 10 [20] Ξάνθον δὲ τὸν τὰ Λυδιακὰ γράψαντα ** φασὶν ὅτι ** ὁ Εὐριπίδης Ξάνθῳ προσέχειν περὶ τῶν Τρωικῶν μύθων, τοῖς δὲ χρησιμωτέροις καὶ ἀξιοπιστοτέροις. Στησίχορον [frg. 20] μὲν γὰρ ἱστορεῖν ὅτι τεθνήκοι καὶ τὸν τὴν Πέρσιδα συντεταχότα κυκλικὸν ποιητὴν [frg. 2] ὅτι καὶ ἀπὸ τοῦ τείχους ῥιφθείη· ᾧ ἠκολουθηκέναι Εὐριπίδην. εἰσί γε μὲν οἵ φασιν αὐτὸν καὶ πόλεις οἰκίσαι καὶ βασιλεῦσαι, ὧν τὰς δόξας Λυσίμαχος ἐν τῷ δευτέρῳ τῶν Νόστων ἀνέγραψεν· ‘Διονύσιος δὲ ὁ Χαλκιδεὺς τὸν Ἀκάμαντα παρὰ Ἑλένου καὶ Ἀγχίσου φησὶ 〈διὰ〉 τὴν πρὸς Λαοδίκην οἰκειότητα Σκαμάνδριον τὸν Ἕκτορος εἰληφότα καὶ Ἀσκάνιον τὸν Αἰνείου ἐπιχειρῆσαι μὲν Ἴλιον καὶ Δάρδανον τειχίζειν, τῶν δὲ Ἀθηναίων αὐτὸ παραιτησαμένων, τηνικαῦτα τῆς ἐπιβολῆς ἀποστάντα τῆς Τρῳάδος Γέργιθα καὶ Περκώτην καὶ Κολωνὰς καὶ Χρύσην καὶ Ὀφρύνιον καὶ Σιδήνην καὶ Ἄστυρα καὶ Σκῆψιν καὶ Πολίχναν καὶ πρὸς τούτοις Δασκύλειον καὶ Ἰλίου κολώνην καὶ Ἀρίσβαν οἰκίσαντα ἀναγορεῦσαι οἰκιστὰς Σκαμάνδριον καὶ Ἀσκάνιον‘: —MOA ὑψηλῶν: —M g A g ἐγὼ αὐτή: —M g ἀντὶ τοῦ· τῶν εὐγενεστάτων γονέων οὖσα δούλη Ἑλλάδ’ εἰσαφικόμην.
sch Andr 12 ἢ εὐγενεστάτους οἴκους φησὶ τοὺς τῶν Αἰακιδῶν: —MOA ὅτι ἐν Σκύρῳ ἐτέχθη, ἥτις ἐστὶ νῆσος περὶ τὴν Θεσσαλίαν.
sch Andr 14 [10] Ὅμηρος [Τ 320]· ‘ἠὲ τὸν, ὃς Σκύρῳ μοι ἐνὶ τρέφεται φίλος υἱόσ‘: — MOA δορὸς γέρα ς: Σιμίας ἐν τῇ Γοργόνι Ἀνδρομάχην φησὶ καὶ Αἰνείαν γέρας δοθῆναι Νεοπτολέμῳ λέγων οὕτως· ‘ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην ἠύζωνον παράκοιτιν Ἕκτορος, ἥντε οἱ αὐτοὶ ἀριστῆες Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρὶ, αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο Αἰνείην ἐν νηυσὶν ἐμήσατο ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων‘: —MO Θεσσαλίας πόλεις αὗται: —M i σύγχορτα ναίω πεδ ί’: πλησιόχωρα, γείτονα, σύνορα.
sch Andr 17 [15] τὰ ὅμορα ὅτι χόρτῳ διέγραφον τὰς πόλεις οἱ ἀρχαῖοι· Ἀλέξανδρος δὲ ἢ ὀσπρίοις ἢ ἀλεύροις. μεταξὺ δὲ τούτων τῶν πόλεων ἐστὶ τὸ Θετίδειον: —MO ἀντὶ τοῦ· μεταξὺ ὑπάρχοντα: —M g τοῦτο ἀπὸ ἱστορίας εἴληφεν. αὐτόθι γὰρ αὐτῇ συνῴκησεν Πηλεύς· καὶ ἦν ὑπ’ Ἀχιλλέα τὸ Θετίδειον· ὅπερ ἐστὶ πόλις Θεσσαλίας ὥς φησι Φερεκύδης [frg. 16 FHG 4 p. 638a] καὶ Σουίδας [frg. 5b]. Ὁμηρικὴ δὲ ἡ σύνταξις [ρ 264. 268]· ‘τὰ δὲ δώματα κάλ’ Ὀδυσῆος· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο‘. καὶ ὁ μὲν ποιητὴς πρὸς τὸ σημαινόμενον ἀπέδωκεν ἀντὶ τοῦ αὐτὸ τὸ οἴκημα, οἱ δὲ νεώτεροι οἰηθέντες τὸν Ὅμηρον κατὰ πληθυντικοῦ τῶν δωμάτων συντάξαι τὴν μι ν, καὶ αὐτοὶ οὕτως συνέταξαν· ‘τοιγάρ νιν αὐτὰς ἐξέμηνα‘ [Eur. Bacch. 32. 36] κατὰ πληθυντικοῦ. ἔστιν οὖν ἀπάτη νεωτέρων: —MO αὐτὸ, τὸ πεδίον· Ὁμηρικὸς δὲ 〈ὁ〉 ζῆλος: —O καὶ ἡ Φαρσαλία πόλις ἐστὶ τῆς Φθιώτιδος μοίρας.
sch Andr 22 μητρόπολις γάρ ἐστιν ἡ Φθία πλειόνων πόλεων. ὡς ἀπὸ μέρους οὖν τὸ πᾶν, ὡς τὸ ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη: —MOA κἀγὼ δόμοι ς: ἰδίως ἕνα φησὶ παῖδα γενέσθαι τῷ Νεοπτολέμῳ ἄλλων τρεῖς λεγόντων Πύρρον Μολοσσὸν Αἰακίδην καὶ Τρωάδα.
sch Andr 24 [10] Λυσίμαχος δὲ ἐν τῷ δευτέρῳ τῶν Νόστων [frg. 13] φησὶ Πρόξενον ** [frg. 5a] καὶ τὸν Ἀκάνθιον Νικομήδην ἐν τοῖς Μακεδονικοῖς [frg. 1] ἱστορεῖν ἐκ μὲν Ἀνδρομάχης γενέσθαι τοὺς προειρημένους, ἐκ δὲ Λεωνάσσης τῆς Κλεοδαίου Ἄργον Πέργαμον Πάνδαρον Δωριέα Γένοον δανάην Εὐρύλοχον. φασὶ δὲ Πύρρῳ μὲν ἐγχειρίσαι τὴν βασιλείαν τὸν πατέρα, Μολοσσῷ δὲ τὴν ἐκ τῆς προσηγορίας τιμὴν προστάξαντα τὴν χώραν Μολοσσίαν ὀνομάζειν ** διὸ τὸν Αἰακίδην ὑπ’ αὐτῆς ὑπεκτεθῆναι 〈τῆσ〉 Ἀνδρομάχης πρὸς τὸ εἴτι διὰ τὴν ἀπαιδίαν Ἑρμιόνης καὶ τὴν ἑαυτῆς ἀσθένειαν γένοιτο [τι] τοῖς τέκνοις δυσχερές, μὴ ὑποχειρίους πάντας ληφθῆναι: —MO συμπελασθεῖσα· ὅθεν καὶ ἡ πάλλαξ: —M g διὰ τὰ πατρίδος κακά: —M g τὴν τοῦ παιδὸς βοήθειαν: —M g ἀφ’ οὗ: —M g ἀπωσάμενος, ἀπωθήσας, ὑβρίσας: —M g τὸ δουλικόν: —M g ὑπ’ αὐτῆς, τῆς Ἑρμιόνης, διώκομαι: —M g λέγει γά ρ: ὁ μὲν Εὐριπίδης ἄπαιδα ἐκ Νεοπτολέμου φησὶν εἶναι τὴν Ἑρμιόνην, ὁ δὲ Λυσίμαχος ταύτην παρ’ αἰνείου οὕτως γράφων [frg.
sch Andr 32 [25] 14]· ‘γήμαντα δ’ Ἑρμιόνην τὴν Μενελάου καὶ Ἑλένης καὶ μετὰ ταῦτα Λεώνασσαν τὴν Κλεοδαίου τοῦ Ὕλλου ** ἐξ ἐκείνης μὲν γενέσθαι Μολοσσόν, ᾧ ὁμώνυμον τὴν χώραν καὶ τοὺς ἄνδρας Μολοσσοὺς κληθῆναι, ἐκ δὲ τῆς Λεωνάσσης Πάνδαρον Γένοον Δωριέα Πέργαμον Εὐρύλοχον‘. ταῦτα μὲν Λυσίμαχος οὕτως· Φιλοκλῆς δὲ ὁ τραγῳδοποιὸς [frg. 2] καὶ Θέογνις προεκδοθῆναί φασιν ὑπὸ Τυνδάρεω τὴν Ἑρμιόνην τῷ Ὀρέστῃ καὶ ἤδη ἐγκυμονοῦσαν ὑπὸ Μενελάου δοθῆναι Νεοπτολέμῳ καὶ γεννῆσαι Ἀμφικτυόνα· ὕστερον δὲ Διομήδει συνοικῆσαι. Σωσιφάνης δὲ καὶ Ἀσκληπιάδης φασὶν ἐξ αὐτῆς Νεοπτολέμῳ Ἀγχίαλον γενέσθαι, Δεξιὸς δὲ Φθῖον, Ἀλέξανδρος δὲ Πηλέα· Σκληριὰς δὲ ἐκ μὲν Ἀνδρομάχης Μεγαπένθην, ἐκ δὲ Ἑρμιόνης Ἀγέλαον, Μενεσθεὺς δὲ ὁ Ἀθηναῖος ὑπὸ Μήστορος εἰς εἱρκτὴν ἐμβληθῆναι αὐτήν, Μέναιχμος δὲ καὶ Ἀπολλόδωρος ἑαυτὴν διαχρήσασθαι. Πρόξενος δὲ ἐν τῇ πρώτῃ τῶν Ἠπειρωτικῶν Νεοπτολέμου μὲν Πίελόν φησι γεγονέναι, τὸν καὶ Πηλέα· οὐ μὴν ὅτι ἐξ Ἑρμιόνης, παραδεδήλωται: —MO κεκρυμμένοι ς: οἱ φαύλως ὑπομνηματισάμενοι ἐγκαλοῦσι τῷ Εὐριπίδῃ φάσκοντες ἐπὶ τραγικοῖς προσώποις κωμῳδίαν αὐτὸν διατεθεῖσθαι. γυναικῶν τε γὰρ ὑπονοίας κατ’ ἀλλήλων καὶ ζήλους καὶ λοιδορίας καὶ ἄλλα ὅσα εἰς κωμῳδίαν συντελεῖ, ἐνταῦθα ἁπαξάπαντα τοῦτο τὸ δρᾶμα περιειληφέναι. ἀγνοοῦσιν· ὅσα γὰρ εἰς τραγῳδίαν συντελεῖ, ταῦτα περιέχει ἐν τέλει, τὸν θάνατον τοῦ Νεοπτολέμου καὶ θρῆνον Πηλέως, ἅπερ ἐστὶ τραγικά: —MOA ἄλλω ς: λαθραίοις. ἱκανῶς δὲ τὰ πάθη τῶν γυναικῶν καὶ τὰ ἤθη ἐν τοῖς ἑξῆς ἐξείργασται, ὑπονοίας, ζήλους, λοιδορίας κατ’ ἀλλήλων: —O τὸ ἐκλέλοιπα μέσου παρακειμένου ἐστί.
sch Andr 37 ὡς οὖν τήκω αὐτὸν καὶ τέτηκα ὑπ’ αὐτοῦ, οὕτως ἐκλέλοιπα ὑπ’ αὐτοῦ, ἀντὶ τοῦ κατελείφθην: —MO συνεργεῖ συμπράττει: —M g τὸ πλησιάζον τοῖς οἴκοις: —M g θάσσ ω: καθέζομαι διατρίβω παραμένω ἐάν πώς με τοῦ κινδύνου ἐξέληται: —MA ἑρμήνευμ α: ὑπόμνησιν ἄγγελον σημεῖον μνημόσυνον τεκμήριον.
sch Andr 46 [5] ταῦτα σημαίνει τὸ ἑρμήνευμα: —MA τὸ ἐν τῷ Θετιδείῳ ξόανον λέγει ἱερὸν τῆς Θέτιδος· ἐκεῖ γὰρ ᾤκει Πηλεὺς σὺν Θέτιδι. ἑρμήνευμα δὲ λέγει αὐτὸ, ἐπεὶ ἑρμηνεύει καὶ εἰς ὑπόμνησιν ἄγει τοὺς γάμους τῆς Θέτιδος: —MOA προσωφελῆσα ι: ἐκ παραλλήλου τὸ αὐτό· τοῦτο γὰρ ἀκόλουθον ἦν ἐκείνου, καὶ δι’ ἑκατέρου δηλοῦται· οὔτε ἐμοὶ πάρα προσωφελῆσαι οὔτε τῷ παιδί.
sch Andr 50 ἡ δὲ ἀνάγκη τοῦ μέτρου τῆς ταυτολογίας αἰτία: —MOA ὁ Νεοπτόλεμος ἐνεκάλει τῷ Ἀπόλλωνι ὑπὲρ τοῦ φόνου τοῦ Ἀχιλλέως, οὗ τιμωρήσασθαι τὸν Ἀπόλλωνα ἐζήτει.
sch Andr 51 [10] ὀργισθέντος οὖν τοῦ θεοῦ παρεγένετο ὁ Νεοπτόλεμος εἰς Δελφοὺς ἐκ δευτέρου ὑπὲρ τῆς τόλμης ταύτης ἐξιλεωσόμενος τὸν θεόν: —M ἔνθα Λοξίᾳ δίκην δίδωσι μανία ς : δίκην κόλασιν τιμωρίαν. λέγει δὲ τὴν ἀπολογίαν. ἣν τιμωρίαν ἀπῄτησεν τὸν Ἀπόλλωνα, ὅ ἐστιν· ἀνθ’ ἧς ἀπῄτησε τιμωρίας τὸν θεόν, ἀπολογίαν δίδωσιν: — MOA ἄλλω ς: τῆς τόλμης ἣν ἐτόλμησε δίκην ὑπὲρ Ἀχιλλέως αἰτήσας τὸν θεόν: —MOA ἥντινά ποτε δίκην ᾔτησε Φοῖβον ὑπὲρ πατρὸς ὃν ἔκτεινεν Ἀπόλλων, ἵν’ ᾖ γενικὴ ἀντὶ αἰτιατικῆς, ὥσπερ καὶ τὸ [Δ 357] ‘ὡς γνῶ χωομένοιο‘ καὶ τὸ [Δ 100] ‘ἀλλ’ ἄγ’ ὀίστευσον Μενελάου κυδαλίμοιο‘.
sch Andr 53 [10] γράφεται δὲ οὗ τίνει δίκη ν, ἵν’ ᾖ· ὅπου, ἐν Πυθοῖ, τιμωρίαν δίδωσιν: —MOA ἄλλω ς : ᾔτησε Φοῖβο ν: 〈Φερεκύδησ〉 ὑπὸ Μαχαιρέως φησὶ τὸν Νεοπτόλεμον ἀνῃρῆσθαι· οἱ δὲ ὑπὸ Ὀρέστου ὡς Εὐριπίδης καὶ ὀρθαίας καὶ Ξεναγόρας· οἱ δὲ ὑπὸ Φιλοξενίδα, ὡς Σουίδας· ἄλλοι δὲ ὑπὸ Μενελάου, 〈ἐπεὶ〉 ὑποσχόμενος ἐν Ἰλίῳ τὴν Ἑρμιόνην δώσειν αὐτῷ, αὖθις ἐβούλετο 〈δοῦναι〉 Ὀρέστῃ: —O ἕνεκα τοῦ πατρός: —M g ἐξαιτούμενο ς: παρακαλῶν ἀξιῶν.
sch Andr 54 τὸ δὲ ἑξῆς· ἀπὼν Δελφῶν κατ’ αἶαν εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος: —MONA ἄξιον ἐνόμιζον δέσποινάν σε καλεῖν: —M i A g γράφεται τὸ σό ν, ἵν’ ᾖ τὸ ἑξῆς· τοὔνομα τὸ σὸν τὸ δεσποτικόν: —MNO καινοτέρους λόγους: —M i μή τις αἴσθηται δεσποτῶν: —M i A g ἅ σοι φυλακτέ α: ἅτινά σε χρὴ παραφυλάσσεσθαι καὶ προσκοπεῖν.
sch Andr 63 ἢ ἅτινα μὴ ἐκφήνῃς τινὶ μηδὲ λέξῃς ἐμὲ μηνῦσαί σοι ταῦτα: —A τῇ πρότερον δεσποίνῃ: —M i δεικτικῶς ἑαυτὴν λέγει: —M g NOA g ὁ Μενέλαος ἤκουσε: —M i τὸ πόθεν πέπυσται οὐκ οἶδα: —M i A g οὐκ οἶ δ’ , ἐκείνω ν: ἐκ τούτου δὲ ταῦτα ἐγὼ νενόηκα ὅτι Μενέλαος ἀφανὴς καὶ ἔκδημος τῶν οἴκων ἐπ’ αὐτὸν γέγονεν: —A ἐκ τῶν οἴκων ἀφανὴς ἔκδημος: —M g οὕτως δυστυχεῖν κακῶς: —M i O λείπει ἡ κατά, ἵν’ ᾖ· κατ’ οὐδέν: —O οὐ δ ’ ἀμφὶ Πηλέω ς: οὐδὲ περὶ τοῦ Πηλέως κεκοίνωταί τι ἆρα ἥξοι.
sch Andr 79 ἐν ἐρωτήσει δὲ προενεκτέον τὸν στίχον· οὐδὲ περὶ τοῦ Πηλέως ἀκήκοάς τι ὡς ἐρχομένου: —MOA γέρων ἐκεῖνο ς: ἀντὶ τοῦ νωθὴς βραδύς, οἷον· τὸ γῆρας αὐτὸν ἐμποδίζει ὥστε ταχέως ἐλθεῖν καὶ βοηθῆσαί σοι: —MOA ἄλλω ς: βραδὺς, φησὶν, ἐκεῖνός ἐστιν ἅτε ὑπὸ τοῦ γήρως ἐμποδιζόμενος ὥστε ἐλθεῖν καὶ βοηθῆσαί σοι.
sch Andr 80 [5] μᾶλλον δὲ ἁρμόζει ὑπὸ τῆς θεραπαίνης τὰ δύο ταῦτα ἰαμβεῖα λέγεσθαι· πυνθάνεται γὰρ τῆς Ἀνδρομάχης εἰ ἦλθεν ἡ φήμη ὡς ἥξοντος τοῦ Πηλέως ὃς δυνήσεται παρὼν αὐτῇ βοηθῆσαι, ἵν’ ᾖ τὸ γέρων ἀντὶ τοῦ· ἱκανός ἐστιν ὁ Πηλεὺς ὠφελεῖν σε. ἢ ὁ χρονίζων πρὸς ὠφέλειαν καὶ παρὼν ἀδύνατος: —MOA ἀλλὰ πρὸ πολλοῦ, φησὶν, καὶ ἑτέρους ἀπέστειλα, ἵνα χειραγωγούμενος ἔλθῃ: —MA ἀντὶ τοῦ οὐδαμῶς: —M g ἐν οὐ δέοντι γνωμολογεῖ τοσούτων αὐτὴν περιεστώτων κακῶν: —MNOA g λείπει τὸ οὖσι καὶ τὸ βοηθεῖν, ἵν’ ᾖ· ἀπαγορεύεις ἐν κακοῖς οὖσι τοῖς φίλοις βοηθεῖν: —MNOA ἀνανεύεις: —M g τὸ ἑξῆς· εἶμι καὶ εἴ τι μέλλω παθεῖν ἄτοπον: —MNOA οὐ περίβλεπτο ς: οὐκ ἔνδοξος οὐ περιφανὴς οὐ τίμιος: —MNOA οὐκ ἐπίσημος.
sch Andr 89 κατ’ ἐνίους δὲ γράφεται χωρὶς τοῦ ο ὐ · καὶ περίβλεπτο ς, ὥστε ἐν εἰρωνείᾳ τοὐναντίον λέγεσθαι: —MOA ἄπελθε νῦν: —M g ἐκπέμπομεν.
sch Andr 93 διαλεγόμεθα. τοὺς θρήνους δηλονότι: — MNOA g γενικὴ ἀντὶ αἰτιατικῆς, ἀντὶ τοῦ τὰ παρεστῶτα κακά.
sch Andr 94 [5] δύναται δὲ τὸ τέρψις πληθυντικὴ εἶναι αἰτιατικὴ Ἰωνικὴ, ἵν’ ᾖ οὕτως· ἔμφυτον γὰρ ταῖς γυναιξὶν ἐπὶ στόματος ἔχειν τὰς τέρψιας τῶν παρόντων κακῶν: —MNOA στερεὸν χαλεπὸν σκληρόν: —M g τὴν τύχην: —M g συνεζεύχθην: —M g τὸ ἑξῆς· εἰς δούλειον ἦμαρ πεσοῦσα ἀναξίως: —M g NOA g χρὴ δ ’ οὔπο τ ’ εἰπεῖ ν: τούτῳ συνᾴδει τὸ ‘τέλος ὅρα μακροῦ βίου‘: —MNOA ἄλλω ς: ‘μήποτέ τις 〈βροτὸν〉 ἄνδρα πανόλβιον αὐδήσειεν πρίν 〈κεν〉 ἴδῃ πῶς κεῖνος ἔχοι ποτὲ πότμον ἐπισπών‘: —MNOA Ἰλίῳ αἰπεινᾷ Πάρι ς: μονῳδία ἐστὶν ᾠδὴ ἑνὸς προσώπου θρηνοῦντος· ὥστ’ οὔτε τὸ [1] Ἀσιάτιδος γῆς σχῆμα μονῳδία ἐστί· τραγῳδεῖ γὰρ καὶ οὐκ ᾄδει· οὔτε τὰ ἐν Θεοφορουμένῃ [FCG III p.
sch Andr 103 [5] 63] ᾀδόμενα· οὐ θρηνεῖ γάρ: —MNOA ἄλλω ς: ἐν τῇ Ἰλίῳ τῇ ὑψηλῇ ἠγάγετο εἰς θαλάμους καὶ εὐνὴν νυμφευτικὴν τὴν Ἑλένην ὁ Πάρις, οὐ γάμον, ἐπαγόμενος δηλονότι, ἀλλά τινα βλάβην: —A τὸ μέτρον ἐξ ἐλεγείων· τοῖς γὰρ ἐλεγείοις οὐ μόνον ἐπὶ θρήνων, ἀλλὰ καὶ ἐπὶ ἄλλων ἐχρῶντο: —M i N g A σύγκοιτον: —M i πεπορθημένην: —M g εἷλέ ς ’ ὁ χιλιόναυ ς: τῷ ἀπηρτισμένῳ ἀριθμῷ ἐχρήσατο· εἰσὶν γὰρ αἱ νῆες αρπϛ : —MNOA g πολλὰς νῆας ἔχων: —M i ὁ Ἑλληνικὸς στρατός: —M i A g καὶ τὸν ἐμὸν μελέας πόσι ν: ἀπὸ κοινοῦ τὸ εἷλ ε, καὶ ἔστι τὸ μὲν ἀντὶ τοῦ ἐπόρθησεν, τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἀνεῖλεν.
sch Andr 107 [10] εἴρηται δὲ Ὁμηρικῷ ζήλῳ ὡς τὸ [Λ 328] ‘ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε δήμου ἀρίστω‘. καὶ Πίνδαρος δὲ ἐχρήσατο ἐν τῷ [Ol. 1, 91] ‘ἕλε δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον‘: —MNOA τὸν περὶ τείχ η: παρὰ τὴν ἱστορίαν· τρὶς γὰρ περὶ τὸ τεῖχος ἐδιώχθη ὑπὸ Ἀχιλλέως ὁ Ἕκτωρ [Χ 208], νεκρὸς δὲ περὶ τὸ Πατρόκλου σῆμα τρὶς ἐσύρη [Ω 16]: —MNOA παρὰ τὴν ἱστορίαν τοῦτο λέγει. ἐδίωξεν γὰρ αὐτὸν τρὶς περὶ τὸ τεῖχος, περὶ δὲ τὸν τάφον τοῦ Πατρόκλου νεκρὸν 〈τρὶσ〉 ἔσυρεν ὁ Ἀχιλλεύς: —M εἵλκυσε διφρεύω ν: πρὸς τῷ δίφρῳ δεσμεύσας: —NOA g περιβαλοῦσα ἑαυτῇ τὴν δουλείαν.
sch Andr 110 [5] στολισαμένη: —M i NO ἀντὶ τοῦ ὀφθαλμῶν: —MA g λείπει τὸ γενομένην, οὖσαν: —M g NO τήκομαι κατ’ ὀλίγον: —M i A ἀντὶ τοῦ λείβομαι: —M g A ὡς ἀπὸ πέτρας ἐκπηδῶσα σταγών: —M i A [σταγὼν] ὡς λιβὰς πηγὴν ἀπεργαζομένη: —A ἀπὸ γῆς πιδύουσα, ὅ ἐστι πηδῶσα.
sch Andr 116 τὸ δὲ ἑξῆς· τήκομαι ὡς λιβὰς πιδακόεσσα, ἣν πετρίνην εἶπεν διὰ τὸ ἀπὸ πετρῶν ἀναβλύζειν: —MOA ἐγκαθεζομένη ἱκετεύεις: —M i A g καίπερ Φθιὰς οὖσα ἐγὼ καὶ Ἑλληνὶς πρὸς σὲ τὴν βάρβαρον ἦλθον: —MOA g θεραπείαν τῶν δυσκόλων πόνων εὑρεῖν: —MO ἄλλω ς : τεμεῖ ν: ἀπὸ τῶν ῥιζοτομουμένων ἡ μεταφορά.
sch Andr 121 [10] τεμεῖν οὖν ἀντὶ τοῦ εὑρέσθαι: —MO οἳ σὲ καὶ Ἑρμιόνα ν: οἵτινες πόνοι περὶ δύο λέκτρων ἔριδι συνέζευξαν Ἑρμιόνην καὶ σὲ τὴν ἐπίκοινον οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: —MOA ἐπίκοινον οὖσαν σὲ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων διδύμων, ὅ ἐστι· τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων κοινωνὸν σὲ οὖσαν: —MOA συνέκλῃσα ν: συνέβαλον συνέζευξαν: —MO καὶ ἄλλω ς: οἵτινες πόνοι σὲ καὶ τὴν Ἑρμιόνην συνέζευξαν 〈ἔριδι〉 περὶ δύο λέκτρων, σὲ τὴν ἐπίκοινον ἐοῦσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως: —MO κοινωνόν: —OA g ἀντὶ τοῦ· κοινωνοῦσαν τῇ Ἑρμιόνῃ τῶν περὶ τὸν Ἀχιλλέως παῖδα λέκτρων: —M ἐπίκοινον ἐοῦσα ν: περιττὴ ἡ μία ἀμφ ί, ἐὰν συνάψωμεν ** τὴν στιγμήν· κοινωνὸν οὖσαν περὶ τὸν παῖδα τοῦ Ἀχιλλέως τῶν δύο λέκτρων: —MOA ἐν ἤθει.
sch Andr 127 [5] τοῖς δεσπόταις φιλονεικεῖς καὶ ἀνθίστασαι: —MA ἐγγενέταισ ι: ἐγγόνοις ἢ πολίταις: —MOA g σύγκρινε ὅτι σὺ μὲν Τρῳάς, αὕτη δὲ Λακεδαιμονία: —MOA λεῖπε δεξίμηλο ν: ἄγαλμα λεῖπε τῆς ποντίας θεοῦ [δεξιμήλου]: —MO οἷον· τί ὠφελῇ ἐκτήκουσα σαυτὴν δακρύοις καὶ λύπαις καὶ ἐπαναγκάζουσα τοὺς δεσπότας ἀδικεῖν σε: —MOA ἄλλω ς: τὸ καταφυγεῖν σε ἐπὶ τὸν βωμὸν τῆς Θέτιδος βλάβην καὶ δάκρυα καὶ αἰκισμούς σοι προστρίψεται ἐκ τῆς τῶν δεσποτῶν ἀνάγκης, εἰ μὴ γνωσιμαχήσασα ἀναστήσῃ ἀπὸ τοῦ βωμοῦ καὶ ἐπὶ τὸ κολακεύειν τραπήσῃ: —MOA καιρό ς: ἀντὶ τοῦ ὠφέλεια.
sch Andr 131 ἀτυζομένῃ δὲ αἰκιζομένῃ. ἢ λυπουμένῃ, παρὰ τὴν ἄτην: —MOA ἀπρεπῶς καὶ ἐπιπόνως: —MOA g ἀπρεπῶς κατατήκειν: —M g τὸ κρατοῦ ν: καταλήψεται, ἀντὶ τοῦ· οἱ δεσπόται κατὰ σοῦ ἐλεύσονται· διὸ ὑποχώρει.
sch Andr 133 [5] γράφεται δὲ σὲ πείσε ι, οἷον· ἂν ἐμοὶ μὴ πείθῃ, πεισάτωσάν σε οἱ δεσπόται, δυσωπήσει σε τὸ ἀπηνὲς τῶν δεσποτῶν: —MOA δούλη οὖσα: —M i O τί κάμνεις οὐδὲν οὖσα· δούλη γὰρ εἶ: —M i OA g γνῶθι δ ’ οὖσα ἐπὶ ξένης 〈δμωὶσ〉 ἐ π ’ ἀλλοτρίας πόλεω ς: ἐπὶ ξένης εἰσὶν οἱ τὴν πατρίδα ἐάσαντες καὶ ἄλλης πόλεως ἐπιβαίνοντες, ἑκατέρων μέντοι τῶν πόλεων ὑπὸ ἑνὸς βασιλευομένων, ὡς οἱ ἐκ Φαρσαλίας εἰς Φθῖαν μεταβαίνοντες· ἄμφω γὰρ αἱ πόλεις ὑπὸ Πηλέα ἦσαν· ἐπ’ ἀλλοτρίας δέ εἰσιν οἱ ἄλλων πόλεων ἐπιβαίνοντες ὑπὸ διαφόρων βασιλευομένων, ὡς οἱ ἐκ Φθίας εἰς Λακεδαίμονα ἀπιόντες.
sch Andr 136 [10] ἡ μὲν γὰρ ὑπὸ Πηλέα, ἡ δὲ ὑπὸ Μενέλαον. οἱ οὖν ἐπ’ ἀλλοτρίας πόλεως ὄντες πάντως καὶ 〈ἐπὶ〉 ξένης, οὐκέτι δὲ οἱ ἐπὶ ξένης ἐπ’ ἀλλοτρίας. σὺ οὖν, φησὶν, ὦ Ἀνδρομάχη, καὶ ἐπὶ ξένης καὶ ἐπ’ ἀλλοτρίας· ἐκ βαρβάρων γὰρ εἰς Ἕλληνας ἦλθες: —MOA οἰκτροτάτα γά ρ: λείπει ἡ εἰς, οἷον· οἰκτροτάτη οὖσα ἦλθες εἰς τοὺς ἐμοὺς δόμους.
sch Andr 141 [5] ἐπειδὴ εἶπεν ὦ δυστυχεστάτα παντάλαινα νύμφ α, ἐπήγαγεν οἰκτροτάτη γά ρ, ἀντὶ τοῦ· εἰκότως γὰρ σὲ δυστυχεστάτην εἶπον, διότι οἰκτρὰ καὶ ἐλέους ἄξια παθοῦσα τῇ Θεσσαλίᾳ ἐπέβης. ἢ οὕτως· οἰκτείρω γὰρ σὲ ἀκριβῶς δεινὰ πάσχουσαν, καὶ ἡ ἄφιξίς σου ἡ ἐνταῦθα ἐμοὶ μὲν λύπης πρόξενος γέγονεν: —MOA ἐλέους ἐμοὶ ἀξία: —M i εἰς τοὺς ἐμοὺς οἴκους: —M i ἐλεῶ σε, φησὶν, 〈ἀλλὰ〉 φοβουμένη τοὺς δεσπότας ἡσυχάζω καὶ οὐκ ἐπιδείκνυμι τὴν εἰς σὲ συμπάθειαν: —A ἀντὶ τοῦ· διὰ τὸν φόβον τῶν ἐμῶν δεσποτῶν σιωπῶμεν τὴν πρὸς σὲ συμπάθειαν ἐνδείξασθαι μὴ δυνάμεναι: —M i M g OA ἡσυχίαν ἄγομε ν: τὸ ἑξῆς· ἡσυχίαν ἄγομεν μὴ παῖς τᾶς Διὸς κόρας, ἀντὶ τοῦ· δεδοικυῖα μὴ τὴν εἰς σὲ εὔνοιαν αἴσθηται ἡ Ἑρμιόνη· ἔνδοθέν γε μὲν ἀνιῶμαι περὶ σοῦ: —MOA † οὕτω δὲ σύντασσε· ἀθλιωτάτη σὺ, ὦ Ἰλιὰς γύναι, εἰς τοὺς ἐμοὺς οἴκους, τοὺς Ἑλληνικοὺς δηλονότι, ἔβης· τὸ γὰρ σὸν οἴκτῳ φέρουσα τυγχάνω, δεσποτῶν δὲ ἐμῶν φόβῳ ἡσυχίαν ἄγω μήπως ἡ παῖς ** : —A τῆς Ἑλένης: —M g εὐνοοῦσαν: —M g κόσμον μὲν ἀμφὶ κρατ ί: πρὸς τὸν χορὸν ταῦτά φησι προκατασκευάζουσα ὅτι πρεπόντως ἐλευθερίως λαλεῖ καὶ ἐξουσιαστικῶς, ὡς οἴκοθεν τὸν πλοῦτον κομίζουσα: —MA κόσμον μὲν τῆς χρυσέας χλιδῆς ἀμφὶ τῷ ἐμῷ κρατί: —OA g πολυτελείας: —M g τρυφῆς: —M g A g τὸν στολισμὸν, τὴν ἐσθῆτα: —M g A g οὐκ ἀπαρχὰς, οὐ δωρεὰς, οὐ φερνὰς ἔχουσα.
sch Andr 150 αὐχεῖ δὲ ἐφ’ οἷς τὰ τοῦ πατρὸς φορεῖ. ἐπίτηδες δὲ ὁ Εὐριπίδης τοὺς Λάκωνας κωμῳδῶν ὡς ἐχθροὺς τοῖς Ἀθηναίοις Λακωνικῷ προσώπῳ ἀλαζονικὰ ῥήματα προσάπτει: —MOA ἕδνα νῦν ἐκάλεσε τὴν προῖκα καὶ τὰ παρὰ τοῦ πατρὸς κειμήλια.
sch Andr 153 [5] Ὅμηρος οὐχ οὕτως, ἀλλὰ ἐπὶ τῶν παρὰ τοῦ νυμφίου προσφερομένων τάσσει τὴν λέξιν [β 53]· ‘Ἰκαρίου ὃς καὐτὸς ἑεδνώσαιτο θύγατρα‘, ἀντὶ τοῦ· ἕδνα λαβὼν ἐκδοίη: —MOA μετὰ παρρησίας λαλεῖν: —O οὐδὲ οἰκογενὴς δούλη, ἀλλ’ αἰχμάλωτος οὖσα: —M i A g ἐν ἤθει: —M i A g ἀκύμω ν: ἄτοκος.
sch Andr 158 [5] ἡ ὑποδεχομένη σπορὰν, μὴ γινομένη δ’ ἔγκυος: —MA † δεινὴ γὰρ ἠπειρῶτι ς: ἡ ἠπειρῶτις ψυχὴ εἴτε Ἀσίας εἴτε Εὐρώπης· τὰς γὰρ ἑκατέρωθι ἠπείρους βάρβαροι οἰκοῦσι, τὰ δὲ παράλια μέρη Ἕλληνες ὡς ἐπὶ τὸ πλεῖστον: —A δεινὴ γὰρ εἰς φαρμακείαν ἡ φύσις τῶν τῆς ἑτέρας ἠπείρου γυναικῶν.
sch Andr 159 λέγει δὲ τῆς Ἀσίας: —MOA ἀντὶ τοῦ βάρβαρος· τὰς γὰρ ἠπείρους βάρβαροι οἰκοῦσιν: —MOA g φαρμάκων δηλονότι: —M i A g ἢν δ ’ οὖν βροτῶ ν: ἀντὶ τοῦ· εἰ δὲ ζήσῃ: —MO ἄλλω ς: εἰ δέ τις θεῶν ἢ ἀνθρώπων σῶσαι θελήσει σε, ποιήσει σε καταπτῆξαι καὶ ὑποτάξαι σαυτὴν ἐμοί: —MOA πλουσίων παρρησιαστικῶν ὑπερηφάνων.
sch Andr 164 τοῦτο γὰρ ταῖς ὀλβίαις ἁρμόζει τὸ φρόνημα: —MOA δουλεῦσαι ὑποπεσεῖν.
sch Andr 165 ταπεινωθεῖσαν φοβηθῆναι: —M καταστέλλειν, παρὰ τὸ σάρον, ὡς παρὰ Σώφρονι [frg.
sch Andr 166 31] ‘τὸ σάρον ἄνελε‘: —MA τευχέω ν: σημαίνει καὶ τὸ πολεμικὸν ὅπλον, σημαίνει δὲ καὶ τὸ ἀγγεῖον: —A ἀντὶ τοῦ ῥαίνουσαν· ὡς γὰρ οἱ σπείροντες ῥίπτουσι τὰ σπέρματα ἐν τῇ γῇ, οὕτως καὶ οἱ ῥαίνοντες τὸ ὕδωρ.
sch Andr 167 [5] Ἀχελῷον δὲ πᾶν ποτάμιον ὕδωρ φασὶν ὡς δρῦν πᾶν δένδρον καὶ ἀκρόδρυα πάντας τοὺς καρπούς: —MOA οὐ γάρ ἐσ θ ’ Ἕκτωρ τάδ ε , οὐ Πρίαμο ς: ὁ λόγος· νῦν οὔτε ἐπὶ ἀνδρὶ Ἕκτορι σεμνύνῃ οὔτε ἐπὶ κηδεστῇ Πριάμῳ ὡς βασιλεῖ οὔτε ἐπὶ πλούτῳ, ἀλλὰ δούλη γεγονυῖα τὰ δούλων ὀφείλεις φρονεῖν: —MOA ἐνταῦθα: —M g ἀντὶ τοῦ· Ἑλληνικὴ πόλις: —M g ἀνοίας: —M g ἀποφατικῶς ἀναγνωστέον: —M g A g τῷ Νεοπτολέμῳ τῷ τοῦ Ἀχιλλέως παιδί: —M g A g αὐθέντο υ: ἀντὶ τοῦ αὐτοέντου, τουτέστι φονέως, τοῦ δι’ ἑαυτοῦ ἱέντος τὸ ξίφος: —MNOA πάντα Περσικὰ ἔθη: —M g A g οἱ συγγενεῖς: —M g A g ἀντὶ τοῦ ἔρχονται: —M g ἐπέχει κωλύει, αὐτοὺς δηλονότι: —M i NOA g οὐδεὶς νόμος κωλύει ταῦτα πράττειν: —M i NOA g ἐν ἡμῖν πρᾶττε: —M g τῶν βαρβάρων τὰ ἔργα: —M g A g εἰς μίαν δέ· ὁ γὰρ ἀλλά ἀντὶ τοῦ δέ: —M εὐνῆς τέρψιν, σύγκοιτον δηλονότι: —M g ἀντὶ τοῦ γυνή.
sch Andr 181 ἡ τῶν θηλειῶν φρόνησις ἐπίφθονος: —MA ἄλλω ς : θηλείας φρενός ἀντὶ τοῦ θήλεια φρήν· φθονερόν τι γένος ἡ γυναικεία φρήν: —MA ἄλλω ς: χρῆμα τῆς θηλείας φρενὸς τὸ φθονεῖν: —MA ταῖς ὑπὸ τοῦ αὐτοῦ ἀνδρὸς γεγαμημέναις: —M διὰ τὴν προπέτειαν κακὸν τὸ νέον.
sch Andr 184 ‘ἡ νεότης ἀσύφηλος ἀεὶ θνητοῖσι τέτυκται· εἰ δὲ δίκην βλάπτοι, πουλὺ χερειοτέρη‘: —MO ἀντὶ τοῦ· ὑποχείριόν σοι εἶναί με: —M i A g τῆς παρρησίας με διώξεις: —M g A g ὑπομείνω ὑποστῶ.
sch Andr 188 κατὰ κοινοῦ δὲ τὸ ταρβ ῶ. ὁ δὲ λόγος· ἐὰν ἐπιτύχω τῷ λέγειν, πάλιν εὐλαβοῦμαι μὴ μείζονα ἐμαυτῇ βλάβην προσβάλω διὰ τὸ ἐξελέγξαι σε: —MOA οἱ μέγα φρονοῦντες βαρέως φέρουσιν ἐπὶ τῷ παρὰ τῶν ἐλασσόνων δικαιοτέρους λόγους ἀκούειν καὶ ἐλέγχεσθαι: —MOA ἀξιοπίστῳ, ἔχοντι ἐν ἑαυτῷ πίστιν.
sch Andr 192 ὁ δὲ νοῦς· τίνι βεβαίῳ λογισμῷ πεισθεῖσα ἐγὼ ἀπωθῶ σε τοῦ γνησίου γάμου: —MOA θαρρήσασα: —M g ἀποδιώκω ἐκβάλω: —M g ἐρωτηματικῶς μετὰ ὑποκρίσεως.
sch Andr 194 [5] τούτῳ δὲ ὑπακουστέον τὸ οὐ δήπου γε, ἀντὶ τοῦ· οὐ δήπου γε ἡ Λάκαινα πόλις μείων ἐστὶ τῶν Φρυγῶν. ὁ δὲ νοῦς· [ἀντὶ τοῦ] οὔτε κατὰ πόλεως δόξαν οὔτε κατὰ ἡλικίαν οὔτε κατὰ τύχην σοῦ βελτίων οὖσα πῶς σε ἐξωθῆσαι δύναμαι: —MOA τύχῃ θ ’ ὑπερθε ῖ: τῇ εὐδαιμονίᾳ ὑπερβάλλει ἡ Φρυγῶν πόλις τὴν Λάκαιναν· ᾧ πάλιν ὑπακουστέον τὸ οὐ δήπου.
sch Andr 195 ἀκολούθως δὲ ἐπάγει κἄ μ ’ ἐλευθέραν ὁρᾷ ς, οὐ δήπου αἰχμάλωτον: —MOA εὐτυχίᾳ ὑπερβαίνει: —M g στερρῷ ἀκμάζοντι: —M g ἐπερειδομένη: —M g πρὸς τί χρήσιμον ἀφορῶσα βούλομαί σε ἐκβάλλειν; ἵνα τέκω παῖδας; καὶ τί με ὠφελήσουσι; δοῦλοι γὰρ ἔσονται καὶ αὐτοί: —MOA προσθήκην κακῶν βάρους.
sch Andr 200 ἐκ μεταφορᾶς τοῦ μικροῦ πλοίου τοῦ ἐφελκομένου τῷ μεγάλῳ: —MOA ἢ τοὺς ἐμούς τι ς: ἢ ἄρα.
sch Andr 201 [5] διαπορητικὸς δὲ ὁ λόγος· ἢ ἄρα τυράννους ὄντας τοὺς ἐμοὺς παῖδας 〈ἂν〉 ἀνέξαιτό τις: —MOA πιστώσεται καταδέξεται: —M i ὁ πᾶς λόγος ἐν εἰρωνείᾳ ἐστίν· ναὶ, φησὶ, βασιλεύσουσιν οἱ ἐμοὶ παῖδες· φιλοῦσι γάρ με οἱ Ἕλληνες καὶ δι’ ἐμαυτὴν καὶ διὰ τὸν Ἕκτορα, Ἕκτορα μὲν ὡς εὐεργέτην τιμῶντες, ἐμὲ δὲ ὡς μὴ βάρβαρον καὶ οὐ πολεμίαν περιφανῆ αὐτοῖς γενομένην ἐλεοῦντες: —MOA ὅθεν εἰκὸς τοὺς Ἕλληνας νῦν με μισεῖν περιφανῆ πολεμίαν αὐτοῖς γενομένην: —MOA ἀφανὴς ἄσημος.
sch Andr 204 ἆρα, φησὶν, οὐκ οἶσθα τὴν τύχην ὅτι τύραννος ἦν ἐγὼ τῶν Φρυγῶν καὶ μισοῦμαι ὑπὸ τῶν Ἑλλήνων: —MOA ὁ εἰ ἀντὶ τοῦ ἐπεί· ἀλλ’ ἐπεὶ μὴ ἁρμοδία τυγχάνεις εἰς τὸ συνοικεῖν ἀνδρί, διὰ τοῦτο μισῇ: —MOA καταθύμιος ἁρμοδία: —M g A g τὸ εἰδέναι πῶς δεῖ συνοικεῖν ἀνδρὶ καὶ δι’ ὧν εἰς στοργὴν καὶ εὔνοιαν αὐτὸν ἐπάγοιο.
sch Andr 207 οὐ γὰρ τὸ κάλλος αἴτιον τοῦ φιλεῖσθαι, ἀλλ’ αἱ ἀρεταί. ἀρετὴ δὲ γυναικὸς ἡ πρὸς τὸν ἄνδρα ὁμόνοια: —MOA τὸ ἐπιτηδείως συνοικεῖν: —M g σὺ δ’ ἄν τι λυπηθῇς, ἀπὸ πατρίδος καὶ πλούτου καὶ τύχης ὑβρίζεις τὸν ἄνδρα σου καὶ τὴν μὲν σαυτῆς πατρίδα τὴν Λακεδαίμονα προφέρεις ὡς εὐτύχημα μέγα, τὴν δὲ Σκῦρον ἐκφαυλίζεις: —MOA ἀντὶ τοῦ· πλουτεῖν λέγεις ἐν τοῖς πλοῦτον μὴ ἔχουσιν· ἐπεὶ ἡ Ἑρμιόνη ἔλεξεν ἀνωτέρω [147] τὸν κόσμον καὶ τὴν ἐσθῆτα μὴ ἐκ τοῦ Πηλέως ἔχειν, ἀλλὰ παρὰ τοῦ πατρός.
sch Andr 211 [5] τοῦτο δὲ ἦν ὀνειδίζειν εἰς πενίαν τὸν ἄνδρα: —MA ἄλλω ς: ἐν μὴ πλουτοῦντι, τῷ Νεοπτολέμῳ. τοῦτο τείνει πρὸς τὰ ἀνωτέρω ῥηθέντα κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆ ς: —A φρονήματος ἕνεκεν μὴ ἁμιλλᾶσθαι καὶ στασιάζειν πρὸς τὸν ἄνδρα, οἷον· μὴ θέλειν τῷ εὐγενεστέραν εἶναι ἢ πλουσιωτέραν τοῦ ἀνδρὸς, φρονεῖν μέγα καὶ διὰ τοῦτο παρατετάχθαι τῷ ἀνδρὶ πρὸς ἅμιλλαν: —MOA τὴν χιονιζομένην· δυσχείμερος γὰρ ἡ Θρᾴκη: —M g A βάρβαρον ἔθος τὸ ἐπιπαλλακεύεσθαι.
sch Andr 216 [5] ταῦτα δὲ οὐκ ὀρθῶς· ἔφη γὰρ ἂν ἡ Ἑρμιόνη· ἀλλ’ οὐκ ἐν Θρᾳξὶν οἰκοῦμεν βαρβάροις, ἀλλ’ ἐν τῇ Ἑλλάδι καὶ τοὺς τῶν Ἑλλήνων νόμους σῴζομεν: —MOA ὅπου πολλαῖς γυναιξὶν εἷς ἀνὴρ κοινωνῶν κατὰ διαδοχὴν δίδωσι τὸ λέχος αὐτοῦ: —MOA ἀπληστία ν: ἀκολασίαν ἀσέλγειαν: —A καὶ πῶς, φησὶν, οὐκ ἔμελλες δόξαν λαγνείας ὑπερβαλλούσης ταῖς γυναιξὶ περιτιθέναι; τὸ δὲ προστιθεῖσα εἶπεν, ὅτι πρὸς τῷ δόξαν ἔχειν αὐτὰς λαγνείας, ἔτι καὶ συνεβεβαίωσας ἂν ἔργῳ τὴν δόξαν: —MOA ἡ πρός ἀντὶ τῆς περί: —M g καίτοι χείρο ν’: ἐκείνης μελλούσης λέγειν ὅτι [οὐ] δεῖ ἀντιποιεῖσθαι λέχους, προλαβοῦσα τὴν ἀπολογίαν τῆς Ἑρμιόνης φησὶν· οἶδα ὅτι χεῖρον τῶν ἀρσένων ὀργῶμεν, ἀλλὰ καρτεροῦμεν: —MOA καίτοι, φησὶν, ἡμεῖς αἱ γυναῖκες καταφερέστεραι οὖσαι πρὸς τὰ ἀφροδίσια τῶν ἀνδρῶν, ὅμως καλῶς περιστέλλομεν αὐτὰ καὶ οὐ φανεραὶ γινόμεθα.
sch Andr 220 [10] ἢ οὕτως· ἰσχυροτέραν νόσον νοσοῦμεν, τὴν πρὸς τοὺς ἄνδρας· ἀλλὰ προϊστάμεθα αὐτῆς καρτεροῦσαι καὶ ἐφ’ ἑνὶ μένουσαι. βούλεται δὲ λέγειν ὅτι οὐκ ὀφείλει γυνὴ ἀνδρὸς ἑτέρᾳ γυναικὶ συνομιλοῦντος οὕτως φανερῶς ἀγανακτεῖν ὡς καὶ εἰς μέσον φέρειν αὑτῆς τὸ πάθος, ἀλλὰ μᾶλλον ἰδίᾳ τῷ ἀνδρὶ ἐπιτιμᾶν πειθοῖ τε καὶ κολακείᾳ ἀφιστᾶν αὐτὸν τῆς πρὸς τὰς ἄλλας πτοήσεως. οὕτως γὰρ ἂν πείσειεν τὸν ἄνδρα ἤπερ ἐναντιουμένη: —MOA ἀλλὰ περιστέλλομεν τὴν νόσον καταφερέστεραι οὖσαι καὶ λανθάνομεν τοὺς ἄνδρας: —M g OA τὴν σὴν χάρι ν: λείπει ἡ διά· διὰ τὴν σὴν χάριν καὶ τὸ σοὶ κεχαρισμένον: —OA σοὶ καὶ ξυνήρω ν: συνεβαλλόμην σοι εἰς ἔρωτα: —OA τοῦτο παρὰ τὴν ἱστορίαν φασὶν εἰρῆσθαι· μὴ γὰρ ἱστορεῖσθαι Ἕκτορι ἐξ ἄλλης γυναικὸς γεγενῆσθαι υἱούς.
sch Andr 224 [15] ἀπερίσκεπτοι δέ εἰσιν οἱ ταῦτα λέγοντες. Ἀναξικράτης γὰρ διὰ τῆς β τῶν Ἀργολικῶν [frg. 1] οὕτως λέγει· ‘οἱ δ’ ἀμφὶ Αἰνείαν καὶ Σκαμάνδριον τὸν Ἕκτορος υἱὸν καὶ παλαίτερον ** ἦσαν δὲ αὐτῷ οὗτος μὲν νόθος, ὃς αὐτοῦ κατελήφθη καὶ ἀπόλλυται ** οὗτοι δὲ διασῴζονται· Σκαμάνδριος γὰρ ἀφικνεῖται εἰς τὰ ἐν Ἴδῃ, Αἰνείας δὲ 〈καὶ Ἀσκάνιος ὁ υἱὸσ〉 καὶ Ἀγχίσης ὁ πατὴρ αὐτοῦ, ἀλλὰ καὶ ἄλλοι τινὲς παῖδες αὐτοῦ καὶ Αἰγέστας οἰκεῖος ὢν τῷ Ἀγχίσῃ [καὶ Αἰνείας] εἰς Δάρδανον μετανίστανται‘. οὐκ ἀτόπως οὖν νῦν Εὐριπίδης νόθους φησὶν αὐτὸν ἐσχηκέναι παῖδας: —MOA καὶ μαστὸν ἤδη πολλάκι ς: ὁποία ἦν ἡ Θεανὼ ἡ Ἀντήνορος γυνή. Ὅμηρος [Ε 69]· ‘Πηδαῖον δ’ ἂρ ἔπεφνε Μέγης, Ἀντήνορος υἱὸν, ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ‘: —MOA ἐφιλοποιούμην: —M g ἑωθινῆς.
sch Andr 227 ἢ 〈τῆς ὑπὸ〉 τὸν ἀέρα: —M g μὴ τῷ φιλεῖν τὸν ἄνδρα ζήτει νικᾶν τὴν μητέρα: —M i O τῇ περὶ τοὺς ἄνδρας σπουδῇ· λέγοι δὲ ἂν Θησέα καὶ Μενέλαον καὶ Ἀλέξανδρον καὶ Δηίφοβον.
sch Andr 229 [5] ἔσχεν δὲ μετὰ θάνατον ἢ ἐν ὀνείρῳ Ἀχιλλέα, ὡς καὶ Λυκόφρων [143]· ‘τῆς πενταλέκτρου θυάδος Πλευρωνίασ‘. ἢ κατ’ εἰρωνείαν λέγει, ἀντὶ τοῦ μισανδρίᾳ. κἀκείνη γὰρ δοκοῦσα φιλεῖν τὸν Μενέλαον, ὕστερον αὐτὸν καταλέλοιπεν. ὅρα οὖν καὶ σὺ μὴ νῦν δοκοῦσα φίλτρῳ ζηλοτυπεῖν τὸν ἄνδρα, ἐξαίφνης αὐτὸν καταλείπῃς. παρὰ τὰ πρόσωπα δὲ καὶ τοὺς καιροὺς ταῦτα· πῶς γὰρ οὐκ ἔμελλεν εἰς ὀργὴν καταστῆσαι τὴν Ἑρμιόνην κατὰ τῆς μητρὸς δυσφημοῦσα: —MOA νικῆσαι: —M g ὅσον σοὶ εὐκόλως καὶ δυνατῶς φαίνεται καὶ παρίσταται, ἀντὶ τοῦ· ὅσον ἐνδέχεται: —M g OA φιλιωθῆναι: —M g πιθανολογεῖς, μεγαλορρημονεῖς.
sch Andr 234 ἀντὶ τοῦ· σεμνὴν καὶ ἀξίαν ἐντροπῆς καὶ ἀξιωματικὴν θέλεις σαυτὴν δεικνύναι: —MO μεγάλα λαλεῖς: —M g πρὸς τὸ οὐχί ἐπήγαγεν, τουτέστιν· οὔκουν σώφρων ὑπάρχεις ἐφ’ οἷς νῦν λόγοις λέγεις: —MO λαγνείαν γὰρ αὐχεῖ περικεκαλυμμένην σώφροσι λόγοις: —M g OA δι’ ὧν ἔχεις τὸν ἐμὸν ἄνδρα: —M i A οὐ καθέξεις καθ’ ἑαυτὴν τὴν κατ’ ἐμὲ ζηλοτυπίαν καὶ σιωπῇ κρύψεις τὸ πάθος: —M g OA οὐκ αὖ σιωπ ῇ: εἰ καὶ ἀλγεῖς τὴν ψυχὴν περὶ τῆς σῆς συνουσίας, σιωπᾶν ὀφείλεις, ἵνα μὴ δόξῃς διὰ λαγνείαν χαλεπαίνειν: —MA τὸ μὴ περιορᾶν τὸν ἄνδρα εἰς ἄλλας γυναῖκας ἀποκλίναντα: — MOA προτετιμημένα περισπούδαστα πρωτεῖα: —MA g οἷον μετὰ σεμνότητος καὶ ἐπιεικείας, ὡς πρέπει γυναιξίν, οὐ μετὰ τοσαύτης ἀναισχυντίας, ὡς σύ.
sch Andr 242 [5] οἷον· ὅτε δι’ αὐτὸ τὸ καλὸν καὶ τὸ πρέπον ** ἀπείργειν τῶν τοιούτων: —MOA Ἑλληνικὸν γὰρ τὸ παντὶ τρόπῳ ἀπείργειν τὸν ἄνδρα τῆς προτέρας κοινωνίας: —MOA κακοῦργος: —M g ναὶ, φησὶν, ὁρῶ τὸ ἄγαλμα οὐκ εἰς ἐμὲ βλέπον, ὡς σὺ φής, ἀλλὰ πολὺ μῖσος ἐμφαῖνον κατὰ τῆς σῆς πατρίδος, ὅτι ἐκεῖ ἀνῃρέθη ὁ Ἀχιλλεύς: —MOA ἦ καὶ πρόσ ω: ἀντὶ τοῦ περαιτέρω καὶ ἐπὶ [τὰ πρόσω] πλέον μοι θέλεις ὀνειδίσαι: —A ὄντως γὰρ τῶν πόρρω καὶ ἀνέκαθέν μου κακῶν ψαύσεις καὶ ὑπομνήσεις ὀνειδίζουσά μοι; ἀντὶ τοῦ· καὶ τὰ δυστυχηθέντα τῇ μητρί μου εἰς μέσον ἄγεις: —MOA πλέον: —M g A g † ἰδοὺ σιωπ ῶ: τὸ ἰδού ἐπίρρημα ἀπὸ τοῦ ἰδοῦ προστακτικοῦ ῥήματος, τοῦ σημαίνοντος τὸ θέασαι, διενοήθη καὶ προήχθη εἰς χρῆσιν.
sch Andr 250 [25] ἡ δὲ διαφορὰ ἀμφοῖν ὁ τόνος ἐστί. τοῦ γὰρ πρωτοτύπου περισπωμένου, τὸ ἰδού ἐπίρρημα ὀξύνεται πρὸς ἀντιδιαστολήν. τοιοῦτόν ἐστι καὶ τὸ ἰού· καὶ αὐτὸ γὰρ ἀπὸ τοῦ ἰοῦ, ὃ σημαίνει τὸ παραγενοῦ [καὶ ἦλθες] παρήχθη, ἐκεῖνο δὲ ἐκ θέματός ἐστι τοῦ ἴημι. κανονίζονται δὲ ἄμφω οὕτως. εἴδω, ὁ μέλλων εἴσω, ὁ ἀόριστος εἶσα, πάντα ἄχρηστα, ὁ δεύτερος ἴδον, ὁ μέσος ἰδόμην, τὸ δεύτερον ἴδου καὶ τὸ προστακτικὸν αὐτοῦ ἰδοῦ ἰδέσθε ἰδέσθωσαν· ἔστι δὲ καὶ χρῆσις παρ’ Εὐριπίδῃ ὡς τὸ [Hec. 808] ‘ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά‘. ἐκεῖνο δὲ, ἴημι, ὁ μέλλων ἴσω, ὁ δεύτερος ἀόριστος ἴην, ὁ μέσος ἰόμην ἴου καὶ τὸ προστακτικὸν ἰοῦ, ἀντὶ τοῦ ἐλθέ, καὶ ἐντεῦθεν τὸ ἰού τὸ σχετλιαστικόν. ὀξύνονται δὲ κατὰ τὸν κανόνα· πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα καὶ ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον περισπᾶται πλὴν τοῦ ἰδού καὶ ἰού. οὕτως τὸ μὲν ἰδού καὶ ἰού πρὸς ἀντιδιαστολήν, τὸ δὲ ου οὐ πρὸς ἀντιδιαστολὴν τῆς ου ἀντωνυμίας ἢ τοῦ ου ἄρθρου ὑποτακτικοῦ (ἤρκει γὰρ πρὸς [τοῦτο] τὴν ἀντιδιαστολὴν τὸ πνεῦμα· ἐκείνων γὰρ δασυνομένων τοῦτο ψιλοῦται), ἀλλὰ διὰ τὸ μηδὲν σημαίνειν καὶ ἀνυπαρξίας εἶναι δηλωτικὸν τὸ ου 〈οὐχ〉 ὁ τόνος ὁ ἀσθενέστερος ἐπετέθη αὐτῷ, ὁ δυνάμενος καὶ μεταβάλλεσθαι καὶ παντελῶς ἀποτίθεσθαι. μεταβάλλεται μὲν γὰρ εἰς βαρεῖαν ὡς ἐν τῇ συνεπείᾳ, ἀποτίθεται 〈δὲ〉 παντελῶς ἐν τοῖς ἐγκλινομένοις, ὡς τὸ ἐγώ εἰμι, ἐγώ φημι· ὀξύνεται δὲ ἀεὶ καὶ οὐδέποτε βαρύνεται τὸ ου διὰ τὸ σχῆμα καὶ τὴν ἀνάτασιν τῆς κεφαλῆς τοῦ ἀπαρνουμένου. ὁ μὲν γὰρ κατατιθέμενος καὶ τὸ ναί λέγων διὰ σχήματος τὴν 〈συγ〉κατάθεσιν ποιούμενος κλίνει τὴν κεφαλήν, ὁ δὲ ἀπαρνούμενος πρὸς τὸ ὄρθιον σχηματίζει αὐτήν: —A λαμβάνομαι τὸ στόμα, κλείω κατέχω: —M g A g γράφεται ἐστάλη ν: —A g οὐ καταλείψω τὸ τέμενος τῆς θεοῦ, εἰ μή ποτε ἀποθάνω καὶ τὸ λείψανον ληφθῇ ἐντεῦθεν, ἐπεὶ οὐ θέμις ἐν ἱερῷ νεκρὸν σῶμα εἶναι.
sch Andr 251 εἰ δὲ μὴ ἀποθάνω, ἀλλ’ ἐν ζῶσι τυγχάνω, οὔποτε τοῦτο λείψω: —MOA προεκδώσω ἐμαυτὴν πρὸ τοῦ ἐλθεῖν τὸν Πύρρον: —M ἀλλ’ οὐδ’ ἐγὼ ἐμαυτὴν 〈ἂν〉 ἐκδοίην σοι πρὶν ἐλθεῖν τὸν ἄνδρα σου: —MOA πῦρ σοι προσοίσ ω: ὅτι ἔθος ἦν πῦρ προσφέρειν τοῖς εἰς βωμὸν καταφεύγουσιν: —MNO τὸ σὸν συμφέρον προνοήσω: —M g A g ἀντὶ τοῦ αἵμασσε.
sch Andr 260 ὡς χρύσου· ὅτε δὲ περισπᾶται παθητικόν ἐστιν. 〈ᾑμάτουν〉 ᾑμάτους ᾑμάτου αἱμάτου [δὲ] ὡς ἐχρύσουν ἐχρύσους ἐχρύσου χρύσου: —MNO μετέρχεται: —M g A g ὦ βάρβαρε καὶ ἀναιδεστάτη: —MA τολμᾷς καὶ φέρεις: —MA ἄγρευμα, ἀπὸ μεταφορᾶς τῶν ἰχθύων: —M g OA g ἰσχυρῶς καθιδρυμένη: —M g A g τετηγμένος.
sch Andr 267 [5] τοῖς γὰρ ἀνδριᾶσι πρὸς ἀσφάλειαν μόλιβδος περιχέεται: —MOA πέποιθ α: πέποιθα αὐτῷ: —OA δεινόν ἀντὶ τοῦ δυνατόν· ὁ δὲ νοῦς· δυνατόν ἐστι τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείαν καταστῆσαι, τῆς δὲ δεινοτέρας γυναικὸς οὐδεὶς εὑρίσκει θεραπείαν: —MOA ἄλλω ς: δεινόν ἐστιν τῶν θεῶν τινα τῶν μὲν ἀγρίων θηρίων θεραπείας καταστῆσαι τοῖς ἀνθρώποις, τῆς δὲ γυναικὸς τῆς δεινῆς μὴ εὑρεῖν θεραπείαν: —MO χείρονα: —M g γυναικό ς: ἀντὶ πληθυντικοῦ τοῦ γυναικῶν· ὁ δὲ νοῦς· τῶν δὲ γυναικῶν οὐδεὶς φάρμακα ἐξεύρηκέ πω, ἅπερ γύναιά ἐστιν ἐχίδνης καὶ πυρὸς περαιτέρω: —MA ὄντως μεγάλων κακῶν ἐγένετο ἀρχή: —M g ὁ Ἑρμῆς.
sch Andr 277 [10] μέμνηται τῆς ἱστορίας ἐκείνης ἔνθα περὶ τοῦ μήλου ἦλθον κριθησόμεναι Ἥρα καὶ Ἀθηνᾶ καὶ Ἀφροδίτη παρὰ τῷ Πάριδι. τοιαῦτά ἐστιν καὶ τὰ παρὰ Σοφοκλεῖ ἐν Ποιμέσιν [frg. 469] ‘ἴδεν δή ποτε μηλοτρόφω ἀγενηλιτὴει τὴν τῆς Ἴδης τριολύμπιον ἅρμα‘· ἔνιοι δὲ ἐψεῦσθαί φασι τὴν κρίσιν τῶν θεῶν, καθάπερ Ἀντικλείδης· ‘τρία γάρ ἐστι τῶν. ἐπιχωρίων γύναια μαχλὰ εἰς τὴν τῆς εὐμορφίας κρίσιν καταστάντα‘. Χρύσιππος δὲ ἐν Ἠθικῶν ι λογισάμενον τὸν Πάριν τίνος δεῖ μᾶλλον ἀντέχεσθαι, πολεμικῆς ἀσκήσεως ἢ ἐρωτικῆς ἢ βασιλικῆς, νεῦσαι [αὐτὸν] μᾶλλον εἰς τὰ ἐρωτικὰ καὶ οὕτως τὸν τῆς κρίσεως μῦθον συντεθῆναι: —MNOA τὸ κάλλιστον: —M g τὸ ἑξῆς· ἔριδι εὐμορφίας: —M g O ηὐξημένον: —O ἐπὶ τὰς ἐπαύλεις τοῦ βουκόλου Πάριδος καὶ πρὸς αὐτὸν τὸν μονότροπον νεανίαν βουκόλον καὶ πρὸς τὴν αὐλὴν τὴν οἰκουμένην μὲν, ἔρημον δὲ γυναικὸς καὶ παίδων.
sch Andr 280 ἢ τὴν ἐν ἐρημίᾳ οὖσαν: —MOA ποιμένα βουκόλον.
sch Andr 281 ἐπὶ τὰς ποιμενικὰς ἐπαύλεις. βουκόλοι δὲ κοινῶς οἱ νομεῖς ἀπὸ τοῦ ἐπιφανεστέρου ζῴου: —M g τὴν ἔπαυλιν τὴν ἔχουσαν ἐν αὑτῇ οἴκησιν.
sch Andr 282 ἢ ἑστίαν ἔχουσαν ἐν 〈αὑτῇ〉, οἰκουμένην. διαφέρει δὲ σταθμὸς καὶ αὐλή· ὁ μὲν γὰρ σταθμὸς οἰκητήριον θρεμμάτων, ἡ δὲ αὐλὴ ἀνδρῶν οἰκητήριον: —OA οὐρείων πιδάκω ν: παρὰ Ῥοδίῳ ὄντως λουτρὰ δεικνύουσιν ὅπου μυθεύουσι τὰς θεὰς ἀπολούσασθαι.
sch Andr 285 [5] καὶ περὶ τούτων δὲ Ἀντικλείδης ἱστόρησεν: —O ἔβαν δὲ πρὸς τὸν Πριαμίδαν Ἀλέξανδρον ἐπαγγελίαις λόγων βλαπτόντων αὐτὸν καὶ τὴν πόλιν αὐτοῦ ἀπατῶσαι καὶ ἐφελκόμεναι: — MOA λείπει ἡ πρός: —M g τινὲς γράφουσιν δυσφόρω ν, ἵν’ ᾖ· ὑπερβολαῖς λόγων δυσφόρων ἑαυτὰς ὑβρίζουσαι, ὡσεὶ ἔλεγεν· ἐριστικοῖς λόγοις διαμαχόμεναι πρὸς ἀλλήλας καὶ οἷον παραβάλλουσαι τὰ κάλλη ἀλλήλων καὶ συγκρίνουσαι ἐν φιλονεικίᾳ: —MOA βλαπτικῶν: —M g ἀντὶ τοῦ ἐρεθίζουσαι, ὡς ὁ ποιητὴς [Δ 6] ‘παραβλήδην ἀγορεύων‘.
sch Andr 289 τινὲς δέ· παραλογιζόμεναι ταῖς ἐπαγγελίαις καὶ ἀφαιρούμεναι αὐτὸν τοῦ φρονεῖν: —MA ἠπάτησεν ἐφειλκύσατο: —M g τέρπειν δυναμένοις: —M g πόρθησιν καὶ ταραχήν.
sch Andr 291 [5] βίου σύγχυσιν τῇ Τροίᾳ κατασκευάζουσαν: —M λείπει τὸ ἔχουσιν: —M g ἀλ λ ’ εἴ θ ’ ὑπὲρ κεφαλᾶ ς: κατὰ κεφαλῆς, ἀντὶ τοῦ· εἴθε κατεκρήμνισεν αὐτόν: —O εἴθε ὑπὲρ κεφαλῆς Πάριδος ἔβαλεν θάνατον ἡ τεκοῦσα τὸν Πάριν: —M ἄλλω ς: ἀντὶ τοῦ ἀνεῖλεν.
sch Andr 293 [10] κατ’ ὄναρ θεασαμένη ἡ Ἑκάβη ὅτι λαμπάδα ἐγέννησεν ἅμα τῷ τεχθῆναι τὸν Ἀλέξανδρον, ἐδυσφόρει καὶ ἤρετο τοὺς μάντεις. οἱ δὲ ἔφασκον χρῆναι τὸ τεχθὲν φονεύειν· ἡ δὲ ἐξέθηκεν αὐτὸ μὴ τολμῶσα φονεῦσαι, καὶ αὐτὸ λαβὼν ποιμὴν ἐν τῇ πήρᾳ τέθεικεν, ὅπως διατρέφοι· διὸ καὶ Πάρις ὠνομάσθη, ὁ ἐν τῇ πήρᾳ τραφείς: —MA ἀντὶ τοῦ· κατέχουσα μαντικὴν δάφνην.
sch Andr 296 [5] τοῦ γὰρ θεοῦ συγγενέσθαι αὐτῇ βουληθέντος, ἔφη μὴ πρότερον ἑαυτὴν ἐκδώσειν εἰς κοινωνίαν, εἰ μὴ λάβοι παρ’ αὐτοῦ δῶρον τὴν μαντικήν. τοῦ δὲ θεοῦ χαρισαμένου, ἠρνήσατο τὴν κοινωνίαν. διὸ ἀγανακτήσας ὁ Ἀπόλλων τὴν μὲν μαντικὴν ἅπαξ χαρισάμενος οὐκέτι ἀφείλετο, ἀπιστεῖσθαι δὲ αὐτὴν πεποίηκεν· ὅθεν καὶ περὶ τοῦ Πάριδος προειποῦσα ἠπιστήθη: — MOA ἠπιστεῖτο ἡ Κασσάνδρα μαντευομένη, ἐπεὶ ἠπάτηκε τὸν Ἀπόλλωνα περὶ γάμων: —O οἰκήσεις τοῦ Νεοπτολέμου.
sch Andr 303 ἐνταῦθα αἰχμαλωτισθεῖσα: — M i A g ἔπαυσεν ἀπήλλαξεν: —M g λυπηρούς: —M g περὶ οὓς πόνους ἐπλανῶντο κατὰ τὴν Τροίαν ἐπὶ δέκα ἔτη: —M i O οὐκ ἂν συνέβη ὁ πόλεμος εἰ ἐφονεύθη ὁ Ἀλέξανδρος: —AO ἔρημοι ἄμοιροι: —M g τὸν Μολοττὸν ἄγων ταῦτα λέγει: —M i ἔξω παρέθου: —M g ἔλεγες ἐκόμπαζες ἐνόμιζες: —M i ἄγαλμα ξόανον: —M g ἀπὸ κοινοῦ τὸ ηὔχει ς: —M g ἐμοῦ τοῦ Μενελάου, δεικτικῶς: —M g A g φονευθήσεται: —M g σκέψαι: —M g A g ὦ φήμη, ὦ ὑπόνοια, ὦ δόκησις.
sch Andr 319 δόξαν γὰρ νῦν τὴν ὑπόνοιάν φησι παρόσον ἡ ὑπόνοια πολλοῖς τῶν ἀνθρώπων ὄγκον περιτίθησιν καὶ μεῖζον ἢ εἰσὶν ὑπολαμβάνειν παρασκευάζει περὶ αὐτῶν: —MNOA οὐκ ἐντελέσιν ὑπάρχουσιν: —M i ὕψωσας: —M g τοὺς μὲν 〈ἀληθῶσ〉 εὐκλεεῖς μακαρίζω, τοὺς δὲ ψευδῆ ἔχοντας ὑπόνοιαν οὐκ ἀξιῶ εὐδαίμονας καλεῖσθαι, τῆς τύχης τούτοις χαρισαμένης ἀκρίτως φρονεῖν μέγα ἐπὶ εὐτυχίᾳ, μὴ ἐπὶ εὐδοξίᾳ.
sch Andr 321 [5] ἡ μὲν γὰρ ἀληθὴς εὐδοξία ἐκ πόνου καὶ ἀρετῆς παραγίνεται, ἡ δὲ ψευδὴς ἀπὸ τύχης: — MNO μακαρίζω: —M g ἀντὶ τοῦ· ἀξίους κρίνω θαυμάζεσθαι: —M i ἀντὶ τοῦ ἔχοντας: —M i ἐπιλέκτοις ἐκκρίτοις: —M i τὴν Τροίαν ἀφείλου τὸν Πρίαμον.
sch Andr 325 σχῆμα δέ ἐστιν Ἀττικόν: —M g NO ἀντὶ τοῦ· μὴ προκοψάσης εἰς ἡλικίαν.
sch Andr 326 καταισχύνει δὲ αὐτὸν ὅτι ὑπὲρ τηλικαύτης [ὑπὲρ βρέφους] ἀδίκως προίσταται: —MNOA παιδικὴν ἡλικίαν ἐχούσης: —M i ἐθυμώθης ἐθρασύνθης ἐπήρθης: —M g οὔτε σὲ τῆς Τροίας ἄξιον νομίζω οὔτε σοῦ τὴν Τροίαν ἀξίαν νομίζω: —MA ὁ νοῦς· οὔτε ἡ Τροία ὑπὸ σοῦ τοιούτου ὄντος ἀξίως ἑάλω οὔτε σὺ ἀξίως αὐτῆς ἀνεῖλες αὐτήν.
sch Andr 329 [5] τῇ τε γὰρ Τροίᾳ ἄδοξόν ἐστιν καθὸ ὑπὸ σοῦ ἀπώλετο, σύ τε οὐκ ἄξιος ἦς τὴν Τροίαν ἀπολέσαι· ὡς εἴ τις ἐκ τοῦ ἐναντίου λέγοι· τῷ Ἀχιλλεῖ ἔνδοξον ἦν τὸν Ἕκτορα ἀποκτεῖναι ὡς καὶ τῷ Ἕκτορι ὑπὸ Ἀχιλλέως ἀναιρεθῆναι. ὡς εἴ τις εἴποι· ἔπρεπεν τῷ Ἡρακλεῖ τὴν Ἴλιον πορθῆσαι καὶ τῇ Ἰλίῳ ὑπὸ Ἡρακλέους ἁλῶναι: —MA Δίδυμος μέμφεται τούτοις ὡς παρὰ τὰ καθεστῶτα· σεμνότεροι γὰρ οἱ λόγοι ἢ κατὰ βάρβαρον γυναῖκα καὶ δυστυχοῦσαν: —A ἐκ τῶν δορυφορούντων: —M g τὰ κατὰ τὴν φρένα καὶ τὴν ψυχὴν ὅμοιοί εἰσιν τοῖς ἀνοήτοις· ὡς καὶ νῦν ὁ Μενέλαος, δοκῶν εἶναι φρόνιμος διὰ τὴν τῆς τύχης ὑπεροχὴν, ἐλέγχεται ὡς ἀνόητος.
sch Andr 331 τοὺς γὰρ φρονίμους περιττοὺς ἐκάλουν οἱ παλαιοί: —MNOA εἰ μὴ ἄρα πλούτῳ ὑπερέχουσιν: —M g τὸ μίασμα τοῦ φόνου ἀδύνατον αὐτὴν ἐκφυγεῖν· ἐμιάνθη γὰρ ὡς φόνον ποιήσασα.
sch Andr 335 δόξεις δὲ παρὰ πολλοῖς καὶ σὺ τοῦτον τὸν φόνον ἠγωνίσθαι· ἡ γὰρ χρεία τοῦ συνδρᾶσαι τῇ θυγατρὶ ἀναγκάσει σε μὴ ἐκφυγεῖν τὸ μύσος: —MNOA μόλυσμα, ἄγος ὑποστήσῃ: —M g φόνο ν · τὸ συνδρῶ ν: ὡς γειτνιῶν, οὕτω συνδρῶν καὶ πάντα τὰ τῆς δευτέρας συζυγίας: —NO ὑπεξέλθω ἐκδράμω.
sch Andr 338 λείπει δὲ τὸ ὥστε· ὥστε μὴ θανεῖν: —M g ἀντὶ τοῦ ἐκάλει: —M g ἐξελεύσεται ὃν αὐτὸν δεῖ τρόπον.
sch Andr 342 ἀντὶ τοῦ· διαπράξεται ἃ δεῖ καὶ ἐλεύσεται εἰς ἃ πρέπον ἐστίν: —MNOA καὶ ἄλλω ς: ὁρμήσει πορεύσεται ὡς πρέπει, μετὰ τῆς δεούσης σπουδῆς: —MNOA πράττων: —M g πρὸς γάμον διδούς: —M g ψεύσεται ** τινὲς οὕτως· ψευδῆ σε νομίσει ὁ ἀκούων καὶ οὐ πεισθήσεται: —MNO τίς ἐθελήσει γυναῖκα λαβεῖν, διὰ ζηλοτυπίαν ἀπερριμμένην; ἀρετὴ γὰρ γυναικὸς μὴ μνησικακεῖν ἀνδρὶ ἔχοντι πρὸς ἄλλην κοινωνίαν καὶ τοιαύτην ἂν εὔξαιντο πολλοὶ γῆμαι· αἰσχύνη δὲ τὸ ζηλοτυπίαν νοσεῖν.
sch Andr 347 [5] ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ ὀργισθεὶς ὁ Νεοπτόλεμος ἐπὶ τῇ ζηλοτυπίᾳ ταύτῃ ἐκβάλῃ τῶν οἴκων αὐτήν, οὐδεὶς ἐθελήσει αὐτὴν γῆμαι διὰ ζηλοτυπίαν 〈ἀπ〉ερριμμένην: —MNOA εἰς πόσας παλλακίδας: —MM i NOA g τί ἂν βούλοιο; ἆρα πολλοῖς ἀνδράσιν ἐκδοῦναί σου τὴν θυγατέρα ἢ παθεῖν ἃ λέγω; τινὲς δὲ οὕτως· βέλτιόν ἐστιν ἀνέχεσθαι πολλῶν εὐνῶν, ὅ ἐστι· φέρειν τὸν ἄνδρα εἰ καὶ πολλαῖς παλλακίσι χρῷτο, ἢ ταῦτα ὑποστῆναι ἃ ἐγὼ λέγω: —MNOA κινεῖν: —M g θέλει εἰπεῖν ὅτι μὴ ἐξομοιοῦ τῇ θυγατρί σου· ἀναιδὲς γὰρ τὸ γυναικεῖον γένος: —MA g ἄγονον καθιστῶμεν, ὡς αὐτὴ λέγει, ἐκτιτρώσκειν ποιοῦμεν: —M οὐ γὰρ οἱ βώμιοι πίπτοντες ἑκόντες καὶ οὐκ ἄκοντες ληψόμεθα τὴν τιμωρίαν παρὰ τῆς Θέτιδος; ἐν ἐρωτήσει δὲ ἀναγνωστέον.
sch Andr 357 [5] οὐ δώσομεν, φησὶ, τὴν δίκην ἐν τοῖς σοῖς γαμβροῖς εἰς τοὺς βωμοὺς αὐτῶν καταφεύγοντες: —MNOA τῷ βωμῷ προσπίπτοντες, καταφεύγοντες: —M g ὑποστησόμεθα.
sch Andr 358 [5] ληψόμεθα: —M g τῷ Νεοπτολέμῳ: —M g οἷσιν οὐκ ἐλάσσον α: ἐν οἷς ἀποδειχθήσομαι οὐχ ἧσσον ἢ εἰς ὑμᾶς ἁμαρτάνουσα καὶ τιμωρηθήσομαι ὑπ’ ἐκείνων τὸ περὶ ἐκείνους παρανενομημένον: —MNOA γράφεται ἀπαιδία ν: —A g ἀνόητος ἐλεγχομένη: —M g οὐ φαρμακεύομεν τὴν σὴν παῖδα: —M g ἕν σου δέδοικ α: δέδοικα μὴ διὰ τὴν Ἑρμιόνην με ἀπολέσῃς, ὥσπερ διὰ τὴν Ἑλένην τὴν Τροίαν: —MNOA Δίδυμος μέμφεται πᾶσι τούτοις ὡς παρὰ τὸν καιρὸν καὶ τὰ πρόσωπα: —NOA ἀντὶ τοῦ· ἀπηνῶς, ὑπὲρ τὴν τύχην: —M g ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενα ς: ὡς γυνὴ λόγους ποιουμένη πρὸς ἄρσενας, θρασέως ἔλεξας καί σου ἡ σωφροσύνη τῆς διανοίας ἔξω ἐξέπεσεν· ἀπὸ μεταφορᾶς τῶν τοξευόντων ὑπὲρ τὸν σκοπόν: —A καί σου τὸ σῶφρο ν: καὶ τῆς φρενός σου τὸ σῶφρον ἐξέπεσε τοῦ προσήκοντος, τουτέστιν· παρὰ τὸν δέοντα λογισμὸν ἐφθέγξω λοιδορησαμένη ἄγαν θρασέως τῷ Μενελάῳ: —MNOA ἄλλω ς: ἔξω, φησὶ, τοῦ σκοποῦ ἔβαλες καὶ παρέδραμες καὶ πλέον ἢ κατὰ γυναῖκα ἐπαρρησιάσω: —NOA καὶ μοναρχίας οὐκ ἄξι α: τὸ κρατῆσαι σοῦ, φησὶν, οὐκ ἔστιν τῆς ἐμῆς στρατηγίας ἄξιον, οὔσης αἰχμαλώτου, ἀλλ’ ἐπειδὴ ὑπὲρ θυγατρὸς κάμνω καὶ τούτου χρείαν ἔχω, μέγα τοῦτο νομίζω: —MNOA τοῦ τ ’ ἔσ θ ’ ἑκάστ ῳ: δοκεῖ ἐνταῦθα εὐτελίζων τὸ τῆς Τροίας κατόρθωμα ἐναντιοῦσθαι τῷ ἑξῆς· φησὶ γὰρ [540]· ἐπεὶ πλεῖστον ἀναλώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν.
sch Andr 369 [10] ἔστιν οὖν ὁ νοῦς οὕτως· καλῶς ἐγίνωσκον ὅτι ἑκάστῳ ἀνδρὶ ἡ κατεπείγουσα χρεία τιμιωτέρα νομίζεται τοῦ πορθῆσαι τὴν Τροίαν, οὕτως καὶ νῦν ἐμοὶ πολὺ μεῖζον φαίνεται τὸ βοηθῆσαι τῇ θυγατρί μου μᾶλλον ἢ τὸ πορθῆσαι τὴν Τροίαν, ἀντὶ τοῦ· ἀναγκαιότερον τοῦτο ἡγοῦμαι ἢ ἐκεῖνο. μὴ οὖν διὰ τοῦτο κρῖνε ἐμὲ ἀνάξιον τῆς Τροίας, ὅτι συναγωνίζομαι τῇ θυγατρί μου: —MNOA ἄλλω ς: κἀκεῖνοι γὰρ ἐπεθύμουν πορθῆσαι τὴν Τροίαν καὶ τοῦτο αὐτοῖς ἐφάνη μεῖζον· καὶ νῦν ἐμοὶ τὸ προκείμενον πρᾶγμα μεῖζον ἤπερ ἡ Τροία: —MNOA κἀγὼ θυγατρὶ σύμμαχος καθίσταμαι· τὸ γὰρ λέχους στέρεσθαι μέγα κρίνω: —M δοκιμάζω ἡγοῦμαι: —M g ὀλίγα: —M g τοὺς ἐμοὺς ἰδίους.
sch Andr 375 [5] τὴν θυγατέρα φησίν: —M i παρὰ τὸ ‘κοινὰ τὰ τῶν φίλων‘: —M i μένων δὲ τοὺς ἀπόντα ς: ἐπειδὴ εἶπεν ἡ Ἀνδρομάχη ὅτι ἀνάμεινον τὸν Νεοπτόλεμον, λέγει ὅτι ἐξουσίαν ἔχω τῶν [αὐτῶν] δούλων, ὥστε καὶ χωρὶς αὐτοῦ τιμωρεῖσθαι: —MNO ἀνάγκη ἐστὶ τῷ ἑτέρῳ ἀποθανεῖν: —M g A g γράφεται δυοῖν [θάτερον] ἀνάγκη θατέρῳ λιπεῖν βίο ν: —A g κλῆρον ψῆφον: —M g ἐκλογήν: —M g τὸ ζῆν δηλονότι: —M i καὶ 〈μὴ〉 λαχοῦσ α: καὶ λαχοῦσα τὸ ζῆν ἀθλία εἰμὶ διὰ τὸ μέλλειν τὸν παῖδά μου φονεύεσθαι καὶ μὴ λαχοῦσα πάλιν δυστυχῶ ὡς μέλλουσα φονεύεσθαι: —A καὶ μὴ λαχοῦσ α: κἄν τε γὰρ ἕλωμαι τὸ ἐμὲ τελευτῆσαι, δεινόν, κἄν τε τὸ ἕτερον, τὸ τὸν παῖδα ἀπολέσθαι, πάνδεινον: —MNOA καὶ ἐὰν τὸ μὴ ζῆν ἐκλέξωμαι, δυστυχὴς ἔσομαι: —M i NO ἐρωτηματικῶς: —M i A g ἀντὶ τοῦ· ἀλλὰ τὴν ἀρχὴν ἐάσας πρὸς τὴν ἀναίτιον φέρῃ: —M ἀλλὰ τὴν ἀρχή ν: ἀλλὰ τὴν ἀρχὴν τοῦ πράγματος ἀφεὶς πρὸς τὴν τελευτὴν φέρῃ [πρὸς τὴν] ὑστέραν οὖσαν· τὸ γὰρ τέλος τῆς ἀρχῆς δευτερεύει καὶ ὑστερεῖ: —MNOA τὸ ἄχθος ἐπὶ τῷ ἄχθει τῆς δουλείας τὸ καὶ δοῦλον παῖδα τεκεῖν: —M ἀτὰρ τί ταῦ τ ’ ὀδύρομα ι: ἐπεὶ εἶπεν τί δέ με καὶ τεκεῖν ἐχρῆν ὡς ἐπιλαβομένη ἑαυτῆς ἐπήγαγεν ἀτὰρ τί ταῦ τ ’ ὀδύρομαι μικρὰ ὄντα πρὸς σύγκρισιν τῶν παρελθόντων, τῆς τε σφαγῆς Ἕκτορος καὶ τῆς Ἰλίου ἁλώσεως καὶ τοῦ αἰχμάλωτον αὐτὴν ληφθῆναι.
sch Andr 397 [10] τὰ ἐν ποσὶν οὖν τὰ περιέχοντα. ὁ δὲ νοῦς οὕτως· περιττὸν ὅλως τὸ θρηνεῖν· βέλτιον γὰρ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: —NOA ἄλλω ς : ἀτὰρ τί ταῦ τ ’ ὀδύρομα ι: τὰ κατὰ τὴν πατρίδα καὶ τὴν ἐκ πολεμίου παιδοποιΐαν τί ὀδύρομαι λόγοις, ἥτις τούτων τὸ δεινὸν αὐταῖς ὄψεσιν προεθεώρησα, σφαγὰς Ἕκτορος, Ἴλιον πυρπολούμενον, τὴν πεῖραν τῆς αἰχμαλωσίας, τὰ δὲ πλησίον ὄντα κακὰ οὐ δακρύω οὐδὲ ἀναζητῶ; λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου. ἀρχὴν δὲ ποιεῖται τοῦ θρηνεῖν τῷ τί δῆ τ ’ ἐμοὶ ζῆν ἡδ ύ: —MNOA τὰ πλησίον, τὰ νῦν με περιέχοντα κακά. λέγει δὲ τὴν ἐπιβουλὴν Μενελάου: —M οὐκ ἐξικμάζ ω: οὐκ ἀναζητῶ.
sch Andr 398 ἀπὸ τῶν θλιβόντων ἡ μεταφορά. ἀντὶ τοῦ· οὐκ ἐρευνῶ καὶ ἀκριβολογοῦμαι: —NOA οὐ δακρύω, παρὰ τὴν ἰκμάδα: —M g τὰς διὰ τῶν τροχῶν γινομένας.
sch Andr 399 [5] ἢ ἑλκυσθείσας: —M g δούλη γενομένη: —M g νυμφευθεῖσα ἦλθον: —M g ἀντὶ τοῦ· περιττὸν τὸ θρηνεῖν· βέλτιον γὰρ τὸ ἀποθανεῖν ἢ ζῆν τοιαῦτα πεπονθυῖαν: —MNA οὐ δῆτα τοὐμοῦ γ’: οὐχ ἕνεκα τοῦ ἐμοῦ βίου προήσομαι αὐτὸν ἀποθανεῖν: —M i OA ἄλλω ς: οὐκ ἐάσω αὐτὸν ἀποθανεῖν ἵνα ἀθλία γένωμαι: —M i NOA ἐν τῷδε μὲν γὰρ ἐλπί ς: νέος ὢν, φησὶν, οὗτος ἐλπίδα ἔχει καὶ βασιλεύσειν, εἰ σωθείη τοῦ παρόντος κινδύνου: —MNOA ἥδε χειρί α: ὑπὸ χειρί, ὑπ’ ἐξουσίᾳ: —M ἄλλω ς: ἰδοὺ ἐγὼ πρὸς τὸ φονεύειν ὑποχείριος γίνομαι: —MA κρεμάσαι: —M g πνῖξαι: —M i στείχω πρὸς Ἅιδη ν · ἢν δ ’ ὑπεκδράμῃ ς: ἐὰν ἐκφύγῃς τὰς χεῖρας τῶν περὶ Μενέλαον καὶ ζήσῃς, μέμνησο τῆς σῆς μητρός: — MNOA ἄλλω ς: ἐὰν προκόψῃς εἰς βίον, ὅ ἐστιν· ἐὰν ἀνδρωθῇς: —MNOA περιβάλλων: —M g ὑπέμεινα: —M g ὅστις δ ’ αὔ τ ’ ἄπειρος ὢν ψέγε ι: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει ἄπειρος ὢν τέκνων καὶ μὴ εἰδὼς τὴν ἐπ’ αὐτοῖς ἀλγηδόνα (διὸ καὶ δυστυχῆ νομίζων τὴν ἀπαιδίαν εὔχεται τέκνων τυχεῖν, ἀγνοῶν ὅτι εὐδαίμων ἐστίν), ἐν ὅσῳ ἄπαις τυγχάνει, δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ.
sch Andr 419 [10] τινὲς δὲ οὕτως ὅτι τὸ ἧσσον ἀντὶ τοῦ οὐδ’ ὅλως· ὁ ἄπαις, φησὶν, ἀπήλλακται τῆς περὶ τοὺς παῖδας ἀλγηδόνος, δυστυχῶν δὲ δι’ ἀπαιδίαν, εἰ δὴ δυστύχημα, ὥς τινες οἴονται, ἄλλως ἐστὶν εὐδαίμων καὶ μακάριος ἄφροντις ὤν. δύναται δὲ καὶ τὸ δυστυχῶν ἀντὶ τοῦ ἀτυχῶν: — MNOA ἄλλω ς: ὅστις δὲ τὰ ὑπ’ ἐμοῦ ῥηθέντα ὑπὲρ τέκνων ψέγει, λέγων ὡς ἰσόψυχα τοῖς ἀνθρώποις οὐκ εἰσὶ τὰ τέκνα, ὁ τοιοῦτος κατὰ μὲν τὸ εἶναι ἄτεκνος δυστυχεῖ, κατὰ δὲ τὸ ἀπολελύσθαι τῆς τῶν παίδων φροντίδος εὐδαιμονεῖ: —MNOA ἠλέησα: —M g ἀλλότριος: —M g τύχῃ: —M g περιστρέψαντες περιδήσαντες: —M g ᾧ ς ’ ὑπήγαγο ν: ᾧ λογισμῷ σε ἔπεισα καὶ ἐδελέασα καὶ ἐξηπάτησα καὶ παρετρεψάμην: —MNOA οὖσα ὑπάρχουσα: —M g ἠπάτησας: —M g ὄντως: —M g σεσοφισμένα: —M i τὰ θεῖα δ ’ οὐ θε ῖ ’ οὐ δ ’ ἔχει ν: τὰ δὲ θεῖα οὐ θεῖα ἡγῇ οὐδὲ ἔχειν αὐτὰ δίκην, ὅ ἐστιν· ἀναιρεῖς τὰ θεῖα καὶ τὸ παρ’ αὐτοῖς δίκαιον: —MNOA ὅταν τό δ ’ ᾖ , τά δ ’ οἴσομε ν: ὅταν δοκῇ τῷ θεῷ καὶ ἐνστῇ τὸ τιμωρηθῆναι ἡμᾶς ὡς εἰς αὐτὸν ἀσεβοῦντας, ὑπομενοῦμεν τότε· ἐπὶ μέντοι τοῦ παρόντος οὐδεμία ἀναβολὴ τῆς σῆς ἀναιρέσεως: —MNOA ὑποστησόμεθα: —M i οὔκουν θρασεῖά γ ’ αὐτό ν: θρήνει αὐτὸν, φησίν· οὐ γὰρ ἀσφαλὴς αὐτῷ ὑπόκειται ἐλπὶς ζωῆς.
sch Andr 444 [5] αἰνίττεται δὲ ὅτι ἡ Ἑρμιόνη αὐτὸν ἀναιρήσει: —MNOA ἄλλω ς: θαρρεῖν ποιοῦσα, θάρρος ἔχουσα τοῦ ζῆν. οἱ γὰρ ζῶντες θαρσύνονται: —MNOA ὦ πᾶσιν ἀνθρώποισι ν: ταῦτα ἐπὶ τῷ Ἀνδρομάχης προσχήματί φησιν Εὐριπίδης λοιδορούμενος τοῖς Σπαρτιάταις διὰ τὸν ἐνεστῶτα πόλεμον.
sch Andr 445 [10] καὶ γὰρ δὴ καὶ παρεσπονδήκεσαν πρὸς Ἀθηναίους, καθάπερ οἱ περὶ τὸν Φιλόχορον [frg. 169a] ἀναγράφουσιν. εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. ὁ δὲ Καλλίμαχος [frg. 100d, 26] ἐπιγραφῆναί φησι τῇ τραγῳδίᾳ Δημοκράτην. ἑξῆς δὲ αὐτοὺς εἴς τε τὰ ἄλλα καὶ φιλοχρηματίαν κακῶς λέγει. καὶ Ἀριστοτέλης δὲ τοῦτο ἱστορεῖ ἐν τῇ τῶν Λακώνων πολιτείᾳ [frg. 544] καὶ τὸ ὑπὸ θεοῦ αὐτοματισθὲν προστίθησιν ἔπος ‘ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δέ γ’ οὐδέν‘. φαίνεται δὲ γεγραμμένον τὸ δρᾶμα ἐν ἀρχαῖς τοῦ Πελοποννησιακοῦ πολέμου: —MNOA ἑλικτὰ κοὐδὲν ὑγιέ ς: περικυκλοῦντες ψευδέσι λόγοις τὴν ἀλήθειαν καὶ μὴ κατ’ εὐθεῖαν ἃ φρονεῖτε λέγοντες: —MNO ἑλικτὰ κοὐδὲν ὑγιέ ς: πανοῦργα, οὐχ ἁπλά.
sch Andr 448 ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παρὰ γεωμέτραις γραμμῶν: —NOA νενόμισται δεδοκίμασται: —M g ἐπορθήθη: —M g ὅς σε πολλάκις δορ ί: ὅστις σὲ πολλάκις ἀντὶ τοῦ ἐπὶ τῆς παρατάξεως ἑστάναι καὶ πολεμεῖν ναύτην κακὸν ἐποίησεν διωκόμενον.
sch Andr 456 [5] τὸ γὰρ 〈 ναύτην〉 κακὸν πρὸς τοῦτο εἶπεν, ὅτι φεύγων τὴν ἐν τῷ πεδίῳ μάχην εἰς τὰς ναῦς κατέφυγεν: —MNOA ἄλλω ς: εἰς τὰς ναῦς εἱλούμενος καὶ διωκόμενος. ἐκείνων δ’ ἂν εἴη τῶν ἐπῶν μεμνημένος [Ο 653]· ‘εἰσωποὶ δ’ ἐγένοντο νεῶν, περὶ δ’ ἔσχεθον ἄκραι νῆες, ὅσαι πρῶται εἰρύατο‘: —NOA ναύτην ἔθηκε ν: ἀντὶ τοῦ ἵστασθαι ἐπὶ τῆς χέρσου καὶ μάχεσθαι ναύτην ἔθηκε κακόν, τουτέστιν· εἰς τὰς ναῦς ἀπεδίωξε τρεψάμενος: —A ναύμαχον: —M g πεζομάχου καὶ ἐπιγείου: —M g δυστυχήσω: —M g διὰ τοῦτο μὴ καυχῶ: —M i διπλᾶ: —M g οὐ δ ’ ἀμφιμάτορας κόρου ς: τοὺς ἐκ διαφόρων μητέρων, ἐξ ἑνὸς δὲ πατρὸς, οὐδὲ τούτους ἐπαινέσω τοὺς κόρους, λέγω δὲ [τὰς] ἔριδας τῶν οἴκων: —MNOA μίαν μοι στεργέτω πόσις γάμοι ς: καὶ αὐτὸς μίαν μοι στεργέτω εὐνὴν, τὴν ἐμὴν, καὶ αὐτὴν ἀκοινώνητον ἄλλου ἀνδρὸς, ἀντὶ τοῦ ἄμικτον: —MNOA ἀκοινώνητον ἀνδρὸς εὐνά ν: ἀντὶ τοῦ· σώφρονα καὶ μὴ ἐπικοινωνοῦσαν ἑτέρῳ ἀνδρὶ ἢ τῷ γήμαντι μόνῳ νομίμως: —MNOA τὸ ἑξῆς· μίαν εὐνήν: —M i παρὰ τὸ Ὁμηρικὸν [Β 204] ‘οὐκ ἀγαθὸν πολυκοιρανίη‘: — M i NOA πρὸς τὸ φέρειν οὐκ εἰσὶ βελτίονες αἱ διπλαῖ τυραννίδες τῆς μιᾶς: —MNOA ἡ διπλῆ τυραννὶς δηλονότι.
sch Andr 475 ἐκ γὰρ δύο τυράννων κακὸν ἐπὶ κακῷ γίνεται καὶ παρακολουθεῖ: —MNOA καὶ δύο ἐργάταις τέκτοσιν ὕμνων: —M g τεκτόνοιν θ ’ ὕμνοι ν: παρὰ τὸ Ἡσιόδου [opp.
sch Andr 476 26] ‘καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ‘: —MA ναυτίλους θοα ί: καὶ δύο κυβερνῆται ἐν μιᾷ νηὶ διχοστατοῦντες κατὰ τῶν πηδαλίων γίνονται καὶ οὐχ ὑπὲρ τῶν πηδαλίων: — MNOA τινὲς στίζουσιν εἰς τὸ κατὰ πηδαλίω ν, φάσκοντες λείπειν τῷ λόγῳ τὸ ἐπιβλαβεῖς εἰσιν: —MNOA δηλονότι τῶν δύο ἢ πλειόνων κυβερνητῶν ἐν τῇ νηΐ: —NO σοφῶν τε πλῆθο ς: τὸ πλῆθος κἂν ᾖ σοφὸν, ἀβουλότερόν ἐστι μιᾶς φρενὸς αὐτοδεσπότου.
sch Andr 481 [5] ὁ δὲ νοῦς· ἐὰν, φησὶ, καὶ φαῦλος ᾖ αὐτοκράτωρ σύμβουλος, κρεῖσσον διοικήσει τὰ πράγματα, εἰ μόνος εἴη, ἤπερ ἐὰν πολλοὶ ὦσιν ἔμπειροι καὶ σοφώτεροι· στασιάζουσι γάρ. βούλεται δὲ ὁρίσασθαι ὅτι ἐν παντὶ πράγματι κρεῖσσόν ἐστιν ὑποτάσσεσθαι ἑνὶ ἢ πολλοῖς: —MNOA αὐτοδεσπότου αὐτεξουσίου: —M g ἰσχυρά ἐστιν: —M g NO θέλωσι καιρό ν: θέλωσιν αἱ πόλεις, τὰ μέλαθρα.
sch Andr 485 [5] καιρὸν δὲ ἀντὶ τοῦ κέρδος εὐκαιρίαν: —MM i NO καὶ ἄλλω ς: ἀπὸ τοῦ ἑνικοῦ μετῆλθεν εἰς τὸ πληθυντικόν. ἀντὶ τοῦ· ὅτε ἐπιτυχίας καὶ εὐκαιρίας λαβέσθαι θέλουσιν: —MNOA g καλῶς ῥέειν θέλουσι τὰ πράγματα καὶ φέρεσθαι καλῶς: —NO διὰ γὰρ πυρό ς: ὅ ἐστι· πεπύρωται ὡς πῦρ, θερμῶς.
sch Andr 487 εἶπε γὰρ αὐτῇ [257] πῦρ σοὶ προσοίσ ω: —MA g ἀνοήτου: —M g ἔτι σε πότνι α: πρὸς τὴν Ἑρμιόνην, οἷον· ἴσμεν ὅτι μετανοήσεις, ἐὰν πράξῃς· διὸ βέλτιόν σοι μηδὲν προπετὲς ἐργάσασθαι, ἀλλὰ μᾶλλον φιλανθρώπως διατεθῆναι: —MNOA μετατροπ ή: μεταμέλεια μετάνοια.
sch Andr 492 ἔτι σε, ὦ δέσποινα, ἐγχωρεῖ μεταβουλεύσασθαι: —NOA g συγκεκροτημένον συνεζευγμένον: —M g κρίσει θανάτου κατεψηφισμένον: —M i A g κοινωνῶν τῆς ἁμαρτίας: —M i A g συγκεκλεισμένη συνεχομένη συνδεδεμένη: —M i μεταφορικῶς ἀπὸ τῶν ὀρνίθων, ἀντὶ τοῦ· ὑπὸ τὴν σὴν μασχάλην: —MN g OA g πέμπομαι θῦμα δάιον ὑμῶν μέλλων φονεύεσθαι: —MA g κατακεκομμένον σφάγιον: —MA ὦ βασιλεῖς, ὦ ἄρχοντες: —M i πρὸς τὸν χορόν φησιν: —M i ὦ Νεοπτόλεμε: —M i ταῦτα 〈τὸ〉 παιδισκάριόν φησιν: —M διχῶς δύναται νοεῖσθαι κεῖσο ἤδη καὶ κεῖσε ἤδ η: —MA g κατ’ ἐρώτησιν ὁ Μενέλαος· τί πάθητε; ἀπέλθετε εἰς Ἅιδου.
sch Andr 515 τὸ δὲ ἴθ’ ἀντὶ τοῦ· ἴτε πορεύεσθε: —MNO κρίσις: —M g ἄνοια, φησὶ, λείψανον ἐᾶσαι τῶν ἐχθρῶν: —M ἐκτετραμμένον.
sch Andr 527 παρατρεπτικόν: —M g A g λίσσου γούνασι δεσπότο υ: εἰποῦσα [459] ὡς ἀθώπευτόν γέ σε γλώσσης ἀφήσω τῆς ἐμῆς αὐτὴ μὲν ἐπιμένει τῷ φρονήματι, τῷ δὲ παιδὶ τὸ παρακαλεῖν ἐπιτρέπει.
sch Andr 529 [5] διὰ τοῦ παιδὸς εἰς ὑπόμνησιν φιλοστοργίας παίδων ἄγει τὸν Μενέλαον, μονονουχὶ βοῶσα ὅτι καὶ σὺ παίδων πατὴρ πέφυκας: —MNOA προσεγγίζων: —M g συγχώρησόν μοι: —M g A g τήκομαι: —M g τοὺς ὀφθαλμούς: —M g λισσάδος ὡς πέτρα ς: λείας ὁμαλῆς.
sch Andr 533 τουτέστιν· ὡς ἀπὸ λείας πέτρας καταστάζομαι τοὺς ὀφθαλμοὺς τοῖς δακρύοις: —MNO λιβὰς ἀνήλιο ς: ἐγὼ ὡς ἀνήλιος λιβὰς στάζω: —MM i NO ἢ πολυήλιος, ἐν ἡλίῳ οὖσα, ἢ ἥλιον μὴ ὁρῶσα σταγὼν, ἣ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου.
sch Andr 534 ἢ ἀνήλιον λιβάδα εἶπε τὴν ἐν σπηλαίῳ· αὕτη γὰρ οὐ καταλάμπεται ὑπὸ τοῦ ἡλίου: —MNOA τῶν κακῶν ποίαν μηχανὴν ἐξεύρω: —M i ἀντὶ τοῦ· ὑπάρχω τοῖς ἐμοῖς βοηθός: —M i τὸ ἑξῆς· ἐν σοὶ δὲ οὐδὲν ἔχω φίλτρον ** : —M i ἀντὶ τοῦ ἐκδαπανηθείς: —M g μέ γ ’ ἀναλώσας ψυχῆς μόριο ν: τὸ τῶν ἐπιστρατευσάντων Τροίᾳ Ἑλλήνων πλῆθος, ἀντὶ τοῦ· πολλὰς ψυχὰς ἀπολέσας ἐν τῷ Ἰλιακῷ πολέμῳ.
sch Andr 541 [5] θέλει δὲ εἰπεῖν ὅτι πολέμιός μοι ὑπάρχεις, εἴ γε πολλὰ ἔπαθον ἵνα πορθήσω τὴν Τροίαν· οὔκουν οὐδὲ 〈ἐγὼ〉 φείσομαι: —MNOA Τροίαν εἷλο ν: ἐπόρθησαν, ἐπὶ δὲ τῆς Ἀνδρομάχης ᾐχμαλώτισαν, ὡς τὸ Ὁμηρικόν [Λ 328] ‘ἔνθ’ ἑλέτην δίφρον τε καὶ ἀνέρε * : —A μετέχων: —M g Ὅμηρος [Α 410]· ‘ἐπαύρωνται βασιλῆοσ‘: —M εἰπὲ πῶς ταῦτα γέγονεν καὶ τί ταῦτα: —M i διὰ τί αἴτιον: —M g στασιάζει: —M g ἀλ λ ’ ἀνηβητηρία ν: ἀνακμαστικὴν ἀνανεάζουσιν νεωτερικήν: —MNO ἄλλω ς: ἀντὶ τοῦ ἀνηβῶσαν.
sch Andr 552 [5] ἢ τὴν ἀνά πρὸς τὸ λαμβάνειν συναπτέον, ἵν’ ᾖ· ἀναλαμβάνειν ἀκμαστικὴν ἰσχύν· ὃ καὶ ἄμεινον: — MNOA ῥώμην ἐπαιν ῶ : ἐπαινῶ βούλομαι ἀσπάζομαι, τουτέστιν· ἥδιστ’ ἂν ἡβησαίμην.
sch Andr 553 Ὅμηρος [Ι 446]· ‘γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα‘: —MNOA πρῶτον μὲν οὖν κα τ ’ οὖρο ν: κατ’ οὔριον ἄνεμον, ὁμοίως οὐρίῳ ἀνέμῳ καὶ πνεύματι: —MNOA ἄλλω ς: ὃν τρόπον οὔριος ἄνεμος ἱστίοις, οὕτως κἀγὼ ταύτῃ φανήσομαι, τουτέστι· τοῦ περιέχοντος αὐτὴν χειμῶνος ἀπαλλάξω.
sch Andr 554 [5] ὁ γὰρ οὔριος ἄνεμος ὄπισθεν πνέων εὐκταῖός ἐστι καὶ σωτήριος τοῖς ναυτιλλομένοις ταραχῆς αὐτοὺς ἀπαλλάσσων: —MNOA ἐκ ποίου δικαίου, ποίᾳ δίκῃ καὶ κρίσει: —M g ὕπαρνος γάρ τι ς: μετὰ τοῦ τέκνου, ὡς ὕπαρνον πρόβατον: —M τί νῦν παλιλλογῶ; ἤδη γὰρ ἤκουσας: —M g φήμης.
sch Andr 561 σπουδῇ μιᾶς κληδόνος: —M g A g μετεπεμψάμην μετεστειλάμην: —M i ἣν σὺ θαυμαστὴν σέβει ς: γράφεται ἄγεις ἀντὶ τοῦ θαυμαστὴν ἡγῇ, τουτέστιν· θαυμάζων διατελεῖς, μακαρίζων ἐπ’ αὐτῇ σεαυτόν.
sch Andr 566 ἢ σέβεις τιμᾷς. λείπει δὲ τὸ οὖσαν: —MNOA οὔτε τῳ δίκ ῃ: τὸ τ ῳ, τινὶ, κοινόν ἐστιν τῷ γένει· οὔτε τινὶ δικαιοσύνῃ κρίναντες, ἢ ἐν οὐδεμιᾷ κρίναντες δίκῃ: —MNOA κατ’ οὐδὲν ὄντα αἴτιον: —M g χειρὶ δ ’ οὐκ ἔξεστί μο ι: διὰ τὸ δεδέσθαι: —MNO ἢ οὐ δυνατόν· δέδεμαι γάρ· ἤτοι ἐπεὶ νόμος ἦν τοῖς βαρβάροις μὴ ἅπτεσθαι τοῦ γενείου τοῦ δεσπότου: —MNOA λύειν: —M g A g οὐχ ἱκανόν ἐστι: —M g τότε σά ἐστι τὰ τοῦ Νεοπτολέμου ὅτε τι καλὸν βούλει ποιεῖν: —NA ὄντως: —M g οὔπο τ ’ ἐξ ἐμῆς χερό ς: τοῦτο γνῶθι ὅτι οὕτως ἐστὶ τὰ τοῦ Νεοπτολέμου ἐμὰ ὡς μὴ δύνασθαί σε τήνδ’ ἀπάγειν ἐκ τῆς ἐμῆς χειρός: —MNO ἀντιτυπήσω.
sch Andr 589 λείπει δὲ τὸ ἅπαξ: —M g σὺ γὰρ με τ ’ ἀνδρῶ ν , ὦ κάκιστ ε: εἰς τὸ με τ ’ ἀνδρῶν στικτέον· ἐν ἤθει δὲ μετ’ ἐκπλήξεως ὁ λόγος καὶ ἔστιν· σὺ γὰρ ἐν ἀνδράσιν ἀριθμῇ; τὸ δὲ ὦ κάκιστε κἀκ κακῶν κατ’ ἰδίαν ὑβριστικῶς ἐπιφωνεῖ: —MNOA ἄκλῃσ τ ’ ἄδουλ α: ἀνεῳγμένα, μὴ κεκλεισμένα.
sch Andr 593 [5] ἀποδημοῦντος δὲ εἰς Κρήτην Μενελάου δοκεῖ ἡ ἁρπαγὴ Ἑλένης γεγονέναι: —MNOA ἄδουλ α: ἀφύλακτα. πολύδουλα μὲν, ἀφύλακτα δὲ ὅμως: — MNOA οὐ δ ’ ἂν εἰ βουλοιτό τι ς: καὶ ἐὰν θελήσῃ τις τῶν παρ’ ὑμῖν γυναικῶν σωφρονεῖν καὶ φύσεως ᾖ σώφρονος, ἐκτρέπεται εἰς ἀσέλγειαν διὰ τὸ μετ’ ἀνδρῶν ἐξιέναι εἰς τὰ γυμνάσια: —MNOA ἀνεσταλμένοις: —M g δρόμους παλαίστρα ς: οὐκ ἀρεσκούσας οὐκ ἀνεκτάς: —MNO σώματος εὐρωστίας ἀντιποιοῦνται Λάκωνες· διὸ τὰς παρθένους γυμνάζουσιν, ἵνα γενναίους παῖδας γεννῶσιν: —MNOA ἄλλω ς: τῆς τοῦ σώματος εὐρωστίας ἐπιμελόμενοι Σπαρτιᾶται τὰς παρθένους εἰς γυμνάσια ἔστελλον, ἵνα γενναίους τίκτωσι παῖδας: —A κοινὰς τοῖς ἀνδράσιν: —M g εἶτα: —M g τὸ χ ὅτι τὸ φίλτρον φίλιον εἶπεν.
sch Andr 603 [5] ἢ λείπει τὸ Δία ἵν’ ᾖ· φίλιον Δία: —MNOA λιποῦσα φίλιο ν: ἀντὶ τοῦ φίλτρον λιποῦσα φίλιον εἶπεν. ἢ λείπει τὸ Δία, ἵν’ ἦ φίλιον Δία, ὡς ξένιον Δία. θέλει δὲ εἰπεῖν· τὴν πρὸς σὲ διάθεσιν καταλιποῦσα ἐξεβακχεύθη: —MNOA τὸ σὸν λιποῦσ α: ἀντὶ τοῦ φίλτρον. γράφεται τὸν σὸν λιποῦσα φίλιο ν, ἵν’ ᾖ τὸν φίλιον· λείπει οἶκον: —A ἐξεκώμασ ε: ἐξεχώρησεν ἐξωρχήσατο ἐξεβακχεύθη. εἰς αἰσχύνην μετετράπη: —MNOA ἐκφαυλίσαντα: —M g πόλεμον: —M g λείπει τὸ ὥστε: —M g ἐπούρισα ς: ἔστησας ἐφώρμισας.
sch Andr 609 ἢ ἐστήριξας, ἀπὸ τῶν ὁρίων: —A αὐθέντην δέ σ ε: φονέα μιαιφόνον: —MM g AA g NO ὃς οὐδὲ τρωθεί ς: σημειωτέον ὅτι τρωθεὶς εἶπεν, οὐ βληθείς· καὶ γὰρ ἐβλήθη ὑπὸ Πανδάρου.
sch Andr 616 [5] διαφέρει δὲ τὸ βληθῆναι τοῦ τρωθῆναι. Ὅμηρος [Λ 659] ‘βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δ’ Ὀδυσεύσ‘: —MNOA καὶ ἄλλω ς: παρὰ τὴν ἱστορίαν· πρῶτος γὰρ ὑπὸ Πανδάρου τέτρωται. εἰ μὴ ἄρα ὅτι ηὐτέλιζον τὰ τοξεύματα οἱ παλαιοί [διὸ οὐ λαμπρά γε ταῦτα ἐχόντων], οὐδὲ ἐμνήσθη: —MNOA ὅμο ι ’ ἐκεῖσ ε: οἱ γὰρ χρώμενοι τισὶ ταχέως αὐτὰ τρίβουσιν.
sch Andr 618 σὺ οὖν, φησὶ, μὴ χρησάμενος τοῖς ὅπλοις ὁποῖα ἔλαβες αὐτὰ, τοιαῦτα καὶ ἐνταῦθα κεκόμικας: —MNOA ἐκφέρουσι γὰρ μητρ ῷ ’ ὀνείδ η: ἀντὶ τοῦ· κομίζουσιν τὰ μητρῷα βουλεύματα εἰς τοὺς γάμους: —MNOA ἄλλω ς: μιμοῦνται.
sch Andr 621 τὰ γὰρ ἐκ κακῶν μητέρων τέκνα ἀπομάττονταί τι τῶν μητρικῶν ὕβρεων: —A τοῦτο καὶ σκοπεῖτέ μο ι: ἀντὶ τοῦ διὰ τοῦτο.
sch Andr 622 διαλέγεται δὲ πρὸς τὸ θέατρον. ὅσοι οὖν μνηστεύεσθε, λογίζεσθε καλῆς γυναικὸς παῖδα λαβεῖν: —MNOA πρὸς τοῖσδ ε: τῆς κατὰ Ἰφιγένειαν ἱστορίας μέμνηται, ἣν ἐδόκει σφαγιάσαι τῇ Ἀρτέμιδι.
sch Andr 624 σὺ οὖν, φησὶν, ὦ Μενέλαε, πεισθῆναι συνεβούλευσας τῷ ἀδελφῷ: —A εὐηθεστάτως ἀνοήτως: —M g οὕτως ἔδεισα ς: οὕτως, φησὶν, ηὐλαβήθης μὴ στερηθείης τῆς κακῆς γυναικός.
sch Andr 626 [5] τὸ γὰρ μὴ οὐκ ἔχῃς ἀντὶ τοῦ· μὴ οὐκ ἔχειν σε ταύτην τοῦ λοιποῦ συμβῇ: —MNOA ἄλλω ς: τὸ μὴ οὐ πρὸς τὸ ἔχει ς. τινὲς ἐρωτηματικῶς, ἀντὶ τοῦ· ὡς μὴ ἔχων [πρὸς] κακὴν γυναῖκα: —MNOA ὑπ’ ἐξουσίαν.
sch Andr 628 ἑτοίμην: —M g A g σαίνων.
sch Andr 630 [5] ἢ κολακεύων. κύνα δὲ ἀντὶ τοῦ ἀναιδῆ: —M i προδότιν αἰκάλλων κύν α: ἡττηθεὶς τοῖς ἀφροδισίοις. ἄμεινον ᾠκονόμηται τοῖς περὶ Ἴβυκον [frg. 35]· εἰς γὰρ Ἀφροδίτης ναὸν καταφεύγει ἡ Ἑλένη κἀκεῖθεν διαλέγεται τῷ Μενελάῳ, ὁ δ’ ὑπ’ ἔρωτος ἀφίησι τὸ ξίφος: —MNO τὰ παραπλήσια 〈τούτοις καὶ Ἴβυκος ὁ〉 Ῥηγῖνος ἐν διθυράμβῳ φησίν: —M τὴν κατάρρυτον καὶ κοίλην: —M g A g φυγάδευσον ἐκκόμιζε ἄπαγε λάμβανέ σου τὴν θυγατέρα: —MA κεκτῆσθαι ἔχειν: —M g A g σμικρᾶς ἀ π ’ ἀρχῆ ς: ἐκ μικρᾶς ἀφορμῆς εἰς ἔχθραν μεγάλην προελθεῖν: —MN g διὰ τοῦτο: —N g ἐξευρίσκειν: —M g κατ’ ἰδίαν τὸ ὡς σοφο ί.
sch Andr 645 μετὰ ἐρωτήσεως δὲ καὶ ἤθους προενεκτέον. λείπει δὲ τὸ εἰσίν: —MNOA κατὰ κοινοῦ τὸ ὡς σοφο ί: —MA ἐμοὶ δηλονότι: —MNO ὑπὲρ Νείλου ῥοά ς: ἀντὶ τοῦ· πόρρω ταύτης τῆς γῆς: — MNA ποταμὸς Κολχίδος: —MM g NA g κἀμὲ παρακαλεῖν ἀε ί: ὥστε ἐκπέμπειν καὶ ἐκβάλλειν αὐτὴν ἐκ ταύτης τῆς γῆς: —MNA τῆς ἑτέρας ἠπείρου· λέγει δὲ τῆς Ἀσίας: —MA g πτώματα: —M g δορίπληκτα δόρατι ἀνῃρημένα: —M g τοῦ φόνου μετέχουσαν: —M g καὶ ξυντράπεζον ἀξιοῖς ἔχει ν: ὁμοτράπεζον.
sch Andr 658 [5] μηδόλως ὤφελες ταύτῃ συνεσθίειν: —MN g μεμισημένους: —M g ἀντὶ τοῦ· δι’ ἃ ἐγώ: —M g προνοούμενος καὶ σοῦ καὶ ἐμαυτοῦ: —M ἁγὼ προνοί ᾳ: δι’ ἅτινα πάντα, λέγω δὲ διὰ τὸ εἶναι ταύτην ἠπειρῶτιν καὶ διὰ τὸ εἶναι κοινωνοῦσαν τοῦ φόνου τοῦ σοῦ παιδός, μέλλων ἐγὼ αὐτὴν φονεύειν ἁρπάζομαι αὐτὴν παρὰ σοῦ ἐκ τῶν ἐμῶν χειρῶν: —A γεννῶνται: —M g νήφω: —M g κἀκεῖνο νῦν ἄθρησο ν: πάλιν τῷ συνήθει τῆς φράσεως χρῆται σχήματι.
sch Andr 668 [5] ἦν δ’ ἂν οὕτως λεγόμενον ἁπλούστερον· εἰ δόντος σοῦ τινι τὴν παῖδα τὴν σὴν, ὑπ’ ἐκείνου τοιαῦτα ἔπασχες, ἠρέμεις ἄν; καὶ ἔστιν Ἀττικὴ ἡ σύνταξις. ἢ λείπει τὸ ἐτύγχανες: —MNOA ἴδε: —M g λοιδορεῖς: —M g A g ἴσον 〈 γ ’〉 ἀνήρ τε καὶ γυνὴ σθένε ι: ταὐτὸ δύναται ἀνήρ τε καὶ γυνὴ πρὸς τὸ ἐγκαλεῖν, γυνὴ ἀδικουμένη πρὸς ἀνδρὸς καὶ ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
sch Andr 672 [5] πρὸς δὲ τὸ δεύτερον ἀπήντησεν· εἰπὼν γὰρ ἀνήρ τε καὶ γυνή ἐπήγαγεν τὸ γυνὴ ἀδικουμένη πρὸς ἀνδρό ς: ἀπὸ κοινοῦ γὰρ τὸ γυν ή. ὅλως δὲ ὁ νοῦς τοιοῦτος· αἱ ζεύξεις τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας ἐπὶ ἰσότητι γίνονται, οὐχ ἵνα ὁ μὲν ἀνὴρ ἀδικῇ, ἡ δὲ γυνὴ ἀδικῆται καὶ τὸ ἀνάπαλιν. ἴσον ἐστὶ τὸ γυναῖκα ἀδικεῖσθαι ὑπὸ ἀνδρὸς καὶ ἄνδρα ὑπὸ γυναικός: —MA ἀκολασταίνουσαν πορνεύουσαν: —M g οἷός 〈τ’〉 ἐστιν ἀμύνασθαι τὴν γυναῖκα ὁ ἀνήρ· ἡ δὲ γυνὴ διὰ τὴν ἀσθένειαν τοῦ σώματος πρὸς ἄμυναν τοῦ ἀνδρὸς τῇ τῶν γονέων χρῆται προστασίᾳ: —MA παραμυθία βοήθεια: —NO ἡ συνήθεια ἡ πεῖρα ἡ μελέτη: —M i NOA g οὐ δ ’ ἂν σὲ Φῶκον ἤθελο ν: ὥσπερ ἐγὼ οὐκ ἐφόνευσα τὴν Ἑλένην, οὕτως οὐδὲ σὺ ὤφελες τὸν Φῶκον ἀνελεῖν.
sch Andr 687 [10] καὶ ὁ τὴν Ἀλκμαιωνίδα πεποιηκώς φησι περὶ τοῦ Φώκου [frg. 1]· ἔνθα μιν ἀντίθεος Τελαμὼν τροχοειδέι δισκῷ πλῆξε κάρη, Πηλεὺς δὲ θοῶς ἐνὶ χειρὶ τινάξας ἀξίνην ἐύχαλκον ἐπεπλήγει μέσα νῶτα: —MNOA ἄλλω ς: Ζεὺς συνελθὼν Αἰγίνῃ τῇ θυγατρὶ Ἀσωποῦ τοῦ ποταμοῦ γεννᾷ Αἰακόν· Αἰακὸς δὲ λαβὼν γυναῖκα Ἐνδηίδα τὴν Σκίρωνος τεκνοῖ Τελαμῶνα καὶ Πηλέα. εἶτα πάλιν μίγνυται Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν αὐτῷ καὶ τεκνοῖ ἐκ ταύτης παῖδα τὸν Φῶκον ὃν ὁ Πηλεὺς ἀνεῖλεν ἐπιβουλεύσας διὰ τὸ ἐν τοῖς ἀγῶσι διαφέροντα αὐτὸν εἶναι Πηλέως καὶ Τελαμῶνος: —A διῆλθον εἶπον: —M g A g σοὶ μὲν ἡ γλωσσαλγία μείζω ν: ἡ φλυαρία, τῆς γλώσσης ἄλγημα καὶ νόσημα οὖσα.
sch Andr 689 ἢ παρὰ τὸ ἀλγεῖν ποιεῖν καὶ πτήσσειν τοὺς λοιδορουμένους: —MNOA παύσασθον ἤδ η , λῷστα γὰρ μακρῷ τάδ ε: βέλτιστα συμφέροντα καλά ἐστι τὸ παύσασθαι.
sch Andr 691 [5] τὸ ἑξῆς· παύσασθον ἤδη λόγων ματαίων μακρῷ. ὁ δὲ νοῦς· παύσασθε ματαιολογοῦντες ἐν μακρῷ, τουτέστιν· ἐπὶ πολὺ ἀλλήλους ὑβρίζοντες. τοῦτο γάρ ἐστι λῷστον καὶ βέλτιστον, τὸ παύσασθαι: —MNOA ὡς κακῶς νομίζετα ι: ὁ νόμος οὗτος ὡς κακῶς νενομοθέτηται καθ’ Ἑλλάδα.
sch Andr 693 ὅταν γὰρ ὁ στρατὸς νικήσῃ, τότε ὁ στρατηγὸς τὴν δόξαν ἀποφέρεται: —MNOA ὅταν τροπαῖ α: τροπαῖα ἡ ἀρχαία Ἀτθὶς προπερισπωμένως: —MNO λαμβάνει: —M g τῆς νίκης: —M g σεμνοὶ δ ’ ἐν ἀρχαῖ ς: σεμνοπρεπεῖς τίμιοι: —M γράφεται οὐδένε ς: —M i εἰ τόλμα προσγένοιτ ο: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον.
sch Andr 702 [5] ἐλεγχθήσονται γὰρ πολὺ δεύτεροι ὄντες οἱ μέγα φυσῶντες στρατηγοὶ καὶ [Β 202] οὔτε ἐν πολέμῳ ἐναρίθμιοι οὔτε ἐν βουλῇ: —A εἰ τόλμα προσγένοιτ ο: εἰ τόλμα καὶ βούλησις γένοιτο πρὸς ἐξέτασιν καὶ σύγκρισιν, πολλοὶ αὐτῶν εἰσι βελτίονες: —MNOA ἄλλω ς: εἰ πόλεμος ἐνσταίη καὶ βουλευτήριον· τόλμα γὰρ ὁ πόλεμος, βούλευσις τὸ βουλευτήριον: —MNOA τοῦ λέγειν: —M g ὡς καὶ σὺ σός τ ’ ἀδελφὸς ἐξωγκωμένο ι: μέγα φρονοῦντες ἐπὶ τῇ Τροίᾳ καὶ τῇ [ἐκεῖ] στρατηγίᾳ ἐκεῖ, ἐν Τροίᾳ, ἐκάθησθε: —MNOA ἕνεκα τῶν ἐν Τροίᾳ γεγενημένων: —MNO δείξω δ ’ ἐγώ σο ι: ἐγώ σε ποιήσω αὐτοῖς ἔργοις γνῶναι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσονα νομίζειν ἐχθρὸν τοῦ Πηλέως εἶναι.
sch Andr 706 [5] τὸ δὲ μὴ ἥσσονα ἀντὶ τοῦ ἴσον· καὶ ὡς ἐκεῖνον ηὐλαβήθης, οὕτως κἀμὲ εὐλαβηθήσῃ· ἴσος γάρ σοι εἰμὶ τῷ Πάριδι ἐχθρός: —MNOA ἄλλω ς: παραστήσω δὲ σοὶ ἐγὼ αὐτοῖς ἔργοις μὴ ἐμὲ, τὸν Πηλέα, ἥσσονα ἐχθρὸν νομίζειν τοῦ Ἰδαίου Πάριδος. ἀντίπτωσις γάρ ἐστιν: —A ὁ Μολοττός.
sch Andr 709 [5] ἢ ὁ Νεοπτόλεμος: —M i ἣ στερρὸς οὖσα μόσχο ς: ἀντὶ τοῦ στεῖρα, ὡς [Β 742] ‘κλυτὸς Ἱπποδάμεια‘: —MA ἀλ λ ’ εἰ τὸ κείνης δυστυχε ῖ: εἰ ἡ Ἑρμιόνη δυστυχεῖ περὶ παιδοποιΐαν, καὶ ἡμᾶς δεῖ ἄπαιδας εἶναι καὶ μὴ ἐξ ἄλλων γυναικῶν ἔχειν τέκνα: —MNOA πρὸς τοὺς οἰκέτας τοὺς κατέχοντας τὴν Ἀνδρομάχην: — MNOA i κούφισον αὑτήν: —M g λύσω ἐκκομιοῦμαι ἐκμηρύσομαι: —M διέφθειρας: —M g A g ἢ ἐφοβήθης μὴ πολεμήσῃ σοι ξίφος λαβοῦσα: —M i NOA τιμωρήσαιτό σε: —M g εἰ δ ’ ἀπῆν δορό ς: εἰ δὲ μὴ κἂν ἐκ δοκήσεως ἐνομίζεσθε πολεμικοί, οὐδὲν ἂν ἦτε ὅλως: —MNOA μακρὰν ἦν: —M g NO ὡς τῶν Λακεδαιμονίων πολεμικῶν ὄντων μὲν οὐδαμῶς, ὑπειλημμένων δέ: —MNOA ἀντὶ τοῦ· οὐκ ἐστὲ φρόνιμοι: —M g NO ἀνειμένον τι χρῆμ α: ἀδέσποτον, ἄνεσιν ἔχον, μετ’ ἐξουσίας φθεγγόμενον.
sch Andr 727 τὸ γὰρ βιάζεσθαι τὸν νόμον ἔχει μεθ’ ἑαυτοῦ. ἀδέσποτον τὸν τρόπον: —NOA ἄλλω ς: τινὲς πρᾷον καὶ ἡσύχιον.
sch Andr 727bis δυσφύλακτον δὲ ἀχαλίνωτον, ὀργῆς κρατεῖν μὴ δυνάμενον. ὁ δὲ νοῦς· γαληνὸν τὸ τῶν γερόντων γένος, ὑπὸ ὕβρεως μὴ ταραττόμενον, καὶ, φερόμενον πρὸς ὀργὴν, ἑαυτοῦ κρατεῖν ἀδύνατον: —MNOA ἀπρονόητον, ἀδέσποτον, μὴ φυλαττόμενον ὑπ’ ὀργῆς: —MNOA εὐκατάφορος ἕτοιμος πρόχειρος.
sch Andr 729 [5] ἢ εὐχερής: —A ἄγαν προνωπή ς: προπετὴς καὶ εἰς τοὔμπροσθεν φερόμενος. τοῦτο δὲ ὑπὸ πολλῆς ὀργῆς συμβαίνει γίνεσθαι: —MNOA ἄλλω ς : προνωπής ἀναιδής, παρὰ τὸ ἔμπροσθεν εἶναι τῶν ὠπῶν καὶ μὴ αἰδεῖσθαι τὸν προσδιαλεγόμενον. καὶ Ὅμηρος δὲ [προσ]ἐνώπια καλεῖ τοὺς καταντικρὺ τοίχους τῆς εἰσόδου τῆς οἰκίας: —MNOA τὸ ἑξῆς· νῦν μὲν [γὰρ] ἄπειμι: —M i πολλήν: —M g † ἔστι γάρ τις οὐ πρόσ ω: τινὲς οὕτως· ἔστι γάρ τις οὐ πρόσω, καὶ πόρρωθεν, τῆς Σπάρτης πόλις ἵνα πλεονάζῃ τὸ ἓν τι ς.
sch Andr 733 [5] ἕτεροι πάλιν οὕτως· ἔστι γάρ τι σοῦ πρόσω Σπάρτης πόλις τις, ἤγουν· ἔστι γὰρ πόλις τις, τῆς Σπάρτης, πρόσω σοῦ, ἤτοι ἀναγκαιοτέρα σοῦ, πρὸς ἣν ἐπείγομαι: —A ἣ πρὸ τοῦ μὲν ἦν φίλ η: ἔνιοί φασι 〈τὸν ποιητὴν〉 παρὰ τοὺς χρόνους αἰνίττεσθαι τὰ Πελοποννησιακά.
sch Andr 734 οὐκ ἀναγκαῖον δὲ κατασυκοφαντεῖν τὸν Εὐριπίδην, ἀλλὰ φάσκειν πλάσματι κεχρῆσθαι: — MNOA σώφρων κα θ ’ ἡμᾶ ς: τὸ σῶφρον καὶ παρ’ ἡμῶν ἀντιλάβῃ, καὶ ἀμειφθήσεται σωφρόνως καὶ πρεπόντως.
sch Andr 741 εἰ δὲ θυμὸν ἐνδείξεται καθ’ ἡμῶν, καὶ ἡμᾶς θυμουμένους ἐφεύρῃ: —A ἀντὶ τοῦ· σύμφωνα οἷς ποιεῖ: —M g σκιὰ γὰρ ἀντίστοιχο ς: ἡ ἀντικειμένη τοῖς σώμασιν.
sch Andr 745 [10] ἡ ὁμοία τινί. ἀντὶ τοῦ ἴση: —MNOA ἄλλω ς: ἀντικειμένη τοῖς σώμασιν. ἐπὶ γὰρ τῶν ἐχόντων σκιὰν ἀεὶ ἡ σκιὰ ἀντικρὺ πίπτει τοῦ σώματος ὅπου ἂν καὶ πέσῃ: —A ἄλλω ς: ὥσπερ γὰρ σκιὰ οὐ δύναται ἀδικῆσαί τινα κἂν ἐξεικάζηται τοῖς φοβερωτάτοις τῶν σωμάτων, οὕτως οὐδὲ οἱ σοὶ λόγοι κἂν καταπληκτικοὶ ὦσιν. οἷον· σκιὰν ἡγοῦμαί σε καὶ τὸ μηδέν: —MNOA καὶ ἄλλω ς : σκιὰ γὰρ ἀντίστοιχο ς: τὸ ἑξῆς· ἀδύνατος γὰρ ὢν ὡς σκιὰ ἀντίστοιχος φωνὴν ἔχεις εἰς οὐδὲν ἄλλο πλὴν εἰς τὸ φλυαρεῖν: —MNOA ἄλλω ς: ἀντὶ τοῦ ἰσόστοιχος καὶ ἰσοσώματος κατὰ τὴν φαντασίαν: —MNOA δυνατὸς δηλονότι: —M g ἡγο ῦ: ἐπὶ τοὺς ἡμετέρους οἴκους δηλονότι: —M εὐδίους εὐπροσδέκτους: —M g λείπει τέκνοις: —M g μὴ ἡμῖν: —M g A g λοχησάμενοι.
sch Andr 753 ἢ ἐκφοβήσαντες: —M g A g οὐ μὴ γυναικῶν δειλό ν: περιττεύει ἡ οὐ ἄρνησις.
sch Andr 757 ἢ οὕτως· παῦσαι εἰσφέρουσα λόγους δειλίας γέμοντας. τὸ δὲ εἰσοίσεις ἀντὶ τοῦ εἰσκομίσῃς, εἴπῃς. ἀντὶ τοῦ· μὴ παρείσαγε ἡμῖν θηλυδριώδη λόγον: —MNOA στερεοί: —M g νικητήριον: —M g ἢ μὴ γενοίμα ν: εἰς τῶν πάλαι βροτῶν αἰνίττεται.
sch Andr 766 [5] ἢ τὸ γενοίμαν ἀντὶ τοῦ γένοιτό τις: —NO ἢ μὴ γενοίμα ν: ταῦτά φησιν ὁ χορὸς ἀποτεινόμενος εἰς τὰ κατὰ τὴν Ἀνδρομάχην ὅτι, εἰ καὶ ἐδυστύχησεν, ὅμως τοῦ βασιλικοῦ γένους 〈οὖσα〉 οὐκ ἠπόρησεν ἐν τῇ δυστυχίᾳ: —MA ἄλλω ς: οἱ μεγάλοι κἂν δυστυχήσωσιν, ἔχουσι τοὺς συμμαχοῦντας, ὡς καὶ νῦν ἡ Ἀνδρομάχη διὰ τοῦ Πηλέως ἐσώθη: —MA ὁ χορὸς θαυμάζει τὸν Πηλέα: —M g μετέχων κοινωνὸς κληρονόμος: —M g οὐ σπάνις εὐγενέται ς: εἰ γάρ τις εὐγενὴς πάσχει τι δεινόν, οὐ σπάνις αὐτῷ βοηθείας.
sch Andr 771 [5] εἰς πληθυντικὸν δὲ μετέβη ἀπὸ ἑνικοῦ: — MNOA ἀντὶ τοῦ· ὁ εὐγενὴς κἂν εἰς ταραχὴν ἔλθῃ, ὅμως εὐτυχεῖ βοηθείας: —MNOA οὐδεμία ἔνδεια οὐδὲ χρεία: —M g φημιζομένων λεγομένων: —M g ἀντὶ τοῦ ἐπισήμων: —M g λείπει τὸ ἐπακολουθοῦσι: —M g κἂν γέροντες ὦσιν οἱ ἀγαθοὶ, οὐκ ἀμαυροῦνται ὑπὸ τοῦ χρόνου: —M i NOAA g ἀφανίζει: —M g ἡ τιμή: —M g κρεῖσσον δὲ νίκαν μὴ κακόδοξο ν: τοῦτο πρὸς τὴν Ἀνδρομάχην ὅτι δικαίαν καὶ ἔνδοξον κατὰ τῆς Ἑρμιόνης ἀπηνέγκατο νίκην οὐδὲν αὐτὴν ἀδικήσασα.
sch Andr 777 [5] ἡ μέντοι Ἑρμιόνη, εἰ ἐφόνευσεν αὐτὴν, ὥσπερ προέθετο, κακὴν καὶ ἄδοξον νίκην 〈ἂν〉 ἀπεφέρετο, ἥτις δυνάμει καὶ τυραννίδι σφάλλει τὸ δίκαιον, ἀντὶ τοῦ λύει: —MNOA κρεῖσσον δὲ νίκα ν: κρεῖσσον, φησὶ, μετὰ δικαιοσύνης νικᾶν ὡς ἡ Ἀνδρομάχη παρ’ ὃ μετὰ φθόνου καὶ δυναστείας, ὡς ἡ Ἑρμιόνη ἐβούλετο: —A ξὺν φθόνῳ σφάλλει ν: βέλτιον μὴ ἔχειν νίκην μετὰ κακοδοξίας, ἀντὶ τοῦ· βέλτιον δικαίως ἡττᾶσθαι ἤπερ θαρροῦντα βασκανίᾳ καὶ δυνάμει παραλύειν τὸ δίκαιον.
sch Andr 780 [5] τοῦτο δέ φησι διὰ τὸν Μενέλαον ἀδίκως φιλονεικήσαντα πρὸς Πηλέα καὶ αἱρούμενον κακοδοξεῖν βασκαίνοντα ἄντικρυς τῇ Ἀνδρομάχῃ: —MNO παραλύειν: —M g γίνεται τὸ ἄδικον, τὸ ἄδοξον: —M g ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσι ν: ἡδὺ τὸ νικᾶν οἵῳ δήποτε τρόπῳ· καὶ τῷ μὲν χρόνῳ αὐτὸ μαραίνεται, τουτέστιν ἡ ἐπ’ αὐτῷ ἡδονή, τὸ δ’ ἐξ αὐτοῦ ὄνειδος τοῖς οἴκοις παραμένει: —MA ἄλλω ς: ἡ ἐκ τῆς τοιαύτης νίκης ἡδονὴ ἐπ’ ὀλίγον χρόνον φθάνουσα αἰώνιον αἰσχύνην καὶ ἀνεξάλειπτον ὄνειδος τοῖς κτησαμένοις αὐτὴν προστρίβεται.
sch Andr 781 οἷον· οὐ δεῖ χαίρειν ἐπὶ τῇ νίκῃ, ἐὰν ἀδίκως γίνηται: —MA τὸ λύειν τὸ δίκαιον: —M ἐπ’ ὀνείδεσι τῶν δόμων.
sch Andr 784 λείπει γὰρ ἡ ἐπί: —M i ταύταν ᾔνεσ α: ταύτην ᾔνεσα τὴν βιοτὴν καὶ ἐν ταύτῃ θέλω φέρεσθαι, ἐν ᾗ μηδὲν 〈ἂν〉 ἔξω τοῦ δικαίου φεροίμην: —MA ἄλλω ς: ταύτην ᾔνεσα βιοτὴν, τὴν μὴ ἔξω δηλονότι τοῦ δικαίου· καὶ ταύτην βαδίζω, ἤγουν κατὰ ταύτην ζῆν θέλω: —A μηδὲν δίκα ς: ἔξω τοῦ δικαίου, παρὰ τὸ δίκαιον.
sch Andr 788 οἷον· κατὰ κράτος δύνασθαι, τουτέστιν ἢ δυναστεύειν ἢ κράτος ἔχειν δυνάσθαι: —M πολέμῳ συγκοινωνῆσαι, πολεμῆσαι: —M i ἐπὶ τῆς Ἀργοῦς: —M i ἀπὸ κοινοῦ τὸ πείθομαι σ έ: —M i τὰς πέτρας τὰς Συμπληγάδας φησίν: —M g A g Ἰλιάδα τε πόλι ν: οἱ μὲν πλείους Τελαμῶνά φασι συστρατεῦσαι τῷ Ἡρακλεῖ ἐπὶ τὴν Ἴλιον, ὁ δὲ Πίνδαρος καὶ Πηλέα, παρ’ οὗ ἔοικε τὴν ἱστορίαν Εὐριπίδης λαβεῖν.
sch Andr 796 [5] λέγει δὲ ὁ Πίνδαρος οὕτως [frg. 172]. ‘Πηλέος ἀντιθέου μόχθοις νεότας ἐπέλαμψε μυρίοις. πρῶτον μὲν Ἀλκμήνας σὺν υἱῷ Τρώιον ἂμ πεδίον καὶ μετὰ ζωστῆρας Ἀμαζόνος ἦλθε καὶ τὸν Ἰάσονος εὔδοξον πλόον ἐκτελέσας εἷλε Μήδειαν ἐν Κόλχων δόμοισ‘: —MA ἶνις ἀμφέβαλλεν φόν ῳ: θνητὸν γὰρ ἀντὶ τῶν ἀθανάτων ἵππων λαβὼν παρὰ τοῦ Λαομέδοντος ἐπόρθησε τὴν Ἴλιον: —A ἀπὸ κοινοῦ τὸ πείθομαί σε, ὦ Πηλεῦ: —M i ἀμοιβαῖον, γινόμενον ἐκ διαδοχῆς: —M g A g κατασκευάζεται: —M g πατρός τ ’ ἐρημωθεῖσ α: μετανοίᾳ συνειδήσει φροντίδι λύπῃ: —MA g ἄλλω ς: ἐπιλογισμῷ.
sch Andr 805 [5] ὁ δὲ νοῦς οὕτως· καὶ τῷ λογισμῷ, οἷον ἐνθυμουμένη, ὁποῖον ἐβουλεύσατο ἔργον, φονεῦσαι θελήσασα τὴν Ἀνδρομάχην καὶ τὸν παῖδα: —MA τὸ βουλεύσασα τῷ συννοίᾳ συναπτέον, ἀντὶ τοῦ· τῇ μετανοίᾳ βουλευσαμένη: —MA ἀναρτῆσαι κρεμάσαι: —M οἱ παρ’ ἡμῶν ταχθέντες εἰς τὸ φυλάττειν αὐτήν: —MA ἀφαιρούμενοι: —MA g ἀγχόνη τὸ σχοινίον, ἀγχονή δὲ ὀξυτόνως αὐτὸ τὸ πρᾶγμα: —MA εἰσελθοῦσαι πορευθεῖσαι: —M g ἀρχαίων συνήθων.
sch Andr 818 παρόσον τῶν συνήθων φίλων καταφρονοῦμεν, τοῖς δὲ ἐκ διαστήματος ἐλθοῦσι φίλοις μᾶλλον πειθόμεθα: — MNOA μᾶλλον πεῖσαι δυνάμενοι: —M ἔοικας, φησὶν, ἀληθῆ λέγειν· ἰδοὺ γὰρ βοῆς ἀκούομεν ἔνδον γινομένης ἐφ’ οἷς ἡμῖν ἀπήγγειλας: —MNOA τῇ ἐπιθυμίᾳ τῷ ἔρωτι: —M σπάραγμα τῆς κόμης διὰ τῶν χειρῶν θήσομαι καὶ κατάξυσμα διὰ τῶν ὀνύχων: —MA διακοπτικὰ πολέμια ἐχθρά: —M ἀμύγματ α: χαράγματα ξύσματα, παρὰ τὸ ἀμύσσω.
sch Andr 827 Ὅμηρος [Ε 425]· ‘κατεμύξατο χεῖρα ἀραιήν‘: —MA ὑβρίζεις ἀφανίζεις: —MA g τὸ κρήδεμνόν φησιν: —M g A g ὦ κατάρατος ἐγὼ κατάρατος ἀνθρώποι ς: ἡ ἐπανάληψις τὸ πάθος αὔξει τοῦ πένθους: —MA g ἀντίτυπον καιρίαν: —M g A g μὴ φρονοῦσαν ὡς θάνῃ ς: παραφρονοῦσαν, μὴ νήφουσαν.
sch Andr 845 προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι: —MA ἄλλω ς: ἀλλὰ καλῶς διαπράξομαι, εἴ σε ἀφείην ὡς θάνῃς, παραφρονοῦσαν: —A οἴμοι πότμο υ: οἴμοι τῆς τύχης.
sch Andr 846 καὶ δύσποτμος ὁ δυστυχής: —MA g κατὰ πόντον ἢ κα θ ’ ὕλα ν: ἵνα θανοῦσα κατὰ πόντον ἢ κατὰ τὴν ὕλην ἐν φροντίδι ὦ τοῖς νεκροῖς, ἀντὶ τοῦ· συναριθμηθείην τοῖς νεκροῖς.
sch Andr 849 [5] τοῦτο δὲ ἐπεὶ εἰσὶ πέτραι καὶ εἰς θάλασσαν νεύουσαι καὶ εἰς ὕλην: —MNOA καὶ ἄλλω ς: ἐν φροντίδι ὦ· οἱ γὰρ νεκροὶ μέλουσι τοῖς νεκροῖς ὡς οἱ ζῶντες τοῖς ζῶσι: —MNOA ἄμεινον τῆς τροφοῦ ** εἶναι τὸ πρόσωπον: —MN θεόπεμπτοι: —M g ἀντὶ τοῦ· ἢ ταχὺ ἢ βραδύ: —MN ἔλιπες ἔλιπε ς: λείπει τὸ ναῦν· κατέλιπές με ὥσπερ ναῦν ἐν τῷ αἰγιαλῷ ἐστερημένην πηδαλίου: —MNOA g ἔλιπες ἔλιπε ς: κατέλιπές με, ὦ πάτερ, 〈ὥσπερ〉 μεμονωμένην ναῦν θαλασσίαν (λείπει γὰρ τὸ ναῦν) ἔρημον οὖσαν τῆς ἐναλίας κώπης, ἤτοι ἐστερημένην τοῦ πηδαλίου: —A ὁρμηθῶ.
sch Andr 859 ὁρμήσω: —M i ἢ δούλα δούλας γόνασι προσπέσ ω: ἆρα, φησὶν, ὡς δούλη προσπέσω τοῖς γόνασι τῆς δούλης, λέγει δὲ τῆς Ἀνδρομάχης: — MNOA κυανόπτερος ὄρνις εἴ θ ’ εἴη ν: εἴθε μετορνιθωθείην ὡς Πρόκνη καὶ Φιλομήλα (ταύτας γὰρ ἴσως αἰνίττεται), ἢ εἰς τὴν Ἀργὼ μεταβληθείην, ἵνα διαδράσω ταχέως ὅποι βούλομαι, ἔξω τῆς Φθιώτιδος γῆς: —MNOA ὦ πα ῖ , τὸ λίαν οὔ τ ’ ἐκεῖ ν ’ ἐπήνεσ α: οὔτε ἐκεῖνο τὸ ὑπερβάλλον τῆς ὀργῆς ἐπῄνεσα ὅτε τῇ Ἀνδρομάχῃ πολλὰ παρεσκευάζες κακά, οὔτε νῦν σε ἀποδέχομαι ἄγαν φοβουμένην: —MNOA τὴν φιλίαν τὸ φίλτρον: —M g τὸ χ ὅτι τὴν φερνὴν ἕδνα φησίν: —NOA οὐ μέσω ς: οὐ μετρίως, ἀλλὰ μεγάλως: —MNOA ἀλλόμορφος: —M g ἐξ ἄλλου δήμου: —M g λείπει ἡ πρό, [γράψον διὰ] πορεύεται πρὸ δωμάτων: —A μέλαθρ α: κυρίως τὸ ξύλον τὸ μέσον τῆς στέγης τὸ ὑπότονον καλούμενον παρὰ τὸ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ.
sch Andr 882 τινὲς δὲ ἅπαντα τὸν ὄροφον ἢ τὸν οἶκον: —A ἔρχομαι δὲ πρὸς Διό ς: ἐκβληθεὶς τοῦ Ἄργους Ὀρέστης ἀπῄει εἰς τὸ ἱερὸν τοῦ Διὸς τὸ ἐν τῇ Δωδώνῃ μαντευσόμενος ποίαν οἰκήσει πόλιν.
sch Andr 885 ἀπιὼν οὖν ἔρχεται εἰς Φθίαν. Δίδυμος δέ φησι ψευδῆ ταῦτα εἶναι καὶ ἄπιστα: —MNOA μαντεῖα Δωδωνα ῖ’: ἐπεὶ ἔστιν ἡ ὁδὸς διὰ τῆς Θεσσαλίας εἰς Δωδώνην: —MA τηλοῦ ὄντα [τὰ] πεδία, ὅ ἐστι μακράν, καὶ κεχωρισμένα: — MN i OA λείπει τὸ ὡς: —M g ὦ ναυτίλοισι χείματο ς: ὦ φανεὶς ἡμῖν τοῖς ναυτιλλομένοις λιμὴν ἐπὶ κλύδωνος.
sch Andr 891 ἢ οὕτως· ὦ Ὀρέστα ὁ φανεὶς ἡμῖν ὡς ὁ λιμὴν τοῖς ναυτίλοις ἐν κλύδωνι: —A λείπει τὸ ἱκετεύω: —M i N i ἐπισκοπεῖς τύχα ς : ἐπισκοπεῖς ἐφορᾷς: —M στεμμάτων δ ’ οὐχ ἥσσονα ς: ἀντὶ τοῦ· καὶ χωρὶς ἱκετηριῶν οὖσά σε παρακαλῶ.
sch Andr 894 ἐπεὶ ἔθος τοὺς δεομένους ἐλαίας κλάδους καὶ στέμματα ταῖς χερσὶν ἔχοντας δέεσθαι: —MNOA ἥν περ μόνην γε Τυνδαρί ς: Λυσίμαχος [frg.
sch Andr 898 [5] 18] καὶ ἄλλοι τινὲς ἱστοροῦσιν γενέσθαι ἐξ Ἑλένης καὶ Νικόστρατον. ὁ δὲ τὰς Κυπριακὰς ἱστορίας συντάξας Πλεισθένην φησὶ, μεθ’ οὗ εἰς Κύπρον ἀφῖχθαι καὶ τὸν ἐξ αὐτῆς τεχθέντα Ἀλεξάνδρῳ Ἄγανον: — MNOA θεραπευτά: —M g ὦ Φοῖ β ’ ἀκέστο ρ: γράφεται καὶ ἀκεστῶ ν, ἀντὶ τοῦ ἀθεραπεύτων ἀνθρώποις, θεραπευτῶν δὲ μόνοις θεοῖς, τουτέστιν· δοίης τούτων λύσιν ἃ οὐκ 〈ἂν〉 ἄνθρωποι θεραπεύσειαν: —MNO τί χρῆμα πρὸς θεῶ ν: τὸ ἑξῆς· τί χρῆμα κακὸν ἢ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων: —MNO εἰς τὸ λέχος: —M g A g εὖ μ ’ ὑπηγάγο υ: ὑπέμνησας προεκαλέσω ἠρέθισας ὑπῆλθες.
sch Andr 906 [5] σοφῶς με ὑπήγαγες, φησὶν, εἰς τὸ ὁμολογῆσαί σοι τὸ αἴτιον τῆς ταραχῆς τῶν οἴκων. ἀκριβῶς τὸ κατ’ ἐμὲ ἔγνως πάθος καὶ ἐδελέασας πρὸς τὸ εἰς λόγους σοι ἐλθεῖν καὶ διηγήσασθαι τὰ κατέχοντά με: —MNOA τοιαῦτα ταῦτ α: ἠθέλησα ἀμύνασθαι.
sch Andr 910 οὐ συνείθισα ἐμαυτὴν εἰς ταῦτα: —A ἔρραψα ς: ἐβουλεύσω κατεσκεύασας: —MN καὶ τέκνῳ νοθαγενε ῖ: σημειωτέον τὸ ὄνομα.
sch Andr 912 νόθῳ: — MNO ἀπὸ κοινοῦ τὸ ἔρραψα ς: —MNOA ὁμόγνιο ν: συγγενικόν.
sch Andr 921 [5] ἀντὶ τοῦ· πρὸς ὁμογνίου Διίος. ἀνεψιοὶ γὰρ Ὀρέστης καὶ Ἑρμιόνη: —MNOA ἔφορον τοῦ γένους: —N i πορρωτάτω τῆς χώρας: —m g μονονουχὶ φωνὴν ἀφιέντες: —M i NO κτενεῖ μ ’ ἐ π ’ αἰσχίστοισι ν: ἢ αἰσχρῶς ἢ ἐπ’ αἰσχροῖς ἁλοῦσαν: —MNOA g ἀλλ’, ἐρωτήσει τις, πῶς ταῦτα ἡμάρτανες: —MNOA ἄλλω ς: λέγοι ἄν τις καὶ ἐρωτήσειεν πῶς ταῦτα ἐξημάρτανες δεδοικυῖα τὸν ἄνδρα, ἵν’ ᾖ τὸ ὡς ἀντὶ τοῦ οὕτως: —MNOA ἄλλω ς: ὡς ἄν τις εἴποι, πῶς οὖν ταῦτα ἐξημάρτανες, οὕτως δεδοικυῖα τὸν Νεοπτόλεμον: —MNOA ἄλλω ς: πῶς οὖν ταῦτα ἐξήμαρτες, ἵν’ οὕτως αὐτὸ ἁμαρτίαν καλέσω: —A τὸ χ ὅτι εἰς παροιμίαν μετήχθη ὁ στίχος: —MNOA ἠπάτησαν ἀνεπτέρωσαν, τουτέστιν ἐπῆράν με καὶ ὥσπερ ἐπαφῆκάν με ταύτῃ: —M g NOA βλέπουσαν αὐγά ς: ἀντὶ τοῦ βλεπούσης, σημαίνει δὲ τὸ ζώσης.
sch Andr 935 [5] ἢ οὕτως· οὐκ ἄν με ζῶσαν ἐκληρονόμει: —MNOA ἐξηνεμώθην μωρί ᾳ: ἀνεπτερώθην ἀνεκουφίσθην ὑψώθην ἐπήρθην: —MNOA τί γάρ μ ’ ἐχρῆ ν: τί γὰρ ἐφύλαττον τὸν ἄνδρα μου ἑτέρᾳ μὴ συνελθεῖν γυναικὶ, ἔχουσα παρ’ αὐτοῦ τὰ ἐπιτήδεια: —MNOA ἡ δ ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλε ι: ἡ δ’ ἁμαρτοῦσα ἀνδρὸς, ὅ ἐστι διαζευχθεῖσα, συννοσεῖν ἀνανδρίαν αὑτῇ βούλεται καὶ τὰς ἄλλας: —MNOA συννοσεῖν αὑτῇ θέλε ι: συμπάσχειν ἑαυτῇ καὶ τὰς ἄλλας βούλεται, ἵνα μὴ μόνη ἀσχημονῇ: —MNOA μαργότητ ι: ἀπληστίᾳ τοῦ λέχους· οὐ βούλονται μόναι φθείρεσθαι, ἀλλὰ καὶ ἑτέρας εἰς τὸ αὐτὸ ἁμάρτημα ἄγειν: —A πολλαὶ δὲ μαργότητ ι: μανίᾳ, πορνείᾳ, ὅ ἐστιν· πορνεύσασα βούλεται πρὸς ἀπολογίαν αὑτῆς πάσας ἀσχημονεῖν: —MNOA εἰς τὸ γυναικεῖον γένος: —M g A g συγγνωστὰ μὲν οὖν σοὶ τάδ ε: διὰ τὸ ὑπὸ τῆς λύπης νικᾶσθαί σε.
sch Andr 955 ἀλλ’ ὅμως τὰς γυναῖκας ἐνδέχεται περιστέλλειν καὶ κρύπτειν τὰ γυναικῶν ἐλασσώματα: —A σοφόν τι χρῆμ α: τοῦ δημιουργοῦ, λέγει δὲ τῆς φύσεως.
sch Andr 957 [5] ὁ δὲ νοῦς· σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους ἀκούειν καὶ ἐναντίων πάρ α, τῶν ἀντιλεγόντων, ἀντὶ τοῦ· δύνασθαι κρίνειν τὰ παρὰ τῶν διχοστατούντων λεγόμενα. κἀγὼ γὰρ εἰδὼς τὴν σύγχυσιν τούτων τῶν οἴκων τὴν ἐκ τῆς διχοστασίας γενομένην ἀνέμενον ἀκοῦσαι τὰ παρὰ σοῦ λεχθησόμενα, εἴτε μενεῖς εἴτε οὐ μενεῖς: —MNOA ἄλλω ς: σοφὸς ὁ πρῶτος ἐπινενοηκὼς τρόπον τινὰ δι’ οὗ τὰ τῶν ἐχθρῶν γνωρίζεται· δύναται γὰρ ἡ ἐπαγωγὴ τοῦτο δηλοῦν. ἐχθρὸς δὲ ἦν τοῦ Νεοπτολέμου ὁ Ὀρέστης: —MNOA ἄλλω ς: τοῖς λεγομένοις παρά τινος, φησὶν, οὐ δεῖ ἁπλῶς πιστεύειν πρὶν ἀκούσῃς τι παρ’ αὐτοῦ τοῦ δρῶντος ἢ πάσχοντος. ἢ παρὰ τὴν παροιμίαν· ‘μηδὲ δίκην δικάσῃς πρὶν ἀμφοῖν μῦθον ἀκούσῃσ‘: —MNOA ἄλλω ς: σοφόν τι εὕρημα τοῦ κρείττονος τοῦ διδάξαντος τοὺς ἀνθρώπους λόγους ἀκούειν παρὰ τῶν πέλας: —MNOA ἄλλω ς: σοφὸς ἄρα ἦν ὁ διδάξας μακροθυμεῖν καὶ 〈τὰ〉 ὑπὸ τῶν διαφερομένων 〈λεγόμενα〉 ἀκούειν περὶ ἑκάστου πράγματος: —A ἀντὶ τοῦ· ἔμενον ταῦτα φυλάσσων καὶ ἐπιτηρῶν: —MNO ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολά ς: ἀπ’ ἐμαυτοῦ ἦλθον ἐνταῦθα προεγνωκὼς ταῦτα, οὐ γράμματά σου δεξάμενος: — MNOA g εἰ δ ’ ἐνδιδοίη ς: εἰ δὲ θαρσήσειάς μοι σαυτὴν, ὥσπερ καὶ [εἰς] τὸν λόγον: —MNO ἄλλω ς: εἰ δὲ κἀν πράγμασί μοι θαρσήσειας σαυτὴν, ὥσπερ κἀν λόγοις θαρρεῖς μοι σαυτήν· εἶπε γὰρ ‘πέμψον με ἀπ’ οἴκων τῶνδε‘: — MNOA ἄλλω ς: εἰ δὲ κἀν πράγμασι σαυτήν μοι ἐνδοίης, ὡς καὶ ἐν λόγοις ὑπέσχου καὶ δέδωκας· εἶπε γὰρ ‘πέμψον μ’ ἀπ’ οἴκων τῶνδε‘: —A κακίᾳ: —M i ἐπεὶ δ ’ Ἀχιλλέως δεῦ ρ ’ ἐνόστησε ν: ἐπεὶ δὲ πορθήσαντι αὐτῷ τὴν Ἴλιον ἐτελείωσε τὴν ὑπόσχεσιν: —M εἰς τὴν Ἑλλάδα δηλονότι: —M i NOA σῷ μὲν συνέγνων πατρ ί: συγγνώμην ἐδίδων διὰ τὴν χρείαν: —NOA συνεχώρησα τοῦτο.
sch Andr 972 [5] δι’ ἀνάγκην γὰρ αὐτῷ ἔδωκεν ἵνα Τροίαν ἕλῃ: —A τὸν δ ’ ἐλισσόμη ν: ταῦτα, φησὶν, ἔλεγον αὐτῷ ὅτι παραχώρησόν μοι τὴν παῖδα, ἐπεὶ οὐκ ἄλλοθεν γυναῖκα προσδοκῶ λαβεῖν ἢ παρὰ συγγενῶν, φυγὰς ὤν: —MNOA τὸν τῆς μανίας δαίμονά φησιν: —M i NO γήμαι μ ’ ἀ π ’ ἀνδρῶ ν: ἐκτὸς τοῦ γένους, τουτέστι ξένην: —NOA ἔκτοθεν 〈 δ ’〉 οὐ ῥᾳδίω ς: καὶ γὰρ ‘ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι‘ [Soph.
sch Andr 975 [5] frg. 667], τὸ δὲ συγγενὲς κατὰ φυσικὴν ἀνάγκην φίλον, ὡς καὶ ἐν Δυσκόλῳ φησὶν ὁ Μένανδρος [frg. 135]· ‘οὐκ ἔνεστ’ ἴσως φυγεῖν οἰκειότητα, δᾶερ‘: —MNOA ἄλλω ς: τὸ ἑξῆς· ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶν φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς: —MNOA φεύγων ἀ π ’ οἴκω ν: Μυκηναῖος γὰρ ὢν ὁ Ὀρέστης καὶ γαμῶν συγγενῆ καὶ Σπαρτιάτιδα ἐδύνατο, τὴν πατρίδα φεύγων διὰ τὸν νόμον, εἰς τὸν οἶκον τῆς γαμετῆς, ὅ ἐστιν εἰς τὴν Σπάρτην, φεύγειν καὶ μὴ ἐν ξένοις ἀλᾶσθαι: —MNOA ῥᾷον δέ ἐστι τοῦτο, φησί.
sch Andr 976 φυγὴν γὰρ εὑρεῖν εἰς οἶκον γαμετῆς [ὢν] ῥᾴδιον: —MNOA οἷον· οὐκ ἄν τις εὕροι συγγενοῦς χρησιμώτερον ἐν καιρῷ ἀτυχίας: —MNOA ἄλλω ς: ἀντὶ τοῦ· αὔταρκες καὶ ἱκανὸν εἰς ἐπικουρίαν ἐν ταῖς συμφοραῖς.
sch Andr 985 [5] τὸ δὲ δεινόν καὶ ὁ ῥήτωρ ἀντὶ τοῦ ἱκανόν τέταχεν [Olynth. 1, 3] ‘δεινὸς πράγμασι χρῆσθαι‘: —MNOA οὐκ ἔστιν οὐδέ ν: ἀντὶ τοῦ συγγενοῦς.
sch Andr 986 [5] καὶ ἐν Βάκχαις [1250] ‘Βρόμιος ἄναξ ἀπώλες’ οἰκεῖος γεγώσ‘: —MNO νυμφευμάτων μὲν τῶν ἐμῶ ν: εἰ [τῶν] πρῴην νυμφευμάτων 〈τῶν〉 ἐμῶν σε ἐστέρησεν καὶ τούτῳ δέδωκεν ὁ πατὴρ ὁ ἐμός, 〈αὐτὸσ〉 τὴν αἰτίαν ἕξει· οὐ γὰρ ἐμὸν τὸ κρίνειν, οἷον· αὐτός σοι ἀπολογήσεται: —MNOA ἄλλω ς: εἰ νυμφευμάτων σε τῶν ἐμῶν ὁ πατὴρ πρὶν ἐστέρησεν, ἐκεῖνος μεριμνάτω καὶ ἀπολογείσθω σοι περὶ τούτου: —A θάρσει γέροντος χεῖρ α: διὰ τὴν χεῖρα τοῦ γέροντος θάρσει: —NOA g θάρσει γέροντος χεῖρ α: παραινεῖ αὐτῇ μὴ δίκην αἰχμαλώτου φυγεῖν, ἀλλὰ σχολαίτερον, καλῶς τὰ καθ’ ἑαυτὴν διοικήσασαν 〈καὶ〉 λαβοῦσαν κόσμον 〈τὸν〉 ἴδιον ἄλλα τε χρήματα θεραπαίνας 〈τε〉 καὶ θεράποντας οἷς ἐθάρρει: —MNOA τοία γὰρ αὐτ ῷ: ἐμφαίνει ὅτι προδιέθηκε τοὺς Δελφοὺς εἰς τὸν κατὰ τοῦ Νεοπτολέμου φόνον: —MNOA πρὶν σκευασθῆναι αὐτῷ καὶ πάθος τι: —A Πυθία: —M g τῶν Δελφῶν: —AM g ὑπὲρ τοῦ πατρός: —M g κακῶς ὀλεῖτα ι: ἀμφότερα, φησὶν, αὐτὸν ἀναιρήσει, πρῶτον αὐτὸς ὁ θεὸς εἰς ὃν ἠσέβησεν, εἶτα καὶ αἱ παρ’ ἐμοῦ διαβολαί.
sch Andr 1006 διαβεβλήκει γὰρ αὐτὸν ὡς ἐπὶ πορθήσει τοῦ ναοῦ ἐληλυθότα: —MNOA ἐχθρῶν γὰρ ἀνδρῶν μοῖρα ν: φιλεῖ πως ὁ δαίμων ἀναστρέφειν ἀεὶ τοῖς ἀνθρώποις τὰ πράγματα καὶ τοὺς ἐχθροὺς ποτὲ μέγα φρονοῦντας ὕστερον ταπεινοῦν, ὅπως μηδεὶς μηδενὸς ὑπερφρονοίη.
sch Andr 1007 [5] τοῦτο δέ φησι διὰ τὸν Νεπτόλεμον, ὅτι τότε παρακαλούμενος παραχωρῆσαι τὴν Ἑρμιόνην ὑπερεῖδεν καὶ νῦν αὐτῆς ἀποστερεῖται: — MNOA ἄλλω ς: τῶν γὰρ ἐχθρῶν αὐτῷ, φησὶν, ὁ θεὸς τὴν μοῖραν, ὅ ἐστι τὴν εὐμοιρίαν, καταστρέφει καὶ μέγα φρονεῖν οὐκ ἐᾷ: —MNOA ἄλλω ς: τῶν ἐναντιουμένων γὰρ αὐτῷ ἀνθρώπων τὴν μοῖραν ὁ θεὸς εἰς καταστροφὴν ἄγει: —A ταῦτα εἰπὼν ἀπῆλθεν ἔχων τὴν Ἑρμιόνην: —O ἰὼ Φοῖβ ε: τὸν ὑψηλὸν τόπον πυργώσας καὶ ποιήσας αὐτὸν εὐτειχῆ: —MNO ἄλλω ς : ἰὼ Φοῖβε πυργώσα ς: βουλόμενος παραμυθήσασθαι ὁ χορὸς τὴν Ἑρμιόνην μέλλουσαν συνοικεῖν ἑτέρῳ ἀνδρὶ φησὶν ὅτι καὶ ἄλλαι τοῦτο πεπόνθασιν Ἑλληνίδες ἐξ αἰτίας τῆς κατασκαφῆς τῆς Τροίας.
sch Andr 1009 [10] ἄρχεται τοίνυν ἐκ τοῦ πρώτου αἰτίου, ὅ ἐστι τῆς πορθήσεως τῆς Τροίας: — MNOA ἄλλω ς: ὁ χορὸς ὥσπερ ἐναντία τὰ πράγματα ὁρῶν θαυμάζει πῶς καὶ ὑπὸ τῶν θεῶν ᾠκοδομήθη ἡ Τροία καὶ ἀτίμως ἑάλω, συμπαθὼν δὲ τῇ Ἀνδρομάχῃ ὀδύρεται τὴν ἅλωσιν τῆς Τροίας: —MNOA κυανέαις ἵπποισ ι: μελαίναις.
sch Andr 1011 [10] ἐπὶ γὰρ ἵππων μελαινῶν λέγουσι τὸν Ποσειδῶνα ὀχεῖσθαι διὰ τὴν χροιὰν τοῦ πελάγους. οὕτως καὶ Ὅμηρος λέγει μέλανα πόντον καὶ κυανοχαίτην εὐλόγως τὸν Ποσειδῶνα λέγει καὶ θύουσιν αὐτῷ παμμέλανας ταύρους [γ 6] διὰ τὴν αὐτὴν αἰτίαν: —A τίνος οὕνε κ ’ ἄτιμον ὀργάναν χέρ α: τί οὖν ὀργάναν χέρα, ἀντὶ τοῦ ἐργατικὴν χεῖρα ** : —MNO ἄλλω ς: τίνος ἕνεκα τὸ τῆς χειρὸς τῆς ὑμετέρας ἔργον ἀτίμως παραδεδώκατε τῷ Ἄρει: —MNOA ἄτιμον ἔφη ὅτι τὸν μισθὸν οὐκ ἀπέδωκεν ὁ Λαομέδων τῆς τειχοδομίας αὐτοῖς: —MNOA ἄλλω ς : ὀργάναν χέρ α: τινες τὸ χέρα ἀντὶ τοῦ χειρός καὶ τὸ τεκτοσύνας ἀντὶ τοῦ τεκτοσύνην, ἀντὶ τοῦ· ὅσα διὰ χειρῶν ἐτεκτήνασθε: —MNOA τὸ ἔργον τὴν κατασκευήν: —M g τῷ πάντα διὰ δόρατος μηχανωμένῳ: —M g A ἔθε τ ’ ἀστεφάνου ς: κακοστεφάνους.
sch Andr 1021 στέφανος γὰρ τοῖς ἐν πολέμῳ νικήσασι τὸ αἷμα: —MNOA i ἄλλω ς: αἷς οὐ πρόκειται στέφανος ἐν τοῖς γυμνικοῖς ἀγῶσιν: — MNOA i οἴχεται, διεφθάρη, ὁ Ἀγαμέμνων ταῖς Κλυταιμνήστρας χερσὶν αὐτή τε ἡ Κλυταιμνήστρα ἀντὶ τοῦ θανάτου τοῦ Ἀγαμέμνονος φόνον ἀλλαξαμένη πρὸς τοῦ Ὀρέστου ἀπέλαυσε τῆς οἰκείας δηλονότι κακίας: —A φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρ α: ἀλλ’ οὐκ ἀτιμώρητος, φησὶν, ἔμεινεν ἡ Κλυταιμνήστρα, ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεῖσα.
sch Andr 1029 ἀντιδοῦσα τὸν ἑαυτῆς θάνατον ὑπὲρ τοῦ φόνου τοῦ Ἀγαμέμνονος: —MNOA μαντόσυνο ν: τὸ μαντικόν: —M λείπει ἤκουσεν.
sch Andr 1032 [5] αὐτὸ, τὸ μαντόσυνον κέλευσμα δηλονότι. ἐπίτηδες δὲ παρέλειψε τὸ ἤκουσεν, ἵνα μὴ φανῇ τοιαῦτα πείθων ὁ θεός: —MNOA αὐτὸ, μαντόσυνον κέλευσμα: —M g ὦ δαῖμο ν , ὦ Φοῖβ ε: τὸ ὦ δαῖμον ὁ χορὸς θαυμάζων ἀνεφώνησεν εἰ Ἀπόλλων τοῦτο προσέταξεν: —MNOA πῶς πείθομαι τοῦτο εἰρῆσθαι παρὰ σοῦ: —MNOA πολλαὶ δ ’ ἀ ν ’ Ἑλλάνω ν: ἴδοις ἂν, φησὶ, κατὰ τὴν Ἑλλάδα συνεχεῖς θρήνους γινομένους περὶ τῶν κατὰ τὴν Ἴλιον ἀπολωλότων.
sch Andr 1038 [5] θέλει δὲ εἰπεῖν ὅτι μία πρόφασις ὀλέθρου γέγονεν [αἰτία] Ἕλλησί τε καὶ βαρβάροις: —MNOA ἀνὰ τὰς ἀγορὰς τῶν Ἑλλήνων: —NO ἄλλω ς: βούλεται εἰπεῖν ὅτι οὐ μόνον ἡ Ἴλιος ἀλλὰ καὶ ἡ Ἑλλὰς ἐδυστύχησεν: —MNOA δυστάνων τοκέων ἄλοχο ι : τοκέων ἀνδρῶν, νυμφίων, τῶν ἤδη πατέρων γενομένων παρὰ ταῖς ἰδίαις γυναιξί.
sch Andr 1039 [5] καὶ αὐτοὶ γοῦν ἀπολοφυρόμενοι τὰς οἰκείας οὐ μόνον γαμετὰς, ἀλλὰ καὶ παῖδας ἐπόθουν, παρὰ τὸ Ὁμηρικὸν [Β 136] ‘αἱ δέ που ἡμέτεραί τ’ ἄλοχοι καὶ νήπια τέκνα‘. ἐὰν δὲ ᾖ ἡ γραφὴ τεκέω ν, λείπει τὸ ἕνεκεν, ἄλοχοι δὲ ἀντὶ τοῦ γυναῖκες ἁπλῶς: —MNOA ἐκ δ ’ ἔλειπον οἴκου ς: ἀπὸ κοινοῦ τὸ πολλαί: —MNOA g καὶ ἄλλω ς: ἐκ δ’ ἔλειπον οἴκους πολλαὶ καὶ ἄλλους ἐγάμησαν διὰ τὸ τοὺς προτέρους ἄνδρας τεθνηκέναι: —MNOA g οὐ σὺ, φησὶ, μόνη ἐξέπεσες τῆς ἐκ θεῶν εὐτυχίας οὐδὲ μόνοι οἱ συγγενεῖς: —MNO δύσφρονε ς: αἱ δυσυπομόνητοι ἐπεγένοντο θλίψεις: —A τὸ φίλοις ἀντὶ τοῦ· οὐδὲ μόνοις τοῖς φίλοις σου: —NOA τοῦτο καθ’ ἑαυτὸ ἀπολύτως ἀναγνωστέον: —MNOA μεγάλην, φησὶ, νόσον καὶ ἡ Ἑλλὰς ὑπέμεινεν, τὴν τῆς Ἑλένης λαγνείαν ἥτις διαβᾶσα ἄχρι τῆς Φρυγίας θρήνους καὶ συμφορὰς ἀπειργάσατο: —MNOA οὐκ ἀκριβῆ: —M g ὅτι τὰ οἰκήματα ἐκλιποῦσα φρούδη γέγονεν ἡ Ἑρμιόνη: —M g A οὐ πρέπει κρύπτειν τὸ συμβὰν ἡμῖν κακόν· λέγει δὲ τὴν φυγὴν τῆς Ἑρμιόνης: —NOA τῷ φόβῳ τῷ ὑπὲρ τῆς αἰχμαλώτιδος: —NA g καὶ τἀνθά δ ’ ὄντ α: ἀντὶ τοῦ· Νεοπτολέμῳ ὥστε φυλάξασθαι: —NOA g ὡς ἀεί τι ἡ ψυχὴ προσδοκᾷ: —M g οὐδέν εἰ μ’ , ἀπωλόμη ν: ἐγκαλεῖ Δίδυμος καὶ εὐεπίληπτόν φησι τὸ αὐτὸν ἐν πάθει ὄντα λέγειν οὐδέν εἰμ ι , φρούδη μὲν αὐδή παρὰ τὸ Ὁμηρικὸν [Ρ 695 δ 704] ‘δὴν δέ μιν ἀμφασίη ἐπέων λάβεν‘.
sch Andr 1077 ἀλλ’ ἐκεῖ οὐκ αὐτὸς ὁ πάσχων φησὶν, ἀλλ’ ἕτερος περὶ αὐτοῦ: —NOA φροῦδα δ ’ ἄρθρα μου κάτ ω: ἀντὶ τοῦ· ἀφανής εἰμι καὶ εἰς Ἅιδου βαδίζω: —A κάτ ω: παρὰ τοῖς κατοιχομένοις: —N χρῄζει ς , τὸ πραχθέ ν: τὸ ἑξῆς· ἄκουσον 〈τὸ〉 πραχθὲν ἀνορθώσας τὸ σὸν σῶμα, εἴ τι δύνασαι εἰς ἐκδίκησιν αὐτοῦ πρᾶξαι: —NO μόνου παιδό ς: τοῦ μονογενοῦς ἐμοῦ παιδὸς ὁ μονογενὴς παῖς πῶς ἀπώλετο λέγε: —A τὸ ἑξῆς· τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους ἐξεπίμπλαμεν θεωροῦντες τὰ ἐν τῷ ἱερῷ: —NOA εἰς δὲ συστάσει ς: ἀθροίσεις.
sch Andr 1088 [5] συστάσεις καὶ κύκλους ἐκ παραλλήλου τὰ συνέδριά φησιν: —NOA ὁρᾶτε τοῦτο ν , ὅ ς: ὁρᾶτε τοῦτον καὶ δεύτερον παρόντα ἐφ’ οἷς καὶ πάρος, ὅ ἐστιν· ὥσπερ ἦλθε πολέμιος τότε, οὕτω καὶ νῦν: —NOA χρυσοῦ γέμοντ α: ὡς εἰς ἄσυλον γὰρ [βροτῶν] ἱερὸν ἐκεῖ παρετίθεντο τὰ χρήματα ἑαυτῶν πολλοί: —NOA ἀρχαί τ ’ ἐπληροῦντ ο: τὰ ἀρχεῖα, τινὲς δὲ πλεονάζειν φασὶ τὸ δεύτερον τὲ, ἵν’ ᾖ· τὰ ἀρχεῖα ἐπληροῦντο εἰς τὸ βουλεύεσθαι: —NOA ἄλλω ς: οἱ προέχοντες δὲ ἤρχοντο εἰς τοὺς τόπους καθ’ οὓς αἱ βουλαὶ ἐγίνοντο: —A ἰδίᾳ θ ’ ὅσο ι: καὶ πάλιν ἰδίᾳ καὶ χωρὶς τῶν ἄλλων φρουρὰς ἐτίθεντο καὶ φύλακας οἱ τῶν τοῦ θεοῦ χρημάτων προιστάμενοι: —A πόας: —M g ἡμεῖς δὲ μῆλ α: ἐν ταῖς πόαις, ἐν ταῖς βοτάναις: —NO παιδεύμα τ’: τὰ βουλεύματα τούτων οὐ γινώσκοντες: —A παιδεύμα τ ’ οὐδέ ν: τινὲς, ἃ πρὸς παίδευσιν ἑαυτῶν καὶ σωφρονισμὸν ἤγομεν τῷ θεῷ.
sch Andr 1101 ἢ τὰ θρέμματα: —NOA σὺν προξένοισ ι: τοῖς φίλοις.
sch Andr 1103 πρόξενοι γάρ εἰσιν οἱ ἐπὶ ξένης φίλοι. ὡς τοῦ Νεοπτολέμου ἀπὸ τῆς πρώτης ἐπιδημίας φίλους ἔχοντος ἐκεῖσε: —NOA θεῷ κατευξώμεσθ α: ὡς ἔθος ἔχοντος τοῦ ἱερέως εὔχεσθαι ὑπὲρ τῶν θυομένων: —NO κἀνταῦ θ ’ Ὀρέστο υ: ταῦτα φησὶν, εἰπόντος τοῦ δεσπότου οὐδεὶς ἐπίστευσεν, ἀλλ’ ἴσχυσεν ἡ διαβολὴ Ὀρέστου: —NOA ἥκων ἐ π ’ αἰσχροῖ ς: δοὺς τοῖς ἱερεῦσι τὰ ἱερεῖα εἰσῆλθεν εὔξασθαι πρὸ τῶν θυσιῶν: —NOA εὔξαιτο Φοίβ ῳ: ἔτυχε παρεῖναι τὸν Νεοπτόλεμον θυσίας ἐπιτελούμενον: —NO χωρεῖ δὲ πρύμνα ν: ὅ ἐστιν· εἰς τοὐπίσω ἀνεπόδισεν μὴ δοὺς τὰ νῶτα, ἀλλὰ πρὸς τοὺς ἐναντίους ὁρῶν.
sch Andr 1120 [5] τοῦτο δὲ καὶ Θουκυδίδης φησὶ [1, 50] ‘πρύμναν ἐκρούοντο‘, ὅταν μὴ μεταβαλλόμενοι φεύγωσιν, ἀλλ’ ἀντίοι ὄντες ἀναχωρήσωσιν: —MNOA οὐ γὰρ εἰς καιρὸν τυπεί ς: ἀντὶ τοῦ· οὐκ ἐν καιρίῳ τόπῳ. Ὅμηρος [Δ 185] ‘οὐκ ἐν καιρίῳ ὀξὺ πάγη‘: —MNOA καὶ παραστάδος κρεμαστὰ τεύχ η: παραστάδας λέγει νῦν τοὺς μετὰ τὴν εἴσοδον ἑκατέρωθεν παρισταμένους τοίχους: —MNOA ἄλλω ς: ἀπὸ τῶν θυρῶν ἢ τοῦ κρεμαστά.
sch Andr 1121 ἐν γὰρ ταῖς εἰσόδοις ἐκρέμαντο: —A πασσάλων καθαρπάσα ς: καὶ ἐκ τῶν πασσάλων τῶν τῆς παραστάδος κρεμάμενα ὅπλα ἁρπάσας: —MNOA καὶ φυλάσσε τ ’ ἐμβολά ς: τὰς βολάς.
sch Andr 1130 ἢ τὰς ὁρμὰς τῶν βελῶν: —MNO ἀντὶ τοῦ ἤνυεν: —M g οἰστο ὶ , μεσάγκυ λ’: εἴδη ἀκοντίων ἐν μέσῳ σπάρτῳ δεδεμένων ἣν κατέχοντες ἠφίεσαν.
sch Andr 1133 [5] ἔστιν οὖν ἀντίθετον τῷ ἀμφώβολο ι: —MNOA ἔκλυτοί τ ’ ἀμφώβολο ι: ὁ νοῦς· ἐρρίπτοντο δὲ πρὸ τῶν ποδῶν αὐτοῦ καὶ 〈ἀμφώβολοι〉 σφαγεῖς βουπόροι, ὅ ἐστιν· ὀβελίσκοι σφάττειν δυνάμενοι, ἑκατέρωθεν ὀξύτατοι. τὸ δὲ ἔκλυτοι ὡς πρὸς τὰ μεσάγκυλα: —MNOA ἄλλω ς : ἔκλυτο ι: εἴδη ἀκοντίων τριαινοειδῶν. οὕτω δὲ λέγεται ὡς πρὸς τὰ μεσάγκυλα ἃ δέδεται κατὰ μέσον σπάρτῳ: —MNOA σφαγῆ ς: ἀντὶ τοῦ διὰ σφαγῆς, ὥστε ἐμποιῆσαι σφαγήν: —MNOA πυρρίχα ς: ὀρχήσεις πολεμικὰς ἐνοπλίους: —MA τὸ Τρωικὸν πήδημ α: ὁποῖον ἐν τῇ Τροίᾳ ἐπήδησεν ὁ Ἀχιλλεύς.
sch Andr 1139 οἱ γὰρ συντεταχότες τὰ Τρωικὰ λέγουσιν ὡς τόπος ἐστὶν ἐν Τροίᾳ καλούμενος Ἀχιλλέως πήδημα ὅπερ ἀπὸ τῆς νεὼς ἐπήδησεν. οὕτως δὲ, φησὶ, βίᾳ ἥλατο ὡς καὶ ὕδωρ ἀναδοθῆναι: —MNOA τὸ ἑξῆς· δύσφημος κραυγή: —A τὸ ἀντήχημα ἐποίει, ὅ ἐστιν· ἐν ταῖς πέτραις ἀντήχησεν: — M g NOA ἐν γαλήνῃ ἔστη: —M g A πρὶν δή τις ἀδύτω ν: ἕως τὶς.
sch Andr 1147 κατὰ τὸ σιωπώμενον σεμνῶς τὸν θεὸν ᾐνίξατο: —MNOA g Μαχαιρέα φασὶν αὐτὸν καλεῖσθαι: —M τίς οὐ πέτρο ν: τοῦτο 〈παρὰ τὸ〉 Ὁμηρικὸν [Χ 371] ‘οὐδ’ ἄρα οἷ τις ἀνουτητί γε παρέστη‘: —MNO τῷ τάφῳ τῆς γῆς: —M ἐμνημόνευσε δ’ , ὥσπερ ἄνθρωπος κακὸ ς , παλαιὰ νείκ η: πρὸς αἰτιατικὴν τὸ ἐμνημόνευσεν ὡς [Ι 527] ‘μέμνημαι τόδε ἔργον‘.
sch Andr 1164 [10] καὶ ὁ Ἡσίοδός φησι [opp. 420]· ‘τῆμος ἄρ’ ὑλοτομεῖν μεμνημένος ὥριον ἔργον‘ καὶ πολλαχοῦ εὑρήσεις παρὰ ποιηταῖς συντασσόμενον αἰτιατικῇ τὸ μέμνημαι: —MNOA εἰς ἓν μοίρας συνέκυρσα ς: συνῆλθες, τουτέστι· συνεδυστύχησας αὐτῷ: —MNOA εἰς ἕ ν: εἰς ταὐτὸ τῆς κακομοιρίας ἔτυχες: —MNOA ἄλλω ς: εἰς τὸ αὐτὸ τῆς κακομοιρίας καὶ δυστυχίας συνῆλθες, ἤτοι ἐπ’ ἴσης τῷ Νεοπτολέμῳ τῆς κακομοιρίας πεπείρασαι: —A ὅτι τὴν χώραν πόλιν ὠνόμασεν: —M i NOA g ἀντὶ τοῦ ἀφορῶν: —M g βαλὼν τέρψομα ι: ἀντὶ τοῦ· ὁρῶν τερφθήσομαι: —NO γράφεται ἤπαφ ε: —A g οὗτός τ ’ ἂν ὡς ἐκ τῶν δ ’ ἐτιμᾶ τ ’ ἂ ν , γέρο ν: μειζόνως ἂν ἐδοξάσθη ὡς ἐκ τοιούτων ἀνδρῶν ἀνῃρημένος ἐν παρατάξει σύ τε εὐτυχέστερον ἀπήλλαξας κερδαίνων τὴν εὔκλειαν τοῦ ἐκγόνου: —MNOA ὦ πα ῖ: ὦ ἐμὸν τέκνον, μὴ ὤφελε τὸ δυσώνυμον γένος τῶν σῶν λεχέων, ὅ ἐστι τῆς Ἑρμιόνης, εἰς τέκνα καὶ δόμους ἀμφιβαλέσθαι Ἀίδαν ἐπὶ σοὶ, τουτέστιν παιδοποιίας χάριν ἀποκτεῖναί σε: —MNOA τὸ ὑπερβατὸν οὕτως· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης ἀμφιβαλέσθαι κατὰ σοῦ Ἀίδην ἕνεκα λεχέων σου: — MNOA ὁ πᾶς λόγος· μὴ ὤφελε τῶν σῶν γάμων χάριν τὸ δυστυχές μου 〈γένοσ〉 ἐπ’ ἐλπίδι παιδοποιίας καὶ οἴκου καταστάσεως ἐνέγκασθαι καὶ ζεῦξαί σοι τὴν Ἑρμιόνην κατὰ σοῦ, ἀντὶ τοῦ ἐπὶ τῷ σῷ κακῷ, οἷον· εἴθε μὴ ἔγημας τὴν Ἑρμιόνην.
sch Andr 1188 [15] ὁ γὰρ ταύτης γάμος αἴτιός σοι θανάτου γεγένηται. ἢ οὕτως ἐν ὑπερβατῷ· ὦ τέκνον ἐμὸν, μήποτε ὤφελε τὸ δυσώνυμον γένος Ἑρμιόνης Ἀίδαν ἀμφιβαλέσθαι ἐπὶ σοὶ καὶ ἐπὶ τοὺς δόμους τῶν σῶν λεχέων καὶ ἐπὶ τὰ σὰ τέκνα, ὅ ἐστιν· εἴθε μή σοι ἐγαμήθη ἵνα δόμου σε καὶ τέκνων καὶ λεχέων ἀφέληται καὶ διὰ τοῦ θανάτου στερήσῃ: —MNOA ἄλλω ς: εἴθε, φησὶ, τὸ ἐμὸν γένος μήποτε τῶν λεχέων τῶν λεχέων τῆς Ἑρμιόνης ὤφελεν ἐπιδικάσασθαι ὡς τέκνα ἐξ αὐτῆς καὶ γένος δυσώνυμον εἰς τοὺς δόμους καταλιπεῖν, οἷον· μήποτέ σοι ὤφελεν γεγαμῆσθαι ἡ Ἑρμιόνη: —MNOA Ἀίδαν ἐπὶ σοὶ τέκνο ν: αὐτὴν τὴν Ἑρμιόνην.
sch Andr 1192 [5] ἢ τὴν Ἑρμιόνην τὴν ἐπὶ σοὶ Ἀίδην γενομένην, ἐπειδὴ δι’ αὐτὴν ἐπεβουλεύθη ὑπὸ Ὀρέστου: —MNA μη δ ’ ἐπὶ τοξοσύνᾳ φονί ῳ: μηδὲ ὤφελεν ὁ Νεοπτόλεμος ἐπὶ τῇ φονίῳ τοξοσύνῃ τοῦ Ἀπόλλωνος πατρὸς αἷμα εἰς θεὸν ἀνάψαι ἄνθρωπος ὤν, ὅ ἐστιν· ὦ Νεοπτόλεμε ἐκ Διὸς κατάγων τὸ γένος, μὴ ὤφελες ἀναθεῖναι τὴν αἰτίαν τοῦ φόνου τοῦ σοῦ πατρὸς τῷ Ἀπόλλωνι ἵνα τὸ αἷμα καὶ ἐπὶ τοῦ γένους καὶ ἐπὶ τοῦ φόνου ἀκούηται: —MNOA ἄλλω ς: μηδὲ ἐπὶ τῇ τοξείᾳ τοῦ Φοίβου τῇ φονικῇ τοῦ σοῦ πατρὸς Ἀχιλλέως.
sch Andr 1194 ὤφε λ ’ ἀπὸ κοινοῦ: —A διάδοχα τάλας ἐγ ώ: κατὰ διαδοχὴν ὁ τάλας δακρύω.
sch Andr 1201 μετὰ γὰρ Ἀχιλλέα δακρύει Νεοπτόλεμον: —A ἐμῷ κάρ α: οὕτως ἡ γραφή· οὐ γὰρ προσγραπτέον τὸ ι .
sch Andr 1210 [5] ἔστι γὰρ ἐξ ἀποκοπῆς τοῦ κάρηνον, ὅπερ κατὰ πᾶσαν πτῶσιν ἀποκόπτεται, τὸ κάρηνον τὸ κάρα, τοῦ καρήνου τοῦ κάρα, τῷ καρήνῳ τῷ κάρα, τὸ κάρηνον τὸ κάρα, ὦ κάρηνον ὦ κάρα: —MNOA ὦ πόλις διπλῶν τέκνων μ ’ ἐστέρησε ν: τὴν Ἴλιον οἰωνιζόμενος ἀνακαλεῖ, ἐπεὶ προιστάμενος αὐτῆς Ἀπόλλων Ἀχιλλέα καὶ Νεοπτόλεμον ἀνεῖλεν: —MNOA ἀμπτάμεν α: τὸ ἑξῆς τοῦ νοῦ οὕτως· ἀμπτάμενα πάντα ἐπάρματι μετεώρῳ πόρρω φροῦδα κεῖται: —MNOA κόμπῳ μεταρσί ῳ: ἐπάρματι μετεώρῳ: —MNOA g ἄλλω ς: ἀνυψωθέντα τὰ περὶ ἐμὲ πρῴην ἐν μεταρσίῳ δόξῃ, φροῦδα νῦν πάντα κεῖται: —A φροῦδα πάντα κεῖτα ι: λείπει τὸ ἐν τῷ παρελθόντι χρόνῳ.
sch Andr 1219 θέλει δὲ εἰπεῖν ὅτι τὰ μὲν τῆς εὐτυχίας παρῆλθεν, τὰ δὲ παρόντα βαρύνει: —MNOA καὶ Ὅμηρος [Π 365] ‘αἰθέρος ἐκ δίησ‘: —M διοδεύων: —M g A g θάψον πορεύσα ς: ὅτι μὲν ἐν Δελφοῖς ὁ Νεοπτόλεμος τέθαπται, καὶ Φερεκύδης [frg.
sch Andr 1240 98a] ἱστορεῖ· ὅτι δὲ νεκρὸς ἐλθὼν εἰς Φθίαν πάλιν εἰς Δελφοὺς ἐπέμφθη, διέψευσται: —MNOA φόνον βίαιο ν: ἵνα ὄνειδος τοῖς Δελφοῖς ἀπαγγέλλῃ ὁ τάφος τὸν φόνον τὸν βίαιον: —MNOA Ἑλένῳ συναλλαχθεῖσα ν: ἀντὶ τοῦ· πρὸς γάμον συναφθεῖσαν.
sch Andr 1245 [5] ἐν τῇ Τροίᾳ γὰρ αὐτομολήσας Ἕλενος πρὸς τὸν Νεοπτόλεμον συναπῆλθεν αὐτῷ εἰς τὴν Ἑλλάδα: —MNOA εὐναίοις γάμοι ς: τοῖς νομίμοις. ἀπηνέχθη δὲ εἰς Ἑλλάδα Ἕλενος μετὰ τὴν Ἰλίου πόρθησιν: —MNOA ἴσως ὡς μάντεως φανέντος ** : —MNOA ἀπὸ κοινοῦ τὸ Μολοσσίαν γῆν χρὴ κατοικῆσα ι: — MNO Μολοσσία ν: ἔστι δὲ ἡ Μολοσσία χώρα 〈τῆς Ἠπείρου〉: —M i θεὰ γεγῶσ α: ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων οὐ φέρεται ὁ ἴαμβος οὗτος: —MNOA g ξηρὸν ἐκ πόντου πόδ α: προνοίας θείας ἐστὶ σημεῖον τὸ διὰ θαλάσσης ὁδεύοντα μὴ τέγγειν τοὺς πόδας: —MNOA Λευκὴν κα τ ’ ἀκτὴν ἐντό ς: Λευκὴν νῆσον, ἐν ᾗ διέτριβεν ὁ Ἀχιλλεὺς, μεταξὺ τοῦ Εὐξείνου πόντου· ὅθεν καὶ οἱ Ἀχίλλειοι δρόμοι, περὶ ὧν ἐν Ἰφιγενείᾳ τῇ ἐν Ταύροις [435] εἴρηται: —MNOA ἐλθὼν παλαιᾶς χοιράδο ς: χοιρὰς πᾶσα πέτρα ἐξέχουσα καὶ περικλυζομένη θαλάσσῃ.
sch Andr 1265 [5] πέτραν οὖν φασί τινα σπήλαιον ἔχουσαν ἐν ᾧ εἰώθει διατρίβειν ἐκ θαλάσσης ἀνιοῦσα ἡ Θέτις. Σηπιὰς δὲ τόπος περὶ τὸ σπήλαιον ὅπου τὴν Θέτιν ἥρπασεν ὁ Πηλεὺς εἰς σηπίαν μεταβληθεῖσαν: —MNOA ἄλλω ς: τόπος ὅπου τὴν ἀρχὴν ὁ Πηλεὺς τὴν Θέτιν ἥρπασεν εἰς σηπίαν μεταβληθεῖσαν: —A τὸν ἀποκομιστήν σου, τὸν ἀποκομιοῦντά σε εἰς τὸν βυθὸν ἐπὶ τῷ συνοικεῖν μοι: —MNO ὦ δέσποινα: —M g ὦ πότν ι ’ ὦ γενναῖ α: τὸ ἑξῆς· ὦ πότνια, Νηρέως γένεθλον, χαῖρε· ὥστε τὸ ὦ γενναῖα συγκοιμήματα κατὰ ἀναφώνησιν ἰδίαν ἐξενήνεκται, ὅ ἐστιν· ὦ εὐγενῆ συγκοιμήματα: —MNOA μη δ ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοι ς: τὰ λέκτρα δηλονότι.
sch Andr 1282 [1] οἱ ἐξ εὐγενῶν γαμοῦντες οὔποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς: — MNO πολλαὶ μορφαὶ τῶν δαιμονίω ν: ταῦτα εἴωθεν ὁ ποιητὴς λέγειν διὰ τὰ ἐν τοῖς δράμασιν ἐκ παραδόξου συμβαίνοντα, ὡς καὶ ἐνταῦθα παράδοξον τὸ Ἑρμιόνην γαμηθῆναι Ὀρέστῃ καὶ εἰς Μολοσσοὺς ἀπελθεῖν Ἀνδρομάχην μέλλουσαν ἀποθανεῖν καὶ Νεοπτόλεμον πρότερον μὲν μὴ ἀποθανεῖν δίκας αἰτοῦντα τὸν θεόν, νῦν δὲ θυσίας ἐπιτελοῦντα ἐπὶ μετανοίᾳ ἐξιλεούμενόν τε τὸν θεὸν ἐπιβουλευθῆναι: —MNOA ΥΠΟΘΕΣΙΣ ΡΗΣΟΥ Ἕκτωρ τοῖς Ἕλλησιν ἐπικοιτῶν ἀκούσας αὐτοὺς δι’ ὅλης 〈νυκτὸσ〉 πυρὰ καίειν εὐλαβήθη μὴ φύγωσιν.
arg Rh 1 (t) [45] ἐξοπλίζειν δὲ διεγνωκὼς τὰς δυνάμεις μετενόησεν, Αἰνείου συμβουλεύσαντος ἡσυχάζειν, κατάσκοπον δὲ πέμψαντα δι’ ἐκείνου τὴν ἀλήθειαν ἱστορῆσαι. Δόλωνος δὲ πρὸς τὴν χρείαν ὑπακούσαντος ἐκπέμπεσθαι ** τόπον εἰς τὴν παρεμβολὴν ἀφώρισεν αὐτῷ. ἐπιφανέντες δὲ οἱ περὶ τὸν Ὀδυσσέα, Δόλωνα μὲν ἀνῃρηκότες, ἐπὶ δὲ τὴν Ἕκτορος κατηντηκότες σκηνὴν πάλιν ὑπέστρεφον, οὐχ εὑρόντες τὸν στρατηγόν. οὓς Ἀθηνᾶ ἐπιφανεῖσα κατέσχεν καὶ τὸν μὲν Ἕκτορα ἐκέλευσε μὴ ζητεῖν, Ῥῆσον δὲ ἀναιρεῖν ἐπέταξεν· τὸν γὰρ ἐκ τούτου κίνδυνον μείζονα ἔσεσθαι τοῖς Ἕλλησιν, ἐὰν βιώσῃ. τούτοις δὲ ἐπιφανεὶς Ἀλέξανδρος ἐπίστασθαί 〈φησι〉 πολεμίων παρουσίαν, ἐξαπατηθεὶς δὲ ὑπὸ Ἀθηνᾶς ὡς δῆθεν ὑπὸ Ἀφροδίτης ἄπρακτος ὑπέστρεψεν. οἱ δὲ περὶ Διομήδην φονεύσαντες Ῥῆσον ἐχωρίσθησαν. καὶ ἡ συμφορὰ τῶν ἀνῃρημένων καθ’ ὅλον ἦλθε τὸ στράτευμα. παραγενομένου δὲ Ἕκτορος ἵνα αὐτὸς πυνθάνηται τῶν πεπραγμένων, τετρωμένος ὁ τοῦ Ῥήσου ἐπιμελητὴς δι’ αὐτοῦ φησιν Ἕκτορος τὸν φόνον γεγενῆσθαι. τοῦ δὲ Ἕκτορος ἀπολογουμένου, τὴν ἀλήθειαν αὐτοῖς ἐμήνυσεν ἡ τοῦ Ῥήσου μήτηρ ἡ 〈Τερψιχόρη〉 Μοῦσα νεκρὸν κομίζουσα τὸ σῶμα. κατοδυρομένη δὲ καὶ τὸν ἐπιπλακέντα αὐτῇ Στρυμόνα διὰ τὸ τοῦ παιδὸς πένθος καὶ τὸν ἐξ ἐκείνου γεγενημένον Ῥῆσον, οὐδ’ Ἀχιλλεῖ φησιν ἀδάκρυτον ἔσεσθαι τὴν στρατείαν, τῷ κοινῷ τῶν ἐπιφανῶν θανάτῳ τὴν ἰδίαν παραμυθουμένη λύπην: —AH τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνειν χαρακτῆρα. ἐν μέντοι ταῖς Διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται. καὶ ἡ περὶ τὰ μετάρσια δὲ ἐν αὐτῷ πολυπραγμοσύνη τὸν Εὐριπίδην ὁμολογεῖ. πρόλογοι δὲ διττοὶ φέρονται. ὁ γοῦν Δικαίαρχος ἐκτιθεὶς τὴν ὑπόθεσιν τοῦ Ῥήσου γράφει κατὰ λέξιν οὕτως· ** ‘νῦν εὐσέληνον φέγγος ἡ διφρήλατοσ‘ καὶ 〈τ.ἑ.〉 καὶ ἐν ἐνίοις δὲ τῶν ἀντιγράφων ἕτερός τις φέρεται πρόλογος, πεζὸς πάνυ καὶ οὐ πρέπων Εὐριπίδῃ· καὶ τάχα ἄν τινες τῶν ὑποκριτῶν διεσκευακότες εἶεν αὐτόν. ἔχει δὲ οὕτως· ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος, Παλλὰς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματι. νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορός. λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι. ἐμοὶ γὰρ οὐδέν ἐστιν ἄλγιον βάρος, ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν, εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν Πριάμου, βίᾳ πρόρριζον ἐκτετριμμένην: —AHC Ἀριστοφάνου ς: Ῥῆσος παῖς μὲν ἦν Στρυμόνος τοῦ ποταμοῦ καὶ Τερψιχόρης Μουσῶν μιᾶς, Θρᾳκῶν δὲ ἡγούμενος εἰς Ἴλιον παραγίνεται νυκτὸς στρατευομένων τῶν Τρώων παρὰ ταῖς ναυσὶ τῶν Ἑλλήνων. τοῦτον Ὀδυσσεὺς καὶ Διομήδης κατάσκοποι ὄντες ἀναιροῦσιν, Ἀθηνᾶς αὐτοῖς ὑποθεμένης· μέγαν γὰρ ἔσεσθαι τοῖς Ἕλλησιν κίνδυνον ἐκ τούτου. Τερψιχόρη δὲ ἐπιφανεῖσα τὸ τοῦ παιδὸς σῶμα ἀνείλετο. ὡς ἐν παρόδῳ δὲ διαλαμβάνει καὶ περὶ τοῦ φόνου τοῦ Δόλωνος. ἡ σκηνὴ τοῦ δράματος ἐν Τροίᾳ.
arg Rh 1 (50) ὁ χορὸς συνέστηκεν ἐκ φυλάκων Τρωικῶν οἳ καὶ προλογίζουσι. περιέχει δὲ τὴν νυκτεγερσίαν: —AHC ΣΧΟΛΙΑ ΕΙΣ ΡΗΣΟΝ βᾶθι πρὸς εὐνά ς: βᾶθι ἀντὶ τοῦ βῶμεν: — βᾶθι πρὸς εὐνά ς: ὡς πλησίον γενόμενοι τῶν κοιτῶν τοῦτό φασιν: — τίς ὑπασπιστῶ ν: ὁ ὑπασπιστὴς ἴδιον ὄνομα, 〈ὁ〉 σύνεγγυς παρασπίζων τοῦ βασιλέως· ὁ γὰρ τευχοφόρος κοινὸν παντὸς ὁπλίτου: — οἳ τετράμοιρο ν: ὅτι οἱ ἀρχαῖοι εἰς τρεῖς φυλακὰς νέμουσι τὴν νύκτα.
sch Rh 5 [30] Ὅμηρος [δὲ] ‘ἀλλ’ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ’ ἄστρα βεβήκει [ξ 483]‘. Στησίχορος [frg. 55] δὲ καὶ Σιμωνίδης [frg. 219a] πενταφύλακόν φασιν [ὑποτίθεσθαι τὴν νύκτα]. διαπορήσει δέ τις ὅπως ** οἳ τετράμοιρον νυκτὸς φυλακή ν. πρὸς ὃ ῥητέον ὅτι οὐκ ἐν τῷ καθόλου φησὶ τετραφύλακον, ἀλλὰ τὴν ἐν τῷ παρόντι φυλακὴν, ὡσανεὶ πρώτην ἢ δευτέραν. ὁ δὲ Κράτης δείκνυσιν ὅτι κατὰ τὸν Εὐριπίδην πενταφύλακον ** ἐκτιθεὶς τὰ ὑπ’ αὐτοῦ εἰρημένα [538] τίς ἐκηρύχθη πρώτην φυλακήν καὶ τὰ ἑξῆς. πρώτους γὰρ τοὺς περὶ Κόροιβόν φησι φυλάττειν, δευτέρους δὲ Παιόνας, τρίτους δὲ Κίλικας, οὓς καὶ Μυσούς φησιν, ὁμοεθνεῖς νομίζων. παραγειτνιᾷ γὰρ ὁ Ἀδραμυττηνὸς κόλπος τοῖς Μυσοῖς. παρὰ δὲ Μυσῶν αὐτοὺς τοὺς Τρῶας παραλαβεῖν, πέμπτοις δὲ τοῖς Λυκίοις φησὶν ἐπιβάλλειν τὴν φυλακὴν, ὥστε οἱ τὴν τετάρτην μοῖραν φρουροῦντες ἐν ἀρχῇ φασιν οἳ τετράμοιρον νυκτὸς φυλακή ν. ὁ δὲ Κράτης εὐχερῶς, [δείκνυσι] τοὺς Μυσοὺς τοὺς αὐτοὺς τοῖς Κίλιξι φάσκων εἶναι. κεχωρισμένοι γὰρ ἀλλήλων εἰσὶν, ὡς καὶ Ὅμηρός φησι [N 5]· ‘Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν‘. ἡ μὲν γὰρ Κιλικία ἐν τοῖς ἔμπροσθεν μέρεσι τῆς Τροίας κεῖται, ὁ δὲ Ζεὺς ἀπεστραμμένος ὁρᾷ Μυσούς. [οἱ γὰρ τραγικοὶ Κίλικας οὐκ ἴσασι τούτους, ἀλλὰ τοὺς ἐν Ταύρῳ ᾠκηκότας.] πῶς δὲ τῶν δύο ἐθνῶν μία ἦν ἡ φυλακή; ἄμεινον οὖν τὸ νοεῖν ὅτι Παιόνων ὁ Κόροιβος ἦρχεν, οἵτινες τὴν πρώτην φυλακὴν ἔσχον καὶ παραδεδώκασι τὴν δευτέραν τοῖς Κίλιξιν· ἐξ ὧν 〈δ’〉 ἐπιφέρουσιν οἱ Τρῶες Μυσοὶ δὲ ἡμᾶς δῆλον ὅτι οἱ Μυσοὶ τὴν τρίτην φυλακὴν εἶχον, μεθ’ οὓς οἱ Τρῶες τὴν τετάρτην. διό φασιν οἳ τετράμοιρον νυκτὸς φυλακή ν, οἵτινες τοὺς Λυκίους 〈τὴν〉 πέμπτην ἐγείρουσιν: — ἄλλω ς : τετράμοιρο ν: τὴν τετάρτην μοῖραν τῶν φυλακῶν οἱ Τρῶες εἶχον. ὁ δὲ πᾶς λόγος τοιοῦτός ἐστι· δεξάσθωσαν παρ’ ἡμῶν, φησὶ, τὴν νέαν καὶ πρόσφατον κληδόνα, οἵτινες φυλάσσοντες τὴν τετάρτην φυλακὴν προκαθήμεθα: — λῦσον βλεφάρω ν: ἀντὶ τοῦ· διυπνίσθητι.
sch Rh 8 γοργωπόν δὲ τὴν φοβερὰν καὶ καταπληκτικήν: — ἢ τὸν Εὐρώπα ς: παρ’ Ὅμηρον ἱστορεῖ Εὐρώπης εἶναι τὸν Σαρπηδόνα.
sch Rh 29 [20] ὁ δὲ Ἡσίοδος [frg. 55] Εὐρώπης μέν φησιν αὐτόν ** ὡς Ἑλλάνικος. εἰσὶ δὲ οἳ Λυκάστου καὶ Ἴδης τῆς Κορύβαντος γενεαλογοῦσι μετὰ καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καθάπερ Σωκράτης ἐν τοῖς Ἀργολικοῖς [frg. 3a]. ἔχει δὲ ὁ λόγος τὸ ἕτερον εἶναι Σαρπηδόνα τὸν ἐπὶ τὴν Ἴλιον στρατεύσαντα καὶ ἄλλον τινὰ Θρᾷκα, ἀφ’ οὗ Σαρπηδονίαν πέτραν φασὶν ὠνομάσθαι. διττὰς δὲ τὰς Εὐρώπας ἀναγράφουσιν ἔνιοι· μίαν μὲν Ὠκεανίδα ἀφ’ ἧς καὶ τὸ ἓν μέρος τῆς οἰκουμένης κληθῆναι, καθάπερ Ἀπίων ἐν τῷ * Περὶ ἐπωνύμων καὶ Ἀριστοκλῆς ἐν τῷ πρώτῳ τῆς Θεογονίας, ἑτέραν δὲ Φοίνικος τοῦ Ἀγήνορος, ὡς καὶ Εὐριπίδης καὶ ἄλλοι ἱστοροῦσιν, ἧς τοὺς περὶ τὸν Μίνω γενέσθαι φασίν. ἔνιοι δὲ [εἰσιν οἳ καὶ] παρὰ τὴν αὐτὴν ὠνομάσθαι τὴν ἤπειρον, καθάπερ καὶ Καλλίμαχος [frg. 558], Ζηνόδοτος δὲ ἐξ αὐτοῦ. εἰσὶ δὲ οἳ καὶ τρίτην ἀναγράψαντες ** , καθάπερ Ἡγήσιππος ἐν τοῖς Παλληνιακοῖς [frg. 6] γράφων οὕτως· ‘Κάδμος σὺν τῇ μητρὶ τῆς Εὐρώπης Τηλεφάῃ ἀπῄει περὶ ἀθήνας. καὶ ἐπυνθάνετο Εὐρώπην ἄρχειν ἐν τῇ Θρᾴκῃ καὶ οὕτως ἀφίκετο εἰς τὴν κατ’ ἀντιπέραν ἤπειρον. καὶ ἦρχεν ἐν τῇ χώρᾳ ταύτῃ πάντων Εὐρώπη [τοῦ ἀνδρὸς ἀπολειφθεῖσα], οὐχ ἡ Φοίνικος. ἀλλ’ ἐπιχωρία τις γυνὴ 〈τοῦ ἀνδρὸς ἀπολειφθεῖσα〉, οὐχ ἡ ἡ ἤπειρος ἅπασα ἡ πρὸς Βορέαν ἄνεμον Εὐρώπη κέκληται‘: — ἀλ λ ’ ἦ Κρονίου Πανό ς: τὸν 〈Πᾶ〉να οἱ μὲν Πηνελόπης φασὶ ** [Καλλιστοῦς καὶ Διὸς παῖδας γενομένους ** ἀφ’ ἧς ὄρος Κυλλήνης] ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης ** ὡς καὶ Εὐφορίων [frg.
sch Rh 36 [20] 164] ** ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι, τραφέντα παρ’ ἐκείναις. Ἄραιθος δὲ ὁ Τεγεάτης [frg. 5] Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης [frg. 12] δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους ** Μνασέας [frg. 7] δὲ ξενικώτερον ἀφηγεῖται τὰ περὶ Πᾶνα ** ἢ ὅτι Κρόνου παῖς ἢ ὅτι παλαιός ἐστιν Αἰθέρος γενεαλογούμενος, Κρόνους δὲ καὶ Κρονίους τοὺς πάνυ ἀρχαίους ἔλεγον. ἢ παππωνυμικὸν ὅτι Διός, ὡς τὸν Ἀχιλλέα Αἰακίδην. Αἰσχύλος [frg. 35] δὲ δύο Πᾶνας, τὸν μὲν Διὸς [ὃν καὶ δίδυμον], τὸν δὲ Κρόνου. [παρὰ δὲ] τὴν αἰφνιδίων φόβων ταραχὴν ἀνῆψαν Πανὶ διὰ τοὺς ἤχους τοὺς ἐν τοῖς ὄρεσι γενομένους, ἔνθα ὁ Πὰν ἅμα ταῖς Νύμφαις συρίζει, ὡς καὶ Ὀδυσσεύς [ζ 122]· ‘ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτὴ Νυμφάων, αἳ ἔχους’ ὀρέων αἰπεινὰ κάρηνα‘: — ἄλλω ς: [περὶ] τῶν Πανικῶν λεγομένων κινημάτων Ἀπολλόδωρος τὴν αἰτίαν ἐκτίθησι ταύτην· ‘τὰ ὄρη καὶ αἱ νάπαι καὶ πάντα τὰ ὕπαντρα τῶν ὀρῶν ἐστιν ἠχώδη. ποικίλων 〈οὖν〉 καὶ παντοδαπῶν φωνῶν ἐν τοῖς ὄρεσι γινομένων ὑπό τε κυνηγῶν καὶ ζῴων ἡμέρων τε καὶ ἀγρίων ἦχοι 〈ἐκμι〉μητικοὶ γίνονται τούτων. ὅθεν πολλάκις τινὲς τὰ μὲν σώματα τῶν φωνούντων οὐχ ὁρῶντες, αὐτὴν δὲ μόνην τὴν προσπίπτουσαν φωνὴν 〈ἀκροώμενοί〉 φασι Πᾶνα σὺν ταῖς Νύμφαις ἐν τοῖς ἄντροις μετ’ αὐλῶν καὶ συρίγγων φωνεῖν‘: — τὸ χ ὅτι συνθέτως ἀναγινώσκεται καὶ ὅτι οὐκ ἔστιν Εὐριπίδειος ὁ στίχος: —mg.
sch Rh 41 int. διιπετῆ δὲ νεῶ ν: τὰ δὲ ναύσταθμα ὡς διιπετῆ ἐστι τοῖς πυρσοῖς· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· αἱ τῶν νεῶν ἐπαύλεις συνεχεῖς ταῖς λαμπάσιν ὥσπερ 〈ὁ〉 ἐκ Διὸς συνεχὴς ὄμβρος: — σαίνει μ ’ ἔννυχο ς: εὐθυμεῖν με ποιεῖ ἡ τῶν Ἑλλήνων φρυκτωρία.
sch Rh 55 φρυκτωρία δὲ ἢ λαμπὰς ἢ λαμπαδηφορία καὶ δᾳδουχία: — θυοσκόω ν: τῶν μάντεων τῶν ἐκ τῶν θυμάτων τὸ μέλλον σκοπούντων: — ἁπλοῦ ς: τὸ ἑξῆς· ἁπλοῦς μῦθος ἐπ’ ἐχθροῖς ὁπλίζειν χέρα: — εἴ θ ’ ἦσ θ ’ ἀνὴρ εὔβουλο ς: ἔμπαλιν ὁ Σοφοκλῆς [frg.
sch Rh 105 810] φησιν· ‘εἴθ’ ἦσθα σώφρων ἔργα τοῖς λόγοις ἴσα‘: — ἐξήρθη ς: ἀνεπτερώθης ἠγέρθης.
sch Rh 109 τὸ ἑξῆς· ὅστις πυρὸς λαμπτῆρας κλύων ἐξήρθης Ἀχαιοὺς φεύγειν καὶ ἐξῆλθες ἐπὶ τὸ στρατεῦσαι: — ἀποινᾶσθαι θέλει ς: ἄποινα λέγεται τὰ λύτρα.
sch Rh 177 Ὅμηρος [Λ 106]· ‘ἔλυσεν ἀποίνων‘. τίνα οὖν, φησὶ, τῶν Ἀχαιῶν λύτρα λαβὼν βούλει ἀπολῦσαι: — ἐξ ἀφθίτων γά ρ: παρ’ Ὁμήρου ἔλαβε τὴν ἱστορίαν.
sch Rh 185 φησὶ γάρ [Ψ 277]· ‘ἀθάνατοί τε γάρ εἰσιν‘: — βάσιν τε χερσ ί: ἀπίθανον τετραποδίζειν αὐτὸν ὡς τοὺς λύκους· οὐδὲ γὰρ Ὅμηρος [Κ 334] διὰ τοῦτο τὴν λυκῆν αὐτῷ περιτίθησιν: — σωθήσομαί τ ε: τὸ ἑξῆς· σωθήσομαι καὶ κτανὼν Ὀδυσσέως ἢ Διομήδους κεφαλὴν ἥξω ἄγων: — Ἀχαιὸν Ἄρ η: ὅτι θηλυκῶς.
sch Rh 239 Ὅμηρος [Π 149] ‘Ξάνθον καὶ Βαλίον‘ καὶ [Ψ 277] ‘Ποσειδάων δὲ πόρ’ αὐτούσ‘. διὸ τὸ χ : — τὸ ἑξῆς τοῦ νοῦ· ὄντως σπανία τῶν ἀγαθῶν γίνεται, ὅταν ὡς ἐν πελάγει τὸ τῆς καταστάσεως δυσήλιον ᾖ καὶ ζοφῶδες καὶ σαλεύῃ πόλις: —mg.
sch Rh 245 int. ἔστι Φρυγῶν τι ς: ἐπεὶ κωμῳδοῦνται οἱ Φρύγες ὡς δειλοί, φησὶν ὅτι οὐ δεῖ παντελῶς ἀποδοκιμάζειν τοὺς Φρύγας· ἔστι γὰρ ἐν αὐτοῖς θράσος καὶ ἰσχὺς, ὡς ἔδειξεν ὁ Δόλων: — ἔνι δὲ θράσος ἐν αἰχμ ᾷ: τῆς ‘ἔσχατος Μυσῶν ‘παροιμίας μέμνηται Φιλήμων ἐν Σικελικῷ [frg.
sch Rh 251 [25] 77]· ‘τὸ δὴ λεγόμενον τοῦτο, Μυσῶν ἔσχατον ἐνόμιζ’ ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ’ ὁρῶν‘ καὶ Μένανδρος [frg. 751]· ‘εἰ μὴ γαμεῖς γὰρ, ἔσχατον νόμιζέ με [Φρυγῶν] Μυσῶν‘. κέχρηται δὲ καὶ νῦν Εὐριπίδης τῇ παροιμίᾳ παρὰ τοὺς χρόνους. Δήμων [frg. 20] γοῦν ἐξηγούμενος [περὶ] αὐτήν φησιν [ὡς] ὕστερον τῶν Τρωικῶν λοιμοῦ καὶ φθορᾶς καρποῦ περιεληλυθυίας 〈εἰσ〉 τὴν Ἑλλάδα, μαντευομένων περὶ τῶν παρόντων, χρῆσαι τὴν Πυθίαν τηνικαῦτα παῦλαν αὐτοῖς τῶν δεινῶν, ἐπειδάν τινες τῶν ἀπὸ Ἀγαμέμνονος ἑλκόντων τὸ γένος πλεύσαντες εἰς Τροίαν τὰς πόλεις κτίσωσι καὶ τὰς τῶν θεῶν τιμὰς ἀναλάβωσιν ἃς ἠφανίσθαι συνέβαινεν ὑπὸ τοῦ πολέμου. ταύτην τὴν μαντείαν παραδεξάμενον τὸν Ὀρέστην συνέβη λιπεῖν τὸν βίον. μετὰ δὲ Ὀρέστην Τεισαμενὸν λαβεῖν τὴν ἀρχὴν καὶ μετ’ ἐκεῖνον Κομήτην. ᾧ χρωμένῳ ποῖ δέοι πλεῖν (κατὰ γὰρ εὐλάβειαν καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν ἐπανερέσθαι) 〈ὑπὸ〉 τοῦ θεοῦ δοθῆναι χρησμὸν ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. κατολιγωρήσαντας δὲ πολλοὺς τῶν συνηθροισμένων τοῦ χρησμοῦ ἀφίστασθαι καὶ τὸν Κομήτην καταλιπεῖν μικρὸν πεφροντικέναι λέγοντας αὐτοῦ τε καὶ τοῦ Μυσῶν ἐσχάτου. κατὰ 〈δὲ〉 τὴν ἐχομένην γενεὰν 〈Γρᾶ τοῦ Ἐχέλα τοῦ〉 Πενθίλου πάλιν συναγείραντος τὴν στρατιὰν καὶ τοῦ θεοῦ τὸν αὐτὸν προενέγκαντος χρησμὸν διὰ τὸ παράδοξον εἰς παροιμίαν [διὰ] τοῦτο περιστῆναί φασιν. εἰσὶ δὲ οἳ Τηλέφῳ γενέσθαι τὸν χρησμὸν τοῦτον· μαντευομένῳ γὰρ αὐτῷ περὶ γονέων, ἐπὶ τίνας ἂν τόπους πλανηθεὶς ἐξεύροι τοὺς ἑαυτοῦ γονεῖς, τὸν θεὸν προστάξαι ἐλθεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δὲ εἰς τὴν Τευθρανίαν (νέμεσθαι γὰρ 〈ταῦτα〉 τὰ χωρία τότε Μυσούς) ἐπιτυχεῖν τῇ μητρί: — ὃς ἐμὰν συμμαχία ν: ὁ τὴν ἐμὴν συμμαχίαν ἀτίζων, ὅ ἐστιν εὐτελίζων, πρὸς Μυσῶν, φησὶν, ἐστὶν ἢ ὡς εἰπεῖν ἔσχατος καὶ οὐδενὸς λόγους ἄξιος.
sch Rh 252 [5] οἷον· Μυσός ἐστιν ὁ ἀτιμάζων ἡμᾶς, ἢ ἀδόκιμος παρὰ τὴν παροιμίαν. ἢ οὕτως· ἔστι δὲ θάρσος ἄκρον καὶ ἐκ τῶν Μυσῶν πρὸς τοὺς ἀτιμάζοντας τὴν ἐμὴν συμμαχίαν καὶ εὐτελίζοντας: — πρὶν δὴ δ ι ’ ὤτω ν: πρὶν ἠκούσαμεν αὐτῶν τὴν βαρβαρικὴν φωνὴν καὶ ἔγνωμεν ὅτι βάρβαροι ἦσαν: — ἔλαμπ ε , Γοργὼν δ ’ ὡ ς: ἡ Γοργὼν ἐπέκειτο τοῖς μετώποις τοῖς ἱππικοῖς προσδεδεμένη μετὰ κωδώνων, ψόφον ἀποτελοῦσα: — πολλὰ πελταστῶν τέλ η: πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν τῇ Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως [frg.
sch Rh 311 [5] 498]· ‘διελὼν δὲ τὴν πολιτείαν ** Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους ἱππέας μὲν τεσσαράκοντα, πελταστὰς δὲ ὀγδοήκοντα. ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα 〈οὐδ’〉 ἐπίχαλκος 〈οὐδὲ βοὸς, ἀλλ’ οἰὸς ἢ〉 αἰγὸς δέρματι περιτεταμένη, καὶ τρί’ ἀκόντια καὶ μικρὸν δόρυ πάντες ἐφόρουν ὃ σχέδιον ἐκαλεῖτο‘: — ἕρπει κατάντη ς: κατήφορος, οὐ ταλαίπωρος, καὶ εὐπετής.
sch Rh 318 ὡσανεὶ ἔλεγεν· οὐ προσάντης οὐδὲ δύσβατος: — ἡνί κ ’ ἐξώστης Ἄρη ς: ἀπὸ μεταφορᾶς τῶν ἀνέμων τῶν ἐξωθούντων τὰ σκάφη· λέγει δὲ οὕτως τὸ βίαιον.
sch Rh 322 τινὲς δὲ ἐξώστης ἀντὶ τοῦ πρὸ τοῦ ἄστεος καθήμενος: — σύ τ ’ εὖ παραινεῖ ς: ἐπεὶ καλῶς παρῄνεσεν ὁ ἄγγελος τὸν Ῥῆσον εἰς συμμαχίαν δέχεσθαι, λοιπὸν ἥξει: — Ἀδράστεια μέ ν: ἰδικῶς τὴν Ἀδράστειαν Διός φησι παῖδα ἄλλων τροφὸν τοῦ Διὸς φασκόντων ** ἔστι δὲ καὶ ἐν τῇ Ἀσίᾳ Ἀδραστείας πεδίον ἀπὸ Ἀδράστου τοῦ βασιλέως, ἀφ’ οὗ καὶ ἡ δαίμων.
sch Rh 342 [5] [ἄλλοι δὲ Μελισσέως μὲν τοῦ Κρητὸς, ἀδελφὴν Κυνοσούρας, Διὸς τροφόν. Καλλίμαχος [hymn. iou. 47]· ‘σὲ δ’ ἐκοίμισεν Ἀδράστεια λίκνῳ ἐνὶ χρυσέῳ.‘] ἔνιοι ἑτέραν μὲν Ἀδράστειάν φασιν, ἑτέραν δὲ Νέμεσιν, 〈ἣν〉 οἱ μὲν Ὠκεανοῦ φασιν εἶναι θυγατέρα, οἱ δὲ Διὸς καὶ Δήμητρος, γεννηθῆναι δὲ ἐν Ῥαμνοῦντι τῆς Ἀττικῆς: — ἥκει ς , ὦ ποταμοῦ πα ῖ: οὐκ εἴρηκε τίνος Μουσῶν ὁ Ῥῆσος ἦν παῖς.
sch Rh 346 [15] Κλειοῦς μέντοι λέγουσιν αὐτὸν εἶναι, καθάπερ Μαρσύας ὁ νεώτερος ἐν τῷ * Μακεδονικῶν ἱστοριῶν γράφων οὕτως [frg. 6]· ‘εἰσὶ δὲ οἳ καὶ περὶ τούτου εἶπον [τοῦτον] Κλειὼ τὴν θεὸν ὑπὸ τοῦ Στρυμόνος ἐκ τοῦ χοροῦ τῶν Μουσῶν 〈ἁρπασθεῖσαν〉 νυμφευθῆναι τεκνῶσαί τε τὸν Ῥῆσον‘ καὶ μετ’ ὀλίγον· ‘ἔστιν ἱερὸν τῆς Κλειοῦς ἐν Ἀμφιπόλει ἱδρυθὲν ἀπέναντι τοῦ Ῥήσου μνημείου ἐπὶ λόφου τινόσ‘. ἔνιοι δὲ Εὐτέρπης αὐτὸν γενεαλογοῦσιν, καθάπερ Ἡρακλείδης· φησὶ δέ· ‘ἑβδόμη δὲ Καλλιόπη, 〈ἣ〉 ποίησιν εὗρε [πάντων καὶ], συνοικήσασα Οἰάγρῳ γεννᾷ Ὀρφέα τὸν πάντων μέγιστον ἀνθρώπων ἐν τῇ κιθαρῳδικῇ τέχνῃ γενόμενον. πρὸς δὲ καὶ τῆς ἐγκυκλίου μαθήσεως συγκρεματικώτερον· ὀγδόη δ’ Εὐτέρπη, ἣ τὴν κατ’ αὐλοῦ εὗρεν εὐέπειαν, συνοικήσασα Στρυμόνι τεκνοῖ Ῥῆσον ὃς ὑπὸ Ὁδυσσέως καὶ Διομήδους ἀναιρεῖται‘. οἷς καὶ Ἀπολλόδωρος ἐπηκολούθησε γράφων οὕτως· ‘τὰς μὲν Μούσας οἱ μὲν πλεῖστοι παρθένους παραδεδώκασι‘, ἀναγράφει δὲ Οὐρανίας μὲν Λίνον, Καλλιόπης 〈δὲ〉, Ὀρφέα, Μελπομένης δὲ Θάμυριν, Εὐτέρπης δὲ Ῥῆσον, Τερψιχόρης δὲ Σειρῆνας, Κλειοῦς δὲ Ὑμέναιον· τῶν δὲ λοιπῶν Θαλείας Παλαίφατον, ἐκ δὲ Πολυμνίας Τριπτόλεμον. Ἐρατὼ δὲ ἐρασθῆναι μὲν Ὑακίνθου, τελευτήσαντος δὲ αὐτοῦ μηδενός, μηδ’ υἱὸν γενέσθαι αὐτῶν: — μελῳδοῦ Μούσα ς: τὸ ὄνομα τῆς Μούσης οὐκ εἴρηκε, φησὶ δὲ ὅτι διαβαίνουσαν διὰ τοῦ Στρυμόνος ὁ ποταμὸς ἔγκυον ἐποίησε.
sch Rh 351 μήποτε δὲ ἔπλασε τὴν ἱστορίαν: — βαλιαῖσι ν: οὐ κυρίως νῦν τῇ λέξει κέχρηται· λευκὰς γὰρ εἶχεν, ὡς καὶ ἀνωτέρω [304] αὐτὸς ἔφη.
sch Rh 356 δύναται δὲ ἀντὶ τοῦ ταχείαις: — ἆρά πο τ ’ αὖθι ς: ἆρά ποτε, φησὶν, ὑποστρεψάντων τῶν Ἑλλήνων ἡμεῖς μετὰ εὐφροσύνης διάξομεν καὶ δι’ ὅλης ἡμέρας ἄξει καὶ τελέσει ἡ πόλις τοὺς ἐν τοῖς συμποσίοις χοροὺς ταῖς τῶν κυλίκων φιλονικίαις.
sch Rh 360 [5] λέγει δὲ τὰς προπόσεις ἀπὸ τῆς συνεκδοχῆς. οἰνοπλανήτοις δὲ, ταῖς διὰ τοῦ οἴνου παραγούσαις τὸν νοῦν: — ὑποδεξίαι ς: ὑποδεκτικαῖς.
sch Rh 364 ἀπὸ 〈κοινοῦ〉 τὸ κυλίκω ν : — ἁμίλλαι ς: φιλονικίαις κυλίκων, οἶον πόσεων: — δοχμία ν: πλαγίαν μετεωρίζων τὴν πέλτην παρὰ τὴν σχιστὴν αὐτῆς περιφέρειαν: — σχιστὰν πα ρ ’ ἄντυγ α: σχιστὴν λέγει παρόσον οἱ πόρπακες σχίζοντες διαβαίνουσιν.
sch Rh 373 ἢ ὅτι ἡ πέλτη τετράγωνός ἐστιν ἐξοχὰς ἔχουσα: — φίλτατον ἄχθος οἴσε ι: ἡδὺ γὰρ αὐτῇ τοὺς πολεμίους παθεῖν: — ταῦτα πρὸς τὸν Ῥῆσον ἐπιστρέψαντες λέγουσιν, ὦ μέγα βασιλεῦ, ὁρῶντες ἤδη αὐτόν: — παῖ τῆς μελῳδοῦ μητέρο ς: οἱ μὲν Κλειοῦς, οἱ δὲ Εὐτέρπης.
sch Rh 393 Ὅμηρος δὲ Ἠϊονέως φησίν [Κ 435]· ‘ἐν δέ σφι Ῥῆσος βασιλεὺς, παῖς Ἠϊονῆοσ‘: — Ἕλλησιν ἡμᾶ ς: ὅσον ἦν ἐπὶ σοὶ, προδέδωκας ἡμᾶς καὶ εἴασας * λείπει ἡ κατὰ, κατὰ τὸ σὸν μέρος: — τοῦ εἶναι αὐτοὺς εὔνους ἡμῖν ἀπόδειξίς ἐστι τὸ κεῖσθαι αὐτοὺς ἐν τῇ πόλει καὶ ταφῆναι: — ψυχρὰν ἄησι ν: τὸν χειμῶνα: — ἄμυστι ν: οἱ μὲν ποτηρίου εἶδος ἐπιτηδειότητα ἔχον πρὸς τὰς ἀμυστὶ πόσεις, ὡς ἐν Αὔγῃ [FTG p.
sch Rh 419 [5] 437]· ‘σὺν τῷ βαθείας καὶ πυκνὰς ἕλκουσι τὰς ἀμύστιδασ‘. ἄλλοι δὲ ἐπὶ τῆς ἀπνευστὶ πόσεως τάττουσι τὸ ὄνομα ὡς Κρατῖνος [frg. 291]· ‘ἀλλ’ οὖν θεῷ σπείσαντ’ ἄμυστιν δεῖ πιεῖν‘: — μέλλοντι νόστο ν: ὅτι νόστον ἁπλῶς τὴν ὁδὸν καὶ τὸν πλοῦν ἔφη (καὶ γὰρ ἔπλευσε καὶ ἐπέζευσεν ὡς ἑξῆς ἐρεῖ), οὐ μόνον τὴν εἰς τὴν πατρίδα ὑποστροφήν: — ἔν θ ’ αἱματηρό ς: ὡς πέμμα ξηρανθὲν τὸ αἷμα τοῦ φόνου.
sch Rh 430 [5] ἀκύρως δὲ κέχρηται τῷ πέλανος, ἄμεινον δὲ ἑτέρωθι [Or. 220] εἶπεν ἀφρώδη πέλανον διὰ τὴν λευκότητα. κυρίως γὰρ ἔλεγον πελάνους τὰ πόπανα ἀπὸ τοῦ πεπλατύνθαι· ἢ ἀπὸ τῆς παιπάλης, ἀπὸ γὰρ τοῦ λεπτοτάτου κατασκευάζονται ** καὶ Ὅμηρος τὸ λευκᾶναι παλῦναί φησιν [Κ 7]· ‘ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρασ‘: — εἰ τοῦ παρόντο ς: πολλὰ 〈ἂν〉 εὐχαριστήσαιμι τοῖς θεοῖς, εἰ τοῦ παρόντος ἀπαλλαγεὶς 〈κακοῦ〉 τὴν παλαιὰν ἀναλάβοιμι κατάστασιν: — οὐ τούσ δ ’ ἀριστέα ς: ἐν ἐρωτήσει τοῦτο προενεκτέον· οὐχ οὗτοί εἰσιν οἱ ἄριστοι τῶν Ἑλλήνων οἱ ἐνταῦθα ἐλθόντες: — κοὐ μεμφόμεσθά γ’: καὶ οὐκ ἐφαυλίζομεν αὐτούς, ἀλλὰ πάντα κινοῦμεν πρὸς τὸ ἀποστῆσαι αὐτοὺς, ὁμόσε ἐλαύνομεν αὐτοῖς καὶ πολεμοῦμεν.
sch Rh 480 [5] ἡ δὲ καλὴ ἐξήγησις αὕτη· καὶ οὐκ ἐκφαυλίζομεν αὐτοὺς, ἀλλὰ πάνυ κάμνομεν καὶ ἄγαν ἐμφορούμεθα τοῦ κόπου μαχόμενοι αὐτοῖς· καὶ Ὅμηρος [ε 290]· ‘ἀλλ’ ἔτι μέν μίν φημι 〈ἄδην〉 ἐλάαν κακότητοσ‘, ὅ ἐστιν ἐμφορηθῆναι: — οὐκοῦν κτανόντε ς: εἰ οὖν τοὺς ἀρίστους αὐτῶν ἀναιρήσομεν, πάντα διαπεπραξόμεθα· ῥᾴδιον γὰρ καὶ τὸ Ἄργος πορθῆσαι τούτων ἀπολλυμένων: — ἀρκεῖν ἔοικε ν: ἀντὶ τοῦ· παραιτῇ τὸ παθεῖν, δρᾶσαι δὲ οὐ 〈προαιρῇ〉.
sch Rh 483 [5] ἀντὶ τοῦ· ἡδέως 〈ἂν〉 εἷλες καὶ τὸ πρᾶξαι, εἰ μὴ ηὐλαβοῦ τὸ παθεῖν. πρὸς ὃ Ἕκτωρ [φησὶ]· ναὶ, φησὶ, παραιτοῦμαι τὸ παθεῖν· πολλῆς γὰρ ἄρχω τυραννίδος, οἷον· τὰ ἐνταῦθα ἀρκεῖ μοι: — ἄλλω ς: οἷον· τὸ παθεῖν παραιτῇ, πρᾶξαι δέ τι οὐ προαιρῇ: — ἀλ λ ’ εἴτε λαιό ν: ἐν οἵῳ, φησὶ, βούλει μέρει τῆς παρατάξεως ἔξεστί σοι τὰς πέλτας, τουτέστιν τοὺς σοὺς ὑπηκόους, στῆσαι: — ἀλλὰ μηνίω ν : μηνίων τινές φασιν ὅτι οὐ δύναται ὑφ’ ἓν εἶναι, μηνίων ἀντὶ τοῦ ὀργιζόμενος, ἐπεὶ τὰ εἰς ω καθαρὸν λήγοντα ὑπὲρ δύο συλλαβὰς ἐκτείνει τὸ ἰῶτα.
sch Rh 494 [5] ἔστι δὲ παρ’ Ὁμήρῳ συστολὴ αὐτοῦ [Α 488]· ‘αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενοσ‘. διὸ καὶ οὕτως ἀναγνῶναι οὐδὲν κωλύει τῆς χρήσεως ὑπαρχούσης: — κρότη μ ’ Ὀδυσσεύ ς: οἷον συγκρότημα μηχάνημα.
sch Rh 499 καὶ ἱκανῶς τὸ φρόνημα θρασύς: — κλέψας ἄγαλμ α: παρὰ τοὺς χρόνους· ὕστερον γὰρ τούτων τὸ Παλλάδιον ἔκλεψε.
sch Rh 502 μέμνηται δὲ αὐτοῦ Ὅμηρος [Ζ 92]· ‘θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν‘: — Θυμβραῖο ν: παρὰ τὴν ἱστορίαν.
sch Rh 508 [5] ὁ γοῦν Διονυσόδωρος ἐν τοῖς Παρὰ τοῖς τραγικοῖς ἡμαρτημένοις φησὶν οὕτως· ‘ὁ δὲ Εὐριπίδης τὸ τοῦ Ἀπόλλωνος ἄλσος τοῦ Θυμβραίου 〈ὃ〉 στάδια ν ἀπέχει τῆς πόλεως, κατὰ τῶν πυλῶν φησι.‘ 〈δύναται δὲ〉 καὶ στίζεσθαι εἰς τὸ βωμό ν· ἢ ἄστεος πέλας· οὐδὲν γὰρ τὸ κωλῦον: — κακῷ δὲ μερμέρ ῳ: μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν ‘Τερμέρια κακά‘, ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί [frg.
sch Rh 509 [5] 3] φησιν οὕτως· ‘Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν· τούτων δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον ὠνομάσθαι. τούτους δέ φασι πρώτους λῃστεῦσαι καὶ οὐ μόνον τὰ περὶ Καρίαν ** , ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ διαπλεῖν‘: — ξύνθημα δ ’ ἡμῖν Φοῖβο ς: σημεῖον τοῦ μὴ ξένους καὶ πολεμίους εἶναι δίδωσιν αὐτῷ τὸ ὄνομα λέγειν τὸ Φοίβου: — προταιν ί: Παρμενίσκος τὴν προταινί λέξιν Βοιωτικήν φησι [καὶ] μετ’ οὐδεμιᾶς πίστεως.
sch Rh 523 σημαίνει δὲ τὸ ἔμπροσθεν: — πρῶτα δύεται σημεῖ α: Κράτης ἀγνοεῖν φησι τὸν Εὐριπίδην τὴν περὶ τὰ μετέωρα θεωρίαν διὰ τὸ νέον ἔτι εἶναι ὅτε τὸν Ῥῆσον ἐδίδασκε.
sch Rh 528 [35] μὴ γὰρ δύνασθαι Πλειάδων καταδυομένων 〈τὰ〉 τοῦ ἀετοῦ μεσουρανεῖν. ὑπὸ γῆν γάρ ἐστι τότε ὁ αἰγόκερως, ἐφ’ οὗ ὁ ἀετὸς ἵδρυται, διότι Πλειάδων δυομένων ὑπὲρ μὲν γῆς εἰσὶ ζῴδια τάδε, ταῦρος δίδυμοι καρκίνος λέων παρθένος ζυγός· ὑπὸ γῆν δὲ τάδε, σκορπίος τοξότης αἰγόκερως ὑδροχόος ἰχθύες κριός. καὶ ταῦτα μὲν ὁ Κράτης. ἔοικε δὲ ὑπὸ τῆς φράσεως ἀμφιβόλου 〈οὔσησ〉 κεκρατῆσθαι· τὰ γὰρ πρῶτα σημεῖα καὶ τὰς Πλειάδας ᾠήθη καταδύεσθαι λέγειν τὸν Εὐριπίδην. τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ τὰ μὲν πρῶτα σημεῖα [τῆς φυλακῆς] φησι δύεσθαι, τὰς δὲ Πλειάδας ἀνατέλλειν. πῶς γὰρ 〈ἂν〉 ἐπὶ καταδυομένων εἶπεν αἰθερίας [αὐτάς]; ὥστε τριχόθεν τὸν καιρὸν ὑπὸ 〈τῶν〉 φυλάκων δηλοῦσθαι, ἀπὸ τῆς δύσεως, ἀνατολῆς καὶ μεσουρανήματος. ὁ μὲν οὖν Παρμενίσκος πρῶτα σημεῖα φησὶ λέγεσθαι τὰς τοῦ σκορπίου πρώτας μοίρας διὰ τὸ ὑπὸ τῶν ἀρχαίων οὕτως αὐτὰς λέγεσθαι, διότι ταύταις ὁ Βοώτης ἅμα ἄρχεται καταδύεσθαι. Κλεόστρατον γοῦν τὸν Τενέδιον ἀρχαῖον 〈ὄντα ἀστρολόγον, γράφειν〉 οὕτως· ‘ἀλλ’ ὁπόταν τρίτον ἦμαρ ἐπ’ ὀγδώκοντα πέλῃσι σκορπίου, εἰς ἅλα πίπτει ἅμ’ ἠοῖ φαινομένηφι‘. τοῦτο δὲ παραδείξας ὁ Παρμενίσκος ὅτι καταδύεται τὰ πρῶτα σημεῖα τοῦ σκορπίου, καὶ τὰ περὶ τῆς Πλειάδων ἐπιτολῆς ἐπέξεισιν· ‘ὅταν γὰρ‘, φησὶν, ‘Εὐριπίδης λέγῃ καὶ ἑπτάποροι Πλειάδες αἰθέρια ι, οὐ 〈λέγει〉 δύεσθαι τότε αὐτὰς, ἀλλ’ ἔμπαλιν ἀνατέλλειν ἐκ τοῦ ὑπὸ 〈γῆν〉 τμήματος εἰς τὸ ὑπὲρ 〈τὸν〉 ὁρίζοντα ἀνιούσας· καὶ τοῦτο εἶναι τὸ καὶ ἑπτάποροι Πλειάδες 〈αἰθέριαι 〉, οἷον· εἰς τὸν ὡς πρὸς ἡμᾶς οὐρανὸν ἀφικνούμεναι. ταῦτα δὲ καταστησαμένων ὁμολογεῖ, φησὶ, τοῖς Εὐριπίδου τὰ φαινόμενα ** τὰ μὲν πρῶτα σημεῖα [τῆς ὥρας] εἰς δύσιν κεχώρηκεν, ἡ δὲ Πλειὰς ἀνατέλλει, ὁ δὲ ἀετὸς πρὸς τὸ μέσον κεχώρηκε. λοιπὸν οὖν τῆς φυλακῆς ὁ καιρός· ἔγρεσθ ε , τί μέλλετ ε. ἑπτάπορον δὲ τὴν Πλειάδα, ὅτι ἐξ ἑπτὰ ἀστέρων σύγκεινται αἱ Πλειάδες. ἀετὸς δὲ ὁ τὸ ἧπαρ τοῦ Προμηθέως, ὥς φασί τινες: — ἄλλω ς: τῶν περὶ τὸν Μενεκράτην ἐν διδύμοις τὸν ἥλιον λεγόντων, ἐν ᾧ τὰ τῆς καταστάσεως τῶν φαινομένων ὅπως εἶχε πρόκειται, εἰσὶν [δὲ] οἵ φασι περὶ τὰς ἐσχάτας μοίρας τοῦ καρκίνου εἶναι τότε τὸν ἥλιον. οὐ γὰρ ἂν μόνως τὴν σελήνην πρὸς ** ἀνατολὴν ἔσεσθαι ** συνάγουσιν οὕτως ἃ βούλονται. εἰ μὲν γὰρ πάλαι τὴν σελήνην ὡς ἐν τρισὶν ἡμέραις τοῦτον ** οἱ φύλακες εὐήθεις ἱκανῶς ἔσονται. εὔλογον γάρ ** : — Κίλικας Παιώ ν: οἱ μὲν τοὺς Κίλικας καὶ τοὺς [Παιόνας] 〈Μυσοὺς τοὺσ〉 αὐτοὺς ἤκουσαν· Ἀρίσταρχος δὲ Κόροιβον Παιόνων ἡγεμόνα καὶ τὴν φυλακὴν ποτὲ μὲν ἀπὸ τοῦ ἡγεμόνος, ποτὲ δὲ ἀπὸ τῶν ὑπηκόων: — Μυσοὶ δ ’ ἡμᾶ ς: ὡς Μυσῶν διαδεχομένων Κίλικας.
sch Rh 541 Κίλικες γὰρ μετὰ Παιόνας, εἶτα Μυσοὶ, εἶτα Τρῶες, εἶτα πέμπτοι Λύκιοι: — κοίτας φονία ς: διὰ τὰ τολμηθέντα ἐπὶ τῷ Ἰτύλῳ.
sch Rh 547 λείπει δὲ τὸ ὡς· ὡς ἐπὶ [κοίτης] τοῦ Σιμόεντος ὑμνεῖ τὴν μῖξιν, ἀίω. γράφεται καὶ θρηνεῖ καὶ ἔξωθεν λαμβάνεται ἡ ἐπί καὶ τὸ ὡς· ὡς ἐπὶ τοῦ Σιμόεντος ἑζομένη θρηνεῖ τὰς φονίας κοίτας ἡ ἀηδών: — μελοποιὸς ἀηδώ ν: λέγεται γὰρ ἡ Πρόκνη μετὰ τὸ κρεανομῆσαι Ἴτυν τὸν υἱὸν διὰ τὴν λύπην μεταβληθῆναι εἰς ὄρνιν· καὶ ἡ μὲν Πρόκνη εἰς ἀηδόνα μετεβλήθη ὡς καὶ ἡ Φιλομήλα εἰς χελιδόνα: — πρὸς τὰ ναύσταθμα: — σκηπτοῦ ’πιόντο ς: αἰφνιδίως κεραυνοῦ σφοδροῦ ἐπελθόντος: — ἔ α: ὁ χορὸς λέγει αἴσθησιν λαβὼν τῶν γεγονότων: — ἀλλὰ συμμάχου ς: ἀλλὰ δεινὸν, φησὶ, τοὺς συμμάχους ταράττειν νυκτὸς οὔσης: — τὸ χ ὅτι φαλακρὸν αὐτόν φησιν: —mg.
sch Rh 716 int. ἐκ τῶν μυκτήρων ποιὸν ἦχον ἀπετέλουν: — μυχθισμὸν νεκρῶ ν: ποιὸν ἦχον καὶ στεναγμὸν μετὰ πνοῆς γινόμενον: — τὸ ἑξῆς· θερμὸς δὲ κρουνὸς αἵματος νέου δεσπότου παρὰ σφαγαῖς δυσθνῄσκοντος βάλλει με: — τίς δ ’ ἂν χαμεύνα ς: τὸ ἑξῆς· τίς ἂν κατ’ εὐφρόνην τῶν πολεμίων μολὼν Ῥήσου χαμεύνας εὗρεν: — ἐν σοὶ δ ’ ἂν ἀρχοίμεσθ α: ἀρχὴν δηλ〈ονότι〉 τοῦ κακολογεῖσθαι πρῶτον 〈ἀρχόμεθα〉 ὑπὸ 〈σοῦ, οἷον·〉 σὺ ἡμᾶς πρῶτον ἤρξω κατηγορεῖν: — ἰαλέμ ῳ: καὶ Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων [frg.
sch Rh 895 [1] 8] 〈εἶναι〉 πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτῳ· Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεννῆσαι Λίνον τὸν πρεσβύτατον καὶ τρεῖς μετ’ ἐκεῖνον, Ὑμέναιον 〈Ἰάλεμον〉 Ὀρφέα. τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν 〈τῶν τῆς μητρὸς ἐπιτη〉δευμάτων ἐμπεσεῖν καὶ περὶ τὴν μουσικὴν 〈περιγενέσθ〉αι πάντων· οὐ μὴν τοιοῦτό γε πάθος 〈οἷον λέγεται〉 γενέσθαι: —(v. p. 344) ἄλλω ς : ἰαλέμ ῳ: 〈ἱστορεῖται τὸν ἰά〉λεμον παρωνομάσθαι ἐπὶ τιμῇ Ἰαλέμου τοῦ Ἀπόλλωνος καὶ Καλλιόπης, ὥς φησι Πίνδαρος [frg. 139]· ἔντι μὲν χρυσαλακάτου τεκέων Λατοῦς ἀοιδαὶ ὥριαι παιανίδες· ἔντι 〈δὲ καὶ〉 θάλλοντος ἐκ κισσοῦ στεφάνων [ἐκ] Διο〈νύσου〉 〈διθύραμβον μ〉αιόμεναι· τὸ δὲ – ⏑ – ⏑ – .......... ἀποφθιμένων ἃ μὲν ἀχέταν Λίνον αἴλινον ὑμνεῖ, ἃ δ’ Ὑμέναιον, 〈ὃν〉 ἐν γάμοισι χροϊζόμενον 〈Μοῖρα〉 σὺμ πρωτὰ λάβεν ἐσχάτοις ὕμνοισιν· ἃ δ’ Ἰάλεμον ὠμοβόρῳ νούσῳ [ὅτι] πεδαθέντα σθένος, υἱὸν Οἰάγρου 〈δὲ ΥΠΟΘΕΣΙΣ ΤΡΩΙΑΔΩΝ Μετὰ τὴν Ἰλίου πόρθησιν ἔδοξεν Ἀθηνᾷ τε καὶ Ποσειδῶνι τὸ τῶν Ἀχαιῶν στράτευμα διαφθεῖραι, τοῦ μὲν εὐνοοῦντος τῇ πόλει διὰ τὴν κτίσιν, τῆς δὲ μισησάσης τοὺς Ἕλληνας διὰ τὴν Αἴαντος εἰς Κασάνδραν ὕβριν.
arg Tr 1 (t) [15] οἱ δὲ Ἕλληνες κληρωσάμενοι περὶ τῶν αἰχμαλώτων γυναικῶν τὰς ἐν ἀξιώμασιν ἔδωκαν Ἀγαμέμνονι μὲν Κασάνδραν, Ἀνδρομάχην δὲ Νεοπτολέμῳ, Πολυξένην δὲ Ἀχιλλεῖ. ταύτην μὲν οὖν ἐπὶ τῆς τοῦ Ἀχιλλέως ταφῆς ἔσφαξαν, Ἀστυάνακτα δὲ ἀπὸ τῶν τειχῶν ἔρριψαν. Ἑλένην δὲ ὡς ἀποκτενῶν Μενέλαος ἤγαγεν, Ἀγαμέμνων δὲ τὴν χρησμῳδὸν ἐνυμφαγώγησεν. Ἑκάβη δὲ τῆς μὲν Ἑλένης κατηγορήσασα, τοὺς ἀναιρεθέντας δὲ κατοδυραμένη καὶ κηδεύσασα πρὸς τὰς Ὀδυσσέως ἤχθη σκηνὰς, τούτῳ λατρεύειν δοθεῖσα: —A Pal. 287 Aelian. uar. hist. 2, 8 κατὰ τὴν πρώτην καὶ ἐνενηκοστὴν Ὀλυμπιάδα, καθ’ ἣν ἐνίκα Ἐξαίνετος ὁ Ἀκραγαντῖνος στάδιον, .... πρῶτος Ξενοκλῆς ... Οἰδίποδι .. Λυκάονι .. Βάκχαις .. Ἀθάμαντι σατυρικῷ, .. δεύτερος Εὐριπίδης .. Ἀλεξάνδρωι .. Παλαμήδει .. Τρῳάσι .. Σισύφῳ σατυρικῷ .... ΣΧΟΛΙΑ ΕΙΣ ΤΡΩΙΑΔΑΣ ἥκω λιπώ ν: ὅλος ἐπὶ τοῦ θεάτρου ὁ Εὐριπίδης, πρὸς ὃ ἀφορῶν τοὺς λόγους νῦν ὁ Ποσειδὼν ποιεῖ παρὼν ἐν τῇ ὑποθέσει.
sch Tr 1 πολλαχοῦ δὲ τοιοῦτος, ὡς ἐν ταῖς Βάκχαις ὁ Διόνυσος ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόν α : — οὔπο τ ’ ἐκ φρενῶ ν: τὸ ἑξῆς· ἐκ φρενῶν τῶν ἐμῶν.
sch Tr 6 παρὰ 〈τὸν〉 Ὁμηρικὸν [δὲ] Ποσειδῶνα ταῦτα: — ὁ γὰρ Παρνάσσιο ς: Παρνάσσιον αὐτὸν εἶπε Φωκέα ὄντα διὰ 〈τὸ〉 τάττεσθαι Δελφοὺς ὑπὸ Φωκεῦσιν.
sch Tr 9 [15] Ὅμηρος [Β 517]· ‘αὐτὰρ Φωκήων Σχεδίος καὶ Ἐπίστροφος ἦρχον υἱέες Ἰφίτου μεγαθύμου Ναυβολίδαο‘, εἶτα [519] ‘οἳ Κυπάρισσον ἔχον Πυθῶνά τε πετρήεσσαν‘. παρ’ ὃ δὴ ἠξιοῦντο τοῦ τε ἱεροῦ καὶ τῶν αὐτόθι χρημάτων ἔχειν τὴν ἐπιμέλειαν. ἔνθεν καὶ οἱ ἱεροὶ πόλεμοι κατερράγησαν, Λακεδαιμονίων μὲν ἀποδόντων Δελφοῖς τὸ ἱερὸν μετὰ τὸ καταπολεμῆσαι Φωκέας, Ἀθηναίων δὲ ἔμπαλιν Φωκεῦσιν αὐτὸ παραδόντων αὖθις, ὡς Θουκυδίδης [1, 112, 5] φησί. καλεῖται δὲ ἱερὸς ὅτι περὶ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ἐγένετο. Φώκου δὲ τοῦ 〈Αἰακοῦ καὶ〉 Ψαμάθης καὶ Ἀστεροδίας τῆς Δηιονέως ἐγένετο Πανοπεὺς καὶ Κρῖσος ὁ Κρῖσαν κτίσας, τοῦ δὲ Πανοπέως Ἐπειός. οὗτος εἰς Τροίαν στρατεύσας τὸν δούρειον ἵππον ἐποίησεν: — ἄλλω ς: ὁ Φωκεὺς Παρνάσσιος εἴρηται, ἐπεὶ Δελφοὶ σὺν τοῖς Φωκεῦσιν ἐτάττοντο. ἢ διὰ τὸ πλησίον τῇ Φωκίδι εἶναι τὸν Παρνασσόν: — δούρειος ἵππο ς: ψυχρῶς ἠτυμολόγησε τὸν ἵππον ἀπὸ τῶν δοράτων· ἄμεινον γὰρ παρὰ τὰ δοῦρα πεποιῆσθαι ἤγουν τὰ ξύλα.
sch Tr 14 Ὅμηρος [θ 512] ‘δουράτεον‘, ὅ ἐστι ξύλινον: — ἔρημα δ ’ ἄλσ η : ἔρημα αὐτά φησιν ὡς τῶν θεῶν ἐκλελοιπότων τὰ ἱερά.
sch Tr 15 αὐτὸς γοῦν ὁ Ποσειδῶν φησι [25] λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τ ’ ἐμού ς : — πρὸς δὲ κρηπίδων βάθροι ς: παρὰ τοῖς βάθροις δὲ τῶν κρηπίδων τοῦ Ἑρκείου Διὸς ἀντὶ τοῦ· ἐπὶ τοῖς βωμοῖς τοῦ Διός.
sch Tr 16 [5] τὸν δὲ Ἕρκειον Δία ἄλλοι ἱστορικοὶ ἀναγράφουσιν ἰδίαν τινὰ σχέσιν περὶ αὐτοῦ ἱστοροῦντες. τρισὶ 〈γὰρ〉 ὀφθαλμοῖς αὐτὸν κεχρῆσθαί φασιν ὡς οἱ περὶ Ἀγίαν καὶ Δερκύλον [frg. 3]. πεφόνευται δὲ ὁ Πρίαμος ὑπὸ Νεοπτολέμου δικαίως, ἐπειδὴ καὶ τὸν πατέρα αὐτοῦ Ἀχιλλέα ἐλθόντα ἐπὶ τὸν γάμον τῆς Πολυξένης οἱ περὶ Ἀλέξανδρον ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ λόγχαις ἀνεῖλον: — δεκασπόρῳ χρόν ῳ: ἀντὶ τοῦ διὰ δέκα ἐνιαυτῶν.
sch Tr 20 [5] ἔνθεν καὶ ποίας τοὺς ἐνιαυτοὺς ἔλεγον ἀπὸ τῆς τῶν καρπῶν ἀναδόσεως: — νοσεῖ τὰ τῶν θεῶ ν: ἀντὶ τοῦ ἐξασθενεῖ, οἷον· τὰ τῶν θεῶν ἀμελεῖται ὑπὸ τῶν ἀνθρώπων: — βοᾷ Σκάμανδρο ς: ἀντὶ τοῦ καταβοᾶται ἐν τῷ αὐτὰς βοᾶν: — Νεοπτόλεμος καὶ ἄλλοι τινές: — ταῦτα ἔνιοι πρὸς χάριν Ἀθηναίων Εὐριπίδην λέγειν· ἀγαπητὸν γὰρ εἶναι τοῖς περὶ Δημοφῶντα Αἴθραν ἀναλαβεῖν, ἧς ἕνεκα αὐτούς φασιν εἰς Τροίαν ἐλθεῖν, Μενεσθέως ἀφηγουμένου τῶν Ἀθηναίων: — Ἀθηναίων τε Θησεῖδαι πρόμο ι: ἔνιοι ταῦτά φασι πρὸς χάριν εἰρῆσθαι· μηδὲν γὰρ εἰληφέναι [ἐκ] τοὺς περὶ Ἀκάμαντα καὶ Δημοφῶντα ἐκ τῶν λαφύρων ἀλλὰ μόνην τὴν Αἴθραν, δι’ ἣν καὶ ἀφίκοντο εἰς Ἴλιον, Μενεσθέως ἡγουμένου.
sch Tr 31 Λυσίμαχος [frg. 19] δὲ τὸν τὴν Πέρσιδα πεποιηκότα φησὶ γράφειν οὕτως [frg. 3]· ‘Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆι μεγαλήτορι ποιμένι λαῶν‘: — Τρῳάδων ὑπὸ στέγαι ς: γράφεται παρθένω ν.
sch Tr 32 ὅσαι μὲν οὖν ἐκληρώθησαν, ἀπεδόθησαν, ὅσαι δὲ ἀκλήρωτοι ἐξῃροῦντο δοθεῖσαι τοῖς πρώτοις, ἐνταῦθα τυγχάνουσιν: — τὴν δ ’ ἀθλία ν: ἄμεινον ἦν ἀπὸ τῶν πραγμάτων παρεισάγεσθαι, ὀδυρομένην τὰ παρόντα.
sch Tr 36 οὕτως γὰρ 〈ἂν〉 ἡ τραγῳδία τὸ πάθος εἶχε, νῦν δὲ ψυχρῶς τῷ θεάτρῳ προσδιαλέγεται: — ἣν δὲ παρθένον μεθῆ κ ’ Ἀπόλλω ν: ἣν οὐ διεκόρευσεν, ἀλλ’ εἴασε παρθένον.
sch Tr 41,42 οἱ γὰρ ἐνθουσιῶντες ἐπιτεταμένοι εἰσὶ τῇ κινήσει: — γαμεῖ βιαίω ς: ἀντὶ τοῦ γαμήσει: — σεσημείωται ὡς μηκέτι αὐτῆς οἰκουμένης· ὑπώπτευκε γὰρ Ἀριστοφάνης ἐκ τούτου 〈τὸ〉 [Υ 307] ‘νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει‘: — ἐκεῖσε πρῶ τ ’ ἄνελθ ε: ἀντὶ τοῦ· ἐκεῖνον ἀνάλαβε τὸν λόγον καὶ ἀνάτρεχε εἰς τὸν περὶ Ἑλλήνων λόγον: — Μυκόνο υ: ἀκτή τις οὕτω καλουμένη: — Καφήρειοί τ ’ ἄκρα ι: Καφηρεὺς [δὲ] ἀκρωτήριον Εὐβοίας καταντικρὺ Σκύρου.
sch Tr 90 [5] Νεάνθης δὲ ὁ Κυζικηνὸς [frg. 36] Καθηρέα αὐτόν φησι πρότερον κεκλῆσθαι· εἶναι γὰρ ἐκεῖ βωμὸν Διὸς εἰς ὃν Εὐβοιεῖς καθαιρόμενοι ἔθυον. χρόνου δὲ προϊόντος Καφηρεὺς ἐκλήθη παραφθειράντων τῶν ἐνοικούντων τὴν λέξιν. περὶ τοῦτο δὲ οἱ πλεῖστοι τῶν Ἑλλήνων κατὰ τὸν ἀπόπλουν διεφθάρησαν. κοινὰ δὲ τὰ τῆς ἱστορίας: — τύμβους θ’ , ἱερ ά: λείπει ὁ γάρ, ἵν’ ᾖ· τὰ γὰρ ἱερὰ τῶν τεθνηκότων ἔρημα ποιήσας αὐτὸς ὕστερον ὀλεῖται: — ἄνα δύσδαιμο ν: πρὸς ἑαυτὴν ταῦτα ἡ Ἑκάβη λέγει· ἀνάστηθι.
sch Tr 98 [10] τὴν κεφαλήν σου ὦ Ἑκάβη. 〈γράφεται δὲ καὶ θεόθεν κεφαλή 〉· ὁ δὲ λόγος [ἄνα δυσδαῖμον]· ὦ ἐκ θεῶν δυσδαίμων κεφαλὴ γεγονυῖα, ἀνάστηθι. ἡ δὲ πεδόθεν κεφαλὴ ἐμπαθεστέρα ἐστὶ καὶ τοῖς ὑποκειμένοις οἰκείως ἔχουσα. ἡ γὰρ Ἑκάβη ἔρριψεν ἑαυτὴν διὰ τὰς συμφορὰς ἐπὶ τοῦ ἐδάφους. καὶ τούτῳ οἰκείως ἐπέζευξε τὸ ἐπάειρε δέρην ὡς πεπτωκυίας αὐτῆς καὶ κεκλιμένης ἐπὶ τοῦ ἐδάφους. καὶ τὸν Πρίαμον ὁμοίως κείμενον προυπέστησεν οὕτως [16] πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμο ς. ὥστε εἰκὸς διὰ τὰ τοιαῦτα τὴν Ἑκάβην τὰς ἐπιτηδείους καθέδρας καταλιποῦσαν ἐπὶ τοῦ ἐδάφους κεῖσθαι: — ἀνέχο υ: ἀνέχου, φησὶν, ἐν εὐτελείᾳ τυγχάνουσα· οὐ γὰρ τὰ παρόντα νῦν ἐστιν ἡ Τροία οὐδὲ ἡ πρώην εὐδαιμονία οὐδὲ νῦν βασιλεῖς ἐσμεν Τροίας: — μηδὲ προσίστ ω: ἀντὶ τοῦ· μὴ ἀντίκεισο τοῖς πρὸς πρῷραν κύμασιν, ὅ ἐστιν· μὴ ἀνθίστασο τῷ δαίμομι τοῦ βίου, ἀλλὰ πλέε κατὰ τὸ εὐθύ· ὅταν γὰρ ἡ ναῦς πρὸς κῦμα ἢ πρὸς ἄνεμον πλέῃ, βλάπτεται.
sch Tr 103 [5] σὺ οὖν, φησὶ, πλέουσα πρὸς κῦμα μὴ ἀνθίστασο τῇ τύχῃ· τοῦτο δὲ ἐναντίον τῷ [Α 483. β 429] ‘ἡ δὲ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον‘: — ὦ πολὺς ὄγκο ς: ὄγκον λέγει τὴν πολλὴν εὐτυχίαν μεταφορικῶς· ὦ πολλὴ εὐδαιμονία τῶν προγόνων συσταλέντων: — ἄκανθάν τ ’ εἰς ἀμφοτέρου ς: τὴν τῶν μελῶν ἄκανθαν· λέγει δὲ τοὺς νωτιαίους σφονδύλους.
sch Tr 117 τοίχους δὲ τὰς πλευρὰς μεταφορικῶς εἴρηκεν. τὴν ῥάχιν οὖν ἄκανθάν φησιν. ὁ δὲ λόγος· πόθος μοί ἐστιν τὴν ῥάχιν ἑλίξαι εἰς τὰ πλευρά: — ἐπὶ τοὺς αἰεὶ δακρύω ν : ἡ ἐπί ἀντὶ τῆς διά, ὅ ἐστι· βούλομαι διαδοῦναι ἐμαυτήν· κέκμηκα γὰρ διὰ τοὺς ἐλέγους καὶ τοὺς θρήνους: — Μοῦσα δὲ καὐτ ή: καὶ αὐτὴ δὲ, φησὶ, παραμυθία ἐστὶ τοῖς δυστυχοῦσι τὰς ἑαυτῶν ἀποδύρεσθαι συμφοράς.
sch Tr 120 [5] ἔστι γὰρ καὶ Μοῦσα θρηνῳδίας: — ναῶν ὠκεῖα ι: ὦ πρῷραι τῶν νηῶν αἵτινες κώπαις ἀνὰ τὴν θάλασσαν καὶ τοὺς λιμένας μετ’ αὐλῶν βαίνουσαι τὴν πλεκτὴν τῆς Αἰγύπτου παιδείαν, ὅ ἐστι τὰ σχοινία, ἐν τοῖς κόλποις τῆς Τροίας ἐξηρτήσασθε τὴν Μενελάου γυναῖκα μετερχόμεναι: — ἄλλω ς: τὰ σχοινία, φησὶν, ἐν τῷ τῆς Τροίας λιμένι ἐξήψασθε, τὰ πρυμνήσια.
sch Tr 122 [5] Αἰγύπτου δὲ παιδείαν τὰ σχοινία, καθὸ ἡ Αἴγυπτος τὴν βύβλον τρέφει. ὁ δὲ νοῦς τοιοῦτος· ὦ νῆες, ἐπὶ αὐλῶν στυγνῷ παιᾶνι τῇ Τροίᾳ προσωρμίσατε. παρόσον αὐλοῦσιν αὐλοὺς ἔχοντες εἰς τὰς ναῦς [frg. com. ad. 727]· ‘ἀλλ’, Ἡράκλεις, αὐλεῖ τισ‘: — Κάστορι λώβα ν: τὴν γενομένην τῷ Κάστορι λώβαν καὶ τῷ Εὐρώτᾳ δύσκλειαν, τῷ ποταμῷ Λακεδαίμονος· κοινοποιεῖ δὲ ἐπὶ πάσης Ἑλλάδος: — κουρᾷ ξυρήκε ι: τῇ ξυρήκει κουρᾷ ἐκκαρθεῖσα τὴν πενθίμην κεφαλὴν, ἀντὶ τοῦ· πένθιμον κεφαλὴν ἔχουσα: — μάτηρ δ ’ ὡσεὶ πτανοῖ ς: καθάπερ δὲ ὄρνισιν ἡ μήτηρ ἐξάρχει τὴν πτῆσιν, οὕτως κἀγὼ [κατὰ] τὴν κλαγγὴν καὶ τὸν θρῆνον ἐξάρξω, ἐξάρξω δὲ οὐ κατὰ τὴν μολπὴν ἐκείνην ἢν εἰώθειν εὐτυχοῦσα λέγειν: — σκήπτρῳ Πριάμο υ: τῷ σκήπτρῳ τοῦ Πριάμου ἐπερειδομένη ταῖς εὐκόμποις πληγαῖς [Φρύγιαι] τοῦ ἀρχεχόρου ποδὸς ἐξῆρχον τοὺς θεοὺς, ὅ ἐστιν ἀνύμνουν: — διερειδομέν α: ἡ λέξις ἑκάτερον ἔχει, καὶ τὴν αὐτῆς ἀσθένειαν καὶ τὴν Πριάμου δυναστείαν: — ἔξω κομίζεσ θ ’ οἴκω ν: ἔξω τῶν οἴκων εὐτρεπίζεσθε, πρὸς τὸ πλεῖν στέλλεσθε ἑαυτάς.
sch Tr 166 λέγει πρὸς τὰς λοιπὰς τὰς ἔσω, ἵνα τὸ ἡμιχόριον ἐξέλθῃ: — μὴ νῦν μοι τὰν ἐκβακχεύουσα ν: ἐπειδὴ μέλλουσιν αἱ Τρῳάδες ἐξιέναι, συμβουλεύει ἡ Ἑκάβη μὴ ἐᾶν Κασάνδραν ἐξιέναι διὰ τὸ μαίνεσθαι: — αἰσχύναν Ἀργείοισι ν: μὴ πέμψητε αὐτὴν αἰσχύνην τοῖς Ἕλλησιν, ἵνα καταισχύνωσιν αὐτὴν οἱ Ἕλληνες: — ὀρθρεύου σὰν ψυχά ν: ἔπαιρε τὴν σεαυτοῦ ψυχὴν, ὦ χορέ.
sch Tr 182 ἀπὸ μεταφορᾶς τῶν ὄρθρου ἐγειρομένων: — τίς μ ’ Ἀργείω ν: τίς τῶν Θεσσαλῶν.
sch Tr 187 πότερον [ἢ] νησιώτης ἄξει με ἢ Θεσσαλὸς ἢ Ἀργεῖος: — δειλαία νεκροῦ μορφ ά: ἥτις εἰμὶ δειλαία νεκροῦ μορφὴ καὶ νεκρῶν ἄγαλμα: — ἄγαλ μ’ , ἢ τὰν παρά τε προθύροι ς: ἢ θυρωρὸς ἐσομένη καὶ τὴν φυλακὴν τῶν προθύρων κατέχουσα ἢ παίδων τροφός.
sch Tr 193 ἄγομαι δὲ, φησὶ, ταῦτα ποιῆσαι ἡ τῆς Τροίας δεσπότις: — ποίοις δ ’ οἴκτοι ς: δύναται πρὸς τὴν Ἑκάβην, ἵν’ ᾖ οὕτως· πῶς αὐτάρκως δύνασαι τὰ κατὰ σὲ θρηνῆσαι: — οὐκ Ἰδαίοις ἱστοῖσ ι: οὐχ ὡς πρότερον ᾖδον ἐν τοῖς ἱστοῖς δινεύουσα καὶ στρέφουσα τὴν κερκίδα: — νέα τοι τεκέω ν: ὅσῳ, φησὶ, νέα ὑπάρχουσα αἰχμάλωτος γέγονα, κρείσσους ἕξω μόχθους, καθὸ αἱ δυναταὶ ἰσχύουσι πᾶν τὸ ἐπιτασσόμενον ποιῆσαι· ἐὰν δὲ καὶ εὔμορφος ᾖ, καὶ ὑβρισθήσεται: — ἄλλω ς: τὰ ὑμῶν σώματα νέα ὁρῶ πρὸς ὑπομονὴν τῶν πόνων: — ἔρροι νύ ξ: φθειρέσθω ἡ νὺξ ἡ ἐμὲ νυμφεύουσα τοῖς πολεμίοις, ὁμοίως δὲ καὶ ὁ δαίμων ἔρροι: — μὴ γὰρ δὴ δίνα ν: ἀπὸ κοινοῦ τὸ ἔλθοιμ ι: μὴ ἔλθοιμι, φησὶν, ἐπὶ τὴν δίνην τοῦ Εὐρώτου, ἥτις ἐστὶ Θεράπνη, ἡ πόλις τῆς Ἑλένης.
sch Tr 210 [5] οἰκητήριόν φασι τὰς Θεράπνας τῶν Διοσκούρων παρόσον ὑπὸ τὴν γῆν τῆς Θεράπνης εἶναι λέγονται ζῶντες, ὡς Ἀλκμάν [frg. 4. 5] φησιν: — τὰν Πηνειοῦ σεμνά ν : Πηνειοῦ χώραν τὴν Θετταλίαν.
sch Tr 214 τῆς γὰρ Μακεδονίας Ὄλυμπος, ἡ δὲ Μακεδονία τῆς Θετταλίας. αἰνίττεται δὲ 〈τὴν〉 τοῦ Νεοπτολέμου. Καλλίμαχος [hymn. in Del. 112]· ‘Πηνειὲ Φθιῶτα‘: — τάδε δεύτερά μο ι: ἐν δευτέρᾳ μοι τάξει τῶν καλῶν ἐστι ταῦτα τὰ κατὰ τὸν Πηνειὸν μετὰ τὴν ἱερὰν πόλιν τοῦ Θησέως: — καὶ τὰν Αἰτναίαν Ἡφαίστο υ: ὁ λόγος· καὶ τὴν Αἴτνην, τὴν τοῦ Ἡφαίστου χώραν, τὴν καταντικρὺ κειμένην τῆς Φοινίκης τῆς τε Καρχηδόνος, ἵνα λέγῃ τὴν Λιβυφοινίκων χώραν, μητέρα δὲ τῶν Σικελῶν ὀρέων, ἀκούω ἐπὶ στεφάνοις σεμνύνεσθαι.
sch Tr 220 [5] τὴν Σικελίαν δὲ ὀρέων φησὶ μητέρα, ἐπειδὴ ὀρεινή: — Φοινίκας ἀντήρη χώρα ν: ἀντήρη Σικελίας τὴν Λιβύην εἴρηκεν καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον ἀκρωτήριον τῆς Σικελίας ἀντικρὺ κεῖται τῆς Καρχηδόνος, εἰς ἣν ἀπῴκησαν Τύριοι· ἔστι δὲ ἡ Καρχηδὼν πόλις Λιβύης.
sch Tr 221 [10] ὀλίγῳ δὲ πρότερον τῶν Τρωικῶν Εὔδοξος ὁ Κνίδιός 〈φησιν〉 ἀπῳκηκέναι τοὺς Τυρίους εἰς αὐτὴν Ἀζάρου καὶ Καρχηδόνος ἡγουμένων, ἀφ’ οὗ καὶ τὴν ὀνομασίαν ἔσχεν ἡ πόλις. τινές φασι καὶ τὴν Ῥώμην καὶ τὴν Καρχηδόνα πρὸ τῆς πρώτης ὀλυμπιάδος κτισθῆναι. Σοφοκλῆς δὲ ἐπὶ τῶν καιρῶν Τριπτολέμου ᾠκίσθαι τὴν Καρχηδόνα, ἐν οἷς φησι [frg. 545]· ‘Καρχηδόνος δὲ κράσπεδ’ ἀσπάζομαι‘: — ἄλλω ς: ἀντήρη Σικελίας τὴν Λιβύην φησὶ καὶ τὴν Καρχηδόνα παρόσον τὸ Λιλύβαιον [ἀκρωτήριον τῆς Σικελίας τοῦτο] καταντικρύ ἐστι Καρχηδόνος. ὁ δὲ Παρμενίσκος τὴν Σικελίαν ἀντήρη τῆς Φοινίκης φησίν: — τάν τ ’ ἀγχιστεύουσαν γᾶ ν: καὶ τὴν ἀγχιστεύουσαν γῆν τῷ Ἰονίῳ, κατὰ κοινοῦ τὸ ἀκούω κηρύσσεσθαι στεφάνοις ἀρετᾶ ς.
sch Tr 224 [5] τὴν Ἰταλίαν δὲ λέγει τὴν ἐγγὺς τοῦ Ἰονίου πελάγους· Ἰόνιον γὰρ πέλαγος τὸ πρὸς τὴν Ἰταλίαν: — Κρᾶθι ς: δύο εἰσὶ Κράθιδες, ὡς Παρμενίσκος φησίν· ὁ μὲν ἐπὶ Πελοποννήσου τὰς πηγὰς ἔχων μέχρι Ἀρκαδίας ὃς συμβάλλει καὶ τῷ Ἀλφειῷ, οὗ ἐάν τις τὸ ὕδωρ ἐπὶ πολὺν χρόνον ἀφῇ, οὐ σήπεται οὐδὲ ἐὰν ἀπ’ αὐτοῦ ἄρτοι πεφθῶσιν, εὐρωτιῶσιν· ὁ δὲ ἐν Ἰταλίᾳ, οὗ νῦν μέμνηται ὁ Εὐριπίδης, ἐν ᾧ ἐάν τις λούσηται, λελιπασμένος ἀνέρχεται ὡς δοκεῖν ἀληλίφθαι· καὶ τὴν τρίχα ξανθίζει ὡς ἐν ὀλίγαις ἡμέραις τὸν λουόμενον ἐν αὐτῷ πυρρότριχα γίνεσθαι.
sch Tr 228 [15] ἔνιοι δέ φασι τὸν μὲν Κρᾶθιν τοῦτο μὴ ποιεῖν, τὸν δὲ ἐν Τροίᾳ Ξάνθον, ἀφ’ οὗ καὶ ἐπονομάζεται, Σκάμανδρος καλούμενος· τὸν δὲ Εὐριπίδην ἐπὶ τοῦ Κράθιδος [φασι] τοῦτο μετενηνοχέναι. ὁ δὲ Αἰσχρίων φησὶν ὅτι ἐν Πελοποννήσῳ ἦν Κρᾶθις καλούμενος ποταμὸς, ὃς ἐποίει τὰς κόμας ξανθὰς τῶν λουομένων· οἱ δὲ ἀπὸ Πελοποννήσου ἀποικίαν στειλάμενοι καὶ κτίσαντες Σύβαριν τὸν ἐκεῖ ποταμὸν ὠνόμασαν Κρᾶθιν. ἀπὸ οὖν τοῦ ἐν Πελοποννήσῳ ὁ Εὐριπίδης τοῦ ἐν Ἰταλίᾳ μέμνηται ὡς οὐ μόνον τὸ [αὐτὸ] ὄνομα ἔχοντος τοῦ ἐν Ἀχαΐᾳ ποταμοῦ, ἀλλὰ καὶ τὴν δύναμιν: — τίνα πότμος εὐτυχή ς: τίνα τῶν Τρῳάδων πότμος εὐτυχὴς ἐκδέχεται: — ἢ τᾷ Λακεδαιμονί ᾳ: παρόσον ἡ Κλυταιμνήστρα Τυνδάρεω, οὗτος δὲ Λακεδαιμόνιος: — ἱεροὺς στολμού ς: τὰς τῶν στεφανῶν στολὰς ὥσπερ ἔνδυσιν ποιουσῶν αὐτῇ: — τί θέσμιο ν: τίς θεσμὸς, ποῖον θεμιτὸν ἢ νόμος τῶν Ἑλλήνων: — εὐδαιμόνιζε παῖδα σή ν: αἰνίττεται ὅτι τέθνηκεν· οὐ σαφῶς εἶπεν [625]· καὶ 〈πῶσ〉 ἡ Ἑκάβη οὔτε στενάζει οὔτε 〈πυνθάνεται πῶσ〉 ἀπηλλάγη; εἴτε γὰρ οἶδεν, 〈ἔδει〉 οἰκτίσασθαι περὶ θυγατρός· εἴτε μὴ οἶδεν, ἐρωτῆσαι καὶ μαθεῖν: — ἐγὼ δὲ τῷ πρόσπολο ς: τίνι δὲ ἐγὼ ἐκληρώθην δούλη, ἡ τριβάμονος βάκτρου δεομένη διὰ τὸ γηραιὸν κάρα· τρίτος γὰρ ποὺς ἡ βακτηρία: — ὃς πάντα 〈τἀ〉κεῖθε ν: τὰ μὲν ἐκεῖσε διαβάλλων ἐνταῦθα ἀντίπαλα τίθησιν, αὖθις δὲ ἐκεῖσε πολέμια τίθησιν, δηλονότι τὰ ἐνταῦθα.
sch Tr 285 τοῦτο γὰρ λείπει: — εἶτα τὰς εἰλεγμένα ς: τὰς κεκληρωμένας καὶ ἐκλελεγμένας τοῖς ἄλλοις δῶ: — αὑτῶν τ ’ ἐκπυροῦσ ι: καίουσι, φησὶν, ἑαυτὰς ἐξελθεῖν μέλλουσαι τῶν οἴκων: — ἄλλω ς: διὰ τὸ μὴ εἰθίσθαι δουλεύειν καίουσιν ἑαυτάς: — μὴ τὸ ταῖσδ ε: μὴ διὰ τὸ σύμφορον ἑαυταῖς φονεύσωσιν ἑαυτὰς καὶ λυπήσωσι τοὺς Ἕλληνας κἀγὼ αἴτιος ὦ: — ἄνεχε πάρεχ ε: ὡς πρός τινα ποιεῖται τὸν λόγον δᾳδουχοῦντα· ἀναχώρει, φησὶ, καὶ πάρεχε ὁδόν.
sch Tr 308 δύναται δὲ πρὸς ἑαυτὴν λέγειν ἀντὶ τοῦ· ἄνεχε καὶ φέρε: — ὦ Ὑμὴν Ὑμένα ι’: πρὸς Ὑμέναιον ἀποτείνεται διὰ τὸ μέλλειν γαμεῖσθαι.
sch Tr 310 καθαίρω, φησὶ, τὸ ἱερὸν, οὐχ ὅτι ἐν ἱερῷ ἦν, ἀλλ’ ὅτι μαινομένη ἐν ἱερῷ ἐνόμιζεν εἶναι: — ἐπεὶ σ ὺ , μῆτε ρ: ἐπεὶ σὺ, μῆτερ, περὶ τὸν ἴδιον ἄνδρα πατέρα δὲ ἐμὸν γίνῃ καταστενάζουσα αὐτὸν καὶ οὐ ποιεῖς τὰ μητέρων (νόμιμον γάρ ἐστι τῇ μητρὶ δᾳδουχεῖν ἐν τοῖς γάμοις τῶν θυγατέρων), ἐγὼ τοῦτο ποιήσω ἐμαυτῇ: — ἐς αὐγά ν: ὥστε αὐγὴν καὶ αἴγλην ποιεῖν σοὶ, ὦ Ὑμέναιε, καὶ σοὶ, ὦ Ἑκάτη, διδοῦσα φῶς ὥσπερ νόμος ἐστὶ ταῖς παρθένοις· ἔθος γὰρ εἶχον πῦρ ἀνάπτειν ἐπὶ τῶν γάμων: — ὦ Ἑκάτ α: τὴν Ἑκάτην παρέμιξε διὰ τὸ μετ’ ὀλίγον ἀποθνῄσκειν· χθονία γὰρ ἡ θεός.
sch Tr 323 ἢ ὅτι γαμήλιος ἡ Ἑκάτη: — πάλλε πό δ ’ αἰθέριο ν: εἰς τὸν αἰθέρα, χόρευε· 〈ἐπι〉λέγει δὲ Βακχικὰ ἐπιφθέγματα: — εὖ ἂν εὖ ο ἷ: τὸ εὖ ἂν εὖ οἷ Βακχικὰ ἐπιφθέγματα· εἰσὶ δὲ ἐπιρρήματα θειασμοῦ.
sch Tr 325 διόρισον [τὰ] δὲ [θειασμοῦ], οἷον· εὖ οἷ εὖ ἄν: — ἀνάκτορον θυηπολ ῶ: ὥσπερ ἐν τῷ ἱερῷ οὖσα, οὕτως θυηπολῶ.
sch Tr 330 ἢ οὕτως· ἡγοῦ σὺ τῆς θυηπόλου: — Ἥφαιστ ε , δᾳδουχεῖ ς: περιπαθῶς διαλέγεται· εἰ καὶ ἐν γάμοις δᾳδουχεῖς, ἀλλ’ οὐ νῦν ἐν εὐπραγίᾳ φαίνῃ: — ἐσωφρονήκασ ι: σώφρονα πεποιήκασι.
sch Tr 350 τὰ κακά σε οὐ πεπαιδεύκασι: — δάκρυσί τ ’ ἀνταλλάσσετ ε: δάκρυα, φησὶν, ἀνταλλάξατε ἀντὶ τῶν γαμηλίων χορῶν.
sch Tr 351 τοῖς [δὴ] ταύτης γαμηλίοις μέλεσι δάκρυα ἀνταλλάξατε: — Ἑλένης γαμεῖ μ ε: προμηνύει ὅτι δι’ αὐτὴν Ἀγαμέμνων ἀποθανεῖται, καὶ ἥδεται δοκοῦσα αὐτὸν ὥσπερ τιμωρήσειν: — ἄλλα τ ’ ἐάσ ω: τινὰ, φησὶν, ἐάσω.
sch Tr 361 δι’ ὧν δὲ δοκεῖ ἀποσιωπᾶν, διὰ τούτων λέγει: — ἔνθεος μέ ν: ἔνθεος μέν εἰμι καὶ ἐμμανής, ὅμως διὰ τὴν ἀλήθειαν ἔξω μανίας καὶ βακχευμάτων δόξω εἶναι, ἐπειδὴ τὸ τὴν ἀλήθειαν λέγειν οὐκ ἔστι μαινομένου.
sch Tr 366 τοσοῦτον οὖν, φησὶν, ἔξω γενήσομαι μανίας ὡς καὶ πιστεύεσθαι: — τέκνων ἀδελφ ῷ: τὸ ἐπὶ τῆς Ἰφιγενείας εἰπὼν πληθυντικῶς λέγει [ τέκνων ἀντὶ τοῦ τέκνου] ἀδελφῷ [τὲ], τῷ Μενελάῳ: — τὰ δ ’ οἴκο ι: οἷς εἶπον· καὶ γὰρ καὶ οἱ ἐν τοῖς οἴκοις ἀπέθνῃσκον μὴ ὁρῶντες τοὺς οἰκείους: — οὐδὲ πρὸς τάφου ς: τῶν γὰρ τεθνηκότων οἱ παῖδες τιμῶσι τοὺς τάφους: — Ἀχαιοῖς ὧν ἀπῆσα ν: ὧν, τουτέστι τοῦ μεταξὺ τῶν οἰκείων ἀποθνῄσκειν, αἱ ἡδοναὶ τοῖς Ἕλλησιν ἀπῆσαν, τουτέστιν· τούτων ἐστέρηντο: — ἷξις ἐξεργάζετα ι: παρουσία, ἄφιξις, ἀνδρεῖον αὐτὸν ἀπέδειξεν.
sch Tr 396 γράφεται καὶ ἡ ’ρξι ς, ἵν’ ᾖ [καὶ] ἡ ἔρξις καὶ ἡ πρᾶξις: — εἰ δ ’ ἦσαν οἴκο ι , χρηστό ς: ὁ Ἕκτωρ χρηστὸς γεννηθεὶς κατεσιωπήθη ἂν, εἰ μὴ ἐστράτευσαν ἐπὶ Ἴλιον: — [ ἄλλω ς: ] Πάρις τ ’ ἔγημ ε: ἑτερότροπόν ἐστιν· ἐπὶ γὰρ κακῷ ἔσχε τὸ κλέος ὥσπερ ἡ Ἑλένη.
sch Tr 398 Ὅμηρος [Ζ 357] ‘ὡς καὶ ὀπίσσω ἀνθρώποισι γενώμεθ’ ἀοίδιμοι‘: — εἰ δ ’ ἐς τό δ ’ ἔλθο ι: εἰ δὲ εἰς τὸ πολεμεῖν ἔλθοι, οὐκ αἰσχρὸς στέφανος τὸ ἀποθανεῖν 〈καλῶσ〉: — μέλπεις θ ’ ἅ: καὶ ταῦτα, φησὶν, ἃ εἴρηκας καλὰ, οὐ δείξεις ὄντα σαφῶς καλὰ καὶ ἀληθῆ: — εἰ μή ς ’ Ἀπόλλω ν: μάταιός ἐστιν ὁ Ταλθύβιος ἐπιπλήσσων καὶ λέγων· εἰ μὴ ἐμαίνου, ἐτιμωρήθης ἄν· πᾶς γάρ τις τοῖς μαινομένοις συμπεριφέρεται: — καὶ δοκήμασιν σοφ ά: τὰ τῷ δοκεῖν σοφά.
sch Tr 411 λέγει δὲ περὶ Ἀγαμέμνονος διὰ 〈τὸ〉 ταύτης ἐληλυθέναι εἰς ἔρωτα. τὰ σοφὰ, φησὶ, δοκοῦντα τῶν εὐτελῶν οὐκ ἔστι κρείσσονα· οἷον Ἀγαμέμνων ὁ σοφὸς οὐ διαφέρει τινὸς εὐτελοῦς: — καὶ Φρυγῶν ἐπαινέσει ς: τὰς ὕβρεις τὰς εἰς τοὺς Ἕλληνας καὶ τοὺς ἐπαίνους τοὺς εἰς τοὺς Τρῶας ὑπὸ σοῦ λελεγμένους ἐῶ ἀνέμῳ φέρεσθαι: — τί πο τ ’ ἔχουσι τοὔνομ α: τί ποτε αὐτοῖς ἐστι τὸ ὄνομα τοῦτο ὥστε κοινῇ ὑπὸ πάντων ἐχθαίρεσθαι; [426] εἰσὶ δὲ καὶ ἕτεροι κήρυκες, οἱ περὶ τὰ δεῖπνα διακονοῦντες.
sch Tr 424 [5] Ὅμηρος [cf. I 173. α 146 = γ 338. φ 270]· ‘κήρυκες δ’ αὐτοῖσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν‘: — ἄλλω ς: διὰ τί πάντες τὸ αὐτὸ ὄνομα ἔχουσιν εἰς ἀπέχθειαν ἐπιτήδειον: — ἄλλω ς: διὰ τί ποτε τὸ ὄνομα αὐτῶν τοιοῦτον ὥστε ὑπὸ πάντων μισεῖσθαι: — τἄλλα δ ’ οὐκ ὀνειδι ῶ: τὰ λοιπά: ἐν γὰρ Θράκῃ κύων γενομένη ἀπέθανεν: — ὡς χρυσὸς αὐτ ῷ: τὰ ἐμὰ, φησὶ, καὶ τὰ τῶν Τρώων κακὰ νομίσει ποτὲ χρυσὸν εἶναι καὶ τίμια.
sch Tr 432 παρὰ τὸ Ὁμηρικόν [ε 306]· ‘τρισμάκαρες Δαναοί‘: — οὗ δὴ στενὸν δίαυλο ν: ὁ λόγος· ἐλεύσεται δὲ εἰς τὸν στενὸν δίαυλον τῆς πέτρας, ὅπου ἦν οἰκοῦσα ἡ Χάρυβδις, δηλονότι ἐπὶ τῆς πέτρας.
sch Tr 435 δίαυλον δὲ λέγει τὸν αὐλῶνα· ἦσαν γὰρ οἱ σκόπελοι πλησίον ἀλλήλων, ὁ τῆς Σκύλλης καὶ ὁ τῆς Χαρύβδεως: — καὶ Ὅμηρος [μ 395]· ‘κρέα δ’ ἀμφ’ ὀβελοῖσι μέμυκεν‘: — νυκτὸ ς , οὐκ ἐν ἡμέρ ᾳ: πρὸς Ἀγαμέμνονα λέγει· ἐν νυκτὶ γὰρ τέθνηκεν: — κἀμέ τοι νεκρὸν φάραγγε ς: τῷ ὕδατι τῷ χειμερινῷ ῥέουσαι ἀπὸ τῶν ὀρῶν καταφέρουσαι πλησίον τοῦ τάφου τοῦ Ἀγαμέμνονος κομίσουσί με.
sch Tr 448 [5] φονεύσασα γὰρ 〈ἡ Κλυταιμνήστρα τὸν〉 Ἀγαμέμνονα καὶ τὴν Κασάνδραν εἰς ὄρος ἔρριψεν. ὑπ’ οὐδενὸς δὲ παραδίδοται ἡ Κασάνδρα ἄταφος ἐκβεβλημένη: — ἄλλω ς: ὅτι ἰδικῶς ἱστορεῖ ἄταφον τὴν Κασάνδραν ἐκβεβλῆσθαι εἰς ὄρος: — ὦ στέφ η: ὦ στέφη τοῦ Ἀπόλλωνος, ἅπερ ἐστί μοι ἀγάλματα.
sch Tr 451 ἀπορρίπτει δὲ τοὺς στεφάνους: — σπαραγμοῖ ς: σπαρασσόμενοι, φησὶν, οἱ στέφανοι ἴτε ἀπ’ ἐμοῦ.
sch Tr 453 ἤδη δὲ διεκορεύθη ὑπὸ τοῦ Αἴαντος, καὶ πῶς λέγει ἑαυτὴν παρθένον; φαμὲν οὖν ὅσον τὸ κατ’ αὐτὴν ἧκεν, παρθένος ἦν. βίᾳ γὰρ διεκορεύθη: — οὐκέ τ ’ ἂν φθάνοι ς: κατ’ ἐρώτησίν φησιν· οὐκέτι φθάνεις με καὶ προλαμβάνεις ἐπὶ τὴν ναῦν προεπειγόμενος; ἢ ἀποφαντικῶς· ἐὰν μὴ νῦν με ἄγῃ, οὐκέτι ἔσται ἐπιτήδειος ἄνεμος: — τριῶν Ἐρινύ ν: τρεῖς γάρ εἰσιν Ἐρινύες, Ἀληκτὼ Τισιφόνη Μέγαιρα.
sch Tr 457 πεποίηται δὲ τὰ ὀνόματα: — οὐ μακρά ν: λείπει ἡ εἰς· οὐκ εἰς μακράν, ὅ ἐστι μετ’ ὀλίγον: — δέσποιναν ὡς ἄναυδο ς: ὥς τινων αὐτῆς ἐπιμελουμένων πρὸς ἃς ποιεῖται τὸν λόγον: — οὔτοι φίλ α: τὰ μὴ ὄντα φίλα οὐδέποτε ἔσται φίλα· οὐκοῦν οὐχ ἥδομαι ἐπὶ τῷ ἀναστῆναι· οὐ γὰρ φίλον: — κεῖσθαι πεσοῦσα ν: τὸ ἑξῆς· ἐᾶτέ με κεῖσθαι πεσοῦσαν: — ὅμως δ ’ ἔχε ι: ὅμως δὲ παραμυθία ἐστὶ τοῖς δυστυχοῦσιν ἀνακαλεῖσθαι τοὺς θεούς: — πρῶτον μὲν οὖν μο ι: ἡδύ μοι, φησὶ, πρῶτον τὰ ἀγαθὰ ὑμνῆσαι· ὅτε γὰρ μετὰ τὸ εἰπεῖν τὰ καλὰ μνημονεύσω τῶν κακῶν, τότε μείζονα οἶκτον κινήσω: — κοὔ τ ’ ἐξ ἐκείνω ν: καὶ οὔτε ἐκεῖναι ἐλπίζουσιν ἐμὲ ὄψεσθαι οὔτε ἐγὼ ἐκείνας: — τὸ λοίσθιον δὲ θριγκό ς: τὸ ἔσχατον πάντων κακῶν.
sch Tr 489 τὸ δοῦλον εἶναι οἱονεὶ τὸ τέλος ἐστί. μεταφορικῶς ἀπὸ τῶν οἰκοδομημάτων· μετὰ γὰρ τὴν οἰκοδομὴν ἐπίθεται θριγκὸς, ὅπερ ἐστὶ τὸ γεῖσον: — τὸ ἑξῆς· τρυχηρὰ πέπλων λακίσματα, ἤγουν σχίσματα: — ἔλυσας συμφοραῖ ς: τουτέστιν ἐν ἀτυχίαις ἔλυσάς σου τὴν παρθενίαν, δέον ἐν εὐτυχίαις: — ἄγετε τὸν ἁβρὸν δήπο τ’: τὸν ἐμὸν πόδα πρῴην ἁβρὸν ὄντα νῦν δὲ δοῦλον ἄγετε εἰς τὴν στιβάδα καὶ εἰς τὰ πέτρινα κρήδεμνα καὶ περιβόλαια: — ἀμφί μοι Ἴλιο ν: ποίησόν με ᾆσαι ἐπικήδειον μέλος εἰς τὴν Ἴλιον, ὅ ἐστι· περὶ τῆς Ἰλίου ποίησόν με θρηνῆσαι: — τετραβάμονο ς: ἀλληγορικῶς τὸν ἵππον τὸν δούρειον τέσσαρας βάσεις ἔχοντα· ἀπήνην γὰρ τὸν ἵππον καλεῖ: — τό δ ’ ἱερό ν: πρὸς ἑαυτοὺς δὲ, φησὶ, παρεκελεύοντο οἱ Τρῶες· τοῦτο τὸ ἱερὸν ξόανον, τὸν ἵππον, ἄγετε τῇ Ἀθηνᾷ: — ξεστὸν λόχον Ἀργείω ν: ἐν τῇ οὐρείᾳ πεύκῃ· ξύλινος γὰρ ὁ ἵππος: — καὶ ὁ Πρίαμος ἐξῆλθε τὴν βλάβην θεασόμενος: — καὶ χάριν ἄζυγο ς : καὶ χάριν ἀντὶ τοῦ τέρψιν· ἐπιτερπῶς θεασόμενος τὸν ἵππον: — ἀμβρότ α: ὡς ἱππότα, ἵν’ ᾖ ἀμβρότου πώλου: — κλωστοῦ δ’: καθάπερ ναὸς σκάφος κλωστοῦ λίνου ἀμφιβόλοις, ὅ ἐστι σχοινίοις, οὕτως [ἐπὶ] τὸν ἵππον ἐπήγαγον: — φόνιά τε πατρίδ ι: ἀντὶ τοῦ φονίως.
sch Tr 540 ἢ τὰ φοινιχθέντα. τοῦτο δὲ ἀπὸ τοῦ συμβεβηκότος λέγει: — ἐν δὲ πόν ῳ : πόνῳ διὰ τὸ κεκμηκέναι ἐν τῷ ἕλκειν, χαρᾷ διὰ τὸ ἐλπίζειν τι ἀγαθὸν ἐνηνοχέναι: — ἐνὶ δόμοις δὲ παμφαὲς σέλα ς: τὸ δὲ σέλας τοῦ πυρὸς τὴν μέλαιναν αἴγλαν δέδωκε τῷ ὕπνῳ, ὅ ἐστι· τὴν μέλαιναν κατάστασιν τῷ ὕπνῳ ἔδωκε τὸ πῦρ, ἀντὶ τοῦ· διεδέξατο ἡ νὺξ τὸ πῦρ.
sch Tr 547 [5] σβεσθέντος γὰρ αὐτοῦ ἐκοιμήθησαν. οἷον· ἔτι τῶν λαμπάδων καιομένων ἐκοιμήθησαν. ἰδίως δὲ αἴγλην 〈μέλαιναν 〉 εἶπε τῆς νυκτὸς τὸ φῶς: — σφαγαὶ δ ’ ἀμφιβώμιο ι: ἐκ δὲ τοῦ σφάζεσθαι ἐρημία παρηκολούθει ἥτις τῇ μὲν Ἑλλάδι στέφανον ἔφερε, τῇ δὲ Τροίᾳ πένθος: — Ἑκάβ η , λεύσσει ς: ἀποθεωροῦσιν αἱ κατὰ τὸν χορὸν τὴν Ἀνδρομάχην παροδεύουσαν ἐπὶ ὀχήματος Ἑλληνικοῦ καὶ τὸν Ἀστυάνακτα αὐτῇ ἑπόμενον: — σκύλοις τε Φρυγῶ ν: τί παρακαθέζῃ τοῖς σκύλοις ὡς καὶ σκύλων ὄντων μετ’ αὐτῆς, ἐν οἷς καὶ τὰ Ἕκτορος ὅπλα: — τί παιᾶ ν ’ ἐμό ν: ἐπειδὴ εἶπεν οἴμο ι, λέγει· διὰ τί τὸν ἐμὸν θρῆνον θρηνεῖς; παιᾶνα δέ φησι κατὰ ἀντίφρασιν, ὡς τὸ [Soph.
sch Tr 578 Trach. 783] ‘ἅπας δ’ ἀνευφήμησεν οἰμωγῇ λεώσ‘: — δυσφροσύναι ς: κακοβουλίαις.
sch Tr 597 καὶ ὁ Πάρις τεχθεὶς δυσφροσύναις τῶν θεῶν οὐκ ἀπώλετο: — δάκρυά τ ’ ἐκ δακρύω ν: ὁ οἶκος αὐτὸς, φησὶν, ἐκ διαδοχῆς καὶ δακρύει καὶ θρηνεῖ: — ἄλλος τις Αἴα ς: τῆς σῆς θυγατρὸς φαίνεται καὶ δεύτερος Αἴας, ἐπεὶ καὶ τότε οὗτος αὐτὴν ἐδίωξεν: — ὄλωλεν ὡς ὄλωλε ν: ἐμοῦ ζώσης εὐτυχεστέρως ἀπώλετο· τοῦ γὰρ αἰχμάλωτον δουλεύειν κρεῖσσον τὸ ἀποθανεῖν: — οὐ ταὐτὸ ν , ὦ πα ῖ , τῷ βλέπει ν: ἔθος ἐστὶ τῷ Εὐριπίδῃ τῷ βλέπειν χρῆσθαι ἀντὶ τοῦ ζῆν, ὡς καὶ ἀλλαχοῦ [frg.
sch Tr 632 1013]· ‘τὸ μὲν τέθνηκε σώματος, τὸ δ’ αὖ βλέπει‘: — ὦ μῆτερ ὦ τεκοῦσ α: οὐ στοχάζεται τῶν ὑποκειμένων προσώπων.
sch Tr 634 καὶ γὰρ νῦν ἡ Ἀνδρομάχη 〈τὰ〉 αὐτὰ φιλοσοφεῖ ἅπερ καὶ ἔμπροσθεν ἡ Κασάνδρα: — κείνη δ ’ ὁμοίω ς: ἡ δὲ Πολυξένη ὥσπερ μὴ ἰδοῦσα τὸ φῶς καὶ μὴ αἰσθανομένη τέθνηκεν: — ἐγὼ δὲ τοξεύσασ α: μεταφορικῶς φησιν· ἐγὼ δὲ τοξεύσασα καὶ βαλοῦσα ἐπὶ τὸν σκοπὸν τῆς εὐδοξίας κατὰ τὸ πλεῖστον τῆς τύχης ἥμαρτον.
sch Tr 643 [5] ἢ οὕτως· ἐγὼ δὲ ἐπὶ τὴν εὐδοξίαν βαλοῦσα καὶ τῆς τύχης ἐτύγχανον συγκυρούσης, ὡς καὶ παρ’ Ὁμήρῳ [ν 87. φ 188] τὸ ἁμαρτεῖν ἐπὶ τοῦ συγκυρῆσαι τίθεται: — πρῶτον μὲν ἔνθ α: πρῶτον μὲν κἂν ᾖ κἂν μὴ ᾖ ψόγος ταῖς γυναιξίν, ὅμως κακῶς αὐτὰς ἀκούειν δεῖ, ὅταν μὴ μένωσιν οἴκοι: — τούτου παρεῖσα πόθο ν: τοῦ ἐξέρχεσθαι ἀπὸ τῶν οἴκων ἐάσασα τὴν ἐπιθυμίαν, ἀντὶ τοῦ· μὴ ἐξερχομένη: — ᾔδειν δ ’ ἁμὲ χρῆ ν: εἰς ἃ ἐχρῆν 〈ἐμὲ νικᾶν ἐκεῖνον〉 κἀκείνῳ ὧν ἐχρῆν τὴν νίκην ἐᾶν: — καὶ τῶνδε κληδώ ν: τούτων τῶν ἔργων καὶ τῆς εὐκοσμίας ἡ κληδὼν ἐλθοῦσα εἰς τοὺς Ἕλληνας ἀπώλεσέ με: — ᾑρέθη ν: τὴν γὰρ ἀρίστην ἔκρινεν αὐτὸς λαβεῖν ὁ Νεοπτόλεμος: — αὐθεντῶν δόμοι ς: τοῖς τῶν φονέων οἴκοις· αὐθέντας γὰρ λέγουσι τοὺς ἑκουσίῳ φόνῳ μετερχομένους καὶ αὐτοέντας τοὺς αὐτόχειρας [λέγουσι]: — αὐτὴ μὲν οὔπω ναό ς: ἐγὼ μὲν οὐδέποτε εἰς νῆα εἰσέβην, γραφῇ δὲ μόνον καὶ ἀκοῇ οἶδα.
sch Tr 686 [5] εἰκάσαι δὲ βούλεται τὰ κατὰ τὴν ναῦν τοῖς ἑαυτῆς κακοῖς· ὥσπερ γὰρ οἱ ἐν νηὶ μετρίων μὲν ὄντων πόνων ἐλπίδα ἔχουσι σῴζεσθαι, εἰ δὲ βία συμβῇ, ἀπελπίζουσι τῆς ζωῆς, οὕτως κἀγὼ ἀπήλπισα: — μήποτε οὐχ ὁ Ταλθύβιος, ἀλλ’ ἄλλος τις ταῦτα λέγει.
sch Tr 709 καὶ γὰρ οὐ λάτριν, ἀλλ’ ὀνομαστὶ Ταλθύβιον καλεῖν εἴωθεν: — τὰ δὲ τοιάδ ε: τὰ δὲ τοιαῦτα ἐπιτάγματα χρὴ ποιεῖν ὅσοι ἀνηλεεῖς εἰσι καὶ φίλοι τῇ ἀναιδείᾳ: — ὄχθοις ἱεροῖ ς: πρὸ τῶν ὄχθων 〈τῶν〉 περὶ τὴν πόλιν ἐν ᾗ.
sch Tr 801 πόλει, ἡ Ἀθηνᾶ τὸν γλαυκῆς ἐλαίας κλάδον ἔδειξε, τὸν οὐράνιον στέφανον: — ἔβας ἔβα ς: ὦ βασιλεῦ Τελαμὼν, ἔβης ὅτε τὸ πρῶτον ὁ Ἡρακλῆς τὸ τῶν Ἑλλήνων ἤγαγεν ἄνθος διὰ τοὺς πώλους λυπούμενος: — Λαομεδόντιε πα ῖ: τὸν Γανυμήδην καθ’ Ὅμηρον [Ε 265.
sch Tr 822 [10] Υ 231] Τρωὸς ὄντα παῖδα Λαομέδοντος νῦν εἶπεν ἀκολουθήσας τῷ τὴν μικρὰν Ἰλιάδα πεποιηκότι, ὃν οἱ μὲν Θεστορίδην Φωκαιέα φασὶν, οἱ δὲ Κιναίθωνα Λακεδαιμόνιον ὡς Ἑλλάνικος, οἱ δὲ Διόδωρον Ἐρυθραῖον. φησὶ δὲ οὕτως [frg. 6]· ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα χρυσείοις φύλλοισιν ἀγανοῖσι κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ’ ὁ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί. καὶ Ἀντιφάνης [frg. 73] Λαομέδοντος παῖδα τὸν Γανυμήδην φησί· ‘διὰ τὰς τῶν οἰκιῶν *** ὁρᾷς; ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει γέρων, ἀπ’ ἀρχῆς Λαομέδων καλούμενοσ‘: — ἠιόνες δ ’ ἅλια ι: τὴν ἁλκυόνα λέγει.
sch Tr 826 οὕτως, φησὶν, ἐβόησαν οἱ αἰγιαλοὶ ὥσπερ οἰωνὸς, ἤγουν ἡ ἁλκυών, ὑπὲρ τῶν τέκνων: — Ἔρως Ἔρω ς: ὦ Ἔρως, 〈ὡσ〉 μεγάλως τότε τὴν Τροίαν ηὔξησας διὰ τὸ τοὺς θεοὺς ἐρᾶν: — φέγγος ὀλοό ν: τὸ δὲ φέγγος τῆς Ἡμέρας, ὅ ἐστιν αὐτὴ ἡ Ἡμέρα, [πῶς] περιεῖδε τὸν ὀλοὸν τοῦτον ὄλεθρον τὸν κατὰ ταύτην τὴν γῆν ἐπηρμένον καὶ 〈τὸν〉 τῶν Περγάμων, καίτοι ἄνδρα ἔχουσα ἐντεῦθεν τεκνοποιὸν, ὡς καὶ τέκνα ἔχειν, τὸν 〈Ἠμαθίωνα καὶ τὸν〉 Μέμνονα: — ὃν ἀστέρων τέθριππο ς: τὸν Τιθωνὸν λέγει [ἡ Ἡμέρα ἔχουσα].
sch Tr 855 [5] κατὰ δὲ Ἡσίοδον οὐκ ἔστι ταὐτὸν Ἠὼς καὶ Ἡμέρα. λέγει 〈γὰρ〉 ὁτὲ μὲν [Theog. 371]· ‘Θεία δ’ Ἠέλιον τέκετο λαμπράν τε Σελήνην 〈Ἠῶ θ’‘, ὁτὲ δὲ [Theog. 124] ‘Νυκτὸς δ’ αὖτ’ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο‘〉: — ἄλλω ς: ὅντινα Τιθωνὸν ὁ τέθριππος ὄχος τῶν ἀστέρων, ὅ ἐστιν ὁ λάμπων ἀστὴρ, τῇ πατρῴᾳ γῇ μεγάλην ἐλπίδα παρεχόμενον: — Μενέλαός εἰμ ι: περισσὸν τὸ Μενέλαός εἰμ ι· αὔταρκες γὰρ τὸ δάμαρτα τὴν ἐμὴν χειρώσομα ι: — ὦ γῆς ὄχημ α: τὴν γῆν ὀχῶν καὶ ἐπὶ γῆς ὀχούμενος· λέγει δὲ τὴν ἀέρα [ὦ συνέχων τὴν γῆν]· ἔστι γὰρ καὶ ἐπάνωθεν ἀὴρ καὶ κάτω ὡς τὴν γῆν εἶναι μετέωρον.
sch Tr 884 [10] ὦ ὄχημα τῆς γῆς ὅστις εἶ, εἴτε Ζεὺς εἴτε ἄλλο τι, ἐπάκουσον. [εἴτε] τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. δύναται καὶ οὕτως· ὁ διήκων διὰ πάντων νοῦς, καὶ μήποτ’ ἐστὶ βέλτιον. καὶ γὰρ ἔνιοί φασιν· ὁ νοῦς ἡμῶν [ὁ] θεός [Eur. frg. 1018]· ὁρμῶνται δὲ ἐκ τῶν Ἀναξαγορείων λόγων: — ἄλλω ς: ἔνιοι οὕτως· ὁ τὸν νοῦν τοῖς ἀνθρώποις ἐντιθείς. ἢ ὁ διήκων διὰ πάντων νοῦς, ὃ καὶ βέλτιον. εἴτε Ζεὺς ὁ [τοιοῦτος] ἀνθρωπόμορφος εἴτε φυσικὴ ἀνάγκη, ἢ τοιοῦτος νοῦς οἷον ἔχουσιν οἱ ἄνθρωποι. ἢ τοιούτων μὲν οὐδέν, ἀναπλασμὸς δέ ἐστι τῆς ἡμῶν διανοίας ὁ θεός: — Μενέλα ε: διὰ τί τολμηρῶς αὐτὸν Μενέλαον καὶ οὐ πόσιν προσαγορεύει; διὰ τὸ μετὰ φόβου ἐξάγεσθαι ἀρχήν φησι τοῦ λόγου ταύτην ἀξίαν φόβου, τὸ Μενέλαον αὐτὸν καὶ οὐ πόσιν προσαγορεύειν: — οὐκ εἰς ἀκριβέ ς: ὅ ἐστιν· οὐκ εἰς τὸ ἀκριβὲς ἦλθεν ὥστε ἀριθμουμένων τῶν ψήφων εἰς τὸ βραχὺ ἐλθεῖν καὶ εἰς ἰσοψηφίαν καταντῆσαι: — ἄκουσον αὐτῆ ς: καταφέρεται εἰς τὸ νόσημα τῶν ἀντιθέσεων· ἡ γὰρ πρότερον λέγουσα· ὅρα μή σε ἕλῃ, νῦν φησιν ἄκουσον αὐτῆ ς: — σχολῆς τὸ δῶρο ν: ἀργίας, φησὶ, χρεία εἰς τὸ συγχωρῆσαι αὐτῇ εἰπεῖν· ὅμως ἕνεκα τῶν σῶν λόγων, ὦ Ἑκάβη, δίδωμι αὐτῇ τὸ παρρησιάζεσθαι, οὐχ ἕνεκα ταύτης: — ἅ ς ’ οἶμα ι: ἅπερ σε οἶμαι διὰ λόγων ἰόντα κατηγορήσειν, ταῦτα ταῖς ἀντιθέσεσιν ἀνατρέψω: — εἴ σφε κρίνειεν Πάρι ς: εἰ κρίνειεν αὐτὴν ὁ Πάρις: — βελτίονα ταῦτα εἶναι συλλογίζεται λέγουσα ὅτι, εἰ μὴ 〈ἐμὲ〉 εἵλετο ὁ Ἀλέξανδρος, ἐδούλευσεν 〈ἂν〉 τοῖς Τρωσὶν ἡ Ἑλλάς· ἡ γὰρ Ἀθηνᾶ τὴν βασιλείαν τῆς Ἑλλάδος αὐτῷ ὑπέσχετο: — οἱμοὶ γάμο ι: οἱ ἐμοὶ γάμοι ὤνησαν τὴν Ἑλλάδα καθὸ ἐκράτησε τῶν βαρβάρων· εἰ γὰρ ἐπείσθη τῇ ὑποσχέσει τῆς Ἀθηνᾶς, ἔμελλον ἂν νικᾶσθαι ὑπὸ τῶν βαρβάρων οἱ Ἕλληνες: — οὔ τ ’ εἰς δόρ υ: οὔτε εἰς μάχην σταθέντες οὔτε [ἐν] τυραννίδι, οἷον· οὐκ ἐτυραννήθησαν.
sch Tr 934 [οἷον] εἰ γὰρ ἡ Ἥρα ἐκράτησεν, τύραννον ἔμελλε καταστῆσαι Ἀλέξανδρον, ἡ δὲ Ἀθηνᾶ [εἰς μάχην] ** : — οὔπω με φήσει ς: ἀλλ’ ἐρεῖς με, φησὶ, μὴ εἰπεῖν τὰ ἀναγκαῖα.
sch Tr 938 ποῖα δέ εἰσι τὰ ἀναγκαῖα; τὸ πῶς ἀφώρμησα ἐκ τῶν σῶν οἴκων: — ὁ τῆσ δ ’ ἀλάστω ρ: ἡ ἀπολογία αὕτη ἐστίν· ὁ ταύτης ἀλάστωρ ὁ Ἀλέξανδρος ἦλθε μεθ’ ἑαυτοῦ ἄγων οὐ μικρὰν θεὸν, τὴν Ἀφροδίτην: — σοῖσιν ἐν δόμοι ς: καὶ ταῦτα παρὰ τὴν ἱστορίαν φησίν· οὐ γὰρ παρόντος αὐτοῦ, ἀλλ’ ἀποδημοῦντος ὁ Ἀλέξανδρος παρεγένετο: — ἔνθεν δ ’ ἔχοι ς: τοῦτο καθ’ ἑαυτὸ ἀναγνωστέον.
sch Tr 951 βούλεται γὰρ λέγειν· ἐκ τῶν λέγεσθαι μελλόντων ἐνταῦθα ἔχεις εἰς ἐμὲ εὐπρεπῆ λόγον· διὰ τί ἀποθανόντος Ἀλεξάνδρου οὐκ ἦλθες εἰς ἐμέ: — ἀνοίκειον τοῦτο τοῦ ὑποκειμένου.
sch Tr 975 [5] ἔδει γὰρ αὐτὴν ἀνελεῖν ** καὶ μὴ εἰπεῖν ὅτι παίζουσαι ἦλθον εἰς τὴν τοῦ κάλλους ἔριν. διόπερ καὶ τοὺς ἐν Ἰλιάδι στίχους [Ω 29. 30] ἀθετοῦσι τοὺς ‘ὃς νείκεσσε θεάσ‘. δύναται δὲ καὶ καθ’ ὑπόκρισιν ἐρωτηματικῶς ἀκούεσθαι· αἳ παιδιαῖς καὶ τρυφῇ ἦλθον εἰς Ἴδην; [οὐκ ἦλθον] οὐ δῆτα· ὥστε εἶναι πάντων τῶν προειρημένων ἀναιρετικόν. τὸν γὰρ ἐναντίον λόγον χειρίζουσα ὀφείλει ἀναιρεῖν ἐκεῖνα: — Κύπριν δ ’ ἔλεξα ς: ἐλθεῖν δὲ τὴν Κύπριν ἔλεξας εἰς τοὺς Μενελάου δόμους σὺν τῷ ἐμῷ παιδί, ἅπερ γέλως 〈ἂν〉 εἴη: — ὁ σὸς δ ’ ἰδών νι ν: σὺ κατὰ τὸν ἐκπτοηθέντα νοῦν ἀναπλάσσῃ Κύπριν ** ποιοῦσα.
sch Tr 988 ὁ δὲ νοῦς οὕτως· ὁ δὲ σὸς νοῦς ἰδὼν τὸν Ἀλέξανδρον ἐποιήθη Κύπρις, οἷον· ἐμωράνθη καὶ εἰς ἀκολασίαν ἐτράπη· ἡ γὰρ Ἀφροδίτη ἐπὶ ἀσελγείας λαμβάνεται: — τὰ μῶρα γά ρ: συνεχῶς ὁ Εὐριπίδης μῶρα λέγει τὰ ἀκόλαστα καὶ κατωφερῆ.
sch Tr 989 καὶ νῦν τοῦτό φησιν ὅτι τὴν σαυτῆς ἀκολασίαν εἰς τὴν θεὸν ἀποτρίβῃ· πάντα γὰρ τὰ ἀκόλαστα Ἀφροδίτη λέγεται: — καὶ τοὔνο μ ’ ὀρθῶ ς: τὴν Ἀφροδίτην ἐτυμολογοῦσιν οἱ μὲν παρὰ τὸν ἀφρὸν τὸν ἐν τῇ συνουσίᾳ, οἱ δὲ παρὰ τὸν ἐν τῇ θαλάττῃ ἀφρὸν ὡς Ἡσίοδος ἐν Θεογονίᾳ [197], οἱ δὲ ἀφόρητόν τινα εἶναι, ὡς αὐτός φησι [Hipp.
sch Tr 990 [5] 443]· ‘Κύπρις γὰρ οὐ φορητὸς, ἢν πολλὴ ῥυῇ‘, οἱ δὲ Ἁβροδίτην, ἁβροδίαιτόν τινα οὖσαν· μόνη γὰρ οὐκ οἶδε πολεμικὰ ἔργα: — χρυσῷ ῥέουσα ν: ἤλπισας τὴν Τροίαν χρυσῷ ῥέουσαν ταῖς δαπάναις πλημμυρεῖν: — ἀνταγωνιστὴν μέγα ν: ἀντεραστήν· λυποῦνται γὰρ οἱ ἐρῶντες ὅταν οἱ ἀντερασταὶ ἐπαινῶνται: — εἰς τὴν τύχην δ ’ ὁρῶσ α: πρὸς τὴν τύχην ἑκάστου ἐφέρου καὶ τὸν εὐτυχοῦντα ἐπῄνεις: — κἄπειτα πλεκταῖ ς: καθόλου νῦν παρὰ τὸ πρέπον ἡ Ἑκάβη εἰκαιολογεῖ ὥς φησι ** ὁ ποιητής.
sch Tr 1010 εἰσὶ δὲ αἱ τοιαῦται ἐπιχειρήσεις ἀμάρτυροι πίστεις: — στεφάνωσον Ἑλλά δ’: εὐήθης ἡ Ἑκάβη.
sch Tr 1030 ἀπὸ γὰρ τῆς ἐκβολῆς τοῦ ξίφους ἐχρῆν ἐπιγνῶναι τὴν διάθεσιν τοῦ ἀνδρὸς, ὡς ἐν τῇ Ἀνδρομάχῃ [628]· ‘οὐκ ἔκτανες γυναῖκα [σὴν] χειρίαν λαβών‘: — ἀφελοῦ πρὸς Ἑλλάδο ς: ἀφελοῦ τὸ θῆλυ, τουτέστι· μὴ θηλυνθῇς, ἀνελὼν δὲ ταύτην σεαυτὸν ἀπαλλάξεις ψόγου: — ἐμοὶ σὺ συμπέπτωκα ς: πρὸς τὴν Ἑκάβην φησί· συμφωνεῖς μοι λέγουσα τὰ τοιαῦτα, 〈ταύτην〉 ἑκουσίᾳ γνώμῃ ἐξελθεῖν τῶν ἐμῶν οἴκων καὶ μάτην τὴν Κύπριν προβάλλεσθαι: — ἑκουσίως τήν δ ’ ἐκ δόμω ν: ἑκουσίως ἔπλευσε, κόμπου δὲ χάριν ἡ Ἀφροδίτη τοῖς λόγοις αὐτῆς ἐμβέβληται: — καὶ τοῦτο γέλοιον, γελοιότερον δὲ ὃ ἀντερεῖ: — ὁ στίχος οὗτος ἐν παροιμίαις φέρεται: — ῥᾴδιον μὲν οὐ τόδ ε: τὸ κατὰ τῶν γυναικῶν μῖσος ἑαυτοῦ καὶ διὰ τούτων παρίστησιν ὁ Εὐριπίδης· οὐ γὰρ, φησὶ, ῥᾴδιόν ἐστί ποτε σωφρονίσαι γυναῖκα: — κἂν ἀκόλαστοι πάνυ ὦσιν: — σμύρνης αἰθερία ς: εἰς τὸν αἰθέρα φθανούσης.
sch Tr 1064 ἢ τῆς αἰθομένης. τὴν ἀκρόπολιν. κατὰ κοινοῦ τὸ προὔδωκα ς : — τέρμονά τ ε : τέρμονα νῦν λέγει τὴν τοῦ Ἰδαίου ὄρους κορυφὴν διὰ τὸ τερματίζειν, πρωτοβόλον δὲ διὰ τὸ ἐμβάλλειν τὸν ἥλιον ἀνίσχοντα πρῶτον εἰς αὐτήν: — ζαθέαν θεράπνα ν: ἔνθα τὸ θεῖον θεραπεύεται.
sch Tr 1070 νῦν δὲ θεράπναν λέγει τὴν τοῦ Διὸς οἴκησιν παρόσον ὁ Ζεὺς τὴν Ἴδην οἰκεῖ: — Φρυγῶν τε ζάθεο ι: ἀμφιβόλως ἔχει πότερον κατ’ ἐνιαυτὸν διὰ τὸ δωδεκασέληνον εἶναι τὸν ἐνιαυτὸν ἢ δι’ ὅλου τοῦ ἐνιαυτοῦ κατὰ μῆνα.
sch Tr 1075 [5] λέγουσι δὲ ἔνιοι καὶ τὰ πέμματα σελήνας διὰ τὸ λευκὰ εἶναι καὶ περιφερῆ, σελήνας ** ἱδρύεσθαι. δύναται οὖν λέγειν ἐκ δώδεκα πεμμάτων θυσίας: — αἰθέρα τε πόλεω ς: καὶ τὸν αἰθέρα ἐπιβεβηκώς.
sch Tr 1079 ὁ Δίδυμος τὸν ἐμπυρισμὸν, ἀπὸ τοῦ αἴθεσθαι: — κατάορ α: ἐστεγασμένα πεπυκνωμένα τοῖς δάκρυσι.
sch Tr 1090 κατήορα τῇ βοῇ. ἢ βο ᾷ, ἵν’ ᾖ ῥῆμα: — ἔν θ ’ ἀκάτο υ: ἔνθα πορευομένης τῆς νεὼς τοῦ Μενελάου κατὰ τὸ μέσον πέλαγος τοῦ Αἰγαίου τὸ δίπαλτον πῦρ τὸ ἱερὸν, ὅ ἐστιν ὁ κεραυνὸς, κεραυνώσειεν κατὰ τὸ μέσον τὴν πλάτην, ὅ ἐστι τὸ πλοῖον· εὔχονται γὰρ κατὰ τὸ μέσον πέλαγος κεραυνωθῆναι: — χρύσεα δ ’ ἔνοπτρ α: φαίνεται ἐπιλελησμένος ὧν προείρηκεν· ἀπῆκται γὰρ ἐπὶ τὰς ναῦς ὡς ἀποτυμπανισθησομένη.
sch Tr 1107 ἤτοι οὖν ἐπιλελησμένας αὐτὰς εἰσάγει ἢ καταστοχαζομένας ὅτι πάλιν ἔχει τὰ ἔνοπτρα καὶ καλλωπίζεται: — χαλκόπυλόν τ ε: τινὲς θεᾶς μέλαθρο ν· ἢ προσυπακουστέον αὐτὸ ἔξωθεν.
sch Tr 1113 ἔστι δὲ Χαλκιοίκου Ἀθηνᾶς ἐν Σπάρτῃ ἱερόν: — καινὰ καινῶ ν: παρασκευάζουσαι αἱ συντυχίαι τῇ Τροίᾳ.
sch Tr 1118 τὸ ἑξῆς δέ· λεύσσετε Τρώων ἄλοχοι μέλεαι: — ὃν πύργων δίσκημ α: ἀντὶ τοῦ· ἔκτεινον ῥίψαντες καὶ δισκεύσαντες αὐτὸν ἀπὸ τῶν τειχῶν: — νεὼς μὲν πίτυλο ς: ἀντὶ τοῦ μία ναῦς· πίτυλος γὰρ ἡ κωπηλασία.
sch Tr 1123 [5] ὡς τῆς Ἀνδρομάχης παρακαλεσάσης αὐτὸν μετὰ τῆς ἀσπίδος θάπτεσθαι, διὰ τοῦτο Ταλθύβιος λέγει μίαν ναῦν καταλελεῖφθαι ἐπ’ αὐτὸ τοῦτο: — αὐτὸς δ ’ ἀνῆκτα ι: ἀναγωγὴ λέγεται ἡ ἀπὸ τοῦ λιμένος εἰς τὸ πέλαγος ἀναχώρησις· δοκεῖ γὰρ ὑψηλοτέρα εἶναι ἡ θάλασσα τῆς γῆς: — Ἄκαστος ἐκβέβληκε ν: ὁ μὲν Εὐριπίδης ὑπὸ Ἀκάστου φησὶν ἐκβεβλῆσθαι τὸν Πηλέα, εἰσὶ δὲ οἵ φασιν ὑπὸ τῶν δύο αὐτοῦ παίδων Ἀρχάνδρου καὶ Ἀρχιτέλους κατὰ τὸν καιρὸν ὅτε ἔμελλον Ἕλληνες ἐξ Ἰλίου ἐπανιέναι, ἐξεληλάσθαι καὶ ἐλθόντα εἰς ἀπάντησιν τῷ Νεοπτολέμῳ προσελθεῖν διὰ χειμῶνα τῇ Κῷ τῇ νήσῳ καὶ ξενισθέντα ὑπὸ Μόλωνός τινος Ἄβαντος ἐκεῖ καταλῦσαι τὸν βίον: — οὗ θᾶσσο ν: θᾶσσον τοῦ δέοντος ἐξώρμησε καὶ οὐκ ἐπεμέρισέ τινα τῇ μονῇ χάριν.
sch Tr 1129 [10] οὐ γὰρ ἡγήσατο κεχαρισμένον ἑαυτῷ εἶναι τὸ μεῖναι, ἀλλ’ ἀνήχθη. τοῦτο δὲ πρὸς τὴν δραματικὴν ὑπόθεσιν μεμηχάνηται ὅπως τὸ ἐπεισόδιον εἰσαγάγῃ τοῦτο τήν τε ἀσπίδα ἐπὶ τῆς σκηνῆς παρεισενέγκῃ καὶ τὸν Ἀστυάνακτα. πρὸς μὲν οὖν τὴν ταχεῖαν ἀναχώρησιν εὗρεν ὅτι αἴτιον τῷ Νεοπτολέμῳ τὸν Πηλέα ὑπὸ Ἀκάστου ἐκβεβλῆσθαι, περὶ δὲ τῆς ἀσπίδος ὅτι ἠξίωσεν αὐτὸν ἡ Ἀνδρομάχη τὴν ἀσπίδα αὐτῇ ἀφεῖναι ὅπως μὴ ἐν τῷ αὐτῷ θαλάμῳ 〈καὶ〉 ἡ τοῦ Ἕκτορος ἀσπὶς ᾖ. κομψῶς δὲ ταῦτα πάντα πεποίηκε, παρῄρηται δὲ τὸ τραγικὸν κατασκεύασμα. εἰ γὰρ παρῆν ἡ Ἀνδρομάχη, οἰκτρότερον ἂν ἐγένετο τὸ πάθος θρηνούσης αὐτῆς τὸν ἴδιον παῖδα. ἀντικαήλλακται δὲ τοῦ τοιούτου πάθους τὴν τῆς ἀσπίδος εἰσαγωγήν: — καί σ φ ’ ᾐτήσατ ο: παρεκάλεσε δὲ συνθάψαι καὶ τὴν ἀσπίδα ἥτις τοῖς Ἕλλησι φόβον παρεσκεύασεν: — μή νιν πορεῦσα ι: παρεκάλεσεν αὐτὸν μὴ ἄγειν τὴν ἀσπίδα εἰς τὸν Πηλέως οἶκον πρὸς τὸ μὴ λυπεῖσθαι ὁρῶσαν αὐτήν: — ἀλ λ ’ ἀντὶ κέδρο υ: ἀντὶ σοροῦ· ἀπὸ κέδρου γὰρ αἱ σοροί.
sch Tr 1141 [συνθάπτειν τὴν ἀσπίδα]: — ὡς περιστείλῃς νεκρό ν: ἵνα σὺ περιστείλῃς, ἐπεὶδὴ ἡ Ἀνδρομάχη βέβηκε· τὸ γὰρ τοῦ Νεοπτολέμου τάχος ἀφείλετο αὐτὴν ὥστε μὴ δι’ ἑαυτὴν θάπτειν τὸν νεκρόν: — ἔλουσα νεκρό ν: καὶ καθόλου ἔλουσα καὶ κατὰ μέρος ἀπένιψα: — ἀλ λ ’ εἶ μ ’ ὀρυκτό ν: ἀλλὰ πορεύομαι ἐπὶ τὸ ὀρύξαι τάφον: — ὡς σύντο μ ’ ἡμῖ ν: ἵνα συντόμως δι’ ἐμοῦ καὶ διὰ σοῦ πραχθέντα ταῦτα παρασκευάσῃ ἡμᾶς πλεῖν: — ὦ μεῖζον ὄγκον δορό ς: ὦ Ἀχαιοὶ μᾶλλον κομποῦντες ἐν λόγοις ἢ ἐν πολέμῳ, τί τοῦτον ἐφοβήθητε: — οὐδὲν ἦ τ ’ ἄρ α: οὐδὲν ἐτυγχάνετε ὅτι Ἕκτορος μὲν ζῶντος ἐπορθήσατε τὴν πόλιν, τοῦτον δὲ νῦν φοβεῖσθε: — ὃν πόλ λ ’ ἐκήπευ ς’: κῆπος κουρᾶς εἶδος ἣν οἱ κειρόμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς περὶ τὰ ἄκρα τρίχας.
sch Tr 1175 [10] οὐ κέχρηται οὖν μεταφορᾷ ὁ Εὐριπίδης, ἀλλὰ τὸ τῆς κουρᾶς εἶδος αἰνίττεται. οὕτως ὁ Ἐρατοσθένης· οὐ γὰρ ἀξιοῖ μεταφορὰν εἶναι. λέγει οὖν· ὅντινα βόστρυχον κῆπον ἔκειρε. ** τὴν τοιαύτην δὲ κουρὰν καλοῦσι κῆπον: — ἄλλω ς: κατά τινας ἐπιμελείας ἠξίωσεν, ἐθεράπευσεν, ἵν’ ᾖ μεταφορά. ἔστι δὲ καὶ εἶδος κουρᾶς ὁ κῆπος. ᾧ οἱ χρώμενοι διεβάλλοντο, κατελίμπανον δὲ τὰς ἔξω τῆς κεφαλῆς τρίχας. νῦν οὖν ὁ Εὐριπίδης τὸ εἶδος τῆς κουρᾶς λέγει, ὡς καὶ Ἐρατοσθένης: — ἔνθεν ἐκγελ ᾷ: ἔνθεν, ἀπὸ τῶν βοστρύχων, τῶν ὀστέων ῥαγέντων διαχάσκει ὁ φόνος (φόνον δὲ λέγει τὸν ἐγκέφαλον), ἵνα τὰ 〈οὐκ〉 εἰθισμένα μὴ λέγω.
sch Tr 1176 αἰσχρὸν γὰρ λέγειν ἐγκέφαλον: — ὦ χεῖρε ς , ὡς εἰκοῦ ς: τῆς μὲν εἰκόνος καὶ τῆς εἰκασίας τοῦ πατρὸς κέκτησθέ τι, οἷον· ὅμοιοι μέν ἐστε τοῦ πατρός, ἐν δὲ τοῖς ἄρθροις ἐκλελυμένοι πρόκεισθε: — ὦ μῆτε ρ , ηὔδα ς: ἔλεγες τοιαῦτα, φησὶν, ὅτι, ὅτε τεθνήξῃ, τὸν πλόκαμόν σοι κεροῦμαι, καὶ τοῦτο ἔλεγες ὅτι ὑμνήσω σε μετὰ τῶν ὁμηλίκων: — γράψειεν ἄν σ ε: εἰώθασιν ἐν τοῖς τάφοις τῶν ἀποθνῃσκόντων γράφειν τὰ ἀνδραγαθήματα.
sch Tr 1189 καὶ σὲ οὖν πῶς 〈ἄν τισ〉 γράψειεν; ἆρα ὡς ἐφονεύθης ὑπὸ τῶν Ἑλλήνων ** αἰσχύνην τοῖς Ἕλλησι δι’ ὧν λέγει αὐτοὺς ἕνα παῖδα πεφοβῆσθαι: — σὸς κεῖται τύπο ς: ἤτοι τύπος τοῦ Ἕκτορος συμβέβηκεν εἶναι ἐκ τοῦ ἱδρῶτος ἢ ἁπλῶς ὁ ἱδρὼς κεῖται ὃν ἔσταξεν ὁ Ἕκτωρ ἐκ τοῦ μετώπου 〈ἐν〉 τοῖς περιδρόμοις τῆς ἀσπίδος: — οὐ γὰρ ὁ δαίμων δίδωσιν εἰς κάλλος τὰς τύχας, ἀντὶ τοῦ· οὐκ ἔστιν εὐπρεπὴς οὐδὲ πολυτελής: — τοῖς τρόποις γὰρ αἱ τύχα ι: αἱ γὰρ τύχαι τοῖς τρόποις ** , ὅ ἐστι· γίνονται κατὰ τοὺς τρόπους τοῦ εὐμεταβλήτου καὶ ἄλλοτε ἄλλῃ πηδῶντος ἀνθρώπου· ἔμπληκτος γὰρ ὁ εὐμετάβλητος: — καὶ μὴ πρὸ χειρῶ ν: ἕτεραι Τρῳάδες φέρουσι σκῦλα Φρυγῶν τῷ τεθνηκότι: — θανῇ γὰρ οὐ θανοῦσ α: καίτοι συνθαπτομένη τῷ νεκρῷ οὐκ ἀποθανῇ με〈τ’ αὐτοῦ〉: — νεκρὸν Ἴακχο ν: ἐγὼ στενάζω τὸν νεκρὸν Ἴακχον, τὸν θρῆνον τὸν εἰς τὸν Ἴακχον, ὅν φασι Περσεφόνης εἶναι υἱόν: — τλήμων ἰατρό ς: κἀγὼ, φησὶν, ἰατρὸς νομιζομένη, τὰ δὲ ἔργα τῶν ἰατρῶν οὐκ εἰδυῖα, τοῖς ῥάκεσι πληρώσω τὰ ἕλκη σου: — οὐκ ἦν ἄ ρ ’ ἐν θεοῖσι ν: οὐδὲν ἦν ἐν τοῖς θεοῖς, φησὶν, εἰ μὴ ἡ Τροία καὶ οἱ ἐμοὶ πόνοι, οἷον· περὶ οὐδενὸς ἐφρόντιζον οἱ θεοὶ εἰ μὴ περὶ ἐμοῦ καὶ τῶν ἐμῶν πόνων καὶ τῆς Τροίας τῆς μεγάλως μισουμένης: — ἀφανεῖς ἂν ὄντε ς: νῦν, φησὶ, περιβόητοι ἐγενόμεθα· εἰ δὲ ὡς ἔτυχεν ἐπορθήθημεν, οὐδ’ 〈ἂν〉 ὑμνούμεθα.
sch Tr 1244 τρὶς δὲ τὸ ἄν παρέλαβε δέον ἅπαξ. Ἀττικὸν δὲ τὸ ἔθος: — δοκῶ δὲ τοῖς θανοῦσι ν: δοκῶ δὲ μηδὲν διαφέρειν τοῖς νεκροῖς τό τε πολυτελῶς καὶ λιτῶς θάπτεσθαι: — κενὸν δὲ γαύρω μ ’ ἐστ ί: τὸ γὰρ πλουσίως ταφῆναι κόμπος μόνον ἐστὶ τοῖς ζῶσιν, οὐδὲν δὲ τοῖς τεθνηκόσι διαφέρει: — νομισθεὶς δὲ εὐδαίμων εἶναι ἅτε δὴ ἀγαθῶν γονέων ὑπάρχων, νῦν [ἐν] συμφορᾷ δεινῇ περιπέπτωκας: — λεύσσω φλογέα ς: ὁρῶ τοὺς Ἕλληνας πορθοῦντας τὴν Ἴλιον ἵνα ταχέως ἀποπλεύσωσι.
sch Tr 1257 φλογέας δὲ ἁπτούσας: — αὐδῶ λοχαγοῖ ς: λέγω, φησὶν, ὑμῖν τοῖς τὸ Ἴλιον ἐπιτεταγμένοις πιμπράναι, μὴ ἀργεῖν: — χωρεῖτε Τρώων παῖδε ς: καὶ ὑμεῖς χωρεῖτε, ὦ Τρῳάδες, ἵνα ὁ λόγος δύο τάξεις ἔχῃ τό τε συμβουλεύειν τοῖς καίουσι καὶ 〈τὸ κελεύειν〉 ὑμᾶς ἐξιέναι.
sch Tr 1266 [5] μορφὰς δὲ εἰώθασι λέγειν τὰς τάξεις. ἵνα, φησὶ, δύο τάξεις ὁ λόγος ἔχῃ, ἵνα δι’ ἑνὸς λόγου δύο πράγματα γίνωνται: — ἀλ λ ’ ὦ γεραι έ : πού ς: πρὸς γὰρ αὐτὸν ὁ λόγος: — ὡσεὶ ἔλεγε· συγκαυθῶ αὐτῇ: — λέλαμπε ν: τὸ Ἴλιον τῷ πυρὶ λέλαμπεν, ὁμοίως δὲ καὶ τὰ Πέργαμα καὶ τὰ τέραμνα τῶν Περγάμων: — οὐρανίᾳ πεσοῦσ α: πεσοῦσα δὲ ἡ γῆ τῇ οὐρανίᾳ, ὅ ἐστι τῇ ὑψηλῇ, ἑαυτῆς πτέρυγι, ὅ ἐστι τῇ ἀκροπόλει, καταφθίνει καὶ μαραίνεται τῷ πυρὶ ὡς καπνός: — 〈καταφθίνει γᾶ: ἡ δὲ γῇ, φησὶν, ὑπὸ τοῦ δόρατος φθίνει καὶ ὁ καπνὸς ὥσπερ πτέρυγι χρώμενος οὕτως ἀνίπταται: — ἰαλέμῳ τοὺς θανόντα ς: ἀνακαλεῖς τοὺς τεθνηκότας θρήνῳ, οὐχ ὡς ἕτεροι σπονδαῖς: — ἄλλω ς: ἀνακαλοῦμαι, φησὶν, αὐτοὺς τὰ γεραιὰ μέλεα προστιθεῖσα τῇ γῇ καὶ ταῖς δισσαῖς χερσὶ κτυποῦσα τὴν γῆν: — διάδοχόν σο ι: οὐκοῦν, φησὶν, ἐγὼ διαδέχομαί σε [καὶ] τῷ θρηνεῖν τὸ γόνυ τιθεῖσαν ἐπὶ τῆς γῆς: — τὸ ἑξῆς· ἀγόμεθα δούλειον ὑπὸ μέλαθρον: — θάνατος ὅσιο ν: ὅτι ἐπὶ 〈τῷ βωμῷ〉 τοῦ ἑρκείου Διὸς ἐσφάγη· τινὲς δὲ διὰ τὸ αὐτὸν μὲν εἶναι ὅσιον, ἀνοσίαν δὲ τὴν σφαγήν: — ἰὼ θεῶν μέλαθρ α: ἰδίως τοὺς βωμούς.
sch Tr 1317 ἢ θεῶν μέλαθρα διὰ τὸ θεόκτιστον εἶναι τὴν πόλιν: — κόνις δ ’ ἴσ α: ἡ δὲ κόνις καὶ ἡ σποδὸς ὁμοίως τῷ καπνῷ ὡς πτέρυγι χρωμένη ἄιστον καὶ ἀφανῆ τὸν ἐμὸν οἶκον τίθησιν.
sch Tr 1325 ἡ δὲ σποδὸς, φησὶ, καθάπερ καπνὸς ἀναπτήσεται πρὸς τὸν αἰθέρα τῶν ἐμῶν οἴκων ἀφανισθέντων πυρί: — ἐμάθετ ε: ᾐσθάνεσθε, φησὶ, πεσούσης τῆς Τροίας, ὡς τῶν Ἑλλήνων τὰ λείψανα καταρριπτούντων: —