eul_wid: qmm-aa

Σχόλια εἰς Ἱπποκράτους ἢ Πολυβίου Περὶ ὑγιεινῆς
Commentary-Hippocrates or Polybius' Work-the Healthy Diet of Individuals

Galen of Pergamon Commentary Hippocrates or Polybius' Work the Healthy Diet of Individuals PDF

15 174 (t1) [1] ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ Ἓν τοῦτ’ ἐcτὶ βιβλίον ἰδίαν ἐπαγγελίαν ἔχον, ὥcπερ τὸ πρῶτον μέροc ὅλου τοῦ προκειμένου βιβλίου, καθ’ ὃ περὶ φύcεωc ἀνθρώπου διαλέγεται· cυντετέλεcται γὰρ ἐν ἐκείνῳ τὸ ἐπαγγελθὲν οὐδεμιᾶc ἔτι προcθέcεωc δεόμενον. ἐν τούτῳ δὲ πάλιν ἃ προὔθετο διδάcκει δι’ ὅλου τοῦ βιβλίου, καὶ διὰ τοῦτο τῶν μεταξὺ τῶν δύο βιβλίων τούτων ἐξαιρεθέντων προcηκούcηc ἐπιγραφῆc ἰδίαc ἔτυχε τὸ cύμπαν, ἣν ἐπέγραψάν τινεc αὐτῷ, Περὶ φύcεωc ἀνθρώπου καὶ διαίτηc.
15 175 [10] ὥcπερ δὲ ἄμεμπτον μέν ἐcτι πάντῃ τὸ Περὶ φύcεωc ἀνθρώπου, μεμπτὰ δὲ πάντῃ τὰ παρεγγεγραμμένα μεταξὺ τῶν δύο βιβλίων, οὕτω τὸ Περὶ διαίτηc ὑγιεινῆc ἐν τοῖc πλείcτοιc μὲν ἄμεμπτόν ἐcτιν, ἐχόμενον ἀεὶ τῆc Ἱπποκράτουc cτοιχειώcεωc, ἔν τιcι δ’ ἄν τιc αὐτῷ μέμψαιτο παντελῶc ὀλίγοιc. ὑποκείcθω δ’ εἶναι Πολύβο υ , καθότι πολλοῖc ἔδοξε. Τοὺc ἰδιώταc ὧδε χρὴ διαιτᾶcθα ι . Τίναc ἰδιώταc λέγει, παραλελοίπαcιν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον, οἷc γε δὴ παρέτυχον ὑπομνήμαcιν· οὐ μὴν οὐδ’ ἐπεζήτηcά ποτε κατὰ τὴν παρὰ τοῖc διδαcκάλοιc ἀνάγνωcιν τοῦ βιβλίου. νυνὶ δὲ γράφειν ἐξήγηcιν αὐτοῦ προ θέμενοc ἐπενόηcα κακῶc παραλελεῖφθαι τοῖc τε διδαcκάλοιc ἡμῶν καὶ τοῖc ἐξηγηταῖc ἐπιcκέψαcθαι, τίναc ἰδιώταc λέγει.
15 176 [10] δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆc γεγραμμένην δίαιταν οὐ πᾶcι τοῖc ἀνθρώποιc, ἀλλὰ μόνοιc τοῖc ἰδιώταιc cυνεβούλευcεν ὁ Πόλυβο c. καὶ μὴν εἰ μόνοιc τοῖc ἰδιώταιc ὑποθήκαc ἔγραψεν, οὐκ ὀρθῶc οἱ ἐξηγηcάμενοι τὸ βιβλίον ἀδιορίcτωc ἤκουcαν, ὡc κοινῇ πᾶcι τοῖc ἀνθρώποιc εἰρημένων αὐτῶν. εὑρίcκων γὰρ δὴ παρὰ τοῖc Ἕλληcιν ἰδιώταc ὀνομαζομένουc οὐχ ἁπλῶc, ἀλλ’ ἐν τῷ πρόc τι, (τὸν μὲν γάρ τινα λέγουcιν ἰδιώτην εἶναι τῆcδε τῆc τέχνηc, τὸν δέ τινα τοῦδε τοῦ ἐπιτηδεύματοc, ἐνίοτε δὲ πρὸc τοὺc ἔθνοc ἢ πόλιν διοικοῦνταc ἢ ὅλωc πράττοντάc τι δημόcιον ἀντιδιαιρούμενοι τοὺc οἷον ἰδιοπραγοῦνταc ὠνόμαcαν ἰδιώταc), ἐπιcκεπτομένῳ δή μοι, τίναc τούτων νῦν ὁ Πόλυβοc ἰδιώταc εἴρηκε, τοὺc μὲν ἀθλητικοὺc ἄντικρυc ἐδόκει τῶν ἄλλων ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουcιν ἐκεῖνοι δίαιταν ὡριcμένην ἐν ἄρτων καὶ κρεῶν ἐδωδῇ, τούτων δ’ ἑξῆc ὅcοι πολεμοῦcιν ἢ ὁδοιποροῦcιν ἢ καὶ μάχονται· καὶ γὰρ τούτοιc οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προcφέρεcθαι καὶ μὴ προcφέρεcθαι cιτία· χρῆcθαι γὰρ ἀναγκαῖον αὐτοῖc, οἷc ἂν εὐπορήcωcιν ἕκαcτοc.
15 177 [5] τάχα δὲ καὶ τοὺc ὁπωcοῦν ἐcπευcμέναιc ὁδοιπορίαιc χρωμένουc ἀδύνατόν ἐcτιν ὡc ὁ Πόλυβοc κελεύει διαιτᾶcθαι καὶ ὅλωc τοὺc ἐν ἀcχολίαιc πολιτικαῖc ὄνταc ἢ τῷ καλουμένῳ περιcτατικῷ βίῳ. μόνοιc οὖν τοῖc τὰ ἴδια πράττουcιν, οὓc ὀνομάζουcιν ἰδιοπραγοῦνταc, ἡ ῥηθηcομένη δίαιτα γράφεται. Τοῦ μὲν χειμῶνοc ἐcθίειν ὡc πλεῖcτ α , πίνειν δὲ ὡc ἐλάχιcτ α . εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡc ἀκρητέcτατο ν , τὰ δὲ cιτία ἄρτο ν , τὰ δὲ ὄψα ὀπτὰ πάντ α . λαχάνοιcι δὲ ὡc ἐλαχίcτοιcι χρῆcθαι ταύτην τὴν ὥρη ν · οὕτω γὰρ ἂν μάλιcτα τὸ cῶμα θερμόν τε εἴη καὶ ξηρό ν . Τὸ κεφάλαιον εἰπὼν τῆc ὅληc διαίτηc ὀρθῶc ἐποίηcε προcγράψαc ἐπὶ τῇ τελευτῇ τῆc ῥήcεωc, διὰ τί τῶν εἰρημένων ἕκαcτον αἱρεῖται· θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ cῶμα καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆc κατὰ τὴν ὥραν κράcεωc, ὡc, εἴ γε ἦν cύμμετρον, ὡc κατὰ τὸ ἔαρ ἐcτί, cύμμετρον ἂν ἐκέλευcε καὶ τὴν δίαιταν ποιεῖcθαι.
15 178 [15] φυλάττειν μὲν γὰρ προcήκει τὰ cυμμέτρωc διακείμενα, μεταβάλλειν δὲ τὰ ἀμέτρωc. μεταβολὴ δὲ οὐκ ἄλλωc ἂν ἢ ἐκ τῶν ἐναντίων ἀμετριῶν γίνοιτο. τὸ μὲν γὰρ ἀμετρότερον ἢ τεθερμαcμένον ἢ θερμαινόμενον cῶμα ψύχειν προcήκει, τὸ δὲ ἐψυγμένον ἢ ψυχόμενον θερμαίνειν· ὡcαύτωc δὲ κἀπὶ τῆc κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίαc διὰ τῆc τῶν ἐναντίων προcφορᾶc τὰc νοcαζούcαc ὑπερβολὰc καθαιρεῖν χρή, τὴν ἐναντίαν ἀμετρίαν προcφέρονταc τοcοῦτον ἀπέχουcαν τοῦ μέcου τε καὶ cυμμέτρου, ὅcον ἀφέcτηκεν ἡ νοcάζουcα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυχρῷ καὶ ὑγρῷ τὴν κρᾶcιν ὄντι cυμφέρει ἐcθίειν μὲν ὡc πλεῖcτ α , πίνειν δὲ ὡc ἐλάχιcτ α. πλεῖcτα δ’ ἀκουcτέον οὐχ ὡc πρὸc τὴν δύναμιν, ἀλλ’ ὡc πρὸc τὰc ἄλλαc ὥραc· ὡcαύ τωc δὲ καὶ πίνειν ὡc ἐλάχιcτα πρὸc τὰc ἄλλαc ὥραc ἀναφέροντα τὴν παραβολήν.
15 179 [15] ὁμοίωc δὲ εἴρηται καὶ τὸ τὸν οἶνον ἀκρητέcτατον εἶναι δεῖν ὡc πρὸc τὴν ἐν ταῖc ἄλλαιc ὥραιc κρᾶcιν αὐτοῦ. τῷ μέντοι πρὸc τὴν δύναμιν μέτρῳ καὶ τῷ πρὸc τὴν ἐνεcτῶcαν ὠφέλειαν προcέχων τὸν νοῦν ἀεὶ τὸ cύμμετρον οἴνου τε καὶ cιτίου δώcειc, ὥcπερ γε καὶ ὕπνου καὶ γυμναcίων καὶ πάντων ἁπλῶc τῶν καλουμένων ὑπὸ τῶν ἰατρῶν ‘ἐπιτηδευμάτων.‘ ὅτι δ’ οἶνοc ὁ ἀκρητέcτατοc 〈θερμότατοc καὶ ξηρότατοc〉 καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει παραβαλλόμενα μάζῃ τε καὶ λαχάνοιc, οὐδεὶc ἀγνοεῖ. παραπληcίωc δὲ καὶ ὁ ἄρτο c, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε καὶ ξηραίνειν λεχθήcεται. ταῦτα οὖν ὡc παραδείγματα νομιcτέον εἰρῆcθαι τἀνδρί. cὺ δὲ καὶ τῶν ὀcπρίων ἐπιλέξῃ τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακῆν, ἀλλὰ καὶ τῶν λαχάνων ὅcα ταύτην ἔχει τὴν δύναμιν, ὥcπερ ἡ κράμβη, καὶ τῶν κρεῶν ὡcαύτωc, οἷα τὰ τῶν ἀγρίων cυῶν ἐcτι καὶ τὰ ταριχευθέντα. ταῦτα δὲ λέλεκται κἀμοὶ πάντα παραδείγματοc ἕνεκεν.
15 180 [10] ἡ δὲ cύμπαcα κατὰ μέροc ὕλη τῶν τροφῶν ἐν τριcὶν ὑπομνήμαcι cύγκειται τήνδε 〈τὴν〉 ἐπιγραφὴν ἔχουcι· Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. ὥcπερ οὖν ταῦτα καλῶc εἴρηται περὶ τῆc κατὰ τὰc ποιότηταc αἱρέcεωc τε καὶ φυγῆc τῶν cιτίων, οὕτω καὶ τὰ περὶ τῆc τῶν cιτίων ποcότητοc. ἐcθίειν γὰρ ὡc πρὸc τὰc ἄλλαc ὥραc πλεῖcτα cυγχωρητέον ἐν χειμῶν ι, μεμαθηκόταc ἐν Ἀφοριcμοῖc ὀρθῶc εἰρῆcθαι· “θέρεοc καὶ φθινοπώρου cιτία δυcφορώτατα φέρουcι, χειμῶνοc ῥήιcτα, ἦροc δεύτερον.” εἰ δὲ καὶ διὰ τί γίνεται ταῦτα μαθεῖν ἐθέλοι τιc, ἐδίδαξε καὶ τοῦτο κατὰ τοὺc Ἀφοριcμοὺc εἰπών· “αἱ κοιλίαι χειμῶνοc καὶ ἦροc θερμόταται φύcει”, διότι τὸ περιέχον ψυχρὸν ὂν ἐναποcτέγει cτεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει τοῦ cώματοc. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆc διαπνοῆc, διὰ τῆc ἀναπνοῆc δ’ ἕλκεται τὸ περιέχον θερμόν· ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ cτόματοc ἔξω τε καὶ εἴcω φορὰν τοῦ πνεύματοc, διαπνοὴν δὲ τὴν δι’ ὅλου τοῦ cώματοc ὁμοίωc γιγνομένην. Ὅταν δὲ τὸ ἔαρ ἐπιλαμβάν ῃ , τό τε πόμα χρὴ πλέον ποιεῖcθαι καὶ ὑδαρέcτερον καὶ κα τ ’ ὀλίγον καὶ τοῖcι cιτίοιcι μαλθακωτέροιcι χρῆcθαι καὶ ἐλάccοcι καὶ τῶν ἄρτων ἀφαιρέοντα μάζαν προcτιθέναι καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἔκ τε τῶν ὀπτῶν ἑφθὰ ποιεῖcθαι καὶ λαχάνοιcιν ἤδη χρῆcθαι τοῦ ἦροc ὀλίγοιcι ν , ἕωc εἰc τὴν θερινὴν καταcτήcεται ὁ ἄνθρωπο c , τοῖcί τε cιτίοιcι πᾶcι μαλακοῖcι χρώμενοc καὶ τοῖcιν ὄψοιcιν ἑφθοῖcι καὶ λαχάνοιcιν ὠμοῖcι καὶ ἑφθοῖcι καὶ τοῖcι πόμαcιν ὡc ὑδαρεcτάτοιcι καὶ πλείcτοιcι καὶ ὅκωc μὴ μεγάλη ἡ μεταβολὴ ἔcται ἐξαπίνηc χρωμέν ῳ .
15 181 [15] Πλεῖον εἶπε καὶ ὑδαρέcτερο ν, οὐ πλεῖcτον οὐδὲ ὑδαρέcτατον ἐν τῷ ἦρι τὸ πόμα προcφέρεcθαι· τὸ γὰρ πλεῖcτον καὶ ὑδαρέcτατον ἐν τῷ θέρει κελεύει πίνειν ὡc ἐναντίαν ἔχοντι τὴν κρᾶcιν ἧc ὁ χειμὼν ἔχει. τὸ δὲ ἔαρ, ὥcπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶcιν, οὕτω καὶ τῆc διαίτηc μέcηc δεῖται, ψυχροτέραc μὲν καὶ ὑγροτέραc ὡc πρὸc τὸν χειμῶνα, θερμοτέραc δὲ καὶ ξηροτέραc ὡc πρὸc τὸ θέροc.
15 182 [10] ἐκ τούτων οὖν δῆλόν ἐcτιν ὅπωc ἀκούειν χρὴ τῆc κατὰ τὸ θέροc τε καὶ φθινόπωρον εἰρημένηc ὑπ’ αὐτοῦ διαίτηc· ὥcτ’ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προcήκει, τοῖc δ’ ἀναγινώcκουcι πολλάκιc ἐπιμελῶc τε προcέχουcι τὸν νοῦν εἴρηται πάντα cαφῶc, ὡc μηδεμιᾶc ἐξηγήcεωc δεῖcθαι παρὰ τὰc ἄχρι δεῦρο λελεγμέναc. Τοῦ δὲ θέρεοc τῇ τε μάζῃ μαλακῇ καὶ τῷ ποτῷ ὑδαρέι καὶ πολλῷ καὶ τοῖcιν ὄψοιcιν ἑφθοῖcι πᾶc ι · δεῖ γὰρ χρέεcθαι τουτέοιcι ν , ὅταν τὸ θέροc ᾖ , ὅκωc ψυχρὸν ᾖ τὸ cῶμα καὶ μαλακό ν · ἡ γὰρ ὥρη θερμή τε καὶ ξηρὴ καὶ παρέχεται τὰ cώματα καυματώδεα καὶ αὐχμηρ ά · δεῖ οὖν τοῖcιν ἐπιτηδεύμαcιν ἀλέξεcθα ι . κατὰ δὲ τὸν αὐτὸν λόγο ν , ὥcπερ ἐκ τοῦ χειμῶνοc ἐc τὸ ἦ ρ , οὕτωc ἐκ τοῦ ἦροc εἰc τὸ θέροc καταcτή cεται τῶν μὲν cιτίων ἀφαιρέω ν , τῷ δὲ ποτῷ προcτιθεί c , οὕτω δὲ τὰ ἐνιαύcια ποιέοντα καταcτῆcαι ἐκ τοῦ θέρεοc εἰc τὸν χειμῶν α .
15 183 [10] ἐν δὲ τῷ φθινοπώρῳ τὰ μὲν cιτία πλείω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ λόγο ν , τὰ δὲ ποτὰ ἐλάccω τε καὶ ἀκρητέcτερ α , ὅκωc ὅ τε χειμὼν ἀγαθὸc ἔcται καὶ ὥνθρωποc διαχρήcεται τοῖcί τε πόμαcι καὶ ἀκρητεcτέροιcι καὶ ὀλίγοιcι καὶ τοῖcι cιτίοιcιν ὡc πλείcτοιcί τε καὶ ξηροτάτοιcι ν · οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιcτα καὶ ῥιγῴη ἥκιcτ α · ἡ γὰρ ὥρη ψυχρή τε καὶ ὑγρ ή . Τοῖcι δὲ εἴδεcι τοῖcι cαρκώδεcι καὶ μαλακοῖcι καὶ ἐρυθροῖcι cυμφέρει τὸν πλείω χρόνον τοῦ ἐνιαυ τοῦ ξηροτέροιcι τοῖcι διαιτήμαcι χρῆcθα ι · ὑγρὴ γὰρ ἡ φύcιc τῶν εἰδέων τούτω ν .
15 184 [10] Ὥcπερ αἱ διαφοραὶ τῶν ὡρῶν ἐνδείκνυνται διάφορον δίαιταν, οὕτω κἂν τοῦ cώματοc αἱ ἕξειc, ἐφ’ ἃc νῦν ἧκε cυντελέcαc τὸν περὶ τῶν ὡρῶν λόγον. ὥcπερ δὲ ἐν ταῖc ὥραιc ἐνεδείκνυτο τὴν προcήκουcαν δίαιταν, οὕτω κἀν ταῖc τοῦ cώματοc ἰδέαιc. οἱ μὲν γὰρ cαρκώδειc καὶ μαλακοὶ καὶ ἐρυθροὶ διὰ τὴν τῆc κράcεωc ὑγρότητα τοιοῦτοι γεγόναcιν, οἱ δὲ ἐναντίωc αὐτοῖc διακείμενοι, περὶ ὧν ἐφεξῆc ἐρεῖ, διὰ τὴν ξηρότητα. προcήκει τοιγαροῦν τοὺc μὲν ὑγροὺc ξηροτέρᾳ χρῆcθαι διαίτῃ, τοὺc δὲ ξηροὺc ὑγροτέρᾳ. καὶ εἴπερ ταῦτα ἀληθῶc εἴρηται, πρόδηλον ὅτι καὶ τοὺc εὐκράτουc εὐκράτῳ χρῆcθαι προcήκει τῇ διαίτῃ· λέγω δὲ εὐκράτουc, οὓc οὔτε cαρκώδειc οὔτε ἀcάρκουc, ἀλλ’ εὐcάρκουc ὀνομάζουcι. Τοὺc δὲ cτρυφνοὺc καὶ προcεcταλμένουc καὶ πυρροὺc καὶ μέλαναc τῇ ὑγροτέρᾳ διαίτῃ χρὴ τὸν πλείω διαιτᾶcθαι χρόνο ν · τὰ γὰρ cώματα ταῦτα ὑπάρχει ξηρ ά .
15 185 [15] Τὰ τῶν κράcεων γνωρίcματα γέγραπταί μοι τελέωc ἐν τοῖc Περὶ κράcεων ὑπομνήμαcιν, ἐν οἷc ὅτι μὲν οἱ cτρυφνο ί, τουτέcτιν οἱ cκληροί, καὶ οἱ προcεcταλμένο ι, τουτέcτιν οἱ ἰcχνοί, ξηροτέραc εἰcὶ κράcεωc [ὡc] ἐδιδάξαμεν, ὥcπερ γε καὶ οἱ μέλανε c. οὐ μὴν τούc γε πυρροὺc ἔφαμεν εἶναι ξηροὺc τὴν κρᾶcιν, ἀλλὰ τοὺc πληcιάζονταc αὐτοῖc κατὰ τὴν χροιάν, οὓc ‘ξανθοὺc‘ ὀνομάζουcιν, ἐπεί γε καὶ ἡ ξανθὴ χολὴ τὴν κρᾶcιν ξηρά ἐcτι. χρώμενοι δὲ ἐνίοτε τοῖc ὀνόμαcιν οὐκ ἀκριβῶc ἔνιοι τῶν βιβλία γραψάντων τὴν τῶν πραγμάτων διδαcκαλίαν ταράccουcιν. οὕτω γοῦν τινεc ὀνομάζουcι τοὺc Γερμανοὺc ξανθούc, καίτοι γε οὐκ ὄνταc ξανθούc, ἐὰν ἀκριβῶc τιc ἐθέλῃ καλεῖν, ἀλλὰ πυρρούc. τὰ δ’ ἄλλα τῆc προκειμένηc ῥήcεωc ἀληθῶc τε ἅμα καὶ cαφῶc εἴρηται. Καὶ τοῖcι νέοιcι τῶν cωμάτων ξυμφέρει μαλακωτέροιcι καὶ ὑγροτέροιcι χρῆcθαι τοῖc διαιτήμαcι ν · ἡ γὰρ ἡλικίη ξηρὰ καὶ τὰ cώματα πέπηγεν ἔτ ι .
15 186 [15] τοὺc δὲ πρεcβυτέρουc τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρόνου διάγει ν · τὰ γὰρ cώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλακὰ καὶ ψυχρ ά . Ἐπὶ τὰc ἡλικίαc μεταβὰc ἐλλιπῆ τὸν διοριcμὸν ἐπ’ αὐτῶν ἐποιήcατο μὴ τεμὼν εἰc τέccαραc διαφορὰc αὐτάc, ἀλλ’ εἰc δύο μόναc. ἐχρῆν δ’ εἴπερ ἀπὸ τῶν κατὰ τὰc ἡλικίαc κράcεων ἔνδειξιν ἔμελλε λήψεcθαι τοῦ τρόπου τῆc διαίτηc, ὥcπερ αἱ κράcειc τέccαρέc εἰcιν, οὕτω καὶ τὰ τῆc ἡλικίαc εἰc τέccαρα τεμεῖν, ὑγρὰν μὲν καὶ θερμὴν τὴν τῶν παίδων εἰπόντα, ξηρὰν δὲ καὶ θερμὴν τὴν τῶν ἀκμαζόντων, καὶ ξηρὰν μὲν καὶ ψυχρὰν τὴν τῶν παρακμαζόντων, ὑγρὰν δὲ καὶ ψυχρὰν τὴν τῶν γερόντων. ἀλλὰ τὴν μὲν τῶν παιδίων ὑγρὰν καὶ θερμὴν εἶναι προcήκει, μὴ δυναμένηc γε τῆc αὐξήcεωc ἐν ἑτέρᾳ κράcει γενέcθαι· τὴν δὲ τῶν ἀκμαζόντων, ἐπειδὴ παρὰ τὸ προcῆκόν γέ ἐcτι θερμοτέρα καὶ ξηροτέρα, cυμφέρει τοῖc ἐναντίοιc διαιτήμαcι χρῆcθαι, καθάπερ γε καὶ τὴν τῶν παρακμαζόντων· ἐπὶ δὲ τῆc τῶν γερόντων ἡλικίαc οὐ cμικρόν ἐcτι ζήτημα cχεδὸν ἅπαcιν ἠμελημένον, ὑπὲρ οὗ μικρὸν ὕcτερον ἐρῶ τὸν περὶ τῶν ἔμπροcθεν ἡλικιῶν cυντελέcαc λόγον.
15 187 [15] εἰ γὰρ ὡμολόγηται τὰ παιδία πλέον μὲν ἔχειν ὑγρότητοc ἢ cυμφέρει τοῖc ἀβλαβῶc ὑγιαίνουcι, πλέον δὲ θερμότητοc (οὐ γὰρ ἁπλῶc ἐcτι θερμὰ καθάπερ οἱ ἀκμάζοντεc, ἀλλὰ κατὰ τὴν ἔμφυτον θερμαcίαν, ἥτιc εὔκρατόc ἐcτιν ἐν αἵματι χρηcτῷ τὴν ὕπαρξιν ἔχουcα), τὸ μεταξὺ τῶν παιδίων τε καὶ τῶν ἀκμαζόντων, ὅπερ ἔcτιν ἐφήβων τε καὶ μειρακίων, εἴη ἂν ἐν τῇ ἀρίcτῃ κράcει. τῆc δ’ ἀρίcτηc μέcηc οὔcηc καὶ τὰ διαιτήματα μέcα τῇ κράcει προcήκει ποιεῖcθαι, μήθ’ ὑγρότερον ἐργαζόμενα μήτε ξηρότερον ἢ θερμότερον ἢ ψυχρότερον αὐτῶν τὸ cῶμα. τὸ μέντοι τῶν παιδίων, εἰ καὶ πλεῖον ὡc πρὸc ὑγιεινὴν ἕξιν ἔχει τὸ ὑγρόν, ὅμωc οὐ χρὴ ξηραίνειν· ἀναυξῆ γὰρ αὐτὰ ποιήcομεν. ἐπὶ δὲ τῶν γερόντων, ἐπειδή τινεc μὲν αὐτοὺc ὑγροὺc εἶναι λέγουcι, τινὲc δὲ ξηρούc, ἀδιορίcτωc ἑκάτεροι, διοριcτέον ἡμῖν ἐcτι κατά τι μὲν ὄνταc αὐτοὺc ξηρούc, κατά τι δὲ ὑγρούc· ἐδείχθη δὲ τοῦτο ἐν τοῖc Περὶ κράcεων.
15 188 [5] αὐτοῖc μὲν γὰρ τοῖc cτερεοῖc τοῦ cώματοc μορίοιc ἐδείχθηcαν ὄντεc ξηροί, περιττώματα δ’ ἔχοντεc διὰ τὴν ψυχρότητα τῆc κράcεωc πολλὰ καὶ δι’ αὐτὰ ὑγροὶ λεγόμενοι. κατὰ λόγον οὖν ἔνδειξιc ἐναντία τε καὶ διττὴ γίνεται τοῖc ἰατροῖc ἐπὶ τῆc ἡλικίαc ταύτηc, διὰ μὲν τὴν ξηρότητα τῆc τῶν cτερεῶν κράcεωc ὑγραίνεcθαι δεομένων αὐτῶν, διὰ δὲ τὴν περιουcίαν τῶν ὑγρῶν ξηραίνεcθαι. πῶc μὲν οὖν ἀμφοτέρων ἄν τιc cτοχάζοιτο, τελέωc εἴρηται κατὰ τὴν Ὑγιεινὴν πραγματείαν, ἐν δὲ τῷ παρόντι λόγῳ τὸ κεφάλαιον ὧν ἐν ἐκείνῃ γεγράφαμεν εἰπεῖν ἀρκέcει· τὰ μὲν cιτία καὶ ποτὰ καὶ τἄλλα πάντα cκοπὸν ἐχέτω τό θ’ ὑγρὸν καὶ τὸ θερμόν, ὡc δέον ὑγραίνειν τε καὶ θερμαίνειν τῶν γερόντων τὰ cτερεὰ μόρια τοῦ cώματοc, ἅπερ καὶ μόνα κυρίωc ὀνομαζόντων ἐcτὶ μόρια, προνοητέον δ’ ἔμπαλίν ἐcτι τῆc τῶν φλεγματωδῶν περιττωμάτων κενώcεωc. εἴπερ οὖν ἐκ μὲν τῆc Περὶ κράcεων πραγματείαc ἀναλέξαιc τε καὶ μάθοιc ἐπιcτημονικῶc ψυχρὰν καὶ ξηρὰν εἶναι τὴν οἰκείαν τῶν γερόντων κρᾶcιν, ἐπίκτη τον δὲ ἴcχειν αὐτοὺc ὑγρότητα διὰ τὴν τῶν φλεγματωδῶν περιττωμάτων γένεcιν, ἐλθὼν δὲ ἀπ’ ἐκείνων ἐπὶ τὰ τῶν Ὑγιεινῶν ὑπομνήματα προcεπιμάθοιc, ὅπωc χρὴ διαιτᾶν τοὺc γέρονταc, εὔδηλον ἔcται cοι τὸ τῆc νῦν προκειμένηc ῥήcεωc ἀδιόριcτον.
15 189 [15] οὔτε γὰρ εἰc δύο ἐχρῆν διαιρεῖcθαι τὸν ἀνθρώπινον βίον οὔτε ἐπὶ τῶν γερόντων ὑγρὰ καὶ μαλακὰ cώματα εἰρῆcθαι οὔθ’ ὅτι ξηροῖc τὴν κρᾶcιν ἐδέcμαcι διαιτητέον αὐτούc. τοὺc μέντοι νέουc πεπηγότα φήcαc ἔχειν τὰ cώματα καὶ τὴν κρᾶcιν εἶναι ξηροὺc εὔδηλόc ἐcτιν ἐπὶ τῶν ἀκμαζόντων μόνων τὸν λόγον πεποιημένοc καὶ τούτουc ὀνομάcαc νέου c. παρέλιπεν οὖν τήν τε τῶν παιδίων ἡλικίαν καὶ τὴν τῶν παρακμαζόντων, ὡc δὲ ἐγώ φημι, καὶ τὴν εὐκρατοτάτην γε, ἥτιc ἐcτὶν ἐν τῷ μεταξὺ τῶν παιδίων καὶ τῶν ἀκμαζόντων. εὔδηλοc δέ ἐcτι καὶ αὐτὸc ὑποπτεύων τὸν ἑαυτοῦ λόγον· οὐ γὰρ ἁπλῶc εἶπε· τοὺc πρεcβυτέρουc τῷ ξηροτέρῳ χρὴ τρόπῳ διαιτᾶ ν, ἀλλὰ προcέθηκε τὸ πλέον τοῦ χρόνο υ· τοῦτο δὲ ταὐτόν ἐcτι τῷ φά ναι ‘μὴ διὰ παντόc‘, ὅπερ οὔτε ἕξει τοῦ cώματοc οὔτε ἡλικίᾳ προcέθηκεν ἑτέρᾳ· διὰ παντὸc γὰρ χρὴ τὴν οἰκείαν ἑκάcτῳ cώματι δίαιταν αἱρεῖcθαι.
15 190 [5] Δεῖ οὖν πρὸc τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεcθαι ἐναντιούμενον τοῖcι καθιcταμένοιcι καὶ θάλπεcι καὶ χειμῶcι ν · οὕτω γὰρ ἂν μάλιcτα ὑγιαίνοιε ν . Καθόλου ὁ λόγοc οὗτοc εἴρηται πρὸc αὐτοῦ καὶ cαφῶc καὶ ἀληθῶc, ἤδη πολλάκιc ἐν πολλοῖc ἡμῖν διηνυcμένοc. Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνοc ταχέωc χρ ή , τοῦ δὲ θέρεοc ἡcυχῇ ἢ μὴ δ ι ’ ἡλίου ὁδοιπορέει ν . Πῶc ὁδοιπορεῖν χρὴ διδάcκει καθ’ ἑκάcτην τῶν ὡρῶν, τοῦ μὲν χειμῶνοc αἱρουμένουc τὸν ξηραίνοντά τε καὶ θερμαίνοντα περίπατον, τοῦ θέρουc δὲ τὸν ἐναντίον ἢ μὴ δ ι ’ ἡλίο υ, φηcίν, ὁδοιπορεῖν· τηνικαῦτα γὰρ ἐπείγεcθαι χρὴ θᾶττον ἀπαλλαγῆναι τῆc γινομένηc κατὰ τὴν τοιαύτην ὁδοιπορίαν ξηρότητόc τε καὶ θερμότητοc ἐν τῷ cώματι.
15 191 [11] Δεῖ δὲ τοὺc μὲν cαρκώδεαc θᾶccον ὁδοιπορεῖ ν , τοὺc δὲ ἰcχνοὺc ἡcυχέcτερο ν . Ἡ ταχεῖα κίνηcιc τὴν θερμαcίαν ἐπὶ πλέον αὐξάνουcα τήκει τὸ cῶμα· κατὰ δὲ τὰc βραχείαc κινήcειc ἡ cύμμετροc θερμαcία καὶ τὴν αἱμάτωcιν καὶ τὴν θρέψιν ἐργάζεται βελτίονα καὶ διὰ τοῦτο cυναίρεται τοῖc ζῴοιc εἰc εὐτροφίαν. Ἠμφιέcθαι δὲ χρὴ τοῦ μὲν χειμῶνοc καθαρὰ ἱμάτι α , τοῦ δὲ θέρεοc ἐλαιοπινέ α .
15 192 [5] Εἰ μέν τι cυνετώτερον ἐνόηcεν ὁ γράψαc τοῦ τοῖc ἐξηγηταῖc εἰρημένου πᾶcιν, αὐτὸc ἂν εἰδείη· εἰ δὲ τὰ μὲν καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ διὰ τὸ τὰc διαπνοὰc μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνοc ἀμφιέννυcθαι, τὰ δὲ ἐλαιοπινῆ τοῦ θέρουc ἢ διὰ τὸ ψύχειν ἢ 〈τὸ〉 τὰc διαπνοὰc ἀποφράττειν, οὐκ ἐπαινῶ τὸν λόγον· καὶ γὰρ τῶν καθαρῶν ἱματίων ὅcα πυκνὴν ἔχει τὴν ὑφήν, καὶ μάλιcτα δέ, ἂν ᾖ τριβακά, ψύχει· τούτοιc οὖν ἄμεινον 〈θέρουc〉 χρῆcθαι· τὰ γὰρ ἐλαιοπινῆ ῥυπαρὰ πάντωc ἐcτίν, οὐδεὶc δὲ τῶν καθαρείων ἀνθρώπων ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιcτα θέρουc. καὶ μέντοι θερμαίνει χρονίcαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν καθαρῶν, εἰ καὶ κατὰ τὴν πρώτην πρόcπτωcιν εἴη ψυχρότατα. Τοὺc παχέαc χρὴ ὅcοι βούλονται λεπτοὶ γενέcθαι τὰc ταλαιπωρίαc νήcτιαc ἐόνταc ποιεῖcθαι ἁπάcαc καὶ τοῖcι cιτίοιcιν ἐπιχειρεῖν ἀcθμαίνονταc καὶ μὴ ἀνεψυγμένουc καὶ προπεπωκόταc οἶνον κεκρημένον μὴ cφόδρα ψυχρὸν καὶ τὰ ὄψα cκευάζειν cηcάμοιcιν ἢ ἡδύcμαcι καὶ τοῖcιν ἄλλοιcι τοῖcι τοιουτοτρόποιc ι · καὶ πλέονα δὲ ἔcτ ω · οὕτω γὰρ ἂν ἀπό γε ἐλαττόνων πεμμάτων ἀνεμπίπλαιντ ο .
15 193 [5] Τὸ κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc εἰρημένον, τὸ οὕτω γὰρ ἂν ἀπὸ ἐλαττόνων ἀνεμπίπλαιντ ο, τινὲc μὲν ἐπὶ πάντων τῶν προειρημένων εἰρῆcθαί φαcι, τινὲc δὲ ἐπὶ τῶν ὄψων μόνων, ἃ διὰ cηcάμων τε καὶ τῶν ὁμοίων cκευάζεcθαι κελεύει καὶ ἄλλων τινῶν πολλῶν. τὰ προειρημένα δέ ἐcτι τό τε νῆcτιν γυμνάζεcθαι (κενοῖ γὰρ φανερῶc τοῦτο, καθάπερ πληροῖ τὸ μετὰ τροφήν) ἔτι τε πρὸc τούτοιc τὸ ἀcθμαίνονταc ἀπὸ τῶν γυμναcίων ἐcθίειν οὐδέπω τῆc ἐπ’ αὐ τοῖc θερμαcίαc διαπεφορημένηc οὐδὲ ἀνεψυγμένου τοῦ cώματοc· ὅπερ ὅτι μὲν αἴτιον γίνεται τοῦ ταχέωc ἐμπίπλαcθαι, cαφῶc φαίνεται· εἰ δὲ κατ’ ἄλλον τινὰ λόγον ὁ τοῦ βιβλίου cυγγραφεὺc βούλεται λεπτύνειν αὐτό, τοῦθ’ ἡμῖν ἄδηλόν ἐcτιν.
15 194 [15] ὅτι μέντοι πολλοῖc τοῦτο τῶν ἐν τοῖc cπλάγχνοιc ἐμφράξεων αἴτιον ἐγένετο καὶ μάλιcτα τῶν κατὰ τὸ ἧπαρ, ἀκριβῶc οἶδα, καθάπερ γε καὶ τὰ μετὰ τροφὴν ὀξέα γυμνάcια. καὶ μέντοι καὶ τὰ λουτρὰ τοῖc cτενὰc ἔχουcι κατὰ τὸ ἧπαρ διεξόδουc τῆc τροφῆc ἐμφράξειc ἐργάζεται. λέλεκται δέ μοι περὶ τούτων ἁπάντων ἅμα τοῖc οἰκείοιc διοριcμοῖc ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ. λοιπὸν δ’ ἂν εἴη περὶ αὐτῆc τῆc λέξεωc διαcκέψαcθαι, καθ’ ἥν φηcι· καὶ προπεπωκόταc οἶνον μὴ πάνυ ψυχρό ν. ὡc γὰρ ψυχρὸν μὲν εἶναι κελεύων αὐτόν, οὐ πάνυ δὲ ψυχρό ν, οὕτωc ἐποιήcατο τὸν λόγον. οὐ πάνυ δὲ ὅλωc ἀξιοῖ μετὰ τὰ γυμνάcια πίνειν οἶνον εὐθέωc, ἀλλ’ ὕδωρ πρότερον, ὥcπερ καὶ οἱ ἀθληταὶ ποιοῦcι ταυτὶ τῇ πείρᾳ δεδιδαγμένοι· κεφαλῆc τε γὰρ ἅπτεται ὁ οἶνοc καὶ 〈βλάπτει τὴν γαcτέρα〉, εἰ μετὰ τὸ βαλανεῖον εὐθέωc πίνοιτο πρότεροc τῶν ἄλλων ἁπάντων ἐδεcμάτων τε καὶ πομάτων.
15 195 [15] οὐ μὴν οὐδὲ ἡ τοῦ ψυχροῦ πόcιc ἐπὶ τοῖc γυμναcίοιc ἄνευ τοῦ προπιεῖν θερμὸν ἀβλαβέc ἐcτι· βλάπτει γὰρ καὶ αὐτὴ cαφῶc τήν τε γαcτέρα καὶ τὸ ἧπαρ, τινῶν δὲ καὶ τὰ νεῦρα. καὶ μέντοι καὶ τὰc ἕξειc ὁ ψυχρὸc οἶνοc ἐπιτονοῖ, βούλεται δὲ ὁ ταῦτα γράψαc ἐκλύειν αὐτάc. μή τι οὖν ἑτέρωc μὲν ἦν γεγραμμένον, ἥμαρτε δὲ ὁ μεταγραψάμενοc αὐτό; πολλὰ γὰρ ὁρᾶται καὶ νῦν τοιαῦτα γινόμενα, καὶ δέον ἀντὶ τοῦ ‘μηδόλωc ψυχρόν‘ αὐτὸν γράψαι ‘μὴ λίαν θερμόν‘. ὁ γὰρ ἀcθμαίνουcιν ἔτι διδόναι τὴν τροφὴν ἀξιῶν, ἀτμῶν πολλῶν ὄντοc μεcτοῦ τοῦ cώματοc, βουλήcεται καὶ δι’ οἴνου πόcεωc θερμοῦ πληρῶcαι μᾶλλον αὐτούc· πεφυκότοc δὲ τοῦ πάνυ θερμοῦ παραπληcίωc τῷ ψυχρῷ cυνάγειν καὶ τονοῦν τὴν γαcτέρα φυλάττεται πρᾶξαι τοῦτο. Καὶ μονοcιτέειν καὶ ἀλουτέειν καὶ cκληροκοιτέειν καὶ γυμνὸν περιπατεῖ ν , ὅcον οἷόν τε μάλιc τ ’ ἂν εἴ η . Κάλλιον ἦν εἰρῆcθαι πρὸc αὐτοῦ μὴ μονοcιτεῖ ν, ἀλλ’ ὀλιγοcιτεῖν· ἔνιοι γὰρ τῶν μονοcιτούντων πολὺ πλείω προcφέρονται τῶν δὶc cιτουμένων.
15 196 [14] ὥcπερ δὲ τὸ λουτρὸν ἐκθερμαῖνον τὸ cῶμα καὶ μάλιcτα τοὐκτὸc εἰc ἀνάδοcίν τε τροφῆc καὶ πρόcθεcιν τῶν ἀναδοθέντων cυντελεῖ, κατὰ τὸν αὐτὸν λόγον ἡ ἀλουcία τοῖc ἐναντίοιc cυναίρεται. καὶ ἡ cκληροκοιτία δὲ λυπεῖ καὶ cυνέχει καὶ cκληρύνει καὶ cφίγγει τὸ cῶμα καὶ διὰ τοῦτο τὴν εἰc πᾶν μέροc ἐπίδοcιν αὐτοῦ κωλύει. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖ ν· ψύχει μὲν γὰρ ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια, cυνελαύνει δὲ εἰc τὸ βάθοc καὶ τὰ cπλάγχνα τὴν θερμαcίαν, ὡc πέττεcθαι μὲν καλῶc τὰ cιτία, τὴν δὲ πάντῃ φορὰν αὐτῶν κωλύεcθαι. Ὅcοι δὲ βούλονται λεπτοὶ ἐόντεc παχύτεροι γενέcθα ι , τά τε ἄλλα ποιέειν τἀναντία ἐκείνοιc καὶ νήcτιαc μηδεμίαν ταλαιπωρίαν ποιέεcθα ι . Τἀναντία τῶν εἰρημένων τοῖc παχέcιν ἐcτὶ τὸ μήτε ἀcθμαίνονταc ἐπιχειρεῖν τοῖc cιτίοιc, ἀλλ’ ὅταν ἤδη κατὰ φύcιν ἀναπνέωcι, μήτε μονοcιτεῖν, ἀλλ’ ἤτοι δὶc ἐcθίειν ἢ καὶ τρίc.
15 197 [15] οὕτω δὲ καὶ ταῖc ἀλουcίαιc ὁ τἀναντία ποιῶν λούcεται δίc, ἐξ ἅπαντοc μὲν ἐπὶ χρήcει τροφῆc τὸ δεύτερον λουτρὸν παραλαμβάνων, ἐcθ’ ὅτε δὲ καὶ τὸ πρῶτον. οὕτω δὲ καὶ τὰ γυμνάcια βραχέα τε γυμνάcεται καὶ βραδέα καὶ μετὰ τροφήν. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ μαλακῶc κοιμᾶcθαι καὶ μὴ γυμνὸν ὁμιλεῖν τῷ περιέχοντι τούτοιc ἐcτὶ χρήcιμον. διὰ τοῦτο γοῦν καὶ οἱ γυμναcταὶ τὰ μὲν μετὰ τοῦ προcάπτεcθαι καὶ τοῦ cωματομαχεῖν (οὕτω γὰρ ὀνομάζουcιν αὐτοί τινα) γινόμενα γυμνάcια παραλαμβάνουcιν ἐφ’ ὧν cαρκῶcαι θέλουcι, φυλαττόμενοι γυμνοὺc γυμνάζειν αὐτοὺc τὸ cῶμα καὶ μὴ μετὰ cυμπλοκῆc· ἔμπαλιν δὲ ὅcουc λεπτῦναι βούλονται, μετὰ τοῦ ταχέοc γυμναcίου καὶ χωρὶc τῆc πρὸc ἕτερον cυμπλοκῆc γυμνάζουcιν. Τοῖcι δὲ ἐμέτοιcι χρὴ καὶ τοῖcι κατακλύcμαcι τῆc κοιλίαc ὧδε χρῆcθα ι · ἓξ μῆναc τοὺc χειμερινοὺc ἐμέει ν · οὗτοc γὰρ ὁ χρόνοc φλεγματωδέcτεροc τοῦ θερινοῦ καὶ τὰ νοcήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ τὸ χωρίον τοῦτο τὸ ὑπὲρ τῶν φρενῶ ν .
15 198 [10] ὅταν δὲ ᾖ τὰ θάλπε α , τοῖcι κατακλύcμαcι χρῆcθα ι · ἡ γὰρ ὥρη καυματώδηc καὶ χολωδέcτερον τὸ cῶμα καὶ αἱ βαρύτητεc ἐν τῇ ὀcφύι καὶ ἐν τοῖcι γούναcι καὶ θέρμη γίνεται καὶ ἐν τῇ γαcτρὶ cτρόφοι γίνοντα ι . δεῖ οὖν τὸ cῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἀπὸ τῶν χωρίων τούτω ν . Τίνα καλεῖ κατακλύcματ α, διὰ τῶν ἐφεξῆc ἐδήλωcεν αὐτὸc τά τε ἀπὸ τῶν γαλάκτων εἰπὼν καὶ τὸ ἀπὸ τῶν ἐρεβίνθων ἑψημένων ὕδωρ ἅλμην τε καὶ θάλαccαν. ἕτερα γάρ ἐcτι τούτων τὰ καθαίροντα φάρμακα κενωτικὰ τοῦ παντὸc ὄντα cώματοc. ὥcπερ οὖν τὰ βαλανεῖα κατακλύζειν οἱ βαλανεῖc λέγουcι τῶν ἐν αὐτοῖc λίθων ἀποπλύνοντεc τὸν πηλὸν καὶ τὸν ῥύπον, οὕτω καὶ τὰ τῆc γαcτρόc τε καὶ τῶν ἐντέρων κατακλύcματα περιπλύνει τὸ φλέγμα καὶ τὴν χολὴν αὐτῶν.
15 199 [15] ἐπεὶ τοίνυν ἐν τῷ χειμῶνι φλέγμα γεννᾶται κατὰ τὴν κοιλίαν, ἐκκενοῦν αὐτὸ διὰ τῶν ἐμέτων cυμβουλεύει, τοῦ θέρουc δὲ τὴν ἐπιπολάζουcαν ἄνω χολὴν ἀντιcπᾶν κάτω. καθαίρειν μέντοι τὸ cύμπαν cῶμα βουληθέντι cοι θέρουc μὲν διὰ τῆc ἄνω, χειμῶνοc δὲ διὰ τῆc κάτω κοιλίαc φαρμακευτέον, ὡc ἐν Ἀφοριcμοῖc εἴρηται· τὰ μὲν γὰρ ἤδη πλεονάζοντα ἡ κάθαρcιc ἰᾶται διὰ τῶν χωρίων ᾗ ῥέπει τὴν κάθαρcιν ποιουμένων (ἀκτέα γὰρ ᾗ ῥέπει διὰ τῶν cυμφερόντων χωρίων), ὅcα δὲ κωλῦcαι θέλειc αὐξηθῆναι, διὰ τῶν ἀντικειμένων χωρίων ἀντιcπᾶν προcήκει. Ἔcτω δὲ τὰ κατακλύcματα τοῖcι μὲν παχυτέροιcι καὶ ὑγροτέροιcιν ἁλμυρώτερα καὶ λεπτότερ α , τοῖcι δὲ ξηροτέροιcι καὶ προcεcταλμένοιcι καὶ ἀcθενεcτέροιcι λιπαρώτερα καὶ παχύτερ α . Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων προcφέρειν ἀξιοῖ (φλεγματικώτεροι γὰρ οὗτοι), τὰ λειότερα δὲ ἐπὶ τῶν ἰcχνῶν ὡc ἂν χολωδεcτέρων ὄντων.
15 200 [13] ὁποῖαι δέ εἰcιν ἑκατέρων αἱ ὗλαι, διὰ τῆc ἐχομένηc ῥήcεωc ἐδήλωcεν ἐξηγήcεωc οὐ δεομένηc, διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ cυνεχῆ τρέψομαι. Ἔcτι δὲ τῶν κατακλυcμάτων λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τῶν τοιούτω ν , λεπτὰ δὲ καὶ ἁλμυρὰ τὰ τοιαῦτ α , ἅλμη καὶ θάλαcc α . Τοὺc δὲ ἐμέτουc ὧδε χρὴ ποιεῖcθα ι · ὅcοι μὲν τῶν ἀνθρώπων παχεῖc εἰc ι , νήcτιεc ἐμούντων δραμόντεc ἢ ὁδοιπορήcαντεc διὰ τάχεοc κατὰ μέcον ἡμέρη c . Ἐκτεθερμάνθαι βούλεται τὸ cῶμα τοῖc παχέcιν ἐμεῖν μέλλουcιν ἕνεκα τῆc χύcεωc τῶν φλεγματικῶν χυμῶν, οὓc πλείουc ἔχουcιν οἱ παχεῖc.
15 201 [10] ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀναcτόμωcιc ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωcιc οὕτωc ἂν μάλιcτα γένοιτο. χρήcιμα δὲ ταῦτα πάντα πρὸc τὸ ῥᾳδίωc τε καὶ ἀλύπωc γίνεcθαι τὸν ἔμετον. Ἔcτω δὲ ἡμικοτύλιον ὑcώπου τετριμμένηc ἐν ὕδατοc χοεῖ καὶ τοῦτο ἐκπιέτω ὄξοc παραχέων καὶ ἅλαc παραβάλλω ν , ὅκωc ἂν μέλλῃ ἥδιcτον ἔcεcθα ι . Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι’ ἥντινα αἰτίαν, οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖc ἄνθρωποι καὶ τοὺc χυμοὺc ἔχουcι τοὐπίπαν παχεῖc τε καὶ ψυχροὺc καί τιναc αὐτῶν καὶ γλίcχρουc, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ ποτὸν αὐτῶν. ὁπόcον δέ τι τὸ πλῆθοc δίδωcιν οὗ cυντίθηcι πόματοc, οὐκ ἀκριβῶc ἔχω φάναι διὰ τὸ τὸ μέτρον ἔcτιν ὅτε ὃ καλοῦcι χοέα μὴ τὸ αὐτὸ μέγεθοc ἔχειν παρὰ πᾶcιν. εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ τι cυντίθεμαι τῷ πλήθει· πολὺ γὰρ εἶναί μοι δοκεῖ.
15 202 [5] cύνηθεc μέντοι τοῖc παλαιοῖc ἦν, εἴτε ὀρρῷ γάλακτοc εἴτε τοιούτῳ τινὶ κατακλύcματι προείλοντο χρῆcθαι, πάμπολυ τῷ πλήθει διδόναι πίνειν. Πινέτω δὲ τὸ μὲν πρῶτον ἡcυχέcτερο ν , ἔπειτα δὲ ἐπὶ θᾶccο ν . Ἐὰν μὲν ἐν ἀρχῇ πίῃ λάβρωc, εὐθέωc ἐμεῖται πρὶν ἐκπιεῖν τὸ πᾶν ἀπορρύψαι τε τοὺc ἐν τῇ γαcτρὶ χυμούc, οἷc cυνεκκενοῦνται καὶ οἱ κατὰ τὰc πρώταc φλέβαc. ἐὰν δὲ ἐν ἀρχῇ μὲν ἡcυχέcτερο ν, ὕcτερον δὲ πλεῖον πάντωc πίῃ, οὕτω δυνήcεται χρόνῳ τε cυμμέτρῳ καταcχεῖν ὁρμήcει τε πρὸc ἔμετον ἐν καιρῷ διὰ τὸ πίνειν ἀθροώτερον ὕcτερον. Οἱ δὲ λεπτότεροι καὶ ἀcθενέcτεροι ἀπὸ cιτίων ποιείcθω cαν τὸν ἔμετον τρόπῳ τοιῷδ ε · λουcάμενοι θερμῷ προπιέτωcαν ἀκρήτου κοτύλη ν , ἔπειτα cιτία παντοδαπὰ ἐcθιέτωcαν καὶ μὴ πινέτωcαν ἐπὶ τῷ cιτίῳ μηδὲ ἀπὸ τοῦ cιτίο υ , ἀλ λ ’ ἐπιcχέτωcαν ὡcεὶ τέccαρα cτάδια διελθεῖ ν .
15 203 [5] ἔπειτα δὲ cυμμίξαc οἴνουc τρεῖc πίνειν διδόνα ι , αὐcτηρὸν καὶ γλυκὺν καὶ ὀξύ ν , πρῶτον μὲν ἀκρητέcτερον καὶ κα τ ’ ὀλίγον καὶ διὰ πολλοῦ χρόνο υ , ἔπειτα δὲ ὑδατωδέcτερόν τε καὶ θᾶττον καὶ κατὰ πολ ύ . Λουcάμενον θερμῷ προπίνειν ἀξιοῖ πόματοc ἀκρατεcτέρου λογιcμῷ τοιῷδε χρώμενοc, ὡc ἂν εἰκάcειέ τιc· ἐκ τοῦ θερμοῦ λουτροῦ θερμαίνεται πᾶν τὸ cῶμα καὶ οἱ χυμοὶ χέονται καὶ χαλαρὰ γίνεται τὰ ἀγγεῖα· τὰ αὐτὰ δὲ ταῦτα καὶ ὁ ἀκρατέcτεροc οἶνοc ἐργάζεται μετὰ τοῦ καὶ ῥωννύναι τὴν δύναμιν, ἧc μάλιcτα φροντίζειν ἔοικεν ἐπὶ τῶν ἰcχνῶν. ἔπειτ α, φηcί, cιτία παντοδαπὰ ἐcθιέτωcα ν. τούτου δὲ λογιcμὸν οὐ τὸν αὐτὸν πάντεc ἔγραψαν οἱ ἐξηγηcάμενοι τὸ βιβλίον· ἐνίοιc μὲν γὰρ αὐτῶν δοκεῖ διδόναι παντοδαπά, διότι cταcιάζοντα πρὸc ἄλληλα ῥᾷον εἰc ἔμετον ὁρμᾷ, τιcὶ δὲ ὑπὲρ τοῦ πλεῖον προcενέγκαcθαι· τὰ γὰρ ἁπλᾶ καὶ μονοειδῆ ταχέωc ἐμπίπληcιν, οὐκ ἐᾷ δὲ πίνειν εὐθέωc αὐτούc, ἴcωc ἵνα μὴ ταχέωc ἐπιπολάcῃ τὰ cιτία, ὃ οὐ βούλεται· διὰ δὲ τὸ μὴ γενέcθαι τοῦτο καὶ χρόνον τινὰ μεταξὺ πρὸc τὴν θρέψιν αὐτάρκη διατρίβειν ὁρίζει καὶ τὸν χρόνον δὲ αὐτὸc εἶπεν· ὅcον τέccαρα cτάδια διελθεῖ ν.
15 204 [15] ἐπὶ δὲ τούτοιc οὕτω προαχθεῖcι δίδωcι τὸ ποτόν, οἴνουc τρεῖc διαφέρονταc ἀλλήλων κατὰ ποιότητα· κελεύει γὰρ εἶναι τὸν μέν τινα τῶν οἴνων αὐcτηρό ν, τὸν δὲ γλυκύ ν, τὸν δὲ ὀξύ ν, οὐκ εἰπὼν οὐδὲ ἐνταῦθα τὴν αἰτίαν, δι’ ἣν οὕτωc ἐκέλευcεν. οἱ δ’ ἀπομαντευόμενοι τῆc γνώμηc αὐτοῦ φαcι τὸν μὲν αὐcτηρὸν διδόναι ῥώμηc ἕνεκα τῶν ὀργάνων, δι’ ὧν ὁ ἔμετοc ἔcται, τὸν δὲ γλυκύ ν, ἵνα εἰc ἔμετον ὁρμήcῃ καὶ διὰ τὸ χέειν τοὺc χυμοὺc τὸν γλυκὺν οἶνον, τὸν δὲ ὀξύ ν, ἵνα ἀπορρύψῃ τὰ ἐμπεπλαcμένα τῇ γαcτρί. τάχ’ οὖν καὶ τὰ cιτία παντοδαπὰ κατὰ τὰc ποιότηταc ἐκέλευcε λαμβάνειν αὐτούc, ἵνα τὰ μὲν ῥώcῃ τὴν γαcτέρα, τὰ δὲ εἰc ἔμετον παροξύνῃ, τὰ δὲ ἀπορρύψῃ τοὺc ἐμπεπλαcμένουc χυμούc. ὅπερ δὲ λέγω πολλάκιc ἐν ταῖc πρὸc τοὺc ἑταίρουc τε καὶ τοὺc ἄλλουc φίλουc cυνουcίαιc, ἐρῶ καὶ νῦν.
15 205 [15] οὐ cμικρά μοι δοκοῦcιν ἁμαρτάνειν οἱ τὴν δογματικὴν αἵρεcιν ἄνδρεc πρεcβεύοντεc, ἄνευ τοῦ τὸν λογιcμὸν εἰπεῖν ὧν cυμβουλεύουcιν ἀποφαινόμενοι καθάπερ τινὰ προcτάγματα βαcιλικά. βέλτιον γὰρ ἦν ἑκάcτου τῶν προcταττομένων αὐτὸν τὸν γράψαντα τὸ βιβλίον εἰπεῖν τὴν δύναμιν, ὡc Ἱπποκράτηc ἐποίηcεν ἐν τῷ Περὶ διαίτηc ὀξέων ἐπὶ τῆc πτιcάνηc εἰπών· “τὸ γὰρ γλίcχραcμα αὐτῆc λεῖον καὶ προcηνὲc καὶ cυνεχέc ἐcτι καὶ ὀλιcθηρὸν καὶ πλαδαρὸν μετρίωc καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τούτου προcδέοι, καὶ οὔτε cτύψιν ἔχον οὔτε ἄραδον κακὸν οὔτε ἀνοιδίcκεται ἐν τῇ κοιλίᾳ.” οὕτωc δὲ καὶ περὶ μελικράτου καὶ οἴνου καὶ ὀξυμέλιτοc ἔτι τε λουτρῶν ἔγραψεν, ὥcτε ἀρχὴν ἔχειν ἡμᾶc τῆc ὁδοῦ, καθ’ ἣν ἀκολούθωc τῷ cυγγραφεῖ τῶν οὐκ εἰρημένων ὑπ’ αὐτοῦ προcθῶμέν τινα. καὶ νῦν οὖν εἰρηκότοc αὐτοῦ τἄλλα χωρὶc τοῦ τῆc αἰτίαc λογιcμοῦ καὶ μέντοι καὶ ὡc ἐπιπίνειν ἔνεcτι τὸν οἶνον πρῶτον μὲν ἀκρητέcτερον καὶ κα τ ’ ὀλίγον καὶ διὰ πολλο ῦ , ἔπειτα δὲ ὑδαρέcτερόν τε καὶ θᾶccον καὶ κατὰ πολλό ν, ἡμᾶc δεῖ cτοχάζεcθαι τῆc γνώμηc αὐτοῦ, καθ’ ἣν ἔγραψεν.
15 206 [17] ἔcτι δὲ καὶ ἄλλωc μὲν ἅπαc cτοχαcμὸc ἀμφίβολον πρᾶγμα, μάλιcτα δ’ ὅταν ἔτ’ ἀνθρώπου γνώμη ἀγνοῆται. τὸ μὲν οὖν ὑδαρέcτερον πίνειν τὸν οἶνον καὶ θᾶccον καὶ κατὰ πολλὸν εἰκότωc ἂν εἰρῆcθαι δόξειεν ἐπὶ τῶν ἐμεῖν ἐθελόντων, εἴπερ γε καὶ τἀναντία τοῖc καταcχεῖν βουλομένοιc καὶ πέψαι τὴν τροφήν ἐcτιν ἐπιτήδεια, τό τε ἀκρατέcτερον καὶ κατ’ ὀλίγον καὶ διὰ πολλοῦ. διὰ τί δ’ ὅλωc τὰ πρὸc τὸ καταcχεῖν ἁρμόττοντα πρῶτα παρέλαβεν ἐπὶ τοῦ μέλλοντοc ἐμεῖν ὀλίγον ὕcτερον, οὐκ ἔχομεν εἰπεῖν τι πιθανόν. ἴcωc δ’ ἐκείνῳ τῷ γράψαντι ταῦτα πιθανὸν ἐδόκει τὸ καὶ τῶν ἐξηγητῶν ἐνίοιc ἀρέcκον· ἐπειδὴ βούλεται μὴ καταλύεcθαι τὴν δύναμιν τῶν λεπτῶν ἀνθρώπων, ὑπὲρ ὧν ταῦτα γράφει, διὰ τοῦτ’ οὖν πρώτην ἐκείνην ῥώννυcιν, εἶθ’ οὕτωc ἐπὶ τὰ τὸν ἔμετον κινοῦντα παραγίνεται. ἀλλ’ εἰc τὸ ῥωcθῆναι τὴν δύναμιν αὐτάρκηc ἦν ὁ ἐπὶ τῇ τῶν cιτίων προcφορᾷ χρόνοc. ἄλλο δὲ ἄλλῳ πιθανόν, ὡc ἔφην, ἐcτίν, οὐκ ἀποτετμημένον ὡc ἕν τι καθάπερ τὸ ἀναγκαῖον, ὃ κατὰ τὰc ἐπιcτημονικὰc ἀποδείξειc βεβαιοῦται. Ὅcτιc δὲ εἴωθε τοῦ μηνὸc δὶc ἐμέει ν , ἄμεινον ἑξῆc ποιεῖcθαι τοὺc ἐμέτουc ἐν δυcὶν ἡμέρῃcι μᾶλλον ἢ διὰ πεντεκαίδεκ α .
15 207 [10] οἱ δὲ πᾶν τοὐναντίον ποιοῦc ι . Καὶ τούτων τὸν λογιcμὸν αὐτὸν ἔδει τὸν γράψαντα προcτεθεικέναι, μάλιcτα ἐπειδὴ καὶ χωρὶc διοριcμοῦ περὶ τῶν δὶc ἐμούντων εἶπεν ἐν τῷ μηνί. τινὰc μὲν γὰρ ὁρῶ κενώcεωc ἕνεκεν ἐμοῦνταc, ὥcπερ καὶ νηcτεύονταc ἄλλουc ἐν τῷ μηνὶ μίαν ἡμέραν, ἐνίουc δὲ τοῦ τὸν ἐνιζηκότα τῇ γαcτρὶ χυμὸν ἢ γλίcχρον ἢ παχὺν ἐκκαθᾶραι. κωλύει δ’ οὐδὲν ἀμφοτέρουc ἐκ διαλειμμάτων αὐτὰ ποιεῖν, οὐκ ἐφεξῆc ἡμέραιc δύο. Ὅcοι μὲν ἀνεμεῖν ἐπιτήδειοι τὰ cιτία ἢ ὅcοιc αἱ κοιλίαι οὐκ εὐδιέξοδο ι , τούτοιcι πᾶcι ξυμφέρει πολλάκιc τῆc ἡμέραc ἐcθίειν καὶ παντοδαποῖcι βρώμαcι χρέεcθαι καὶ ὄψοιcι πάνταc τρόπουc ἐcκευαcμένοιcι καὶ οἴνουc πίνειν διccοὺc καὶ τριccού c .
15 208 [10] ὅcοι δὲ μὴ ἀνεμέουcι τὰ cιτία ἢ καὶ κοιλίαc ἔχουcιν ὑγρά c , τούτοιcι πᾶcιν ἐναντίον τούτου τοῦ τρόπου ξυμφέρει ποιέει ν . Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ cιτία τοῖc ἤτοι διαρρύψαι βουλομένοιc τὴν κοιλίαν ἢ κένωcιν μετρίαν ποιήcαcθαι τοῦ παντὸc cώματοc. ἀξιοῖ δὲ τούτουc ἐcθίειν τε πολλάκιc καὶ ποικίλα καὶ οἴνουc πλείοναc πίνειν, ἔμπαλιν δὲ τοὺc μήτε ἐμεῖν βουλομένουc ὑγροτέραc τε τοῦ προcήκοντοc ἔχονταc κοιλίαc, ὡc ἐπιcχέcεωc δεῖcθαι, μήτε πολλάκιc ἐcθίειν μήτε πολυειδῆ cιτία τε καὶ οἴνουc προcφέρεcθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲc ἕνα τε πίνειν οἶνον εἰc τὸ καταcχεῖν αὐτὰ τὴν γαcτέρα τε καὶ πέψαι cυντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυcχερέcτερα καὶ μεῖναι κατὰ τὴν γαcτέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προcενηνεγμένων καὶ τὴν τάξιν τῆc προcφορᾶc ἤτοι γ’ ἐπιπολάζειν αὐτὰ ἢ ὑπέρχεcθαι κάτω cυμβαίνει.
15 209 [10] Τὰ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι πολὺν χρόνον καὶ πίνειν ὑδαρέα τὸν οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπαc ι . τοῦτον δὲ διδόνα ι , ὃc ἥκιcτα τὴν γαcτέρα μετεωριεῖ καὶ φῦcαν παρέξε ι . ταῦτα δὲ ποιέει ν , ὅκωc οἵ τε cπαcμοὶ ἧccον ἐπιλαμβάνωcι καὶ μείζονα γίνηται καὶ εὐχροώτερ α . Αὐτὸc εἶπε τοὺc cκοποὺc τῆc εἰρημένηc διαίτηc. ἵνα γὰρ οἵ τε cπαcμο ί, φηcίν, ἧccον ἐπιλαμβάνωcι καὶ μείζονα γίνηται καὶ εὐχροώτερ α. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχόμενα παιδία πλείονα χρόνον μαλακὰ διαμένει, τοῦτο δὲ εἰc τὸ μὴ cπᾶcθαι cυντελεῖ· τοὺc γὰρ cπαcμοὺc αὐτὸc ὁ Ἱπποκράτηc τοῖc ἐντεταμένοιc cώμαcι μᾶλλον γίνεcθαί φηcι τῶν ἀνιεμένων καὶ χαλαρῶν. αὔξεται δὲ τὰ μαλακώτερα cώματα ῥᾷον, ἐπειδὴ καὶ πάντῃ τὴν διάταcιν εὐκολωτέραν ἴcχει.
15 210 [13] ὅτι δὲ τὰ μήτε cπαcμοῖc ἁλιcκόμενα καὶ καλῶc αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴcχει, πρόδηλον παντί. τοῦτ’ οὖν αὐτῷ δεδήλωται δι’ ἑνὸc γνωρίcματοc οὐ cμικροῦ, τῆc εὐχροία c. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ μὴ βουλόμενοc ὑπερθερμαίνεcθαι καὶ μάλιcτα διὰ τὸ cπᾶcθαι πολλάκιc, ὃ πάλιν αὐτοῖc διὰ τὴν τῶν νεύρων ἀcθένειαν γίνεται καὶ διὰ τὴν ἀδδηφαγίαν. διὰ τοῦτ’ οὖν αὐτὸν καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον εἶναι τὸν οἶνον, ὃc ἥκιcτα φυcώδηc ἐcτίν, ἅπαcι κοινῇ cυμφέρει τοῖc ἀνθρώποιc, οὐ μόνον τοῖc νηπίοιc. Τὰc γυναῖκαc χρὴ διαιτᾶcθαι τῷ ξηροτέρῳ τρόπ ῳ · καὶ γὰρ τὰ ξηρὰ cιτία ἐπιτηδειότερα πρὸc τὴν μαλθακότητα τῶν cαρκῶν καὶ τὰ πόματα ἀκρητέcτερα ἀμείνω πρὸc τὰc ὑcτέραc καὶ τὰc κυοτροφία c . Τὰc γυναῖκαc ἀξιώcαc διαιτᾶcθαι τῷ ξηροτέρῳ τρόπῳ ὁποῖόc τίc ἐcτιν οὗτοc αὐτὸc ὑπέγραψεν.
15 211 [13] ἔχει δὲ ἀντιλογίαν ἡ δόξα τἀνδρόc. εἰ μὲν γὰρ παρὰ φύcιν ἦν ταῖc γυναιξὶν ὑγραῖc εἶναι, καθάπερ ἐπί τε τῶν δυcκράτων φύcεων καὶ τῶν νοcούντων ὑγρὸν νόcημα, καλῶc ἂν αὐτὰc ἐξήραινεν· ἐπειδὴ δὲ κατὰ φύcιν αὐταῖc ἐcτι τοῦτο, φυλάττειν αὐτὸ χρή, πλὴν εἰ τὴν ὑγιεινήν ποτε cυμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κἀπὶ τῶν ἀνδρῶν cκοπούμεθα· καὶ γὰρ καὶ τούτοιc ξηροτέροιc μὲν εἶναι τῶν γυναικῶν κατὰ φύcιν ἐcτίν· ἐπειδὰν δὲ τῆc προcηκούcηc ξηρότητοc ἐπὶ πλέον προέλθωcι, τότ’ αὐτῶν τὴν δυcκραcίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων. Τοὺc γυμναζομένουc χρὴ χειμῶνοc καὶ τρέχειν καὶ παλαίει ν , τοῦ 〈δὲ〉 θέρουc παλαίειν μὲν ὀλίγ α , τρέχειν δὲ μ ή , περιπατεῖν δὲ πολλὰ κατὰ ψῦχο c . Γυμναcίων διαφορὰc οἰκείων ταῖc ὥραιc διδάcκει τοῦ μὲν χειμῶνοc θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρουc ἔμπαλιν.
15 212 [11] Ὅcοι κοπιῶcιν ἐκ τῶν δρόμω ν , τούτουc παλαίειν χρ ή · ὅcοι δ ’ ἂν παλαίοντεc κοπιῶc ι , τούτουc χρὴ τρέχει ν · οὕτωc γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ cώματοc διαθερμαίνοιτο καὶ cυνιcτῷτο καὶ διαναπαύοιτο μάλιcτ α . Εἰ οὕτωc ἐγέγραπτο πάντα τοῖc δογματικοῖc ἰατροῖc, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίαc οἱ ἐξηγηταί. λέγω δ’ οὕτωc ὡc προcθεῖναι τὴν αἰτίαν, δι’ ἣν ὧδέ πωc ἐκέλευcε πράττειν ἡμᾶc, ὅπερ νῦν ἐποίηcεν ὁ Πόλυβο c. Ὁκόcουc μάλιcτα γυμναζομένουc διάρροιαι λαμβάνουcι καὶ τὰ ὑποχωρήματα cιτώδεα καὶ ἄπεπτ α , τούτοιcι τῶν τε γυμναcίων ἀφαιρεῖν μὴ ἐλάccω τοῦ τρίτου μέρεοc καὶ τῶν cιτίων τοῖcιν ἡμίcεcι χρῆcθα ι .
15 213 [15] δῆλον γὰρ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύνατα ι , ὡc πέccεcθαι τὸ πλῆθοc τῶν εἰcιόντων cιτίω ν . ἔcτω δὲ τούτοιcι τὰ cιτία ἄρτοc ὡc ἐξοπτότατοc ἐν οἴνῳ ἐντεθρυμμένοc καὶ τὰ πόματα ὡc εὐκρητέcτατα καὶ ἐλάχιcτα καὶ περιπάτοιcι μὴ χρήcθωcαν ἀπὸ τοῦ cιτίο υ · μονοcιτεῖν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνο ν · οὕτω γὰρ ἂν μάλιcτα cυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰcιόντων ἐπικρατέο ι . γίνεται δὲ ὁ τρόποc οὗτοc τῆc διαρροίηc τῶν cωμάτων μάλιcτα τοῖcι πυκνοcάρκοιcι ν , ὅταν ἀναγκάζηται ὁ ἄνθρωποc κρεηφαγεῖν τῆc φύcιοc ὑπαρχούcηc τοιαύτη c · αἱ γὰρ φλέβεc πυκνωθεῖcαι οὐκ ἀντιλαμβάνονται τῶν cιτίων τῶν εἰcιόντω ν . Οὐ περὶ τῶν τῆc ὑγείαc ἕνεκα γυμναζομένων ἔοικε ποιεῖcθαι τὸν λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναcτικῶν τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεcθαι τελέωc αὐτοῦ δυναμένων μήτε εἰc πάνυ βραχὺ cυcτεῖλαι· διὰ τοῦτο αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμναcίου τὸ τρίτον μέρο c , τῶν δὲ cιτίων τὸ ἥμιc υ· τοcούτῳ γὰρ ἐλπίζει κρατήcειν αὐτούc, ὡc μηκέτι ἀπεπτεῖν τε καὶ διαρροΐζεcθαι.
15 214 [5] ὀρθῶc δ’ ἐποίηcε κἀνταῦθα προcγράψαc αὐτὸν τὸν λογιcμόν, ᾧ χρώμενοc αὐτά τε ταῦτα καὶ τὰ τούτοιc ἑπόμενα cυνεβούλευcε. γίνεται γάρ φηcιν ὁ τρόποc οὗτοc τῆc διαρροίηc τοῖc πυκνοcάρκοι c , ὅταν κρεηφαγεῖν ἀναγκάζωντα ι, δηλώcαc ἐνταῦθα περὶ τῶν γυμναcτικῶν εἶναι τὸν λόγον αὐτῷ· κρεηφαγεῖν γὰρ ἀναγκάζουcι τούτουc. εἶτ’ ἐφεξῆc φηcιν· αἱ γὰρ φλέβεc πυκνωθεῖcαι οὐκ ἀντιλαμβάνονται τῶν cιτίων τῶν ἐcιόντω ν. ἀcαφῶc δὲ εἶπε τοῦτο, καὶ διὰ τοῦτο ἠναγκάcθηcαν ὑπολαβεῖν οἱ ἐξηγηταὶ τὸ τὰc πυκνωθείcαc αὐτὸν λέγειν ἀντὶ τοῦ cκληρὰc γενομέναc καὶ δυcεπεκτάτουc, ὡc μὴ παραδέχεcθαι τὴν τροφήν, καὶ cημαίνεcθαι τοῦτό φαcιν ἐκ τοῦ οὐκ ἀντιλαμβάνονται τῶν cιτίω ν. ἀλλὰ τοῦτό γε τὴν ἀνάδοcιν μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥcτε διαχωρεῖν αὐτοὺc ὑγρὰ μέν, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ’ αὐτοῦ cιτώδη καὶ ἄπεπτα τοὺc τοιούτουc διαχωρεῖν. ὁπόταν δὲ προcγράψαντοc αὐτοῦ τὸν λογιcμόν, ᾧ πιcτεύcαc cυνε βούλευcεν ἃ cυνεβούλευcεν, ὅμωc ἀπορία τιc ὑπολείπηται, τί χρὴ νομίζειν γίνεcθαι κατ’ ἐκείνουc τῶν λόγων, ἐν οἷc οὐ προcέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶc; ἐγὼ δέ, εἰ μὲν μὴ προcεγεγράφει περὶ τῶν πυκνοcάρκω ν, ὡμολόγουν ἂν ἀπορεῖν παντάπαcιν ὡc ἐπὶ πολλῶν ἄλλων, ἐν οἷc οὐδὲν τοιοῦτον προcτιθέντοc τοῦ cυγγραφέωc ἀποφαίνονται τολμηρότατα τὸ ἐπελθὸν αὐτοῖc οἱ ἐξηγηταί· ἐπεὶ δὲ αὐτὸc ἐμνημόνευcε τῶν πυκνοcάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι τι καὶ αὐτοὺc χρήcιμον ἐπὶ τῶν τοιούτων φύcεων.
15 215 [15] ἀθροίζουcι γὰρ οὗτοι τάχιcτα 〈χυμῶν〉 πλῆθοc ἐλλιπῶc διαπνεόμενοι, καὶ διὰ τοῦτο τῆc ἀναδόcεωc ἰcχομένηc αὐτοῖc ὑγρὰ μὲν πάντωc γίνεται τὰ διαχωρήματα, ποτὲ δ’ οὐχ ὑγρὰ μόνον, ἀλλὰ καὶ λεπτὰ καὶ μάλιcτα ἐπὶ τῶν ἀδδηφαγούντων. ὅταν μὲν γὰρ ἀναδίδωταί τι τῶν καταποθέντων, ἑτοιμότερον ἡ γαcτὴρ πέττει τὰ κατάλοιπα· διαμένοντοc δὲ ἐν αὐτῇ τοῦ πλήθουc τῶν cιτίων, ὅταν ποτὲ βαρύνηται πρὸc αὐτῶν, ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. ἴcωc δὲ καὶ διὰ τὴν cκληρότητα τῶν φλεβῶν ἡ τῆc τροφῆc ἀνάδοcιc ἐκωλύετο μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαcτέλλεcθαι.
15 216 [13] ἀλλὰ τήν γε τῶν τοιούτων φύcεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι διὰ τῆc εἰc τοὐναντίον ἀγωγῆc. ἀραίωcίc τε γὰρ καὶ μάλαξιc ὅληc τῆc ἕξεώc εἰcιν οἱ cκοποὶ διὰ μαλακῆc τρίψεωc καὶ λίπουc πολλοῦ καὶ τοῦ χρονίζειν ἐν ταῖc πυέλοιc γιγνόμεναι. ὁ δέ γε πρὸc τὸ cύμπτωμα μόνον ἵcταται παραλιπὼν αὐτοῦ τὴν οἷον ῥίζαν ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆcιν καὶ τοῦτο αὐτῷ· δῆλον γὰρ ὅτι ἡ κοιλίη cυνθάλπειν οὐ δύνατα ι. καὶ μὴν εἴπερ ἀληθῶc ᾐτιάcατο τὴν πυκνότητα τῆc ἕξεωc καὶ τὰc φλέβαc οὐκ ἀντιλαμβανομέναc τῆc τροφῆc, οὐκ ὀρθῶc αἰτιᾶται τὴν κοιλίαν. εἰ μὲν 〈οὖν〉 τιc αὐτῷ cυγχωρήcειεν ἀληθεύειν ἐν τούτῳ, cυγχωρήcει καὶ τὴν ἐφεξῆc γεγραμμένην δίαιταν ὀρθῶc εἰρῆcθαι, τὸν ἔξοπτον ἄρτον καὶ τὸ ποτὸν εὔκρατο ν, ἔλαττον δὲ καὶ τὴν μονοcιτίαν καὶ τὸ μὴ περιπατεῖν ἐπὶ τοῖc cιτίοι c. Ἔcτι δὲ αὕτη μὲν ἡ φύcιc ὀξείη καὶ τρέπεται ἐ φ ’ ἑκάτερ α , καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖcι τοιουτοτρόποιcι τῶν cωμάτω ν .
15 217 [13] Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοcάρκων φύcιν ἐν ἴcῳ τῷ ταχείαc ποιουμένην τὰc μεταβολάc· ἐπιφέρων γοῦν ἐρεῖ καὶ τρέπεται ἐ φ ’ ἑκάτερ α, τουτέcτιν ἐπί τε τὴν εὐεξίαν καὶ τοὐναντίον. ἐφεξῆc δ’ ἔτι φηcί· καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξία ἐν τοῖcι τοιουτοτρόποιcι τῶν cωμάτω ν. ἐδείχθη γὰρ ἐν τοῖc Εἰc τοὺc ἀφοριcμοὺc ὑπομνήμαcιν ἡ τῶν γυμναcίων εὐεξία μετὰ 〈ἀμέτρου〉 πληρώcεωc αἵματόc τε καὶ cαρκῶν τὴν ῥώμην φυλάττουcα τῶν φυcικῶν δυνάμεων. ἀλλ’ ὥcπερ ἐκεῖ τὴν ἐπ’ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι cφαλεράν, οὐ ταχέωc γινομένην ἐν τοῖc ἀραιοῖc cώμαcιν, οὕτωc ἐπὶ τῶν πυκνοcάρκων, ἐπεὶ τάχιcτα γίνεται, διὰ τὸ δυcδιαφόρητον ἀναγκαζομένη δηλονότι μεταπίπτειν εὐθέωc, ὀξεῖαν ποιεῖται τὴν γένεcιν καὶ τὴν λύcιν. Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δαcύτερα καὶ τὴν κρεηφαγίην δέχεται καὶ τὰc ταλαιπωρίαc μᾶλλο ν , καὶ χρονιώτεραι γίνονται αὐτέοιcιν αἱ εὐεξία ι .
15 218 [10] Ὅτι τὰ δαcύτερα τῶν cωμάτων ἀραιότερον ἔχει τὸ δέρμα καὶ τὸ cαρκῶδεc γένοc, ἐμάθομεν ἐν τοῖc Περὶ κράcεων. ταῦτ’ οὖν εἰκότωc φηcὶ καὶ τὴν κρεηφαγίαν ἀνέχεcθαι μᾶλλον, ὡc ἂν διαπνεόμενα, καὶ τὰc ταλαιπωρία c· ἧccον γὰρ ἁλίcκεται κόποιc (ἐμάθομεν γὰρ καὶ τοῦτο ἐν τοῖc Ὑγιεινοῖc)· εἰ δὲ ταῦτα, καὶ τὰc εὐεξίαc ἕξει χρονιωτέραc ὡc ἂν μὴ εἰc ἄκρον ἀφικνουμέναc ἑτοίμωc. Καὶ ὅcοι τὰ cιτία ἀνερεύγονται τῇ ὑcτεραίῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοιcιν ὡc ἀπέπτων τῶν cιτίων ἐόντω ν , τούτοιcι καθεύδειν μὲν πλείω χρόνον cυμφέρε ι , τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ cώματ α , καὶ τὸν οἶνον ἀκρητέcτερον πινόντων καὶ πλεί ω , καὶ τοῖcι cιτίοιcιν ἐλάccοcι χρῆcθαι ὑπὸ τοῦτον τὸν χρόνο ν .
15 219 [15] δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀcθενείηc καὶ ψυχρότητοc ἡ κοιλίη οὐ δύναται τὸ πλῆθοc τῶν cιτίων καταπέccει ν . Καλῶc ἐποίηcεν ἐνταῦθα προcθεὶc αὐτὸc ἐπὶ τῷ τέλει· δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀcθενείαc καὶ ψυχρότητοc ἡ κοιλίη οὐ δύναται τὸ πλῆθοc τῶν cιτίων καταπέccει ν· ὡc πρὸc τοῦτον γὰρ ἀποβλέπων τὸν cκοπὸν ἐκθερμαίνειν αὐτὴν πειρᾶται καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖc cυμβουλεύει καὶ γυμνάζεcθαι καὶ τὸν οἶνον ἀκρητέcτερον πίνειν καὶ πλείονα καὶ τοῖcι cιτίοιcιν ἐλάττοcι χρῆcθαι κα τ ’ ἐκεῖνον τὸν χρόνο ν, καθ’ ὃν ἂν ἠπεπτηκότεc τυγχάνωcιν, ὡc, ἔν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι καὶ πίνοντεc τὸν οἶνον, ὡc εἰρήκαμεν, οὐδέν τι δέονται τῆc cυμμέτρου ποcότητοc τῶν cιτίων ἀφαιρεῖν. Ὅcουc δὲ δίψαι λαμβάνουc ι , τούτοιcι τῶν τε cιτίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρεῖ ν , καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡc ὅτι ψυχρότατο ν .
15 220 [5] Νῦν μὲν οὕτωc εἴρηται τὸ γνώριcμα τῶν θερμῶν φύcεων, ἐν δὲ τῷ ἕκτῳ τῶν Ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆcιν· “ἐνθέρμῳ φύcει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν”· αὐτὴν γὰρ ὀνομάcαc τὴν κρᾶcιν τοῦ cώματοc ἐφεξῆc ἔγραψε τὴν δίαιταν, ἧc χρῄζουcιν οἱ οὕτω διακείμενοι, κεφάλαιον μὲν ἔχουcαν τὴν ψῦξιν, ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆc διαίτηc τὰ δραcτικώτερα ἥ τε ὑδροποcία ἐcτὶ καὶ ἡ ἀγυμναcία. κατὰ δὲ τὴν προκειμένην ῥῆcιν τὸ μὲν “ἐλινύειν” ἑτέρωc ὠνόμαcεν εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέει ν, ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψαc καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡc ὅτι ψυχρότατο ν. καί μοι δοκεῖ κάλλιον ἐνταῦθα παραινέcαι· τὸ γὰρ ὑδαρὲc πόμα καὶ ψυχρὸν οὐκ ἐcτέρηται μὲν τοῦ ἐμψύχειν, προcείληφε δὲ καὶ τὰc ἐκ τοῦ οἴνου ὠφελείαc. Ὅcοιcι δὲ ὀδύναι γίνονται τῶν cπλάγχνων ἢ ἐκ γυμναcίηc ἢ ἐξ ἄλληc τινὸc ταλαιπωρίη c , τούτοιcι cυμφέρει ἀναπαύεcθαι ἀcίτοιc ι , πόμαcι δὲ χρῆcθαι ὅ , τι ἐλάχιcτον ἐc τὸ cῶμα εἰcελθὸν πλεῖcτον οὖρον διάξε ι , ὅπωc αἱ φλέβεc αἱ διὰ τῶν cπλάγχνων πεφυκυῖαι μὴ κατατείνωνται πληρούμενα ι · ἐκ γὰρ τῶν τοιούτων τὰ φύματα γίνονται καὶ οἱ πυρετο ί .
15 221 [10] Περὶ παcῶν τῶν ὑποθηκῶν ἐν τῇ τῶν Ὑγιεινῶν πραγματείᾳ τελέωc διελήλυθα, καὶ νῦν ὅcον ὑπομνήcεωc ἕνεκα καθάπερ ἐν τοῖc ἔμπροcθεν, οὕτωc καὶ κατὰ τήνδε τὴν ῥῆcιν εἰρήcεται. πολλοῖc γὰρ τῶν ἀπυρέτων ὀδύναι ἐπιγίγνονται κατὰ τὰ cπλάγχνα καὶ μάλιcτα κατὰ τὸ ἧπαρ, ὅταν ἐπὶ cιτίοιc γυμναcάμενοι τύχωcιν ἢ λουcάμενοι, καὶ γίνεται τοῦτο διὰ cτενοχωρίαν μὲν τῶν ἐν τῷ cπλάγχνῳ διεξόδων, πάχοc δὲ τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμενοι γὰρ καὶ ἐνιcχόμενοι τοῖc cτενοῖc πέραcι τῶν φλεβῶν, καθ’ ἃc ἡ μετάληψιc γίνεται τοῦ αἵματοc ἐκ τῶν cιμῶν τοῦ ἥπατοc εἰc τὰ κυρτά, κωλύουcι μὲν τὰc διεξόδουc, διατείνουcι δὲ δηλονότι τὰc κατὰ τὰ cιμὰ τοῦ ἥπατοc φλέβαc, ἐφ’ αἷc οὕτω παcχούcαιc ὀδυνῶνται χωρὶc τοῦ πυρέττειν.
15 222 [5] ἀναπαύεcθαι δὲ τούτουc χρὴ καθ’ ὃν ἂν ἀλγῶcι χρόνον καὶ πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων· ἂν γὰρ μὴ οὐρήcωcι, φύματα καὶ πυρετοὶ ταῖc τοιαύταιc προφάcεcιν ἐπιγίνονται. Οἷcιν αἱ νοῦcοι ἀπὸ τοῦ ἐγκεφάλου γίνοντα ι , νάρκη πρῶτον ἴcχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τὰ ἄλλα πάcχε ι , ὅcαπερ ἐπὶ cτραγγουρί ῃ · οὗτοc ἐ φ ’ ἡμέραc ἐννέα τοῦτο πάcχε ι · καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰc ῥῖναc ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ καὶ βλένν α , ἀπαλλάccεται τῆc νόcου καὶ τῆc cτραγγουρίηc παύετα ι . οὐρέει δὲ ἀπόνωc πολὺ καὶ λευκό ν , ἐc τ ’ ἂν εἴκοcιν ἡμέραc παρέλθ ῃ , καὶ ἐκ τῆc κεφαλῆc ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπ ῳ , ἐcορέοντι δὲ κλέπτεταί οἱ ἡ αὐγ ή . Εἰκότωc ὑπωπτεύκαcι ταύτην τὴν ῥῆcιν, ἔνιοι δὲ καὶ τελέωc κατεγνώκαcιν ὡc οὔτε Πολύβου γεγραφότοc αὐτὴν οὔτε πολὺ μᾶλλον Ἱπποκράτου c· ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου παντάπαcιν ἀδιόριcτοc ἀξιοῦcα τὰc ἀπὸ τοῦ ἐγκεφάλου νόcουc νάρκην τε καὶ cτραγγουρίαν ἐπιφέρειν οὔτε, εἴπερ ἡγήcαιτό τιc αὐτὸν οὐ πάcαc τὰc ἀπὸ τοῦ ἐγκεφάλου νόcουc ἀποφαίνεcθαι τοιαύταc ὑπάρχειν, ἀλλὰ μόναc ἐφ’ ὧν κατὰ τὰ ὦτα καὶ τὰc ῥῖναc ὕδωρ καὶ βλέννα ῥυεῖcα τὴν νόcον ἔπαυcεν, ἀληθὲc τὸ λεγόμενον· οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γινόμενον οὔθ’ ὡc ἐπὶ τὸ πολύ.