eul_wid: qmm-hh
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Commentaries on Hippocrates' Book VI of Epidemics: Commentary 3 by Galen of Pergamon

Part of Commentaries on Hippocrates' Book VI of Epidemics

ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ

Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσία, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις.

Ἔνιοι μὲν ἡγοῦνται κατάλογον εἶναι τῶν γνωστέων τοῖς ἰατροῖς. φαίνεται δὲ μᾶλλον ἐν συζυγίᾳ λελέχθαι τινὰ τῶν ἐζευγμένων ἀλλήλοις πραγμάτων, καὶ πρώτη μὲν εἰρῆσθαι συζυγία, καθʼ ἥν φησιν ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης. ἔνιοι γὰρ διὰ τοῦτο πυκνὴν ἔχουσι τὴν κοιλίαν, τουτέστιν ἐπεχομένην τε καὶ στεγνήν, ὅτι διὰ τοῦ δέρματος ἐκκενοῦται πολλά, καθάπερ αὖ πάλιν ἕτεροι δυσδιαφόρητοι κατὰ τὴν ἐπιφάνειαν ὄντες οὐροῦσί τε πολλὰ καὶ διαχωροῦσι κάτω. ἑτέρα δὲ πάλιν ἐφεξῆς γέγραπται συζυγία ἡ δέρματος σύνδεσις, ἡ σαρκῶν αὔξησις, ἔνθα δηλοῦται τὴν συναγωγὴν καὶ σφίγξιν τοῦ δέρματος αἰτίαν γίνεσθαι πολλάκις ἀμέτρου σαρκῶν αὐξήσεως. ἄλλη δὲ ταύτης ἐχομένη συζυγία γέγραπται κατὰ τήνδε τὴν λέξιν· ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις. νάρκωσιν δʼ ἀκούσωμεν τὴν περὶ τὸ πέττειν τὰς τροφὰς ἀρρωστίαν τῆς γαστρός, ὡς ἁπάντων δὴ ταύτην τῶν κατὰ τὸ σῶμα παθῶν αἰτίαν γίνεσθαι. τὸ δʼ ἐφεξῆς εἰρημένον ἡ τῶν ἀγγείων ἀκαθαρσία δύναται μὲν καὶ ταύτῃ τῇ συζυγίᾳ συνάπτεσθαι — τὸ γὰρ μὴ καλῶς πεφθὲν ἐν τῇ γαστρὶ τῆς τῶν ἀγγείων ἀκαθαρσίας πολλάκις αἴτιον γίνεται —, δύναται δὲ καὶ χωρὶς τοῦ συνάπτεσθαι τῇ ναρκώσει τῆς κοιλίας ἀκούεσθαι τῆς κατὰ τὰς φλέβας μοχθηρᾶς πέψεως, ἵνʼ, ὥσπερ ἡ κατὰ τὴν γαστέρα πέψις οὐ καλῶς ἐπιτελουμένη πολλὰ συγχεῖ καθʼ ὅλον τὸ ζῷον, οὕτω καὶ ἡ κατὰ τὰς φλέβας ἀποτυγχανομένη πρῶτον μὲν ἀκαθαρσίαν ἐν ταῖς φλεψὶ ποιεῖ, τουτέστι μοχθηρῶν χυμῶν πλεονεξίαν, εἶτα δὴ καὶ βλάβην μεγάλην, ὥστε τὸ μεταξὺ τοῦ τε κοιλίης νάρκωσις καὶ τοῦ τῶν ἀγγείων ἀκαθαρσία κοινὸν ἀμφοῖν εἶναι, ὅπερ αὐτὸς ὠνόμασε τῶν ὅλων σύγχυσιν.

τὸ δʼ ἐφεξῆς εἰρημένον ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν· ὅταν ὁ ἐγκέφαλος ἐλάττων ἑαυτοῦ γένηται κατὰ πολύ, συμβαίνῃ δὲ τοῦτο τοῖς ξηρότερον αὐτὸν ἔχουσι φύσει, τότʼ ἀφίσταται τῶν ὑπερκειμένων ὀστῶν, ἃ καλοῦσιν οἱ ἀνατομικοὶ βρέγμα. ἔστι δὲ δύο ταῦτα, περιγραφόμενον ἑκάτερον εὐθείαις γραμμαῖς τέτταρσι, μιᾷ μὲν τῆς κατὰ τὸ μέσον ῥαφῆς κοινῆς οὔσης ἀμφοτέροις τοῖς ὀστοῖς, ὄπισθεν δὲ ταῖς πλευραῖς τῆς λαβδοειδοῦς, ἔμπροσθεν δὲ ταῖς τῆς στεφανιαίας, ἑκατέρωθι δὲ ταῖς λεπιδοειδέσιν. τῶν δʼ ἄλλων μερῶν τοῦ κρανίου μάλιστα μὲν οὐδʼ ἀφίσταται πλέον ὁ ἐγκέφαλος, εἰ δὲ καὶ ἀποσταίη ποτέ, διὰ γοῦν τὰς ὑποκειμένας τοῖς ὀστοῖς σάρκας οὐκ ἀπόλλυται παντάπασιν ἡ τοῦ δέρματος ὑγρότης, ὥστʼ οὐδὲ τρίχες. ἐμάθετε γὰρ ἐν τοῖς Περὶ κράσεων ὑπομνήμασι μήτʼ ἐκ τοῦ ἐνύγρου δέρματος φύεσθαι τρίχας μήτʼ ἐκ τοῦ ξηρανθέντος σφοδρῶς. ὑγρὸν μὲν οὖν ἐστι τὸ περὶ τὴν κεφαλὴν δέρμα παισὶ καὶ γυναιξὶ καὶ τοῖς εὐνούχοις, ξηρὸν δʼ ἀμέτρως τοῖς φαλακροῖς. ὅτι δʼ ὁ ἐγκέφαλος ἐπὶ μὲν τῶν νέων ψαύει τοῦ κρανίου μαλακὸς ὢν καὶ ὑγρὸς ἅπασάν τε τὴν ἔνδον εὐρυχωρίαν κατείληφε, τοῖς γηρῶσι δʼ ἀφίσταται ξηραινόμενός τε καὶ συνιζάνων, ἐθεάσασθε πολλάκις ἐν ταῖς τῶν ζῴων ἀνατομαῖς. νυνὶ δʼ οὐκ ἀποδείξεις πρόκειται γράφειν τῶν Ἱπποκράτους δογμάτων, ὅτι μὴ πάρεργον, ἀλλʼ ἐξηγεῖσθαι τὴν ἀσαφῆ λέξιν, ἅμα καὶ τῷ διὰ κεφαλαίων ἐνίοτε τὰς αἰτίας προστιθέναι κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων. ὅτι δʼ ἀνάλωσιν ἐγκεφάλου τὴν τελείαν ἀπώλειαν, ὡς ἐκδαπανηθῆναι παντάπασιν αὐτόν, οὐδʼ ἐπινοῆσαι δυνατὸν ἐν ζῶντι ζῴῳ γίνεσθαι παντὶ πρόδηλον. καὶ μὴν εἰ μὴ τοῦτο, λείποιτʼ ἂν ἀκούειν ἀνάλωσιν ἐγκεφάλου τὴν μείωσιν, ἣν διὰ ξηρότητα γίνεσθαι τοῖς φαλακρουμένοις ἔφην, ὥστε τὰ τοῦ βρέγματος ὀστᾶ χαυνότερα καὶ ἁπαλώτερα τῶν ἄλλων ὄντα καὶ ἄνωθεν ἐπικείμενα γίνεσθαι ξηρὰ διὰ τὴν ἔνδειαν τοῦ ἐγκεφάλου μηκέτʼ ἐξικνουμένου πρὸς αὐτὰ μηδʼ ἅπτεσθαι δυναμένου. συνιζάνει τε γὰρ καὶ καταπίπτει ταπεινούμενος ἐπὶ τὴν ἑαυτοῦ βάσιν. ἀκόλουθον δʼ ἐστὶ τῶν ὀστῶν τούτων ξηρανθέντων ξηραίνεσθαι καὶ τὸ περιτεταμένον αὐτοῖς δέρμα. καὶ φαίνεταί γε καὶ αὐτῇ τῇ αἰσθήσει πάνυ ξηρὸν ἐπὶ τῶν φαλακρῶν, ὡς μηδὲ δεῖσθαι ἀποδείξεως λογικῆς. ὅταν γε μὴν ἐπὶ πλέον τύχῃ ξηρανθεὶς ὁ ἐγκέφαλος, ὡς ἐπί τινων ἐν ἐσχάτῳ γήρᾳ συμβαίνει, καὶ τὰς τῶν νεύρων ἐκφύσεις ἀναγκαῖον ἀποξηραίνεσθαι τηνικαῦτα καὶ διὰ τοῦτο μήθʼ ὁρᾶν ὁμοίως ἔτι μήτʼ ἀκούειν μήτʼ ἄλλο τι τῶν κατὰ τὰς αἰσθήσεις ἢ τὰς καθʼ ὁρμὴν κινήσεις ἐρρωμένως ἐπιτελεῖν, ἀλλʼ ἔκλυτα πάντα καὶ ἀμυδρὰ καὶ ἄρρωστα γίνεται τὰ κατὰ ταύτας ὄργανα, διʼ ὧν ἐπετέλουν τὸ πρότερον, ὅπερ εἰκὸς αὐτὸν ὠνομακέναι κατάτριψιν ὀργάνων ἐκ μεταφορᾶς τῶν τριβομένων ἱματίων καὶ σκευῶν χρησάμενον τῇ προσηγορίᾳ. καὶ γὰρ καὶ ταῦτα φαίνεται ξηρότερα σφῶν αὐτῶν γινόμενα μετὰ τὰς πολυχρονίους χρήσεις, ἡνίκα κατατετρῖφθαι λέγομεν αὐτά.

τινὲς μέντοι τὸ κατὰ συζυγίαν ἀκούειν τῶν γεγραμμένων οὐκ ἐννοήσαντες ὅλως ἕκαστόν τε τῶν προειρημένων ἰδίᾳ προχειριζόμενοι συμβουλεύειν ἐν τῇ ῥήσει ταύτῃ τὸν Ἱπποκράτην φασὶ τὰς δυνάμεις αὐτῶν ἐπισκοπεῖσθαι, οἷον εὐθέως τὴν τοῦ δέρματος ἀραιότητα — πρώτη γὰρ αὕτη γέγραπται — γινώσκειν φασὶ προσήκειν τί δύναται, χάριν τοῦ καὶ ποιεῖν αὐτήν, ὁπότε χρείαν ἔχοιμεν, ἀναιρεῖν δʼ, ὁπότʼ οὐκ εἴη χρεία. γέγραπται γοῦν, φασί, κἀν τῷ Περὶ τροφῆς· «ἀραιότης σώματος ἐς διαπνοήν, οἷς πλέον ἀφαιρεῖται, ὑγιεινότεροι, οἷς δʼ ἔλαττον, νοσερώτεροι.» ἀλλὰ τούτοις γε μάχεται τὸ μεταξὺ … γεγράφθαι τὸ κοιλίης πυκνότης, … τὸ δέρματος σύνδεσις, εἴπερ ἦν κατάλογος πραγμάτων εἰς γνῶσιν χρησίμων ἰατρῷ. καὶ μέντοι καὶ τὸ τούτων ἐφεξῆς οὕτως εἰρημένον ἡ κοιλίης νάρκωσις, ἡ τῶν ὅλων σύγχυσις ἐνδεικτικόν ἐστι τοῦ γράφειν αὐτὸν ὅσα συνυπάρχειν ἀλλήλοις πέφυκεν, οὐχ ἁπλῶς τίνες εἰσὶ διαθέσεις ἐν τῷ σώματι συνιστάμεναι γινώσκεσθαι δεόμεναι. τὸ γὰρ ἡ τῶν ὅλων σύγχυσις οὐ διαθέσεώς ἐστι δηλωτικόν, ἀλλὰ τῶν ἐπὶ διαθέσει μοχθηρᾷ γινομένων κακῶν.

Καθαίρεσις δρόμοισι, πάλῃσιν, ἡσυχίῃσι, πολλοῖσι περιπάτοισι ταχέσιν, οἷσιν ἑφθὴ μάζα τὸ πλεῖστον, ἄρτος ὀλίγος.

Τὸ μὲν τῆς κενώσεως ὄνομα κατὰ μόνων τῶν ὑγρῶν λέγεται, τὸ δὲ τῆς καθαιρέσεως μᾶλλον μὲν ἐπὶ τῶν στερεῶν, ἐνίοτε δὲ κἀπὶ τῶν ὑγρῶν. καὶ μέντοι καὶ τὰ νῦν εἰρημένα κοινὰ τῆς τε τῶν ὑγρῶν καὶ τῆς τῶν στερεῶν μειώσεώς ἐστιν, ὅταν ἄνευ καθάρσεως ἢ κενώσεως αἵματος αὐτὴν ποιήσασθαι βουληθῶμεν, ἐπὶ τῶν ὑγιαινόντων δηλονότι — νοσοῦντα γὰρ οὐδεὶς δρόμοις καὶ πάλαις θεραπεύσει. κοινὸν γὰρ καὶ τούτων καὶ τῶν ἄλλων ἐστὶ τῶν ὁμοίων αὐτοῖς τὸ τῶν γυμνασίων γένος ἐκτεταμένον ἐπί τε δίσκων καὶ ἀκοντίων βολάς, ἅλματά τε καὶ ἁλτῆρας, ὁπλομαχίας τε καὶ πάντα τὰ κατὰ τὸν βίον ἔργα καὶ μάλισθʼ ὅσα κατὰ γεωργίαν πονοῦσιν ἀροῦντές τε καὶ θερίζοντες καὶ σκάπτοντες. ἅπαντʼ οὖν τὰ γυμνάσια καὶ τῶν σαρκῶν καὶ πιμελῶν καὶ χυμῶν πλῆθος μειοῖ. χρῆσθαι δʼ ἐφʼ ἑνὸς σώματος πᾶσιν αὐτοῖς ἀδύνατον, ἀλλὰ κατὰ τὰς ἕξεις καὶ κατὰ τὰς ἡλικίας καὶ τὴν δύναμιν καὶ τὴν κρᾶσιν καὶ τὸ ἔθος ἐξευρίσκειν ἑκάστῳ προσήκει τὸ ἐπιτήδειον γυμνάσιον, ὡς ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε. νυνὶ γὰρ ἐκ τῆς τῶν Ἱπποκράτους συγγραμμάτων ἐξηγήσεως οὐ τὰ τῆς ἰατρικῆς θεωρήματα μανθάνετε, προμεμαθηκότες ταῦτα κατὰ τάξιν ἐν ταῖς οἰκείαις πραγματείαις, ἐν αἷς ἁπάσαις τά τε δόγματα αὐτοῦ μετὰ ἀποδείξεως ἔγνωτε καὶ τὰ τοῖς δόγμασιν ἀκόλουθα κατὰ μέρος ἅπαντα. βουληθέντες δὲ τῶν εἰρημένων παρʼ αὐτοῦ τὴν ἱστορίαν προσκτήσασθαι, ταῦτα ἠξιώσατέ με τὰ ὑπομνήμαθʼ ὑμῖν ποιήσασθαι, καίτοι μὴ προῃρημένον. αἱ γὰρ ἀσαφεῖς λέξεις ἐπιστημονικὴν ἐξήγησιν οὐ προσίενται.

νῦν γοῦν εὐθέως ἐφεξῆς γεγραμμένου τοῦ ἡσυχίῃσιν οὐκ ἔστι γνῶναι σαφῶς ὅτι βούλεται δηλῶσαι διὰ τῆς φωνῆς ταύτης ὁ Ἱπποκράτης. στοχάζεσθαι δὲ χρή, καθάπερ ἐν ταῖς ἄλλαις ἀσαφέσι λέξεσιν, οὕτως κἀν ταύτῃ τοῦ τὸ μέν τι τῷδε φαίνεσθαι πιθανώτερον εἶναι, τὸ δὲ τῷδε. καὶ γὰρ καὶ πέφηνε, καὶ ἄλλος ἄλλως ἐξηγεῖται τὴν ἡσυχίαν. ἐγχωρεῖ γοῦν ἐπί τε τῶν μεταξὺ διαναπαύσεων ἐν τοῖς γυμνασίοις εἰρῆσθαι, καθάπερ ἐν Ἀφορισμοῖς εἶπεν· «ὁκόταν ἄρξηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον», ἐγχωρεῖ δὲ κἀπὶ τῶν ἐν ταῖς ὅλαις ἡμέραις ἐσομένων ἡσυχιῶν ἐν ταῖς μεταξὺ λελέχθαι. δύναται δὲ καὶ τελείαν ἡσυχίαν ἐπί τινων σωμάτων συμβουλεύειν. εἰ γὰρ οὕτως αὐτὸς εἶπε· «κίνησις κρατύνει, ἀργίη τήκει», δύναιτʼ ἄν ποτε καὶ βίος ἀργὸς λεπτῦναι τὸ σῶμα. καὶ γὰρ τεθεάμεθά τισιν οὕτως συμβῆναι ἐκ μεταστάσεως εἰς ἀργίαν τῶν γυμνασίων. ἀλλὰ διορισμῶν ἀκριβῶν ἐστι χρεία, τίνες εἰσὶν οἱ τούτων δεησόμενοι λεπτύνσεως ἕνεκεν. οἷς γὰρ δεῖ κενώσεώς γε πλεοναζόντων ὑγρῶν ποιητέον· οὐδέποτε γὰρ ἀργία τοῦτο ποιεῖν πέφυκεν. εἰκότως οὖν ἔνιοι περὶ καθαιρέσεως σαρκῶν τὸν λόγον αὐτῷ νῦν εἶναί φασιν, οὐ κενώσεως ὑγρῶν, ὡς ἐν πληθώραις τε καὶ ταῖς ὑδαρώδεσιν ἕξεσι γίνεται. δυνατόν γε μὴν ἐπʼ ἀμφοτέρων αὐτοῦ τὸν λόγον πεποιημένου κατάλογον εἶναι πάντων τῶν βοηθημάτων, ὅσα τε κοινὰ τῶν καθαιρέσεων ἀμφοτέρων ἐστὶ καὶ ὅσα καθʼ ἑτέραν αὐτῶν ἴδια. δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθʼ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπʼ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἵνʼ οἱ γυμνασάμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος, ἔτι διασῴζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτʼ ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς ἄλλοις τε καὶ τῷ Ἐρασιστράτῳ, ὥστε κἀκ τούτου δῆλον γίνεσθαι, πολὺ τὸ στοχαστικὸν ἐν ταῖς ἐξηγήσεσιν εἶναι τῶν διὰ συντομίαν ἀσαφῶς ἡρμηνευμένων. ὅταν δὲ καὶ γράφειν τὴν λέξιν ὡς ἂν ἐθέλῃ τις ἐξῇ, πολὺ δή που μᾶλλον ἄδηλον γίνεται τὸ τῆς γνώμης τοῦ παλαιοῦ. νῦν γοῦν ἐν τῇ προκειμένῃ ῥήσει γράφουσιν ἔνιοι ἡσυχίῃσι πολλῇσι, οὔτε τῶν παλαιῶν ἀντιγράφων οὔτε τῶν πρώτων ἐξηγησαμένων τὸ βιβλίον ἐπισταμένων τὴν γραφὴν ταύτην. εἰ δʼ ἀναγκάζει τις ἡμᾶς αὐτὴν ἐξηγήσασθαι τὴν μετὰ τὰ γυμνάσια γινομένην ἡσυχίαν, φήσομεν ἀξιοῦν αὐτὸν ποιεῖσθαι πολλήν.

ἀλλὰ ταύτην μὲν ἐατέον, τὴν δʼ ὁμολογουμένην ἅπασι γραφὴν ἐξηγούμενοι συμβουλεύειν αὐτὸν ἐροῦμεν πολλοῖς περιπάτοις καὶ ὀξέσι χρῆσθαι. παχύνουσι γὰρ οἱ βραδεῖς, ὥσπερ καὶ τὰ βραδέα γυμνάσια. καὶ θαυμάζω γε πῶς ἐπʼ ἐκείνων παρέλιπε τὸ ταχέσι. καὶ γὰρ δρόμοι ταχεῖς καὶ γυμνάσια τοιαῦτα καὶ σαρκῶν ὄγκον καθαιρεῖ καὶ χυμῶν πλῆθος κενοῖ, καὶ σχεδὸν ἅπασιν ὁμολογεῖται τοῦτο καὶ γυμνασταῖς καὶ ἰατροῖς. ὁ δʼ οὖν Ἱπποκράτης ἐφεξῆς ἔγραψε περὶ τῆς ἐπιτηδείου τροφῆς τοῖς καθαιρέσεως δεομένοις, ὡς εἴωθεν, ἐκ παραδείγματος ἑνὸς ἑαυτῷ ὑπόμνησιν ποιησάμενος τοῦ καθόλου πᾶσιν ἁρμόττοντος. ἔστι δὲ τούτοις καθόλου τροφὰς διδόναι μὴ τροφίμους, ὁποῖόν ἐστι τὸ χοίρειον κρέας, ἀλλʼ ὀλιγοτρόφους, ὁποῖόν ἐστι τὸ τῆς ὄιος, ὅπερ ἐστὶ τὸ τοῦ προβάτου. καὶ ἡ μάζα δὲ τῶν ὀλιγοτρόφων ἐστί. διὰ τοῦτʼ οὖν ταύτης μὲν τὸ πλεῖστον, ὀλίγον δὲ τοῦ ἄρτου λαμβάνειν κελεύει.

Καθαιρέσεως σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν, ἐξαπίνης γὰρ εἰρύεται.

Οὐκ ἄδηλόν ἐστι συνῆφθαι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, καθʼ ἣν ἐδίδασκεν ὅντινα τρόπον χρὴ ποιεῖσθαι τὴν καθαίρεσιν. ὅπως οὖν γνῶμεν, εἰ τοῦ ποσοῦ τοῦ κατʼ αὐτὴν ἀκριβῶς ἐστοχάσμεθα, σημεῖον νῦν γράφει τούτου. γέγονε δὲ ὁ λόγος οὗτος ἀσαφὴς ὡς πρὸς ἡμᾶς διὰ τό, καθάπερ ἔφην ἤδη πολλάκις, οὐ πρὸς ἔκδοσιν αὐτῷ γεγράφθαι τὴν βίβλον ταύτην, ἀλλʼ εἰς ὑποτύπωσίν τε καὶ παρασκευὴν ἑαυτῷ. πρὸς ἔκδοσιν δὲ γράφων οὕτως εἶπεν ἂν πάντως, ἥντινα λέγει τῆς ἡμέρας ὥραν τὴν αὐτὴν ἐν ᾗ τὸ τῆς καθαιρέσεως σημεῖον ἐπιτηρεῖν χρή. μὴ γράψαντος οὖν αὐτοῦ, τί ἂν ἄλλο τις ἀκούειν ἔχοι πιθανώτερον ἢ ὅτι τὴν αὐτὴν ὥραν τῆς ἡμέρας ἄγοντες ἐπὶ τὰ γυμνάσια τὸν τῆς καθαιρέσεως χρῄζοντα παραφυλάξωμεν, ὡς ἐκέλευε; μή τι γὰρ ἐξαπίνης εἰρύεται, τουτέστι τὸ συμπίπτειν μὲν τὸν ὄγκον τοῦ σώματος, καταπίπτειν δὲ καὶ ἀρρωστεῖν τὴν δύναμιν. ἄντικρυς μὲν γὰρ «ἕλκεσθαι» σημαίνει τὸ εἰρύεσθαι. δύναται δʼ ἀπʼ ἐκείνου κἀπὶ ταῦτα μεταφέρεσθαι διὰ τὴν τῶν πραγμάτων φύσιν, ὑπὲρ ὧν ὁ λόγος ἐστίν, οἷς, ὡς ἔφην πολλάκις, ἐν ταῖς ἀσαφέσιν ἑρμηνείαις, ἃ φθάνομεν αὐτοὶ γινώσκειν, ἐφαρμόττομεν. ἔνιοι δʼ ἀντὶ τοῦ εἰρύεται γράφουσιν «ἐρείπεται», σαφεστέραν τὴν δήλωσιν τοῦ πράγματος ἐκ τῆς λέξεως ταύτης ἐλπίσαντες ἔσεσθαι. ἀλλʼ ἥ γε παλαιὰ γραφὴ τὴν εἰρύεται φωνὴν ἔχει.

Ὑφεῖναι τῶν πόνων, εἰ λύεται.

Κἀνταῦθα γράφουσί τινες ἀντὶ τοῦ «εἰ λύεται» τὸ «εἰ ἐρείπεται», ὥστε τὸν λόγον γενέσθαι τοιοῦτον· ὑφεῖναι τῶν πόνων, εἰ ἐρείπεται. ἡ δʼ οὖν τοῦ λόγου δύναμίς ἐστι τοιάδε· πᾶσα κένωσις ἐὰν μὴ κατὰ βραχὺ γένηται, τήν τε δύναμιν καταλύει καὶ τὴν τοῦ σώματος ἕξιν ἀθρόως διαφορεῖ. διὰ τοῦτʼ οὖν ἔνιοι μὲν ἔγραψαν ὑφεῖναι τῶν πόνων, εἰ λύεται, τὴν ἀθρόαν κένωσιν ἐκ τοῦ λύεσθαί γε δηλοῦσθαι βουλόμενοι. … τινὲς δὲ ᾗ εἰρύεται γράφουσι προστιθέντες τὸ ἦτα καὶ περισπῶντες καὶ μετὰ τοῦ ἰῶτα γράφοντες, ἵνα σημαίνηται «τῶν πόνων ὑφεῖναι ἢ ὑφιέναι, καθότι ἂν εἰρύηται ὁ ἄνθρωπος.» αὐτὸ δὲ τὸ «εἰρύεσθαι» κατά τε τῆς τοῦ σώματος συμπτώσεως καὶ κατὰ τῆς ἐν τῇ δυνάμει καταπτώσεως εἰρηκέναι φασίν, ὡς γενέσθαι τὸν λόγον τοιοῦτον· «ὑφεῖναι τῶν πόνων δεῖ, ὁπόταν ἥ τε δύναμις καταπίπτῃ καὶ τὸ σῶμα διαφορῆται.» καὶ μέντοι καὶ οἱ τὸ «ἐρείπεται» γράφοντες ἐπὶ τὴν τῆς δυνάμεως κατάπτωσιν ἀναφέρουσι τὸν λόγον.

Ὁμοίως γὰρ συμπίπτει.

Τῇ προγεγραμμένῃ ῥήσει ταύτην ἐφεξῆς εὗρον ἐν τοῖς παλαιοῖς ἀντιγράφοις πᾶσιν. ἴσασι δὲ αὐτὴν οὕτως ἔχουσαν καὶ οἱ παλαιοὶ τῶν ἐξηγητῶν καὶ μέντοι καὶ τῶν νεωτέρων οἱ περὶ Σαβῖνον· οὐ μὴν εἰρήκασί γέ τινα ἐξήγησιν εἰς αὐτήν. ὅλην γὰρ τὴν προειρημένην ῥῆσιν προγράψαντες, εἶτʼ ἐξηγησάμενοι τὰ κατὰ μέρος ἐν αὐτῇ ταύτης τῆς λέξεως τὴν ἐξήγησιν οὐκ εἶπον, ὥσπερ οὐδὲ Ζεῦξις ἐκ τῶν παλαιῶν ἐξηγητῶν ὢν καὶ αὐτός. ἔνιοι δέ φασιν εἰρῆσθαι πρὸς Ἱπποκράτους τὸ ὁμοίως γὰρ συμπίπτει τοιοῦτόν τι δηλοῦν βουλομένου· «ὥσπερ ἡ πλήρωσις βλάπτει καὶ διὰ τοῦτο δεῖ καθαιρεῖν αὐτήν, οὕτω καὶ ἡ περαιτέρω τοῦ προσήκοντος κένωσίς ἐστι βλαβερὰ παραπλησίως τῇ πληρώσει· συμπίπτει γὰρ ὑπʼ αὐτῆς τὸ σῶμα βλαβερῶς, ὡς ἐπὶ τῆς πληρώσεως εἰς ὄγκον αἴρεται.» μεμψάμενοι δʼ ἔνιοι τὴν ἐξήγησιν ταύτην ὡς ἀπίθανον ἤτοι οὐδʼ ὅλως ἔγραψαν τὸ μέρος τοῦτο τῆς ῥήσεως ἢ μετέγραψαν εἰς τήνδε τὴν λέξιν· «ἀθρόως γὰρ ἂν ῥυήσεται», παρακελεύεσθαι βουλόμενοι τὸν Ἱπποκράτην προσέχειν ἡμᾶς ἀκριβῶς τῇ καθαιρέσει τοῦ σώματος. ἀθρόως γὰρ αὐτοῖς γίνεσθαι τὸ διαφορεῖσθαι καὶ ῥεῖν ἐν τοῖς γυμνασίοις, ὅταν ἐφεξῆς ἡμέραις πολλαῖς ἐπιμείνῃ τις γυμνάζων μὲν αὑτὸν ἀξιολόγως, διαιτῶν δὲ λεπτῶς.

Ὅταν δʼ ἤδη συμπέσωσι, προσάγειν ὕεια ὀπτά.

Διὰ τῶν προειρημένων ἀξιοῖ φυλάττεσθαι τὴν ἄμετρον καθαίρεσιν. ἐπεὶ δʼ ἔσθʼ ὅτε συμβαίνει περιπίπτειν ἀκουσίως, βούλεται καὶ πρὸς ταῦτα χρῆναι παρεσκευάσθαι τὸν ἰατρόν, καὶ ἐάν ποτε καθαίρεσις ἀθρόα γένηται, διδόναι τηνικαῦτα συμβουλεύει κρέα ὕεια ὀπτά· κρέα μὲν ὕεια, διότι πολύτροφα, τὰ δὲ ὀπτά, διότι στερεὰν καὶ συνηγμένην εἰς ὀλίγον ὄγκον, οὐχ ὑγρὰν οὐδὲ πλαδαρὰν ἐργάζεται τὴν σάρκα. τινὲς δὲ ἀντὶ τοῦ προσάγειν «προσφέρειν» ὕεια ὀπτὰ γράφουσι, τὴν αὐτὴν μὲν φυλάττοντες ἔννοιαν, ὡς κυριωτέρῳ δὲ ῥήματι τῷ «προσφέρειν» ἀντὶ τοῦ προσάγειν χρώμενοι.

Ὅταν δὲ πληρῶνται, σημεῖον· αὖθις τὸ σῶμα ἀνθηρὸν γίνεται.

Καὶ τοῦτʼ αὐτὸ διὰ βραχέων ὑπεγράψατο, κοινὸν ἁπάσης ἀναθρέψεως ὑπάρχον σημεῖον. ἀνθηρὸν γὰρ γίνεται τὸ σῶμα κατά τε τὰ γυμνάσια καὶ ἄλλως τοῖς ἐξ αἵματος χρηστοῦ τὴν ἀνάθρεψιν ἴσχουσιν.

Ἐν γυμνασίοις σημεῖον ὁ ἱδρὼς ὁ ῥέων στάγδην, ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ σύμπτωσις ἐξ ἐπάρσιος.

Λείπει κἀνταῦθα τῇ λέξει τὸ συμπτώσεως ἢ καθαιρέσεως ἤ τι τοιοῦτον. διὸ καί τινες οὐκ ὤκνησαν αὐτὸ προσθέντες ὡς γεγραμμένον οὕτως ἐξ ἀρχῆς ἐξηγεῖσθαι, τοιάνδε τὴν λέξιν ποιήσαντες· «ἐν γυμνασίοις σημεῖον συμπτώσεως ὁ ἱδρὼς ὁ ῥέων στάγδην ὥσπερ ἐξ ὀχετῶν.» ἐφεξῆς δέ φησι καὶ ἄλλο σημεῖον γίνεσθαι, τὴν ἀθρόαν σύμπτωσιν ἐξ ἐπάρσεως. χρὴ γὰρ κἀνταῦθα προσυπακοῦσαι τὸ «ἀθρόον», εἰ καὶ μὴ γέγραπται νῦν, ἔμπροσθεν εἰρηκότος αὐτοῦ· «ἐξαπίνης γὰρ εἰρύεται.» ὅτι δὲ ταῦτα διαφορουμένου τοῦ σώματος ἀμέτρως γίνεται πρόδηλον.

Ἡ γυνή, ἣν τὸ πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλὴν μέγας φύσει, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω, ἀτάρ τοι καὶ κάτω ιδʹ.

Οὐδὲν ἀξιόλογον ἐκ ταύτης τῆς ῥήσεως ἔνεστιν ἡμῖν μαθεῖν. θαυμάσαιμι δʼ ἂν εἰ καὶ αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν ἄνευ τοῦ προσγράψαι τὰ οὖρα· ὡς, εἴ γε προσεγέγραπτο, πλέον ἂν ἐκ τούτων εἰς ἀνάμνησιν ἔσχε τι. πρὸς ἡμᾶς δʼ ἐξ ἐπιμέτρου καὶ τοῦτʼ ἐστὶν ἀσαφές, τό γε κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως γεγραμμένον ἣν τὸ πρῶτον ἐθεράπευσα. ζητήσεως γὰρ ἄξιόν ἐστι, πότερον ἑαυτοῦ χάριν, ὡς ὀνομάτων καὶ τόπων ἐν οἷς οἱ νοσοῦντες κατέκειντο μνημονεύειν εἴωθεν, οὕτω καὶ νῦν προσέγραψεν ἣν τὸ πρῶτον ἐθεράπευσα διὰ τὸ μὴ μεμνῆσθαι τὸ ὄνομα τῆς γυναικός, ἢ δηλωτικόν ἐστι τοῦ νῦν ἐξ ὑποστροφῆς νοσῆσαι τὴν ἄνθρωπον. οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ τῇ δεκάτῃ τῶν ἡμερῶν γεγονέναι γεγραμμένον ἀσαφές ἐστιν εἴτε δύσπνοιαν ἁπλῶς σημαίνει ἡντινοῦν εἴτε μόνον τὸ δεδιωγμένον καὶ μέγα πυκνὸν εἶδος τῆς δυσπνοίας. ἔνιοι δὲ καὶ τὸ κατὰ τὴν γαστέρα πνεῦμα πλέον ἠθροῖσθαι νομίζουσιν ἐκ τῆς λέξεως δηλοῦσθαι.

ταῦτα μὲν οὖν κατὰ τὴν λέξιν ἔχει τὴν ἀσάφειαν, ἄλλα δὲ κατὰ μόνην τὴν διάνοιαν. πότερον γὰρ ἐπὶ μόνῳ τῷ σπληνὶ πάσχοντι συνέβη τὴν γυναῖκα καὶ πυρετὸν καυσώδη σχεῖν καὶ τὴν δύσπνοιαν ἢ τὴν ἐμπνευμάτωσιν τῆς γαστρός, ἐξέρυθρόν τε τὴν χρόαν, ἢ καί τις ἄλλη πυρετώδης αὐτῇ διάθεσις ἐγένετο, διʼ ἣν ταῦτα συνέπεσεν, ἄδηλόν ἐστι. μέγιστον δʼ, ὡς ἔφην, τὸ μὴ γινώσκειν ἡμᾶς ὁποῖα τὰ οὖρα μέχρι κρίσεως ἐγένετο καὶ διὰ τί κατὰ τὴν δεκάτην ἡμέραν ἐπεσήμηναν οἱ ἱδρῶτες. εἴωθε γὰρ αὐτὸς ἐν αἷς ἡμέραις οἱ παροξυσμοὶ σφοδρότεροι γίνονται προσγράφειν, ἵνʼ εἰδῶμεν, ὡς ἐκ πολλῆς τῆς τῶν κατὰ μέρος πείρας ἤθροισε τὴν ἐμπειρίαν, ἀφʼ ἧς ἀπεφήνατο καθόλου περὶ πάντων νοσημάτων, ὧν οἱ παροξυσμοὶ ἐν περισσαῖς ἡμέραις γίνονται, τούτων καὶ τὰς κρίσεις ἐν περισσαῖς ἡμέραις ἀποτελεῖσθαι. ὃ δὲ πάντων ἐστὶν ἀτοπώτατον ἐν τῇ προκειμένῃ ῥήσει καὶ δὴ φράσω, πότερον ἀπέθανεν ἢ ὑγίανεν ἡ γυνή, παραλελεῖφθαι. διὸ καὶ τὸ μεταξὺ ταύτης τε καὶ τῆς μετὰ ταύτην γεγραμμένης «ἧσσον» ἔνιοι μὲν ταύτῃ προστιθέασιν, ἔνιοι δὲ ἐκείνης ἡγούμενον ποιοῦσιν. εἰ μὲν οὖν ἐγέγραπτο κατὰ τὴν ιδʹ ἡμέραν ἐπʼ ἀγαθῷ κεκρίσθαι τὴν γυναῖκα, λόγον ἂν εἶχε μὴ προσγράφειν ταύτῃ τῇ ῥήσει τὸ «ἧσσον». εἰρηκὼς γὰρ ἐν τῇ δεκάτῃ τῶν ἡμερῶν ἱδρῶτας γεγονέναι τῇ γυναικὶ τὰ πολλὰ ἄνω, κἄπειθʼ ἑξῆς ἐπιφέρων ἀτάρ τοι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ, πῶς ἂν ἔτι προσέγραψε τὸ «ἧσσον», εἴπερ ὅλως ἐσώθη τὸ γύναιον. εὔλογον οὖν ἐστι μᾶλλον ἐκταθῆναι διʼ ὅλου τοῦ σώματος ἐν τῇ ιδῃ τοὺς ἱδρῶτας, ἀγαθῆς τῆς κρίσεως γενομένης. ἐὰν δʼ αὖ πάλιν ὑπόθηταί τις ἐπὶ κακῷ γεγονέναι τοὺς ἱδρῶτας, ἀποθανούσης τῆς γυναικός, τὸ «ἧσσον» εὐλόγως ἐπὶ τῇ τελευτῇ τάξει τῆς προκειμένης ῥήσεως, ἵνʼ ᾖ τὸ λεγόμενον· «ἵδρωσε μὲν καὶ τῇ δεκάτῃ τὰ ἄνω μᾶλλον, ἀτάρ τοι καὶ κάτω, ἵδρωσε δὲ καὶ τῇ τεσσαρεσκαιδεκάτῃ ἧσσον τὰ κάτω.» ἐπὶ τὴν ἑξῆς οὖν ῥῆσιν ἤδη μεταβῶμεν. ἴσως γὰρ ἐν ἐκείνῃ τι σαφέστερον εὑρήσομεν, ὁποτέρᾳ χρὴ συντάσσειν τὸ «ἧσσον», εἴτε τῇ νῦν προκειμένῃ κατὰ τὴν τελευτὴν εἴτε τῇ μετʼ αὐτὴν ἐπὶ τῆς ἀρχῆς.

Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.

Ὑπακοῦσαι χρὴ «παυσαμένου τοῦ πυρετοῦ». πῶς γὰρ ἂν ἄλλως ἧττον αὐτοῖς εἶναι νομίσαιμεν ὑποστροφάς, εἰ μὴ παύσαιτο πρότερον; εἰ δʼ ἀφέλοιμεν τὸ ἧσσον ἀπὸ ταύτης τῆς ῥήσεως, ὡς ἐνίοις ἔδοξεν ὕστατον ἐν τοῖς προηγουμένοις αὐτὸ τάξασι, τὴν ἐναντίαν τῇδε διάνοιαν ὁ λόγος ἕξει, τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν ἐπιπυρετήνασιν ὑποστροφὰς γίνεσθαι νοούντων ἡμῶν. ὅπερ οὖν ἐν ἅπασι ποιοῦμεν, οὐ τῇ τοῦ λόγου πιθανότητι τὰ ζητούμενα διορίζοντες, ἀλλὰ τοῖς ἐναργῶς ἐπὶ τῶν ἀρρώστων ὁρωμένοις, ἐὰν καὶ νῦν ποιήσωμεν, εὑρήσομεν ὀρθῶς προτεταγμένον τῆς ῥήσεως τῆσδε τὸ ἧσσον. ὁ γὰρ πυρετὸς ἐπιγενόμενος κορύζαις καὶ βράγχοις βεβαιοτέραν αὐτῶν ποιεῖται τὴν πέψιν, ὡς μηκέτʼ αὖθις ὑποστροφὴν γίνεσθαι ῥᾳδίως, μηδʼ ἂν ἁμάρτωσί τι, τῶν ἄλλων τῶν ληξάντων τοῦ πυρέττειν ἄνευ τοιαύτης αἰτίας ὑποστροφαῖς ἁλισκομένων ἐπὶ τοῖς ἁμαρτήμασι.

διὰ τί δὲ πρόσκειται τῷ λόγῳ τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν; οὐ γὰρ δὴ ἀπʼ ἄλλου τινὸς γίνονται μορίου κορυζώδεις. ἐγχωρεῖ μὲν οὖν καὶ οὕτως εἰρῆσθαι τὸν λόγον, ὡς κατὰ τήνδε τὴν ῥῆσιν εἴρηται· «σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν», ἐγχωρεῖ δέ, διότι τῶν βραγχωδῶν ἐν αὐτοῖς ἐμνημόνευσε, προσθεῖναι τὸ ἀπὸ κεφαλῆς, ἐπειδὴ καὶ ἄλλως γίνονται βράγχοι. δυνατὸν δὲ καὶ τοῖς ἀπὸ κεφαλῆς εἰρῆσθαι, γράψαντος αὐτοῦ πρὸς ἀνάμνησιν ἑαυτῷ συντόμως ἕνεκα διορισμοῦ πρὸς τὰς ἀπό τινος ἔξωθεν αἰτίας μικρᾶς γινομένας κορύζας, ἵνʼ ἐνδείξηται περὶ τούτων εἶναι τὸν λόγον, ὅσοι διὰ φυσικὴν ἀσθένειαν τῆς κεφαλῆς ἑτοίμως ἁλίσκονται τῷ παθήματι. τούτους γὰρ ἄν τις εἰκότως ἀπὸ κεφαλῆς ὀνομάζοι κορυζώδεις, οὐ τοὺς ἀπὸ ψύξεως ἢ ἐγκαύσεως ἤ τινος ἁπλῶς ἔξωθεν αἰτίας. τὸ δʼ ὡς οἶμαι κατά τινα τῶν ἀντιγράφων πρόσκειται δηλοῦν ἐπαμφιβάλλειν αὐτὸν ὑπὲρ ὧν ἀπεφήνατο. λόγον δʼ ἔχει καὶ χωρὶς τοῦ οἶμαι γράφειν, ἀληθοῦς γε ὄντος τοῦ λεγομένου. διὰ δὲ τῆς ἐφεξῆς γεγραμμένης ῥήσεως ἀπόδειξιν ὧν ὀρθῶς ἀπεφήνατο προσέθηκεν. ἐπʼ αὐτὴν οὖν ἤδη μεταβῶμεν.

Πᾶν τὸ ἐκπυέον ἀνυπόστροφον· οὗτος γὰρ πεπασμὸς καὶ κρίσις ἅμα καὶ ἀπόστασίς ἐστιν.

Οὐκ ἀσαφὴς ἡ ῥῆσις τοῖς μεμνημένοις ὑπὲρ ὧν ἤδη πολλάκις εἴρηκε πεπασμῶν. ἐμνημόνευσε δὲ καὶ νῦν αὐτῶν ἕνεκα τῶν προειρημένων, ὡς ἔφην, ἵνα ὁ σύμπας λόγος γέ νηται τοιοῦτος· «καὶ τοῖς κορυζώδεσι καὶ βραγχώδεσιν ἀπὸ τῶν ἐκ τῆς κεφαλῆς κατάρρων, ὅταν ἐπιγενομένου τοῦ πυρετοῦ πεφθῇ τὸ ψυχρὸν ἅμα καὶ ὑγρὸν ῥεῦμα καὶ πεφθὲν ἐκκριθῇ, βεβαίαν ἔλπιζε τὴν κρίσιν τοῦ νοσήματος γεγονέναι καὶ μηκέθʼ ὑποτροπιάσαι τὸν ἄνθρωπον.»

Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ ὡς Δαμναγόρᾳ, οἷσι δʼ ἐν τούτοισι ψόφος ὡς Ἀρκεσιλάῳ.

Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει καί τινες προστιθέασιν αὐτῇ τὸ «ὅταν ἄρχωνται», τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον οἷσιν ἀφαιροῦντες καὶ ποιοῦντες τὴν λέξιν τοιαύτην· «ὅταν ἄρχωνται ἀφροδισιάζειν, φυσᾶται ἡ γαστήρ», βουλόμενοι τοὺς ἀρχομένους ἀφροδισίων, τουτέστι τοὺς πρῶτον ἐπιχειροῦντας τῷ ἔργῳ τούτῳ, πάσχειν τὰ διὰ τῆς ῥήσεως ἐφεξῆς δηλούμενα. καίτοι τὴν γραφὴν ταύτην οὔτε βιβλίον τι παλαιὸν οὔτʼ ἐξηγητὴς οἶδεν. ἀλλʼ ὅμως οἱ περὶ τὸν Σαβῖνον ἐπὶ τῶν ἀρχομένων ἀφροδισιάζειν τὸν λόγον αὐτῷ εἶναί φασι, καίτοι μνημονεύσαντος αὐτονομαστὶ τοῦ Ἱπποκράτους ἑνὸς ἀνθρώπου, τοῦ Δαμναγόρου. τοῦτο δʼ εἴωθε ποιεῖν, ὅταν ὀλίγοις τισὶ γινόμενον πρᾶγμα διέρχηται. καὶ χωρὶς δὲ τοῦ γεγράφθαι τι περὶ τούτων Ἱπποκράτει τὸ φαινόμενον ἐχρῆν ἐκ τῆς πείρας μαθεῖν. οὐ γὰρ συμβαίνει τοῖς ἀρχομένοις ἀφροδισίων ἐμφυσᾶσθαι τὴν κοιλίαν ἢ ψόφον ἴσχειν ἐν αὐτῇ, ἀλλὰ μᾶλλον ἐνίοις ἐν τῷ σπανίῳ τῶν παρακμαζόντων τε καὶ τὸ καλούμενον πάθημα φυσῶδές τε καὶ ὑποχονδριακὸν καὶ μελαγχολικὸν ἐχόντων ἐμφυσᾶσθαι συμβαίνει μᾶλλον τὴν γαστέρα, ὅταν ἀφροδισίοις χρήσωνται. τοῖς δʼ αὐτοῖς τούτοις ὑπάρχει καὶ τὸ συνεχῶς ὀρέγεσθαι μίξεως.

ὅπερ οὖν πολλάκις ἤδη πρόσθεν εἶπον, ἐάν τε παραλείπω τὰς γραφὰς ἃς ἐποιήσαντο κατὰ τήνδε τὴν ῥῆσιν, ἐάν τʼ εἴπω πάσας, ἑκατέρῳ μέμψονται πολλοὶ ταῖς ἑαυτῶν ἐπιθυμίαις κρίνοντες τὸ σύμμετρον ἐν τοῖς λόγοις, οὐ τῇ τῶν πραγμάτων φύσει. καὶ μέντοι κἄν τινα μὲν εἴπω τῶν εἰρημένων τε καὶ γεγραμμένων, τινὰ δὲ παραλείπω, καὶ οὕτως ἔσονταί τινες οἱ μεμψάμενοί τινα μὲν τῶν εἰρημένων ὡς ἐχρῆν παραλελεῖφθαι καὶ ταῦτα ληρώδη γε ὄντα, τινὰ δὲ τῶν παραλελειμμένων ὡς ἐχρῆν εἰρῆσθαι μὴ χείρω τῶν εἰρημένων ὄντα. κατὰ μὲν γὰρ τὰς ὁσημέραι γινομένας συνουσίας ὁποίαν τινὰ βούλονται τὴν ἐξήγησιν ἀκούειν οἱ παρόντες, αὐτῶν ἐκείνων πυθόμενοι ἁρμόττεσθαι πειρῶνται ταῖς βουλήσεσιν αὐτῶν. ἐν βιβλίῳ δʼ οὐκ ἔστι πρᾶξαι τοῦτο. διόπερ εἱλόμην ἐν μὲν ταῖς πλείσταις τῶν ῥήσεων ἢ μηδʼ ὅλως μνημονεύειν τῶν ὑπαλλαττόντων τὴν ἀρχαίαν γραφὴν ἢ παντάπασιν ἀλλοκότως ἐξηγησαμένων. ἐπί τινων δʼ ἤτοι τὰ μὴ παντάπασιν ἀπιθάνως εἰρημένα … μεμνῆσθαι χρὴ τοὺς ἀναγινώσκοντας τὰ ὑπομνήματα, καθʼ ἑκάστην γὰρ τὴν ῥῆσιν ἀναμιμνῄσκειν αὐτῶν ἐπαχθές.

ὅπερ οὖν ἔλεγον οἱ μὲν περὶ τὸν Σαβῖνον ὡς τοῖς πρῴην τῶν ἀφροδισίων πειρωμένοις συμβαίνει τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα πάσχειν, ὡς ἀληθὲς ὑποθέμενοι πειρῶνται λέγειν τὴν αἰτίαν αὐτοῦ. τινὲς δʼ ἔμπαλιν τοῖσδε τὴν γραφὴν τῆς λέξεως ἐποιήσαντο τοιάνδε· «εἰσὶν οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ.» οἱ μὲν περὶ τὸν Σαβῖνον οὐκ ἀλόγως φασὶ τοῖς ἀφροδισιάζειν ἀρχομένοις τοῦτο συμβαίνειν· πρῶτον μὲν ὅτι μέγας ὁ ξενισμὸς γίνεται περὶ τὸ σῶμα — γράφουσι γὰρ οὕτως αὐτοί —, διʼ ὃν ξενισμόν φασιν ἐπιληψίαν τε καὶ νεφρίτιδας αὐτοῖς ἕτερά τε χρόνια γίνεσθαι· ἔπειτα δὲ καὶ ὅτι Δημόκριτος εἶπεν «ἄνθρωπον ἐξ ἀνθρώπου ἐν ταῖς συνουσίαις ἐκθόρνυσθαι». καὶ μέντοι καὶ διότι φασὶ πολὺν ὀδαξησμὸν διὰ τὴν ἀήθειαν τοῦ θοροῦ καὶ τὴν δριμύτητα πάσχουσι, καὶ κοινοῦ γε, ὡς λέγουσιν, ὄντος τοῦ λόγου θηλειῶν τε καὶ ἀρρένων, ἐπὶ θηλειῶν φασι σαφῆ τὴν αἰτίαν εἶναι· τῇ γὰρ ὑστέρᾳ τὸ μὲν ἔντερον ὑπεστόρεσται, ἡ κύστις δʼ ἐπίκειται· εἰκὸς οὖν ἐντεινομένην αὐτὴν καὶ σφριγῶσαν ἐπέχειν τὴν ἀμφοτέρων ἀπόκρισιν· ἐναπολαμβανομένης οὖν τῆς φύσης συνεχῶς ἐμπνευματοῦσθαι καὶ τοῦ οὔρου δὲ κατεχομένου τὸ ἐπιγάστριον οἰδεῖν. ταῦτα μὲν οὖν οἱ περὶ τὸν Σαβῖνον λέγουσιν, ἀπιθάνους αἰτίας ἀποδιδόντες τῶν μὴ γινομένων. οὐ γὰρ συμβαίνει ταῦτα τοῖς ἀρχομένοις ἀφροδισίων μειρακίοις, ἀλλὰ τοῖς μελαγχολικοῖς καὶ φυσώδεσιν ὀνομαζομένοις, οἳ καὶ μετὰ τὴν παρακμαστικὴν ἡλικίαν τὰ τοιαῦτα πάσχουσιν. ὅλως γὰρ τὸ φύσης ἐμπίπλασθαι διʼ ἀσθένειαν γίνεται τῆς ἐμφύτου θερμάσιας. ἐρρωμένης γὰρ ταύτης τῶν τοιούτων οὐδὲν συμβαίνει.

Ἀριστοτέλης δʼ ἐν τοῖς Προβλήμασι καὶ τὴν αἰτίαν ζητεῖ, διʼ ἣν ἀφροδισιαστικοὺς συμβαίνει γίνεσθαι τοὺς μελαγχολικούς, ἀθροίζεσθαί τε πνεῦμά φησιν αὐτοῖς ἐν ὑποχονδρίοις φυσῶδες οὐκ ὀλίγον, διὸ πνευματώδη τε καὶ ὑποχονδριακὰ προσαγορεύεσθαι τὰ τοιαῦτα πάθη, καὶ Διοκλῆς δὲ καὶ Πλειστόνικος ἕτεροί τε πολλοὶ τῶν ἰατρῶν οὕτως ὀνομάζεσθαί φασιν αὐτά. οὐ χεῖρον δὲ καὶ λέξιν τινὰ τῶν τῷ Ἀριστοτέλει γεγραμμένων εἰπεῖν ἔχουσαν ὧδε· «διὰ τί οἱ μελαγχολικοί εἰσιν ἀφροδισιαστικοί; ἢ ὅτι πνευματώδεις. τὸ γὰρ σπέρμα πνεύματος ἔξοδός ἐστι. διότι οὖν πολὺ τὸ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν καθαίρεσθαι, κουφίζονται γάρ.» διὰ τοῦτʼ οὖν καὶ Ῥοῦφος ἀντὶ τοῦ ψόφος εἵλετο γράφειν «φόβος», ἵνα ὁ λόγος ᾖ τῷ Ἱπποκράτει περὶ τῶν μελαγχολικῶν, οἷς ἐστιν ἰδιαίτατος ὁ φόβος· ἄλλῳ μὲν γὰρ ἄλλο φοβερόν, ἓν γοῦν τι πάντως καθʼ ἕκαστον αὐτῶν, ὅταν γε τὰ μέτρια δυσθυμῶσιν, εἰ δὲ μή, καὶ δύο καὶ πλείω καὶ πάνυ πολλὰ καί τισιν αὐτῶν ἅπαντα. γενήσεται δʼ οὖν κατὰ μὲν τὸν Ῥοῦφον ἡ λέξις οὕτως ἔχουσα· οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσι δʼ ἐν τούτοις ὁ φόβος· κατὰ δὲ τοὺς παλαιοὺς ἐξηγητάς, ὡς ἐν ἀρχῇ γέγραπται, τὴν γὰρ ἐκείνων γραφὴν ἀεὶ προστίθημι, κἂν ἡμαρτῆσθαι δοκῇ κατὰ τοὺς πρώτους ἀντιγραψαμένους. ἄμεινον γάρ, ὡς εἶπον ἤδη πολλάκις, ὅπως εὑρέθη γεγραμμένον εἰπόντας, οὕτως ἤδη προσεπινοεῖν αὐτούς τι δηλοῦντας αὐτὸ τοῦτο. λέλεκται δὲ καὶ ἡ τῶν περὶ τὸν Σαβῖνον ἐξήγησις.

Καπίτων δὲ οὕτως ἔγραψεν· ἔστιν οἷς, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσι δʼ ἐν τούτοισι, ψόφος. Διοσκουρίδης δὲ οὕτως· οἷσι μὲν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστήρ, ὡς Δαμναγόρᾳ, οἷσιν ἐν τούτοισι ψόφος. ἀφεῖλε γὰρ οὗτος τὸ δέλτα. οὐ μὴν οὐδὲ κατὰ τὴν ἐξήγησιν τοῦ ψόφος ὀνόματος ὡμολόγησαν ἀλλήλοις οἱ ἐξηγηταί, τινὲς μὲν βορβορυγμὸν δηλοῦσθαι λέγοντες, ἔνιοι δʼ ἐρυγήν, ἔνιοι δὲ τὰς κάτω διεξιούσας φύσας, ἔνιοι δʼ ὅ τι ἂν ᾖ τούτων ἁπλῶς, ἡτισοῦν ἐν τοῖς ἐντέροις κίνησις αἰσθητὴ ταῖς ἀκοαῖς, εἰσὶ γὰρ καὶ ἄλλαι τινὲς ἔξωθεν τῶν βορβορυγμῶν ἐν τοῖς ἐντέροις κινήσεις τε καὶ ψόφοι, τινὲς μὲν ἤχοις ἐοικότες, τινὲς δὲ συριγμοῖς ἤ τινι τοιουτοτρόπῳ ψόφῳ.

Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεε. Ἀρκεσιλάῳ, φησίν, οὐ μόνον ἐφυσᾶτο ἡ γαστήρ, ἀλλὰ καὶ ᾤδει, τουτέστιν οἴδημα εἶχεν. εἴρηκα δὲ ἤδη πολλάκις οἴδημα καλεῖν αὐτὸν ἅπαντα τὸν παρὰ φύσιν ὄγκον, εἴτε φλεγμονώδης εἴτʼ ἐρυσιπελατώδης εἴτε σκιρρώδης εἴη, τῶν νεωτέρων μόνον τὸν χαῦνον ὄγκον οἴδημα καλούντων. ἀλλά γε ποῖόν τινα λέγει τὸν ὄγκον γενέσθαι τῷ Ἀρκεσιλάῳ, ζήτημά ἐστιν οὐ μικρόν. ἐμοὶ μὲν οὖν δοκεῖ τὸν ἰδίως ὑπὸ τῶν νεωτέρων ὀνομαζόμενον εἰρη κέναι. ἔστι δʼ ἀπίθανον ἐρυσίπελας ἢ φλεγμονὴν ἢ σκίρρον ἤ τι τῶν τοιούτων αὐτῷ γενέσθαι περὶ τὸν τῶν ἀφροδισίων καιρὸν ἢ σμικρὸν ὕστερον, αὖθίς τε μετʼ οὐ πολὺ καθίστασθαι τοῦτο. τοῖς δʼ ἐξηγηταῖς ὅλον τοῦτο παραλέλειπται τὸ σκέμμα. τοῦ μέντοι Ἀρκεσιλάου τούτου καὶ καθʼ ἕτερον τόπον τοῦ βιβλίου μέμνηται ὁ Ἱπποκράτης, ἔνθα φησίν· «ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφοῦσιν, ὡς Ἀρκεσίλαος.» εὔδηλον οὖν ὅτι τοῖς τοιούτοις φύσης ἐστὶν ἡ γαστὴρ μεστὴ καὶ ταύτην ὑπὸ τῆς γινομένης συντονίας ἐν τοῖς ἀφροδισίοις ἐκκρίνεσθαι συμβαίνει. Διοσκουρίδης δὲ οὕτως ἔγραψε τὴν ῥῆσιν· «Ἀρκεσιλάῳ δὲ κακὸν ὤδει τὸ φυσῶδες», ἀντὶ τοῦ «κακὸν ὤζετο τὸ φυσῶδες», ὡδὶ γεγράφθαι βουλόμενος, οἱ δʼ ἄλλοι πάντες ἀρχὴν τῆς δευτέρας ῥήσεως ἐποιήσαντο «τὸ φυσῶδες», ὡς ἐφεξῆς γέγραπται.

Τὸ φυσῶδες συναίτιον τοῖσι πιτυρώδεσι. καὶ γάρ εἰσι φυσώδεις.

Τίνας λέγει πιτυρώδεις ἄπορον εὑρεῖν, ἐάν γέ τις μή, καθάπερ Ἡροδότου καὶ Κτησίου, μόνον ὡς ἱστορίαν ἀναγινώσκῃ τὰ βιβλία τῶν παλαιῶν ἰατρῶν, ἀλλʼ ἕνεκα τοῦ πλέον τι ἔχειν εἰς τὰ τῆς τέχνης ἔργα. πολλοὶ δὲ τῶν ἐξηγητῶν ἀμελήσαντες τούτου καὶ μάλιστα οἱ τὸ σοφιστικὸν εἶδος ζηλώσαντες ἐπὶ τὸ πρόχειρον ἀφικνοῦνται τῆς ἐξηγήσεως, ὃ κατὰ τὴν τῆς λέξεως ἔνδειξίν ἐστιν, οὐκέτι βασανίζοντες ἐπὶ τῶν νοσούντων τὴν τῶν λεγομένων ἀλήθειαν. οὕτως γοῦν καὶ νῦν πιτυρώδεις λελέχθαι δεξάμενοι τοὺς πίτυρα συνεχῶς ἐν τῇ κεφαλῇ γεννῶντας ἀποδιδόναι τούτου τὴν αἰτίαν πειρῶνται, λέγοντες ὑπὸ περιττωμάτων εἰς τὴν κεφαλὴν ἀναφερομένων γίνεσθαι τὰ πίτυρα, φέρεσθαί τε αὐτά φασι πρὸς τὰ μετέωρα ὑπὸ πνεύματος θερμοῦ καὶ διὰ τοῦτο φυσώδεις εἶναι τοὺς τοιούτους. μοχθηρὸς δʼ ὁ λόγος αὐτῶν ἐστι, πρῶτον μὲν ὅτι τὸ φαινόμενον οὐκ ἔχει μαρτυροῦν· μυρίους γὰρ οἴδαμεν ἥκιστα φυσώδεις, οἷς ἐν τῇ κεφαλῇ συνεχῶς γίνονται πίτυρα· δεύτερον δὲ ὅτι, εἰ καὶ τὸ φαινόμενον αὐτοῖς ἐμαρτύρει, πάντων τῶν περιττώματα τρεφόντων θερμὰ κοινὸς ἂν ὁ λόγος ἐγίνετο, καὶ τρίτον πρὸς τούτοις, ὅτι τῆς κεφαλῆς αὐτῆς ὡς τὰ πολλὰ διὰ τὴν οἰκείαν κρᾶσίν ἐστι σύμπτωμα τὸ γεννᾶν πίτυρα κατὰ φύσιν ἐχόντων τῶν χυμῶν. εἰκότως οὖν ἔνιοι τὴν παλαιὰν γραφὴν ὑπαλλάξαντες ἔγραψαν· τὸ φυσῶδες συναίτιον τοῖσι πτερυγώδεσιν. ἐμάθετε δʼ ὅτι «πτερυγώδεις» ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν τοὺς ὁμοίως ὀρνίθων πτέρυξι τὰς ὠμοπλάτας ἔχοντας ἐκκειμένας τε καὶ προηκούσας εἰς τοὐπίσω. τούτοις οὖν φασι συναίτιον εἶναι τὸ φυσῶδες τοῦ ἐμπίπτειν εἰς τὸ πάθος ὥσπερ ἐμπίπτουσι, τουτέστιν εἰς τὴν ἀναγωγὴν τοῦ αἵματος· καὶ γὰρ εἶναι φυσώδεις αὐτούς. ὅτι μὲν οὖν εἰς τὸ ῥαγῆναί τι κατὰ τὸν πνεύμονα συναίτιόν ἐστι τὸ φυσῶδες οὐκ ἄδηλον. εἰ δὲ καὶ φυσώδεις εἰσὶν οἱ στενοθώρακες, τοῦτο διὰ τῆς πείρας βασανιστέον ἡμῖν ἐπιμελῶς. ἐμοὶ μὲν γὰρ ἐφάνησαν ὀλίγου δεῖν ἅπαντες τοιοῦτοι καὶ τάχα διὰ τὴν ἔνδειαν τῆς ζωτικῆς θερμασίας, ἣν ἐκ τῆς καρδίας ὁρμᾶσθαι μεμαθήκατε. μικρὰν οὖν ἔχοντες οἱ πτερυγώδεις καὶ οἱ στενοθώρακες τὴν καρδίαν ἀκολούθως ταύτῃ καὶ τὴν ἅπαντι τῷ σώματι θερμασίαν ἐξ αὐτῆς ἐπιρρέουσαν ἔχουσιν ἀσθενῆ. διὰ γάρ τοι τὴν ἀσθένειαν ταύτης ἐξ ἀρχῆς αὐτῆς ἡ καρδία γέγονεν, ὡς ἐμάθετε, μικρά. τινὲς δʼ οὐ «πτερυγώδεσιν», ἀλλὰ «πυρετώδεσι» γράφουσι, τὴν λέξιν ποιοῦντες τοιάνδε· τὸ φυσῶδες συναίτιον τοῖς πυρετώδεσι· καὶ γάρ εἰσι φυσώδεις. οὐκ ἀληθεύουσι δʼ οὐδʼ αὐτοὶ πάντας τοὺς πυρετώδεις φυσώδεις εἶναι νομίζοντες. ὅ γε μὴν Διοσκουρίδης, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως γράψας τὸ φυσῶδες, ὧδέ πως ἔγραψε τὴν νῦν προκειμένην ῥῆσιν· συναίτιον οἱ πτερυγώδεες, ὡς εἶναι τὸ συνεχὲς ὅλως αὐτῆς τοιόνδε· «Ἀρκεσιλάῳ δὲ κακὸν ὤδει τὸ φυσῶδες.» εἶθʼ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς· συναίτιον οἱ πτερυγώδεες· καὶ γάρ εἰσι φυσώδεες. ἅλις δʼ οὖν ἤδη καὶ τῶν φυσωδῶν, ἵνα μὴ τῷ λόγῳ μὲν ἀεὶ παραιτῶμαι τὸ γράφειν πολλά, τῷ δʼ ἔργῳ κατάφωρος γίνωμαι μηκύνων περιττῶς.

Τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἷον χιών, κρύσταλλος, καὶ συστρεπτικόν, οἷον τὰ φήρεα καὶ αἱ γογγρῶναι, συναίτιον καὶ αἱ σκληρότητες.

Εἴρηται μὲν ἐπὶ πλέον ἔν τε τῷ Περὶ ὑγρῶν χρήσιος κἀν τοῖς Ἀφορισμοῖς, ὁποία τίς ἐστιν ἡ δύναμις τοῦ ψυχροῦ. λέλεκται δέ τινα καὶ νῦν αὐτοῦ τῶν ἔργων ὡς ἐν ὑποτυπώσει χρήσιμα πρὸς τὴν τῆς καθόλου δυνάμεως εὕρεσιν. ὅσον μὲν γὰρ ἐφʼ ἑαυτῷ συνάγει καὶ πυκνοῖ καὶ πιλεῖ καὶ σφίγγει τὸ ψυχρὸν ἅπανθʼ ὅσοις ἂν πλησιάζῃ καὶ διὰ τοῦτο τάς τε ἀδήλους αἰσθήσει διαπνοὰς τῶν σωμάτων καὶ τὰς αἰσθητὰς ἐκροὰς κωλύει. οὕτως γοῦν κἀν Ἀφορισμοῖς ἔγραψεν· «ἐν τούτοισι δὲ τῷ ψυχρῷ χρῆσθαι, ὅταν αἱμορραγέειν μέλλῃ, μὴ ἐπʼ αὐτὰ, ἀλλὰ περὶ αὐτά, ὅθεν ἐπιρρεῖ,» καὶ ὅσα τούτων ἐφεξῆς εἴρηκεν ἔργα τοῦ ψυχροῦ τῆς οἰκείας δυνάμεως, ὅταν διὰ μέσου μηδενὸς ἐνεργῇ. πάλιν δʼ ὅταν εἴπῃ· «τὰ ψυχρά, οἷον χιών, κρύσταλλος, στήθει πολέμια, βηχέων κινητικά, αἱμορροϊκὰ καὶ καταρροϊκά», τὸ μὲν «στήθει πολέμια» κατὰ τὴν αὐτοῦ τοῦ ψυχροῦ δύναμιν εἶπεν, τὸ δὲ «βηχέων κινητικά, αἱμορροϊκὰ» διὰ μέσων ἑτέρων. ἐπειδὴ γὰρ εἰς ἑαυτὰ συνάγεται καὶ σφίγγεται τὰ σώματα τῶν περιεχόντων ἀγγείων τὸ αἷμα, διὰ τοῦτʼ ἐνίοτε συμβαίνει ῥήγνυσθαι τοὺς χιτῶνας αὐτῶν, ὥσθʼ, ὅπερ ὑπὸ πολλοῦ τοῦ περιεχομένου γίνεται τοῖς χαλαροῖς ἀγγείοις, τοῦτο ὑπὸ τοῦ μὴ πολλοῦ συμβαίνει τοῖς τεταμένοις. διὰ τοῦτʼ οὖν οὐχ ἁπλῶς εἶπεν ἐν τῇ προκειμένῃ ῥήσει τὸ ψυχρὸν εἶναι φλεβῶν ῥηκτικὸν, ἀλλὰ τὸ πάνυ ψυχρὸν ἔφη. ταὐτὸ δὲ τοῦτο δυνάμει κἀν τοῖς Ἀφορισμοῖς ἔγραψεν ἐν τῷ φάναι· «τὰ ψυχρά, οἷον χιών, κρύσταλλος», ἐξηγησάμενος διὰ τῶν παραδειγμάτων τίνα τʼ ἐστὶ τὰ ψυχρὰ καὶ τὸ πάνυ ψυχρόν.

πάλιν δʼ ἐν Ἀφορισμοῖς εἰπών· «ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει», νῦν εἶπε τὸ ψυχρὸν συστρεπτικὸν ἐν ἴσῳ τῷ συνακτικόν. οὕτως οὖν ἐργάζεται καὶ τοὺς ἐν τοῖς νευρώδεσι μορίοις ὄγκους, καὶ κατά γε τὰ νεῦρα τά τε γαγγλία καλούμενα καί τινας ἄλλας τάσεις τὰς μὲν προμηκεστέρας, τὰς δὲ στρογγυλωτέρας. καί μοι δοκεῖ τὰς μὲν προμηκεστέρας ὠνομακέναι φήρεα, τὰς δὲ στρογγυλωτέρας γογγρώνας, φήρεα μὲν εἰπὼν τὰ τὴν ἐμφέρειαν ἔχοντα φηρῶν — οὕτω γὰρ ὠνομάκασιν ἔνιοι τῶν Ἰώνων τοὺς σατύρους, οὓς γράφουσί τε καὶ πλάττουσι προμήκεις ἐξοχὰς ἔχοντας παρὰ τοῖς ὠσί —, γογγρώνας δὲ τὰς περιφερεστέρας ἐξοχὰς μετὰ σκληρότητος, οἷαίπερ εἰσὶν αἱ γινόμεναί τισι τῶν δένδρων ἐπιφύσεις, ἃς καλοῦσι γόγγρους, ὡς καὶ Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Περὶ φυτῶν ἔγραψε κατὰ λέξιν οὕτως· «ἔνια δὲ ἴσχει τοὺς καλουμένους ὑπό τινων γόγγρους ἢ τὸ ἀνάλογον, οἷον ἐλαία.» λέγουσι δʼ ἔνιοι καὶ νῦν ἔτι κατὰ Θετταλίαν ἀκηκοέναι τινῶν γογγρώνας ὀνομαζόντων τὰς τοιαύτας σκληρότητας, ὅταν ἐν τραχήλῳ συστῶσιν. οὐ μὴν τά γε φήρεα λέγοντός τινος οὔτʼ αὐτὸς ἤκουσα κατά τι τῶν ἐθνῶν οὔτε τινὸς ἀκηκοότος ἐπυθόμην. καίτοι τινὲς τῶν ἐξηγητῶν φασι τὸν Ἱπποκράτην φήρεα καλεῖν τὰ ἐν Φηραῖς τῆς Πελοποννήσου πλεονάζοντα. τινὲς δὲ διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν γράφοντες ἅμα τῷ φ δηλονότι φέρεά φασιν αὐτὸν ὀνομάζειν τὰ ἐν Φεραῖς τῆς Θετταλίας πολλάκις γινόμενα. τοῦ μέντοι τὰς προμήκεις ἐξοχὰς ὀνομάζειν φήρεα μαρτύριον εἶναι δοκεῖ καὶ τὸ γεγραμμένον ἐν τῷ τῶν Ἐπιδημιῶν ἑβδόμῳ κατὰ λέξιν οὕτως· «ἐπεδήμησαν βῆχες, μάλιστα δὲ παιδίοις, τὰ παρὰ τὰ ὦτα πολλοῖσιν, οἷα τοῖς σατύροις.»

τὸ δʼ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως συναίτιον καὶ αἱ σκληρότητες τοιοῦτον σημαίνει· ταῖς τῶν εἰρημένων παθῶν γενέσεσιν ὑπὸ τοῦ ψυχροῦ συναίτιόν ἐστι καὶ ἡ σκληρότης τοῦ σώματος, ἐν ᾧ συνίσταται τὰ πάθη, τουτέστιν ὅταν ὁ ἄνθρωπος ᾖ φύσει σκληρὸν ἔχων τὸ δέρμα. διὰ γὰρ τὴν αὐτὴν αἰτίαν τό τε ψυχρὸν αἴτιόν ἐστι τῆς τῶν εἰρημένων παθῶν γενέσεως τό τε δέρμα τὸ σκληρόν. ὅτι γάρ, ὡς αὐτὸς ἔφη, «τὸ ψυχρὸν δέρμα περισκληρύνει», διὰ τοῦτο τὰ τοιαῦτα πάθη γεννᾷ, διεξέρχεσθαι διʼ αὐτοῦ τῶν ὑπʼ αὐτῷ συναθροιζομένων χυμῶν μὴ δυναμένων. οἷς οὖν ἐστι φύσει σκληρὸν τὸ δέρμα, τούτοις συναίτιον καὶ αὐτὸ γίνεται τοῦ μήτε διαφορεῖσθαι τοὺς παχεῖς καὶ γλίσχρους χυμούς, ἀθροιζομένους θʼ ὑπʼ αὐτῷ τοὺς εἰρημένους σκληροὺς καὶ σκιρρώδεις ὄγκους ἐργάζεσθαι. ὅτι δὲ καὶ φλεβῶν ῥῆξις ἐν τοῖς φύσει σκληροτέροις ἔσται διὰ τὴν τοῦ ψυχροῦ βίαν οὐκ ἄδηλόν ἐστιν. εἰ γὰρ ὑπὸ τοῦ περιεχομένου κατὰ τὰς φλέβας αἵματος ἡ ῥῆξις γίνεται τῶν ἀγγείων, ἐν τοῖς τοιούτοις ἔσται μᾶλλον, ὅσα διὰ σκληρότητα δυσχερῶς καὶ μόγις ἀνευρύνεται. τὰ γὰρ ἐπὶ πλέον ἐκτείνεσθαι πεφυκότα, κἂν πολὺ τὸ περιεχόμενον ἐν αὐτοῖς ᾖ, στέγει τοῦτο μὴ ῥηγνύμενα. καὶ βῆχες δʼ ἂν εἰκότως ἐν τοῖς φύσει σκληροτέροις σώμασι γίνοιντο. λέλεκται γὰρ ὅτι τῶν μαλακῶν ῥᾷον ταῦτα τραχύνεται. γεγραφότων δέ τινων κατὰ τὴν ῥῆσιν ἀντὶ τοῦ βηχῶδες «φυσῶδες», εἰπεῖν τι καὶ περὶ τούτου προσήκει. φαίνεται γὰρ ὁσημέραι τὰ κατὰ τὴν γαστέρα πνεύματος φυσώδους ἐμπιπλάμενα τοῖς ψυχθεῖσιν, ἀλλʼ ἥ γε παλαιὰ γραφὴ τῆς ῥήσεως οὐ τὸ «φυσῶδες», ἀλλὰ τὸ βηχῶδες ἔχει καὶ κατὰ τοὺς Ἀφορισμούς, ὡς ἔφην ἄρτι, τῶν ψυχροτάτων ὑλῶν ἐν παραδείγματι μνημονεύσας, οὐ προσέθηκεν αὐταῖς τὸ φυσῶδες. «τὰ» γὰρ «ψυχρά», φησίν, «οἷον χιών, κρύσταλλος, στήθει πολέμια, βηχῶν κινητικά, αἱμορροϊκὰ καὶ καταρροϊκά». διδάσκει δὲ καὶ κατὰ τὴν νῦν προκειμένην ἡμῖν ῥῆσιν καὶ κατὰ τὸν εἰρημένον Ἀφορισμὸν οὐχ ἁπλῶς ὅσα γίνεται διὰ τὸ ψυχρόν, ἀλλʼ ὅσα διὰ τὸ λίαν ψυχρόν, ἐνταῦθα μὲν εἰπὼν τὸ ψυχρὸν πάνυ φλεβῶν ῥηκτικόν, ἐν δὲ τοῖς Ἀφορισμοῖς τὸ «οἷον χιών, κρύσταλλος». ὅτι δὲ μετέχειν τινὸς δεῖται θερμασίας τὰ φυσώμενα, καθάπερ γε καὶ τὰ ξηραινόμενα, πολλάκις ἤδη μεμαθήκατε.

Τὸ μετʼ οὔρησιν σύναγμα παιδίοισι μᾶλλον, ἆρα ὅτι θερμότερα;

Ὅτι μὲν ὁ λόγος ὅδε περὶ τῶν λιθιώντων παιδίων ἐστὶν ἅπαντες εἰρήκασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, οὐ μὴν τὸ διὰ τί προσέθηκε τὸ μετʼ οὔρησιν, ἐνὸν ἁπλῶς γράψαι τὸ σύναγμα παιδίοισιν, ἐπεσκέψαντο, καθάπερ οὐδὲ διὰ τί τὸν ἀπορητικὸν σύνδεσμον προσέθηκεν, οὐχ ἁπλῶς εἰπὼν τὸ «σύναγμα παιδίοισιν, ὅτι θερμότερα». τὸ γὰρ ἆρα ὅτι θερμότερα τοῦ μὴ τολμῶντος ἀποφήνασθαι βεβαίως ἐστὶν ἐνδεικτικόν. καίτοι γε ἐν τοῖς Ἀφορισμοῖς ἁπλῶς ἔφη· «τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν.» τὸ μὲν οὖν ὄνομα τοῦ συνάγματος ἐν μόνῳ τῷ ἑβδόμῳ τῶν Ἐπιδημιῶν εὗρον, εἰπόντος τοῦ γράψαντος αὐτό· «καὶ σύναγμα ἐφαίνετο ἐν τῷ χερνίβῳ.»

διὰ τί δὲ τὸ μετʼ οὔρησιν ἢ διὰ τί τὸ ἆρα προσέθηκεν ἑξῆς ἐπισκεψόμεθα, καὶ πρῶτόν γε τὸ περὶ τῆς ἀπορίας, εἰ καὶ δεύτερον γέγραπται. ἤτοι τοίνυν ἔτι μὲν ἀπορῶν ἔγραψε ταῦτα, τῷ χρόνῳ δὲ εὑρών τινα ἀπόδειξιν ἀπεφήνατο περὶ τῆς τῶν αὐξανομένων κράσεως, ἢ, ὅπερ ἄμεινόν ἐστι καὶ διώρισται πρὸς ἡμῶν ἔν τε τοῖς Περὶ κράσεων ὑπομνήμασι κἀν τοῖς Εἰς τοὺς Ἀφορισμούς, οὐχ ἁπλῶς ἐστι θερμότερος ὁ παῖς τοῦ ἀκμάζοντος, ἀλλὰ τῷ συμφύτῳ θερμῷ θερμότερος. ἐδείχθη δὲ τούτου θερμότερον ἁπλῶς τὸ μὴ σύμφυτον, ᾧ πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. ὥστʼ εἰκὸς ἦν μᾶλλον ὑπὸ τούτου τοῦ θερμοῦ πήγνυσθαι τὸν ἐν τῇ κύστει λίθον. διὰ τοῦτο μὲν οὖν εἰκότως ἀπορεῖ· τὸ δʼ ἀληθές ἐστι λίθους τοῖς παιδίοις ἐν τῇ κύστει γίγνεσθαι διὰ τὸ πάχος τῶν οὔρων. ὅτι μὲν οὖν οὐρεῖται παχύτατα τοῖς παιδίοις οὖρα καὶ τοῖς πρὸ ἡμῶν ἅπασιν ἰατροῖς ὡμολόγηται. διὰ τί δὲ οὐρεῖται τοιαῦτα, αὐτὸ καθʼ αὑτὸ μὲν ἄξιον ἐπισκέψεώς ἐστιν, εἰς δὲ τὸ προκείμενον οὐδὲν συντελεῖ. τὸ γὰρ οὐρεῖσθαι παχέα καὶ φαινόμενον σαφῶς καὶ πράγμασιν ὡμολογημένον. τὸ γάρ τοι πάχος τοῦτο συνιστάμενόν τε καὶ ἀθροιζόμενον, ὅταν ἅπαξ ποτὲ μὴ κατὰ τὸν προσήκοντα καιρὸν ἐκκριθὲν ἔνδον ἐπὶ πλέον μείνῃ, συστάσεώς τε καὶ πήξεως ἀρχὴν λαμβάνει. γενομένης δὲ τοιαύτης ἀρχῆς, ἑτοίμως λοιπόν, ὅσονπερ αὖθις εἰς τὴν κύστιν ἀφικνεῖται παχύ, προσπλάττεται τοῦτο καὶ γίνεται μείζων ὁ πωρώδης λίθος, ὥσπερ ἐκτὸς ἔν τε τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν ὁρᾶται συνιστάμενος ἔν τε τοῖς ἀγγείοις, ἐν οἷς ὕδωρ ὁσημέραι θερμαίνεται. τὸ τοίνυν πάχος τῶν οὔρων τὴν πρώτην τε καὶ μεγίστην αἰτίαν ἔχει τῆς τῶν λίθων γενέσεως. ἡ δὲ θερμότης ἀρκεῖ καὶ σύμμετρος οὖσα πρὸς τὴν τῆς τοιαύτης ὕλης γένεσιν, ἀμέλει κἀν τοῖς θερμοῖς αὐτοφυέσιν ὕδασι, κἂν χλιαρώτερα τῶν συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. διὰ τοῦτʼ οὖν μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης προσθεῖναι τὸ ἆρα, διότι καὶ ἡ τοσαύτη θερμότης, ἣν ἔχει παιδία φύσει, συνεργεῖ τι πρὸς τὴν πῆξιν, οὐ μὴν αὐτή γε τὸ πλεῖστον, ἀλλʼ ἡ τῆς ὕλης ποιότης, ἐξ ἧς ὁ λίθος γίνεται, τῆς συστάσεως αὐτῆς τὴν αἰτίαν ἔχει.

διὰ τί οὖν προσέθηκε τὸ μετʼ οὔρησιν καὶ οὐχ ἁπλῶς εἶπε τὸ σύναγμα παιδίοισιν; ὅτι περὶ τῶν ἐν τῇ κύστει λίθων τὸν λόγον ποιεῖται νῦν, οὐ τῶν ἐν τοῖς νεφροῖς. γίνεται δὲ ἡ σύστασις τῶν μὲν ἐν τῇ κύστει μετὰ τὴν οὔρησιν, τῶν δʼ ἐν τοῖς νεφροῖς πρὸ τῆς οὐρήσεως. ἴσμεν δὲ τὰ μὲν παιδία τοὺς ἐν τῇ κύστει λίθους γεννῶντα, τοὺς παρακμάζοντας δὲ τοὺς ἐν τοῖς νεφροῖς. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔφην, ὅτι μὲν οὕτως ἔχει ταῦτα, μαρτυρεῖ τὸ φαινόμενον αὐτό. τίς δʼ ἐστὶν ἡ αἰτία, κατὰ σχολὴν ἔξεστι ζητεῖν. ὥσθʼ ἡ μὲν ἐξήγησις ἤδη πεπέρανται· τὴν δʼ αἰτίαν ὥσπερ ἐπὶ τῶν ἔμπροσθεν, οὕτω καὶ νῦν ἐκ περιουσίας ἐρῶ, πρότερόν γε μεμψάμενος τοῖς εἰποῦσι διὰ τοῦτο γίνεσθαι τοῖς παιδίοις τοὺς λίθους, ὅτι στενόπορα διὰ μικρότητα τῶν ἀγγείων εἰσίν. ἐχρῆν γάρ, ὅσον ἐπὶ τούτῳ, τοὺς ἐν τοῖς νεφροῖς λίθους μᾶλλον γίνεσθαι τοῖς παιδίοις· στεναὶ γὰρ αἱ κατʼ ἐκείνους διέξοδοι. τῆς κύστεως δʼ ὁ τράχηλος εὐρύς ἐστιν εἰς τοσοῦτον τοῖς παιδίοις, ὡς πάσης ὕλης πάχος ἑτοίμως αὐτοῦ διεξέρχεσθαι. μή ποτʼ οὖν οὐδὲ ἐπὶ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν ἡ στενότης τῶν ἐν νεφροῖς πόρων αἰτία τῆς τῶν λίθων γενέσεώς ἐστιν, ἀλλὰ τό τε τῶν ἐνεργειῶν ἀσθενὲς καὶ τὸ τῶν παχέων χυμῶν ἀκατέργαστον. ἐπὶ μὲν γὰρ τῶν παιδίων, ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν, κέχυταί τε καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν, ἐπὶ δὲ τῶν προηκόντων κατὰ τὴν ἡλικίαν συνῆκται. φαίνεται δὲ κἀπὶ τῶν ἐκτός, ὅσα παχέα φύσει διά τινων λεπτῶν διηθεῖν βουλόμεθα, τὰ μὲν ὑπὸ θερμασίας χυθέντα διεξερχόμενα ῥᾳδίως, τὰ δὲ ἄτηκτά τε καὶ ἄχυτα μὴ διεξιόντα. παραδείγματα δὲ τῶν τοιούτων ὑλῶν πίττα καὶ ῥητίνη καὶ στέαρ καὶ κηρὸς καὶ μέλι. τῶν παίδων οὖν ἐχόντων πολὺ τὸ ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυράς, τὸ πάχος τῆς ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης. ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε νευρώδης ἐστὶ καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει, συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς αὐτὴν πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίζῃ. καὶ μὴν καὶ γλίσχρον εἰκὸς αὐτὸ μᾶλλον εἶναι τοῖς παιδίοις τῷ κατειργάσθαι μᾶλλον ὑπὸ τῆς ἐμφύτου θερμασίας· ὅσα γὰρ ὑπὸ τῆς θερμότητος ἀλλοιοῦται πεττόμενα προσλαμβάνει τινὰ τῷ χρόνῳ γλισχρότητα, κἂν ἐξ ἀρχῆς μηδεμίαν ἔχῃ, καὶ διὰ τοῦτο δὴ μᾶλλον ἑνοῦταί τε καὶ συνίσταται καὶ πήγνυται. τῶν γὰρ ἴσον ἐχόντων πάχος ἐπιτηδειότερον εἰς ἕνωσίν τε καὶ σύστασιν καὶ πῆξίν ἐστι τὸ γλισχρότερον. ἐπεὶ τοίνυν ἔνια τῶν οὐκ ἀναγκαίων εἰς τὴν προκειμένην ῥῆσιν ᾐτιολόγηται, προσθῶμεν ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις αἰτίαν. ἔστι δὲ ἥδε τό τʼ ἀδδηφάγον αὐτῶν καὶ τὸ μετὰ τροφὴν κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα, τοῖς δὲ θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. παχὺ γὰρ φύσει τὸ γάλα καὶ πρὸς λίθων γένεσιν ἐπιτηδειότατον, ἀμέλει καὶ τῶν τελείων τοῖς πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ λίθους ἐν νεφροῖς γεννωμένους ἔγνωμεν πολλάκις.

Τὰ σχήματα τὰ ῥηΐζοντα, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων καὶ στρέφων, ὑπεροδυνάων κατακείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο καὶ ἐρρήισεν.

Αὐτὸ μὲν τὸ λεγόμενον εὔδηλόν ἐστιν. αἰτίαν δὲ αὐτοῦ χαλεπὸν εἰπεῖν, ὅτι μηδὲν ὁ Ἱπποκράτης ἔγραψε, καίτοι δυνάμενος, ἤτοι γε ἐξαιφνίδιον αὐτῷ γενέσθαι τὴν ὀδύνην εἰπὼν ἢ κατὰ βραχὺ λαβεῖν τὴν αὔξησιν ἄρξασθαί τε ἐνεργοῦντι περὶ τὴν τῶν κλημάτων πλοκὴν ἢ μετʼ αὐτὴν εὐθέως ἢ κατʼ ἄλλον τινὰ χρόνον τῆς ἡμέρας ἢ τῆς νυκτός. ἀλλʼ οὐδὲ τί μόριον ἦν, ᾧπερ ἡ ὀδύνη, λέλεκται. τὴν χεῖρα δὲ ἡγοῦνται διὰ τὸ τοῦ παττάλου λαμβανόμενον αὐτὸν ὠφεληθῆναι. εἰ μὲν οὖν ἐκοπώθη στρέφων αὐτὸς τὰ κλήματα, ἀπίθανον οὐκ ἂν εἴη διὰ σχήματος αὐτὸν τοιούτου ῥαΐσαι. τὸ γὰρ ἀνώδυνον τῆς χειρὸς σχῆμα δέδεικται διά τε τοῦ Περὶ ἀγμῶν καὶ τοῦ Κατʼ ἰητρεῖον, ὁποῖόν ἐστιν. εἰ δέ τις ἐν τῷ περιστρέφειν τὴν χεῖρα διαστροφὴ μυὸς ἐγένετο περὶ τὸν ἄνθρωπον ἢ καὶ πνεῦμα φυσῶδες ἐναπελείφθη μεταξὺ δυοῖν μυῶν οὐκ ἔχον διέξοδον, εἰκὸς ἦν ἐν ἐπιτηδείῳ σχήματι, καθʼ ὃ κενωθῆναι ξυνέβη τὸ πνεῦμα, ῥαΐσαι τὰ περιωδυνῶντα.

Ὃν ἐξ ὀρειτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτοῦντα τὰ σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴσχετο.

Ὀρειτύπους ὀνομάζουσιν οἱ Ἕλληνες τοὺς ὁτιοῦν ἐκ τῶν ὀρῶν εἰς τὴν πόλιν καταφέροντας, οἷον ξύλα καὶ λίθους ἤ τι τοιοῦτον. γεγραφότος δὲ τοῦ Ἱπποκράτους οὐχ ἁπλῶς οὕτως· «τὸν ὀρειτύπον ἐθεασάμην ῥιπτοῦντα τὰ σκέλη», προσθέντος δὲ τῷ λόγῳ τὴν «ἐξ» πρόθεσιν καὶ γράψαντος τὸ ἐξ ὀρειτυπίης, ἐμφαίνεταί πως ἐξ ἀρχῆς αὐτῆς τῆς κατὰ τὴν ὀρειτυπίαν ἐνεργείας πληγῆναι τὸν κατὰ τὴν ὀσφὺν νωτιαῖον ὁ ἄνθρωπος, ἀφʼ οὗ πέφυκε τὰ κινοῦντα τὰ σκέλη νεῦρα. καὶ γάρ τοι τὸ παρὰ τὴν γέφυραν ἱκανὸν ἦν γεγράφθαι μόνον εἰς ἀνάμνησιν αὐτῷ τοῦ παθόντος, ὡς μηδὲν δεῖσθαι τῆς τέχνης. περιττὸν δὲ ἴσως ζητεῖν, ἐκ τίνος αἰτίας ἔπαθεν ὁ ἄνθρωπος ἐκεῖνος τὰ σκέλη, καθάπερ γε καὶ ὅ, τι δηλοῦται διὰ τοῦ φάναι σκέλεα ῥιπτοῦν τα, πότερον ἀκίνητα ἀλγεῖν, μὴ πάσχοντα — καὶ γὰρ τοῦτʼ εἴρηταί τισιν ἀπιθάνως — ἢ, ὅπερ ἐστὶ πιθανώτερον, ἀκρατῶς ἔχοντα τῶν σκελῶν ἐν τῷ βαδίζειν, ὥσθʼ ὁμοίαν γίνεσθαι τὴν περιφορὰν αὐτῶν τοῖς ῥίπτουσι πρὸς τὴν ἔξω χώραν οὐκ ἰσχυρῶς αὐτά. ἀλλʼ οὐδʼ ὅτι κνήμας ἤτοι γε ἀμφοτέρας ἢ τὴν ἑτέραν ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα φέρει τινὰ τοῖς ἀκούσασιν ἡμῖν ὠφέλειαν, ὥσπερ οὐδὲ αὐτῷ τῷ Ἱπποκράτει πρὸς ἀνάμνησιν. οὐ γὰρ σπανίως, ἀλλὰ πολλάκις φαίνεται τὰ τοιαῦτα γινόμενά τε καὶ γινωσκόμενα σαφῶς τοῖς ἰατροῖς ἅπασιν. τί δὴ οὖν ἐστι, διʼ ὃ τοῦτʼ ἔγραψεν, ἐγὼ πειράσομαι δηλῶσαι, τὴν ὅλην ῥῆσιν εἰπὼν πρότερον ἑτέρᾳ λέξει σαφεστέρᾳ τε καὶ συντομωτέρᾳ τῶν περιττῶν ἀφαιρεθέντων· «παραλυόμενός τις τὰ σκέλη τὰ μὲν κατὰ μηροὺς ἐλεπτύνετο μᾶλλον τῶν κατὰ τὰς κνήμας. οὖρα μέντοι καὶ γονὴ οὐκ ἐπεσχέθησαν αὐτῷ.» τοῦτʼ οὖν ἐστι χρήσιμον εἰς τὸ γινώσκειν ἡμᾶς, ἀλλʼ ἴσως ἐρήσεταί τις, τί φησιν ὃ γέγραπται κατὰ τὸ Περὶ τῶν ἄρθρων βιβλίον· «ἐπεί τοι πολὺ πλέονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷς ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε εἴσω μήτε ἔξω, σεισθῶσι δὲ ἰσχυρῶς εἰς τὴν εὐθυωρίαν τῆς ῥάχεως.» ἐκ ταύτης τῆς ῥήσεως ὁρμηθέντες τινὲς ἀπεφήναντο διὰ τῶν νεύρων παράλυσιν ἐπὶ τοῦ νωτιαίου πάθει γίνεσθαι ταῦτα τὰ συμπτώματα, μὴ προσέχοντες, ὅτι τῶν σπονδύλων μετακινηθέντων ἐκ τῆς κατὰ φύσιν ἕδρας καὶ τῷ τῆς συμπαθείας λόγῳ φλεγμονὰς μὲν τὸ πρῶτον, ὕστερον δὲ καὶ σκιρρώδεις ὄγκους ἐγρασαμένων περὶ τὴν κύστιν καὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον αἱ φυσικαὶ τῶν ὀργάνων τούτων ἐνέργειαι βλάπτονται, διʼ ἃς ἴσχεται τὰ πρότερον ὑπʼ αὐτῶν ἐκκρινόμενα. τῶν μέντοι νεύρων βλαβέντων μόνων ἄνευ τοῦ συμπαθῆσαί τι τῶν εἰρημένων ὀργάνων οὐ τὰς φυσικὰς ἐνεργείας, ἀλλὰ τὰς προαιρετικὰς συμβαίνει κακοῦσθαι. καὶ διὰ τοῦτο χωρὶς προαιρέσεως ἐκρεῖ τὸ οὖρον αὐτοῖς καὶ ἡ κόπρος, ὅταν γε συντελεσθῇ τῶν νεύρων ἡ παράλυσις, ὅσα φέρεται πρὸς τοὺς ἐπὶ τοῖς πέρασι τῆς κύστεως καὶ τοῦ ἀπευθυσμένου μῦς, ὑφʼ ὧν κλείεταί τε καὶ σφίγγεται τὸ στόμιον ἑκατέρου τῶν ὀργάνων. ὅτι μὲν οὖν οὐκ ἐπεσχέθη τῷ ὀρειτύπῳ τὰ οὖρα, λέλεκται κατὰ τὴν ῥῆσιν· εἰ δʼ ἀπροαιρέτως ἢ κατὰ προαίρεσιν ἀπεκρίνετο, τοῦτʼ οὐκέτι προσέθηκεν. εἰ μὲν οὖν σύγγραμμα πρὸς ἔκδοσιν ἦν τὸ βιβλίον, ἐκ τοῦ μὴ προσγεγράφθαι δῆλον ἦν, ὡς οὐδὲ ἐγένετο — πάντως γὰρ ἂν ἐδήλωσεν αὐτό. μὴ γεγραμμένου δʼ οὕτως, ἀλλʼ, ὡς εἴρηται πολλάκις, ἐν ὑπογραφῇ πρὸς ἀνάμνησιν … . οὐδὲ γὰρ οὐδὲ περὶ τῶν διαχωρημάτων ἔγραψέ τι. καίτοι καὶ ταῦτα ἀναγκαῖόν ἐστιν ἢ οὐδʼ ὅλως ἐπεσχῆσθαι, ἀλλὰ τοῖς οὔροις ὡσαύτως ἀκουσίως ἐκρεῖν ἢ κατὰ προαίρεσιν ἀποκρίνεσθαι. ἀλλʼ εἰκὸς αὐτὸν εἰς ἀνάμνησιν ὧν εἶδεν ἀρκεσθῆναι τῷ περὶ τῶν οὔρων ῥηθέντι, τῆς γε τῶν ἀποπατημάτων κενώσεως ὡσαύτως τοῖς οὔροις γενομένης. εἰ μὲν γὰρ ἐναντίον τι περὶ τὴν ἑτέραν αὐτῶν ἐγεγόνει, πάντως ἂν ἐπεσημήνατο. τῶν δʼ αὐτῶν αὐτοῖς ἀκολουθησάντων οὐκ ἦν ἀναγκαῖον ἀμφοτέρων μνημονεύειν. ἀλλʼ οὐδὲ γονή, φησίν, ἴσχετο. φυσικὴ γάρ ἐστι καὶ ἡ ταύτης κένωσις, ὥσπερ καὶ ἡ τῶν οὔρων τε καὶ σκυβάλων. διὰ τί δὲ βουληθέντες μὲν ἀφροδισιάζειν ἐπʼ αὐτὴν ἀφικνοῦνται, μὴ βουληθέντες δʼ οὐκ ἔρχονται, μακροτέρῳ λόγῳ καὶ ἐν τοῖς περὶ τῶν ἀπόρων κινήσεων λογισμοῖς εἴρηται.

Ὅσαι πτερυγώδεες φύσιες πλευρέων διʼ ἀδυναμίαν τῆς ἀφορμῆς ἐπὶ τοῖσι κατάρροισι τοῖσι κακοήθεσι, καὶ ἢν ἔκκρισις εἴη, καὶ ἢν μὴ εἴη, κακόν.

Τίνας μὲν ὀνομάζουσιν οἱ ἰατροὶ πτερυγώδεις ἔμπροσθεν εἴρηται. μεμαθήκατε δὲ καὶ ὅτι πρὸς φθίσιν ἐπιτήδειοι τυγχάνουσιν ὄντες οἱ τοιοῦτοι διὰ τοῦ τρίτου τῶν Ἐπιδημιῶν. ἀφορμὴν δὲ λέγειν εἴωθεν ὁ Ἱπποκράτης καὶ σχεδὸν ἅπαντες οἱ παλαιοὶ πᾶσαν ὕλην πράγματος, ἀφʼ ἧς ὁρμὴ γίνεται πρὸς τὰς ἐφεξῆς ἐνεργείας, εἴτε ἀργύριον εἴτε τις ἄλλη κτῆσις, εἴτε δύναμις εἴη τις, εἴτε χωρίον, εἴτε πίστις, εἴτε πρᾶξις, εἴτε αἴτιον, εἴθʼ ὁτιοῦν ἁπλῶς ἄλλο. τινὲς δʼ οἴονται τοὺς πρωτοπαθοῦντας τόπους ἄλλων ἀφορμὰς ὀνομάζειν αὐτὸν, ἀποδείκνυσθαί τε τοῦτό φασι διὰ τῆσδε τῆς ῥήσεως· «τὰς ἀφορμάς, ὁκόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτός, εἴτε πλευροῦ.» καὶ τοῦτο τὸ σημαινόμενόν ἐστιν ἐν ἐκείνῳ περιεχόμενον, ᾧ πρόσθεν εἶπον, ὄντι καθόλου πολλῶν τοιούτων κατὰ μέρος. οἱ μὲν γὰρ ῥήτορες, ὥσπερ γε καὶ οἱ ἱστορικοὶ καὶ οἱ φιλόσοφοι ἀφορμὰς τῶν ἀνθρώπων ἐνεργείας εἰρήκασιν, ὡς ἂν καὶ περὶ τούτων διαλεγόμενοι. μετενήνεκται δʼ ὑφʼ Ἱπποκράτους τοὔνομα, καθάπερ καὶ τὰ ἄλλα πολλὰ τῶν φυσικῶν ἐνεργειῶν τε καὶ παθῶν, ἐν οἷς ἅπασι κοινόν ἐστι τὸ «ὁκόθεν ἤρξατο γενέσθαι». νῦν μὲν γὰρ ἐπὶ τῆς εἰρημένης ῥήσεως ὁ Ἱπποκράτης «ὁκόθεν ἤρξατο κάμνειν» ἔφη, δύναται δὲ ὡσαύτως λέγεσθαι καὶ τὸ «ὁκόθεν ἤρξατο» πλωΐζεσθαι, πολεμεῖν, εἰρηνεύειν, μάχεσθαι, φιλεῖν ἀλλήλους, μισεῖν, τυραννεῖν καὶ πᾶν ὁτιοῦν ἄλλο τοιοῦτον.

καὶ νῦν οὖν τὴν πρώτην ἀρχὴν τοῦ πτερυγώδη τινὰ γενέσθαι λελέχθαι πρὸς Ἱπποκράτους ἀφορμὴν δήπουθεν οὐκ ἄν τις ἄπο τρόπου φαίη. τίς οὖν ἐστιν αὕτη; τῆς ἐμφύτου θερμασίας, ἥτις ἐκ τῆς καρδίας ἔχει τὴν ἀρχὴν, ἡ ἀρρωστία. μεμάθηκας δʼ, ὥσπερ ἐγκεφάλῳ μεγάλῳ μὲν ὑπάρχοντι κεφαλὴ συναύξεται, σμικρῷ δʼ ὄντι συνσμικρύνεται, κατὰ τὸν αὐτὸν λόγον καὶ τῇ καρδίᾳ συναύξεσθαί τε καὶ συμμειοῦσθαι τὸν θώρακα, τὴν καρδίαν δὲ αὐτὴν σμικρὰν γίνεσθαι πρὸς τῆς ἀρρωστίας τῆς ζωτικῆς δυνάμεως, ἧς οὐσίαν εἶναι τὸ ἔμφυτον θερμόν. ὅταν οὖν ἄρρωστος αὐτὴ φύσει τινὶ γένηται ἐξ ἀρχῆς, τουτέστιν ἐκ τῆς πρώτης διαπλάσεως, ἀναγκαῖόν ἐστι καὶ τὴν καρδίαν γενέσθαι μικρὰν καὶ τὸν θώρακα. τοῦ δὲ τρεῖς ἀρχὰς εἶναι τὰς διοικούσας τὸ ζῷον ἔμαθες τὰς ἀποδείξεις ἐν τῇ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων πραγματείᾳ. τοὺς δʼ οἰηθέντας ἀφορμὰς λέγεσθαι τοὺς πρωτοπαθοῦντας τόπους πολλὰ περί τε τὴν ἐξήγησιν τῆς προκειμένης ῥήσεως εὑρήσεις ἁμαρτάνοντας κἀν τῷ προσυπακούειν ἡμᾶς ἀξιοῦν οὐ λέξιν τινὰ μίαν, ἀλλὰ λόγον ὅλον, ὡς εἰ καὶ οὕτως ἡ ῥῆσις εἴρητο· ὅσαι πτερυγώδεες φύσιες πλευρέων διʼ ἀδυναμίαν τῆς ἀφορμῆς ἐν τοῖσι κατάρροισι τοῖσι κακοήθεσι, μάλιστα φθίσεσιν ἁλίσκονται καὶ ἢν ἔκκρισις εἴη καὶ ἢν μὴ εἴη, κακόν. …

Ἐπὶ τοῖσι κατάρροισι τοῖσι κακοήθεσιν καὶ εἰ ἔκκρισις εἴη, καὶ εἰ μὴ εἴη, κακόν.

Πολλῶν εἰρημένων τοῖς ἐξηγηταῖς εἰς τήνδε τὴν ῥῆσιν αὐταρκές ἐστι τὸ δοκοῦν ἀληθέστατόν γʼ ἐμοὶ καὶ ὠφελιμώτατον εἶναι τοῖς μανθάνουσι τὴν ἰατρικὴν τέχνην ὑποτυπῶσαι μόνον ὡς οἷόν τε διὰ βραχυτάτων. τοὺς τοίνυν ἀπὸ κεφαλῆς εἰς τὸν πνεύμονα γινομένους κατάρρους τηνικαῦτα νομιστέον εἶναι κακοήθεις, ὅταν λεπτὰ καὶ διαβρωτικὰ ταῖς δυνάμεσιν ᾖ τὰ καταρρέοντα. ταῦτʼ οὖν οὔτε μένειν ἐν τῷ πνεύμονι προσήκει, μέχρι περ ἂν πεφθέντα παχυνθῇ, καθάπερ τὰ ἄλλα ῥεύματα τὰ λεπτὰ μὲν, οὐκ ἔχοντα δὲ τὸ διαβρωτικόν τε καὶ δύσπεπτον, οὔτʼ εὐθέως ἐκκρίνεσθαι. μένοντα γὰρ ἔνδον οὐ πέττεται ῥᾳδίως καὶ φθάνει γε τὸ σπλάγχνον ἑλκοῦν, ἐκκρινόμενα δὲ βῆχας ἐργάζεται συντόνους, ἐφʼ αἷς ἥ τε κεφαλὴ πληροῦται αὐτή τε πάλιν καταπέμπει τῷ πνεύμονι κατάρρουν, εἰς κίνδυνόν τε τοῦ ῥαγῆναί τι τῶν κατʼ αὐτὸν ἀγγείων ἀφικνεῖται διὰ τὴν ἐπὶ τῇ βηχὶ συντονίαν εἰωθυῖαν γίνεσθαι τοῖς μὴ ῥᾳδίως ἀναπτύουσι τὰ ἐκ τοῦ πνεύμονος ὑγρὰ λεπτὰ καὶ ὑδατώδη κατὰ τὴν σύστασιν ὄντα. γίνεται μὲν γὰρ ἡ ἄνοδος αὐτοῖς ἀναφερομένοις ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἐκπεμπομένου πνεύματος, ὅταν δʼ ᾖ λεπτὰ καὶ ὑδατώδη, περισχίζεταί τε ταῦτα καὶ ἀντικαταφέρεται, μὴ φθάνοντα διεξελθεῖν ὅλην τὴν τραχεῖαν ἀρτηρίαν. ἀληθὲς οὖν ἐστι τὸ βλάβην ἕπεσθαι καὶ μένουσι κατὰ τὸν πνεύμονα τοῖς τοιούτοις ὑγροῖς καὶ κενουμένοις.

Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος καὶ διὰ νώτου τότε ἐς κεφαλήν. ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν. φρίσσουσι τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδον, οἷον πήχεων, μηρῶν. ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν, δηλοῖ δὲ ἡ θρίξ. ἀφʼ ὧν δὲ ἄλλων ῥιγέουσιν, ἴσως ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων.

Τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐξηγήμεθα κατά τε τοὺς Ἀφορισμοὺς καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν. τὸ δʼ ἐπὶ τῇ τελευτῇ προσκείμενον οὐκ ὀλίγα πράγματα παρέσχηκε τοῖς ἐξηγησαμένοις τὸ βιβλίον. ἄλλος γοῦν ἄλλως αὐτὰ γράφει, δηλοῦντες ἅπαντες, ὡς οὐχ οἷόν τʼ ἐστὶ πιθανῶς ἐξηγήσασθαι τὴν ῥῆσιν, ἐάν γε τὴν ἀρχαίαν φυλάττῃ τις γραφήν. ἐκείνη μὲν οὖν ἐστι τοιάδε· ἀφʼ ὧν δὲ ἄλλων ῥιγέουσιν, ἴσως ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων. ἐξ αὐτῆς δέ τινες τὸ ἴσως ἑλκέων ὑπαλλάξαντες ἔγραψαν «ὡς ἑλκέων», ἵνʼ ᾖ παράδειγμα τοῦτʼ αὐτὸ τῶν ἄλλων. οὐ γὰρ ἀφʼ ἑλκῶν μόνον, ἀλλὰ καὶ ἀποστημάτων εἰς πῦον μεταβαλόντων ῥιγοῦσι. καὶ μέντοι καὶ καυθέντες τινὲς καὶ τμηθέντες ἐρρίγωσαν ἐπί τε τῇ καύσει καὶ τῇ τομῇ. τινὰς δʼ ἐθεασάμην διὰ δριμὺ φάρμακον ἐπιτεθὲν ἕλκει ῥιγώσαντας. ἀλλὰ πάντα τὰ τοιαῦτα ῥίγη φαινόμενον ἔχει τὸ προκατάρχον αἴτιον. ἕτερα δʼ ἐστὶν ἐν τριταίοις καὶ τεταρταίοις πυρετοῖς καὶ πολλάκις ἅμα κρίσει γινόμενα χωρὶς αἰτίας φανερᾶς, ἐφʼ ὧν φασιν εἰρῆσθαι τὸ ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον καὶ τὰ ἄλλα ἐφεξῆς. καίτοι γε τοῦτο πρῶτον αὐτὸ θαυμάσειεν ἄν τις, ὅπως ἐν τοῖς Ἀφορισμοῖς, ἔνθα μάλιστα τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται, καὶ τὸν περὶ τοῦ ῥίγους λόγον ἔγραψεν ἀποφηνάμενος καθόλου, χωρὶς διορισμοῦ τοῦ νῦν ἐν τῇ προκειμένῃ ῥήσει διδασκομένου. φαίνεται γάρ, εἰ ταύτῃ τις προσέχει τὸν νοῦν, οὐ πάντα τὰ ῥίγη καθʼ ἕνα τρόπον γίνεσθαι δοξάζων ἐν τῷ λέγειν· ἀφʼ ὧν δὲ ἄλλων ῥιγέουσιν, οἷον ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, πρὸς τῷ καὶ αὐτὸ τοῦτο ἐκ τῶν ἀγγείων ἄρχεσθαι φάναι τὸ ῥῖγος οὐκ ἔχειν ἀντιδιαίρεσιν τοῖς προειρημένοις. ἔνεστι γοῦν λέγειν, ὡς ἐκ τῶν ἀγγείων μὲν ἄρχεται τὰ ῥίγη πάντα, τουτέστι τῆς ἐν αὐτοῖς κακοχυμίας, ἀλλὰ φρίττει πρῶτον μὲν ὀσφὺς καὶ τὰ κατὰ νῶτον, ἔπειτα δὲ καὶ τὰ ἄλλα. διὰ τοῦτʼ οὖν ἔνιοι μὲν μεταγράψαντες τὴν παλαιὰν γραφὴν οὕτως ἐτύπωσαν τὴν λέξιν· ἀφʼ ὧν δὲ ἄλλων ῥιγέουσιν, ὡς ἑλκέων, ἄρχεται ἐκ τῶν ἀγγείων, ἵνʼ ὁ λόγος ᾖ τοιοῦτος· ὅσα μὲν ἄνευ τόπου πεπονθότος γίνεται ῥίγη, τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνει, τὰ δʼ ἄλλα τῶν πεπονθότων ἀφορμᾶται μορίων, ἅπερ δὴ καὶ αὐτοῦ τοῦ ῥίγους ἐστὶν ἡ αἰτία. τινὲς δʼ ἀντὶ τῶν ἀγγείων ἔγραψαν «ἐναντίων», ἵνʼ, ἐφʼ ὧν ἂν ὁ πεπονθὼς τόπος αἴτιος γίνηται τοῦ ῥίγους, ἕλκων ἐφʼ ἑαυτὸν, ὥς φασι, κατʼ ἐκεῖνον τὸν χρόνον ἐν ᾧ ῥιγοῦσι τὸ ἐκ παντὸς τοῦ σώματος αἷμα, φανεῖται τὸ ῥῖγος ἐκ τῶν «ἐναντίων» τοῖς πεπονθόσι μορίοις ἀρχόμενον, «ἐναντία» καλοῦντος αὐτοῦ τοῖς μὲν ἄνω τὰ κάτω, τοῖς δʼ ἀριστεροῖς τὰ δεξιά. δῆλον οὖν γέγονε τοῖς γε προσέχουσι τὸν νοῦν ὡς ἐξ αὐτῶν ὧν μεταγράφουσιν ἐπʼ ἐναντιωτάτας ἀποφάσεις ἄγουσι τὸν λόγον, ἔνιοι μὲν ἐκ τῶν πεπονθότων μορίων ἄρχεσθαι τὰ ῥίγη λέγοντες, ἔνιοι δʼ ἐκ τῶν ἐναντίων αὐτοῖς, ἅπερ, ὡς αὐτοί φασι, τὰ πορρωτάτω. περὶ μὲν οὖν αἰτίας, ὡς εἴρηται πολλάκις, ἔξεστι τῷ βουλομένῳ λέγειν ὡς ἂν ἐθέλῃ, τὰ φαινόμενα δὲ ἐναργῶς οὐκ ἔξεστιν. ἀνατραπήσονται γὰρ οὕτως αἱ τέχναι πᾶσαι καὶ τῶν ἀνθρώπων ὁ βίος. φαίνεται δʼ, ὡς ἐν Ἀφορισμοῖς ἐδίδαξε, τὰ ῥίγη πάντα τὴν ἀρχὴν ἐξ ὀσφύος τε καὶ νώτου λαμβάνοντα. καὶ τουτὶ τὸ νῦν προσκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰ μὲν οὖν ὁ συνθεὶς τὸ βιβλίον, ὡς λέγουσι, Θεσσαλὸς ὁ τοῦ Ἱπποκράτους υἱὸς ἐν τοῖς τοῦ πατρὸς ὑπομνήμασιν εὑρὼν ἐξεγράψατο, κακῶς ἐποίησεν ἐγγράψας αὐτὸ τῷ βιβλίῳ. τὰ γὰρ ὑπὸ τοῦ πατρὸς κεκριμένα χρόνῳ πολλῷ καὶ διὰ τῶν Ἀφορισμῶν εἰς ἀπόφασιν καθολικὴν ἠγμένα βεβαιότερα νομίζειν αὐτὸν ἐχρῆν εἶναι τῶν, ὁπότʼ ἐζήτει, πρόσθεν οὐδέπω γινωσκομένων. εἰ δʼ αὐτὸς ἐξ αὑτοῦ προσέγραψε τοῦτο, πολὺ χεῖρον ἔπραξε, τὴν τοῦ πατρὸς ἀπόφασιν καθολικὴν διαστρέψας ἐπὶ τὸ φαῦλον. εἰ δʼ ἄλλος τις τῶν μετὰ Θεσσαλὸν παρενέγραψε τῷ βιβλίῳ τοῦτο, κακῶς ἐκεῖνος ἐποίησεν. καὶ γὰρ, ὡς εἴρηται πολλάκις, ἡ πεῖρα κριτής ἐστι τῶν ἐναργῶς φαινομένων, οὐχ ὁ λόγος, ὃν ἂν ἕκαστος ἑαυτῷ πιθανῶς ἀναπλάσῃ. τοῦ μὲν γὰρ ὅτι δὴ γίνεται τόδε τι συμφωνηθέντος τὴν αἰτίαν ὁ λόγος ζητεῖ καὶ διατείνεται· τοῦ δʼ οὐδʼ ὅλως φαινομένου γίνεσθαι ληρῶδές ἐστιν ὡς γενομένου λέγειν αἰτίαν. εἴρηται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγηταῖς εἰς τὴν προκειμένην ῥῆσιν. ἀλλʼ ἔγωγε πολλάκις ἤδη παρῃτησάμην ἁπάντων μεμνῆσθαι, καὶ μάλισθʼ ὅταν αὐτῶν τὰ πιθανώτατα δόξαντα εἶναι βασανιζόμενα φαίνηται ψευδῆ.

Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ μικρὸν γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσίν εἰσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία. οὕτως ἂν εἴη ὁδός, οὕτως καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη καὶ τῶν μὴ ἐχόντων ἔλεγχος.

Οὐ τὸ προστάττειν ἃ νῦν εἶπεν, ἀλλὰ τὸ πράττειν ἐπὶ τῶν νοσούντων αὐτὰ δύσκολον. ὅλως γοῦν τῆς τέχνης τὸ κεφάλαιον ἐν αὐτοῖς ἐστιν. ἐὰν γάρ τις ἀκριβῶς εἰδῇ τήν τʼ ἐκ τῆς πρώτης γενέσεως φύσιν τοῦ νοσοῦντος, ἐκ τίνος τε νῦν αἰτίας νοσεῖ καὶ διὰ πολλῶν λόγων κατὰ μικρὸν γινωσκομένων ἐπισκοπούμενος τάς τε φαινομένας ὁμοιότητας καὶ τὰς δοκούσας ἀνομοιότητας εἶναι καὶ τἄλλα τὰ διὰ τῆς ῥήσεως εἰρημένα καλῶς εὑρίσκῃ, θεραπεύειν οὕτως δυνήσεται κάλλιστα. σκεψώμεθα οὖν ἅπαντα τὰ κατὰ μέρος, ἀναμιμνῄσκοντες μὲν ὅσα διʼ ἄλλων ἐπὶ πλέον ἐξειργάσμεθα, προστιθέντες δʼ αὐτοῖς εἴ τι λείποι. τὸ μὲν οὖν ἐπίστασθαι τὴν ἐκ τῆς πρώτης γενέσεως ἑκάστου τῶν θεραπευομένων φύσιν εἴρηται καὶ δέδεικται πολλάκις, ὅπως ἄν τις κάλλιστα πράττοι. δέδεικται δʼ οὐδὲν ἧττον ἃ χρὴ περί τε τῶν πεπονθότων τόπων καὶ τῶν συμπαθούντων αὐτοῖς ἐπίστασθαί τε καὶ διαγινώσκειν ἀκριβῶς ἐπὶ τῶν νοσούντων, ὥσπερ γε καὶ περὶ τῶν αἰτίων ὅσα γε προκατάρχοντα καλοῦσι καὶ ὅσα προηγούμενα καὶ ὅσα συνεκτικά. δέδεικται δὲ καὶ κατʼ αὐτὸ τοῦτο τὸ βιβλίον, ἡνίκα ἔλεγεν «ἡ περὶ τὸν κάμνοντα οἰκονομίη», τίνα χρησίμως ἄν τις ἐκ τῶν τοῦ κάμνοντος λόγων ἀθροίσειεν εἰς τὰ τῆς τέχνης ἔργα. καὶ μέντοι καὶ ὡς ἐκ τῶν κατὰ μέρος ἐν αὐτῇ θεωρουμένων ἐπισκοπούμενον τὰς ἀνομοιότητας εἰς μίαν ἄγειν καθόλου τε καὶ κοινὴν ὁμοιότητα προσήκει, τὰ πλεῖστα τῶν ἐν τούτοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶ χρήσιμα. τὸ δʼ ἐφεξῆς εἰρημένον αὖθις τὰς ἀνομοιότητας τούτοισι τὴν ἀπὸ τῶν καθόλου καὶ κοινῶν καὶ ὁμοίων εἰς τὰς διαφορὰς τομὴν ἐνδείκνυται. δέδεικται δʼ ἡμῖν καὶ τοῦτο κατὰ πάντα τὰ μέρη τῆς τέχνης ἐν μὲν τῷ Περὶ τῆς διαφορᾶς τῶν συμπτωμάτων ἐπὶ τῆς τομῆς τοῦ γενικοῦ συμπτώματος· οὕτως δὲ κἀν τοῖς Περὶ τῆς διαφορᾶς τῶν πυρετῶν ἐπὶ τῆς τοῦ πυρετοῦ καὶ ἐν τοῖς Περὶ σφυγμῶν ἐπὶ τῆς τοῦ σφυγμοῦ. ἀλλὰ καὶ κατὰ ταύτας τὰς διαφορὰς πάλιν ὁμοιότης ἐστὶ καὶ τέμνεταί γε πάλιν ἑκάστη διαφορά, καθάπερ ἐδιδάξαμεν, εἰς ἄλλας μερικωτέρας διαφορὰς, καὶ αὗται πάλιν ἔχουσιν ὁμοιότητάς τινας. διὰ τοῦτʼ οὖν εἰπὼν αὖθις τὰς ἀνομοιότητας τούτοισιν ἐπήνεγκε καὶ εἰ ὅμοιαι ἀλλήλῃσιν. βούλεται γὰρ ἡμᾶς γινώσκειν τὰς ἀνομοιότητας, αἵπερ εἰσὶ διαφοραί, κατὰ τί πάλιν ὅμοιαί εἰσιν ἀλλήλαις, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία. καὶ γὰρ αὐτὴ καθʼ ἑαυτὴν ἑκάστη διαφορὰ κοινὴν ἔχει ὁμοιότητα καὶ πάσας αὐτὰς ἡ γενικὴ περιλαμβάνει. καλῶς οὖν εἶπεν· αὕτη γὰρ ἡ ὁδὸς ὀρθὴ κατὰ πᾶσαν δηλονότι τέχνης σύστασίν ἐστιν, ὡς ἔμαθες. κεκλήκασι δὲ οὐχ ὁδόν, ἀλλὰ μέθοδον οἱ μεθʼ Ἱπποκράτην τὴν τοιαύτην ὁδόν, ἐξ ἧς καὶ τῶν ὀρθῶς εὑρισκομένων τε καὶ γινωσκομένων ἐν ταῖς τέχναις ἡ δοκιμασία καὶ τῶν οὐκ ὀρθῶς ἐχόντων ὁ ἔλεγχος γίνεται.

Αἱμορραγίη ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν ἢ τοῖσιν ἐρυθροχλώροισιν ἢ τοῖσιν ὑποχλώροισιν.

Οὐ πρόσκειται τῷ λόγῳ, πότερον γίνεται μᾶλλον ἐν ταῖς νόσοις ἐκ ῥινῶν αἱμορραγία τοῖς εἰρημένοις ἢ μᾶλλον τῶν ἄλλων ὠφελεῖ τούτους. ἀλλʼ οὐδὲ τίνας λέγει τοὺς ὑποχλωρομέλανας εὔδηλόν ἐστιν. ὡς γὰρ εἶπον ἤδη πολλάκις, εἰώθασιν οἱ Ἕλληνες ἐπὶ τῶν φυτῶν τὸ χλωρὸν λέγειν ἀπὸ τῆς χλόης καὶ τοῦ ταύτης χρώματος ὡς τὰ πολλά, καταχρώμενοι δὲ καὶ πᾶν τὸ εὐσθενοῦν καὶ τὴν οἰκείαν ἔχον εὐεξίαν οὕτως ὀνομάζουσιν. ἔστι δʼ ὅτε καὶ τοὺς ὠχροὺς προσαγορεύουσι χλωρούς, διὸ καὶ νῦν οὕτω δοκεῖ τισι τῶν ἐξηγητῶν ὁ Ἱπποκράτης εἰρηκέναι χλωρομέλασιν, ὡς εἰ καὶ «ὠχρομέλασιν» εἶπεν. αὐτοὺς δὲ τούτους ἔνιοι μὲν ἐπιτηδειοτέρους εἶναι πρὸς αἱμορραγίαν φασὶ διὰ τὴν ἐπιμιξίαν τῆς ὠχρᾶς χολῆς, ὡς ἀναστομῶσαι δυναμένης ἀγγεῖον διὰ τὴν δριμύτητα, τινὲς δὲ ὠφελεῖσθαι μᾶλλον διὰ τὸ μοχθηροὺς ἔχειν χυμοὺς κενώσεως δεομένους. ὡσαύτως δὲ κἀπὶ τῶν ἐρυθροχλώρων διέστησαν, οἱ μὲν ἑτοιμοτέρους εἰρῆσθαι πρὸς αἱμορραγίαν αὐτοὺς φάσκοντες, οἱ δὲ ὠφελεῖσθαι μᾶλλον. ἐπʼ ἀμφοτέρων δὲ κοινὸν μὲν τὸ πλεονάζειν τὴν ὠχρὰν χολήν, οὐ κοινὸν δὲ τὸ μελαγχολικώτερον μὲν αὐτῇ μεμεῖχθαι χυμὸν ἐν τοῖς χλωρομέλασιν, αἱματικώτερον δʼ ἐν τοῖς ἐρυθροχλώροις. ἔνιοι δὲ «ἐρυθροχρόους» γράφουσι διὰ τοῦ ρ, τοὺς τὴν ἐρυθρὰν ἔχοντας χρόαν δηλοῦσθαι βουλόμενοι. τρίτων δὲ εἰρημένων τῶν ὑποχλώρων ἀκούουσι μὲν κἀνταῦθα τοὺς ὑπώχρους, ἐνδεικνυμένης δὲ τῆς φωνῆς τοὺς βραχεῖαν ἔχοντας ὠχρότητα … τίνι ταύτην μεμεῖχθαι βούλονται παραλείπουσιν. εἰ μὲν γὰρ μελανότητι, τούτους πρώτους αὐτῷ λελέχθαι φασίν, εἰ δʼ ἐρυθρότητι, δευτέρους. μήποτʼ οὖν, ὅταν λευκότητι μιχθῇ, καλεῖ τούτους ὑποχλώρους. ὁ δὲ λευκόχροος οὔθʼ ἕτοιμός ἐστιν εἰς αἱμορραγίαν οὔτε τῶν προειρημένων ὠφελεῖται μᾶλλον.

Βραχέα ὑφέντα παχῦναι ξηρῶς.

Αὕτη μὲν ἡ παλαιὰ γραφή. οἱ δὲ περὶ τὸν Σαβῖνον οὐ βραχέα γράφουσιν, ἀλλὰ «βραχίονα» καί φασιν ἀντισπάσεως ἕνεκεν ἐπὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας ὀνινάναι τὴν ἀπὸ βραχίονος φλεβοτομίαν, οὐ μόνον ἰδίαν ἐξηγούμενοι γραφήν, ἀλλὰ καὶ πιθανῶς ἀξιοῦντες ἡμᾶς ἀκούειν τὸ «βραχίονα ὑφέντα» λελέχθαι περὶ τῆς ἀπʼ ἀγκῶνος φλεβοτομίας. ἐγὼ δὲ τὴν μὲν τοιαύτην φλεβοτομίαν ὠφελοῦσαν ἱκανῶς οἶδα τὴν ἐκ ῥινὸς αἱμορραγίαν ἀμέτρως γινομένην, ἀντισπᾷ γὰρ αὐτὴν καὶ κωλύει γίνεσθαι. οὐ μὴν τήν γε τοῦ Ἱπποκράτους ῥῆσιν ὁρῶ τοῦτο δηλοῦσαν, ἀλλὰ τὸ βραχέα ὑφέντα λέγειν ἔοικεν, ὡς οἱ πλεῖστοι τῶν ἐξηγητῶν ἤκουσαν, ἐπὶ τοῦ συγχωρήσαντας βραχέα τῇ ῥύσει τοῦ αἵματος, οὕτως καὶ ἐπὶ τὸ παχύνειν αὐτὸ μεταβαίνειν. ἐπεὶ δʼ οὐχ ἁπλῶς εἶπε παχῦναι, … οὐ μεθʼ ὑγρότητος, ἀλλὰ μετὰ ξηρότητος τὸ αἷμα, τινὲς παχῦναι ξηρῷ κατὰ δοτικὴν πτῶσιν γράψαντες ὑπακοῦσαί φασι χρῆναι «τῷ φαρμάκῳ». τοῦτο γὰρ κἀκ τῶν ἐπιφερομένων δηλοῦσθαι. τοῖς δʼ ἐξηγουμένοις συμβουλὴν εἶναι περὶ τῶν συνεχῶς αἱμορραγούντων οὐκ ἐν νόσοις, ἀλλὰ ὀρθοστάδην ἐπὶ τῆς διαίτης ὁ λόγος ἀποφαίνεσθαι δοκεῖ, κελεύσαντος αὐτοῦ ἐκ τῶν παχυνόντων μετὰ ξηρότητος εὔχυμον τούτοις ἐργάζεσθαι, χόνδρον δὲ καὶ ἄμυλον εἶναι λέγουσι ταῦτα καὶ γάλα καὶ τυρὸν νέον καὶ χοίρεια κρέα καὶ μάλιστα τῶν γαλαθηνῶν ἀρνῶν, πρὸς τούτοις δὲ καὶ ἐρίφων. οἱ δὲ περὶ τῶν ἐν νόσοις αἱμορραγούντων εἰρῆσθαι βουλόμενοι τὸν λόγον συμβουλεύειν αὐτόν φασι παχύνειν τὸ αἷμα χωρὶς τροφῆς. τοῦτο γὰρ σημαίνειν τὸ ξηρῶς, ἐπειδὴ συμπέττειν βούλεται τὴν κακοχυμίαν, εἰς τὴν πέψιν δὲ συντελεῖν καὶ τὴν τῶν πεπτικῶν φαρμάκων χρῆσιν, ὅταν ᾖ στύφοντα. καὶ γὰρ καὶ ταῦτα παχύνουσι τὸ αἷμα, καθάπερ καὶ ἡ πέψις. εἴρηται δʼ ἐφεξῆς αὐτῷ τῶν τοιούτων φαρμάκων παράδειγμα. τινὲς δʼ οὐ ξηρῶς εἰς τὸ ϲ τελευτώσης τῆς λέξεως, ἀλλʼ εἰς τὸ ω γράφουσι «ξηρῷ», φάσκοντες αὐτὸν κελεύειν παχύνειν τὸ διὰ τῆς ῥινὸς ἐκκενούμενον ἐν τῇ αἱμορραγίᾳ αἷμα ξηρῷ τῷ φαρμάκῳ.

Τοῖσι δʼ ἑτέροισιν ἧσσον παχυσμόν.

Ἑτέρους φασὶ λέγειν αὐτὸν τοὺς χωρὶς κακοχυμίας αἱμορραγοῦντας συνεχῶς, οἷς οὐδὲν οὔτʼ ὠχρᾶς οὔτε μελαίνης χολῆς ἐπιμέμικται. τινὲς δὲ κἀνταῦθα γράφουσιν οὐ παχυσμόν, ἀλλὰ «παχῦναι» τὴν λέξιν σαφεστέραν ἐργάσασθαι βουλόμενοι. τὴν μέντοι διάνοιαν φυλάττουσι τὴν αὐτήν, εἴ γε καὶ αὐτοὶ κελεύειν αὐτόν φασι τοὺς ἑτέρους, οἳ μὴ διὰ πλῆθος αἵματος κακοχύμου αἱμορραγοῦσιν, ἧττον παχύνειν, ἀκουομένου δηλονότι τοῦ παχύνειν αὐτοῦ πάλιν διττῶς, τινῶν μὲν κατὰ τὴν δίαιταν, τινῶν δὲ κατὰ τὰ προσφερόμενα τῇ ῥινὶ φάρμακα τὸν παχυσμὸν τοῦ αἵματος ἀξιούντων γίνεσθαι, τινῶν δὲ κατʼ ἀμφότερα. βεβαίαν δʼ ὅτι γνῶσιν οὐδεμία τῶν τοιούτων ἔχει λέξεων, εἴρηταί μοι πολλάκις.

Ξηρῷ δὲ δεῖ λευκὰ ἀπὸ ῥινῶν τῇ ἢ τῇ χρῆσθαι, οἷον κηκίς.

Αὕτη μὲν ἡ παλαιὰ γραφή, δυσεξήγητον δὲ οὖσαν αὐτὴν ἔνιοι μετέγραψαν, οἱ μὲν ἐπʼ ὀλίγον, οἱ δʼ ἐπὶ πλέον ὑπαλλάττοντες. ἐπὶ πλέον μὲν οὖν ὑπήλλαξαν οὕτως γράψαντες· «ξηρῷ δὲ λευκῷ ἀπὸ ῥινῶν, οἷον κηκίς, στυπτηρίη.» διάνοιαν δʼ αὐτῆς εἶναι βούλονται τοιάνδε· τοὺς αἱμορραγοῦντας ἀμέτρως ἀπὸ ῥινῶν πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἔτι καὶ τοπικοῖς βοηθήμασι θεραπευτέον ἐστί. παράδειγμα δὲ τῶν τοπικῶν βοηθημάτων εἰρῆσθαί φασι ξηρὸν φάρμακον λευκὸν ἐντιθέμενον τῇ ῥινί. τῆς κηκίδος δὲ οὐκ οὔσης λευκῆς, ἔνιοι προσέθεσαν αὐτῇ καὶ «τὴν στυπτηρίαν», γράψαντες οἷον κηκίς, στυπτηρίη. τὸ δὲ τῇ ἢ τῇ περιεῖλον εἰκότως, ὡς μικρὸν ὂν καὶ οὐκ ἄξιον Ἱπποκράτους, εἴ γε δὴ σημαίνειν αὐτό φασιν, ὁπότερος ἂν μυκτὴρ αἱμορραγῇ, τούτῳ δεῖν τὸ ξηρὸν φάρμακον ἐντιθέναι. φυλαττομένης δὲ τῆς παλαιᾶς γραφῆς αἰνιγματώδης ἡ λέξις γίνεται. τίνα γὰρ ἀπὸ ῥινῶν ἀξιοῖ λευκὰ κενοῦν ἢ καθαίρειν ἢ συμπέττειν ἢ αὐτόματα φερόμενα θεάσασθαι, παντάπασιν ἄπορον εὑρεῖν, αὐτοῦ γε τοῦ Ἱπποκράτους μηδὲν προσθέντος τῷ λευκά. καὶ τοίνυν εἰκότως ἐν αὐτῷ τούτῳ πρῶτον οἱ ἐξηγηταὶ διηνέχθησαν ὑπακούειν ἀξιοῦντες ἄλλος ἄλλο καὶ ὅτι πᾶσιν αὐτοῖς τὸ οἷον ἡ κηκίς ἐναντιοῦται. προσῆκον γὰρ ἦν εἰρῆσθαι τὸ «οἷον κηκίδι». τοῦτο μὲν οὖν κοινῇ πᾶσι μάχεται καὶ φυγεῖν οὐχ οἷόν τε τὸ τῆς ἑρμηνείας ἀλλόκοτον οὐδʼ ἐπανορθῶσαι μεταγράφοντα. λέγουσι δʼ ἔνιοι τὸν ὅλον λόγον αὐτῷ καὶ νῦν ἔτι περὶ τῆς ἐκ ῥινῶν αἱμορραγίας εἶναι, χρῆσθαι δὲ συμβουλεύειν ἐπὶ τῶν τοιούτων στύφοντι φαρμάκῳ, κατὰ τὸν αἱμορραγοῦντα μυκτῆρα τὴν ἔνθεσιν ποιούμενον, ἄχρις ἂν ἔλθῃ λευκὰ παυσαμένης τῆς αἱμορραγίας. πολλὰ δὲ καὶ ἄλλα μοχθηρῶς λέγουσιν εἰς τὴν ῥῆσιν ἡμαρτημένην, ὡς ἐμοὶ φαίνεται, σχεδὸν δὲ καὶ παρεγκειμένην ὑπό τινος. θαυμάσαι δʼ ἔστιν ὥσπερ ἐν ἄλλοις πολλοῖς, οὕτω κἀνταῦθα τοὺς περὶ τὸν Διοσκορίδην ἑτοίμως μεταγράφοντας εἰς ὅ τι ἂν αὐτοῖς δόξῃ τὰς Ἱπποκράτους λέξεις. ἁπάντων γὰρ τῶν ἐξηγητῶν ἐπισταμένων ἐν τῇ ῥήσει γεγραμμένον ἀπὸ ῥινῶν λευκά, μεταγράψαντες αὐτοὶ γράφουσιν «ἀπὸ ῥινῶν τῷ λευκῷ». πολλάκις δʼ εἶπον ὡς ἐν ταῖς αἰνιγματώδεσι λέξεσι τὸ μὲν πιθανῶς μεταγράφειν ἔξεστιν, εἰπόντα δὲ πρότερον αὐτὸ τοῦτο τηνικαῦτα προσήκει μεταλλάττειν τὴν γραφήν.

Ὅταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμορραγέουσιν.

Αἱμορραγοῦσιν ἐκ ῥινῶν ἑτοίμως οὐ μόνον νοσοῦντες, ἀλλὰ καὶ ὑγιαίνοντες οἱ τὴν ἡλικίαν ἄγοντες ταύτην, ἐν ᾗ συμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδισιάζειν ἤδη δύνανται. καὶ πρότερον μὲν οὖν εἶχον αἷμα πολὺ παῖδες ὄντες, ἀλλʼ εἰς τὴν αὔξησιν οὐκέθʼ ὁμοίως πολύ. τὸ δʼ αἷμα θερμότερον αὐτοῖς γίνεται, διὰ τοῦτʼ οὖν αἱμορραγοῦσιν. μεμνῆσθαι δʼ ὑμᾶς οἶμαι τὰς μὲν ἐξ ἄλλων μορίων γινομένας αἱμορραγίας μετὰ τῆς τοῦ τόπου προσηγορίας λεγομένας ἀεί, τὰς δʼ ἐκ τῆς ῥινὸς ἔσθʼ ὅτε καὶ χωρὶς τοῦ μέρους.

Ἐν τῇσι δὲ προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, ὡς Ἀρκεσίλαος. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες. οἱ δʼ ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας.

Εἴρηκα πολλάκις ὡς, εἰ μὲν τὰ πάνυ κακῶς εἰρημένα πολλοῖς τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυσχερανοῦσιν ἅπαντες τῷ μήκει τῶν ὑπομνημάτων, εἰ δʼ ἀνέλεγκτα παραλείποιμι τῶν μετριωτέρων μνημονεύων, οἱ νοῦν ἔχοντες ἐξ αὐτῶν ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυνήσονται. καὶ νῦν οὖν οὕτω πράξω. τὸ μὲν δὴ προσόδοισιν ἅπαντες σχεδὸν ἤκουσαν ἐπὶ τῆς πρὸς γυναῖκα μίξεως, ὥσπερ γε καὶ τὸ ἀποψοφέουσιν ἐπὶ τοῦ φύσας προΐεσθαι. καὶ περὶ μὲν τούτου καὶ μικρὸν ἔμπροσθεν εἴρηται, τὸ δʼ ἐφεξῆς γεγραμμένον οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες τοιόνδε τι δηλοῖ· τινὲς τῶν ἐπιχειρούντων ἀφροδισίοις ἐν τῷ διαθερμαίνεσθαι φρικώδεις γίνονται, καθʼ ὃν λόγον ἤδη πολλάκις ἐμάθετε τοὺς κακοχύμους ἅπαντας, ὅταν ἀθροώτερον θερμαίνωνται, τοῦτο πάσχοντας. ἔνιοι δʼ ἀντὶ τοῦ φρικώδεες «ῥιγοῦσι» γράφουσιν. ὃ δοκεῖ μοι πάνυ σπάνιον ἐν νεανίαις εἶναι καὶ μεγίστης κακοχυμίας σημεῖον, ὥστʼ οὐδʼ ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆς μίξεως. ἀλλὰ καὶ τὸ ῥικνώδεες ἔνιοι μεταλλάττοντες «κακώδεες» γράφουσιν. ἐξηγοῦνται δέ τινες ἐπὶ τοῦ κακοῦσθαι τὸ σῶμα λελέχθαι τοὺς κακώδεις, ἔνιοι δʼ ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ τὴν κοιλίαν τινὰς ἐμφυσᾶσθαι πρόσθεν εἴρηται. Διοσκουρίδης δὲ καὶ ταύτην τὴν ῥῆσιν ὡς μυρίας ἄλλας μετέγραψεν εἰς ἣν αὐτὸς ἐβούλετο λέξιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιάνδε· «ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέοντες, οἷον Ἀρκεσίλαος,» ἵνα δυσώδεις εἶναι τὰς φύσας αὐτοῦ νοήσωμεν. ὅ γε μὴν Καπίτων καὶ αὐτὸς πολλάκις πολλὰ πάνυ μεταγράφων τήνδε τὴν λέξιν τοιαύτην ἐποίησεν· «ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος, οἱ δὲ μέλλοντες ῥιγοῦσι ῥικνώδεις.»

Αἱ μεταβολαὶ φυλακτέαι.

Ἀσφαλέστερον ἐν ἄλλοις τέ τισι καὶ τοῖς Ἀφορισμοῖς εἴρηται τοῦτο, προκειμένου τοῦ «κατὰ πολὺ καὶ ἐξαπίνης». οὔτε γὰρ αἱ κατὰ τὸ περιέχον ἡμᾶς οὔθʼ αἱ πρὸς ἡμῶν αὐτῶν γινόμεναι κατὰ βραχὺ μεταβολαὶ τὸ σφαλερῶς ἔχουσι. μόναι δʼ αἱ ἀθρόαι σφαλεραὶ πρὸς ὑγείαν εἰσὶ καὶ διὰ τοῦτο τοιαύτας χρὴ φυλάττεσθαι. φυλαξώμεθα δὲ τὰς μὲν κατὰ τὸ περιέχον ἔνδον τε διατρίβοντες τὰ πλεῖστα καὶ τῇ τῶν ἐναντίων προσαγωγῇ, ξηραίνοντες μὲν τὸ σῶμα κατὰ τὰς ὑγρὰς μεταβολὰς, ὑγραίνοντες δὲ κατὰ τὰς εἰς ξηρότητα, κατὰ δὲ τὸν αὐτὸν λόγον θερμαίνοντές τε καὶ ψύχοντες, ὁπότε τούτων ἑκατέρου καιρός. ἐν δὲ τῇ διαίτῃ τὰς μεταβολὰς ἐφʼ ἡμῖν αὐτοῖς ἐστι φυλάττεσθαι, μήτʼ ἐκ γυμνασίων ἀθρόως εἰς ἀργίαν μήτʼ ἐξ ἀργίας εἰς γυμνάσια μεθισταμένοις, ἀλλὰ μηδʼ ἐξ ἀλουσίας ἐπὶ λουτρά, μηδʼ ἐκ λουτρῶν εἰς ἀλουσίαν, μηδʼ ἐξ ὑδροποσίας εἰς οἴνου πόσιν ἢ ἐξ οἴνου πόσεως εἰς ὑδροποσίαν, ἐπί τε τῶν ἄλλων ἁπάντων ὡσαύτως. οὗτος μὲν οὖν ὁ λόγος ἀληθής ἐστιν ἅμα καὶ πολλάκις ὑφʼ Ἱπποκράτους εἰρημένος. οὐκ οἶδα δὲ τί παθόντες ἔνιοί φασι χρῆναι προσυπακοῦσαι τῷ αἱ μεταβολαὶ φυλακτέαι τὸ τῶν ἡλικιῶν. ἐν Ἀφορισμοῖς γὰρ αὐτὸς εἰπὼν «Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινέειν σφαλερόν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον» οὐκ ἐμνημόνευσεν ἡλικιῶν. οὔτε γὰρ «τὸ πολὺ» κατʼ αὐτάς ἐστι κατὰ βραχὺ μεθισταμένας οὔτε φυλακῆς τινος δέονται περιττοτέρας παρὰ τὰ κοινὰ τῶν ὑγιεινῶν παραγγελμάτων, καθάπερ οὐδʼ ὅταν αἱ ὧραι κατὰ βραχὺ τὴν μεταβολὴν ποιῶνται. ταύτας μὲν οὖν ὁρῶμεν ἐνίοτε μεγάλας ἀθρόως τὰς ὑπαλλαγὰς εἰς τἀναντία ποιουμένας, ἡλικίαν δʼ οὐδεμίαν ἀθρόως μεταπεσοῦσαν ἴσμεν, ὥστε τὸν παῖδα κατὰ τὴν ὑστεραίαν ἄνδρα γενέσθαι, μὴ κατὰ βραχὺ διά τε τῆς τῶν ἐφήβων καὶ τῶν μειρακίων ἡλικίας ὁδοιπορήσαντα.

Ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον.

Εἰρηκὼς καθόλου φυλάττεσθαι χρῆναι τὰς μεταβολὰς ἕν τι τῶν εἰς φυλακὴν διαφερόντων ἔγραψεν ἐφεξῆς εἰς ἀνάμνησιν ἑαυτῷ. κατὰ γὰρ τὰς ἀμφοτέρας μεταβολάς, τάς τε τοῦ περιέχοντος καὶ τὰς τῶν ἡμετέρων ἐπιτηδευμάτων τε καὶ τῆς ὅλης διαίτης, ὀλιγοσιτίην τε καὶ τὸ ἄδιψον καὶ τὸ ἄκοπον ἐν ἅπασιν οἷς πράττομεν ἔχειν χρὴ σκοπόν. οἱ δʼ ἐξηγηταὶ τὴν ὀλιγοσιτίαν ἔφασαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι. ψεῦδος δʼ ἐστίν, ἐὰν ὡς καθόλου λέγηται. τοῖς μὲν γὰρ φλεγματώδεις ἔχουσι χυμοὺς ἢ χρηστὸν αἷμα πολὺ καὶ ἄκοπόν ἐστι καὶ ἄδιψον ἡ ὀλιγοσιτία, τοῖς δὲ χολώδεσιν ἢ ἐνδεέσιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡς αὐτὸς ἐν τοῖς Περὶ διαίτης ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφασιν οἱ γράψαντες «ἀσιτίη ἄκοπον, ἄδιψον». ἀλλʼ οὗτοι μὲν ἐσχάτως ἀμαθεῖς, ἀγνοοῦντες ἃ μηδὲ τῶν ἰδιωτῶν τις ἀγνοεῖ. τινὲς δὲ κατὰ τὸ τέλος τῆς ῥήσεως προστιθέασι τὸ «πεινῶντι» καί φασι τὴν ὀλιγοσιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι «τῷ πεινῶντι». πεινῶντα δʼ εἰρῆσθαί φασι τὸν τῆς ἐνδείας αἰσθανόμενον, καίτοι βέλτιον ἂν εἴη λέγειν τῷ μὲν ἐνδείας αἰσθανομένῳ τὴν ὀλιγοσιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεσθαι, τῷ δʼ οὐκ αἰσθανομένῳ χρήσιμον εἶναι, δῆλον γάρ ἐστιν ὅτι πληθωρικῶς διάκειται.

Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται, ἀνάθρεψις τἀναντία, χρωτὸς ῥίκνωσις συμπίπτοντος, ἔκτασις ἀνατρεφομένου. τὸ φρικῶδες τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. οὕτως τὸ κατεσπάσθαι μαζούς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι. καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γενέσθαι. κληὶς περιφανής, φλέβες διαφανέες.

Θαυμάζω τῶν ἐξηγητῶν τὰς μὲν αἰνιγματώδεις ῥήσεις, ἃς οὐδεὶς ἀνθρώπων νοεῖ, μόνων ἐπαγγελλομένων νοεῖν, ὅσαι δʼ ἡμῖν ἅπασι σαφεῖς εἰσιν, ἐκείνων μόνων μὴ νοούντων. τὴν γοῦν προκειμένην οὐκ οὖσαν αἰνιγματώδη διασπῶσι πολυειδῶς, ἄλλος ἄλλοθεν περιγράφων τὰς κατὰ ταύτην ἀποφάσεις, ἐξηγοῦνταί τε παρὰ τὰ φαινόμενα πᾶσιν ἐναργῶς, ἃ μάλιστα πάντων ἐχρῆν φυλάττειν αὐτούς. ἔστι μὲν γὰρ ὁ λόγος τῷ Ἱπποκράτει περὶ τῶν ἐν τοῖς σώμασιν ἡμῶν ὁρωμένων κατά τε τοὺς λεπτυσμοὺς καὶ τὰς ἀναθρέψεις. οἱ δὲ οὐδὲ τί ποτʼ ἐστὶν ὁ λεπτυσμὸς ἐοίκασιν ἐπίστασθαι, τοσούτου δέουσιν ἢ τὰ φαινόμενα πάντα κατʼ αὐτοὺς ἢ τὰς αἰτίας αὐτῶν ἐγνωκέναι. γίνεσθαι γοῦν τὸν λεπτυσμὸν ἀποφαίνονται διὰ κένωσιν. ἔνιοι δʼ ὡς οὐ διαφέρει κένωσιν ἢ λεπτυσμὸν εἰπεῖν ὑπολαμβάνουσιν. ἀλλὰ τοῦτο μέν, ὡς ἔφην, οὐ μεγάλης τινὸς ἐπιστήμης ἐστὶ γνῶναι.

πολλοὶ γοῦν αἵματος μὲν οὐκ ὀλίγον ἔχουσι πλῆθος, ἐσχάτως δʼ εἰσὶ λεπτοί, καθάπερ ἄλλοι παχεῖς μέν, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεσχημένην ὀκτὼ μησὶν ἤδη τὰ καταμήνια λεπτοτάτην οὖσαν ἀφελὼν αἵματος οὐκ ὀλίγον εἰς τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίστῳ χρόνῳ, καθάπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἀλλὰ τὸ κατʼ ἐκείνην — οὐ γὰρ ἦν ἀφανής — ἔνδοξον ἐγένετο, γεγονυίας μὲν αὐτῇ τῆς φλεβοτομίας, εὐλαβουμένων δὲ καὶ τῶν ἰατρῶν ἐπαγγείλασθαι βεβαίως τὴν ἐπὶ τῷ βοηθήματι γενησομένην ὠφέλειαν. ἔνιοι δὲ καὶ ἡμῖν ἀντιλέγειν ἐτόλμησαν οὐ μόνον διὰ τὴν ἰσχνότητα τῆς γυναικός, ἀλλὰ καὶ διὰ τὴν ἀνορεξίαν, ὑπὸ τῆς φλεβοτομίας αὐτὴν βλαβήσεσθαι λέγοντες. καὶ τά γε τοιαῦτα κάλλιόν ἐστι μακρολογεῖν τοῦ ζητεῖν ἀκριβῶς εὑρεῖν, ὁποτέρου τῶν Ἡροδίκων Ἱπποκράτης μνημονεύει. ἀλλʼ ὡς εἶπον ἤδη πολλάκις, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπὶ τὸ σοφιστικώτερον εἶδος ἀπεχώρησαν, ἀμελήσαντές γε τοῦ παραφυλάττειν μὲν ἀκριβῶς τὰ γινόμενα περὶ τοὺς ἀρρώστους, τοῦ ζητεῖν δὲ αὐτῶν τὰς διαθέσεις καὶ τὰς αἰτίας, ἐξ ὧν ἡ τῆς θεραπείας εὕρεσις γίνεται κρινομένης καὶ αὐτῆς τῇ πείρᾳ. τῆς τοίνυν γυναικός, ἧς ἐμνημόνευσα, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφεῖλον τοῦ αἵματος ὡς μίαν καὶ ἡμίσειαν λίτραν, αὖθις δὲ τῇ δευτέρᾳ μίαν, τῇ τρίτῃ δʼ οὐ πολλῷ πλέον ἡμίσεος μιᾶς λίτρας, οὐγκίαι γὰρ ἦσαν ὀκτώ. σοφιστὴς μὲν οὖν ταῦτα ἀναγνοὺς ζητεῖν ἄρξεται, τίς τῶν Ἑλλήνων ὠνόμασε λίτρας ἢ τίς οὐγκίας· ἰατρὸς δʼ ἐπιθυμήσει γνῶναι, τίνα σημεῖα καὶ ἄλλα τὴν φλεβοτομίαν ἐνεδείκνυτο παρὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων. ἐκεῖνα τοίνυν ἐρῶ κἀγώ, τοῖς σοφισταῖς οἰμώζειν εἰπών, ὡς αἱ φλέβες ἐξεῖχον αὐτῆς αἵματος μεσταὶ φαινόμεναι πελιδνοῦ τῇ χρόᾳ, διαιρεθέντος δὲ τοῦ ἀγγείου παραπλήσιον ἦν ὑγρᾷ πίττῃ καὶ τῇ χρόᾳ καὶ τῷ πάχει. διʼ αὐτό γε τοῦτο πολὺ μᾶλλον ἔδοξε κενωτέον εἶναι δαψιλῶς. ταῦτα μὲν ἐν παρέργῳ παρʼ ἡμῶν εἴρηται τοῖς ἰατρεύειν ὀρθῶς βουλομένοις.

ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἀφικόμενος οὐκ ὀρθῶς φήσω τοὺς ἐξηγητὰς ἁπλῶς ἀποφήνασθαι τὸν λεπτυσμὸν τοῦ σώματος ἐπὶ κενώσει γίνεσθαι. διορισμοὺς γὰρ ἐχρῆν εἰπεῖν, ὡς ὁ μὲν λεπτυσμὸς ὅλου τοῦ ὄγκου καθαίρεσίς τίς ἐστι καὶ σύμπτωσις ἢ συνίζησις ἢ ὅπως ἂν ἐθέλωσιν αὐτὸν καλεῖν, ὁ δὲ παχυσμὸς ἔμπαλιν εἰς ὄγκον ἐπίδοσις. ἐνίοτε μὲν οὖν ἀρρωστούσης τε τῆς ἐν τῷ σαρκώδει γένει δυνάμεως αἵματός τε μοχθηροῦ περιεχομένου κατά τε τὰς ἀρτηρίας καὶ τὰς φλέβας ὁ λεπτυσμὸς γίνεται, πολλάκις δʼ ἐπὶ τοῖς ἐναντίοις ὁ παχυσμός, ὡς ἐν μὲν τοῖς ἀγγείοις ὀλίγον εἶναι τὸ αἷμα δαπανώμενον εἰς τὴν θρέψιν τῶν σαρκῶν, εὐτροφεῖν δʼ ἐκείνας καὶ διʼ αὐτὰς τὸν ὅλον ὄγκον τοῦ σώματος. ἴσασι δὲ τοῦτο καὶ οἱ ἀνδραποδοκάπηλοι πάντες, ὡς περιτείνεται τὸ δέρμα τοῖς σαρκώδεσι μέρεσι καὶ φύσεις γέ τινας σωμάτων γνωρίζουσι μὴ δυναμένας εἰς ὄγκον ἐπιδοῦναι τῇ περιτάσει τοῦ δέρματος. ἀνατείναντες γὰρ αὐτὸ τοῖς δακτύλοις ἄκροις σκοποῦσιν, ἐπὶ πόσον ἀφίσταται τῆς ὑποκειμένης σαρκὸς ἀναθρέψειν τε τοσοῦτον ἐλπίζουσιν ἕκαστον τῶν ἰσχνῶν σωμάτων, ὅσον ἂν ἐνδιδῷ τὸ δέρμα, τὸ μὲν γὰρ χαλαρὸν ἐπὶ τοῖς λελεπτυσμένοις, τὸ δὲ τεταμένον ἐπὶ τοῖς παχυνθεῖσι φαίνεται γινόμενον. οἱ μὲν οὖν λεπτυσμοὶ διὰ πολλὰς αἰτίας συμβαίνουσι. καὶ γὰρ ἔνδεια τροφῆς καὶ γυμνάσια πλείω καὶ ἀγρυπνία καὶ φροντίδες, ἀλγήματά τε καὶ νόσοι συντηκτικαὶ καὶ διαφορητικαὶ καὶ κένωσις πολλὴ διὰ γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ αἱμορραγιῶν αἴτια γίνονται λεπτυσμῶν. τῆς δʼ ἀναθρέψεως εἷς τρόπος ἡ συμμετρία πάντων ὧν ὑγιαίνοντες δεόμεθα. ταῦτα δʼ ἐστίν, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ἐρεῖ, «πόνοι, σιτία, ποτά, ὕπνος, ἀφροδίσια».

πολλῶν οὖν ὄντων τῶν τρόπων καθʼ οὓς λεπτύνεται τὸ σῶμα κοινὸν ἁπάντων ἐστὶ πρῶτον μὲν χαλᾶσθαι τὸ δέρμα, μετὰ ταῦτα δὲ περιτείνεσθαι, μένοντος δηλονότι τοῦ λεπτυσμοῦ καὶ μὴ διαδεχομένης αὐτὸν τῆς ἀναθρέψεως. εἰ δʼ αὖθις ἡ ἀνάθρεψις γένοιτο, τοὐναντίον συμβήσεται, ταθήσεται γὰρ τὸ δέρμα. τὰς δʼ αἰτίας τούτων ἤδη μὲν ἠκούσατε πολλάκις, εἰρήσονται δὲ καὶ νῦν ἐν κεφαλαίοις, ἀναμνησθέντων γʼ ὑμῶν ἃ πολλάκις ἐπί τε τῶν ἀσκῶν καὶ τῶν κύστεων ἑωράκατε. πληρουμένης μὲν γὰρ τῆς ἔνδον χώρας περιτείνεται τὸ δέρμα, κενουμένης δὲ χαλᾶται. τὸν αὐτὸν οὖν τρόπον ἐπί τε τῶν ζῴων εὐτροφούντων μὲν ὁρᾶτε τεινόμενον τὸ δέρμα, χαλαρὸν δὲ ἐπὶ τῶν λεπτυνομένων γινόμενον. ὡς γὰρ τὸ ἐγχεόμενον ὑγρὸν εἰς τοὺς ἀσκοὺς ἐκτείνει τοὺς χιτῶνας αὐτῶν, οὕτως αἱ σάρκες πολλαὶ γινόμεναι τὸ ἡμέτερον δέρμα περιτείνουσιν ἑαυταῖς. καὶ θεάσασθαι σαφῶς ἔστι τοὺς μὲν παχεῖς τεταμένον οὕτως ἔχοντας τὸ δέρμα πάντας, ὡς μὴ δύνασθαί τινα λαβόμενον αὐτοῦ μηδʼ ἐπὶ βραχὺ τῶν ὑποκειμένων ἀποστῆσαι σαρκῶν, τοὺς δʼ ἰσχνοὺς οὕτως χαλαρόν, ὥστʼ ἐπὶ πλεῖστον ἀνατείνας τις αὐτὸ διεκβάλλειν δύναται βελόνην ἄνευ τοῦ τρῶσαί τι τῶν ὑποκειμένων.

ἄχρι μὲν δὴ τοῦδε σχεδὸν ἅπαντες ὀρθῶς ἤκουσαν τῆς λέξεως, ἐταράχθησαν δὲ ἐκ τοῦ προσκειμένου τῷ πᾶς λεπτυσμὸς τοῦ τε χαλᾷ τὸ δέρμα καὶ τοῦ ἔπειτα περιτείνεται. καὶ γὰρ εἴπερ αὕτη ἡ αἰτία χαλᾷ τὸ δέρμα, τοὐναντίον οὐκ ἂν ἐπʼ αὐτῇ γίνεσθαί φασιν. διό τινες ἐπὶ τῆς ἀναθρέψεως εἰρῆσθαι τὸ ἔπειτα περιτείνεται νομίζουσι, μὴ συνορῶντες ἐναντιούμενον αὐτοῖς τὸ ἐπιφερόμενον, ἔνθα φησὶν ἀνάθρεψις τἀναντία. γενήσεται γάρ, ἐὰν ἕπηταί τις αὐτῶν τῇ κατὰ τὴν ἐξήγησιν γνώμῃ, τοιοῦτος ὁ νοῦς τῆς ῥήσεως· «ἅπας λεπτυσμὸς χαλᾷ τὸ δέρμα. περιτείνεται δʼ ἔμπαλιν ἀνατρεφομένων, ἀνάθρεψις δὲ τἀναντία πέφυκε ποιεῖν.» ἀλλὰ πρῶτον μὲν οὐκ «ἐναντία» τὴν ἀνάθρεψιν ποιεῖν εἰκὸς ἦν εἰπεῖν αὐτόν, ἀλλʼ «ἐναντίον». ἑνὸς γὰρ ἐπὶ τοῦ λεπτυσμοῦ λελεγμένου, καὶ τὴν ἀνάθρεψιν ἑνὸς ἐναντίον εὔλογόν ἐστιν εἰπεῖν. εἴπερ οὖν ὁ λεπτυσμὸς χαλᾷ τὸ δέρμα, περιτείνειν δεήσει τὴν ἀνάθρεψιν. ἔπειτα δʼ ἐφεξῆς ταύτην εἰρηκὼς φαίνεται, ὄντος ἑτοιμοτέρου τε καὶ σαφεστέρου καὶ συντομωτέρου τοῦ τοιούτου λόγου· πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἀνάθρεψις δὲ περιτείνει. τί ποτʼ οὖν ἐστι τὸ δηλούμενον ὑπὸ τῆς λέξεως, ἐν ᾗ φησιν· ἔπειτα περιτείνεται; οὐδὲν ἄλλο παρὰ τὸ σαφῶς ὑπὸ πάντων νοούμενον, ὅτι χαλᾶται μὲν πρῶτον ἐν τοῖς λεπτυσμοῖς τὸ δέρμα, ἔπειτα περιτείνεται διαμένοντος τοῦ λεπτυσμοῦ δηλονότι καὶ μὴ μεταπεσόντος εἰς ἀνάθρεψιν. ἐπὶ δὲ τῆς ἀναθρέψεως ἔμπαλιν ἐν ἀρχῇ μὲν περιτείνεται τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον γίνεται. ταῦτα δʼ, εἴπερ ἐπιμελῶς οὕτως προσεσχήκεσαν τὸν νοῦν τοῖς φαινομένοις, ὡς Ἱπποκράτης, ἑώρων ἂν τὰ γινόμενα. πρῶτον οὖν ἀναμνήσας ὑμᾶς ὧν ἐναργῶς ἐθεάσασθε μετὰ ταῦτα καὶ τῶν φαινομένων τὰς αἰτίας ἐρῶ. γινέσθω τοίνυν ἀνάμνησις τῶν μαρανθέντων ἐν νόσοις καὶ μάλιστα τὸν περιφρυγῆ καλούμενον μαρασμόν, ἐφʼ ὧν ἀναμνήσθητε τοῦ δέρματος ὁμοίως βύρσῃ ξηρᾷ τεταμένου, καὶ τί θαυμαστὸν ἐπʼ ἐκείνων ἐν χρόνῳ πλείονι ξηρανθέντων φαίνεσθαι τὸ δέρμα τεταμένον, ὅπου γε καὶ περὶ τὰς πρώτας ἡμέρας ἐνίοτε συμβαίνει τοῦτο; λέγει γοῦν αὐτὸς ὁ Ἱπποκράτης ἐν Προγνωστικῷ περὶ τῶν ἐν ἀρχῇ τῆς νόσου συμβαινόντων διηγούμενος ἐν τοῖς ἄλλοις τοῖς κατὰ τὸ πρόσωπον σημείοις καὶ τοῦτο· «καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον.» ὅτι δʼ ὑπὸ κενώσεως γίνεται τοῦτο, διδάσκων αὐτὸς ἐφεξῆς ἔγραψεν· «ἐπανερέσθαι χρή, μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα ἦν ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχει αὐτόν.» ἀλλὰ τοῦτο μὲν ὡμολόγηται πᾶσι τοῖς μεθʼ Ἱπποκράτην, καθάπερ ἐξ ἑνὸς στόματος εἰποῦσιν, ὡς ἐν κενώσει πολλῇ ποτὲ μὲν αἰσθητῶς γινομένῃ, ποτὲ δὲ οὐκ αἰσθητῶς τοιοῦτον συμβαίνει γίνεσθαι τὸ πρόσωπον, οἷον ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν· «ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον.» ὥστε τοῦ φαινομένου σαφῶς ἡμᾶς διδάσκοντος τὴν ἰσχυρὰν κένωσιν ἐναντίαν τῇ μετρίᾳ περὶ τὸ δέρμα διάθεσιν ἐργαζομένην, ὁ λόγος αὐτῶν πιθανὸς μέν, οὐκ ἀληθὴς δὲ φαίνεται, καθʼ ὅν φασι μενόντων τῶν τὴν διάθεσιν ἐργαζομένων αἰτίων οὐκ ἐνδέχεσθαι μεταπεσεῖν αὐτὸ πρὸς τοὐναντίον. ἐναργῶς γὰρ ὁρᾶται μεταπῖπτον ἐπὶ ταῖς ἀμέτροις κενώσεσιν, ἐάν τε αἰσθητῶς αὗται φαίνωνται περιμένουσαι μέχρι χρόνου πλείονος, ἐάν τε κατὰ τὸ ἄδηλον, ἤτοι συντηκομένων ἢ διαφορουμένων τῶν νοσούντων. πρὶν μὲν οὖν ἐπʼ αὐτὴν τοῦ δέρματος τὴν οἰκείαν οὐσίαν ἐξικέσθαι τὴν κένωσιν, ὁμοίως τοῖς κενουμένοις ἀσκοῖς καὶ σάκκοις καὶ κύστεσι χαλᾶται τὸ δέρμα. χρονιζούσης δὲ τῆς κενώσεως ὁμοίως γίνεται ταῖς ξηραῖς βύρσαις τε καὶ διφθέραις, ἃς οὐκ ἔστιν ἐκτεῖναι διὰ τὴν σκληρότητα. τοιοῦτον δὲ φαίνεται καὶ τὸ τῶν ἀσκῶν καὶ τὸ τῶν κύστεων δέρμα γινόμενον, ὅταν ἱκανῶς ξηρανθῇ. μέχρι δʼ ἂν ὑπάρχον ὑγρὸν καὶ μαλακὸν εἰς τὴν ἐντὸς ἑαυτοῦ χώραν δέχηταί τι καὶ πάλιν μεθίῃ, δεχόμενον μέν, ὅταν ἱκανῶς πληρωθῇ, τείνεται, κενούμενον δὲ χαλᾶται. καλῶς μὲν οὖν εἶπεν ὁ Ἱπποκράτης· πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται. καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως καὶ ἡ αἰτία λέλεκται. καλῶς δὲ προσέθηκε καὶ τὸ τὴν ἀνάθρεψιν τἀναντία ποιεῖν. ἐν ἀρχῇ μὲν γὰρ τείνει τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον ἐργάζεται. σκληρότερον γὰρ ὂν φύσει καὶ ξηρότερον τῶν ὑποκειμένων αὐτῷ σαρκῶν, ὕστερον ἐκείνων καὶ σκληρύνεται κατὰ τοὺς λεπτυσμοὺς καὶ μαλακύνεται κατὰ τὰς ἀναθρέψεις. ὁπόταν οὖν σκληρὸν αὐτὸ καὶ ξηρὸν ἤδη γεγονὸς ἡ ἀνάθρεψις διαδέξηται, πρῶτον αὐξάνουσα τὰς σάρκας εἰκότως περιτείνει. προϊόντος δὲ τοῦ χρόνου τῆς τροφῆς μεταλαμβανόμενον ὑγρότερόν τε καὶ μαλακώτερον γίνεται καὶ διὰ τοῦτο πάλιν χαλᾶται, καθάπερ αἱ ξηραὶ διφθέραι τε καὶ βύρσαι τεγχθεῖσαι μὲν ὕδατι, λιπανθεῖσαι δὲ ἐλαίῳ καὶ στέατι. ταῦτα μὲν οὖν ἀληθῶς τε ἅμα καὶ σαφῶς εἰρημένα τῷ Ἱπποκράτει κακῶς ἐξηγήσαντο διὰ τὴν τῶν πραγμάτων ἄγνοιαν, ὑπὲρ ὧν ὁ λόγος ἐστὶν αὐτῷ.

τὰ δʼ ἐφεξῆς οὐχ ὁμοίως ὄντα σαφῆ, τάχα δὲ καὶ παρεγγεγραμμένα σαφῆ τʼ εἶναι νομίζουσι, καίτοι διαφωνοῦντες ἐν ταῖς ἐξηγήσεσιν αὐτῶν οὐδὲν ἧττον ἢ κατὰ τὰς πρόσθεν, ὑπαλλάττουσί τε τὰς παλαιὰς γραφάς. ἵνα δʼ ᾖ σαφέστερος ὁ λόγος, ἕκαστον μέρος τῆς ῥήσεως ἰδίᾳ προχειριοῦμαι.

Χρωτὸς ῥίκνωσις συμπίπτοντος, ἔκτασις ἀνατρεφομένου.

Ὅτι μὲν οὖν ἐν τοῖς λεπτυσμοῖς χαλᾶται τὸ δέρμα, πρὶν αὐτό τι παθεῖν κατὰ τὴν οἰκείαν οὐσίαν, ἀνατρεφομένων δὲ τείνεται καὶ ὅτι ξηραινόμενον τῷ χρόνῳ εἰς τἀναντία μεταπίπτει δεδήλωται πρόσθεν. ἐν δὲ τῷδε τῷ λόγῳ συμπίπτοντος μὲν αὐτοῦ ῥίκνωσιν γίνεσθαί φησιν, ἀνατρεφομένου δʼ ἔκτασιν. «ῥικνὸν» μὲν ὀνομάζουσιν οἱ Ἕλληνες σῶμά τε καὶ δέρμα τὸ ῥυτιδούμενον ἅμα συστολῇ, καθάπερ ἐπὶ τῶν γερόντων ὁρᾶται, καὶ δηλονότι τὴν ἐν αὐτῷ διάθεσιν ῥίκνωσιν. ῥίκνωσις δέ τις φαίνεται καὶ τοῖς νοσούντων σώμασι γινομένη, λυομένων τῶν φλεβῶν καὶ μάλισθʼ ὅταν διαφορηθέντος τοῦ κατʼ αὐτὰς πλεονάζοντος αἵματος ἐπιθῇ τις φάρμακον αὐστηρᾶς καὶ στυφούσης μετέχον δυνάμεως. γίνεσθαι δὲ καὶ τὴν τοιαύτην ἐν τῷ δέρματι κατάστασίν φησι συμπίπτοντι, τουτέστιν ὅταν τοῖς ἐν αὐτῷ περιεχομένοις ἐλάττοσι γινομένοις ἐπιπίπτῃ συνιζάνον εἰς ἑαυτόν. τὴν δʼ ἐναντίαν κατάστασιν, ὅταν εἰς μῆκός τε καὶ πλάτος ἐπιδιδῷ, προσαγορεύουσιν ἔκτασιν οἱ ἄνθρωποι. συμβαίνει μὲν οὖν ποτε κατὰ τὸ μῆκος μόνον ἢ τὸ πλάτος αὐτὸ τείνεσθαί τε καὶ συνιζάνειν. ἀλλὰ καὶ νῦν περὶ τῆς κατʼ ἄμφω τὰς διαστάσεις αὐτοῦ γινομένης συστολῆς τε καὶ ἐκτάσεως ἀκούειν σε χρὴ τῆς λέξεως. ὅ γε μὴν τὴν προγεγραμμένην τῆσδε νοήσας ῥῆσιν οὐ πάνυ τι ταύτης ἐδεῖτο.

Τὸ φρικῶδες, τὸ λεῖον ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον.

Ἔνιοι γράφουσι τὸ ῥικνῶδες, τὸ λεῖον ἑκατέρου σημεῖον. ἐπεὶ δʼ ἐν τῇ πρὸ ταύτης ῥήσει περὶ τῆς ῥικνώσεως ἔγραψεν, εὐλογώτερον εἶναι δόξει τὸ φρικῶδες εἰρῆσθαι νῦν, ἐνδεικνυμένου τοῦ Ἱπποκράτους τὴν γινομένην ἰδέαν ἐν τοῖς ῥικνουμένοις ἐοικυῖαν εἶναι τοῖς φρίττουσιν. ἡ δʼ ὁμοιότης κατὰ τὴν ἀνωμαλίαν καὶ οἷον τραχύτητα τοῦ δέρματος γίνεται, ἐνίων μὲν αὐτοῦ μορίων κοιλοτέρων φαινομένων, ἐνίων δʼ ἐξεχόντων. ὅταν γὰρ κατὰ σμικρὰ πάνυ διαστήματα γένηται τοῦτο διʼ ὅλου τοῦ δέρματος, ὀνομάζεται τὸ σύμπτωμα φρίκη τε καὶ φρίξ. καί μοι νόει γαλήνῃ μὲν ἀκριβεῖ τὴν τοῦ λείου σώματος ἐοικέναι κατάστασιν, ἄρτι δʼ ἀρχομένης τῆς κατʼ αὐτὴν ἀνωμαλίας τὴν φρίκην. οὕτως γοῦν καὶ ὁ ποιητὴς ἔφη οἵη δὲ ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ ὀρνυμένοιο νέον. τὸ μὲν οὖν λεῖον ὑπάρχει τοῖς ἀνατρεφομένοις σώμασι, τὸ δʼ οἷον φρικῶδες τοῖς ἐναντίοις σώμασιν. ἑκάτερον δὲ αὐτῶν ἑκατέρου σημεῖον ὑπάρχει, οὔτε δʼ ἑκάτερον ἀμφοτέρων οὔτε συναμφότερον ἑκατέρου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ὑπόχολον καὶ τὸ ὑπέρυθρον ἑκάτερον ἑκατέρου σημεῖόν ἐστι, τὸ μὲν ὑπόχολον τοῦ λεπτυνομένου, τὸ δὲ ὑπέρυθρον τοῦ ἀνατρεφομένου. χολωδέστερον μὲν γὰρ τὸ σῶμα τοῖς λεπτυνομένοις γίνεται διὰ τὰς ποιούσας αἰτίας τὴν λεπτότητα, περὶ ὧν ἔμπροσθεν ἤκουσας, αἱματωδέστερον δὲ τοῖς ἀνατρεφομένοις. οὐδὲ γὰρ οὐδʼ εὐτροφῆσαι δύναται χωρὶς αἵματος χρηστοῦ. προσκειμένου δʼ ἐν τῇ τελευτῇ τῆς ῥήσεως τοῦ οὕτως, ἔνιοι μὲν ἀρχὴν αὐτὸ ποιοῦσι τῆς ἑπομένης, ἔνιοι δὲ ταύτης πέρας. ἑκατέρως γὰρ ἐγχωρεῖ γενέσθαι τὴν ἐξήγησιν, ὥστε περὶ τούτου μὲν οὐ χρὴ φιλοπόνως ζητεῖν, ἐπὶ τὰ συνεχῆ δὲ μεταβῶμεν ἀρχὴν τῆς ἑπομένης ῥήσεως ποιησάμενοι τὸ οὕτως, ἐπειδὴ τοῖς πλείστοις τῶν ἐξηγητῶν ἔδοξεν τὸ αὐτὸ πράττειν.

Οὕτως τὸ κατεσπάσθαι μαζούς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι, καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γίνεσθαι.

Αὕτη μὲν ἡ παλαιὰ ῥῆσις. μετεποίησαν δὲ αὐτὴν οἱ μὲν ἐπʼ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον, ὥσπερ καὶ Σαβῖνος ὧδέ πως γράψας· «οὕτως τὸ κατεσπάσθαι μαζοὺς ἰσχνούς, τοὺς δʼ ἀνεσπάσθαι,» ἵνα τοὺς μὲν ἰσχνοὺς καὶ χαλᾶσθαι καὶ μακροὺς φαίνεσθαι σημαίνηται, τοὺς δʼ εὐτροφοῦντας ἀνεσπάσθαι. Ῥοῦφος δὲ καὶ τὴν παλαιὰν ἐφύλαξε γραφὴν καὶ τὴν ἐξήγησιν τῶν παλαιοτέρων ἐξηγητῶν ἐναντίον τι διδάσκουσαν τῇ Σαβίνου. κατεσπάσθαι μὲν γὰρ τοὺς εὐτροφοῦντας, ἀνεσπάσθαι δὲ τοὺς ἰσχνοὺς βούλεται. τούτοις δὲ φαίνεται καὶ τὸ ἐπιφερόμενον μαρτυρεῖν εἰπόντος τοῦ Ἱπποκράτους καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο. προειρηκὼς γὰρ ἐν μὲν τῇ λεπτότητι χαλᾶσθαι, περιτείνεσθαι δὲ εὐτροφούντων τὸ δέρμα τῷ μὲν προτέρῳ τὸ κατεσπάσθαι τοὺς μασθούς, τῷ δὲ δευτέρῳ τὸ ἀνεσπάσθαι συνεπόμενον εὑρίσκει καὶ διὰ τοῦτό φησι καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο. τοῦτο δὴ ὡς ἕρμαιον ἔλαβον οἱ παλαιοὶ τῶν ἐξηγητῶν ὄντες ἐμπειρικοὶ Γλαυκίας τε καὶ ὁ Ταραντῖνος Ἡρακλείδης … ἡγοῦνται γὰρ ἐκ τούτου καὶ τὸν Ἱπποκράτην δεικνύειν ὁμόψηφον ἑαυτοῖς, ὡς μὴ πιστεύειν ταῖς δογματικαῖς πιθανότησιν, ἀλλὰ μόνῳ τῷ διὰ τῆς ἐμπειρίας φαινομένῳ. καίτοι καὶ τὸ φαινόμενον αὐτὸ χωρὶς διορισμοῦ ῥηθὲν ἑκατέρως ἐστὶ ψεῦδος, ἐάν τε κατεσπάσθαι τε καὶ χαλᾶσθαι τοὺς τοιούτους εἴπωμεν ἐν τοῖς λεπτυσμοῖς ἐάν τʼ ἀνεσπάσθαι. τοῦτʼ οὖν ἐχρῆν αὐτοῖς πρῶτον ἀκριβῶς ἐξητάσθαι, τοῖς μὲν ἐμπειρικοῖς, ἐπειδὴ τοῦ φαινομένου τηρητικοί τέ εἰσι καὶ μνημονευτικοί, τοῖς δὲ δογματικοῖς, ἐπειδὴ τῶν ὄντων αὐτοὺς χρὴ τὰς αἰτίας, οὐ τῶν οὐκ ὄντων ἀποδιδόναι.

τί δὴ οὖν ἐστι τὸ φαινόμενον, ἐγὼ φράσω, παραφυλάξας ἐπὶ πολλῶν πάνυ γυναικῶν, οὐκ ὀλίγων δὲ καὶ πυθόμενος οὐ μόνον τῶν μαιευτριῶν, ἀλλὰ καὶ τῶν οὐδὲν ἐπισταμένων τοιοῦτον. μᾶλλον γὰρ αὗται τὰ φαινόμενα λέγουσιν ἀληθῶς τῶν διὰ δόγμα τυφλωττόντων ἀμφʼ αὐτά. τὸ τοίνυν συμβαῖνόν ἐστι τοιοῦτον. γάλακτος μὲν ὅταν οἱ τιτθοὶ πληρωθῶσιν, αὐξάνονται κατὰ πᾶσαν διάστασιν. εἰς ὕψος γὰρ αἴρονται καὶ πλάτος καὶ μακρότεροι φαίνονται. κενωθέντος δὲ τοῦ γάλακτος, αὖθις ἑαυτῶν ἐλάττους γίνονται μειούμενοι κατὰ τὰς τρεῖς διαστάσεις. ἐὰν δὲ χωρὶς τοῦ γάλακτος ὑπαλλάττωνται, κατὰ τὸ λεπτύνεσθαί τε καὶ παχύνεσθαι μόνον, ὥσπερ τὰ ἄλλα μόρια παραπλησίως ἐκείνοις διατίθενται, χαλώμενοι μὲν πρῶτον ἐν τῷ λεπτύνεσθαι, τεινόμενοι δʼ ἐν τῷ παχύνεσθαι. προϊόντος δὲ τοῦ χρόνου τὴν ἐναντίαν λαμβάνουσι κατάστασιν, βραχύτεροι μὲν γινόμενοι ξηρανθέντος τοῦ δέρματος, μακρότεροι δʼ ὑγρανθέντος ἐν ταῖς εὐτροφίαις, ὡς ἔμπροσθεν εἴρηται. οὕτω γοῦν καὶ ταῖς γηρώσαις χαλῶνται μὲν πρῶτον, ὕστερον δʼ ἀνασπῶνται.

ἐμοὶ μὲν δὴ καὶ τὰ φαινόμενα περὶ τοὺς τιτθοὺς εἴρηται καὶ τὰς αἰτίας αὐτοῖς προσέθηκα. τῶν δʼ ἐξηγητῶν οὐδεὶς τοῦτʼ ἔπραξεν, ἀλλʼ ὡς ἂν ἕκαστος ἐθελήσῃ γράψας ἐξηγεῖται τὴν ἑαυτοῦ λέξιν. εἰκότως δὲ καὶ ἐξηγήσεις ἐναντίας ἐποίησάν τε καὶ τὰς γραφὰς ἐλλιπῶς ἡρμηνευμένας καὶ ἀδιορίστως τῆς λέξεως, ὥστε ὅπως ἄν τις εἴπῃ κατὰ τὶ μὲν ἀληθεύσει, κατὰ τὶ δὲ ψεύσεται, τῶν τιτθῶν ἐν μὲν τῷ γάλακτος πληροῦσθαι μειζόνων γινομένων, ἐλαττόνων δʼ ἐν τῷ κενοῦσθαι· χωρὶς δὲ τοῦ γάλακτος ἐν μὲν ταῖς λεπτότησι κατʼ ἀρχὰς μὲν χαλωμένων, ὕστερον δʼ ἀνασπωμένων, ἐν δὲ ταῖς παχύνσεσιν ἐν ἀρχῇ μὲν ἀνασπωμένων, ὕστερον δʼ ἠρέμα χαλωμένων, ὄντος καὶ κατὰ τοῦτο τοῦ ἀνατρέφεσθαι διορισμοῦ, διὰ τὸ τινὰς μὲν ἀνατρέφεσθαι, πρὶν εἰς τοσαύτην ἀφικέσθαι λεπτότητα, καθʼ ὅσον ξηραινόμενον τείνεται τὸ δέρμα, τινὰς δὲ μετὰ τὸ ξηρανθῆναι πρὸς εὐτροφίας ἐπιδιδόναι.

Κλεῖς περιφανέες, φλέβες διαφανέες.

Αἱ τοιαῦται τῶν ῥήσεων οὐκ εὔδηλον ἔχουσι τὴν τοῦ γράψαντος διάνοιαν ὡς ἂν μὴ προσκειμένου κατὰ τὴν λέξιν αὐτῶν, ἐπὶ τίνων βούλεται φαίνεσθαι ταῦτα. πολλοὶ μὲν τῶν ἰσχνῶν φύσει τάς γε κλεῖς ἔχουσι σαφεῖς καὶ τὰς φλέβας ἐκκειμένας τε καὶ μεστὰς αἵματος, ὥσπερ αὖ πάλιν ἕτεροι οὔτε τὰς κλεῖς οὔτε τὰς φλέβας ἐκκειμένας. καὶ ὥσπερ γε φύσει τοιαύτη διαφορὰ τῶν σωμάτων ὁρᾶται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν παρὰ τὴν ἐξ ἀρχῆς φύσιν ἤτοι λεπτυνομένων ἢ παχυνομένων καὶ πλῆθος ἢ ἔνδειαν ἐχόντων χυμῶν. εὔδηλον γὰρ ὅτι πεπληρωμέναι φλέβες ἐν τῷ ἰσχνῷ σώματι πλῆθος ἐνδείκνυνται κατὰ ταύτας εἶναι τοῦ αἵματος ὡς τὰ πολλὰ μοχθηροῦ, καθάπερ ἐπὶ τῆς γυναικὸς ὀλίγον ἔμπροσθεν ἔλεγον, ἧς ἐπέσχητο τὰ καταμήνια. θαυμάσαι δʼ ἔστι τοῦ Καπίτωνος μόνου γράψαντος τὴν ῥῆσιν ἐν τῇδε τῇ λέξει· «ἡ ἄγαν πλήρωσις περιφανής, φλέβες διαφανεῖς.» εἴπερ γὰρ οὕτως εὕρητο γεγραμμένον, τίς ἦν ἀνάγκη μεταγράψαι πάντας αὐτὴν τοὺς ἐξηγητὰς ἐπὶ τὸ σαφέστερον; ἐν οἷς γὰρ ἀποροῦνται μεταγράφουσιν εὐπορίας ἕνεκεν. ἀλλʼ οὐδὲν ἀντίγραφον εὗρον οὕτως, ἔχον, οὐκ ὀλίγοις ἐντυχὼν διʼ αὐτὸ τοῦτο τὸ βούλεσθαι γνῶναι τάς τε παλαιὰς γραφὰς καὶ τὰς ἅπασιν ὁμολογουμένας ἢ διαφωνουμένας. ἁπάντων τε οὖν τῶν ἐξηγητῶν καὶ πάντων τῶν ἀντιγράφων τὴν αὐτὴν ἐχόντων γραφὴν οὐκ ὀρθῶς ὁ Καπίτων μετέγραψεν. ἴσως δὲ κἀγὼ κακῶς αὐτοῦ τὴν ἀρχὴν ἐμνημόνευσα, προειρηκὼς ἁπάσας τὰς τοιαύτας ἐν ταῖς γραφαῖς ῥᾳδιουργίας ὑπερβήσεσθαι κατὰ τὴν ἐξήγησιν. ἐπὶ τῶν ἑξῆς οὖν ῥήσεων αὐτὸ ποιήσω μήκους φειδόμενος.

Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι, πυρίῃσι, κακόν, τὸ πυρετῶδες πολέμιον λιμῷ, περιό δοισι, πάλῃσι, δρόμοισιν, ἀνατρίψει, πόνον πόνῳ αὐτοῖσι.

Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει, τινὲς μὲν ὑπαλλάττοντες τὴν τάξιν τοιάνδε· «περιόδοισι, πάλῃσιν», ἔνιοι δʼ ἐν ἀρχῇ πάλῃσι, τινὲς δʼ ἐξαιροῦντες τὸ πάλῃσιν, ἔνιοι δʼ ἐν ἀρχῇ προστιθέντες λιμῷ. περιόδους μὲν οὖν καλεῖ τοὺς βραδεῖς περιπάτους ἐπὶ πλείονα χρόνον ἐκτεινομένους, ὡς ἐν τῷ Περὶ διαίτης ὀξέων αὐτὸς ἔφη· «βραδεῖαν, συχνὴν περίοδον πλανηθῆναι.» καὶ Πλάτων μὲν μέμνηται τοῦ Ἡροδίκου ὡς πολλοῖς περιπάτοις χρωμένου. τίνος δὲ νῦν Ἡροδίκου μνημονεύει, πότερον τοῦ Λεοντίνου ἢ τοῦ Σηλυμβριανοῦ περιττὸν ζητεῖν. ἐν ἄλλῳ γὰρ λόγῳ τὰ τοιαῦτα πάντως διέρχομαι. νυνὶ δʼ οὔ που καιρὸς ἱστορικῶν ζητημάτων, ὅπου καὶ τῶν γεγραμμένων τισὶν ἐξηγήσεων οὐκ ὀλίγας παραλιπόντες ἀγαπῶμεν, ἐὰν ἐν ὀκτὼ βιβλίοις συμπληρώσωμεν τὴν ἐξήγησιν. διὰ τί δὲ μέμφεται τὸν Ἡρόδικον, αὐτὸς ἐδήλωσεν εἰπὼν τὸ πυρετῶδες πολέμιον εἶναι περιόδοισιν ἢ λιμῷ, δῆλον δʼ ὅτι καὶ τοῖς ἄλλοις ἃ κατέλεξε, καὶ γὰρ ταῖς πάλαις καὶ τῇ πυρίᾳ καὶ τῇ ἀνατρίψει τὸ πυρετῶδες ἐναντίον ἐστίν. οὕτω γὰρ ἀκουστέον τοῦ πολέμιον, ἐπειδὴ καὶ «φίλιον» ἐκ μεταφορᾶς εἰώθασι λέγειν τὸ οἰκεῖον. μεταξὺ δὲ τῶν λέξεων ἀμφοτέρων εἰρημένον τὸ κακὸν ἔνιοι μὲν ἐπὶ τῇ τελευτῇ τῆς προτέρας ἔγραψαν, ἔνιοι δʼ ἐν ἀρχῇ τῆς δευτέρας, ὡς ἕνα γενέσθαι τὸν λόγον τοιόνδε· «τὸ πυρετῶδες πολέμιον … περιόδοισιν.» ὅτι δὲ βλάπτει τοὺς πυρέττοντας καὶ περίπατος καὶ δρόμος καὶ πυρία καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ σώματι θερμασίαν αὐξάνοντα, οὐδεὶς ἀγνοεῖ τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. Ἡρόδικος δʼ ἔοικεν οὐ μόνον λογικὴν εὕρεσιν βοηθημάτων ἀγνοεῖν, ἀλλὰ καὶ τήρησιν ἐμπειρικήν. ὁ μὲν γὰρ λόγος ἀπαγορεύει πόνῳ πόνον ἰᾶσθαι, τουτέστι τῇ βλάβῃ τὴν βλάβην καὶ τῷ κακῷ τὸ κακόν. ἐναντία γάρ, οὐχ ὅμοια τῇ λυπούσῃ διαθέσει προσφέρειν χρὴ βοηθήματα. φαίνεται δʼ ἐκεῖνος ὅμοια προσάγων, εἴ γε καὶ περιπάτοις καὶ πάλῃ καὶ ἀνατρίψει καὶ πυρίᾳ καὶ λιμῷ χρῆται. πυρίαν δὲ πᾶσαν ἀκουστέον τὴν ἔξωθεν ἡμῖν προσπίπτουσαν θερμασίαν, εἴτʼ ἀπὸ πυρὸς εἴτʼ ἐν λουτροῖς γένοιτο. καὶ μὴν καὶ ὁ λιμὸς ἐναντίον ἐστὶ τοῖς εἰρημένοις «ὅκου γὰρ λιμός, οὐ δεῖ πονεῖν.» οὐ μόνον δὲ τὴν ἀρχὴν τῆς ῥήσεως, ἀλλὰ καὶ μετὰ τὴν ἀρχὴν ἄχρι τελευτῆς ὡς ἂν ἐθέλωσι τὰς γραφὰς μεταγράφουσιν. ἀλλʼ ἐγὼ τὰς παλαιὰς αἱροῦμαι, κἂν χαλεπωτέραν ἔχωσι τὴν ἐξήγησιν. ὃ δὲ ἔσχατόν ἐστι γεγραμμένον ἐν τῇ προκειμένῃ ῥήσει, τὸ αὐτοῖσι, τινὲς μὲν τῆς ἑπομένης ἀρχὴν ποιοῦσι, τινὲς δʼ ὅλως ἀφαιροῦσι. καὶ γὰρ φαίνεται μηδὲν ἐξ αὐτοῦ πλέον τῶν εἰρημένων διδασκόμενον.

Φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.

Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προειρημένης ῥήσεως «αὐτοῖσι» προτάττεσθαι δύναται ταύτης, ἵνʼ ὁ λόγος ᾖ τοιοῦτος· αὐτοῖς οἷς προεῖπον — ἦσαν δὲ οἱ πυρεταίνοντες μὲν οὐκ ὀρθῶς ὑπὸ τοῦ Ἡροδίκου πρὸς κινήσεις ὑγιαίνουσιν οἰκείας ἀγόμενοι — συμβαίνει ταῦτʼ ἴσχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθʼ ἕκαστον ἄνθρωπον. οὐ γὰρ οἷόν τε συνυπάρξαι τὸ ἔρευθος τῇ πελιώσει καὶ τῇ χλωρότητι, καὶ γὰρ ἀναιρετικόν ἐστιν ἕκαστον τούτων τῶν λοιπῶν δύο καὶ διαθέσεσιν οὐχ ὁμοίαις ἕπεται. τοῖς μὲν γὰρ τήν τε δύναμιν ἔχουσι μετρίαν καὶ χρηστὸν τὸ αἷμα γυμνασθεῖσιν ἢ πυριασθεῖσιν ἐρεύθεται τὸ σῶμα, τοῖς δʼ ἀρρωστοτέραν ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται. προτάττουσιν δʼ ἔνιοι τῆς προκειμένης ῥήσεως τὸ ὄγκοι, τοιάνδε ποιοῦντες τὴν λέξιν· ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης. ὃ δʼ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἶπε, πλευρέων ὀδύναι λαπαραί, πιθανῶς τινες μετέγραψαν εἰς τὸ «λαπάρης ὀδύναι», γίνεσθαι βουλόμενοι τοῖς ἀκαίρως γυμνασθεῖσιν … . οἵ γε μὴν ἐξηγηταὶ πάντες ἴσασι τὴν πλευρέων ὀδύναι λαπαραὶ γραφὴν ἀκούουσί τε λαπαρὰς τὰς ἄνευ φλεγμονῆς καὶ τάσεως ὀδύνας.

Ἄδιψον συνέχειν στόμα, σιγᾶν, ἄνεμον σὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ Ἱπποκράτης τοῦτο δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς Ἡροδίκου προνοίας τῶν πυρεττόντων. οὐ γὰρ ἐξ ὧν ἂν διψῷεν οἱ ἐνθερμανθέντες εὔλογόν ἐστι πράττειν, ἀλλʼ ἐξ ὧν ἄδιψοι γενήσονται. ταῦτα δʼ ἐστὶ πρώτη μὲν ἡ ταῖς κινήσεσιν ἀντικειμένη τοῦ κάμνοντος σώματος ἡσυχία. δεύτερα δὲ τἄλλα, διʼ ὧν ἂν πραΰνοιτο μᾶλλον, οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεσιν, ὧν ἕν ἐστι καὶ τὸ ἄδιψον τηρεῖν. διʼ ὧν δʼ ἄδιψος ἄν τις γένοιτο, προσέθηκεν εἰπών· συνέχειν τὸ στόμα καὶ σιγᾶν, ἄνεμόν τε ψυχρὸν σὺν τῷ ποτῷ εἰσάγειν, ὅπερ ἐστὶν ἐπισπᾶσθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρόδηλον ὅτι καὶ χωρὶς τούτου κατὰ μόνην τὴν εἰσπνοήν, ὥστε καὶ τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέρος προνοητέον ἐστίν, ὅπως μὴ θερμὸς ᾖ μᾶλλον τοῦ προσήκοντος καὶ μᾶλλον θέρους ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοσκορίδης ὑπαλλάξαντες τὴν παλαιὰν γραφὴν ἔγραψαν οὕτως τὴν λέξιν· «ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰσάγειν.» ἀλλʼ ὁ μὲν Διοσκορίδης δευτέραν γραφήν, ὡς εἴωθε, προσέθηκεν, «ἐξ ὧν ἄνεμον ψυχρὸν εἰσάγειν.» Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωσε τὴν ἐν ἅπασί τε τοῖς ἀντιγράφοις εὑρισκομένην γραφὴν ἅπασί τε τοῖς ἐξηγηταῖς ὁμολογουμένην, ἀλλὰ προσθεὶς αὐτῇ τὴν «μὴ» συλλαβὴν ἀντὶ τοῦ ψυχρὸν εἰσάγειν «ψυχρὸν μὴ εἰσάγειν» ἔγραψεν, ὡς οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα.

Τὰς ἀφορμάς, ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτός, εἴτε πλευροῦ. σημεῖον οἱ ὀδόντες καὶ ἐφʼ οἷσι βουβῶνες.

Ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν ἐξηγήμεθα κατὰ τὸ πρῶτον ὑπόμνημα.

Τὰ γινόμενα ἕλκεα καὶ φύματα κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίαι· οἷς ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

Καὶ αὕτη ἡ ῥῆσις ἐφεξῆς τῇ πρὸ αὐτῆς κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν γεγραμμένη τῆς προσηκούσης ἐξηγήσεως ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων.

Τὰ στρογγυλούμενα πτύαλα παρακρουστικά.

Τῶν στρογγυλουμένων πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον καὶ πάχος καὶ γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις ἀθροιζομένων, τὸ δʼ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν. ὕστερον μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ πυρετοῦ ποτε γένοιτο σὺν ἄλλοις σημείοις παρακρουστικοῖς, συντελέσει τι καὶ αὐτὸ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν, ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαρρήσῃς μόνῳ ποτὲ ἐπὶ προρρήσει παρακοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κἀν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασιν, ὡς ἡ θερμότης προσγινομένη ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην τῷ πληροῦν τὴν κεφαλήν. αὐτὴ δὲ καθʼ ἑαυτὴν οὐδαμῶς ἐστιν ἱκανὴ σημεῖον γενέσθαι παραφροσύνης καὶ μάλιστα φρενιτικῆς. ἔπειτα καὶ κατὰ τὰς ἀκμὰς τῶν πυρετῶν ὑποπαραφέρονται πολλοὶ τῷ λόγῳ τῆς κατὰ τὴν κεφαλὴν πληρώσεως. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πρόσκειταί τισι τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τὸ οἷα ἐν Πληνῷ, καθʼ ἕτερον δὲ τὸ ὡς ὁ σπλὴν οἵω. καὶ ὅσοι τῶν ἐξηγητῶν προσήκαντο τὴν γραφήν, ὥσπερ καὶ ὁ Σαβῖνος, τόπου τινὸς ὄνομά φασιν εἶναι τὸ Πληνόν, οὐ μὴν τίνος γε πόλεως ὁ τόπος οὗτός ἐστι προσέθεσαν τῷ λόγῳ.

Οἱ αἱμορροΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν.

Ἐλλείπει δηλονότι τὸ «ἁλίσκονται» καὶ χρὴ προσυπακούειν αὐτό. διὰ τί δʼ οὐχ ἁλίσκονται, δῆλον. ἐκκρινομένης γὰρ τῆς κακοχυμίας διὰ τῶν αἱμορροΐδων, καχεξίαι μέν τινες ἕπονται ἐνίοτε καθʼ ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόσημα δʼ οὐδὲν τοιοῦτον. φαγεδαίνας δʼ ὅτι λέγει τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ δὴ καὶ φαγεδαινικὰ καλοῦσιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται κἀν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατʼ ἐκεῖνο διὰ τῆς αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν φαγεδαίνας τὰς τῶν πολλῶν βρωμάτων ἐδωδάς, ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι … ἀμέτρους ὀρέξεις σιτίων ὁμολογεῖται καὶ πρὸς ἡμῶν, οὐ μὴν τοιαύτης γε κακοχυμίας ἄκος εἶναι τὰς αἱμορροΐδας, ἀλλὰ τῆς μελαγχολικῆς μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ τὴν τοιαύτην ἐργαζομένη τῶν σιτίων ὄρεξιν ἤδη τισὶ καὶ τῶν τὰς αἱμορροΐδας ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δʼ ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων ἐστὶ δηλωτικὸν ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός. τὸ δʼ ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον ἴσως δὲ οὐδὲ ἄλλοισιν ἔνιοι γράφουσιν «ἴσως δʼ οὐδʼ ἀλφοῖσιν», ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι παρὰ τῷ δέρματι συνισταμένης.

Ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ τοῖσι τοιουτέοισιν οὐ βραδέως ἥλωσαν καὶ ὀλέθρια.

Ἀκαίρως θεραπεύονται τὰς αἱμορροΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε διʼ ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες.

Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες ἑτέρων ἄκος.

Πολλάκις ἤδη τὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρουσαι διʼ αὑτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμορροΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχε τὴν θεραπείαν ποιητέον ἐστί.

Σκῆψις μὲν ἐφʼ οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.

Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον αὐτὰ μετατεθήκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προγενόμενα «γενομένη καὶ προγενομένη» γράψαντες, ἵνʼ ἐπὶ τὴν ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται. πάντες δὲ ἤκουσαν τὴν σκῆψιν ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι, τάχα καὶ σφαλέντος τοῦ πρώτου γράψαντος βιβλιογράφου. τὰ δὲ τῆς διανοίας τὰ αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης λέγειν τὰς ἀποσκήψεις, ἐφʼ οἷς ἂν πάθεσι γινόμεναι λύειν αὐτὰ δύνωνται, τούτων προγενομένας κωλύειν γενέσθαι.

δοκεῖ δέ μοί τις δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως, ὡς εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο· «σκέψις μέν ἐστιν, εἰ πάντα, ἐφʼ οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.» γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η φθόγγον καὶ τὸν τοῦ ε διʼ ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει τὸν ἕτερον φθόγγον τὸν τοῦ ε, πολλὰ γέγονεν ἁμαρτήματα τῶν ἐκγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς, ἐν αἷς δυνατόν ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως δὲ κἀπὶ τοῦ ο καὶ ω ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι διʼ ἑνὸς χαρακτῆρος ἐγράφοντο.

Ἄλλου τόπου τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται, ἀλλʼ οἷσιν αἱ κοινωνίαι.

Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ Περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν· «Οἱ αἱμορροΐδας ἔχοντες.» ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτάς, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε· ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν ἤτοι διὰ πόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν, ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ διʼ ἄλλην τινὰ αἰτίαν, οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρῖψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. «ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας στηθέων, μαζῶν, γονῆς, φωνῆς.» ἔνιοι δὲ ἀντὶ τοῦ ἀλλʼ οἷσιν αἱ κοινωνίαι γράψαντες «ἀλλοῖαι κοινωνίαι» τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦνται, φάσκοντες ἐπʼ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι, τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασί, λέγει· «διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν.» οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προγραφὴν μέν τινα νομίζων εἶναι τὸ «ἀλλοῖαι κοινωνίαι», τὴν δʼ ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον, ὥσθʼ, οἷς οὐκέτι αἷμα πτύεται τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει· «ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πῦα πτύουσιν.» οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ «διὰ τὴν ῥοπήν», ἐφʼ ἣν ἤδη μεταβήσομαι.

Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν συγγένειαν τοιαῦτα πτύουσιν.

Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ Περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δʼ ἐρῶ συντομώτερον αὐτήν· ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωθεν ἐπʼ ἄλλα μόρια ποιήσηται τὴν ῥοπήν, οὐκέτʼ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου. παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ αἵματος τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν, ἀφρῶδες μέν, ὅταν ᾖ φλεγματικός, ὠχρὸν δʼ, ὅταν πικρόχολος, μέλαν δʼ, ὅταν μελαγχολικός, ὥσπερ γε ἐρυθρόν, ὅταν τὸ αἷμα κατασκῆψαν ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ ταυ γράμμα προσθέντες οὐ ῥοπὴν, ἀλλὰ «τροπὴν» ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ πικρόχολον, ἐνίοτε δʼ ἐπὶ τὸ μελαγχολικόν.

Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπʼ ἄλλοισι δέ, ὥσπερ ἐπὶ τούτοισιν, οὐκ εἰκός.

Συμφέρει, φησίν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, οἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνων ἐνδείξεις διερχόμεθα.

Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή.

Καὶ ταύτην τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ Περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριώτερον ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἄρτι λελεγμένην λέξιν, ἡ δʼ ἐξήγησίς ἐστιν αὕτη· «τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύεται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη.» τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἵαπέρ ἐστιν ἡ ὑπὸ κύνα, φυλαττόμεθα φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δʼ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ τῷ φαινομένῳ μάχεσθαι μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι· «τοὺς αἱματώδη πτύοντας φλεβοτομητέον ἐστὶ πάντως, ὅσον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύοιεν τοιαῦτα.» τούτους γὰρ οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθʼ οὓς ἤτοι φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο δέ μοι προσεπινοῆσαι συνέβη προεξηγημένῳ τὸ Περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄρρωστον, ὃς ὡς αἱμοπτυϊκὸς ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτόν, εἴ τινα αἴσθησιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευράν, ὁ δʼ ὡμολόγησεν εἶναι μικράν. ἦν δʼ οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς δυνάμεως, ὡς, εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆς φλεβοτομίας βοήθημά με ἂν τολμῆσαι παραλαβεῖν αὐτό. πλευρίτιδος δʼ οὔσης ἐπιεικοῦς οὐκ ἀναγκαῖον ἦν, διόπερ οὐδὲ παρέλαβον αὐτό, καὶ σαφῶς ἐφάνη πλευριτικός τε ὁ ἄνθρωπος ὑπακούσας τε τοῖς ἄλλοις τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ γὰρ καὶ μετριώταται τυγχάνουσιν, ἐφʼ ὧν αἱματῶδες πτύεται.

ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως τάξαντες ἀναγινώσκουσι τήνδε τὴν νῦν προκειμένην οὕτως· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων· βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν, ὅταν ἐν ἀρχῇ πτύωσιν αἱματώδη — καὶ γὰρ καὶ οὕτω συμβαίνει τοὐπίπαν —, ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης τῆς πλευρίτιδος ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τινὰ τοῖς ἐξηγησαμένοις τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δʼ ἀεὶ παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν, ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἷς δυνάμεθα χρησίμως γυμνάζεσθαι.