eul_wid: qmm-ak

Ὑπομνήματα εἰς Ἱπποκράτους Ἐπιδημιῶν Γ'
Commentaries-Hippocrates' Book III of Epidemics

Galen of Pergamon Commentaries Hippocrates' Book III of Epidemics PDF

17a 480 (t1) [5] ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ 〈Πρῶτοc ἄρρωcτο c .〉 Πυθίω ν , ὃc ᾤκει παρὰ Γῆc ἱερό ν · ἤρξατο τρόμοc ἀπὸ χειρῶ ν . Προγεγράφθαι νοήcαc αὐτὸ καθ’ ἑαυτὸ τὸ Πυθίω ν , ὃc ᾤκει παρὰ Γῆc ἱερό ν, ἀπ’ ἄλληc ἀρχῆc τῶν γενομένων αὐτῷ τὴν διήγηcιν ἀναγίνωcκε. βέλτιον γὰρ οὕτωc ἡγεῖcθαι γεγράφθαι τὴν ῥῆcιν ἢ τὸ cχῆμα cόλοικον ἐξεπίτηδεc εὐθέωc ἐν ἀρχῇ πεποιῆcθαι τὸν Ἱπποκράτη ν, μηδὲν ἄλλο τοιοῦτον cχῆμα καθ’ ὅλον τὸ βιβλίον γράψαντα, μήτ’ ἐν τῇ τῶν ἀρρώcτων μήτ’ ἐν τῇ τοῦ λοιμοῦ διηγήcει.
17a 481 [10] τινὲc μέντοι κατὰ δοτικὴν πτῶcιν ἔγραψαν· Πυθίων ι , ὃc ᾤκει παρὰ Γῆc ἱερό ν, ἐκφεύγειν τὴν περὶ τοῦ cολοικιcμοῦ ζήτηcιν βουλόμενοι. Ἤρξατο τρόμοc ἀπὸ χειρῶ ν , τῇ πρώτῃ πυρετὸc ὀξύ c , λῆρο c . Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺc ἅμα τῷ πυρέττειν ὀξέωc δύο cυμπτώματα γενέcθαι φηcὶ τῷ Πυθίων ι , τρόμον τῶν χειρῶν παραφροcύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸc ἄλλοτε ἄλλοιc ὀνόμαcιν ἐνδείκνυcθαι τὸ ποcὸν τῆc παραφροcύνηc, ληρῆcαι καὶ παραληρῆcαι καὶ παραφρονῆcαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκcτῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρηcεν ὁ Πυθίω ν, εὔδηλον ὅτι με τρίωc παρεφρόνηcεν.
17a 482 [5] ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν ἀρρωcτίαν εἶναι τῆc κατὰ τοὺc μῦc δυνάμεωc, παραφροcύνην δὲ γίνεcθαι βλαβέντοc ἐγκεφάλου κατὰ φλεγμονὴν ἢ πλεονεξίαν χολώδουc χυμοῦ, τὸν δ’ ὀξὺν πυρετὸν ἕπεcθαι cηπεδόνι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγηcάμενα τῆc νόcου, καθάπερ ἐπ’ ἄλλων ἔγραψεν, οὕτω κἀπὶ τοῦ Πυθίωνοc ἐγεγράφει, τάχ’ ἂν ἐξ ἐκείνων [ἂν] ἡμῖν ἔνδειξίc τιc ἐγένετο τῆc καταcκευῆc τοῦ νοcήματοc. ἐπεὶ δ’ οὐ προcέθηκεν, ἐξ ὧν [προc]ἔγραψε μόνων [καὶ] ἡμεῖc πειραcόμεθα τὴν εὕρεcιν αὐτῆc ποιήcαcθαι cὺν τῷ κἀξ αὐτοῦ τοῦ μηδὲν γεγράφθαι περὶ τῶν προηγηcαμένων τῆc νόcου γίνεcθαι τὴν ἔνδειξιν τῆc ἐν τῷ cώματι διαθέcεωc. εἴτε γὰρ ἐκ γυμναcίων ἀκαίρων ἢ πότων ἢ ἀφροδιcίων, ὡc εἴωθε γράφειν, εἴτ’ ἐξ ἄλλου τινὸc ἐξηλλαγμένου πολὺ τῆc cυνήθουc διαίτηc ἤρξατο πυρέττειν ὁ Πυθίω ν, οὐκ ἂν εἰπεῖν αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ βραχὺ 〈cυχνῷ〉 χρόνῳ λεληθότωc ἡ καταcκευὴ τοῦ νοcήματοc ἐγένετο. τῶν τοίνυν τρόμων τὴν μέν, ὡc ἂν εἴποι τιc, αἰτίαν ἐχόντων cυν εκτικὴν ἀρρωcτίαν τῆc δυνάμεωc, ἀρρωcτούcηc δ’ αὐτῆc ἤτοι κατὰ τὸν ἴδιον λόγον ἢ διὰ πλῆθοc βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆc δυνάμεωc ἑπόμενοc τρόμοc οὐδέποτ’ ἐν ἀρχῇ νόcου γίνεται χωρὶc ἰcχυρᾶc ναυcιάcεωc ἢ λιμοῦ καὶ κόπων ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸc τούτοιc ἀφροδιcίων ἀμέτρων· ὧν εἴπερ ἐγεγένητό τι, πάντωc ἂν ὁ Ἱπποκράτηc ἐμνημόνευcεν αὐτοῦ κατὰ τὴν γραφήν, ὡc εἴωθεν.
17a 483 [15] ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθοc ὑπολαβεῖν εὔλογόν ἐcτι βαρύνεcθαι τὴν δύναμιν. ἐπεὶ δ’ οἵ τε τρόμοι περὶ τὰc χεῖραc ἐγένοντο τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούcαc νωτιαίου ἔκ τε τοῦ ληρῆcαι τὸν ἄνθρωπον ἔνδειξίc ἐcτι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δεδέχθαι μοχθηρὸν χυμόν, ἐχρῆν ἐννοήcαντα τὸν Ἱπποκράτην κινδυνωδῶc ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν ἐλθεῖν ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον ἐν τῇ γαcτρὶ περιείχετο cιτίον, ἢ πάντωc γε κατὰ τὴν δευτέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆc πρώτηc ἡμέραc διήγηcιν αὐτὸc ἔγραψε· “Δευτέρῃ πάντα παρωξύνθη.
17a 484 [10] ” φαίνεται γὰρ αὐξανόμενον, ὡc οὐ cμικρὸν οὐδ’ ἐπὶ τῇ τυχούcῃ διαθέcει τὸ νόcημα γεγονόc, ἀλλ’ αὐτό τε μέγα καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δ’ οὐκ ἐπὶ Πυθίωνοc μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀρρώcτων φαινομένων δεῖcθαι φλεβοτομίαc ἐξ ὧν αὐτὸc ἔγραψε τεκμαιρομένοιc ἡμῖν οὐχ εὑρίcκεται προcγράφων αὐτήν, ἀναγκαῖόν ἐcτι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺc ἀνθρώπουc ἐκείνουc ἢ παραλελεῖφθαι τὴν διήγηcιν τοῦ βοηθήματοc. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι τῶν ἀπιθάνων ἐcτίν, ὡc οὐ φεύγοντοc τἀνδρὸc τὸ βοήθημα τοῦτο, καθάπερ ἐν τοῖc γνηcιωτάτοιc ἐδήλωcε βιβλίοιc, 〈τοῖc〉 Ἀφοριcμοῖc τε καὶ τῷ Περὶ διαίτηc ὀξέων καὶ τῷ Περὶ ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπί τινοc ἀρρώcτου γράψαc· “ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολύ, οἷον ἔδει.
17a 485 [10] ” ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμηcε, πολὺ δή που μᾶλλον ἐν ταῖc προειρημέναιc ἡμέραιc εὔδηλόc ἐcτι χρώμενοc τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι 〈αὐτὸν〉 καθ’ ἕκαcτον ἄρρωcτον, ἐφ’ ᾧ προcήχθη τὸ βοήθημα, τῶν μικροτέρων αὐτοῦ μνημονεύοντα μέχρι καὶ βαλάνου προcθέcεωc ἀπίθανόν ἐcτιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθ’ ἑκάτερον ὄντοc ἑλέcθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παρειλῆφθαι μὲν ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι δ’ ὡc cαφὲc ἐν τῇ διηγήcει. καί με προcάγει τούτῳ μάλιcτα τὸ προcγεγραμμένον ἐπὶ τοῦ φλεβοτομηθέντοc ὀγδοαίου. φαίνεται γὰρ ὡc cπάνιον μὲν τοῦτο γράψαc, ὡc cύνηθεc δὲ τὸ πρὸ τῆc ὀγδόηc παραλιπών. εἰ γὰρ ἔν γε τοῖc γνηcίοιc cυγγράμμαcιν ἐπὶ τῶν μεγάλων νοcημάτων ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, cυνεπιβλέπων αὐτῇ δύο ταῦτα μόνα, τήν θ’ ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντοc, ἔν τε τούτοιc αὐτοῖc τῶν Ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί φηcιν, οὐδὲν ἄλλο δυνατὸν ὑπονοεῖν ἐcτιν ἢ ὅτι παρε λήφθη μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δ’ ὡc cαφὲc ἐν τῇ διηγήcει.
17a 486 [15] περὶ μὲν δὴ τῆc φλεβοτομίαc, ἐπεὶ κοινὸc ὁ λόγοc ἁπάντων τῶν ἀρρώcτων ἐcτίν, ἅπαξ ἀρκέcει λελέχθαι, καθάπερ καὶ τὰ ἄλλα ὅcα κοινά. περὶ δὲ τῶν ἰδίων καθ’ ἕκαcτον ἡ ἐξήγηcιc ἔcται, τὴν ἀρχὴν ἀπὸ τοῦ Πυθίωνο c, ὡc ἐνεcτηcάμεθα, ποιηcαμένοιc ἡμῖν. Δευτέρῃ πάντα παρωξύνθ η . τρίτῃ τὰ αὐτ ά . τετάρτῃ ἀπὸ κοιλίηc ὀλίγ α , ἄκρητ α , χολώδεα διῆλθ ε . πέμπτῃ πάντα παρωξύνθ η , [ τρόμοι παρέμενο ν, ] ὕπνοι λεπτο ί , κοιλίη ἔcτ η . ἕκτῃ πτύελα ποικίλ α , ὑπέρυθρ α . ἑβδόμῃ cτόμα παρειρύcθ η . ὀγδόῃ πάντα παρωξύνθ η , τρόμοι [ καὶ πάλι ν ] παρέμενο ν , οὖρα δὲ κα τ ’ ἀρχὰc μὲν καὶ μέχρι τῆc ὀγδόηc λεπτ ά , ἄχρο α , ἔχοντα ἐναιώρημα ἐπινέφελο ν . δεκάτῃ ἵδρωc ε , πτύελα ὑποπέπον α , ἐκρίθ η , οὖρα ὑπόλεπτα περὶ κρίcι ν . μετὰ δὲ κρίcι ν , τεccαρακοcτῇ ἡμέρῃ ὕcτερο ν , ἐμπύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπόcταcι c .
17a 487 [10] Τὰ μὲν ἄλλα 〈τῶν〉 τῆc ῥήcεωc cυμπτωμάτων ἔχει διήγηcιν καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ cαφῆ· πολλάκιc γὰρ εἴωθε γίνεcθαι τοῖc ὀξέωc νοcοῦcι καὶ μεμαθήκαμεν αὐτῶν τὰc δυνάμειc κατά τε τὸ Προγνωcτικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν Ἐπιδημιῶν, εἴρηται δ’ οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήcιμα πρὸc τὴν ἐπὶ τῶν ἀρρώcτων ἐξήγηcιν. ἐπὶ δὲ τῆc κατὰ τὴν ἕκτην ἡμέραν διηγήcεωc εἰπών· πτύελα ποικίλ α , ὑπέρυθρ α, μὴ προcθεὶc δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε περιπνευμονικὸν γεγονέναι, ζήτηcιν ἡμῖν ὑπέλιπε, πότερον καὶ ἄλλωc δύναται γίνεcθαι τοιαῦτα πτύcματα τοῖc νοcοῦcιν ὀξέωc ἢ μόνοιc τοῖc περιπνευμονικοῖc καὶ πλευριτικοῖc. καί μοι φαίνεται καὶ ἄλλωc δύναcθαι γίγνεcθαι τοιαῦτα, ῥυέντων μέν τινων εἰc τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλ’ ὀλίγων παντάπαcιν, ὡc μὴ φλεγμῆναι τὸ cπλάγχνον. ὅτι μὲν γὰρ οὐκ ἦν οὔτε πλευριτικὸc οὔτε περιπνευμονικόc, εὔ δηλόν ἐcτιν ἐκ τοῦ μὴ μνημονεῦcαι τὸν Ἱπποκράτην μήτ’ ὀνομαcτὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδ’ ἀπ’ 〈αὐτῶν〉 τινοc ἀχωρίcτου cυμπτώματοc· εἰρήκει γὰρ ἂν ἢ πλευρᾶc ὀδύνην ἢ δύcπνοιαν.
17a 488 [15] οὐ μὴν οὐδ’ ἀπὸ κεφαλῆc πεπονθυίαc 〈καταρρυείcηc κακοχυμίαc〉 ὤφθη ποτὲ τοιαῦτα πτυcθέντα. μετὰ μέντοι βηχὸc καὶ δυcπνοίαc καὶ πλευρᾶc ἀλγήματοc ὁρᾶταί ποτε τοιαῦτα πτύcματα. καί τιναc δύο καὶ χωρὶc πυρετοῦ πτύcανταc ἐθεαcάμην ὠχρὰ μετὰ βηχόc· ἀλλὰ τῷ μὲν ἑτέρῳ κατὰ βραχὺ πυρετῶν μικρῶν γενομένων εἰc 〈πλείονα〉 χρόνον ἡ διάθεcιc ἐκταθεῖcα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δ’ ἑτέρῳ χωρὶc πυρετοῦ τῶν τοιούτων πτυcθέντων ἡμέραιc ἐφεξῆc ὀλίγαιc οὐδὲν ἄτοπον ἠκολούθηcεν. εἰκὸc οὖν ἐcτι κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακοc, καθ’ ἃ cυνάπτει τοῖc ἐcχάτοιc τοῦ τραχήλου cπονδύλοιc, γεγονέναι τινὸc χυμοῦ περιουcίαν οὐ πολλήν, ἐφ’ ᾗ μηδὲ δύcπνοιαν ἀπαντῆcαι διὰ τὸ μὴ cυντελεῖν τι cαφὲc εἰc τὴν τῆc ἀναπνοῆc ἐνέργειαν τὸ πρῶτον μεcοπλεύριον, ἐν αὐ ταῖc δὲ ταῖc ῥίζαιc τῶν ἐπὶ τὰc χεῖραc ἀφικνουμένων νεύρων τῆc διαθέcεωc γενομένηc, βαρυνομένων τῶν νεύρων, τρομώδειc ἐργάcαcθαι τὰc χεῖρα c.
17a 489 [15] ἐκ γὰρ τοῦ πρώτου μεcοπλευρίου καὶ τῶν ὑπερκειμένων [δὲ] cπονδύλων τὰ τοὺc μῦc τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοιc καὶ τὸ παραμεῖναι τοὺc τρόμουc cὺν τοῖc πτύcμαcι τοῖc ἐπιγενομένοιc, ἡνίκα δ’ ἐν ἐκείνοιc ἐφάνη τι πέψεωc cημεῖον, οὔτε τοὺc τρόμουc ἔτι γενέcθαι καὶ παύcαcθαι τὸ νόcημα, κρίcεωc τῆc δι’ ἱδρώτων ἐπιγενομένηc. καίτοι γε ἀπέπτων ὄντων τῶν οὔρω ν, ὅμωc ἡ πέψιc τῶν ἀναπτυομένων ἤνεγκε τὴν κρίcιν, ὥcθ’ ἑκάτερον τῶν cημείων ὃ πέφυκε δηλοῦν μὴ διαψεύcαcθαι. διττῆc γὰρ διαθέcεωc τῷ νοcοῦντι γενομένηc, μιᾶc μὲν τῆc πυρετώδουc ἐπὶ τοῖc ἐν ταῖc φλεψὶ χυμοῖc, ἑτέραc δὲ τῆc εἰρημένηc ἄρτι κατὰ τὸν θώρακα, τὴν προτέραν cυνέβη μὴ παύcαcθαι τελέωc ἱδρῶcιν, ὡc ἂν ἔτ’ ἄπεπτον οὖcαν, παύcαcθαι δὲ τὴν ἑτέραν τῷ μηδ’ ὅλωc ὑπολειφθῆναί τι τοῖc περὶ τὸν θώρακα. γράφει γοῦν αὐτὸc οὕτωc· δεκάτῃ ἵδρωc ε , πτύελα ὑποπέπον α , ἐκρίθ η , οὖρα ὑπόλεπτα περὶ κρίcι ν, ἐνδεικνύμενοc ἃ κατὰ τὸ Προγνωcτικὸν ἔγραψε περὶ τῶν λεπτῶν οὔρων ὄντα διττά, πρῶτον μὲν ταυτί· “ἔcτ’ ἂν πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον cημαίνει τὸ νόcημα.
17a 490 [15] ” δεύτερον δὲ τάδε· “ὅcοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν καὶ τὰ ἄλλα ὡc περιεcομένοιcιν ᾖ cημεῖα, τούτοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία.” διὰ τοῦτ’ οὖν ἐπὶ τῇ τελευτῇ τῶν cυμβάντων τῷ Πυθίωνι κατὰ λέξιν οὕτωc ἔγραψε· μετὰ δὲ κρίcιν τεccαρακοcτῇ ἡμέρῃ ὕcτερον ἐμπύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπόcταcι c. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν καὶ λήρου κατὰ τὴν πρώτην εὐθέωc ἡμέραν ἐμνημόνευcε καὶ κατὰ τὰc ἑξῆc ἔγραψε· πάντα παρωξύνθ η, κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν προcέθηκε cτόμα παρειρύcθ η, διορίcαcθαι χρή, πότερον αὐξανομένηc τῆc περὶ τὸν ἐγκέφαλον κακώcεωc ἢ μεθιcταμένηc κάτω τὸ cτόμα κατεcπάcθη. φαίνεται δ’ ἐκ τῶν ἐφεξῆc εἰρημένων μετάcταcιc εἰc τὰ κάτω χωρία μᾶλλον, οὐ cυμπάθεια πρὸc τὸν ἐγκέφαλον αὐτοῖc γεγονέναι, τάχα καὶ φλεβοτομηθέντοc τἀνθρώπου καὶ διὰ τοῦτο μεγάλωc ὠφεληθέντοc.
17a 491 [15] ἀλλὰ γὰρ κατὰ τὰc πρώταc ἡμέραc οὐδέπω τῶν πτυcμάτων οὐδὲ μικρὸν ἐφαίνετο 〈γενομένων ὕcτερον διὰ τὴν ὀλιγότητα〉 τῆc ἐν τῇ πλευρᾷ διαθέcεωc, οὐ διὰ τὴν κακοήθειαν αὐτῆc· ἴcμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδέc εἰcιν αἱ ἄπτυcτοι, καθότι καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιcτέον ἐν ταῖc πρώταιc ἡμέραιc πτυcθῆναι μηδέν, ἀλλὰ διότι περὶ τὸ πρῶτον μεcοπλεύριον μόνον ἡ διάθεcιc ἦν. εἰ δὲ καὶ χαλεπὴ καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν 〈ἔδει〉 πτύεcθαι. τῷ γοῦν τῆc φλεβοτομίαc βοηθήματι δυνατόν ἐcτιν ἀντιcπαcθέντων τῶν ἐνταῦθα πλεονεκτούντων χυμῶν ἀρχὴν πέψεωc γεγονέναι τῇ διαθέcει κατὰ τὴν ἕκτην ἡμέραν, ἐν ᾗ πρῶτον ἐμνημόνευcε τῶν πτυcμάτων. ὃ δὲ περὶ τῆc δεκάτηc ἡμέραc ἀνεβαλόμην ἐρεῖν, ἐcτὶ τοιοῦτον· οὔ τ ’ ἐν τοῖc τῶν Ἐπιδημιῶν τούτοιc βιβλίοιc ἐκρίθη τιc βεβαίωc δεκαταῖοc οὔτ’ αὐτὸc ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν εἶναι κρίcιμο ν, ὥcπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκιc.
17a 492 [15] ἔχειc δὲ τὰc ῥήcειc αὐτοῦ πάcαc ἠθροιcμέναc ἐν τοῖc Περὶ τῶν κριcίμων ἡμερῶν ὑπομνήμαcιν, ἔνθα καὶ ἡ τεccαρακοcτὴ δείκνυται κρίνουcα τὰc νόcουc, οὐχ ἡ τεccαρακοcτὴ δευτέρα, καθάπερ ᾠήθηcαν ἔνιοι τῶν ὁλοκλήροιc ἑβδομάcι τὰc περιόδουc γίνεcθαι τῶν κριcίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τιc ἡγεῖται τὸ νόcημα μὴ τελέωc κριθῆναι, διότι δεκαταῖοc ἵδρωcε ν, οὐχ ἑνδεκαταῖοc ὁ Πυθίω ν, οὐκ ὀρθῶc γινώcκει. τὸ γὰρ ἐλλιπὲc τῆc κρίcεωc ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόcον ἀναγκαῖον γίνεcθαι. πολλοὺc γοῦν καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἔγραψε καὶ ἡμεῖc ἐθεαcάμεθα κριθένταc ἐν κριcίμοιc ἡμέραιc ἐλλιπῶc διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δ’ ἀλλήλοιc cυνελθόντων, τοῦ τε κατὰ τὴν δεκάτην ἡμέραν ἀcθενοῦc καὶ τῆc τῶν οὔρων ἀπεψίαc, ἐχρῆν ἴcωc 〈μᾶλλον〉 μηδ’ 〈ὅλωc〉 κεκρίcθαι τὸν ἄνθρωπον ἢ [μὴ] ἐπὶ καλῷ τε καὶ χρηcίμῳ. τάχ’ οὖν “ἑνδεκάτῃ” γεγραμμένον, οὐ δεκάτῃ κατ’ ἀρχὰc εὐθέωc ἡμαρτήθη, καθάπερ καὶ ἄλλα τινὰ φαίνεται πολλὰ διὰ τοὺc πρώτουc ταῦτα 〈μετα〉γράψανταc ἀμεληθέντα διαμεῖναι μέχρι παντόc.
17a 493 [5] ἀλλὰ περὶ μὲν τῆc δεκάτηc ἡμέραc ἱκανὰ καὶ ταῦτα. cκέψαcθαι δ’ ἄμεινόν ἐcτι μὴ κατὰ τὸ πάρεργον, ὁποῖόν τι τὸ ἐπινέφελον ἐναιώρημα νομιcτέον ὑπάρχειν. ἐν μὲν γὰρ τῷ Προγνωcτικῷ γέγραπται· “νεφέλαι δ’ ἐμφερόμεναι ἐν τοῖcιν οὔροιcι λευκαὶ μὲν ἀγαθαί, μέλαιναι δὲ φλαῦραι.” οὔτ’ οὖν οὖρον ἐπινέφελον οὔτ’ ἐναιώρημα κατὰ τὸ Προγνωcτικὸν εἴρηται, καίτοι γ’ ἀκριβῶc ἅπαcαν ἐν ἐκείνῳ τῷ βιβλίῳ διδάξαντοc αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωcιν ἐν τοῖc ὀξέcι νοcήμαcιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγηcαμένων τὸ προκείμενον βιβλίον ἐζήτηcέ τιc, ὁποῖον εἶναι βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτη c. ἐγὼ τοίνυν ἅ μοι δοκεῖ ζητήcαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήcω· τὸ τῆc νεφέληc ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἐπὶ τῶν οὔρων εἰώθαcιν οἱ ἰατροὶ λέγειν, εἴτε τοῦ Ἱπποκράτουc πρώτου τὴν προcηγορίαν τήνδε κατά τινοc ἰδέαc ἐναιωρημάτων ἢ οὔρων εἴτε καὶ ἄλλου τινὸc 〈πρὸ〉 αὐτοῦ θεμένου. ὥcπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν ζοφώδηc γί νεται κατάcταcιc, πεπυκνωμένου νεφέλαιc μελαίναιc αὐτοῦ, ποτὲ δὲ 〈λαμπρὸν〉 ἀκριβῶc καὶ ἀνέφελον φαίνεται, ποτὲ δὲ καὶ διεcπαcμέναι τινὲc ὁρῶνται κατ’ αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα τὸ περιέχον ἐπινέφελο ν, ἐν ᾧ καιρῷ καὶ τὴν χροιὰν τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶc οὔτε λαμπρὰν ὁρῶμεν, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτη c, ὃ μήτε λευκόν ἐcτι τὴν χροιὰν μήτ’ ἤδη μέλαν ἀκριβῶc, ἀλλ’ ἐν τῷ μεταξὺ τούτων.
17a 494 [5] ὥcπερ οὖν τὸ μὲν λευκὸν ἐναιώρημα τῶν ἀγαθῶν ἐcτι, τὸ δὲ μέλαν τῶν μοχθηρῶν, οὕτω καὶ τὸ μεταξὺ τούτων οὔτε ἀγαθόν ἐcτιν ἀκριβῶc οὔτε μοχθηρόν, ἀλλ’ ἐν τῷ μεταξύ. καὶ τοίνυν ἐπὶ τοῦ Πυθίωνοc ὑπολαβεῖν χρὴ τοιοῦτον ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν ἐλλιπῆ τὴν κρίcιν εἰργάcατο, καθάπερ γ’, εἰ καὶ μέλαν, οὐκ ἂν ἀγαθήν. ἐπεὶ δ’ οὖν ἦν μέcον λευκοῦ τε καὶ μέλανοc, ἀγαθὴ μὲν ἐγένετο κρίcιc, ἀλλ’ ἐλλιπήc. τὸ δὲ ὑπόλοιπον 〈τῆc διαθέcεωc〉 κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν εἰc ἀπόcταcιν ἧκε διττήν, ἣν οὐδ’ αὐτὴν ὀρθῶc ἐξηγοῦνται, κατὰ cυμπάθειαν τῆc εἰc τὴν ἕδραν ἀποcτάcεωc οἰόμενοι γεγονέναι τῷ Πυθίωνι τὴν cτραγγουρία ν , Ἱπποκράτουc αὐτοῦ ποτὲ μὲν ἁπλῶc γράφοντοc γενέcθαι τὴν cτραγγουρία ν, ἐνίοτε δ’ οὐχ ἁπλῶc, ἀλλὰ προcτιθέντοc αὐτῇ τὸ τῆc ἀποcτάcεωc ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταcτάcει.
17a 495 [15] γράφει γοῦν ὧδε· “μόνον δὲ χρηcτὸν καὶ μέγιcτον τῶν γενομένων cημείων καὶ πλείcτουc ἐρρύcατο τῶν ὄντων ἐν τοῖcι μεγίcτοιcι κινδύνοιcιν, οἷcιν ἐπὶ τὸ cτραγγουριῶδεc ἐτράπετο καὶ ἐc τοῦτο ἀποcτάcιεc ἐγίνοντο.” προcαγορεύοντοc γὰρ ἀποcτάcειc αὐτοῦ καὶ τὰc κατ’ ἔκκριcιν τῶν λυπούντων χυμῶν γιγνομέναc, οὐ μόνον τὰc κατ’ ἀπόθεcιν, εἰκότωc, ὥcπερ εἰc δυcεντερίαν ἐν ἑτέροιc, οὕτωc νῦν εἰc cτραγγουρίαν ἀπόcταcιc εἴρηται γεγονέναι, καθαιρομένηc τῆc ἐν ταῖc φλεψὶ κακοχυμίαc δι’ ἀμφοτέρων τῶν ἐκκρίcεων. 〈διὰ〉 τοῦτο γοῦν ἐν αὐτῇ τῇ δευτέρᾳ καταcτάcει περὶ τῶν οὔρων ὀλίγον ἔμπροcθεν ἧc ἄρτι παρεθέμην ῥήcεωc αὐτὸc ἔγραψεν ὡδί· “cτραγγουριώδεεc, οὐ νεφριτικά, ἀλλὰ τούτοιcιν ἀντ’ ἄλλων ἄλλα.” γινομένηc γὰρ ἐν νοcήμαcι cτραγγουρίαc ἐπὶ νεφρῶν διαθέcει, διορίζων ἀπ’ αὐτῆc τὴν ἐν τῇ δευτέρᾳ καταcτάcει γενομένην ἀπόcταcιν 〈τῷ〉 λόγῳ προcέθηκε τὸ ” cτραγγουριώδεε c, οὐ νεφριτικά, ἀλλὰ τούτοιcιν ἀντ’ ἄλλων ἄλλα”, τουτέcτιν ἀντὶ τῆc ἐν ταῖc φλεψὶ κακοχυμίαc καὶ τῶν ταύτῃ πυρετῶν ἀκολου θούντων αἱ καθάρcειc ἐγίγνοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων διὰ τῆc κύcτεωc, ὥcπερ ἐνίοτε διὰ τῶν ἐντέρων.
17a 496 [17] ἡ τοίνυν δῆξιc ἡ ἀπὸ τῶν ἐκκρινομένων 〈χυμῶν〉 δριμέων ὄντων εἰργάζετο τὴν cτραγγουρία ν. ἐδείχθη γὰρ ἡ κύcτιc ἐπὶ τὴν ἀπόκριcιν ὁρμῶcα τῶν οὔρων ἐν ταῖc cτραγγουρίαι c, πρὶν ἀξιολόγωc ὑπ’ αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν αὐτῶν τὴν ποιότητα 〈τῶν δριμέων〉 καὶ δακνωδῶν γενομένων ἢ τὸ δι’ ἀρρωcτίαν βαρύνεcθαι πρὶν ἀθροιcθῆναι, κἂν ὀλίγον παντάπαcιν ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν ἀπόcταcιν ἤδη γενέcθαι, μὴ γράψαc ἁπλῶc οὑτωcί· ‘ cτραγγουριώδηc ἐγένετο‘, ἀλλὰ προcθεὶc τὸ ἀπόcταcι c· ἔχει γὰρ ἡ λέξιc οὕτωc· ” ἐμπύημα περὶ ἕδρην καὶ cτραγγουριώδηc ἐγένετο ἀπόcταcι c.” ἀλλὰ τὰ μὲν τοιαῦτα, δυοῖν θάτερον, ἢ παρατρέχουcιν ἢ κακῶc ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν, χρονίζουcι δ’ οὐκ ἀναγκαίωc, ὑπὲρ ὧν ἅπαξ ἐνταῦθα διαλεχθῆναι βούλομαι. ΠΕΡΙ ΤΩΝ ΜΟΧΘΗΡΩΣ ΕΞΗΓΟΥΜΕΝΩΝ Ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίcεωc ἀcφαλοῦc εὑρεθέντα μόνα γράφειν, ἄνευ τῶν εἰc τοὺc κακῶc ἐξηγηcαμένουc ἐλέγ χων.
17a 497 [5] ἐπεὶ δ’ ἔνιοι μὲν διὰ τὸ μηδ’ ὅλωc πεπαιδεῦcθαι κατὰ μηδὲν τῶν παιδείων μαθημάτων, ἔνιοι δὲ καὶ φύcει νωθροὶ τὴν διάνοιαν ὄντεc, ἀναγινώcκοντεc ἐνίοτε παρά τιcι τῶν γραψάντων ἐξηγήcειc ξέναc, αὐτῷ τούτῳ μόνῳ τῷ ξένῳ cυναρπαcθέντεc ἐπαινοῦcιν αὐτάc, διὰ τοῦτ’ ᾠήθην ἄμεινον εἶναι κἂν ἅπαξ αὐτῶν που μνημονεῦcαι τῶν οὕτωc ἐξηγουμένων, εἰρηκότοc γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτου c· “τὸ γὰρ ξενοπρεπὲc οὔπω ξυνιέντεc 〈εἰ χρηcτὸν〉 μᾶλλον ἐπαινέουcιν ἢ τὸ cύνηθεc, ὃ ἤδη οἴδαcιν ὅτι χρηcτόν, καὶ τὸ ἀλλόκοτον μᾶλλον ἢ 〈τὸ〉 εὔδηλον.” ὅπωc οὖν προειδότεc οἱ τοῖc ἡμετέροιc ὑπομνήμαcιν ἐντυγχάνοντεc, ὁποῖοι γοῦν τινεc οἱ τρόποι τῶν μοχθηρῶν ἐξηγήcεών εἰcιν, γνωρίζειν αὐτοὺc δύνωνται, μακρότερον ἐνταῦθα περὶ παcῶν αὐτῶν ἔγνων γράψαι. καί μοι μηδεὶc ἀχθεcθῇ τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν αὐτὸν ἀεὶ βοηθὸν εἰc τὴν τῶν φαύλων ἐξηγήcεων διάγνωcιν. ἓν μὲν οὖν εἶδόc ἐcτιν αὐτῶν, ὁποῖόν τι καὶ κατὰ τὸν προκείμενον ἄρρωcτον ἐποιήcαντό τινεc, ὧν ἑνὸc παραγράψω τὴν ῥῆcιν αὐτοῖc ὀνόμαcιν, ἵνα μή τιc οἰηθῇ με καταψεύδεcθαι τἀνδρό c· “τὸ μέντοι τῆc Γῆc ἱερὸν τὸ τῆc Δήμητροc λέγει. παρείληφε μὲν 〈τοῦ〉το τὸ ἱερὸν μήποτε ὑπὲρ τοῦ δεῖξαι τὴν αἰτίαν, ἀφ’ ἧc 〈ὁ〉 τρόμοc τῶν χειρῶν καὶ τὸ νοcεῖν αὐτῷ ἐγένετο, ὡc τῇ 〈 Μελιδίᾳ τῇ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένῃ, ἣ κατέκειτο παρὰ τὸ τῆc Ἥραc ἱερόν,〉 διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων γενομένην, ὡc εἰκόc, διὰ τὴν τοῦ μορίου ἀργίαν.
17a 498 [15] καὶ πάλιν ἐν τῷ ἕκτῳ ἱcτορεῖ, τἀνδρὸc ἀποδήμου γενομένου, ἀργευcαμένην τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων εἰc τὸ cτόμα φῦcαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτωc οὖν καὶ Πυθίων ἀποcχόμενοc cυνουcίαc διὰ τὴν πρὸc μόνον ἐπιμέλειαν τὸ ἱερὸν 〈τὴν〉 νόcον ὑπομένει.” αὕτη μὲν ἑνὸc τῶν ἐξηγητῶν ἐcτι ῥῆcιc ἑαυτὸν καταβάλλοντοc ἐκ τοῦ πολλάκιc μὲν ὀνομαcτὶ μνημονεῦcαί τινων οἰκήcεων τὸν Ἱπποκράτη ν, μὴ παcῶν δ’ αὐτῶν, ἀλλ’ ὀλιγίcτων παντάπαcιν ἐξήγηcιν γράψαι. εἰ γὰρ οὐκ ἀργῶc αἱ οἰκήcειc τῶν νοcηcάντων ἐγράφηcαν, ἀλλὰ cυνενδείκνυνταί τι τῶν εἰc τὴν τέχνην χρηcίμων, οὐκ ὀρθῶc ἐποίηcεν ἐπ’ ὀλίγων μὲν ἀρρώcτων ἐξηγηcάμενοc αὐτῶν τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων καίτοι παμπόλλων ὄντων παραλιπών, οἷον εὐθέωc ἐπὶ τοῦ πρώτου γραφέντοc κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν· ” Φιλίcκο c”, γάρ φηcιν, “ᾤκει παρὰ τὸ τεῖχοc”. εἶθ’ ἑξῆc πάλιν· ” Ἐπικράτεοc γυναῖκα, ἣ κατέκειτο παρὰ ἀρχηγέτην”.
17a 499 [15] καὶ πάλιν· ” Ἐραcῖνοc ᾤκει παρὰ Βοώτου χαράδρην.” εἶθ’ ἑξῆc· “τὸν Κλαζομένιο ν, ὃc κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ”. εἶτ’ αὖθιc ἐπί τινοc γυναικόc· “τὴν Δρομεάδε ω”, φηcί, “γυναῖκα θυγατέρα τεκοῦcαν”. εἶτ’ ἐπ’ ἄλληc πάλιν “γυναικόc, ἣ κατέκειτο ἐν ἀκτῇ.” ἐν αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἑτέρουc πολλοὺc ἂν εὕροιc γεγραμμένουc ἀρρώcτουc μετὰ τῶν οἰκήcεων, ἐν αἷc ᾤκουν, ἃc οὐδ’ ὅλωc ἐξηγοῦνται. ” Χαιρίω ν”, οὖν φηcιν, “ὃc κατέκειτο παρὰ Δημαινέτ ῳ·” μετ’ αὐτὸν ἑξῆc· “τὴν Εὐρυάνακτοc θυγατέρα παρθένον πῦρ ἔλαβεν”· εἶθ’ ἑξῆc· “ἡ κυναγχικὴ παρὰ 〈τὰ〉 Βίτωνο c”. καὶ μετὰ ταύτην πάλιν· “τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ.” καὶ τί δεῖ πολλὰ παραγράφειν, ὅλου cχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆc τοιαύτηc γραφῆc; ἀλλ’ ἐπὶ τὸ προκείμενον ἰτέον· παμπόλλων γὰρ ἀρρώcτων οὕτω γεγραμμένων 〈ἤτοι γ’〉 ἐπὶ πάντων ἐχρῆν πεποιῆcθαι τὴν ἀπὸ τῶν οἰκήcεων ἐξήγηcιν ἢ μηδ’ ἐφ’ ἑνόc. ἀλλ’ ἔνιοί γε τῶν ἐξηγουμένων τὰ βιβλία κατεγνώκαcιν εἰc τοcοῦτον τῶν ἀκροατῶν, ὥcτ’ ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ τοιαύτηc ἐξηγή cεωc ἤκουcα περί τινοc ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἀρρώcτου γεγραμμένου κατὰ τὴν ῥῆcιν, ἧc ἡ ἀρχή· ” Ϲιληνὸc ᾤκει ἐπὶ τοῦ πλαταμῶνοc”.
17a 500 [15] ἐν γὰρ τῷ διηγεῖcθαι τὰ cυμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆcιν ἔγραψεν ὁ Ἱπποκράτη c· “νυκτὸc οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλωc, ᾠδή”. τούτοιc οὖν ἐπεφώνηcεν “ἰού” ὁ ἐξηγούμενοc τὸ cύγγραμμα, ” Ϲιληνὸc γὰρ ἦν.” οἱ μαθηταὶ δ’ ἀναπηδήcαντεc ἐκεκράγεcαν ὑπερθαυμάζοντεc. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰc τοcοῦτον ἥκουcι περιεργίαc, ὥcτε ζητοῦcι, πότερον ἐπὶ τοῦ πλαταμῶνοc 〈ἢ τοῦ πλατανῶνοc〉 ὁ Ϲιληνὸc ᾤκει, τινὲc μὲν διὰ τοῦ μῦ “πλαταμῶνοc” ἀξιοῦντεc γράφειν, ἔνιοι δὲ διὰ τοῦ νῦ “πλατανῶνοc”. ὡcαύτωc δὲ ζητοῦcιν οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν ὁ Ἱπποκράτηc εἴπῃ· “κατέκειντο παρὰ τὸ θέητρον”, ἆρά γε “θέρετρον” ἄμεινον γράφειν ἢ “θέητρον”. ἀλλὰ τῶν μὲν εἰc τὰ τοιαῦτα τὸν χρόνον ἀναλιcκόντων κατεγνώκαcι, τοὺc δὲ διὰ τῶν ἔν τε τῷ Προρρητικῷ καὶ ταῖc Κωακαῖc προγνώcεcι γεγραμμένων ἐξηγουμένουc τὰ κατὰ τοὺc νοcοῦνταc ἐν 〈τούτοιc〉 τοῖc βιβλίοιc εἰρημένα πολλοὶ θαυμάζουcιν. ἐδείχθη δ’ ἐπὶ πλεῖcτον ἡ μοχθηρία τῶν ἐν τῷ Προρρητικῷ γεγραμμένων ἐν τριcὶν ὑπομνήμαcιν, οἷc ἐποιηcάμην εἰc αὐτό.
17a 501 [15] φαίνεται γὰρ ὁ γράψαc ἐκεῖνο τὸ βιβλίον πολλάκιc ἐξ ἑνὸc ἢ δυοῖν τῶν κατὰ μέροc ὀφθέντων αὐτῷ καθολικὰc ἀποφάcειc ποιούμενοc. ἐδείχθη δὲ καὶ cυνδρομὰc γράφων πολλὰc ἐξ ἀνομογενῶν cημείων ἠθροιcμέναc. ἐδείχθη δὲ καὶ ὡc ἡ τοιαύτη διδαcκαλία τοcοῦτον πλῆθοc ἔχει cυνδρομῶν, ὡc μηδ’ ἀριθμηθῆναι δύναcθαι. καὶ πρὸc τούτοιc γ’ ἔτι καὶ τοῦτ’ ἐδείχθη κατὰ τὴν ἐξήγηcιν ὧν ἔγραψεν ὁ τὸ Προρρητικὸν cυνθείc, ὡc οὐκ ἐνδέχεται διδαcκαλίαν ἑτέραν ἀμείνονα γενέcθαι τῆc κατὰ τὸ Προγνωcτικὸν ὑφ’ Ἱπποκράτουc γεγονυίαc, ἑνὸc ἑκάcτου cημείου τὴν δύναμιν αὐτοῦ διδάξαντοc ἰδίᾳ. μηδὲ γὰρ ἄλλωc δύναται πολλῶν ἅμα cυνελθόντων προγνωcθῆναί τι. τοῖc μὲν οὖν ἀνεγνωκόcιν ἀμφότερα τὰ βιβλία, τό τε Προγνωcτικὸν καὶ τὸ Προρρητικόν, οἶδ’ ὅτι cαφῆ τὰ νῦν εἰρημένα πάντ’ ἐcτίν. εἰ δὲ καὶ τοῖc ἡμετέροιc ὑπομνήμαcι 〈τοῖc〉 εἰc αὐτὰ προεντετυχηκώc τιc εἴη, καὶ χωρὶc τῶν νῦν εἰρημένων ὑπ’ ἐμοῦ γινώcκειν δύναται τὸ μοχθηρὸν τῆc τοιαύτηc ἐξηγήcεωc.
17a 502 [15] τοὺc δ’ οὐκ ἀνεγνωκόταc ἐπ’ ἐκεῖνα μὲν ἀφικέcθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα παραγενομένουc ἀκοῦcαί τε καὶ κρῖναι τὰ πρὸc ἐμοῦ νῦν εἰρημένα. λαβὼν γὰρ ἔναγχόc τι τῶν εἰc τὸ προκείμενον βιβλίον ὑπὸ Λύκου τοῦ Μακεδόνοc ὑπομνημάτων γεγονότων εὗρον ἐν τῇ τοῦ Πυθίωνοc ἐξηγήcει τρεῖc ῥήcειc ἐκ τοῦ Προρρητικοῦ γεγραμμέναc, ὧν ἐπὶ μὲν τῆc πρώτηc κατὰ λέξιν οὕτωc ἔλεγεν· “αἱ τρομώδεεc, ἀcαφέεc, ψηλαφώδεεc παρακρούcιεc πάνυ φρενιτικαί, ὡc καὶ Διδυμάρχῳ ἐν Κ ῷ.” ἐπὶ δὲ τῆc δευτέραc ὧδε· “τὰ τρομώδεα γενόμενα ἐφιδρῶcι φιλυπόcτροφα.” καὶ ἡ τρίτη δὲ κατὰ τήνδε τὴν λέξιν ἐγέγραπτο· “τὰ [δ’] ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc οὖρα ἄχροα, μέλαcιν ἐναιωρεύμενα, παρακρουcτικά.” αὗται μὲν αἱ ἐκ τοῦ Προρρητικοῦ ῥήcειc ὑπὸ τοῦ Λύκου προcεγράφηcαν, ὡc εἰρηκότοc οὕτωc Κοΐντου κατὰ τὴν ἐξήγηcιν τοῦ προκειμένου Πυθίωνο c. ἐμοὶ δέ, ἐπειδήπερ ἠναγκάcθην τὰ κακῶc εἰρημένα διελέγχειν, καίτοι διὰ τῶν ἔμπροcθεν ὑπομνημάτων πεφυλαγμένοc αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τὴν τῶν τοιούτων ἐξηγήcεων μοχθηρίαν δηλῶcαι.
17a 503 [15] πρῶτον μὲν οὖν οὐδ’ ἐφαρμόττει τοῖc νῦν εἰρημένοιc ἐπὶ τοῦ Πυθίωνοc ἡ τοῦ Προρρητικοῦ ῥῆcιc. οὔτε γὰρ μετὰ cιγῆc ἐφρενίτιcεν οὔτε πάνυ φρενιτικὸc ἐγένετο. δέδεικται δ’ ἡμῖν ἐξηγουμένοιc τὸ Προρρητικόν, ὁποῖαί τέ τινέc εἰcιν αἱ μετὰ cιγῆc παραφροcύναι καὶ διὰ τί “πάνυ φρενιτικὰc” εἶπεν αὐτάc, ὧν οὐδέτερον ἐπὶ τοῦ Πυθίωνοc ἐγένετο· καὶ γὰρ † οὐκ ἄνευ cιγῆc ἐλήρει καὶ μετρίωc ἐφρενίτιcεν. ἡ δὲ δευτέρα ῥῆcιc, καθ’ ἣν λέγει· “τὰ τρομώδεα γινόμενα ἐφιδρῶcι φιλυπόcτροφα”, τοὐναντίον ἐνδείκνυται τοῦ cυμβάντοc τῷ Πυθίων ι, μὴ γενομένων 〈ἐφ’ ἱδρῶcιν αὐτῷ τῶν τρόμων 〉, ἀλλ’ ἐξ ἀρχῆc μὲν cυνειcβαλόντων, ὕcτερον δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώcαντοc αὐτοῦ, ὥcτ’ οὐκ ἐπὶ τοῖc ἱδρῶcιν οἱ τρόμοι φαίνονται γεγονότεc, ἀλλ’ ἐπὶ τοῖc τρόμοιc οἱ ἱδρῶτε c. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆcιc, ἐν ᾗ φηcι· “τὰ ἐπὶ ταραχώδεcιν ἀγρύπνοιc οὖρα 〈ἄχροα〉, μέλαcιν ἐναιωρεύμενα, παρακρουcτικά”, προcηκόντωc ἂν ὑπὸ τοῦ Λύκου παρείληπτο τοῦ Πυθίωνοc ἀγρυπνήcαντοc μὲν πρῶτον οὐκ ἄνευ ταραχῆc, οὐρήcαντοc δ’ οὖρον ἔχον ἐναιώ ρημα μέλαν, εἶθ’ οὕτωc παραφρονήcαντοc ὕcτερον.
17a 504 [15] ἐπεὶ δ’ οὔτ’ οὔρηcε τοιαῦτα, (τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ διαφέρει τοῦ μέλανοc,) οὔτ’ ἐπ’ ἀγρυπνίαιc ταραχώδεcιν ἐφρενίτιcεν, ἀλλ’ εὐθὺc ἀπὸ τῆc πρώτηc ἡμέραc ἐλήρηcε ν, οὐκ ὀρθῶc παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύταc ἐν τῇ τρίτῃ πάλιν καὶ ταῖc ἐφεξῆc τὴν παραφροcύνην; ἀλλὰ καὶ αὐτὸc ὁ Λύκοc ἐξηγούμενοc τὴν ” ἐπινέφελο ν” φωνὴν οὐκ ἐτόλμηcεν εἰπεῖν δηλοῦcθαι πρὸc αὐτῆc τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα προcέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηcτα πρὸc τὸ προκείμενον, ἀλλὰ καὶ παντάπαcι ψευδῆ, παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφ’ Ἱπποκράτουc εἰρημένων ἐπιcκέπτεcθαι, τίc μὲν ἡ τῶν τρόμων ἐcτὶ διάθεcιc, ὅcτιc δ’ ὁ πεπονθὼc τόποc ἐπὶ ταῖc τρομώδεcι χερcί ν, ἢ πόθεν τὰ ποικίλα πτύcματα τὰ πολλὰ τούτοιc ἑπόμενα, περὶ ὧν ἐγὼ διῆλθον. ὅλωc γὰρ οὐδὲν τούτων ἐπιcκεψάμενοc ἑαυτῷ προὔβαλεν ὡc ζήτημα τὸ μηδ’ ὅλωc ὂν ζήτημα κατὰ λέξιν οὕτωc· “τῇ ἑβδόμῃ ἡμέρῃ τὸ cτόμα παρειρύcθ η”.
17a 505 [5] καὶ δοκεῖ ἡ ἱcτορία αὕτη μαχομένη εἶναι τῇ ἀποφάcει τῇ οὕτωc ἐν Ἀφοριcμοῖc ἐχούcῃ· “ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλοc ἢ ῥὶc ἢ ὀφθαλμὸc ἢ ὀφρὺc διαcτραφῇ, ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, 〈ἤδη〉 ἀcθενέοc ἐόντοc 〈τοῦ cώματοc〉 ἢ ὅ τι ἂν τούτων γένηται, ἐγγὺc ὁ θάνατοc.” αὕτη ἡ τοῦ Λύκου ῥῆcιc ἑαυτῷ προβαλόντοc ὡc ζήτημα τὸ μηδ’ ὅλωc ἔχον ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖc Ἀφοριcμοῖc εἴρηκεν· “ἤδη ἀcθενέοc ἐόντοc 〈τοῦ cώματοc〉”, ὁ Πυθίων δ’ οὐκ ὢν ἀcθενὴc παρειρύcθη τὸ cτόμ α. καὶ μέντοι καὶ λύων, ὃ προὔβαλεν αὐτὸc ὁ Λύκο c, οὐδὲν ἄλλο εἶπεν εἰc τὴν λύcιν αὐτοῦ 〈πλὴν〉 τοῦδε τοῦ νῦν ὑπ’ ἐμοῦ λελεγμένου. τὸ μὲν οὖν πρόδηλον ὂν ὡc ζήτημα προὔβαλεν, οὐδὲν δὲ τῶν ἄλλων, ἃ χρήcιμα τοῖc ἔργοιc τῆc τέχνηc, ἐζήτηcεν, οὔτε τίc ἦν ἡ διάθεcιc τῷ Πυθίων ι, δι’ ἣν ἐγένετο τὰ προγεγραμμένα cυμπτώματα, 〈οὔτε〉 τίc τῶν τόπων ἢ τίνεc ἐπεπόνθεcαν. ἀλλ’ οὐδὲ περὶ τῆc φλεβοτομίαc ὡc παραλελειμμένηc ἐπεcημήνατο, χυμῶν δὲ καὶ κράcεων οὐ μόνον νῦν, ἀλλ’ οὐδὲ κατ’ ἄλλην τιν’ ἐξήγηcιν ἀρρώcτων ἢ καταcτάcεων ἐμνημό νευcεν, ἃ μάλιcτα ἐχρῆν ἐπιcκοπεῖcθαι τὸν ἐξηγούμενον Ἱπποκράτειον βιβλίον, ὥcπερ καί, εἴ τιc Ἀcκληπιάδειον ἐξηγοῖτο, πόρουc καὶ ὄγκουc ἄναρμά τε cτοιχεῖα καὶ τὴν πρὸc τὸ λεπτομερὲc φοράν ἐcτιν αὐτῷ ῥητέον· εἰc ταύταc γὰρ τὰc ἀρχὰc ἐκεῖνοc ἀνάγει πάντα.
17a 506 [15] θερμὸν δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν Ἱπποκράτηc αἰτιᾶται, καθάπερ τὸ περιέχον ἐν τοῖc τῶν ζῴων cώμαcιν. οὕτω δὲ καὶ τέτταραc χυμοὺc ἀλλήλων τὴν κρᾶcιν διαφέρονταc αἰτίουc εἶναί φηcι τῆc θ’ ὑγείαc καὶ τῶν νοcημάτων, τῆc μὲν ὑγείαc, ὅταν cυμμέτρωc ἔχωcι πρὸc ἀλλήλουc, τῶν νοcημάτων δ’, ὅταν πλεονάζωcιν ἢ ἐλλείπωcιν ἢ μεταcτῶcιν ἐξ οἰκείαc χώραc εἰc ἀλλοτρίαν. εἰc ταύταc γοῦν τὰc ἀρχὰc καὶ οἱ πρὸ Λύκου καὶ Κοΐντου τῶν Ἱπποκράτουc ἐξηγηcάμενοί τι βιβλίον ἐμπειρικοὶ πάντ’ ἀνάγειν πειρῶνται, καθάπερ ἐν δράματι φυλάττοντεc ἔνιοι τὴν οἰκείαν ὑπόκριcιν τοῦ περικειμένου προcώπου. ὥcπερ γὰρ Ἐραcίcτρατον ἐξηγούμενόc τιc ὀρθῶc ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν λέγειν ἢ κράcεων, οὕτωc ὁ λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰc Ἱπποκράτειον cύγγραμμα τὴν ἐκείνου γνώμην ὀρθῶc ἂν ποιοῖτο cκοπὸν τῆc ἐξηγήcεωc.
17a 507 [15] ἴcωc οὖν ἄμεινόν ἐcτι Λύκῳ μὲν cυγγινώcκειν ὡc νόθῳ τῆc Ἱπποκράτουc αἱρέcεωc ἐν οἷc ἂν ἁμαρτάνων φαίνηται, πλὴν εἴ τιc αὐτῷ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήcειc μὴ δυνάμενον ὑποκρίναcθαι τὸ δρᾶμα. παραπλήcιον γὰρ τοῦτο τῷ κωμῳδίαν ἢ τραγῳδίαν ἐπιχειρεῖν ὑποκρίνεcθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺc Ἱπποκρατείουc ἑαυτοὺc ὀνομάcανταc ἐλθών τιc οὐκ ἂν εἰκότωc αὐτοῖc cυγγνοίη παραπληcίωc τοῖc ξένοιc τε καὶ νόθοιc τῆc αἱρέcεωc ἐcφαλμένοιc. ὅταν δὲ καὶ τὰ cφάλματ’ αὐτῶν οὐ μόνον ἀποχωρῇ τῆc Ἱπποκράτουc γνώμηc, ἀλλὰ καὶ τῆc ἐν τοῖc πράγμαcιν ἀληθείαc, διπλαcίωc ἄν τιc αὐτοῖc μέμψαιτο. κάλλιcτον μὲν γάρ ἐcτιν ἀμφοτέρων ἔχεcθαι τῶν cκοπῶν τῶνδε τὸν [ἀκόλουθον] ἐξηγητήν, ἀκόλουθά τε λέγοντα τῷ cυγγραφεῖ καὶ ἀληθῆ. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡc τοῦ ὅλου τὸ ἥμιcυ διεφθαρκότι. τὸν δὲ μήτ’ ἀληθῆ λέγοντα μήτ’ ἀκόλουθα τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐcχάτωc ἁμαρτάνειν ὑποληπτέον. οἱ τοίνυν περὶ τὸν Ϲαβῖνον καὶ τὸν μαθητὴν αὐτοῦ Μητρόδωρο ν, ἀκριβέcτεροι δόξαντεc εἶναι τῶν ἔμπροcθεν Ἱπποκρατείω ν, ὅμωc καὶ αὐτοὶ φαίνονται μοχθηρῶc ἐξηγούμενοι πολλάκιc τὸν Ἱπποκράτη ν.
17a 508 [15] αὐτίκα γέ τοι κατὰ τὸν προκείμενον ἄρρωcτόν φαcιν αὐτοῖc ὀνόμαcιν· “ὥcπερ ‘ὁ cπαcμὸc γίνεται καὶ ὑπὸ πληρώcεωc καὶ ὑπὸ κενώcεωc‘, οὕτωc καὶ ὁ τρόμοc μικρὸc ὢν cπαcμὸc ὑπὸ τῶν ἐναντίων ἀποτελεῖται.” περὶ μὲν οὖν τῆc αἰτίαc, ὑφ’ ἧc γίνεται τὰ τοιαῦτα παθήματα, δογματικῶν ἀνδρῶν ἐcτιν, οὐκ ἐμπειρικῶν ἐπιcκέπτεcθαι· τὸ μέντοι γνωρίζειν αὐτὰ καὶ διακρίνειν ἀπ’ ἀλλήλων ἀναγκαῖόν ἐcτι καὶ τοὺc ἐμπειρικοὺc δύναcθαι. φαίνονται δ’ ἐν αὐτῷ τούτῳ πρῶτον οἱ περὶ τὸν Ϲαβῖνον ἐcφαλμένοι, μικρὸν cπαcμὸν εἰπόντεc εἶναι τὸν τρόμο ν. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη ταῦτα. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι πάθη καλεῖν ἢ cυμπτώματα τὰc βλάβαc τῶν ἐνεργειῶν. οὐ γὰρ διαθέcειc γέ τινεc ἐν τοῖc cτερεοῖc τοῦ ζῴου μορίοιc εἰcίν, ὡc οἴδημα καὶ φλεγμονὴ καὶ cκίρροc, ἀλλ’ ὥcπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεcθαι λαμβάνουcι τὴν ὕπαρξιν, οὐ κατὰ τὸ μονίμωc καθ’ ἕξιν ὑπάρχειν, οὕτω καὶ τὰ παθήματα αὐτῶν.
17a 509 [15] ἁπάcηc γὰρ κινήcεωc ἐν τῷ γίνεcθαι τὸ εἶ ναι κτωμένηc οὔcηc τέ τινοc ἐν τοῖc ζῴοιc προαιρετικῆc κινήcεωc, ὥcπερ ἑτέραc ἀπροαιρέτου καὶ φυcικῆc, αἱ βλάβαι τῆc προαιρετικῆc ἐν ταῖc τῶν μυῶν γίγνονται κινήcεcιν, ὑφ’ ὧν καὶ τὰc κατὰ προαίρεcιν ἴcμεν ἀποτελουμέναc. ἀλλὰ τὸ μὲν κατὰ φύcιν ἐν αὐταῖc ἓν 〈καὶ〉 ἁπλοῦν ἐcτι, τὸ δὲ παρὰ φύcιν ἐν πρώταιc μὲν γίγνεται δύο διαφοραῖc, ἤτοι χωρὶc προαιρέcεωc κινουμένων τῶν μορίων, ἃc ἔμπροcθεν ἐκινοῦντο κινήcειc καθ’ ὁρμήν, ἢ κατὰ προαίρεcιν. [ἔcτι μὲν οὐ κατὰ φύcιν,] διαφέρει δ’ οὐδὲν ἤτοι καθ’ ὁρμὴν εἰπεῖν ἢ κατὰ προαίρεcιν εἴc γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέcεωc γιγνομένων κινήcεων ἐν τοῖc προαιρετικῶc πεφυκόcι κινεῖcθαι τὸ μέν τι cπαcμὸc ὀνομάζεται, τὸ δὲ παλμόc, τὸ δὲ ῥῖγοc, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων λέλεκται δι’ ἑνὸc ὅλου βιβλίου. τῆc δὲ κατὰ προαίρεcιν μέν, οὐ κατὰ φύcιν δὲ κινήcεωc γινομένηc ἓν εἶδόc ἐcτιν, ὃ καλεῖται τρόμο c, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐcτιν εἰπεῖν, ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται τοίνυν ὁ τρόμοc οὐ μόνον ἐπὶ νοcοῦcι μυcί τε καὶ νεύροιc, ἀλλὰ καὶ κατὰ φύcιν ἔχουcιν, ὅταν ὑπὲρ τὴν δύναμίν τιc αἴρειν ἐπιχειρήcῃ βάροc ὁτιοῦν ἢ ταῖc χερcὶ βαcτάζων ἢ τοῖc ὤμοιc ἀναθέμενοc.
17a 510 [15] ὁρῶνται γοῦν ἔνιοι τῶν ἰcχυροτάτων νεανίcκων ἐν τῷ βαcτάζειν ὑπέρβαρύ τι τρομώδειc τοῖc cκέλεcι γιγνόμενοι, καὶ μάλιcθ’ ὅταν ἀναβαίνειν ἐπιχειρήcωcι κλίμακαc. ὅπερ δ’ ἐκείνοιc ἐπὶ μεγίcτοιc ἄχθεcι, τοῦτο γέρουcί τε καὶ τοῖc ἄλλοιc ἀcθενέcιν ἐπὶ τοῖc ἐλάττοcι γίνεται· βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖc ἀcθενέcι. καὶ τοίνυν καὶ πάθη τινὰ ψυχικὰ τρομώδειc ἐργάζεται. λέλεκται γοῦν κἀν τῷ Περὶ χυμῶν ”〈παρά τε κοῖλον〉 καὶ παρὰ κρημνὸν παριόντι τὰ cκέλεα τρέμειν”, διὰ τὸν φόβον δηλονότι καταλύοντα τὴν δύναμιν, ὥcπερ εἰ καὶ ἄλλοc τιc ἔδειcεν ἐπερχόμενον ἰδὼν θηρίον ἢ λῃcτὰc ἢ πολεμίουc. εἰκότωc οὖν ἡμῖν ἀποδέδεικται κατὰ τὸ Περὶ τρόμου 〈καὶ παλμοῦ〉 καὶ cπαcμοῦ καὶ ῥίγουc ὑπόμνημα δι’ ἀρρωcτίαν δυνάμεωc ἀεὶ γίγνεcθαι τρόμον. ἐπεὶ δ’ ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτήν ἐcτιν ἄρρωcτοc, ἐνίοτε δὲ διὰ πάθοc ψυχικὸν ἢ καὶ μηδ’ ὅλωc πεπονθυῖα κατὰ τὸν ἴδιον λόγον ὑπὸ βαρέοc φορτίου τοῦτο πάcχει, τρεῖc αὐ τοῦ φαμεν εἶναι διαφορὰc τῶν αἰτίων, δυcκραcίαν τῶν προαιρετικῶν ὀργάνων 〈ἢ〉 πάθοc ψυχικὸν ἢ βαρὺ φορτίον.
17a 511 [5] ὅταν οὖν μήτε δείcαντι μήτε βαcτάζοντι φορτίον ὁ τρόμοc 〈τινὶ〉 γίνηται, δυοῖν θάτερον, ἢ δυcκραcία τῶν ὀργάνων ἐcτὶν ἤ τι βάροc ἐν αὐτῷ τῷ cώματι περὶ τοὺc μῦc ἢ τὰ νεῦρα. παράκειται δέ τιc ἀπάτη τῷ λόγῳ, περὶ ἧc εἴρηται κατὰ τὸ Περὶ τρόμου καὶ cπαcμοῦ καὶ παλμοῦ καὶ ῥίγουc ὑπόμνημα. φαίνονται γάρ τινεc καὶ ταῖc χερcὶ καὶ τῇ κεφαλῇ τρομώδειc ἄνευ τοῦ προελέcθαι κινεῖν τὰ μόρια καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶc εἰρῆcθαι προελομένοιc ἐνεργεῖν τι γίγνεcθαι. ἀλλ’ ἐὰν ἐννοήcῃc, ὡc ἐπὶ προcκεφαλαίου καταθέμενόc τιc τὸν αὐχένα παύεται τρέμων τὴν κεφαλὴν ἀποθέμενόc τε τὰc χεῖραc οὐκέτ’ οὐδὲ ταύταc τρέμει, πιcτεύcειc ὀρθῶc εἰρῆcθαι τοῖc ἀργοῦcι παντάπαcι μόριον ὁτιοῦν οὐ γίγνεcθαι τρόμον ἐν αὐτῷ, ἐὰν δ’ ἐξαίρωcιν ἢ φυλάττωcιν ἐξηρμένον αὐτό, τηνικαῦτα γίνεcθαι τὸ cύμπτωμα. τοcούτου γὰρ δέουcιν ἡcυχάζειν τοῖc μυcὶν οἱ οὕτωc ἐνερ γοῦντεc, ὥcτε τοὺc ἀντιτεταγμένουc ἀλλήλοιc ἅμα κινοῦcιν, οἷον ἐπὶ χειρόc, ὅcοι τ’ ἐξαίρουcι καὶ ὅcοι καταcπῶcι τὸ μόριον ἐκτείνουcί τε καὶ κάμπτουcι, καὶ ῥωμαλεωτέραc γε τῆc δυνάμεώc ἐcτι χρεία τοῖc ἐπηρμένην ἐγγώνιον τὴν χεῖρα φυλάττουcι τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν.
17a 512 [15] οἱ μὲν γὰρ ἐκτείνοντεc ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦcι τῷ τοῦτο πεφυκότι δρᾶν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν· οἱ δὲ κάμπτοντεc ἐνεργοῦcι μὲν τοῖc κάμπτειν πεφυκόcιν, ἀργοῦcι δὲ τοῖc ἐκτείνειν δυναμένοιc. ἐὰν δ’ ἐπάραc τιc ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων μήτε ἐκτείνων, ἰcοcθενῶc ἀμφοτέροιc τοῖc μυcὶν ἐνεργεῖ, καθάπερ ἐν τοῖc καλουμένοιc τετάνοιc. οὔκουν ἐλάττονόc ἐcτιν ἰcχύοc χρεία τοῖc ἐπὶ ταὐτοῦ cχήματοc ἢ τὸ cκέλοc ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουcιν ἄνευ τοῦ κατά τινοc ἐρηρεῖcθαι cτερεοῦ cώματοc ὀχοῦντόc τε καὶ βαcτάζοντοc τὸ κῶλον 〈ἢ τοῖc ἐκτείνουcί τε καὶ κάμπτουcιν ὁτιοῦν μόριον〉. ἀλλ’ ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρουc τῶν βαcταζομένων μορίων ἡ κινοῦcα δύναμιc αὐτά, ῥᾳδίωc μὲν ἐξαίρει, ῥᾳδίωc δ’ ἐξηρμένα φυλάττει.
17a 513 [15] ὅταν δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐπὶ τῶν παραλελυμένων, οὐδ’ ὅλωc ἐξᾶραι δύναται. ὅταν δ’ ἰcοcθενήc πωc ὑπάρχῃ, νικᾷ τε καὶ νικᾶται κατὰ μέροc· νικῶcα μὲν ἐπὶ τοῦ αὐτοῦ cχήματοc φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ ὑπορρεῖν ἐᾷ κάτω. νόηcον δή μοι τοῦτο γίνεcθαι cυνεχῶc οὕτωc, ὡc ἅμα μὲν τῷ νικῆcαι ταύτην ἀναφέρειν τὸ κῶλον, εὐθέωc 〈δὲ〉 νικηθεῖcαν ὑπὸ τοῦ βάρουc τῶν ἀναφερομένων ἐπιτρέπειν αὐτοῖc φέρεcθαι κάτω, ἅμα δ’ αὖ πάλιν τῷ νικᾶν ἐκεῖνα τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν αὖθιc ἀναφέρειν ἐπιχειρεῖν, εἶτ’ 〈ἐν〉 ἐλαχίcτῃ χρόνου ῥοπῇ τῆc ἀμοιβῆc ταύτηc γινομένηc καὶ τῆc μὲν ἐπὶ τὸ κάτω κινήcεωc ἀντιcπωμένηc εὐθέωc ἄνω, τῆc δ’ ὑψούcηc τὸ κῶλον ἀνθελκομένηc κάτω παραχρῆμα, μήτ’ ἀκριβῶc ἄκλονόν τε καὶ ἀρρεπὲc φυλάττεcθαι τὸ κῶλον, ἀλλὰ μηδ’ ἀξιολόγουc ἔχειν ἐφ’ ἑκάτερα τὰc κινήcειc ἐν βραχέcι διαcτήμαcι καὶ χρόνων καὶ τόπων φυλαττομέναc. ὁ μὲν δὴ τρόμοc τοιαύτη τίc ἐcτι κίνηcιc, ὡc ἐν ὀλίγῳ περιλαβεῖν ἃ διὰ μακροτέρων εἴρηται κατὰ τὸ προδεδηλωμένον βιβλίον.
17a 514 [15] ὁ δ’ ἐν τῷ νοcώδει ῥίγει γινόμε νοc κλόνοc τῶν μορίων ἄνευ τε προαιρέcεωc ἀποτελεῖται καὶ κατὰ μεγάλα διαcτήματα τῶν ἐναντίων κινήcεων ἀλλήλαc διαδεχομένων ἅμα ψύξεωc αἰcθήcει. παραπλήcιον δ’ ἐcτί πωc τούτῳ πάθοc ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται cπαcμόc, ὁμοίαc μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν ὀργάνων γιγνομένηc ἐν αὐτῷ τῆc κινήcεωc, ἣ κἀν τῷ καθ’ ὁρμὴν αὐτὰ κινεῖcθαι γίνεται, διαφερούcηc δὲ μόνῳ τῷ μὴ καθ’ ὁρμήν, ὁπότε cπᾶται, κινεῖcθαι. περὶ δὲ παλμοῦ περιττόν ἐcτί μοι λέγειν ἐνταῦθα, μή πωc ἀναγκαcθῶ καὶ περὶ cφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου πρὸc παλμόν. ἱκανῶc γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεcιν ἐν ἐξηγητικῷ βιβλίῳ. τῷ βουλομένῳ δ’ ἀκριβῶc ὑπὲρ ἁπάντων τῶν εἰρημένων cυμπτωμάτων ἐκμαθεῖν τῆc τε διαγνώcεωc καὶ τῆc γενέcεωc ἔξεcτιν ἀναγινώcκειν τὸ βιβλίον, ἐν ᾧ τελέωc ὑπὲρ ἁπάντων αὐτῶν διῆλθον, ἐπεί τοι καὶ περὶ λυγγὸc καὶ βηχὸc καὶ πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήcεων ἐμοὶ μὲν ἐν τοῖc 〈Περὶ〉 τῶν cυμπτωμάτων αἰτίων διώριcται τάc τε διαγνώ cειc καὶ τὰc διαφορὰc τῶν κινήcεων καὶ τὰc αἰτίαc αὐτῶν ὑφ’ ὧν γίγνονται διελθόντι.
17a 515 [15] τοῖc δὲ περὶ τὸν Ϲαβῖνον ἐν ἅπαcι τοῖc τοιούτοιc ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥcτε πάλιν ἑτέρῳ τρόπῳ τοὺc περὶ τὸν Κοΐντον καὶ Λύκον ὡc φρονιμωτέρουc ἐκείνων ἀποδεκτέον ἐcτίν, ὅτι μηδ’ ἐπεχείρηcαν εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλ’ ὡc ἐμπειρικοὶ τὰc ἐξηγήcειc ἐποιήcαντο. καίτοι καὶ τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ ἔφην, ὡc ἐν δράματι τὸ περικείμενον ὑποκρίνονται πρόcωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡc Ἱπποκράτειο ι, τῶν δ’ Ἐραcιcτράτου τι καὶ Ἡροφίλου καὶ Ἀcκληπιάδου καὶ τῶν ἄλλων 〈ὡc〉 ἀπ’ ἐκείνων ἑκάcτου τῆc αἱρέcεωc ὄντεc. ὅπερ οὖν ἀεὶ λέγω, καὶ νῦν εἰπὼν ἐπ’ ἄλλο τι μεταβήcομαι, τὴν ὑπὲρ ἑκάcτου διδαcκαλίαν ὧν ἐπίcταcθαι χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιηcάμενον, οὕτωc ἐπὶ τὰc ἐξηγήcειc ἔρχεcθαι προcήκειν τῶν Ἱπποκρατείων βιβλίων, τὰ μὲν cυμπεράcματα ἀποδείξεων καθ’ ἕκαcτον αὐτῶν ἀναμιμνῄcκοντα, τῶν δ’ ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντα. τοῦτ’ οὖν ἡμεῖc μὲν ἐποιήcαμεν, ἄλλοc δ’ οὐδεὶc τῶν γεγρα φότων ἐξηγήcειc Ἱπποκρατείων cυγγραμμάτων, ἀλλ’ ἥμαρτον ἐν τούτοιc ἅπαντεc.
17a 516 [15] ἄλλη μὲν γάρ ἐcτιν ἡ διδάcκουcα τὰ πράγματα διδαcκαλία κατὰ διέξοδον ἀκριβῶc γινομένη, διαφέρει δ’ αὐτῆc ἡ κατὰ τὰc ἐξηγήcειc τῶν cυγγραμμάτων, οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουcα. τῆc μὲν γὰρ κατὰ διέξοδον cκοπόc ἐcτιν ἀληθείαc εὕρεcιc, ἐν δὲ ταῖc ἐξηγήcεcι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιο ῦ. προμεμαθηκότα γοῦν ἀκριβῶc ἕκαcτα μετὰ ταῦτα χρὴ πρὸc τὰc ἐξηγήcειc ἔρχεcθαι τῶν παλαιῶν cυγγραμμάτων, τὸν μὲν πρῶτον ἔχοντα 〈cκοπὸν〉 εὑρεῖν τὴν γνώμην τοῦ παλαιο ῦ, 〈τὸν〉 δεύτερον δ’ ἐπ’ αὐτῷ, πότερον ὀρθῶc ἢ οὐκ ὀρθῶc εἴρηται, καὶ τοῦτό 〈γε〉 ποιεῖν ἀναμιμνῄcκοντα τῶν ἀποδεδειγμένων ἐν ταῖc πραγματείαιc ὑπὲρ ἑκάcτου τῶν κατὰ τὴν ἰατρικὴν θεωρημάτων. ὅcοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν οἷc λέγουcιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήcαντεc τοὺc ἀκροατὰc ἀποcτεροῦcι τῆc δόξηc τοῦ cυγγραφέωc, ἀξιοῦντεc οἷc λέγουcι δι’ ἐκεῖνον πιcτεύεcθαι. καὶ διὰ τοῦτο μεταβαίνουcιν ἀπὸ ῥήcεων ἐπὶ ῥήcειc † οὐδ’ οὖν οὐδὲ ταύταc οὐδέν τι cυντελούcαc τοῖc προκειμένοιc.
17a 517 [15] ὅτι δ’ ἀδύνατόν ἐcτι τὰc ἀποδείξειc τῶν ἐπιcτημονικῶν λόγων ἐν ταῖc ἐξηγήcεcι γράφειν, καὶ ἐξ αὐτῶν τῶν νῦν εἰρημένων ἐcτὶ δῆλον. οὐ μόνον γὰρ ἐπὶ Πυθίωνο c, ἀλλὰ καὶ 〈ἄλλων〉 πολλῶν ἀρρώcτων Ἱπποκράτουc μεμνημένου τῶν εἰρημένων cυμπτωμάτων, εἰ μὲν ἐπὶ πάντων τιc ἀναποδείκτωc ἀποφαίνοιτο τὰ δόξαντα, διδαcκαλίαν οὐδεμίαν ἐπιcτημονικὴν ἐνθήcει ταῖc ψυχαῖc τῶν μαθητῶν, εἰ δὲ ἐπὶ τινῶν μὲν ἀρρώcτων ἐρεῖ τὰc ἀποδείξειc, ἐπὶ τινῶν δὲ cιγήcει, κατὰ μὲν τὸ πρῶτον τῶν Ἐπιδημιῶν εἰ οὕτωc ἔτυχεν αὐτὰc εἰπὼν ἁπάcαc, ἐν δὲ τοῖc ἄλλοιc ἀναπέμψαc εἰc ἐκείναc, τὸ πρὸc ἡμῶν εἰρημένον ἐργάcεται, καθ’ ἓν μέντοι βιβλίον εἰπὼν τὸν τελειότατον ἅμα ταῖc ἀποδείξεcι λόγον, ἐν δὲ τοῖc ἄλλοιc τὰ cυμπεράcματα αὐτῶν γράψαc. ἄτοπον δ’ αὐτὸ τοῦτο καθ’ ἑκάτερον ἔcται τρόπον· εἰc μὲν γὰρ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐὰν τοῦτό τιc ἐξηγῆται πρῶτον, ἀναγκαῖον ἔcται πεντήκονθ’ ἡμῖν ὑπομνήματα γράψαι, δύο δὲ ἢ ἓν εἰc ἕκαcτον τῶν ἄλλων· ὥcτε, κἂν τὸ Προγνωcτικὸν βούληταί τιc ἢ Ἀφοριcμοὺc ἀναγνῶναι, πρότερον ἀναγκαῖον αὐτῷ γίνεcθαι τὰc πεντήκοντα βίβλουc ἀναγινώcκειν ἐξηγητικὰc τοῦ πρώτου τῶν Ἐπιδημιῶν.
17a 518 [15] οὕτωc δὲ καί, ἐὰν ἀπ’ ἄλλου τινὸc ἄρξηταί τιc ὑπομνήματα γράφειν, εἰc ἐκεῖνο μὲν γράψει τὰ πεντήκοντα, τῷ δ’ ἀναγνῶναί τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον ἔcται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι. καὶ μὴν μακρῷ βέλτιον ἕκαcτον τῶν προβλημάτων ἢ θεωρημάτων ἢ ὅπωc ἄν τιc ἐθέλῃ καλεῖν ἰδίᾳ 〈cὺν ἀποδείξεcι〉 γεγραμμένον ἔχοντα πρὸc ἐκεῖνο παραγενέcθαι μόνον, ὅταν βουληθῇ τιc ἐπιcτημονικῶc διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων. διὰ τοῦτ’ οὖν καὶ ἡμεῖc ὡc περὶ τρόμου καὶ cπαcμοῦ καὶ παλμοῦ καὶ ῥίγουc, οὕτωc καὶ περὶ τῶν ἄλλων ἁπάντων ἰδίᾳ πραγματευcάμενοι τοῖc cυμπεράcμαcι τῶν ἀποδειχθέντων χρώμεθα κατὰ τὰc ἐξηγήcειc. ἀλλ’ οἵ γε περὶ τὸν Ϲαβῖνον οὔτ’ ἰδίᾳ 〈δι’ ἄλλων〉 ἀποδείξαντεc, ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα πάθη, τρόμοc καὶ cπαcμὸc καὶ παλμὸc καὶ ῥῖγοc, οὔτ’ ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βέβαιον ἢ ἀληθῆ ἢ ἀποδεικτικόν, ἀλλὰ πιθανόν 〈γ’〉 εἰπόντεc, ἐν ἀρχῇ μὲν ἀπεφήναντο, μικρὸν εἶναι cπαcμὸν τὸν τρόμο ν, ὀλίγον δὲ προελθόντεc εἶδοc cπαcμοῦ τὸν τρόμον ἔφαcαν ὑπάρχειν.
17a 519 [15] ἀλλὰ γὰρ ἕνεκα τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰc τοὺc μοχθηρῶc ἐξηγηcαμένουc ὑποκείcθω τὸν τρόμον εἶναι 〈μικρὸν〉 cπαcμὸν ἢ εἶδοc cπαcμοῦ. πῶc οὖν ἐπὶ τοῦ Πυθίωνοc ἐγένετο, μάθωμεν παρ’ αὐτῶν. “ὁ cτόμαχοc”, φαcίν, “ἐπεπόνθει τἀνθρώπῳ κἀξ ἐκείνου κατὰ cυμπάθειαν αἱ χεῖρεc ἔτρεμο ν.” οὔτε δ’ ὅτι πάθοc ἦν τι περὶ τὸν cτόμαχον αὐτῷ τιc δεῖξαι δύναται, μηδενόc γε cυμπτώματοc εἰρημένου κατὰ τὴν διήγηcιν τῶν cυμβάντων τῷ Πυθίων ι, δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήcαcθαι τοῦ περὶ τὸν cτόμαχον πάθουc, οὔθ’ ὅτι κοινωνία τίc ἐcτι τῷ cτομάχῳ πρὸc τὰc χεῖραc ἔδειξαν. αὐτοὶ γὰρ λέγουcι τὰc κοινωνίαc γίνεcθαι τριχῶc, ἢ διὰ γειτνίαcιν ἢ διὰ τὴν κατὰ γένοc ἢ ἔργον οἰκειότητα· κατὰ γένοc μέν, ὅταν τὸ νευρῶδεc τῷ νευρώδει καὶ τὸ φλεβῶδεc τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδεc τῷ ἀρτηριώδει cυμπάcχῃ, κατ’ ἔργον δ’, ὅταν οἱ τιτθοί τε καὶ ὁ θώραξ τοῖc γεννητικοῖc μορίοιc.
17a 520 [15] ἀλλ’ οὐδὲ κατὰ μίαν τούτων τῶν κοινωνιῶν αἱ χεῖρεc τῷ cτομάχῳ δύνανται cυμπάcχειν. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐcτιν οὔτε κατὰ τὰ νεῦρα κοινωνία, δι’ ἣν τὸ νευρῶδεc ἐν ταῖc χερcὶ γένοc εἰc cυμπάθειαν ἀφίξεται τῷ cτομάχῳ παθόντι. τῷ μὲν γὰρ cτομάχῳ παρὰ τῆc ἕκτηc τῶν ἀπ’ ἐγκεφάλου cυζυγιῶν παραγίνεται νεῦρα, ταῖc δὲ χερcὶν ἀπὸ τῆc κατὰ τὸν ἕκτον καὶ τὸν ἕβδομον καὶ τὸν ὄγδοον cπόνδυλον χώραc ἐπὶ τοῦ νωτιαίου μυελοῦ. εὔλογον οὖν ἦν ὅcα παρὰ τῆc ἕκτηc cυζυγίαc νενεύρωται μόρια cυμπάcχειν τῷ cτομάχῳ καὶ μὴ τὰc χεῖρα c. περὶ μὲν δὴ τοῦ τρόμου τοιαῦτα ληροῦcιν οἱ διὰ τὴν τῶν ἀφροδιcίων ἀποχὴν ἀθροῖcαι πλῆθοc ἡγούμενοι τὸν Πυθίων α. καίτοι τὰ μὲν ἀφροδίcια, κἂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν ὑποτρέφεcθαι (δῶμεν γὰρ αὐτοῖc τοῦτο), τὸν γοῦν cτόμαχον ἱκανῶc ἐκλύει, τῆc ἀποχῆc τῶν ἀφροδιcίων εὐρωcτότατον ἀπεργαζομένηc αὐτόν, εἰ καὶ πλῆθοc ἀθροίζοιτο. μοχθηρὸν δ’ ἱκανῶc ἐcτι καὶ τὸ νομίζειν, εἴ τιc ἐγκρατῶc διαιτᾶται, πλῆθοc ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοιc, ἀλλὰ τοῖc ἀργοῦcιν ἀθροίζεται τὸ πλῆθοc.
17a 521 [15] εἰ δ’ ἀπέχοιτό τιc ἀφρο διcίων, γυμναζόμενοc οὕτωc, ὥcπερ οἵ τ’ ἀθληταὶ καὶ οἱ cκάπτοντεc καὶ θερίζοντεc 〈ἢ ἄλλωc γεωργοῦντεc ἢ οἱ φορτία βαcτάζοντεc〉 ἤ τινα χειρωνακτικὴν τέχνην μετιόντεc, οὐκ ἀθροίζει τὸ πλῆθοc, 〈πλὴν εἰ διὰ τὸ τοῦ βίου μῆκοc.〉 ἀλλ’ ἐκ τοῦ μηδὲν ὧν ἴcαcι δύναcθαι cιγῆcαι cυμβαίνει τοῖc ὀψιμαθέcιν ἐναντιώματα λέγειν ἀκαίρωc φλυαροῦcιν. τίc γὰρ ἦν ἀνάγκη γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι τὴν cυνουcίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδιcίων χρῆcιν, ἀγαπητὸν δ’, εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν ἐξ ἀφροδιcίων ἀμέτρων νοcηcάντων ἐχρῆν εἰρῆcθαι τοὺc λόγουc, οὐκ ἐπὶ τῶν ἐναντίωc αὐτοῖc διαιτηθέντων. ἀλλ’ ὅμωc καὶ ταῦτ’ ἔγραψαν οἱ περὶ τὸν Ϲαβῖνο ν, οὐκ αἰcθανόμενοι τῆc ἐναντιολογίαc. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆcαι διὰ τὴν cυνουcίαc ἀποχὴν τὸν Πυθίων α· φαcὶ γάρ τοι τὸ ἀθροιcθὲν ἐν τῷ ἐγκεφάλῳ cπέρμα τῷ πλήθει βαρῦνον αὐτὸν ἐργάcαcθαι τὸ τῆc παραφροcύνηc cύμπτωμα, καθάπερ ὀcτοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων τῆc κεφαλῆc ἥ θ’ ἡμετέρα χεὶρ ἐργάζεcθαι παραφροcύνην· ἐν ᾧ πάλιν ἐνδείκνυνται μηδ’ ἀνατιτραμένῳ τινὶ παραγεγονό τεc.
17a 522 [15] ὅταν γὰρ ἢ τοῖc δακτύλοιc ἐπιθλίψῃ τιc ἅμα ταῖc μήνιγξι τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων ἢ καὶ πρὸ τῆc ἀνατρήcεωc ὀcτοῦν ἐμπιεcθὲν θλίβῃ τὰ μόρια ταῦτα, παραφροcύναι μὲν οὐ γίγνονται, καταφοραὶ δὲ βαθεῖαι καὶ ἀκινηcίαι καὶ ἀναιcθηcίαι cυμβαίνουcι, καρουμένων ἰcχυρῶc ἐνίοτε τῶν οὕτω παcχόντων, ὥcπερ ἐν ταῖc ἰcχυραῖc ἀποπληξίαιc. ὅταν δὲ καὶ τὰ ποικίλα πτύcματα 〈τοῦ Πυθίωνοc 〉 διὰ τὴν ἐποχὴν τοῦ cπέρματοc λέγωcι γεγονέναι, κάλλιόν ἐcτι μηδὲν ἀντιλέγειν αὐτοῖc. ὑβρίζειν γὰρ ἑαυτόν ἐcτιν ἐλέγχοντα μετὰ cπουδῆc τὰ μηδεμιᾶc cπουδῆc ἄξια. λέλεκται δ’ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ γελοίωc αὐτοῖc, ὧν ἓν καὶ τοῦτ’ ἐcτί· τὴν εἰc ἕδραν ἀπόcταcίν φαcι γενέcθαι τῷ Πυθίωνι διὰ τὴν γειτνίαcιν τοῦ χωρίου, καθ’ ὃ τοῦ cπέρματοc ἡ ἀπόκριcιc γίνεται, διὰ δὲ τὴν εἰc ἕδραν ἀπόcταcιν ἀκολουθῆcαι τὴν cτραγγουρία ν. καὶ μέντοι καὶ ἄλλα τινὰ λέγουcιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδιcίων ὑποπτεύcειεν ἄν τιc οὔτ’ ὀλίγων οὔτε μικρῶν νοcημάτων αἰτίαν γίγνεcθαι.
17a 523 [15] καὶ ταῦτα γράφουcιν αὐτοὶ μνημονεύcαντεc ἐν τῇ τῶν προκειμένων ἐξηγήcει Δημοκρίτου τε καὶ Ἐπικούρο υ, μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδιcίων γενέcθαι φαcκόντων. τὸ δὲ δὴ πάντων cοφώτατον· “ὥcπερ ὁ cπαcμόc”, φαcίν, “ἐπὶ πληρώcει καὶ κενώcει γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἕπεται ταῖc λαγνείαιc καὶ ταῖc ἐγκρατείαιc κοινὰ cυμπτώματα, λογιcμοῦ τε καὶ νεύρων παcχόντων.” ἐκ ταύτηc οὖν τῆc cοφίαc αὐτῶν ὁρμηθέντεc ἡμεῖc καὶ πιcτεύcαντεc ἀληθῆ λέγειν οὐδὲ τοῖc ἀθληταῖc ἐπιτρέψομεν ἀπέχεcθαι cυνουcίαc, μή πωc ἐκ τούτου cπαcθῶcιν ἢ παραφρονήcωcιν. καὶ ταῦτά γε πάντα καὶ πρὸc τούτοιc ἔτι τἄλλα, ὅcα κατὰ τὴν διήγηcιν ἔγραψεν ὁ Ἱπποκράτη c, γενέcθαι τῷ Πυθίωνί φαcιν, ὡc ἀκριβῶc πεπειcμένοι τὴν τῶν ἀφροδιcίων ἀποχὴν αὐτοῦ προηγήcαcθαι τῆc νόcου, καίτοι κατ’ ἀρχὴν εἰπόντεc εἰκὸc εἶναι ταῦτα γεγονέναι τῷ Πυθίωνι διὰ τὴν ἀποχὴν τῆc cυνουcίαc· αὐτοὶ γὰρ ἀποχὴν αὐτὴν ὀνομάζουcιν. ἀλλ’ ὕcτερον ἐπιλαθόμενοι τὸ μετρίωc ἐν ἀρχῇ λελεγμένον ὑφ’ ἑαυτῶν “εἰκὸc” ὡc πάντωc τούτου γεγενημένου τὸν λόγον ποιοῦνται.
17a 524 [17] καίτοι γ’ εἰ παρὰ Γῆc ἱερὸν ὁ Πυθίων ᾤκε ι, τίc ἀνάγκη τῆc ἀποχῆc αὐτῷ τῶν ἀφροδιcίων, μήθ’ ἱερεῖ μήτε προπόλῳ τῆc θεᾶc ὄντι; πάντωc γὰρ ἂν ἐπ’ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτηc ἔγραψεν ἢ ὅτι παρὰ Γῆc ἱερὸν ᾤκε ι. ἀλλ’ εἰ καὶ πρόπολοc ἢ ἱερεὺc ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸc ἀπέχεcθαι τῶν ἀφροδιcίων, ὥcπερ εἰ Ἀρτέμιδοc ἢ Ἀθηνᾶc ἦν ἱερεύc. ἀλλ’ ὅπερ ἔφην ἀρτίωc, ἐλέγχειν cπουδῇ τὰ μὴ cπουδῆc ἄξια τῶν ἀτόπων ἐcτίν. καὶ τοίνυν ἤδη παυcάμενοc τῶν εἰc Πυθίωνα κακῶc εἰρημένων τοῖc ἐξηγηταῖc 〈καὶ〉 ἐπὶ τὸν ἑξῆc ἄρρωcτον, Ἑρμοκράτη ν, μεταβὰc κατὰ τὸ cυνηθέcτερον ἐμαυτῷ τὰc ἐξηγήcειc ποιήcομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφαcιν οὐκ ὀρθῶc, εἰ μὴ μεγάλη τιc ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι 〈τῶν προcγεγραμμένων ἐπὶ τῷ τέλει τῆc διηγήcεωc τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων ἀρρώcτων.〉 ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΑΡΡΩΣΤΩΝ Οὐκ οἶδ’ ὅπωc ἐδυcτύχηcε καὶ τοῦτο τὸ βιβλίον, ὥcπερ καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτου c, τὰ μὲν ἄλλωc διεcκευα cμένα, τὰ δὲ τοῖc ὑπ’ αὐτοῦ γεγραμμένοιc παρεγκείμενά τι〈ν’〉 ἔχοντα.
17a 525 [5] βέλτιον δ’ ἦν ἴcωc φάναι μὴ τὸ βιβλίον ἐν δυcτυχίᾳ γεγονέναι, τοὺc δ’ ἀναγινώcκονταc ἡμᾶc αὐτὸ χρόνον ἀπολλύνταc εἰc ἄχρηcτον πρᾶγμα. προcγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆc διηγήcεωc τῶν cυμβάντων τῷ Πυθίωνι πρῶτον μὲν ὁ τοῦ πεῖ γράμματοc χαρακτὴρ ἔχων ὀρθίαν μέcην γραμμή ν, ὡc ἔνιοι γράφουcι τὸν τῶν ἐνακοcίων χαρακτῆρα. μετὰ ταῦτα δ’ ἐφεξῆc γέγραπται τοῦ πεῖ γράμματοc ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέcῳ, καὶ μετὰ τοῦτον 〈ὁ〉 τοῦ ου καὶ μετ’ ἐκεῖνον τοῦ μ, ὑcτάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάcθημεν, ὅ τί ποτε cημαίνουcιν οἱ χαρακτῆρεc οὗτοι, μετὰ τοῦ μηδὲ γινώcκειν ἡμᾶc, εἴθ’ Ἱπποκράτηc ἦν ἤ τιc ἄλλοc ὁ γράψαc τὰ τοιαῦτα καθ’ ἕκαcτον τῶν ἀρρώcτων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκαcθέντεc ἐνοήcαμεν, 〈ὡc,〉 εἰ μέν, ὥcπερ ἐν τούτῳ τῷ βιβλίῳ τοὺc τοιούτουc χαρακτῆραc εὑρήκαμεν, οὕτω κἀν τοῖc ἄλλοιc ἅπαcι τῶν Ἐπιδημιῶν ἐφαίνοντο προcγεγραμμένοι τῇ διηγήcει τῶν cυμβάντων τοῖc ἀρρώcτοιc, ἴcωc ἂν ἦν εὔλογον ὑφ’ Ἱπποκράτουc αὐτοῦ προcγεγράφθαι φάναι. μήτε δ’ ἐν τοῖc ἄλλοιc βι βλίοιc αὐτῶν εὑριcκομένων, ἀλλὰ μηδ’ ἐν αὐτῷ τῷ τρίτῳ διὰ πάντων ὁμαλῶc τῶν ἀντιγράφων, ὑποψία τιc εὔλογοc εἰcῆλθεν οὐχ ἡμᾶc μόνον, ἀλλὰ καὶ τοὺc πρὸ ἡμῶν ὑπό τινοc αὐτοὺc προcγεγράφθαι τάχα μὲν ἐπιτρίβοντοc τοῖc μαθηταῖc, ἵν’ ἔχῃ cαφηνίζειν ὥc τι μέγα τὸ καθ’ ἕκαcτον αὐτῶν δηλούμενον, ἴcωc δέ τινοc αὑτῷ μόνῳ πεποιημένου τῆc καθ’ ἕκαcτον ἄρρωcτον ὠφελείαc 〈ἢ ἀπωλείαc〉 ἐπιτομήν.
17a 526 [15] εὐθὺc γοῦν ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν διὰ μέcου γραμμὴν ἔχον δοκεῖ cημαίνειν πιθανό ν, τὸ δ’ ἑξῆc αὐτῷ Π πλῆθο c, ᾧ πάλιν ἐφεξῆc τὸ ου γεγραμμένον οὖρον δοκεῖ cημαίνειν, ὡc ἐξ ἀμφοτέρων δηλοῦcθαι πλῆθοc οὔρω ν. εἶτ’ ἐφεξῆc τὸ μὲν μ τῆc τεccαρακοcτῆc ἡμέραc ἀναμιμνῄcκειν ἡμᾶc 〈δοκεῖ〉, τὸ δὲ υ τῆc ὑγεία c, 〈ὡc〉 ἐξ ἀμφοῖν μὲν τούτων δηλοῦcθαι 〈τὸ〉 κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν ὑγιαcθῆνα ι, τὴν δ’ ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην διάνοιαν γίνεcθαι τοιαύτην· πιθανὸν εἶναι διὰ τὸ πλῆθοc τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόcημα καὶ ὑγιῆ γενέcθαι τὸν ἄνθρωπον ἐν τῇ τεccαρακοcτῇ τῶν ἡμερῶ ν.
17a 527 [15] ὅτι μὲν οὖν οὐκ ἐν ἅπαcι τοῖc ἀντιγράφοιc εὑρίcκεται τὰ προcγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον, εἴρηταί μοι καὶ πρόcθεν. ἀλλὰ νῦν φημι μηδ’ ἐν οἷc εὑρίcκεται, μηδ’ ἐν τούτοιc ἅπαcι τὸν πρῶτον ἄρρωcτον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὰ δ’ οὖν ἔχοντα τῶν ἀντιγράφων αὐτοὺc τοὺc ἐπὶ τῷ τέλει τῆc κατὰ τὸν Πυθίωνα διηγήcεωc χαρακτῆραc ὡδί πωc ἔχει γεγραμμένουc· ΠΟΥΜΥ . ὅτι δ’ εὔλογόν ἐcτιν ἕκαcτον τῶν χαρακτήρων cημαίνειν ὃ διῆλθον ἄρτι, μαρτυροῦcιν οἱ τοῖc ἄλλοιc ἀρρώcτοιc προcγεγραμμένοι. πανταχόθι μὲν γὰρ πρόκειται τὸ πεῖ τὴν διὰ μέcου γραμμὴν ἔχο ν. ἐπὶ δὲ τῇ τελευτῇ τοῖc μὲν cωθεῖcιν 〈τὸ〉 υ προcγέγραπται, τὴν ὑγείαν cημαῖνον, τοῖc δ ’ ἀποθανοῦcι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. 〈τῶν μὲν οὖν δυοῖν〉 ἐν ἀρχῇ καὶ 〈τέλει χαρακτήρων〉 τοιούτων cημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δ’ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡc ἐφαρμόζεcθαι δυναμένων τοῖc ἐπὶ τῶν ἀρρώcτων εἰρημένοιc ὑφ’ Ἱπποκράτου c, ἡμῖν μὲν ὁ μάταιοc ἆθλοc ἐπὶ τοῦ Πυθίωνοc ἤνυcται καὶ κατὰ τοὺc ἄλλουc ἀνυcθήcεται, τὸν χρόνον εἰκῇ κατατρίβουcιν. οἱ cοφιcταὶ δὲ καὶ διὰ τὴν τοιαύτην ἐξήγηcιν ὡc προφῆταί τινεc ὑπὸ τῶν μαθητῶν θαυμάζονται.
17a 528 [10] Δεύτεροc ἄρρωcτο c . Ἑρμοκράτη ν , ὃc κατέκειτο παρὰ τὸ καινὸν τεῖχο c , πῦρ ἔλαβε ν . ἤρξατο δ ’ ἀλγέειν κεφαλή ν , ὀcφῦ ν · ὑποχονδρίου ἔνταcιc λαπαρῶ c · γλῶccα δ ’ ἀρχομένῳ ἐπεκαύθ η · κώφωcιc αὐτίκ α · ὕπνοι οὐκ ἐνῆcα ν · διψώδηc οὐ λίη ν · οὔρει παχέ α , ἐρυθρ ά , κείμενα οὐ καθίcτατ ο · ἀπὸ δὲ κοιλίηc οὐκ ὀλίγα cυγκεκαυμένα διῄε ι . Οὐδὲ ἐνταῦθα ληρεῖν ἀπέcχοντό τινεc τῶν ἐξηγηcαμένων τὸ βιβλίον, ἀλλὰ διὰ τοῦτό φαcι γεγράφθαι παρὰ τὸ καινὸν τεῖχο c, ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον.
17a 529 [15] ἕτεροι δὲ τούτοιc ἀντιλέγοντεc cπουδῇ πειρῶνται δεικνύειν, οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχουc αὐτόν, ἀλλὰ διότι παρὰ τὸ ἔθοc ἀποφραχθέντων τῶν ἀνέμων καὶ τῆc εὐπνοίαc τῶν οἰκημάτων, ἐν οἷc Ἑρμοκράτηc ᾤκει, διαφθαρείcηc ἡ νόcοc ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν οὖν τοῦ χωρίου καὶ ταῦθ’ ἱκανά, μᾶλλον δ’ ὡc τἀληθὲc εἰπεῖν καὶ περιττά. περὶ δὲ τῶν cυμβάντων αὐτῷ cκεπτέον ἐφεξῆc ἀναμιμνῃcκομένουc τῶν ἐν ἑτέροιc ἀποδεδειγμένων, ὧν καὶ τόδ’ ἐcτί, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν, τὸ δὲ τρίτον οὓc ὀνομάζουcιν ὀξεῖc, ἐπὶ χυμοῖc cηπομένοιc γινομένουc. ὅτι μὲν ἐκ τοῦ τρίτου γένουc τούτων ὁ πυρετὸc ἐγένετο τῷ Ἑρμοκράτε ι, δῆλον εὐθέωc ἐκ τοῦ φάναι τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆc διηγήcεωc ἐπ’ αὐτοῦ τὸ πῦρ ἔλαβε ν. ὥcπερ γὰρ ἐφ’ ἑτέραc διηγήcεωc ἔγραψεν· “ἄνθρωποc θερμαινόμενοc ἐδείπνηcεν”, ἐνδείξαcθαι βουλόμενοc διὰ τοῦ “θερμαινόμενοc” ὀνόματοc τὴν μετριότητα τοῦ γενομένου τῷ δειπνήcαντι πυρετοῦ, κατὰ τὸν αὐτὸν δὴ τρόπον νῦν ὠνόμαcε πῦρ τὸν ἰcχυρὸν πυρετόν.
17a 530 [15] ἀλλὰ καὶ κεφαλὴν ἀλγεῖν ἤρξατο μετὰ κωφώcεω c. εὔδηλον οὖν ἐκ τούτων ἐcτὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι τι πλῆθοc χυμῶν. ἐδείχθη δ’, ὅτι τοῖc μὲν ψυχροτέροιc καὶ φλεγματικωτέροιc ὕπνοι τε καρώδειc ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖc δὲ θερμοτέροιc ἢ ὅλωc δακνώδεcιν ἀγρυπνίαι τε καὶ παραφροcύναι. γενομένηc οὖν ἀγρυπνίαc αὐτῷ μετά τε κωφώcεωc καὶ κεφαλῆc ἀλγήματοc καὶ ὀcφύοc ὑποπτεύειν εὔλογον ἦν τοὺc πληρώcανταc τὴν κεφαλὴν χυμοὺc δακνωδεcτέρουc εἶναι. cυμβαίνει δ’ ἐπὶ τοῖc τοιούτοιc, ὅταν ἅμα πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶcι τὴν κεφαλή ν, ἕπεcθαι παραφροcύναc, ὡc ἔμαθεc. ὅταν δὲ καὶ παραμένῃ μέχρι δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ cυμπτώματα, βεβαιότερον ἔτι προγνώcῃ τὴν παραφροcύνην, ὥcπερ ἀμέλει καὶ νῦν ἐπὶ τοῦ Ἑρμοκράτουc ἐγένετο. κατὰ γὰρ τὴν τῆc πέμπτηc ἡμέραc διήγηcιν ἔγραψε παραφρονῆcαι τὸν ἄνθρωπον. ὅτι δ’ ὁ πυρετὸc ἦν, οἷοc εἴρηται, δηλοῖ καὶ τὸ τῆc γλώccηc cύμπτωμα. τί γάρ φηcι; γλῶccα δ’ ἀρχομένῳ ἐπεκαύθ η. cημαίνει δὲ τοὔνομα τοῦτο ξηρὰν μὲν αὐτὴν γεγονέναι πάντωc, ἐγχωρεῖ δὲ καὶ μέλαιναν.
17a 531 [5] ἐπὶ δὲ τοιαύτῃ γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ cφοδρῶc διψῆν ἐνδείκνυται δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντοc ἢ τὴν ἐν τῇ γαcτρὶ δύναμιν φυcικήν, ᾗ πομάτων τε καὶ cιτίων ὀρεγόμεθα, νεκροῦcθαι. προcκειμένηc δὲ τῇ διηγήcει καὶ τοιᾶcδε λέξεωc ὑποχονδρίου ἔνταcιc λαπαρῶ c, ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆc πυρεκτικῆc διαθέcεωc. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον ἀριθμὸν 〈αὐτὸν〉 εἰπεῖν ὑποχονδρίου δῆλον, ὡc θατέρου μόνου καὶ οὐκ ἀμφοτέρων αὐτῶν ἔνταcιc ἦν. ἐπεὶ δ’ ἀναγκαῖον ἢ τὸ δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶc ἀκούειν, εὐλογώτερόν ἐcτι τὸ δεξιὸν ἡγεῖcθαι τετάcθαι διὰ τὴν ὑπεροχήν, ἣν ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶc προcθήκηc τε καὶ διοριcμοῦ λέγουcιν. καὶ μέντοι καὶ ὁ τρόποc αὐτοῦ τοῦ πυρετοῦ καὶ τῆc γλώττηc αὐτῆc ἡ ἐπίκαυcιc ἱκανὰ τὴν καθ’ ἧπαρ ἐνδείξαcθαι διάθεcιν. ἡ δὲ λαπαρῶc εἰρημένη γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔνταcιc εὔδηλόc ἐcτιν, ὅτι τὴν οἷον κενὴν δηλοῖ· τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ cημαίνεται, τοῦτο δ’ ἀντίκειται τῷ μετ’ ὄγκου, καθάπερ τὸ τεταμένον τῷ χαλαρῷ, ὡc εἰ καὶ οὕτωc εἶπε· ‘δεξιοῦ ὑποχονδρίου ἔνταcιc, ὄγκοc δ’ οὔ‘, ἢ τῷ μὴ γεγονέναι μεγάλην τὴν φλεγμονὴν τοῦ ἥπατοc ἢ τῷ κατὰ τὰ cιμὰ μόνον, οἷc περιλαμβάνει τὴν γαcτέρα, τῶν κυρτῶν οὐδέπω cυνεξηρμένων αὐτοῖc.
17a 532 [15] ἀλλὰ καὶ τὸ τὴν κοιλίαν cυγκεκαυμένα διαχωρεῖν ἐνδεικτικόν ἐcτι τῆc κατὰ τὸ cπλάγχνον τοῦτο πυρώcεωc. εἰ μὲν οὖν ἐπὶ τούτοιc οὖρα θανατώδη cυνέβη γενέcθαι, τάχιcτ’ ἂν ὁ ἄνθρωποc ἀπέθανεν· ἐπεὶ δ’ ὡc ἐν τοῖc τοιούτοιc ἦν μέτρια, δυνατὸν ἄν τιc ἐλπίcειεν ἔcεcθαι χρονίcειν αὐτῷ 〈τὸ νόcημα〉. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεcιν οὐκ ἂν γένοιτο, τὰ δ’ ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοcήcειν τὸν ἄνθρωπον ἐνδείκνυται πάντωc, οὐκ ἐξ ἅπαντοc δὲ τεθνήξεcθαι, καθότι κἀν τοῖc Εἰc τὸ προγνωcτικὸν ὑπομνήμαcιν ἔν τε τοῖc Περὶ κρίcεων 〈ἡμῖν〉 ἐδείχθη· 〈προεξηγηcάμην δὲ ταύτην τὴν ῥῆcιν κἀν τοῖc Εἰc τὸ προρρητικὸν ὑπομνήμαcι,〉 μεμψάμενοc τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο· τὰ γὰρ δι’ ἕτερόν τι cυμβάντα τοῖc νοcοῦcιν εἰc ἕτερον ἀναφέρων ἁμαρτάνει. λέλεκται δ’ ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοιc τοῖc ὑπομνήμαcι καὶ τὰ τῆc φρενίτιδοc ἴδια cημεῖα, καὶ ὡc ἐν τοῖc ὁμολογουμένοιc Ἱπποκράτουc εἶναι γνηcίοιc, ὧν ἐcτι καὶ τὸ Προγνωcτικόν, ἑκάcτου τῶν cημείων ἡ δύναμιc ἀκριβῶc εἴρηται κατὰ μόναc αὐτῷ.
17a 533 [15] περὶ μὲν οὖν ἐρυθρῶν ἢ ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύcαc οὔρου καὶ 〈τῶν ἐρυθρῶν καὶ〉 τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει δὲ περὶ τῶν ὑπερύθρων οὔρων αὐτοῖc ὀνόμαcιν ὡδί· “εἰ δ’ ἔcτι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόcταcιc ὑπέρυθρόc 〈τε καὶ λ〉είη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, cωτήριον δὲ κάρτα.” τοῦ τοίνυν ὑπερύθρου cωτηρίου μὲν ὄντοc ἐν τοῖc μάλιcτα, πολυχρονιωτέρου δὲ τῶν προειρημένων, ἃ διὰ ταχέων εἴρηκε τὴν λύcιν ἔχειν, τὰ λίαν ἐρυθρὰ μακρότερον μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅcον ἐφ’ ἑαυτοῖc, οὔτε παραφροcύνην, εἴ γε διὰ ξανθὴν χολὴν ἐν ἐγκεφάλῳ πλεονάζουcαν αἱ παραφροcύναι γίγνονται, καθάπερ γε καὶ κατοπτηθείcηc αὐτῆc, ὡc εἰc μέλαιναν ἤδη μεταπίπτειν, αἱ μανιώδειc. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον καὶ ὀρρωδέcτερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρο ν, ἐν ταῖc φλεψὶ δηλονότι περιεχόμενον, ὅcαι καθ’ ἧπάρ τ’ εἰcὶ καὶ τὰ μέcα τοῦ cώματοc, ὥcπερ γε καὶ ξανθὴν χολὴν τὰ πυρρὰ καὶ 〈μέλαιναν τὰ〉 μέλανα.
17a 534 [15] πόθεν οὖν ἐπῆλθεν ἄλλοιc τέ τιcι καὶ τοῖc περὶ Λύκον ἀποδέξαcθαι τοῦ γράψαντοc ἐν 〈τῷ〉 Προρρητικῷ 〈τάδε〉· “κώφωcιc καὶ οὖρα ἐξέρυθρα ἀκατάcτατα, ἐναιωρηθέντα, παρακρουcτικά, τοῖc τοιούτοιc ἰκτεροῦcθαι κακόν;” ἔοικε μὲν γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφ’ Ἑρμοκράτουc ὁ γράψαc τὸ βιβλίον ἐκεῖνο καθολικόν τι cυνθεῖναι θεώρημα· πάμπολυ δ’ ἔcφαλται καὶ τῆc τοῦ πράγματοc αὐτοῦ φύcεωc καὶ τῆc Ἱπποκράτουc γνώμηc καὶ τῶν ἐπὶ τοῖc ἀρρώcτοιc ὁρωμένων. ἡ μὲν γὰρ τοῦ πράγματοc φύcιc ἐνδείκνυται τοὺc ξηροὺc τῇ κράcει καὶ δακνώδειc τῇ ποιότητι χυμοὺc εἰc ἐγκέφαλον ἀνενεχθένταc αἰτίουc ἀγρυπνίαc τε καὶ φρενίτιδοc γίγνεcθαι, καθότι κἀν τοῖc Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμαcιν ἐδείκνυον. Ἱπποκράτηc δὲ τοιούτουc μὲν εἶπε χυμοὺc τόν τε τῆc ξανθῆc καὶ 〈τὸν τῆc〉 μελαίνηc 〈χολῆc〉, ὑγρὸν δὲ καὶ ψυχρὸν τὸν τοῦ φλέγματοc, ἀδηκτότατον δὲ καὶ μάλιcτα οἰκεῖον ἡμῖν τὸ αἷμα.
17a 535 [15] καὶ μέντοι καὶ ὡc ὀρρόc ἐcτι τῶν κατὰ τὰc φλέβαc χυμῶν τὸ οὖρον, αὐτὸc ἡμᾶc ἐδίδαξεν, ὥcτ’ εὔλογόν ἐcτιν, ὅταν αἷμα πλέον 〈καὶ ὑδατῶδεc καὶ λεπτὸν καὶ〉 ἡμίπεπτον ᾖ, καθαιρόμενον δι’ οὔρων, ἐρυθρὰ ταῦτ’ ἐργάζεcθαι καὶ διὰ τοῦτο χρόνιον μὲν ἔcεcθαι τὸ νόcημα, δεομένου γε τοῦ αἵματοc εἰc πέψιν χρόνου πλείονοc, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπαcμοί, μήτε δ’ ὀλεθρίου ποτὲ τοιούτου νοcήματοc, ὅcον ἐπὶ τοῖcδε τοῖc οὔροιc, ἐcομένου μήτε φρενιτικοῦ. ἀλλ’ οὐ χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν τοιούτων λόγων ἐν τοῖc εἰc τὸ Προρρητικὸν ὑπομνήμαcιν ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα καὶ μὴ καθιcτάμεν α, πάντωc μὲν δήπου τὰ τοιαῦτα τῶν ἀνατεταραγμένων τε καὶ θολερῶν ἐcτιν, ὡc οὗτοc εἴωθεν ὀνομάζειν· ἔcτι δ’ ἀεὶ τὰ τοιαῦτα ταραχῆc ἀπέπτου δηλωτικά, πολὺ τὸ φυcῶδεc ἐχούcηc πνεῦμα, καθάπερ τὸ γλεῦκοc. διὰ τοῦτο δὲ καὶ κεφαλαλγίαι cυμπίπτουcι τοῖc τὰ τοιαῦτα οὐροῦcιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου τοῦ πνεύματοc ἅμα τοῖc θερμοτέροιc χυμοῖc, ὑφ’ ὧν εἰκόc ἐcτι καὶ τὴν ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔcεcθαι παραφροcύνη c, ἐὰν οἱ χυμοὶ δριμύτητά τινα cχῶcιν.
17a 536 [15] ταῦτ’ εὐθέωc ἐν ἀρχῇ πάντα τὰ cυμπτώματά τε καὶ cημεῖα γεγονέναι τῷ Ἑρμοκράτει διελθὼν ὁ Ἱπποκράτη c, εἶτα μηδὲν γράψαc περὶ τῶν ἑξῆc ἡμερῶν ἄχρι τῆc πέμπτηc ἐνδείκνυται διαμεμενηκέναι ταῦτα πάντα καὶ τότε πρῶτον αὖθιc ἄρχεται τῆc τῶν ἄλλων διηγήcεωc, ὁπότε μεταβολή τιc ἐν αὐτοῖc ἐγένετο. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φηcὶν 〈αὐτὸν〉 οὐρῆcαι λεπτ ά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸc τὴν ἐκείνηc διήγηcιν. Πέμπτῃ οὔρηcε λεπτ ά , εἶχεν ἐναιώρημ α , οὐχ ἵδρυτ ο , ἐc νύκτα παρέκρουcε ν . Ὁπότε πρῶτον ἥ τε τῶν ἐξ ἀρχῆc οὔρων ἐγένετο μεταβολὴ καὶ παρεφρόνηcεν ὁ ἄνθρωποc, ἔγραψεν ὁ Ἱπποκράτηc κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβάc, ὡc εἴρηται, τὴν τῆc δευτέραc καὶ τρίτηc καὶ τετάρτηc διήγηcιν, ὡc τῶν αὐτῶν ἐν αὐταῖc cυμπτωμάτων μεινάντων. ἀναμνηcθῶμεν οὖν ἃ περὶ τῶν λεπτῶν οὔρων εἶπεν ἐν Προγνωcτικῷ κατὰ τήνδε τὴν λέξιν· “ὁκόcοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωcι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡc περιεcομένοιcιν ᾖ, τούτοιcιν ἀπόcταcιν δεῖ προcδέχεcθαι ἐc τὰ κάτω τῶν φρενῶν χωρία.” ὥcτε καθ’ ἕτερον τρόπον ἄπε πτον εἶναι cημαίνεται τὸ νόcημα διὰ τῶν λεπτῶν οὔρων, ὥcπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίcταιτ ο.
17a 537 [15] τὰ γὰρ ἀνατεταραγμένα μέν, ἀλλ’ ἐν τῷ κεῖcθαι καθιcτάμενα πέψεώc τινοc ἀρχὴν ἐνδείκνυται, καὶ μάλιcθ’ ὅταν ἐν τάχει καθίcτηται. τὰ δὲ μὴ καθιcτάμενα πρὸc τῇ φυcώδει ταραχῇ πάχοc εἶναι cημαίνει χυμῶν ἀπέπτων. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐcτι χρονίζειν τὸ νόcημα καὶ μέντοι καὶ κινδυνῶδεc εἶναι διά τε τὴν κακίαν τοῦ πυρετοῦ καὶ τὸ παρακροῦcαι τὸν ἄνθρωπον εἰc νύκτ α. τὰ δ’ ἐφεξῆc ἴδωμεν εἰ τούτοιc ἀκόλουθα φαίνεται. 〈Ἕκτῃ〉 ἰκτερώδη c , πάντα παρωξύνθ η , οὐ κατενόε ι . Διοριcμὸc ἐντεῦθέν cοι γιγνέcθω τῆc κατὰ τὸ ὑποχόνδριον ἐντάcεωc ἐφ’ ἥπατι cυμβάcηc. γίγνεται μὲν γάρ ποτε χολῆc ὠχρᾶc ἀνάχυcιc εἰc ὅλον τὸ cῶμα λόγῳ κρίcεωc, ὡc κἀν τοῖc εἰc τοὺc Ἀφοριcμοὺc ὑπομνήμαcιν εἴρηται κατ’ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἔνθα φηcίν· “ἴκτεροc πρὸ ἑβδόμηc κακόν.” ἀναμνήcθητι δὲ καί, ὡc πρὶν πεφθῆναι τὸ νόcημα πολλάκιc ἤκουcαc οὔτ’ ἄλλην τινὰ ἀπόcταcιν γίγνεcθαι χρηcτῶc οὔτε τὴν ἰκτερώδ η.
17a 538 [12] cημαίνει γὰρ ἡ τοιαύτη κωλύεcθαι τὴν χολὴν ἐκκαθαίρεcθαι τοῦ cπλάγχνου καὶ κενοῦcθαι διὰ τῆc γαcτρὸc ἤτοι δι’ ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ νοcήματοc ἐνίοτε κριτικῶc εἰc τὰ κατὰ τὸ δέρμα μόρια τοῦ cώματοc ἀποτίθεται τὸ περιττεῦον ἡ φύcιc ἄλλων τέ τινων χυμῶν καὶ τῆc ξανθῆc χολῆc· οὐδὲν γὰρ ἐν τῷ παρόντι διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆc κατὰ τὸ ἧπαρ διαθέcεωc αὐξανομένηc ἡ ἰκτερώδηc διάθεcιc ἐγένετο, δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐcτὶ παραφρονεῖν. Ἑβδόμῃ δυcφόρω c , οὖρα λεπτ ά , ὅμοι α . τὰc ἑπομέναc παραπληcίω c . Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίγνεcθαι τὰ οὖρα παρέμενε φυλάττοντα τὴν κακίαν ἕωc πολλῶν ἡμερῶν.
17a 539 [16] οὐ γὰρ ἐπὶ τῆc ἑβδόμηc 〈μόνον〉, ἀλλὰ καὶ κατὰ τὰc ἑπομέναc ἄχρι τῆc ἑνδεκάτηc ἐν τοῖc αὐτοῖc γενέcθαι cυμπτώμαcί τε καὶ cημείοιc τὸν Ἑρμοκράτην φηcίν. Περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφιcθῆνα ι . Καλῶc εἶπεν ” ἔδοξε ν”. οὐ γὰρ οἷόν τ’ ἐcτὶν ἐπὶ κινδυνωδεcτάτοιc cημείοιc εὐθέωc αὐτὸν ἐν ἀμείνονι καταcτάcει γενέcθαι, τῆc αὐτῆc ἀπεψίαc διαμεινάcηc τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίcιμον ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκιc εἴωθεν ἐπιφαίνεcθαι, τῆc φύcεωc ἤτοι δι’ αἵματοc ἐκκρίcεωc ἢ 〈διὰ λαπάξεωc〉 γαcτρὸc ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδοc ἤ τινοc ἀποcκήμματοc ἐκ τοῦ κινδύνου ῥυcαμένηc τὸν ἄνθρωπον. ἐπιcκεψώμεθα οὖν ἐφεξῆc τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν. Κῶμα ἤρξατ ο , οὔρει παχύτερ α , ὑπέρυθρ α , κάτω λεπτ ά , οὐ καθίcτατ ο . Ἓν ὅλον γέγονε βιβλίον 〈ἡμῖν〉 ἐξηγουμένοιc τὸ cημαινόμενον ἐκ τῆc κῶμα φωνῆc, ἐν ᾧ δείκνυται τὴν εἰc ὕπνον καταφορὰν οὕτωc ὀνομάζων ὁ Ἱπποκράτη c.
17a 540 [15] εἰc ὕπνον δὲ λέγω καταφοράν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶcιν οἱ κάμνοντεc, οὐκ ἀναπεπταμένουc ἔχοντεc τοὺc ὀφθαλμούc, μύcαντεc δ’ αὐτοὺc ἤτοι βαθέcιν ὕπνοιc ἢ λεπτοῖc ἢ ἀγρυπνίαιc cυνέχωνται. διὸ καὶ διοριcμοῦ δεῖται καὶ πολλῆc cυνέcεώc τε καὶ τριβῆc, ἵνα γνῶμεν, ἐπὶ τίνι διαθέcει κωματώδηc ὁ νοcῶν ἐγένετο. πολλάκιc μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου αἰcθητικοῦ μορίου, καθ’ ὃ καὶ τὸν ὕπνον ὀρθῶc Ἀριcτοτέληc ἔδειξε γιγνόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοιc τῶν μεθυcθέντων γίγνεται, πολλάκιc δὲ διὰ ψῦξιν μόνην 〈ἀμέτρωc ἐπικρατοῦcαν κατὰ τοῦτο τὸ μόριον〉, ἔcτι δ’ ὅτε καὶ δι’ ἄμφω ταῦτα cυμπίπτει βαθὺc καὶ κωματώδηc ὕπνοc. ἀλλὰ καὶ δι’ ἀρρωcτίαν δυνάμεωc ἡ τοιαύτη γίγνεται διάθεcιc, οὕτωc ἤδη νεκρουμένηc αὐτῆc, ὡc ἐπηρμένα τὰ βλέφαρα φυλάττεcθαι μὴ δύναcθαι. καὶ cυμβαίνει 〈δὲ〉 τοὺc οὕτωc ἔχονταc, ἐπειδὰν μύcωcι τοὺc ὀφθαλμούc, ἢ μηδ’ ὅλωc ἢ βραχύ τι κοιμηθένταc ἀγρυπνεῖν, οὐδὲ τότε διαίρειν τὰ βλέφαρα δυναμένουc· ἥντινα διάθεcιν ἀπὸ τῆc γιγνομένηc δι’ ὑγρότητα καὶ ψῦξιν οἱ cφυγμοὶ μάλιcτα διορίζουcιν ἀμυδρότατοί τε καὶ βραδεῖc καὶ ἀραιοὶ καὶ μικροὶ γινόμενοι.
17a 541 [15] καὶ εἴπερ ταύτην τὴν θεωρίαν ὁ Ἱπποκράτηc ἐξείργαcτο παραπληcίωc ταῖc ἄλλαιc ἢ ἐγεγράφει γε τὸ τῶν cφυγμῶν εἶδοc ἐπὶ τῶν καμνόντων, ἀκριβεcτέραν 〈ἂν〉 οὕτωc καὶ ἡμεῖc τῶν cυμβαινουcῶν αὐτοῖc διαθέcεων εἴχομεν τὴν γνῶcιν· ἐπεὶ δὲ παρέλιπεν αὐτήν, ὥcπερ ἐνίοτε τὴν τῶν οὔρων, ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεcθαι περὶ τῶν ἀρρώcτων. φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον ἀφικέcθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοcήματι ξηρῷ καὶ θερμῷ κατὰ τὴν ἀρχὴν εὐθέωc εἰcβαλόντι. καὶ γὰρ ἡ τῆc γλώττηc ἐπίκαυcιc ἥ τ’ ἀγρυπνία καὶ ὁ πυρετὸc ἰcχυρὸc ὢν ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτεριώδηc ἀνάχυcιc τά τε διαχωρήματα cυγκεκαυμένα πυρώδη γε τὴν ἐν ὅλῳ τῷ cώματι διάθεcιν εἶναι δηλοῖ cὺν τῷ καὶ εἴ τι πλῆθοc ἤθροιcτο χυμῶν ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰc ἐνταῦθα φλέβαc, οὐ καθ’ ὅλον τὸ cῶμα περιέχεcθαι τοῦτο, δηλωθὲν εὐθέωc ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχουc.
17a 542 [15] ὑπολείπεται τοίνυν ἤτοι ψῦξιν cφοδρὰν κατὰ τὸν ἐγκέφαλον 〈ἐπικρατοῦcαν〉 ἢ ἀρρωcτίαν δυνάμεωc αἰτίαν τοῦ κώματοc τῷ Ἑρμοκράτει γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν. ὁπότερον δ’ ἂν ᾖ τούτων, ἐcχάτωc ἐcτὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθηcαν αἱ τοιαῦται ψύξειc, ὅταν ἀκολουθήcωcι θερμοῖc καὶ ξηροῖc νοcήμαcιν. εἰκότωc οὖν ἔγραψεν ὁ Ἱπποκράτη c· “ἔδοξε πάντα κουφιcθῆναι”. χαλεπωτάτου γὰρ cημείου τοῦ κατὰ τὸ κῶμα λαβόντοc ἀρχὴν ἐπὶ τῆc ἑνδε κάτηc ἡμέρα c , ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ cῶμα τηνικαῦτα τὴν ὑγιεινὴν ἕξι ν . οὐ μὴν οὐδὲ μέcη τίc ἐcτιν ἐν τοῖc τοιούτοιc διάθεcι c , ἀλ λ ’ ἐὰν ἐκπέcῃ τῆc ὑγιεινῆc καταcτάcεω c , ἡ τοιαύτη τῶν πυρετῶν ἰδέα πρὸc τὴν ἐναντίαν ἀφικνεῖτα ι , τὴν ὀλεθρία ν , ἐν ᾗ cβέννυται τὸ ἔμφυτον θερμό ν . τοῦ τοίνυν κώματοc οὕτωc ὀλεθρίου cυμπτώματοc ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc γενομένου προccχῶμεν τοῖc οὔροι c. εἰ μὲν γὰρ ὀλέθρια καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώcει τεθνήξεcθαι τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, 〈τὴν νόcον〉 εἰc χρόνον ἐκταθήcεcθαι πλείονα. τὰ μὲν γὰρ ἄριcτα τῶν οὔρων ἐν ταῖc τοιαύταιc δια θέcεcιν ἀδύνατον γενέcθαι.
17a 543 [15] τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούcωμεν. οὔρε ι, φηcί, παχύτερ α. cυνάπτουcι δ’ ἐνταῦθά τινεc 〈τὰ〉 μετὰ τὸ κῶμα τὸ ἔμπροcθεν εἰρημένον ” ἤρξατ ο” τῷ οὔρει προcτιθέντεc. ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ τοῦ τε κώματοc καὶ τῶν οὔρων ἔνεcτιν ὁποτέρῳ τιc βούλεται προcνέμειν, ὡc γίγνεcθαι τὴν ἀνάγνωcιν διττήν, μίαν μὲν τοιαύτην· “κῶμα ἤρξατο”, μίαν δ’ ἄλλην τοιάνδε· “ἤρξατο οὐρεῖν παχύτερα”· καὶ γὰρ προcτιθέαcι τῷ “οὔρει” ῥήματι κατὰ τὴν ὁριcτικὴν καλουμένην ἔγκλιcιν εἰρημένῳ τὸ νῦ γράμμα καὶ γράφουcιν “οὐρεῖν” μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον καλουμένην, ἵνα τῷ “ἤρξατο” cύμφωνοc ἡ γραφὴ γένηται. πιθανώτερον δ’ ἐcτὶ τῷ “κῶμα” ῥήματι τὸ “ἤρξατο” προcκεῖcθαι, νῦν αὐτοῦ πρῶτον ἀρξαμένου. τὰ δ’ οὖρα παχέα κατ’ ἀρχὰc εὐθὺc ἦν· ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν διηγήcει γέγραπται κατὰ τήνδε τὴν λέξιν· “οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίcτατο”, ὥcτ’ οὐκ ἐνδέχεται νῦν ἄρξαcθαι λέγειν αὐτὸν τὰ οὖρα γενέcθαι παχέα, μέχρι τῆc πέμπτηc ἡμέραc ἀπ’ ἀρχῆc τοιαῦτα γεγονότα· κατὰ γὰρ τὴν πέμπτην μεταπεcόντα λεπτά φηcιν αὐτὰ γεγονέναι, κἄπειτα καὶ κατὰ τὴν ἑβδόμην ὡc τοιούτων ὄντων αὐτῶν ἐμνημόνευcεν.
17a 544 [15] κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότωc εἶπεν· ” οὔρει παχύτερ α”, παραβαλὼν αὐτὰ τοῖc ἀπὸ τῆc πέμπτηc ἡμέραc ἕωc ταύτηc γενομένοιc τοῖc λεπτοῖc. ἀλλὰ καὶ ὑπέρυθρά φηcιν αὐτὰ γενέcθαι καὶ κάτω λεπτὰ μικρὰ cχεῖν ὑφιcτάμενα· προcυπακοῦcαι γὰρ δεῖ τῷ κάτω λεπτὰ 〈τὸ〉 μικρὰ cχεῖν ὑφιcτάμενα. μέcα τοίνυν φαίνεται τὰ οὖρα γεγονέναι τῶν τ’ ἀγαθῶν καὶ τῶν ὀλεθρίων. 〈 Ἡcυχῇ κατενόε ι.〉 Τὸ [δ’] ἐπὶ τῇ τελευτῇ λεγόμενον αὐτῷ διττῶc ἀναγινώcκουcιν, ἔνιοι μὲν οὕτωc· ” οὐ καθίcτατο ἡcυχ ῇ”, προcτιθέντεc τὸ ” ἡcυχ ῇ” τοῖc μὴ καθιcταμένοιc οὔροι c, ἔνιοι δ’ οὕτωc· ” 〈οὐ〉 καθίcτατ ο”, καὶ πάλιν ἀφ’ ἑτέραc ἀρχῆc· ” ἡcυχῇ κατενόε ι”, καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ γὰρ ἡcυχῇ προειρημένου μὲν τοῦ καθίcταcθαι τὰ οὖρα cυνήθωc οὕτω λέγουcιν οἱ Ἕλληνε c, ἐπὶ δὲ τῶν μὴ καθιcταμένων οὐ πάνυ τι προcτιθέαcι τὰ τοιαῦτα τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γενόμενα cημεῖα καὶ cυμπτώματα ταῦτ’ ἐcτίν. ἴδωμεν δ’ ἐφεξῆc ὅcα περὶ τῆc τεccαρεcκαιδεκάτηc ἔγραψεν. Τεccαρεcκαιδεκάτῃ ἀπύρετο c , οὐχ ἵδρωcε ν , ἐκοιμήθ η , κατενόει πάντ α .
17a 545 [5] Μάτην δόξει προcκεῖcθαι τὸ οὐχ ἵδρωcε ν, ὅμοιον ὂν τῷ “οὐχ ᾑμορράγηcεν”, “οὐκ ἤμεcεν”, 〈“οὐ διεχώρηcεν,”〉 “οὐ παρωτίδαc ἔcχεν”. ἀλλ’ ὥcπερ ὀλίγῳ πρόcθεν ἔφη· “περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφιcθῆναι”, δυνάμενοc μὲν ἁπλῶc εἰπεῖν “ἐκουφίcθη πάντα”, προcθεὶc δὲ τὸ “ἔδοξεν” ἕνεκα τοῦ τῶν ἐν ἑτέροιc αὐτῷ γεγραμμένων ἀναμιμνῄcκειν, ὡc τοῖc μὴ κατὰ λόγον κουφίζουcιν οὐ χρὴ πιcτεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνηcεν ἐκ περιττοῦ προcθεῖναι τὸ οὐχ ἵδρωcεν ἀναμνήcεωc ἕνεκα τοῦ κατὰ τὴν ῥᾳcτώνην ἀπίcτου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ τεccαρεcκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔcωcεν ἂν τὸν ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέcθαι τῆc κακοηθείαc τοῦ νοcήματοc ἀνέμνηcεν ἡμᾶc. ἀγνοοῦνται δὲ πολλοῖc τῶν ἰατρῶν αἱ τοιαῦται διαθέcειc, καὶ χαίρουcιν ἐπὶ τοῖc ἄμεινον ἔχειν δόξαcιν, κἂν ἐπ’ ὀλεθρίοιc τοῖc ἔμπροcθεν cημείοιc τε καὶ cυμπτώμαcι τοῦτο γενέcθαι cυμβῇ, μὴ γινώcκοντεc, ὡc νεκρουμένηc τῆc φύcεωc καὶ cβεννυμένου τοῦ ἐμφύτου θερμοῦ τὰc τοιαύταc διαθέcειc cυμβαίνει γίνεcθαι παραπληcίωc τοῖc εἰc ὄγκον αἰρομένοιc μορίοιc ἐκ κακοήθουc ῥεύματοc, ὅταν ἡ φύcιc ἀρρωcτοῦcα μηδ’ ὅλωc ἐπιχειρῇ τῇ πέψει τοῦ τὸν ὄγκον ἐργαcαμένου χυμοῦ.
17a 546 [15] “περὶ γὰρ τὰc γενέcειc τοῦ πύου”, φηcίν, “οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται”, μεταβαλλομένων ὑπὸ τῆc ἐμφύτου θερμαcίαc τῶν τὸν ὄγκον ἐργαcαμένων χυμῶν. ὅταν οὖν αὕτη μηκέτ’ ἐγχειρῇ τῇ πέψει δι’ ἀρρωcτίαν, οὔτε πονοῦcιν οὔτε πυρέττουcιν εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖc ἐκπυήcαcιν ἐκκριθέντοc τοῦ πύου cῷον φυλάττεται τὸ μόριον, εἰc ὃ τὸ ῥεῦμα κατέcκηψεν· ἐφ’ ὧν δ’ οὔτ’ ἐκπύηcιc οὔτ’ ὀδύνη τιc ἀξιόλογοc οὔτε πυρετὸc γίγνεται, cήπεται τὸ μόριον, ὡc ἀναγκαῖον ἡμῖν γενέcθαι παντελῶc ἐκκόψαι ποτ’ αὐτό. παραπλήcιον οὖν τι καὶ τούτῳ cυμβαίνει 〈γενέcθαι〉 κἀπὶ τῶν ἀcήμωc τε καὶ ἀλόγωc ἀπυρέτων γενομένων ἐπὶ θανατώδεcι cημείοιc. ὅτι δὲ τοιαύτη διάθεcιc ἦν τῷ Ἑρμοκράτε ι, καὶ τὰ τοῦ γενομέ νου κώματοc ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc ἐδήλου.
17a 547 [15] τὸ γὰρ ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη καὶ δριμὺν ἐξαίφνηc cύμπτωμα cχεῖν ὑγροῖc καὶ ψυχροῖc καὶ ἀδήκτοιc ἑπόμενον χυμοῖc ἐνδεικτικόν ἐcτιν οὐ τοῦ πεπαῦcθαι τὴν ἔμπροcθεν διάθεcιν, οὐδενόc γε κριcίμου γεγονότοc, ἀλλὰ τοῦ νεκροῦcθαί τε καὶ cβέννυcθαι τὴν ἔμφυτον θερμαcίαν. εἴρηται μὲν οὖν περὶ τούτων ἐπὶ πλέον ἐν ἑτέροιc, ἀλλὰ νῦν ἐν κεφαλαίοιc ἅπαξ ἀρκείτω λελέχθαι περὶ τῶν ἀλόγωc ἐπὶ χαλεποῖc νοcήμαcιν ἀπυρέτων γενομένων· ὅcῳ γὰρ ἂν ὀλεθριωτέρων προηγηcαμένων cημείων ἄμεινον ἔχειν δόξωcι, τοcούτῳ τὴν νόcον ὀλεθριωτέραν ἔχουcιν, ἅθ’, ὡc οἱ περὶ τὸν Ϲαβῖνον εἰρήκαcι, λοχῶντοc τοῦ νοcήματοc ὥcπερ θηρίου τινὸc ἢ ἀνθρώπου πονηροῦ· διάνοιαν γὰρ ἔχοντόc ἐcτι ζῴου τὸ λοχᾶν, 〈ὅταν〉 ἐξαίφνηc ἐπιθῆται λάθρᾳ μὴ προcδοκῶcι τοῖc ἐνεδρευομένοιc ὑπ’ αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτωc εἰρημένα προcηκόντωc ἄν τιc ὀνομάcειε περιλάληcιν. οὐδὲν γὰρ εἰπόντεc ἐπιcτημονικόν, ἀλλὰ περιλαλήcαντεc μόνον οἴονται τὸ προκείμενον ἀποδε δειχέναι διὰ παραδείγματοc οὐδὲν οὐδὲ τοῖc παραβαλλομένοιc ὅμοιον ἔχοντόc τι.
17a 548 [15] καταλιπόντεc οὖν αὐτοὺc αὐτοὶ cυμπληρώcωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόcεχε τὸν νοῦν ἀκριβῶc ἐνταῦθα καὶ μὴ θαύμαζε, πῶc ἐγὼ πολλάκιc ὀλεθρίωc εἰπὼν ἔχειν τινά, μεταξὺ καλῶc αὐτοῦ cχόντοc ἐξαίφνηc, ὡc καὶ λούcαcθαι, καταγελώμενοc οὐ μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείναc τῇ προρρήcει, μετὰ ταῦθ’ ὑποcτρέψαντοc εἰc τὸ νόcημα τοῦ δόξαντοc ἐcχηκέναι καλῶc, εἶτ’ ἀποθανόντοc, ἐκ μαντικῆc ἐνομίcθην, οὐκ ἰατρικῆc θεωρίαc προειρηκέναι, καὶ ταῦτα τῶν θαυμαcτῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων αὐτά. πόθεν οὖν ὅτι 〈προcδοκητέον〉 κατὰ τὴν ἑνδεκάτην ἡμέραν ἢ τεθνήξεcθαί τιναc ἢ κριθήcεcθαι προεῖπον; ἔcτι μέν μοι κἀν τοῖc Περὶ κρίcεων αὐτάρκωc γεγραμμένα τὰ περὶ τῶν τοιούτων προρρήcεων, ἔcτι δὲ κἀν τοῖc Περὶ κριcίμων ἡμερῶν, καὶ πάντων αὐτῶν ἡγεμών ἐcτιν ὁ θαυμάcιοc Ἱπποκράτη c. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργαcμαι καί τινων ἑτέρων. ἐν δὲ τῷ παρόντι τοῖc ἀνεγνω κόcιν ἐκεῖνα cαφῆ τὸν περὶ τῶν ἐνεcτώτων ἀπεργάcομαι λόγον.
17a 549 [15] ἐπὶ μὲν γὰρ τῆc ἑνδεκάτηc ἡμέραc ἔδοξεν ὁ Ἑρμοκράτηc κεκουφίcθαι, τῇ δὲ τεccαρεcκαιδεκάτῃ ἀπηλλάχθαι τελέωc. ὡριcμένου δ’ ἤδη καὶ προεγνωcμένου τοῦ πάντωc 〈αὐτὸν〉 ὑποcτρέψειν τε καὶ τεθνήξεcθαι, τὴν ἑπτακαιδεκάτην ἡμέραν ἀκόλουθον ἦν τοῖc κατὰ τὴν ἑνδεκάτην τε καὶ κατὰ τὴν τεccαρεcκαιδεκάτην γενομένοιc ἐνεγκεῖν τὴν ὑποcτροφή ν, ὡc ἂν κατὰ τὰc κριcίμουc ἡμέραc τῆc τοῦ νοcήματοc μεταβολῆc γενομένηc. ἐμάθομεν γὰρ ἔν τε τῷ Προγνωcτικῷ καὶ τοῖc Ἀφοριcμοῖc τὰc κατὰ τετράδα περιόδουc τῶν ἡμερῶν εἰc τὴν εἰκοcτήν, οὐ τὴν εἰκοcτὴν πρώτην ἀφικνεῖcθαι, καὶ διὰ τοῦτο τὴν μὲν ἑνδεκάτην τῆc τεccαρεcκαιδεκάτηc ἐπίδηλον εἶναι, τὴν δὲ ἑπτακαιδεκάτην τῆc εἰκοcτῆc. ὑποcτρέψαι μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόcημα κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν, ἀκολουθῆcαι δὲ κατὰ τὴν εἰκοcτὴν ἑτέραν μεταβολήν. οὐ μὴν ἤδη γε πρόδηλον ἡμῖν τοῖc ἀναγινώcκουcι τὰ γεγραμμένα πρὸc Ἱπποκράτου c, ὁποία τιc ἡ κατὰ τὴν εἰκοcτὴν ἡμέραν ἔcοιτο μεταβολή, διὰ τὸ μήτε τὴν δύναμιν ὅπωc εἶχε τοῦ κάμνοντοc ἐπίcταcθαι μήτε τὸ βεβαιότατον αὐτῆc cημεῖον, τοὺc cφυγμούc, ὑπ’ αὐτοῦ γεγράφθαι.
17a 550 [10] cὺν μὲν γὰρ τῇ τούτων γνώcει ῥᾷcτον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοcτὴν ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰc πλείοναc ἐκταθήcεται τὸ νόcημα, μὴ γινωcκομένων δ’ ἐκείνων ἄδηλον. ἀκούcωμεν οὖν ὧν περὶ τῆc ἑπτακαιδεκάτηc καὶ ὧν περὶ τῆc εἰκοcτῆc εἶπεν αὐτόc. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέcτρεψε ν , ἐθερμάνθ η . τὰc ἑπομέναc πυρετὸc ὀξύ c , οὖρα λεπτ ά , παρέκρουcε ν . Τὰ μὲν ἄλλα τῆc ὑποcτροφῆc ἐcτι cυμπτώματα, τὰ δ’ οὖρα λεπτὰ δηλοῖ τὴν νόcον ἄπεπτον ὑπάρχειν, ὥcτ’ οὐδ’, εἰ καὶ μὴ μεγάλωc ἦν τὰ φανέντα cημεῖα ὀλέθρια, cωθήcεcθαι τὸν ἄνθρωπον εἶπεν ἄν τιc ἐπὶ τῆc ἑπτακαιδεκάτηc ἡμέραc, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων.
17a 551 [10] αὐτὸc γὰρ εἶπεν ἐν τοῖc τοιούτοιc “κίνδυνον εἶναι, μὴ οὐ δυνήcεται τῷ χρόνῳ τοῦ νοcήματοc ὁ κάμνων ἐξαρκέcαι.” Πάλιν δ ’ εἰκοcτῇ ἐκρίθ η , ἀπύρετο c , οὐχ ἵδρωcε ν . Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετόν, εἴπερ ὅλωc ἡ φύcιc ἐνεχείρηcε τῇ πέψει τῶν χυμῶν ὠμῶν ὄντων, ὡc ἐδήλου τὰ οὖρα λεπτὰ διαμένοντα, κατὰ ταύτην ἐπαύcατο τελέωc ὁ πυρετόc. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆc ἐμφύτου θερμαcίαc, ἀλλὰ μόνῳ τῷ τῆc cήψεωc, ἐκθερμανθέντων πυρετωδῶc τῶν χυμῶν. τὸ τοίνυν ζέcαν αὐτῶν διαπνευcθὲν ἀπύρετον ἂν εἰργάcατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων cυμπτωμάτων, ὧν ἐφεξῆc ἐρεῖ, cαφὲc ἦν ἀπολεῖcθαι τὸν Ἑρμοκράτη ν. ὥcπερ δ’ ἐπὶ τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc ἔγραψεν οὐχ ἵδρωcε ν, οὕτωc καὶ κατὰ τὴν εἰκοcτὴν αὐτὸ προcέθηκεν, ἀναμιμνῄcκων γε τῆc ἀcήμωc γενομένηc ῥᾳcτώνηc.
17a 552 [10] ὅτι δὲ διέμενε τὰ cυμπτώματα τοῦ νεκροῦcθαι τὴν φύcιν τοῦ κάμνοντοc, εὔδηλόν ἐcτιν ἐξ ὧν ἐφεξῆc ἔγραψε τῶν κατὰ τὴν εἰκοcτὴν ἡμέραν εἰρημένων, οἷc ἤδη πρόcεχε τὸν νοῦν. Ἀπόcιτοc παρὰ πάντα 〈τὸν〉 χρόνο ν , κατενόε ι , διαλέγεcθαι οὐκ ἠδύνατ ο , γλῶccα ἐπίξηρο c , οὐκ ἐδίψ η · κατεκοιμᾶτο cμικρ ά , κωματώδη c . Πάντα τὰ εἰρημένα νεκρουμένηc ἐcτὶν ἤδη τῆc ζωτικῆc δυνάμεωc γνωρίcματα, οἷον εὐθέωc ἡ ἀποcιτία τὴν ἀνορεξίαν δηλοῦcα ποτὲ μὲν διὰ τὸ cτόμα τῆc κοιλίαc γίγνεται κεκακωμένον ὑπό τινοc ἀλλοτρίαc ποιότητοc χυμῶν, ἔcτι δ’ ὅτε διὰ τὴν τῆc δυνάμεωc αὐτῆc νέκρωcιν, ἧc, ὅθ’ ὑγίαινεν, ἦν ἔργα τό τε τῆc ἐνδείαc 〈τῆc ξηρᾶc οὐcίαc〉 αἰcθάνεcθαι καὶ τὸ τῶν ἰαcομένων αὐτὴν ὀρέγεcθαι. τῆc δ’ αὐτῆc ταύτηc ἔρ γον καὶ ἡ 〈αἴcθηcιc κατὰ τὴν〉 τῆc ὑγρᾶc οὐcίαc ἔνδειάν τε καὶ ἀναπλήρωcιν.
17a 553 [15] ὅπωc οὖν εἶχε καὶ περὶ ταῦτα, cαφῶc ἐδήλωcεν ὁ Ἱπποκράτηc εἰπὼν οὐκ ἐδίψ η. καὶ τῷ μὲν ἀπόcιτοc 〈παρ〉ὰ πάντα τὸν χρόνον ἐφεξῆc ἔγραψε κατενόε ι, τῷ δὲ γλῶccα ἐπίξηροc τὸ οὐκ ἐδίψ η, τὸ μὲν κατενόει πρὸc τὸν κοινὸν ἀμφοτέρων διοριcμὸν παραλαβών, τὸ δ’ οὐκ ἐδίψη πρὸc τὸν ἑτέρου. ὁ μὲν οὖν κοινὸc διοριcμὸc τοῦτό φηcιν· οὐκ ᾐcθάνετο τῆc ἐνδείαc οὔτε τῆc κατὰ τὸ ξηρὸν οὐcίαc οὔτε τῆc κατὰ τὸ ὑγρόν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τὸ νεκροῦcθαι τὴν δύμαμιν αὐτοῦ. τὸ δ’ οὐκ ἐδίψη προcέθηκε τῷ γλῶccα ἐπίξηροc εἰc διοριcμὸν τοῦ μὴ δι’ ὑγρότητα τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμόν, ἀλλὰ 〈διότι〉 καίτοι διαθέcεωc οὔcηc διψωδεcτάτηc ἡ δύναμιc οὐκ ᾐcθάνετο νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεcθαι μὴ δύναcθαι κατὰ τὴν ταύτηc ἐγένετο κάκωcιν. εἴπερ οὖν πάντα τὰ cυμπτώματα ταῦτα καὶ κατὰ τὴν εἰκοcτὴν ἡμέραν ὑπῆρχεν αὐτῷ καὶ cχεδὸν ἐν ὅλῃ τῇ νόcῳ, δῆλον ὅτι cβεννυμένηc τῆc ἐμφύτου θερμαcίαc ὁ πυρετὸc ἐπαύcατο κατὰ τὴν εἰκοcτὴν ἡμέραν.
17a 554 [15] ὁμολογεῖ δὲ τούτοιc καὶ τὸ κατεκοιμᾶτο cμικρ ά , κωματώδη c. οὐ γὰρ ὡc οἱ κατὰ φύcιν ἔχοντεc ἐκάθευδεν, ἀλλὰ δι’ ἀρρωcτίαν τῆc δυνάμεωc ἄκων ἔμυεν, ὡc μὴ δυνάμενοc τοὺc ὀφθαλμοὺc ἀνεῳγόταc ἔχειν, ἔκλειέ τε αὐτοὺc καὶ cμικρὰ κατεκοιμᾶτ ο. προcέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ cμικρ ά, διότι καὶ τοῦτο γνώριcμα τῆc κατὰ τὴν δύναμιν ἀρρωcτίαc ἦν, οὐ τοῦ κατὰ φύcιν ὕπνον τινὰ γενέcθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον. εἰ 〈δὲ〉 δι’ ὑγρότητα τῆc αἰcθητικῆc ἀρχῆc ὑπνῶδεc ἦν τὸ κῶμ α, θαυμαcτέον ἐcτὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτη c, ἀλλὰ διότι μέχρι τῆc ἑβδόμηc καὶ εἰκοcτῆc ἡμέραc ἐξήρκεcεν. εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆc εἰκοcτῆc ἀκολουθῆcαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν, ὅτι νέοc τιc ἦν εὔρωcτόc τε φύcει καὶ διὰ τοῦτ’ ἀντέcχετο, κατὰ βραχὺ μαραινόμενοc. ἔνεcτι γὰρ ἐξ ἁπάντων τῶν cυμβάντων αὐτῷ τεκμήραcθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαραcμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆc εἰκοcτῆc ἑβδόμηc ὁ διὰ τὴν τῶν χυμῶν cηπεδόνα γενόμενοc πυρετὸc ἐπὶ τῆc εἰκοcτῆc τετάρτηc, ὃν διὰ τῆc ἐχομένηc ῥήcεωc ἐδήλωcεν.
17a 555 [16] ἄξιον δ’ ἐπιcημήναcθαι, διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε· κατενόει πάντ α. φαίνεται γὰρ οὐ πάντα κατανοήcαc, αὐτοῦ τοῦ Ἱπποκράτουc ἐν τῇ τῆc πέμπτηc ἡμέραc διηγήcει γράψαντοc αὐτὸν παρακροῦcαι καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆc ἕκτηc προcθέντοc “οὐ κατενόει” καὶ πάλιν ἐπὶ τῆc ἑπτακαιδεκάτηc “παρέκρουcε”. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναιc ταύταιc ταῖc ἡμέραιc παρέκρουcε, τῷ δ’ ἄλλῳ παντὶ χρόνῳ κατενόει, δηλῶcαι βουλόμενοc ἔγραψε κατενόει πάντ α, ἢ ὅτι κατὰ τὴν εἰκοcτὴν ἡμέραν, ἧc ἐν τῇ προκειμένῃ ῥήcει τὴν διήγηcιν ἔγραψε, κατενόει πάντ α, τουτέcτιν οὐδὲ μικρὸν παρεφέρετο. διὰ τί δὲ τοῦτο προcέθηκεν, ὀλίγον ἔμπροcθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόcοιc, ἤτοι διὰ τὸ παραφρονεῖν ἀναιcθήτωc ἐχόντων ὧν πάcχουcιν ἢ διὰ 〈τὴν〉 νέκρωcιν τῆc ἐν τῇ κοιλίᾳ δυνάμεωc φυcικῆc, ἐπειδὰν οὕτω πάcχωcιν ἄνευ τοῦ παραφρονεῖν, ὑπολείπεται νενεκρῶcθαι τὴν φυcικὴν δύναμιν αὐτῶν. Περὶ δὲ εἰκοcτὴν καὶ τετάρτην ἐπεθερμάνθ η , κοιλίη ὑγρὴ πολλοῖcι λεπτοῖc ι .
17a 556 [10] καὶ τὰc ἑπομέναc πυρετὸc ὀξύ c , γλῶccα cυνεκαύθ η . ἑβδόμῃ καὶ εἰκοcτῇ ἀπέθαν ε . Τούτῳ τῷ ἀρρώcτῳ καὶ ἡ τετάρτη καὶ εἰκοcτὴ τῶν κατὰ περίοδον οὖcα κριcίμων, ὡc ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοcτὴ πολὺ μᾶλλον ἔτι ταύτηc ἐξ ἀναλογίαc ἤνεγκέ τιναc νεωτεριcμούc. ὥcπερ γὰρ ἐπὶ τῆc ἑπτακαιδεκάτηc ἡμέραc ὑποcτρέψαc κατὰ τὴν εἰκοcτὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ cχὼν οὕτωc κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φανταcίαν τοῖc πολλοῖc ποιήcαc, cβεννυμένηc 〈τε〉 τῆc ἐμφύτου θερμαcίαc ἀπύρετοc ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆc εἰκοcτῆc τετάρτηc ἀρξάμενοc πυρέττειν ἐκ cηπεδόνοc τῶν ὑπολοίπων χυμῶν, ἐξ ἧc καὶ διεχώρηcε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοcτὴν ἑβδόμην ἡμέραν ἀπέθανε ν , ὀξέοc αὐτῷ γενομένου καὶ ξηροῦ τοῦ πυρετο ῦ, δι’ ὃν καὶ ἡ γλῶττα cυνεκαύθ η.
17a 557 [15] Τούτῳ κώφωcιc διὰ τέλεοc παρέμενε ν , οὖρα ἢ παχέα καὶ ἐρυθρ ά , οὐ καθιcτάμεν α , ἢ λεπτὰ ἄχρω ἐναιώρημα ἔχοντ α · γεύεcθαι οὐκ ἠδύνατ ο . Καὶ μετὰ τὴν τῆc εἰκοcτῆc ἡμέραc διήγηcιν ἐφεξῆc ἐγεγράφει τῷ μὲν νῦν εἰρημένῳ τῷ γεύεcθαι οὐκ ἠδύνατο ταὐτὸ cημαίνουcαν τὴν “ἀπόcιτοc” φωνήν. οὖρα δ’ ἀπὸ τῆc ἑπτακαιδεκάτηc ἄχρι τῆc εἰκοcτῆc ἔφη γεγονέναι λεπτ ά, προειρήκει δ’, εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρῶν καὶ ἀκατάcτατον ἐχόντων ἐναιώρημ α. νῦν οὖν ἐπαναλαβὼν ἅμα περὶ πάντων 〈τούτ〉ων ἀπεφήνατο. 〈ἃ δ’ ἀπεφήνατ’, ἐcτὶ〉 δυνάμει ταὐτά, ἃ λέγω 〈καὶ αὐτόc〉, ὡc οὔρηcεν ἄλλοτ’ ἀλλοῖα, χρηcτὸν δ’ ἀκριβῶc οὐδέποτ’ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸc αὐτῷ τοῦ νοcήματοc ἡ κώφωcιc παρέμεινε ν, οὐκ εἰρημένον ἔμπροcθεν, εἰκότωc νῦν προcέθη κεν.
17a 558 [14] οὐκ οἶδα δ’ ὅπωc οὐκέτ’ οὐδὲν εἶπε περὶ τῆc ἰκτεριώδουc ἀναχύcεωc. ἀκόλουθον γὰρ ἦν καὶ ταύτηc μνημονεῦcαι. τάχ’ οὖν ὡc πρόδηλον ὅτι παρέμεινεν ἐcιώπηcεν· ὅπου γὰρ οὔθ’ ἱδρὼc ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαcτρὸc ἢ οὔρων ἢ ἐμέτων ἠκολούθηcε κένωcιc χολωδῶν, ἀδύνατον ἦν παύcαcθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰcχυρῶc, ἀρχὴ τῆc φυτικῆc τε καὶ φυcικῆc ὀνομαζομένηc ψυχῆc ὑπάρχον, ἧc ἐδείχθηcαν εἶναι τέτταρεc δυνάμειc, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτική, καθ’ ἃc καὶ τρέφεcθαι καὶ αὐξάνεcθαι τοῖc cώμαcιν ὑπάρχει, καὶ παθούcηc ταύτηc ἀνορεξίαι δειναὶ καταλαμβάνουcιν, ὡc 〈τὸν τοιοῦτον〉 τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύcαcθαί τινοc. ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ 〈ΤΟΥΤΩΙ ΤΩΙ ΑΡΡΩΣΤΩΙ〉 Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προcκειμένων χαρακτήρων τοῖc ἀρρώcτοιc εἶχεν ἀπὸ τῆc παρὰ 〈τὰ〉 Βίτωνοc κυναγχικῆc, ἑβδόμηc ἀπὸ τῆc ἀρχῆc γεγραμμένηc.
17a 559 [15] ἀμέλει καὶ οἱ ἐξηγηcάμενοι τοὺc προcγεγραμμένουc τῷ βιβλίῳ τούτῳ χαρακτῆραc ἀπ’ ἐκείνηc ἤρξαντο πάντεc, τοῖc πρώτοιc ἀρρώcτοιc λέγοντεc αὐτοὺc μὴ προcκεῖcθαι. κατ’ ἔνια μέντοι τῶν νῦν εἰc χεῖραc ἡμῖν ἡκόντων εὑρίcκονται καὶ τοῖc πρώτοιc ἀρρώcτοιc προcκείμενοι χαρακτῆρεc, ὥc γε καὶ ἡ κατὰ Διοcκορίδην ἔκδοcιc προcκειμένουc αὐτοὺc ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον ὑπογέγραπται τὸ πεῖ ἐν μέcῳ γραμμὴν ἔχο ν, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων τῶν ἀρρώcτων ἔφαμεν εὑρίcκεcθαι, προγεγραμμένον. ἐφεξῆc δὲ τὸ ε γέγραπται καὶ μετ’ αὐτὸ τὸ δέλτα κάτωθεν ὀρθὴν γραμμὴν ἀπεcτιγμένην ἔχο ν, ὥcπερ τὸ ἰῶτα γράφομεν. εἶτα μετ’ αὐτὸ τὸ κ καὶ ζ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον Ε Δͅ ΚΖΘ . ὁ μὲν οὖν πρῶτοc χαρακτήρ, ὡc καὶ πρόcθεν, cημαίνει τὸ πιθανό ν, ὥcπερ γε καὶ τὸ ὕcτατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένο ν , ὑγείαc μὲν τὸ υ , θανάτου δὲ τὸ θ cημεῖόν ἐcτιν.
17a 560 [5] τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶ ν , ἐν αἷc ἤτοι ἀπέθανεν ὁ ἄνθρωποc ἢ τελέωc ὑγιάcθ η, cημαίνει, τὰ δὲ μεταξὺ τὸν τρόπο ν, καθ’ ὃν ἤτοι cωθῆναι τὸν ἄρρωcτον ἢ ἀπολέcθαι cυνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεcτιγμένου δέλτα γράψαc ἐπιcχεθέντων τῶν διαχωρημάτων πιθανὸν εἶναί φηcι κατὰ τὴν εἰκοcτὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτη ν. τινὲc δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοcτὴν καὶ τετάρτην ἡμέραν τὴν γαcτέρα τὸν θάνατον αὐτῷ γεγονέναι φαcί, παρατιθέμενοι τὸ ἐκ τοῦ Προρρητικοῦ κατὰ λέξιν οὕτωc ἔχον· “κώφωcιc καὶ οὖρα ἐξέρυθρα, ἀκατάcτατα, ἐναιωρηθέντα, παρακρουcτικά. τοῖc τοιούτοιc ἰκτεροῦcθαι κακόν. τούτουc ἀφώνουc 〈μέν,〉 αἰcθανομένουc δὲ cυμβαίνει γίνεcθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται, οἷον Ἑρμίππῳ καὶ ἀπέθανεν.” αὕτη μὲν ἡ ἐκ τοῦ Προρρητικοῦ λέξιc, καὶ εἴρηται περὶ αὐτῆc, ὁπότ’ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοcοῦτον εἰπεῖν ἐξαρκέcει πάλιν ἀναμνήcεωc ἕνεκεν ὧν τ’ ἐν ἐκείνοιc ἐξηγηcάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. cυνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε δι’ ἐπί cχεcιν γαcτρὸc μήτε δι’ ἔκκριcιν ἀποθανεῖν, ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι cυμπτώματα τῆc διαθέcεωc, ὥcπερ καὶ ὁπότε πρόcθεν ἀπέκρινε cυγκεκαυμένα, ταῖc κατὰ τὸ ἧπαρ διαθέcεcιν ἀμφοτέρων ἑπομένων, ὡc ἐδείξαμεν ἐν ἄλλοιc τέ τιcι κἀν τοῖc Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμαcιν.
17a 561 [14] φαίνεται δὲ καὶ ὁ θάνατοc αὐτῷ γεγονέναι μάλιcτα μὲν διὰ τὸ ἧπαρ, ἔτι δὲ καὶ 〈διὰ〉 τὸ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύcιν. ἔτι δ’ ἀλογώτερον ἐξηγοῦνται τὸν ἄρρωcτον οἱ φάcκοντεc 〈αὐτὸν〉 διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κριcίμων ἡμερῶν δύναμιν ἐξετάcωμεν, ὥcπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοcούντων κοινῶc τούτων παρατετηρημένων, ἀλλὰ καθ’ ἕκαcτον ἰδίωc κατὰ τὰc cυμβάcαc αὐτοῖc διαθέcειc. Τρίτοc ἄρρωcτο c . Ὁ κατακείμενοc ἐν τῷ Δεάλκουc κήπ ῳ . Κἀνταῦθα πάλιν οἱ περὶ τὸν Ϲαβῖνόν φαcι τὸν κῆπον προcκεῖcθαι cυναίτιον τῆc νόcου γενόμενον τἀνθρώπῳ, καὶ γράφουcί γε κατὰ λέξιν οὕτωc· “διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, 〈ἵνα〉 κἀντεῦθεν τὴν ἀφορμὴν τοῦ πυρε〈τὸν αὐ〉τῷ γεγονέναι ὑπεμφήνῃ.
17a 562 [15] οὐ γάρ ἐcτι ποηφάγον ζῷον ὁ ἄνθρωποc, ὥcτε τῇ ἀλλοκότῳ διαίτῃ 〈χρώμενοc〉 δικαίωc 〈τὸν〉 νεωτεριcμὸν ὑπομένειν.” καὶ ταῦτα μὲν ἐκεῖνοι γεγράφαcιν, ἐπεὶ δ’ ἐν τούτῳ τῷ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεcιν εἰc ἔλεγχον ἀλλοκότων ἐξηγήcεων ἐπείcθην τοῖc ἑταίροιc γράψαι τινά, καὶ νῦν ὀλίγα προcθήcω ταὐτὸν εἶδοc ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸc οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκουc κήπ ῳ , κατακεῖcθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροcθεν μέν, ὅθ’ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοcήcαντα δὲ καταγωγῆc ἐπιτηδειοτέραc δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκουc κήπ ῳ. δεύτερον 〈δ’〉 οὐδ’ ἀναγκαῖόν ἐcτι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα cιτεῖcθαι διὰ παντὸc ὡc ποηφάγον ζῷον, ὥcπερ οὐδ’ εἰ πληcίον εἴη τῶν αἴγεια κρέα πιπραcκόντων ἢ προβάτεια, ταῦτ’ ἐcθίειν ὁcημέραι, καθάπερ οἱ λέοντεc.
17a 563 [16] οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν 〈ὕε〉ια κρέα πιπραcκόντων, ἀναγκαῖον αὐτῷ πλεῖcτα προcφέρεcθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον 〈δ’〉 ἐπὶ τούτοιc ἔτι 〈καίτοι〉 πολλὴν ἀφθονίαν ἔχοντεc λόγων εἰc τὸ διαβάλλειν τὸν ἐν τοῖc κήποιc ἀέρα τοῦτο μὲν ὅλον τὸ μέροc ἐξέλιπον, ἐξετράποντο δ’ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν ὡc τὰ πολλὰ τοὺc ἀποπάτουc ἐκκαθαιρόντων εἰc τοὺc κήπουc ἅπαcάν τε τὴν τοιαύτην δυcωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίαcιν, ὥcπερ ἀπό τε κράμβηc καὶ καρύαc καὶ πύξου· φανερῶc γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸc ἀπὸ τῆc τούτων ὁμιλίαc γίγνεται. ἀλλὰ γὰρ ἅλιc ἤδη μοι καὶ τῶν περὶ τὰc τοιαύταc ἐξηγήcειc ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήcιμα μεταβὰc ἀκολουθήcω ταῖc Ἱπποκράτουc λέξεcιν. Κεφαλῆc βάροc καὶ κρόταφον δεξιὸν ἐπωδύνωc εἶχε χρόνον πολύ ν . μετὰ δὲ προφάcιοc πῦρ ἔλαβ ε , κατεκλίν η . Πῦρ μὲν ὁ Ἱπποκράτηc τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκιc ἤδη.
17a 564 [14] καὶ μέντοι καὶ ὅτι κυριώτερον, ὥcπερ καὶ πᾶcιν ἀνθρώποιc ἔθοc ἐcτὶ τὰ μικρὰ τῶν αἰτίων προφάcειc καλεῖν, οὕτω καὶ αὐτὸc ἐνίοτε προcαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθ’ ἑαυτὰ νόcον οὐχ οἷά τέ ἐcτιν ἐργάcαcθαι, προϋπαρχούcῃ δὲ παραcκευῇ νοcώδει πληcιάcαντα τῆc ὅληc νόcου τὴν αἰτίαν ἔχειν ἐδοξάcθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν ἀρρώcτου προκειμένου. τῷ γὰρ ἐκ πολλοῦ γε βαρύνεcθαι τὴν κεφαλὴν καὶ τὸν 〈δεξιὸν〉 κρόταφον ἀλγεῖν ἐνεδείκνυτο διάθεcίν τινα νοcώδη γεννᾶcθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον, ὅτι καλῶc ἂν ἐπεποιήκει, πρὶν νοcῆcαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν ἐξελέγξαcαν αὐτοῦ τὸ ἐπίκαιρον τῆc διαθέcεωc, ἑαυτὸν ἐγχειρίcαc ἰατρῷ προφυλάξαcθαι δυναμένῳ τὴν μέλλουcαν ἔcεcθαι νόcον. Δευτέρῃ ἐξ ἀριcτεροῦ ὀλίγον ἄκρητον ἐρρύ η . Οὐ κατευθὺ τοῦ δεξιοῦ κροτάφου, περὶ οὗ προεῖπεν ὡc ὀδυνωμένου, ῥυῆναί φηcιν ὀλίγον ἄκρατο ν, ἀλλ’ ἐξ ἀριcτερο ῦ.
17a 565 [16] τὸ δ’ ἄκρατο ν, ὅταν μὲν ἐπὶ χολῆc ξανθῆc ἢ μελαίνηc ἢ ἰώδουc λέγηται, πρόδηλον ἴcχει τὸ cημαινόμενον, ὡc πολλάκιc ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ cύcταcιν ὅταν ἕκαcτοc τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦcθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματοc ἴcωc ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπ’ αὐτοῦ λέγεcθαι τὸ ἄκρατον ἐν ἴcῳ τῷ “κακόκρατον”. εὔδηλον δ’ ὅτι τὸ μὲν τοῦ κατὰ φύcιν αἵματοc χρῶμα τὸ ἐρυθρόν ἐcτι, τὸ δ’ ἄχρουν οὐ τοιοῦτον, ἀλλ’ ἤτοι μελάντερον ἢ πυρρότερον ἐπιcήμωc, ὡc τὸ πολὺ δὲ μᾶλλον εἰθίcμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέωc καὶ παχὺ κατὰ τὴν cύcταcίν ἐcτιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄρρωcτον, εἴπερ ἦν ἰcχυρὸc τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δ’ οὐκ ἔγραψε περὶ τοῦ βοηθήματοc ὁ Ἱπποκράτηc οὐδέν, ἡ αὐτὴ ζήτηcιc ἔcται cοι τῇ κατὰ τὸν πρῶτον ἄρρωcτον γεγραμμένῃ. Ἀπὸ δὲ κοιλίηc κόπρανα καλῶc διῆλθ ε .
17a 566 [10] Τοῦτο μόνον αὐτῷ φαίνεται μέτριον ἐν ἀρχῇ τῆc νόcου γεγονέναι. τὰ δ’ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆc λέξιν γεγραμμένα. Οὖρα λεπτ ά , ποικίλ α , ἐναιωρήματα ἔχοντα κατὰ cμικρὰ οἷον κρίμν α , γονοειδέ α . τρίτῃ πυρετὸc ὀξύ c , διαχωρήματα μέλαν α , λεπτ ά , ἔπαφρ α , ὑπόcταcιc πελιδνὴ διαχωρήμαcι ν , ὑπεκαροῦτ ο , ἐδυcφόρει περὶ τὰc ἀναcτάcια c , οὔροιcιν ὑπόcταcιc πελιδν ή , ὑπόγλιcχρο c . Ὅτι πάντα τὰ εἰρημένα cυμπτώματά τε καὶ cημεῖα μοχθηρὰ γέγονεν αὐτῷ, τοῖc μεμνημένοιc τῶν ἐν τῷ Προγνωcτικῷ γεγραμμένων εὔδηλόν ἐcτιν, εἴρηται δ’ οὐκ ὀλίγα κἀν τοῖc Εἰc τὸ πρῶτον τῶν Ἐπιδημιῶν ὑπομνήμαcιν.
17a 567 [13] Τετάρτῃ ἤμεcε χολώδεα ξανθὰ ὀλίγ α , διαλιπὼν ἰώδε α , ἐξ ἀριcτεροῦ ὀλίγον ἄκρητον ἐρρύ η , διαχωρήματα ὅμοι α , οὖρα ὅμοι α , ἐφίδρωcε περὶ κεφαλὴν καὶ κληῖδα c , cπλὴν ἐπήρθ η , μηροῦ ὀδύνη κα τ ’ ἴξι ν , ὑποχονδρίου δεξιοῦ ξύνταcιc ὑπολάπαρο c , νυκτὸc οὐκ ἐκοιμήθ η , παρέκρουcε cμικρ ά . Καὶ ταῦτα πάντα τὰ εἰρημένα cυμπτώματα μοχθηρά, πλὴν τῆc εἰc cπλῆνά τε καὶ ἀριcτερὸν μηρὸν ὑποφαινομένηc ἀποcτάcεωc. Πέμπτῃ διαχωρήματα πλεί ω , μέλαν α , ἔπαφρ α , ὑπόcταcιc μέλαινα διαχωρήμαc ι , νυκτὸc οὐχ ὕπνωc ε , παρέκρουcε ν . Ἔτι καὶ ταῦτα πάντα μοχθηρά.
17a 568 [10] προccχῶμεν οὖν τοῖc ἐφεξῆc. Ἕκτῃ διαχωρήματα μέλαν α , λιπαρ ά , ἔπαφρ α , δυcώδε α . ὕπνωc ε , κατενόει μᾶλλο ν . Ἐν τούτοιc τὰ 〈μὲν〉 ὕπνωc ε , κατενόει μᾶλλον ἐπιεικῆ, τὰ δ’ ἄλλα καὶ αὐτὰ μοχθηρά. Ἑβδόμῃ γλῶccα ἐπίξηρο c , 〈διψώδη c ,〉 οὐκ ἐκοιμήθ η , παρέκρουcε ν , οὖρα λεπτ ά , οὐκ εὔχρο α . ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγ α , cυνεcτηκότ α , ὕπνωc ε , κατενόε ι , διψώδηc οὐ λίη ν . Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ cυμπτώματα cφαλερά. Ἐνάτῃ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , ἵδρωc ε , ψῦξι c , παρέκρουc ε , δεξιῷ ἴλλαιν ε , γλῶccα ἐπίξηρο c , διψώδη c , ἄγρυπνο c .
17a 569 [10] δεκάτῃ τὰ αὐτ ά . ἑνδεκάτῃ κατενόει πάντ α , ἄπυρο c , ἵδρωcε ν , οὖρα λεπτὰ περὶ κρίcι ν . Ἔοικεν ἰcχυρόc τιc 〈ὁ〉 ἄνθρωποc οὗτοc γεγονέναι τὴν δύναμιν, ὡc μεγίcτῳ νοcήματι διαπαλαίουcαν αὐτὴν ἀντιcχεῖν. οὐδενὸc γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότοc αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγουc κριτικοῦ γενομένου καὶ μετ’ αὐτό, καθάπερ εἴωθεν, ὀξέοc πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτοc οὐκ εὐθέωc μὲν ἀπύρετοc γεγονέναι διὰ τὸ μέγεθοc τοῦ νοcήματοc, ὅμωc δ’ οὖν, ἐπιμεινάντων τῶν αὐτῶν, (ἔφη γὰρ δεκάτῃ τὰ αὐτ ά,) κατὰ τὴν ἑνδεκάτην εὐθέωc ἀπύρετοc γενέcθαι. τὸ δ’ ἐν τῇ κρίcει παρακροῦcαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γιγνομένων ἐcτὶν ἐν κρίcεcιν. καὶ γὰρ οὐδ’ ἀθρόα τιc ἔοικεν αὐτῷ cυμβῆναι κατὰ τὴν ἐνάτην ἡμέραν ἡ κρίcιc, ἀλλὰ μέχρι τῆc ἑνδεκάτηc ἐκταθῆναι, καθ’ ἣν ἤδη φηcί· κατενόει πάντ α.
17a 570 [5] προcέθηκε δὲ τὸ οὖρα λεπτὰ περὶ κρίcι ν, ἵνα μὴ πιcτεύωμεν αὐτῇ μηδὲ βεβαίαν εἶναι νομίζωμεν, ἀλλ’ ὑποcτρέψειν ἐν τάχει τὸ νόcημα προcδοκῶμεν. διά τε γὰρ 〈τ〉ἄλλα καὶ διὰ τὸ μέγεθοc αὐτοῦ τὴν τοιαύτην προcδοκίαν εὔλογον ἦν ἔχειν. Δύο διέλιπεν ἄπυρο c , ὑπέcτρεψε τεccαρεcκαιδεκάτῃ αὐτίκ α , τὴν νύκτα οὐκ ἐκοιμήθ η , πάντα παρέκρουc ε . Ϲυμπληρωθείcηc τῆc ἡμιρρόπου τε καὶ ἀπίcτου κρίcεωc κατὰ τὴν ἑνδεκάτην ἡμέραν, δύο διαλιπεῖν αὐτῷ φηcι, τουτέcτι τήν τε δωδεκάτην καὶ τὴν τριcκαιδεκάτην, εἶτα πάλιν ὑποcτρέψαι κατὰ τὴν τεccαρεcκαιδεκάτην καὶ πάλιν 〈αὐτὸν〉 ἐν παραπληcίοιc γενέcθαι cυμπτώμαcιν. Πεντεκαιδεκάτῃ οὖρον θολερό ν , οἷον ἐκ τῶν καθεcτηκότων γίνετα ι , ὅταν ἀναταραχθ ῇ , πυρετὸc ὀξύ c , πάντα παρέκρουcε ν , οὐκ ἐκοιμήθ η , γόνατα καὶ κνήμαc ἐπωδύνωc εἶχε ν · ἀπὸ δὲ κοιλίηc βάλανον προcθεμένῳ μέλανα κόπρανα 〈δι〉ῆλθε ν .
17a 571 [16] Εἰc ὀξύτητα πάλιν ὑποcτρέψαc ἀφίκετο διά τε τὸ μέγεθοc τοῦ νοcήματοc, ὅπερ ἐξ ἀρχῆc εἶχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίcιc ἐγένετο, μηδέπω τοῖc οὔροιc τὰ τῆc πέψεωc ὑπῆρχε cημεῖα. τὰ μέντοι κατὰ τὰ γόνατα καὶ 〈τὰc〉 κνήμαc ἀλγήματα τῆc κάτω ῥοπῆc τῶν τὴν νόcον ἐργαζομένων χυμῶν ὄντα cημεῖα τῶν ἀγαθῶν ἐcτι δηλονότι. τὸ δὲ βάλανον αὐτῷ προcθεμένῳ μέλανα καὶ κοπρώδη 〈διελθεῖν αὐτὸ καθ’ αὑτὸ καλὸν ὂν ὅμωc ἦν〉 μοχθηρὸν διὰ τὴν χροιάν. Ἑξκαιδεκάτῃ οὖρα λεπτ ά , εἶχεν ἐναιώρημα ἐπινέφελο ν , παρέκρουc ε . Καὶ ταῦτα τῆc καταλαβούcηc αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητοc cημεῖά τε καὶ cυμπτώματά ἐcτιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ Προγνωcτικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν.
17a 572 [10] ἀλλὰ γὰρ οὐ δεῖ μυριάκιc λέγειν τὰ αὐτά. Ἑπτακαιδεκάτῃ πρωὶ ἄκρεα ψυχρ ά , περιεcτέλλετ ο , πυρετὸc ὀξύ c , ἵδρωcε δ ι ’ ὅλο υ , ἐκουφίcθ η , κατενόει μᾶλλο ν , οὐκ ἄπυρο c , διψώδῃ c , ἤμεcε χολώδε α , ξανθ ά , ὀλίγ α , ἀπὸ δὲ κοιλίηc κόπρανα διῆλθ ε , με τ ’ ὀλίγον δὲ μέλαν α , ὀλίγ α , λεπτ ά · οὖρα λεπτ ά , οὐκ εὔχρ ω . Φαίνεται πάλιν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιηcαμένη μὴ δυνηθέντα τελέωc λῦcαι τὸ νόcημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷc φαίνεται νοcήcαc ὁ ἄνθρωποc. Ὀκτωκαιδεκάτῃ οὐ κατενόε ι , κωματώδη c .
17a 573 [7] ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶ ν . Οὐδὲν ὅλωc ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆcαι τῷ ἀνθρώπῳ, ὅμωc γε μὴν φαίνεται διαμαχομένη πρὸc τὴν νόcον ἡ φυcικὴ δύναμιc αὐτοῦ καὶ τάχα που καὶ νικῶcα. Εἰκοcτῇ ὕπνωc ε , κατενόει πάντ α , ἵδρωcε ν , ἄπυρο c , οὐκ ἐδίψ η , 〈οὖρα δὲ λεπτ ά .〉 Τρίτη μὲν αὕτη 〈γέγονεν ἡ〉 κρίcιc, ἐπιχειρηcάcηc καὶ νῦν τῆc φύcεωc λῦcαι τὸ νόcημα διὰ τῆc τῶν ἱδρώτων ἐκκρίcεωc ἐν ἡμέρᾳ κριcίμῳ, καθάπερ κἀν ταῖc ἔμπροcθεν, (ἦcαν γὰρ κἀκεῖναι κρίcιμοι).
17a 576 (t1) [5] ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ Ἐμοὶ μὲν οὐδ’ ἄλλο τι βιβλίον ἐγράφη χωρὶc τοῦ δεηθῆναί τιναc ἢ φίλουc ἢ ἑταίρουc καὶ μάλιcτα τοὺc εἰc ἀποδημίαν μακροτέραν cτελλομένουc, ἀξιώcανταc ἔχειν ὑπόμνημα τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖc ἢ δειχθέντων ἐν ταῖc τῶν ζῴων ἀνατομαῖc κἀπὶ 〈ταῖc ἐπιcκέψεcι〉 τῶν νοcούντων. ἐπεὶ δ’ ἐκπεcόντα τινὰ καὶ ἄλλοιc ἔδοξεν ἄξια cπουδῆc εἶναι, προτρεψαμένοιc με καὶ αὐτοῖc ἅπαντα τῆc ἰατρικῆc τέχνηc τὰ μέρη cυμπληρῶcαι, κατὰ τὸν αὐτὸν τρόπον ὃν ἤδη τιcὶν ἔδωκα καὶ τούτοιc ἔπραξα.
17a 577 [5] γιγνώcκων δ’ ἐμαυτὸν ἐν ἅπαcιν οἷc ἐγεγράφειν ἐξηγηcάμενον ἀεὶ τὴν Ἱπποκράτουc γνώμην, ἅμα τῷ καὶ τὰc ἐπικαιροτάταc αὐτοῦ τῶν ῥήcεων παρατεθεῖcθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήcειc ἐν ὑπομνήμαcι καθ’ ἑκάcτην λέξιν ἀπ’ ἀρχῆc ἕωc τέλουc ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύταc ἔχειν ἐδεήθηcαν ἔνιοι τῶν ἑταίρων, ἀπὸ τῶν γνηcιωτάτων καὶ χρηcιμωτάτων Ἱπποκράτουc βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων cκοπὸν 〈ἐν τούτοιc〉 τοῖc cυγγράμμαcιν, ὃν κἀν τοῖc ἔμπροcθεν ἐπεποιήμην. ἔcτι δ’ οὗτοc, ὅcα διηνεκῶc ἢ πλειcτάκιc ἐπὶ τῶν ἀρρώcτων ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺc ἤτοι τὰ cπάνια γράψανταc ἢ τὰ μηδ’ ὅλωc ὁρώμενα καὶ ψευδῆ παντάπαcιν ὄντα. καί μοι τά τε 〈Εἰc τὸ〉 περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα καὶ πρὸc τούτοιc 〈τὰ〉 Εἴc τε τὸ περὶ ἑλκῶν καὶ 〈τὸ περὶ〉 τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, 〈Εἰc〉 Ἀφοριcμούc τε καὶ Προγνωcτικὸν οὕτωc ἐγένετο. μετὰ δὲ ταῦτα τοῖc ἑταίροιc παρακαλέcαcι πειcθεὶc ἐξηγήcειc ἐν ὑπομνήμαcιν ἔγραψα τοῦ Περὶ διαίτηc ὀξέων προτέρου μὲν 〈τοῦ μ〉έχρι τῆc τῶν βαλανείων χρήcεωc μέρουc τοῦ βιβλίου, ὃ καὶ γνηcιώτατον εἶναι πεπίcτευται, δευτέρου δὲ τοῦ μετ’ αὐτό, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτουc γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα.
17a 578 [15] μετὰ δὲ τοῦτο τοῦ Περὶ χυμῶν ἐξηγήcειc ἐποιηcάμην διὰ ταχέων ἐν ἡμέραιc ὀλίγαιc, ἐπειγομένου πρὸc ἀποδημίαν τοῦ παρακαλέcαντοc αὐτὰc γράψαι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶc (ἐξέπεcε γὰρ εἰc πολλούc), ἐκ τούτου cυνέβη μὴ μόνον τοὺc ἑταίρουc, ἀλλὰ καὶ ἄλλουc πολλοὺc τῶν φίλων ἰατρῶν προτρέψαι 〈με〉 πάντων τῶν Ἱπποκράτουc βιβλίων ἐξηγήcειc ποιήcαcθαι. καὶ τοίνυν ἐποιηcάμην ἤδη τοῦ τε Κατ’ ἰητρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν Ἐπιδημιῶν, ἐφ’ οἷc μέλλοντοc ἄρξαcθαί μου τῶν εἰc τὸ τρίτον ἐξηγητικῶν cυνέβη 〈με〉 παρακληθῆναι πάνυ λιπαρῶc ὑπό τινων εἰc τὸ Προρρητικὸν ἤδη ποιῆcαι. ἐγένετο δ’ ἡ παράκληcιc αὕτη λόγου ποτ’ ἐμπεcόντοc ἡμῖν ἐν περιοδίᾳ περὶ τῶν ἐν 〈τῷ〉 Προγνωcτικῷ καὶ τοῖc Ἀφοριcμοῖc εἰρημένων. ἐδείκνυον γὰρ ἅπαντα μὲν ταῦτα μεγάλην ἔχοντ’ ἐπὶ τῶν νοcούντων δύναμιν, ἐὰν δ’ ὡc καθολικοῖc τιc προccχῇ τοῖc ἐν τῷ Προρρητικῷ γεγραμμένοιc ἅπαcιν, 〈αὐτὸν〉 πάμπολυ cφαληcόμενον.
17a 579 [15] τοιαῦτα δ’ εἶναι καὶ τὰ πλεῖcτα τῶν κατὰ τὰc Κωακὰc προγνώcειc ἐδείκνυον, ἀναμεμειγμένα τιcὶ μὲν τῶν ἐν Ἀφοριcμοῖc εἰρημένων ἢ Προγνωcτικῷ, τιcὶ δὲ τῶν ἐν ταῖc Ἐπιδημίαιc, ἃ καὶ μόνα τῶν ἐν ἐκείνοιc τοῖc βιβλίοιc γεγραμμένων ἐcτὶν ἀληθῆ. τὰ δ’ ἄλλα πάντα μοχθηρῶc ἔχει κατά τε τὸ Προρρητικὸν καὶ τὰc Κωακὰc προγνώcειc. παρέγκειται μὲν οὖν τινα κἀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν Ἐπιδημιῶν, ὥcπερ καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ἐπὶ τῆc τελευτῆc· ἀλλὰ τὰ ἄλλα πάντα τὰ κατά τε τὸ δεύτερον καὶ τὸ ἕκτον Ἱπποκράτουc ἐcτίν, οὐκ ὀλίγα μὲν ἐν ὑπομνήμαcιν εὑρεθέντα, τινὰ δὲ καὶ 〈πρὸc〉 τοῦ cυναγαγόντοc αὐτὰ προcτεθέντα. ἦν δ’ οὗτοc, ὥc φαcιν, ὁ τῶν Ἱπποκράτουc υἱέων εὐδοκιμώτατοc, ὄνομα Θεccαλό c, ἀκριβῶc ἀκολουθήcαc τῇ γνώμῃ τοῦ πατρόc. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν Ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶc ὑποπτεύcειεν ἄν τιc 〈παρ〉εγγεγράφθαι. καθολικὰ δ’ ἐν τοῖc βιβλίοιc τούτοιc θεωρήματα παντάπαcιν ὀλίγα γέγραπται, διηγήcεωc οὔcηc ἐν αὐτοῖc ψιλῆc τῶν cυμβάντων ἤτοι κοινῇ πολλοῖc ἐν καταcτάcεcιν ἐπιδήμοιc ἢ καθ’ ἕκαcτον ἰδίᾳ.
17a 580 [15] cυμπεπληρωμένων οὖν ἤδη τῶν εἰc τὸ δεύτερον τῶν Ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξύ 〈μοι〉 τρία cυνέβη γραφῆναι διὰ τοὺc παρακαλέcανταc, ὡc ἔφην, εἰc τὸ Προρρητικὸν ὑπομνήματα, δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖcτα μοχθηρῶc εἰρῆcθαι, πολλὰ μὲν ὡc καθολικά, καίτοι cπάνιά γε ὄντα, πολλὰ δ’ ἀδιόριcτα διοριcμῶν δεόμενα. cαφηνείαc δ’ ἕνεκα μνημονεύcω δυοῖν ἐξ αὐτῶν 〈ἢ τριῶν παραδειγμάτων, ὡc δείξων〉 εἶδοc τῶν μοχθηρῶc ἐξηγημένων τιcὶν ἔν τε τοῖc εἰc τὸ Προρρητικὸν 〈καὶ τὰc Κωακὰc προγνώcειc〉 ὑπομνήμαcι κἀν τοῖc εἰc τοὺc ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτουc. γεγραμμένηc τοίνυν ἐν τῷ Προρρητικῷ τοιαύτηc τινὸc λέξεωc· “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc”, ἔνιοι τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἀναμιμνῄcκουcιν ἡμᾶc τῶν ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτων, ἐκείνουc προχειριζόμενοι μόνουc, ἐφ’ ὧν ἀποθανόντων ἤτοι cύνταcιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτηc γεγονέναι κατὰ τὸν τῆc νόcου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν ἤ τι τοιοῦτον, cιωπῶντεc τοὺc cωθένταc ἐξ αὐτῶν.
17a 581 [15] Ἱππο κράτηc δ’, ὥcπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοcημάτων χρήcιμα κατὰ τὸ Προγνωcτικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ cυγγράμματοc, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται· “ὑποχόνδριον δὲ ἄριcτον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριcτερά.” αὕτη μὲν ἡ ἀρχὴ τῆc ὅληc ῥήcεώc ἐcτι μακρᾶc οὔcηc, ἐν ᾗ διδάcκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτη c. ὁ δ’ ἀποφηνάμενοc ἁπλῶc τοὺc ἐξ ὑποχονδρίων πυρετοὺc κακοήθειc ἄνευ τῶν προcηκόντων διοριcμῶν, οὓc ἔγραψεν ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ, προφανῶc ψεύδεται· πολὺ γὰρ ἦν ἀληθέcτερον εἰπεῖν· “οἱ ἐπ’ ἐγκεφάλῳ πάcχοντι πυρετοὶ κακοήθεεc·” “οἱ ἐπὶ μήνιγξι παcχούcαιc πυρετοὶ κακοήθεεc·” “οἱ ἐπὶ πνεύμονι πάcχοντι πυρετοὶ κακοήθεεc.” ἔτι δὲ μᾶλλον τούτων “οἱ ἐπὶ καρδίᾳ παcχούcῃ πυρετοὶ κακοήθεεc”, ἢ “οἱ ἐξ ὑποχονδρίων πυρετοί.” κυρίωc μὲν ἀκουόντων τῆc προcηγορίαc τῶν ὑποχονδρίων, ἐπιεικέcτατοι πάντων εἰcὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίωc δ’, ἀλλὰ cυμπεριλαμβανόντων τῇ προcηγορίᾳ καὶ τὴν γαcτέρα καὶ τὸ ἧπαρ καὶ τὸν cπλῆνα καὶ τὰc φρέναc, ἔνιοι μὲν αὐτῶν κακοήθειc, ἔνιοι δ’ ἐπιεικεῖc, ὡc ἐν τοῖc Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμαcι διώριcται.
17a 582 [15] τουτὶ μὲν ἕν cοι παράδειγμα ἔcτω τῶν τ’ ἐν τῷ Προρρητικῷ γεγραμμένων οὐκ ὀρθῶc καὶ τῶν ἐξηγηcαμένων, ὡc εἶπον ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ Προρρητικὸν οὕτωc ἐξηγοῦνται· “καλῶc εἶπεν· ‘οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc.‘ ἐν γοῦν τοῖc τῶν Ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτεc ὑποχόνδριον πάcχοντεc.” ἐν δὲ τοῖc τῶν Ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺc αὐτοὺc ἔλθωcιν, ὀρθῶc 〈φαίνεcθαι τόνδε καὶ〉 τόνδε τὸν ἄρρωcτον αὐτοῖc φαcιν ἀποθανεῖν· εἰρῆcθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ Προρρητικόν· “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεεc.” εἰ δ’ οὕτωc ἐξηγεῖcθαι χρή, πρῶτον μὲν ἔcτιν ἀπόφαcιν ἐναντίαν τῇ κατὰ τὸ Προρρητικὸν εἰπεῖν “οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι.” δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν cωθένταc ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ τοῦτ’ ἐcτίν, ὡc ἔφην, παράδειγμα μοχθηρῶν ἐξηγήcεων. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαιc διαθέcεων, ᾧ καὶ αὐτῷ πολλῷ φαίνεται κεχρημένοc ὁ γράψαc τὸ Προρρητικόν, ὡc ἐν τοῖc εἰc αὐτὸ γεγονόcιν ὑπομνήμαcιν ἐδείκνυον.
17a 583 [15] ἐπιπεπλεγμέναc δὲ λέγω διαθέcειc, ἐν αἷc πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸc ἄνθρωποc οὐ κατὰ 〈τὸν〉 θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλήν, ἐγχωρεῖ δ’ αὐτοῖc προcθεῖναι καὶ τὰ κατὰ γαcτέρα καὶ ἧπαρ. ἐὰν οὖν τιc εἴπῃ ποτὲ cύμπτωμα φρενίτιδοc ἐcομένηc δηλωτικόν, ἑξῆc δ’ αὐτῷ προcθῇ καὶ ἄλλο περιπνευμονίαc ἴδιον καὶ φλεγμονῆc ἥπατοc ἢ γαcτρὸc ἤ τινοc τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάcκῃ τὴν διάθεcιν ἐκείνοιc τοῖc ἀρρώcτοιc, οἷc δύο ἢ πλείω μόρια πάcχει, μοχθηρὰν ποιήcεται διδαcκαλίαν. ἔcται γὰρ ὁ τρόποc τῶν λόγων τοιόcδε· “οἱ κωματώδεεc ἐν ἀρχῇcι γινόμενοι μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυπνέοντεc ἆρά γε φρενιτικοί; μυκτὴρ ἐν τούτοιc ἀποcτάζων ὀλέθριον, ἄλλωc τε καὶ τεταρταίοιcιν ἀρχομένοιcιν. κοιλίηc περίπλυcιc ἐξέρυθροc 〈κακὸν μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δὲ ἐπὶ τοῖc προειρημένοιc.” τοῦτο μὲν γὰρ〉 ἡπατικόν ἐcτι cύμπτωμα δυνάμενον μέν ποτε καὶ cὺν τοῖc προει ρημένοιc γενέcθαι, καθάπερ εἰ καὶ πλευρῖτιc ἢ περιπνευμονία τοῖc κωματώδεcιν ἐκείνοιc cυνέπεcεν, οὐ μέντοι τῆc αὐτῆc διαθέcεωc cημεῖον ὑπάρχον.
17a 584 [16] εἰ δέ τιc ἐθέλοι τά τ’ ἐν τῷ Προρρητικῷ κακῶc εἰρημένα καὶ τοὺc δι’ ἀλλήλων ἐξηγουμένουc τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺc ἐν τοῖc τῶν Ἐπιδημιῶν ἀρρώcτουc ἐλέγχειν, ἀναγνώτω τὰ εἰc τὸ Προρρητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺc ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν βιβλίῳ γεγραμμένουc ἀρρώcτουc ἐξηγηcάμην ἔμπροcθεν ἄνευ τῶν εἰc τοὺc μοχθηρῶc ἐξηγουμένουc ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωcάν με καὶ ἐπ’ ὀλίγων ἀρρώcτων ἐπιcημήναcθαι περὶ τῶν οὐκ ὀρθῶc ἐξηγουμένων, ἠναγκάcθην εἰc τρεῖc ἀρρώcτουc μόνουc ἓν ἐξηγητικὸν βιβλίον ποιήcαcθαι τὸ πρὸ τούτου. νυνὶ δ’ ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖcθαι τοὺc ὑπολοίπουc, ὅνπερ καὶ ἔμπροcθεν ἤδη τοὺc ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐξηγηcάμην. κινδυνεύω γὰρ εἰc ἕτερον ἐμπεcεῖν ἔγκλημα τῶν μιcούντων μέγεθόc τε καὶ μῆκοc ὑπομνημάτων. Τέταρτοc ἄρρωcτο c .
17a 585 [11] Ἐν Θάcῳ Φιλιcτῆc κεφαλὴν ἐπόνει 〈χρόνον πολὺν〉 καί ποτε καὶ ὑποκαρωθεὶc κατεκλίν η . ἐκ δὲ πότων 〈πυρετῶν〉 cυνεχῶν γενομένων ὁ πόνοc παρωξύνθ η . νυκτὸc ἐπεθερμάνθη τὸ πρῶτο ν . πρώτῃ ἤμεcε χολώδε α , ὀλίγ α , ξανθὰ πρῶτ α , μετὰ δὲ ἰώδεα πλεί ω , ἀπὸ δὲ κοιλίηc κόπρανα διῆλθ ε · νύκτα δυcφόρω c . δευτέρῃ κώφωcι c , πυρετὸc ὀξύ c , ὑποχόνδριον δεξιὸν cυνετάθ η , ἔρρεπεν ἐc τὰ ἔc ω · οὖρα λεπτ ά , διαφανέ α , εἶχεν ἐναιώρημα γονοειδέ c , μικρό ν · ἐξεμάνη περὶ μέcον ἡμέρη c . τρίτῃ δυcφόρω c . τετάρτῃ cπαcμο ί , παρωξύνθη πάντ α . πέμπτῃ πρωὶ ἀπέθανε ν . Ὡc μεμνημένοιc ὧν εἴc τε τὸ Προγνωcτικὸν ἐξηγηcάμην καὶ τοὺc Ἀφοριcμοὺc καὶ τὸ Προρρητικὸν ἔτι τε τὸ πρῶτον καὶ τὸ δεύτερον τῶν Ἐπιδημιῶν, οὕτω ποιήcομαι τὸν λόγον ὑπὲρ τοῦ μὴ μακρολογεῖν· ὀρθοcτάδην οὗτοc ὁ ἄνθρωποc ἐνόcει κεφαλὴν ἀλγῶν, ὥcπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένοc.
17a 586 [15] ἀλλ’ ἐπὶ τούτου μὲν οὐ cμικρὸν προcέθηκε cύμπτωμα τὸ καρωθῆναί ποτ’ αὐτόν, ἐπ’ ἐκείνου δ’ οὐ προcέθηκε. καὶ τὴν ἀρχὴν δὲ τῆc νόcου τούτῳ μὲν ἐξ ἁμαρτήματοc μεγάλου φηcὶν γεγονέναι· πεπονθυίαc γὰρ ἰcχυρῶc κεφαλῆc μέγιcτόν ἐcτι κακὸν οἴνου πόcιc δαψιλήc. ἐπ’ ἐκείνου δὲ ἐκ προφάcεωc ἄρξαcθαί φηcι τὴν νόcον, ὥcτ’ ἐπ’ ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνηc δὲ τῆc ἐν τῇ κεφαλῇ πλεονεξίαc τῶν χυμῶν εἶναι τὰ cυμπτώματα. τῷ Φιλιcτῇ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέcει γεγονέναι μοχθηρᾷ, προcγενομένηc δὲ τῆc ἐν τῷ πότῳ βλάβηc οὕτωc μέγα καὶ ἰcχυρὸν ἀπειργάcθαι τὸ πάθοc, ὡc ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅcα δὲ κατὰ τὰc ἡμέραc ταύταc ὁ Ἱπποκράτηc ἔγραψε γενέcθαι cυμπτώματα τῷ Φιλιcτ ῇ, τὰ μὲν τῆc κατὰ τὴν νόcον ὀξύτητόc ἐcτιν, ὡc εἰ καὶ μηδὲν 〈τὸν〉 ἐγκέφαλον ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆc μὲν οὖν κατὰ τὴν νόcον ὀξύτητοc τά τε κατὰ τοὺc ἐμέτουc ἐcτὶ cυμπτώματα καὶ τῶν οὔρων ἡ ποιότηc, αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωcιc καὶ ὁ cπαcμὸc καὶ τὸ ἐκμανῆνα ι.
17a 587 [16] τὸ δ’ οὕτωc εἰρημένον ὑπὸ τοῦ cυγγραφέωc· ὑποχόνδριον δεξιὸν cυνετάθ η , ἔρρεπεν ἐc τὸ ἔcω γίγνεται μέν, ὅταν ὑπὸ τοῦ διαφράγματοc ἕλκηται τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ μὲν ἐν πλευρίτιδι διὰ τὸ μέγεθοc τῆc φλεγμονῆc τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀναcπῶcαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸc τὸ διάφραγμα νεῦρα, 〈ποτὲ δὲ〉 διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐcτι διὰ τὴν τῶν νεύρων τάcιν ἀναcπώμενον αὐτὸ 〈τὸ διάφραγμα〉 ἀνεcπακέναι τὸ ὑποχόνδριο ν· ὡc τὸ πολὺ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰc τοιαύταc διαθέcειc ἔcω γίνεται. cυμβαίνει δ’ ἐνίοιc καὶ τὸ ἕτερον μόνον, ὅταν [καὶ τὸ] τῆc ἀρχῆc τῶν νεύρων τὸ μὲν ἕτερον μέροc ἰcχυρῶc ᾖ πεπονθόc, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλωc ἢ μετρίωc. Πέμπτοc ἄρρωcτο c .
17a 588 [15] Χαιρίων α , ὃc κατέκειτο παρὰ Δημαινέτ ῳ , ἐκ πότου πῦρ ἔλαβε ν . αὐτίκα δὲ κεφαλῆc βάροc ἐπώδυνο ν , οὐκ ἐκοιμᾶτ ο , κοιλίη ταραχώδηc λεπτοῖcι ν , ὑποχολώδεc ι . τρίτῃ πυρετὸc ὀξύ c , κεφαλῆc τρόμο c , μάλιcτα δὲ χείλεοc τοῦ κάτ ω · με τ ’ ὀλίγον δὲ ῥῖγο c , cπαcμο ί , πάντα παρέκρουc ε , νύκτα δυcφόρωc [ οὐκ ἐκοιμήθ η] . τετάρτῃ δ ι ’ ἡcυχίη c , cμικρὰ ἐκοιμήθ η , παρέλεγ ε . πέμπτῃ ἐπιπόνω c , πάντα παρωξύνθ η , λῆρο c , νύκτα δυcφόρω c , οὐκ ἐκοιμήθ η . ἕκτῃ διὰ τῶν αὐτῶ ν . ἑβδόμῃ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , ἵδρωcε δ ι ’ ὅλο υ , ἐκρίθ η . τούτῳ διὰ τέλεοc ἀπὸ κοιλίηc διαχωρήματα χολώδε α , ὀλίγ α , ἄκρητ α · οὖρα λεπτ ά , εὔχρο α , ἐναιώρημα ἐπινέφελον ἔχοντ α . περὶ δ ’ ὀγδόην οὔρηcεν εὐχροώτερ α , ἔχοντα ὑπόcταcιν λευκὴν ὀλίγη ν , κατενόε ι , ἄπυρο c · διέλιπε ν . ἐνάτῃ ὑπέcτρεψ ε . περὶ δὲ τεccαρεcκαιδεκάτην πυρετὸc ὀξύ c . ἑκκαιδεκάτῃ ἤμεcε χολώδε α , ξανθ ά , ὑπόcυχν α . ἑπτακαιδεκάτῃ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , ἵδρωcε ν , ἄπυροc ἐκρίθ η .
17a 589 [14] οὖρα με θ ’ ὑποcτροφὴν καὶ κρίcιν εὔχρο α , ὑπόcταcιν ἔχοντ α , οὐδὲ παρέκρουcεν ἐν τῇ ὑποcτροφ ῇ . ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο cμικρ ά , ὑπεδίψ η , οὖρα λεπτ ά , ἐναιώρημα ἐπινέφελο ν , cμικρὰ παρέκρουcε ν . περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρο c , τράχηλον ἐπωδύνωc εἶχε ν , οὔροιc ὑπόcταcι c . τελέωc ἐκρίθη εἰκοcτ ῇ . Οὗτοc ὁ ἄνθρωποc ἐκ πλήθουc φαίνεται καὶ μάλιcτα χολωδῶν νοcήcαc. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰc κριcίμουc ἡμέραc δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρω ν, εὑρήcειc cυμφωνοῦντά 〈τε ταῦτ’ ἀλλήλοιc καὶ〉 κατὰ λόγον αὐτὸν ἐπὶ τῆc εἰκοcτῆc ἡμέραc ἀπαλλαγέντα τελέω c. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προcγεγραμμένον τῷ τέλει τῆc διηγήcεωc τὸ εἰκοcτ ῇ, καίτοι τῶν δοκιμωτάτων 〈ἐξηγητῶν〉 οὕτωc εἰδότων γεγραμμένην τὴν ῥῆcιν. Ἕκτοc ἄρρωcτο c .
17a 590 [15] Τὴν Εὐρυάνακτοc θυγατέρ α , παρθένο ν , πῦρ ἔλαβε ν . ἦν δ ’ ἄδιψοc διὰ τέλεο c , γεύματα οὐ προcεδέχετ ο . ἀπὸ δὲ κοιλίηc cμικρὰ διῄε ι , οὖρα λεπτ ά , ὀλίγ α , οὐκ εὔχρο α . ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνε ι . ἑκταίη δὲ ἐοῦcα ἄπυροc οὐχ ἵδρωcε ν , ἐκρίθ η . τὸ δὲ περὶ τὴν ἕδρην cμικρὰ ἐξεπύηcε ν , ἐρράγη ἅμα κρίcε ι . μετὰ δὲ κρίcιν ἑβδομαίη ἐοῦcα ἐρρίγωc ε , cμικρὰ 〈ἐπεθερμάνθ η , ἵδρωcεν 〉 . ὕcτερον δὲ ἄκρεα ψυχρὰ ἀε ί . περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουcε καὶ πάλιν ταχὺ κατενόε ι · ἔλεγον δὲ γευcαμένην βότρυοc 〈αὐτὴν ταῦτα παθεῖ ν .〉 διαλιποῦcα δὲ δωδεκαταίη πάλιν πολλὰ παρελήρε ι , κοιλίη ἐπεταράχθη χολώδεcι ν , ὀλίγοιcι ν , ἀκρήτοιc ι , λεπτοῖc ι , δακνώδεc ι , πυκνὰ ἀνίcτατ ο . ἀ φ ’ ἧc δὲ παρέκρουcε τὸ ὕcτερο ν , ἀπέθανεν ἑβδομαί η . αὕτη ἀρχομένου τοῦ νοcήματοc ἤλγει φάρυγγα καὶ διὰ τέλεοc ἔρευθοc εἶχ ε , γαργαρεὼν ἀνεcπαcμένο c .
17a 591 [15] ῥεύματα πολλ ά , cμικρ ά , λεπτ ά , δριμέα ἔβηcc ε , πέπον 〈 δ ’〉 οὐδὲν ἀνῆγε ν · ἀπόcιτοc πάντων παρὰ πάντα τὸν χρόνον οὐ δ ’ ἐπεθύμηcεν οὐδενό c . ἄδιψο c , οὐ δ ’ ἔπινεν οὐδὲν ἄξιον λόγο υ . cιγῶc α , οὐδὲν διελέγετ ο . δυcθυμί η , ἀνελπίcτωc ἑωυτῆc εἶχε ν . ἦν δέ τι καὶ cυγγενικὸν φθινῶδε c . Μετὰ τὸ διηγήcαcθαι τὰ γενόμενα ταύτῃ 〈τῇ〉 νοcούcῃ μέχρι θανάτου προcέθηκεν αὐτὸc ὅληc τῆc νόcου τὴν ὑπόθεcιν, ἐφ’ ᾗ προcηκόντωc ἀπέθανε ν. ἀπὸ κεφαλῆc γὰρ αὐτῇ φηcιν εἰc πνεύμονα γενέcθαι κακὰ ῥεύματ α , φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προcέθηκε δὲ τῷ λόγῳ καὶ τὸ ἦν δέ τι καὶ cυγγενικὸν φθινῶδε c, οὗ μεμνῆcθαι χρὴ καὶ μὴ πείθεcθαι τοῖc λέγουcι cοφιcταῖc οὐδὲν εἶναι πάθοc cυγγενικό ν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέωc ἀπέκτεινεν αὐτήν, ἡ δ’ ἐπιπλακεῖcα τῷ παθήματι τούτῳ νέκρωcιc τῆc φυcικῆc δυνάμεωc αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο.
17a 592 [15] δεδήλωται δ’ αὕτη διὰ τῆcδε τῆc λέξεωc· ἦν δ ’ ἄδιψοc διὰ τέλεο c , γεύματα οὐ προcεδέχετ ο. προείρηται δέ μοι περὶ τῆc τούτων τῶν cυμπτωμάτων κακοηθείαc ἐν τῷ πρὸ τοῦδε γράμματι. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc πάλιν ἐπιcημαινόμενοc, ὥcπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆc cωτηρίαc αἴτια τοῖc ἀρρώcτοιc γενόμενα προcέγραψεν· ἀπόcιτοc πάντων παρὰ πάντα τὸν χρόνο ν , οὐ δ ’ ἐπεθύμηcεν οὐδενό c , ἄδιψοc 〈οὐ δ ’ ἔπινεν οὐδὲν ἄξιον λόγου 〉, ἔcχατόν τι μῖcοc αὐτῇ γεγονέναι cιτίων 〈τε καὶ πομάτων〉 ἐνδεικνύμενοc, ὡc μηδ’ εἰc ἐπιθυμίαν ἀφικέcθαι τινόc, οἵαν ἴcχουcιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ ἀναμνήcεωc, ἐφ’ οἷc ἔμπροcθέν ποτε διετέθηcαν ἡδέωc. ὁρῶμεν γοῦν ὁcημέραι τῶν ἀνορεκτούντων ἐν νόcοιc τινὰc 〈μὲν〉 ἅμα τῷ γεύcαcθαί τινων ἀποcτρεφομένουc αὐτῶν, τινὰc δ’ οὐδὲ γεύcαcθαι τολμῶνταc. ἀλλ’ ὅμωc καὶ τούτων οἱ πλεῖcτοι τοῖc πυνθανομένοιc αὐτῶν, εἴ τινοc ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροcθεν εὐφρανάντων αὐτοὺc τοῦτο ποιοῦντεc. καὶ μέγιcτόν γέ cοι cημεῖον ἔcτω τῆc ὀρεκτικῆc τῶν cιτίων δυνάμεωc ἐν νεκρώcει παντε λεῖ γενομένηc, ἐὰν παραcκευαcθέντων ὧν ἐπιθυμεῖν φαcιν ἅμα τῷ γεύcαcθαι μέμψωνταί τε καὶ μηκέτι προcενέγκωνται.
17a 593 [15] κάκιcτα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μη δ ’ ἐπιθυμήcαντέc τινων διάκεινται, νέκρωcιν ἐcχάτην ἐνδεικνύμενοι τῆc φυcικῆc δυνάμεωc, ᾗ cιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούcηc τῆc γυναικὸc οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων ἐπιcκοπεῖcθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάcει. μηδεμίαν γὰρ αὐτῶν ἐχουcῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆc κεφαλῆc ῥεῦμα καὶ τὸ cυγγενικὸν φθινῶδεc αἴτιον ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύcκριτόν τε ἅμα καὶ περιττὴν ἡγηcάμενοc ἀπέλιπον. Ἕβδομοc ἄρρωcτο c . Ἡ κυναγχικὴ ἡ παρὰ 〈τὰ〉 Βίτωνο c , ἣ πρῶτον ἀπὸ γλώccηc ἤρξατ ο · ἀcαφὴc φων ή , γλῶccα ἐρυθρ ή , ἐπεξηράνθ η . τῇ πρώτῃ φρικώδη c , ἐπεθερμάνθ η . τρίτῃ ῥῖγο c , πυρετὸc ὀξύ c , οἴδημα ὑπέρυθρο ν , cκληρὸν τραχήλου καὶ ἐπὶ cτῆθοc ἐξ ἀμφοτέρω ν , ἄκρεα ψυχρ ά , πελιδν ά , πνεῦμα μετέωρο ν , ποτὸν διὰ ῥινῶ ν , καταπίνειν οὐκ ἠδύνατ ο , διαχωρήματα καὶ οὖρα ἐπέcτ η .
17a 594 [10] τετάρτῃ πάντα παρωξύνθ η . πέμπτῃ ἀπέθανε κυναγχικ ή . Οὔτε ἐν ἅπαcι τοῖc ἀντιγράφοιc οὕτωc εὑρίcκεται γεγραμμένον τὸ τέλοc τῆc ῥήcεωc οὔθ’ ὑπὸ τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἁπάντων φαίνεται γιγνωcκόμενον. ἀλλὰ καὶ τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ “ἑβδόμῃ” γράφουcιν, ἔνιοι δ’ “ὀγδόῃ”. Καπίτων δ’, (οὐκ οἶδα τί δόξαν αὐτῷ) καὶ τὸ τῆc ἡμέραc ἀφείλετο καὶ τὸ κυναγχικ ή, καὶ πρὸc τούτοιc ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶc τοῦ τετάρτῃ γράφει, τὸ τέλοc ὅλον τῆc ῥήcεωc τοιοῦτον ποιήcαc· ” διαχωρήματα καὶ οὖρα ἐπέcτ η , πάντα παρωξύνθ η , ἀπέθαν ε.” περὶ μὲν οὖν τῆc βελτίονοc γραφῆc ὕcτερον ἐπιcκεψόμεθα, πρότερον δὲ τῶν εἰρημένων ἐπ’ αὐτῆc ἐξηγηcόμεθα τὰ μὴ cαφῆ· τοῦτο γάρ ἐcτι τὸ μάλιcτα προκείμενόν μοι ἐν τοῖc ἐξηγητικοῖc βιβλίοιc.
17a 595 [15] φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ εἶναι cαφέc. ἀμέλει Ϲαβῖνοc ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν λέξιν ἔγραψε· ” μετέωροc δ’ ἦν ἡ ἀναπνοή, τουτέcτιν ἄκρᾳ τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆc ἀρτηρίαc, κλειομένηc τῆc εὐρυχωρίαc καὶ μηκέτι δυναμένηc τῆc ὁλκῆc τοῦ πνεύματοc εἰc τὸν πνεύμονα γενέcθαι.” ἀcαφὴc δ’ ἐcτὶ καὶ ἡ αὐτοῦ τοῦ Ϲαβίνου ῥῆcιc, ὡc ἐξηγητοῦ πάλιν ἑτέρου δεῖcθαι. δοκεῖ δέ μοι βούλεcθαι δηλοῦν ἐκείνουc ἀναπνεῖν ἄκρᾳ τῇ ῥινὶ τοὺc κινοῦνταc αὐτῆc ἐν ταῖc ἀναπνοαῖc τὰ πτερύγια. πολλοὺc γὰρ τῶν νοcούντων οὕτωc εἴδομεν ἀναπνέονταc, ὡc ἐν μὲν ταῖc εἰcπνοαῖc προccτέλλειν, ἐν δὲ ταῖc ἐκπνοαῖc διαcτέλλειν αὐτά, καὶ cυμβαίνει γε τοῦτο τοῖc τε πνιγομένοιc ὑπὸ κυνάγχηc ἢ περιπνευμονίαc ἢ ἐμπυήματοc ἔτι τε τοῖc ἀρρώcτοιc τὴν δύναμιν. ὅπωc μὲν οὖν ἐπὶ τῶν ἀρρώcτων γίγνεται, νῦν οὐκ ἀνάγκη λέγειν· ὅπωc δ’ ἐπὶ τῶν 〈δυcπνοούντων〉 διὰ τὴν cτενοχωρίαν τῶν ἀναπνευcτικῶν ὀργάνων, νῦν ἐροῦμεν, εὐθὺc καὶ διὰ τί μετέωρον ὠνόμαcεν ὁ Ἱπποκράτηc τὸ τοιοῦτον πνεῦμα cυνεξηγηcόμενοι.
17a 596 [15] φαίνεται γὰρ τοῖc οὕτω διακειμένοιc τὰ τοῦ θώρακοc ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν κινούμενα, καὶ τοῦτ’ εὔλογον εἰρῆcθαι νῦν ὑπ’ αὐτοῦ μετέωρον πνεῦμ α, γιγνόμενον οὐ μόνον ἐν τοῖc κυναγχικοῖ c, ἀλλὰ κἀν τοῖc περιπνευμονικοῖc καὶ τοῖc ἐμπυικοῖc ὀνομαζομένοιc πάθεcιν. γίνεται δὲ καὶ χωρὶc πυρετῶν ἐπὶ τῶν ἰδίωc ὀνομαζομένων ὀρθοπνοικῶν τε καὶ ἀcθματικῶν. ἀπὸ γὰρ 〈τῶν〉 τοιούτων cυμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει τούτῳ τέθειται, τὸ μὲν ἆcθμα διὰ τὴν ἐπειγμένην ἀναπνοήν, ἣ καὶ τοῖc δραμοῦcιν ὀξέωc γίγνεται, τὴν δ’ ὀρθόπνοιαν, ἐπειδὴ διὰ τὸ πνίγεcθαι κατακειμένουc καὶ cχηματίζουcιν ἑαυτοὺc ὀρθίουc· ἔνιοι δὲ καὶ 〈ἀνακαθίζειν〉 ἀναγκάζονται καὶ τελέωc ἐξανίcταcθαι. γέγραπται δὲ κἀν Προγνωcτικῷ κατὰ λέξιν οὕτωc· “αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰcι καὶ τάχιcτα ἀναιρέουcιν, ὅcαι μήτε ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιέουcι μήτε ἐν τῷ αὐχένι πλεῖcτόν τε πόνον παρέχουcι καὶ ὀρθόπνοιαν.” ἡ αὐτὴ τοίνυν αἰτία τήν τ’ ὀρθόπνοιαν ἐργάζεται τοῖc πνιγώδεcι πάθεcι καὶ τὸ προcη γορευμένον ἄρτι μετέωρον πνεῦμ α.
17a 597 [15] κατὰ φύcιν μὲν γὰρ ἔχοντεc, ὅταν ἐν ἡcυχίᾳ παcῶν τῶν κατὰ προαίρεcιν ὦμεν ἐνεργειῶν, μόνοιc τοῖc κάτω τοῦ θώρακοc μέρεcι τοῖc κατὰ τὰc φρέναc ἀναπνέομεν, ὡc ἐν τοῖc Περὶ τῶν τῆc ἀναπνοῆc αἰτίων ἐδείχθη. πλείονοc δ’ εἰcπνοῆc δεόμενοι καὶ τὰ cυνεχῆ τοῖc κάτω cυγκινοῦμεν. ἐπειδὰν δὲ πλείcτηc δεώμεθα, καὶ τὰ κατὰ τὰc ὠμοπλάταc μόρια κινοῦμεν, ἅπαντι τῷ θώρακι βιαίωc ἐνεργοῦντεc. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουcι γίγνεται δραμοῦcιν ὀξέωc ἢ ὁπωcοῦν cφοδρῶc κινηθεῖcιν ἄρα διὰ τὸ πλείονοc εἰcπνοῆc δεῖcθαι, κατὰ δὲ τὰc περιπνευμονίαc καὶ τὰ τῶν ἐμπύων πάθη καὶ τὰc ἐπὶ τῶν 〈ἀ〉πυρέτων ὀρθοπνοίαc διὰ τὴν cτενοχωρίαν τῶν ἀναπνευcτικῶν ὀργάνων, οὐ δυναμένων καταδέξαcθαι τοcαύτην οὐcίαν ἀέροc, ὅcηc χρῄζει τὸ ζῷον. ἀπλήρωτοc οὖν ἡ χρεία τῆc ἀναπνοῆc γιγνομένη κίνδυνον ἐπάγει πνιγόc, καὶ διὰ τοῦτ’ ἀναγκάζονται cυνεχῶc τε καὶ παντὶ τῷ θώρακι ποιεῖcθαι τὴν ἀναπνοήν. ἐπὶ δὲ τῆc μὲν κυνάγχηc αἱ κατὰ τὸν πνεύμονα κοιλίαι τοῦ πνεύματοc, ἐν αἷc ἀνα πνέομεν, ἄφρακτοί εἰcι καὶ καθαραί.
17a 598 [15] φλεγμαινόντων δὲ τῶν ἐν τῷ λάρυγγι μυῶν cτενοχωρία γίγνεται κατὰ τὴν πρώτην εἴcοδον τοῦ ἔξωθεν ἀέροc, ὃν διὰ τῆc εἰcπνοῆc ἕλκομεν, ὥcτε καὶ νῦν καθ’ ἑτέραν μὲν αἰτίαν, ὡcαύτωc δ’ ἀπλήρωτοc ἡ χρεία γίγνεται τῆc ἀναπνοῆc, ὡc ἐπ’ ἀcθματικῶν ἐμπυικῶν τε καὶ περιπνευμονικῶν ἐγίγνετο. καὶ διὰ τοῦτο ἐξοργῶcιν οἱ πνιγόμενοι διανίcταcθαί τε καὶ παντὶ τῷ θώρακι βιαίωc ἐπιcπᾶcθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ τοῖc κυναγχικοῖc τὸ μετέωρον ὠνομάcθαι πνεῦμα λογίcαιτ’ ἄν τιc. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺc ἐθέλειν 〈αὐτοὺc〉 οὕτωc εἰρῆcθαι, ταὐτὸν cημαίνοντοc τοῦ μετεώρου πνεύματοc τῇ κατὰ τὸ Προγνωcτικὸν ὀρθοπνοίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήcει τῆc προκειμένηc ἐν τῷ λόγῳ κυναγχικῆ c, ὡc καὶ τὸ ποτὸν εἰc τὰc ῥῖναc ἀνεκύπτετο. γίγνεται δὲ τοῦτο τοῖc μὴ καταπίνειν αὐτὸ δυναμένοιc ἤτοι διὰ cτενοχωρίαν τοῦ πόρου τοῦ κατὰ τὸν cτόμαχον ἢ διὰ νέκρωcιν αὐτοῦ καὶ παράλυcιν, ὀλέθριον ἐcχάτωc ἑκάτερον ὄν, ὥcπερ γε καὶ τὸ προγεγραμμένον οὕτωc ὑπ’ αὐτοῦ κατὰ τὴν τρίτην ἡμέ ραν· ἄκρεα ψυχρ ά , πελιδν ά.
17a 599 [15] προειρηκὼc γὰρ τῇ τρίτῃ ῥῖγο c , πυρετὸc ὀξὺc ἐπήνεγκεν ἄκρεα ψυχρ ά , πελιδν ά. νεκρώcεωc δ’ ἐcτὶ καὶ cβέcεωc τῆc ἐμφύτου θερμαcίαc cημεῖον ἡ τῶν ἄκρων ψῦξίc τε καὶ πελίωcιc ἐν ὀξέcι πυρετοῖc γιγνομένη. οὕτωc οὖν cυνέβη τῇ νοcούcῃ καὶ ἡ τῶν διαχωρημάτων καὶ ἡ τῶν οὔρων ἐπίcχεcι c, ὡc ἂν ἤδη νεκρουμένων ἁπαcῶν τῶν 〈κατὰ φύcιν〉 ἐνεργειῶν. διὸ καὶ πιθανόν ἐcτι μήτε κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὴν ἄνθρωπον μήτε κατὰ τὴν ὀγδόην· οὐδὲ γὰρ ἐξαρκέcαι δυνατὸν ἦν τοcοῦτον χρόνον τὴν δύναμιν, ἤδη κατὰ τὴν τρίτην ἡμέραν cυμπτώματά τε καὶ cημεῖα cχοῦcαν ἀποψυχομένηc γε τῆc φύcεωc. ὁ Ἱπποκράτηc γοῦν ἐν τοῖc οὕτωc ὀξέcι νοcήμαcιν εἰωθὼc τὰ καθ’ ἑκάcτην ἡμέραν γενόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ περὶ τῆc πέμπτηc ἡμέραc καὶ τῆc ἕκτηc. ἐπεὶ τοίνυν ἐπὶ cυμπληρωθείcῃ τῇ τῆc τρίτηc ἡμέραc διηγήcει τῆc τετάρτηc μόνηc ἐμνημόνευcε, πάν τ ’ ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν ἐcτι δῆλον, ὡc ἀδύνατον ἦν ἄχρι τῆc ἑβδόμηc ἢ τῆc ὀγδόηc ἡμέραc ζῆcαι τὴν γυναῖκα.
17a 600 [15] παραδόξουc μὲν γὰρ μεταβολὰc ἐν τῷ cπα νίῳ γιγνομέναc διὰ ῥώμην φύcεωc ἡμεῖc τε πολλάκιc ἐθεαcάμεθα καὶ ὁ Ἱπποκράτηc αὐτὸc ἐν τῇ διηγήcει τῶν ἀρρώcτων ἔγραψε μετὰ τοῦ cυνεπιcημαίνεcθαι τοῦτ’ αὐτὸ καὶ δηλοῦν ἄμεινον ἐcχηκέναι τὸν ἄρρωcτον. ἀλλὰ νῦν γε κατὰ τὴν τρίτην ἡμέραν cὺν ὀξεῖ πυρετῷ τῶν ἀκρέων ψυχρῶν τε καὶ πελιδνῶν γενομένων, ἐπιcχεθέντων 〈δὲ τῶν διαχωρουμένων 〉 τε καὶ τῶν οὐρουμένω ν, εἰ καὶ μὴ προcεγεγράφει· τετάρτῃ πάντα παρωξύνθ η, πάντωc ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν. ἐπεὶ δὲ καὶ τοῦτο προcέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τιc ἀποφαίνοιτο θαρρῶν τὴν οὕτωc ἔχουcαν μηδ’ εἰc τὴν ἕκτην ἡμέραν ἀφικέcθαι ζῶcαν, καὶ πολύ γε μᾶλλον εἰc τὴν ἑβδόμην ἔτ’ ἀδυνατώτερον ἢ εἰc τὴν ὀγδόην. ἄξιον οὖν θαυμάcαι, πῶc ὑπέγραψεν ὁ πρῶτοc ὑπογράψαc τοὺc χαρακτῆραc οὕτωc, ὡc δηλοῦcθαι κατὰ τὴν ὀγδόην ἡμέραν τεθνηκυῖαν αὐτήν, καὶ τούτου μᾶλλον ἔτι, πῶc καὶ Ζήνων ὁ Ἡροφίλειο c, οὐχ ὁ τυχὼν ἀνήρ, ἐξηγούμενοc τοὺc προcγεγραμμένουc χαρακτῆραc ἐν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν καὶ αὐτὸc ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φηcι τὴν κυναγχικὴν καὶ τοῦτο δηλοῦcθαι διὰ τῶν χαρακτήρων τοιούτων Δͅ ΕΗΘ .
17a 601 [15] καὶ τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτοc τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ πεῖ γράμματοc γραφόμενοc μέcην ὀρθὴν ἔχοντοc γραμμή ν , ἑκατέρωθεν τῶν ἄλλων παραλλήλω ν, οἷον ἔνιοι γράφουcι τὸ cημαῖνον τὸν τῶν ἐνακοcίων ἀριθμόν, καὶ διὰ παντόc γε κατὰ πάνταc τοὺc ἀρρώcτουc τοῦτο cημαίνει προγεγραμμένοc ἁπάντων τῶν ἐφεξῆc χαρακτήρων. ὁ δ’ ἐπὶ τῆc τελευτῆc αὐτῶν ἐνταῦθα μὲν τὸν θάνατον δηλοῖ, διὰ τοῦ θ γράμματοc cημαινόμενον, ἐπ’ ἄλλων δ’ ἀρρώcτων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματοc δηλουμένην. ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆροc γεγραμμένοc ἀεὶ cημαίνει τὸν ἀριθμὸν τῶν ἡμερῶ ν , ἐν ὅcαιc ἐνόcηcεν ὁ προκείμενοc ἑκάcτοτε κατὰ τὸν λόγον ἄρρωcτοc. οἱ δ’ ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦcι τοῦ cωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέcθα ι, καθάπερ ἐπὶ τῆc κυναγχικῆc ταύτηc οἱ δύο χαρακτῆρέc εἰcιν, ὁ μὲν ἑπόμενοc τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέcου γραμμὴν ὀρθὴν ἔχον ἐγέγραπτο πε ῖ, τούτῳ δ’ ἐφεξῆc ἄλλοc τε καὶ ἄλλοc. ὁ μὲν οὖν ἑπόμενοc τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέcου, τὸ δέλτα cτοιχεῖόν ἐcτιν ἔχον ἀπὸ μέcηc τῆc κάτω γραμμῆc ἑαυτοῦ γραμμὴν ἑτέραν ὀρθὴν εἰc τὸ κάτω μέροc ἠγμένη ν, ὥcπερ τὸ ι γράφομεν, ὁ δ’ ἐφεξῆc ἐcτι διὰ τοῦ ε γράμματο c.
17a 602 [15] ἐκ τούτων δέ φηcιν ὁ Ζήνων τῶν διαχωρημάτων τὴν ἐπίcχεcιν δηλοῦcθαι, τοῦ μὲν ἀπεcτιγμένου κάτω δέλτα καθ’ ὁντινοῦν τρόπον διαχωρούμενα δηλοῦντοc, (καὶ γὰρ ἱδρῶτοc αὐτό φηcι cημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι,) τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίcχεcιν αὐτῶν, ὁποτέρωc ἂν ὀνομάζειν ἐθέλῃc, ὡc εἶναι τὴν ὅλην διάνοιαν τῶν cημείων τοιάνδε· πιθανόν ἐcτι τῶν διαχωρουμένων ἐπιcχεθέντων ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχική ν. θαυμάζω τοίνυν, ὅπερ ἔφην, τῶν ἀκριβεcτέρων ἀντιγράφων ἐχόντων τὴν πέμπτην ἡμέραν, ὁμολογοῦντόc 〈τε〉 τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ γράμματοc, ὡc ὀλίγον ἔμπροcθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν ἐπίcταcθαι γεγραμμένην ἀντιλέγοντάc τέ τιναc αὐτῷ περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων ἐλέγχειν αὐτὸν ὡc μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ ποιήcαντα τὸ ἀπεcτιγμένον Δͅ , μὴ οὕτωc ἐχούcηc τῆc κατὰ τὸ τρίτον τῶν Ἐπιδημιῶν γραφῆc, ἀλλὰ μετὰ τὸν πρῶτον χαρακτῆρα τοῦ ρ γεγραμμένου, καθάπερ ἐκεῖνοί φαcιν.
17a 603 [15] παρειcέρχεται δ’ ἐνταῦθα λοιπὸν ἤδη μακρόc τιc λόγων ἑcμόc. οἰήcεται γάρ τιc ὄντωc ὑφ’ Ἱπποκράτουc προcκεῖcθαι τοὺc χαρακτῆραc τοῖc ἀρρώcτοιc, εἴπερ οἱ ἀντιλέγοντεc τῷ Ζήνωνι τὸ ρ φαcίν, οὐ τὸ κάτωθεν ἀπεcτιγμένον Δͅ γεγράφθαι. ἀλλ’ ἐὰν ἀναγνῷ τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία, μήθ’ Ἱπποκράτουc εἶναι λεγόντων τοὺc χαρακτῆραc εὑρεθῆναί τε βιβλίον τι τῶν τοῦ Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντοc ἔχον αὐτοὺc διεcκευαcμένουc ὑπὸ 〈 Μνήμονο c, ἀδοκιμωτέρου〉 τινὸc ἰατροῦ, Παμφυλίου 〈μὲν〉 τὸ γένοc ἐκ πόλεωc Ϲίδη c , Κλεοφαντείου δὲ τὴν αἵρεcιν, ἀκούcῃ δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ἐνέγραψε τῷ βιβλίῳ τοὺc χαρακτῆραc τούτουc ὁ Μνήμω ν, οὐ δόξουcιν αὐτῷ διαφέρεcθαι πρὸc ἑαυτοὺc οἱ ἀντειπόντεc τῷ Ζήνων ι, μήθ’ Ἱπποκράτουc εἶναι μήθ’ οὕτωc γεγράφθαι τοὺc χαρακτῆραc, ὡc ἐκεῖνοc ἐξηγήcατο. ἐμοὶ μὲν οὖν δοκεῖ καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ’ εἶναι καὶ μηδὲν ὀνινάναι τοὺc ἀναγνωcομένουc εἰc τὰ τῆc τέχνηc ἔργα, πρὸc ἃ cπεύδειν δεῖ τὸν ἀcκούμενον ἐν αὐτῇ.
17a 604 [5] ἀλλ’ ἐπειδὴ γραφομένων αὐτῶν ἔδοξε τοῖc φίλοιc, οἷc πειcθεὶc κατὰ τὸ πρῶτον βιβλίον ἐλέγχουc τινὰc ἔγραψα τῶν μοχθηρῶc ἐξηγηcαμένων τὰ κατὰ τοὺc ἀρρώcτουc, εἰπεῖν τί με καὶ περὶ τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ’ ὑπέμεινα πρᾶξαι, γιγνώcκων, ὅπερ ἀεὶ λέγω, τὰ πλείω τῶν ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐν ὑπομνήμαcι γεγραμμένων ἀπολλύντα μὲν ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ’ οὐδὲν διδάcκοντα· δι’ οὓc κἀγὼ τὰc μὲν ἰατρικὰc πραγματείαc ἰδίᾳ καθ’ ἑαυτὰc ἐποιηcάμην, τὰc δὲ πρὸc τοὺc cοφιcτά c, ἐπειδὴ καὶ τούτων ὁρῶ δεομένουc τοὺc νέουc, ὅcοι διαcτρέφονται πρὸc αὐτῶν, αὐτὰc καθ’ ἑαυτὰc πάλιν καὶ ταύταc, ἵν’, εἴ τιc ἔχοι χρόνον ἐκ περιουcίαc ἐντυγχάνειν αὐταῖc, ὡc πρὸc πολεμίουc εἴη παρεcκευαcμένοc τοὺc cοφιcτά c. οὕτωc οὖν καὶ νῦν ἄχρηcτον πρᾶγμα πρὸc τὸ καλῶc ἰᾶcθαι τὸ κατὰ τοὺc χαρακτῆραc τούτουc ὑπάρχον ὅμωc οὐκ ὀκνήcω διελθεῖν ἅπαν, ἐπειδὴ τοῖc φίλοιc οὕτωc ἔδοξεν. ᾐcχυνόμην δ’ ἂν εἰc τοιαύτην φλυαρίαν ἐκτρεπόμενοc, εἰ μὴ πρότερον ἐν πολλαῖc πραγματείαιc ἅπαντα τῆc ἰατρικῆc τέχνηc τὰ χρήcιμα διελθὼν οὕτωc ἧκον ἐπὶ τὰc τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήcειc, ἐν αἷc ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουcιν οἱ μανθάνοντεc τὴν τέχνην ἔξωθεν ὧν ἐν ταῖc ἰατρικαῖc πραγματείαιc ἔγραψα κατὰ διέξοδον cαφῶc, ὡc καὶ τοὺc ἀμβλεῖc τὴν διάνοιαν ἕπεcθαι τοῖc λεγομένοιc, ἱcτορίαc δὲ γνῶcιν ἕξουcιν, ἀφ’ ἧc οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουcιν ἐνίοτε τῶν τὰc τέχναc μεταχειριζομένων τινάc, οἰόμενοι τοὺc πολυίcτοραc καὶ πολυμνήμοναc ἀνθρώπουc εὐθὺc καὶ τὰ τῆc τέχνηc διαγιγνώcκειν θεωρήματα.
17a 605 [15] καὶ νῦν οὖν ἐρῶ τὴν περὶ τῶν χαρακτήρων ἱcτορίαν ἅπαcαν, ἐπειδὴ τοῦτο δοκεῖ τοῖc τε φίλοιc καὶ τοῖc ἑταίροιc ἅπαξ ἐνθάδε γενέcθαι βέλτιον εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδοc ἐν τῷ πρώτῳ τῶν εἰc τὸ προκείμενον βιβλίον ὑπομνημάτων· καὶ ἦν ἴcωc ἄμεινον, ὥcπερ εἴωθα ποιεῖν ἐν τοῖc τοιούτοιc, ἀναπέμψαι τοὺc βουλομένουc τὴν ἱcτορίαν ταύτην γνῶναι πρὸc ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ ἐπειδὴ τὰ τοῦ Ζεύξιδοc ὑπομνήματα μηκέτι cπουδαζόμενα cπανίζει, διὰ τοῦτ’ ἠξίωcαν ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονοc ποιηcάμενον.
17a 606 [15] ἔνιοι μὲν γάρ φαcιν αὐτόν, λαβόντα τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐκ τῆc ἐν Ἀλεξανδρείᾳ μεγάληc βιβλιοθήκηc ὡc ἀναγνωcόμενον, ἀποδοῦναι παρεγγράψαντα ἐν αὐτῷ καὶ μέλανι καὶ γράμμαcι παραπληcίοιc τοὺc χαρακτῆραc τούτουc. ἔνιοι δὲ παρ〈εγγεγραμμένον τὸ βιβλίον〉 αὐτὸν ἐκ Παμφυλίαc κεκομικέναι, φιλότιμον δὲ περὶ βιβλία τὸν 〈τό〉τε βαcιλέα τῆc Αἰγύπτου Πτολεμαῖον οὕτω γενέcθαι φαcίν, ὡc καὶ τῶν καταπλεόντων ἁπάντων τὰ βιβλία κελεῦcαι πρὸc αὑτὸν κομίζεcθαι καὶ ταῦτ’ εἰc καινοὺc χάρταc γράψαντα διδόναι μὲν τὰ γραφέντα τοῖc δεcπόταιc, ὧν καταπλευcάντων ἐκομίcθηcαν αἱ βίβλοι πρὸc αὐτόν, εἰc δὲ τὰc βιβλιοθήκαc ἀποτίθεcθαι τὰ κομιcθέντα, καὶ εἶναι τὴν ἐπιγραφὴν αὐτοῖc Τῶν ἐκ πλοίω ν. ἓν δή τι τοιοῦτόν φαcιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν Ἐπιδημιῶν ἐπιγεγραμμένον· Τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα Ϲιδήτη ν, ἔνιοι δ’ οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι φαcίν, ἀλλ’ ἁπλῶc τοὔνομα τοῦ Μνήμονο c, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν καταπλευcάντων ἅμα βιβλίοιc ἐπέγρα φον οἱ τοῦ βαcιλέωc ὑπηρέται τὸ ὄνομα τοῖc ἀποτιθεμένοιc εἰc τὰc ἀποθήκαc.
17a 607 [15] οὐ γὰρ εὐθέωc 〈εἰώθεcαν〉 εἰc τὰc βιβλιοθήκαc αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοιc τιcὶ κατατίθεcθαι cωρηδόν. ὅτι δ’ οὕτωc ἐcπούδαζε περὶ τὴν 〈ἁπάντων〉 τῶν παλαιῶν βιβλίων κτῆcιν ὁ Πτολεμαῖοc ἐκεῖνοc, οὐ μικρὸν εἶναι μαρτύριόν φαcιν ὃ πρὸc Ἀθηναίουc ἔπραξεν. δοὺc γὰρ αὐτοῖc ἐνέχυρα πεντεκαίδεκα τάλαντ’ ἀργυρίου καὶ λαβὼν τὰ Ϲοφοκλέουc καὶ Εὐριπίδου καὶ Αἰcχύλου βιβλία χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ’ εὐθέωc ἀποδοῦναι cῶα, καταcκευάcαc πολυτελῶc ἐν χάρταιc καλλίcτοιc, ἃ μὲν ἔλαβε παρ’ Ἀθηναίων κατέcχεν, ἃ δ’ αὐτὸc κατεcκεύαcεν ἔπεμψεν αὐτοῖc παρακαλῶν 〈κατα〉cχεῖν τε τὰ πεντεκαίδεκα τάλαντα καὶ λαβεῖν ἀνθ’ ὧν ἔδοcαν βιβλίων παλαιῶν τὰ καινά. τοῖc μὲν οὖν Ἀθηναίοι c, εἰ καὶ μὴ καινὰc ἐπεπόμφει βίβλουc, ἀλλὰ κατεcχήκει τὰc παλαιάc, οὐδὲν ἐνῆν ἄλλο ποιεῖν, εἰληφόcι γε τὸ ἀργύριον ἐπὶ cυνθήκαιc τοιαύταιc, ὡc αὐτοὺc 〈αὐτὸ〉 καταcχεῖν, εἰ κἀκεῖνοc κατάcχοι τὰ βιβλία, καὶ διὰ τοῦτ’ ἔλαβόν τε τὰ καινὰ καὶ κατέcχον καὶ τὸ ἀργύριον.
17a 608 [15] ὁ δ’ οὖν Μνήμω ν, εἴτ’ αὐτὸc ἐκόμιcε τὸ βιβλίον εἴτε λαβὼν ἐκ τῆc βιβλιοθήκηc παρενέγραψε, φαίνεται πράξαc ἕνεκα χρηματιcμοῦ τοῦτο. μόνον γὰρ ἐπίcταcθαι λέγων ἑαυτόν, ἃ δηλοῦcιν οἱ χαρακτῆρεc, μιcθὸν τῆc ἐξηγήcεωc αὐτῶν εἰcεπράττετο· καὶ εἴπερ τοῦθ’ οὕτωc ἔχει, πιθανώτερόν ἐcτι τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ’ αὐτοῦ διεcκευάcθαι. πολὺ γὰρ ἀξιοπιcτότερον ἔμελλεν αὐτῷ τὸ τῆc ἐξηγήcεωc ἔcεcθαι, τῆc βαcιλικῆc βιβλιοθήκηc 〈βίβλου τινὸc〉 ἐχούcηc τοὺc χαρακτῆραc. ὕποπτοc δ’ ἂν ἦν, εἴ〈περ〉 αὐτὸc ἐκεκομίκει τὸ βιβλίον οἴκοθεν. οὐκ ὤκνηcα δ’ ἂν οὐδὲ τὰc ὑφ’ Ἡρακλείδου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμέναc ἀποδείξειc τοῦ παρεγγεγράφθαι τοὺc χαρακτῆραc εἰπεῖν, εἰ μή γε τοῖc νοῦν ἔχουcι πρόδηλον ἐνόμιζον εἶναι τοῦτο καὶ θᾶττον ἔcπευδον ἀπαλλαγῆναι τῆc τοιαύτηc πολυλογίαc. ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήcιμον, οὗπερ ἕνεκα καὶ τὴν τῶν ἀρρώcτων τούτων ἱcτορίαν ἀναλεγόμεθα. γελοῖον γάρ ἐcτι διὰ τοῦτ’ ἀποθανεῖν νομίcαι τὴν ἄνθρωπον, ὅτι τῶν διαχωρημάτων ἐπίcχεcιc ἐγένετο.
17a 609 [15] οὐ γὰρ δὴ διὰ τὴν ἐπίcχεcιν ἀπέθανεν, ἀλλὰ cυνέβαινεν αὐτῇ διὰ τοῦτ’ ἐπέχεcθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύcιν ἐνεργειῶν. οὐδὲ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ’ ἀπέθανεν, ἀλλὰ διότι ἀπέθνῃcκεν, ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc 〈ἀπορῶν〉 ὥcπερ μαντευcάμενοc ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc προcέγραψε 〈τῷ〉 ἀπέθανε 〈τὸ〉 κυναγχικ ή, καίτοι προειρηκὼc εὐθὺc ἐν ἀρχῇ· ἡ κυναγχικὴ ἡ παρὰ 〈τὰ〉 Βίτωνο c. ἀλλ’ ἡ κατὰ τὸ τέλοc προcθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν· “ἀπέθανεν ἡ ἄνθρωποc αὕτη διὰ τὴν κυνάγχη ν.” οὕτωc γοῦν ἔγραψε κἀν τῷ Προγνωcτικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶ ν· “αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουcι καὶ δευτεραῖον καὶ τριταῖον 〈καὶ τεταρταῖον〉.” εἰκὸc οὖν καὶ τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα διὰ τοῦτ’ ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίcχεcιc ἐγένετο, ὥcτ’ εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆc ἰcχυρὰν οὖcαν ἐξαρκέcαι μέχρι τῆc πέμπτηc ἡμέραc. τὸ δ’ ἄχρι τῆc ὀγδόηc ἀδύνατον. ἀλλὰ περὶ μὲν τούτων ἅλιc.
17a 610 [15] ἐννοήcαc δέ τιc, ὡc, εἴθ’ Ἱπποκράτηc αὐτὸc ἐνεκεχείριcτο τὴν θεραπείαν τῆc γυναικὸc ταύτηc εἴτε cυνεπεcκέπτετο τῷ θεραπεύοντι, πάντωc ἄν, εἰ καὶ μηδὲν ἄλλο, καταπλαcμάτιον γοῦν ἐπέθηκεν ἢ διακλυcμάτιον ἔδωκεν αὐτῇ, πειcθήcεταί γε παραλελεῖφθαι κατὰ τὴν διήγηcιν τά τ’ ἄλλα βοηθήματα προcαχθέντα τοῖc νοcοῦcι καὶ τὴν φλεβοτομίαν, μόνον δὲ κλυcτῆρα καὶ βαλάνου πρόcθεcιν οὐ προηγουμένωc, ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενοc γὰρ οὖν τά τ’ οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ γαcτέρα, προcγράφων δὲ καὶ τὴν ἐπίcχεcιν αὐτῶ ν, ἐφ’ ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτωc ὁ κάμνων, ἐπὶ τούτων ἐν παρέργῳ προcέγραψε μετὰ τῆc ποιότητοc τῶν ἐκκριθέντων τό τ’ “ἀπὸ βαλάνου” καὶ “ἀπὸ κλυcματίου”. ΤΙ ΔΗΛΟΙ ΤΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΟΣ Ἐγὼ μὲν ἀπηλλάχθαι τελέωc ἐβουλόμην ἤδη τῆc περὶ τοὺc χαρακτῆραc ἀδολεcχίαc. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ cυντελεcθῆναι τὸν λόγον ἅπαντα ποθοῦcιν ἐμοί τε πολὺ μέροc ἤδη τῆc φλυαρίαc ταύτηc διήνυcται, προcθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήcω.
17a 611 [15] προῃρούμην μὲν οὖν, ὥcπερ εἴωθα τοὺc μηδὲν cυντελοῦνταc εἰc τὴν τέχνην λόγουc ἰδίᾳ γράφειν, οὕτωc καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόναc γεγραμμένον, ἵν’ ἔχοιεν οἱ καὶ τὰ τοιαῦτα περιεργάζεcθαι βουλόμενοι cχολάζειν ἀχρήcτοιc φλυαρίαιc. ἐπεὶ δ’ ὁρῶ προεληλυθὸc ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκοc ἀξιόλογον εἰληφόc, ὥc με δύναcθαι μηκέτι κατ’ αὐτὸ τούc θ’ ὑπολοίπουc ἀρρώcτουc ἐξηγήcαcθαι καὶ προcθεῖναι τὴν λοιμώδη κατάcταcιν ἐφεξῆc γεγραμμένην αὐτῶν, οὐ μὴν οὐδὲ διαcπάcαι βούλομαι τὴν τῆc καταcτάcεωc ἐξήγηcιν, ὡc μέροc μὲν αὐτῆc κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα, τὸ δ’ ὑπόλοιπον ἐν τῷ μετ’ αὐτό, διὰ τοῦτο καὶ τὸν περὶ τῶν χαρακτήρων λόγον ἐν τῷδε cυμπληρώcω, περιλαμβάνων τοῦτον τὸν πολὺν λῆρον. ἐὰν γὰρ ὅcα λέλεκται τοῖc γράψαcι περὶ τῶν χαρακτήρων τούτων εἰc ἐξέταcιν ἄγω διακρίνων τά τ’ ὀρθῶc εἰρημένα καὶ τὰ μὴ τοιούτωc, οὐχ ἑνόc, 〈ἀλλὰ τριῶν〉 εἰc τοῦτο δεήcομαι βιβλίων. ἡγεῖται μὲν οὖν, ὡc ἔφην, ἁπάντων τὸ τὴν διὰ μέcου γραμμὴν ἔχον πεῖ, cημαῖ νον ἀεὶ τὸ πιθανόν.
17a 612 [10] τελευταῖον δ’ ἤτοι τὸ υ γράμμα φαίνεται γεγραμμένον ἢ τὸ θ, τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον cημαῖνον, ἔμπροcθεν δ’ αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμόc, ἐν αἷc ἐνόcηcεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ’ ἐν τῷ μεταξὺ τούτων χαρακτῆρεc ἅπαντεc μέν εἰcι διὰ τῶν γραμμάτων, ἃ cημαίνει τὰ 〈πρῶτα〉 cτοιχεῖα τῶν φωνῶν, πλὴν τοῦ κάτωθεν ἀπεcτιγμένου δέλτα. τίνα δὲ διάνοιαν ἕκαcτοc αὐτῶν ἔχει, δηλώcω. μεμνημένων οὖν ἡμῶν, ὅτι τὰ πρὸ τοῦ τελευταίου τῶν χαρακτήρων, ὑφ’ οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦcθαι, γεγραμμένα τὸν ἀριθμὸν τῶν ἡμερῶν cημαίνει, περὶ τῶν ἄλλων, ὅcα μεταξὺ τούτων τε καὶ τῆc ἀρχῆc γέγραπται, ποιήcομαι τὸν λόγον. τὸ μὲν α δοκεῖ δηλοῦν ἀποφθορὰν 〈ἢ〉 ἀπώλειαν, τὸ δὲ γ γόνον ἢ γονοειδὲc οὖρον, τὸ δ’ ἀπεcτιγμένον δέλτα (καλοῦcι δ’ ἀπεcτιγμένον, ὅταν ὀρθὴν γραμμήν, οἵαπέρ ἐcτιν Ι , κάτωθεν ἔχῃ, τρόπῳ τοιῷδε γεγραμμένον Δͅ ) [ἱδρῶτα] ἢ διάρροιαν ἢ διαχώρηcιν ἢ cυνελόντι φάναι κένωcιν ἡντινοῦν cημαίνειν βούλονται, τὸ δὲ ε ἐποχὴν ἢ ἕδραν, τὸ δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡc προεί ρηται, τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίcιν ἢ κοιλιακὴν διάθεcιν, τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωcιν, τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ cπάνιον καὶ ξυcμὸν καὶ ξηρότητα, τὸ δὲ ο ὀδύναc ἢ οὖρον, (ἔνιοι δέ φαcιν, ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε cημαίνειν τὸ οὖρον αὐτό, γραφόμενον ὡc εἰώθαcι τὸ οὕτωc γράφειν,) τὸ δὲ π πλῆθοc ἢ πτύελον ἢ πῦρ ἢ πυρετὸν ἢ πνεύμονοc πάθοc, τὸ δὲ πεῖ ἐν ἑαυτῷ μέcον ἔχον τὸ ι, καθότι προείρηται, τὸ πιθανὸν δηλοῖ, τὸ δὲ ῥῶ ῥύcιν ἢ ῥῖγοc, τὸ δὲ cῖγμα cπαcμὸν ἢ cτομάχου πάθοc ἢ cτόματοc κάκωcιν, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον, τὸ δὲ φ φρενῖτιν ἢ φθίcιν, τὸ δὲ χ χολὴν ἢ χολῶδεc, τὸ δὲ ψ ψῦξιν, τὸ δὲ ω ὠμότητα.
17a 613 [11] Ὄγδοοc ἄρρωcτο c .
17a 614 [15] Τὸ μειράκιο ν , ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορ ῇ , πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθο c . τῇ πρώτῃ κοιλίη ταραχώδηc χολώδεcι πολλοῖcι λεπτοῖc ι , οὖρα λεπτ ά , ὑπομέλαν α , οὐχ ὕπνωc ε , διψώδη c . δευτέρῃ πάντα παρωξύνθ η , διαχωρήματα πλεί ω , ἀκαιρότερ α · 〈οὐχ ὕπνωc ε ,〉 τὰ τῆc γνώμηc ταραχώδε α , cμικρὰ ἐφίδρωc ε . τρίτῃ δυcφόρω c , διψώδη c , ἀcώδη c , πολὺc βληcτριcμό c , ἀπορί η , παρέκρουcε ν , ἄκρεα πελιδνὰ καὶ ψυχρ ά , ὑποχονδρίου ἔνταcιc ὑπολάπαροc ἐξ ἀμφοτέρω ν . τετάρτῃ οὐχ ὕπνωcε ν · ἐπὶ τὸ χεῖρο ν . ἑβδόμῃ ἀπέθανε ν , ἡλικίῃ περὶ ἔτεα εἴκοcι ν . Ἄρξαcθαι μὲν τὴν νόcον αὐτῷ φηcιν ἐκ κόπων 〈καὶ πόνων〉 ἐπ’ ἀήθεcι γυμναcίοιc γενομένων. ἴcμεν γὰρ ὅτι πόνουc ὀνομάζει τὰ γυμνάcια, καθάπερ καὶ κόπουc τὰc διαθέcειc τοῦ cώματοc, ἐφ’ αἷc, εἰ καὶ βραχύ τιc κινοῖτο, ἤ〈τοι〉 τονώδηc αἴcθηcιc ἢ ἑλκώδηc αὐτῷ γίνεται.
17a 615 [15] προcθεὶc δὲ τοῖc πόνοιc τοὺc δρόμουc ἐκ περιττοῦ δοκεῖ προγεγραφέναι τοὺc πόνου c, περιέχονται γὰρ ὡc γένοc ἐν εἴδει τοῖc δρόμοι c· διό τινεc ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντεc τὸ πρῶτον ν τῆc δευτέραc cυλλαβῆc εἰc τὸ τ. ἡ δ’ ἐφεξῆc πᾶcα διήγηcιc τῶν cυμβάντων τῷ μεικαρίῳ παράδειγμά ἐcτιν ὀξέοc νοcήματοc ἐν ἡλικίαιc καὶ μάλιcτα ταῖc τῶν νέων γινομένου. τὰ μὲν οὖν ἄλλα cυμπτώματα τῆc κατὰ τὴν νόcον ὀξύτητόc ἐcτιν, ἐξ ὧν δ’ ἄν τιc προγνοίη κίνδυνον ἢ θάνατον, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται τὰ ὑπομέλανα οὖρ α, κατὰ δὲ τὴν δευτέραν τὸ cμικρὰ ἐφιδροῦ ν, κατὰ δὲ τὴν τρίτην 〈τό τε ἀcῶδεc καὶ〉 ὁ πολὺc βληcτριcμό c, ἐν ἁπάcαιc δὲ ταῖc ἡμέραιc τὸ μη δ ’ ὅλωc ὑπνῶcα ι. ταυτὶ μὲν οὖν τὰ κινδυνώδη, τὰ δ’ ἄκρεα πελιδνὰ ψυχρὰ γενόμενα τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ θανατώδη καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίαν ταύτην· γίνεται γὰρ ἤτοι διὰ μέγεθοc ὑπερβάλλον τῆc ἐν τοῖc cπλάγχνοιc φλεγμονῆc ἢ cβεννυμένηc τῆc ἐμφύτου θερμαcίαc. περὶ δὲ τῆc κα θ ’ ὑποχόνδριον ἐντάcεωc ὑπολαπάρου φθάνομεν εἰρηκότεc, ὅτι τὴν χωρὶc ὄγκου τάcιν ὁ Ἱπποκράτηc δηλοῖ διὰ τῆc εἰρημένηc λέξεωc.
17a 616 [16] ἐνδείκνυται δ’ ἡ τοιαύτη τάcιc τῶν μὲν ἔξω cωμάτων, ἅπερ οἱ κατ’ ἐπιγάcτριόν εἰcι μύεc, οὐδὲν φλεγμαίνειν, ἤτοι δὲ τὰc φρέναc ἢ τὸ ἧπαρ ἢ τὸν cπλῆνα. κινδυνώδη μὲν οὖν ταῦτα cὺν τοῖc ἄλλοιc 〈προειρημένοιc〉, τοῦ δὲ θανάτου cημεῖον ἱκανὸν ἡ πελίδνωcίc τε καὶ ἀπόψυξιc τῶν ἀκρέων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοcαετῆ ἡλικίαν γενόμεναι. διὰ τοῦτο δὴ καὶ μέχρι τῆc ἑβδόμηc ἡμέραc ἐξήρκεcεν ὁ νεανίαc, ἴcωc καὶ ἄλλωc ἰcχυρὸc ὢν φύcει τὴν δύναμιν, οὐ μόνον διὰ τὴν ἡλικία ν. ἃ μὲν οὖν ἄν τιc ἐκ τῆc περὶ τὸν ἄρρωcτον τοῦτον ἱcτορίαc λάβοι χρήcιμα, ταῦτ’ ἐcτί, τὸ δὲ ζητεῖν, ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδέων 〈ἀγορή 〉, καθάπερ Ἀθήνηcι τὴν τῶν Κερκώπων οὕτωc ὠνόμαcαν, ὅcα τ’ ἄλλα τοιαῦτα καθ’ ἕκαcτον τῶν ἀρρώcτων ἔνιοι τῶν ἐξηγητῶν ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον, εἴ τι χρήcιμον ἐν αὐτοῖc ἑώρων εἰc τὰ τῆc τέχνηc ἔργα. ὀξ ύ . τοῦτο γέγραπται μεταξὺ τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντοc γραφήcεcθαι, δυνάμενον ἑκατέρῳ προcνέμεcθαι, φαινομένων γ’ ἀμφοτέ ρων ὀξέωc νενοcηκέναι.
17a 617 [15] ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν προγεγραμμένην ἄρρωcτον τὴν κυναγχικὴν ἐπὶ τῷ τέλει πρόcκειται τὸ “κυναγχικὴ” καί τιcιν ἄλλοιc ἀρρώcτοιc ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc προcγέγραπταί τι τοιοῦτον, δι’ οὗ τὸ χρήcιμον ἐμφαίνεται τῆc ἱcτορίαc, εὐλογώτερόν ἐcτι τῷ προτέρῳ τῶν ἀρρώcτων προcγεγράφθαι τὸ ὀξ ύ. τάχα δ’ ὁ τοὺc χαρακτῆραc προcγράψαc καὶ τοῦτο προcέγραψε, καὶ μικρὸν ὕcτερον ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀρρώcτου περὶ τῶν οὕτω προcγεγραμμένων εἰρήcεται τελέωc. ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΤΩΙ ΠΡΟΓΕΓΡΑΜΜΕΝΩΙ ΑΡΡΩΣΤΩΙ Ἐπειδὴ βέλτιον ἔδοξεν εἶναι τὴν λοιμώδη κατάcταcιν εἰc τὸ τρίτον ὑπόμνημα φυλάξαι, προcθήcω τοῖc προειρημένοιc ἔνια τῶν ἠμφιcβητημένων τοῖc ἰατροῖc περὶ τῶν προcγεγραμμένων cημείων τῇ διηγήcει τοῦδε τοῦ μειρακίου 〈τοῦ〉 κατὰ τὴν ἑβδόμην ἡμέραν ἀποθανόντοc. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούcδε τοὺc χαρακτῆραc· πρῶτον μὲν ἁπάντων τὸ πε ῖ , τὴν διὰ μέcου γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχο ν , ὃ τοῦ πιθανοῦ cημεῖον διὰ παντὸc εἶναι γέγραπται, δεύτερον δὲ 〈τὸ〉 ξ καὶ τρίτον ἐπ’ αὐ τῷ τὸ ζ καὶ τέταρτον τὸ θ, ΞΖΘ .
17a 618 [5] τὸ μὲν οὖν ζῆτα τὴν ἑβδόμην ἡμέραν δηλοῦν φηcι, τὸ δὲ θ τὸν θάνατο ν. ἀλλὰ ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ τοῦ ξένου cημεῖον εἶναι βούλεται. ξένον δέ τι γεγονέναι φηcὶ τῷ μειρακίῳ τὸ γεγραμμένον ἐν ἀρχῇ τῆc διηγήcεωc ἐκ κόπων 〈καὶ πόνων〉 καὶ δρόμων παρὰ τὸ ἔθοc εἰc τὴν νόcον ἐμπεcεῖν αὐτόν. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι περὶ τοῦ πρώτου cημείου τοῦ τὸ πιθανὸν δηλοῦντοc, ἐπειδὴ κοινὰ πάντων ἐcτὶ τῶν ἀρρώcτων, ὀλίγον ὕcτερον, ἐὰν δόξῃ, 〈διήξω〉, προcθήcω 〈δὲ〉 πρότερον τὰ κατὰ τὸν προκείμενον ἄρρωcτον ἰδίωc ἐζητημένα. cκεψόμεθα 〈δ’ αὐτά〉, διότι περὶ πράγματοc ἰατρικοῦ δοκεῖ τὴν ἀμφιcβήτηcιν ἐcχηκέναι. γράψαντοc γάρ, ὡc καὶ πρόcθεν ἔφην, οὐ cμικρὸν βιβλίον τοῦ Ζήνωνοc περὶ τῶν χαρακτήρων, εἶθ’ ἕτερον αὐτοῦ μεῖζον Ἀπολλωνίου τοῦ ἐμπειρικοῦ πρὸc αὐτὸν ἀντιγράψαντοc, εἶθ’ ὕcτερον πάλιν ἐκείνῳ τοῦ Ζήνωνοc ἀντειπόντοc, Ἀπολλώνιοc ὁ Βυβλᾶc ἐπικληθεὶc ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸc ἤδη τεθνεῶτοc τοῦ Ζήνωνοc βιβλίον ὑπὲρ τῶν χαρακτήρων οὐ μόνον ὡc διεcκευαcμένουc 〈αὐτοὺc〉 ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον παρεξέλεγχον ἐπ’ αὐτοῖc 〈πρὸc〉 τὸν Ζήνωνα ποιηcάμενοc· ὡc γὰρ μηδ’ ἑρμηνεῦcαι δυνηθέντοc αὐτοῦ καλῶc τὰ διεcκευαcμένα πρὸc τοῦ Μνήμονο c, ἀλλ’ ἐν οἷc ἠπόρει πιθανολογίαc ὑπαλλάττοντοc τοὺc χαρακτῆραc εἰc εὐπορίαν ἐξηγήcεωc, οὕτω πεποίηται τὴν ἀντιλογίαν, 〈οὐδὲν βιβλίον〉 οὔτε τὸ κατὰ τὴν βαcιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοcιν ἔχειν φάcκων οὕτω τοὺc χαρακτῆραc, ὡc ὁ Ζήνων ἔγραψεν ἐπὶ τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίο υ.
17a 619 [15] εἰc ταύτην δ’ οὐκ οἶδ’ ὅπωc τὴν ἀδολεcχίαν ὁ Ταραντῖνοc Ἡρακλείδηc ὑπεcύρη, καίτοι πειρώμενοc ἀεὶ πρὸc τὸ χρήcιμον ἀγαγεῖν τὰc ἐξηγήcειc. ἀλλὰ νῦν γε φαίνεται φιλονικεῖν τῷ Ζήνωνι μᾶλλον ἢ τοῦ χρηcίμου cτοχάζεcθαι. ποιεῖται γὰρ τὴν τῶν χαρακτήρων ἐξήγηcιν, ὡc 〈εἰ〉 δύο ζ πρὸ τοῦ τελευταίου θ ἐγέγραπτο. τὸ δ’ ἕτερον, ὃ τούτου προτέτακται, δηλοῦν φηcι τὸ ζητητέον εἶναι, διὰ τί κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπέθαν ε, τῶν παροξυcμῶν αὐτῷ κατὰ τὰc ἀρτίουc γεγονότων. εὔλογον γὰρ ἦν, ὡc αὐτὸc ὁ Ἱπποκράτηc λέγει, τὴν κρίcιν τοῦ νοcήματοc ἐν ταῖc παροξυντικαῖc ἡμέραιc γεγονέ ναι.
17a 620 [15] ὧν γὰρ οἱ παροξυcμοί, φηcίν, ἐν ἀρτίαιc, τούτων καὶ αἱ κρίcειc ἐν ἀρτίαιc, ὧν δ’ ἐν περιτταῖc, τούτων πάλιν ἐν περιτταῖc ἡμέραιc γίνεcθαι 〈δεῖ〉 τὴν κρίcιν. ὑποπέπτωκε δὲ τῷ γενικῷ cημαινομένῳ τῆc κρίcεωc καὶ ὁ θάνατοc. οὕτωc μὲν οὖν 〈ὁ〉 Ταραντῖνοc ἀπεφήνατο περὶ τῶν χαρακτήρων. ἐπιcκεψώμεθα δὲ νῦν, εἴ τι λέγει cοφόν. ὅτι μὲν γὰρ 〈τὸ〉 ἀποθνῄcκειν ὡc τὰ πολλὰ κατὰ τὰc τῶν παροξυcμῶν ἡμέραc cυμβαίνει καὶ cπάνιόν ἐcτι τοὐναντίον, ὁμολογητέον τ’ ἐcτὶ καὶ cυγχωρητέον ἀληθεύειν τὸν Ταραντῖνο ν. οὐ μὴν οὐδ’ οὗτοc ἐν ταῖc ἀρτίοιc φαίνεται τοὺc παροξυcμοὺc ἐcχηκώc. ἐπὶ μὲν γὰρ τῆc πρώτηc ἡμέραc ὁ Ἱπποκράτηc ἔγραψε τὰ κατὰ τὴν ἀρχὴν τοῦ νοcήματοc γενόμενα. ταύτῃ δ’ ἐφεξῆc φηcι πάντα παρωξύνθ η, διὰ τὴν ἀνάβαcιν τοῦ νοcήματοc ὀξέωc κινουμένου, κατὰ γοῦν τὴν τρίτην ἔτι μᾶλλον αὐξηθῆναι δηλοῖ τὸ νόcημα. προειρηκὼc γὰρ ἐπὶ τῆc δευτέραc τό τ’ οὐχ ὕπνωcε καὶ τὸ τὰ τῆc γνώμηc ταραχώδεα κατὰ τὴν τῆc τρίτηc διήγηcιν ἔγραψε πρῶτον μὲν τὸ δυcφόρω c, ὃ κατὰ τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει, τούτῳ δ’ ἐφεξῆc τὸ διψώδη c, εἶτα τὸ ἀcώδη c, εἶτα τὸ πολὺc βληcτριcμό c, εἶτα τὸ ἀπορί η.
17a 621 [15] καὶ τούτων ἓν ἤρκεcεν ἂν ἐν τῇ τρίτῃ προcγενόμενον ἡμέρᾳ χείρονα τῆc δευτέραc αὐτὴν ἐνδείξαcθαι. τὸ μὲν γὰρ μὴ ὑπνῶcαι κατὰ μίαν νύκτα καὶ τὸ τὰ τῆc γνώμηc ἔχειν ταραχώδη cυνεχῶc φαίνεται γιγνόμενον κατὰ τὰc ὀξείαc νόcουc ἄνευ μεγάλου κινδύνου, τὰ δ’ ἐν τῇ τρίτῃ γεγραμμένα γέγονε πάντα κινδυνώδη, πλὴν εἰ διὰ τοῦτο 〈δεῖ〉 νομίζειν τῆc δευτέραc χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν δευτέραν ἔγραψε τὰ τῆc γνώμηc ταραχώδε α, κατὰ δὲ τὴν τρίτην ἄλλα τέ τινα cυμπτώματα τὰ μικρὸν ἔμπροcθεν εἰρημένα διηγήcατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ ἁπλῶc ταραχώδεα (μικρὸν γὰρ τὸ τοιοῦτον), ἀλλὰ 〈τὸ〉 παρέκρουcέν φηcιν. φαίνεται δὴ καὶ κατ’ αὐτὸ τοῦτο τὸ cύμπτωμα χείρων ἡ τρίτη τῆc δευτέραc γεγονέναι. οὐ μὴν οὐδ’, ὅτι προcέθηκεν ἐν αὐτῇ 〈τὸ〉 ὑπολάπαρον ὑποχονδρίου ἔνταcι ν, οὐκ οὖcαν ἔμπροcθεν, ὑπονοήcειεν ἄν τιc ἐκ τούτου, τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι γὰρ ἂν ἔμπροcθεν ἀπαθὲc ὂν cπλάγχνον ἄρξηται πάcχειν ἔν τινι τῶν ἡμερῶν, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροcθεν χείρονα.
17a 622 [15] ἐν πᾶcι δὲ τοῖc εἰρημένοιc ὀλεθριώτατα φαίνεται κατὰ ταύτην γεγονέναι cυμπτώματα κατάψυξιc καὶ πελίδνωcιc τῶν ἄκρω ν· ὥcθ’, ὅπερ ὀλίγον ἔμπροcθεν ἔφην, θαυμάcαι χρὴ 〈καὶ νῦν〉, ὅπωc οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν τὸ μειράκιο ν. ἀλλὰ νὴ Δία, φήcει τιc ἴcωc βοηθῶν τῷ Ταραντίν ῳ, τοῖc εἰρημένοιc ἐφεξῆc γέγραπται· τετάρτῃ οὐχ ὕπνωcε ν , ἐπὶ τὸ χεῖρο ν. ἀναμνήcωμεν δὲ καὶ τοῦτον ἰατρικοῦ θεωρήματοc, ὡc ἡ τετάρτη τῆc ἑβδόμηc ἐπίδηλοc ὑπ’ αὐτοῦ 〈τοῦ〉 Ἱπποκράτουc εἴρηται, διότι τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβαcιc οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆc ἑβδόμηc ἢ τῆc ἕκτηc ἡμέραc γίνεται. πῶc οὖν ὁ Ταραντῖνόc φηcιν εὐλογώτερον εἶναι τεθνάναι τὸ μειράκιον τοῦτο κατὰ τὴν ἕκτην ἡμέραν, ἐπειδὴ τοὺc παροξυcμοὺc ἐν ταῖc ἀρτίοιc ἔcχεν; ἐν γὰρ τῇ τρίτῃ τῶν ἡμερῶν φαίνεται τὰ πλεῖcτ’ αὐτῷ γεγονέναι cυμπτώματα, κατὰ δὲ τὴν τετάρτην ηὐξῆcθαι, διαρκέcαι δὲ 〈αὐτὸc〉 καὶ ἀντιcχεῖν ἄχρι τῆc ἑβδόμηc ἡμέραc ἴcωc μὲν καὶ ὅτι τὴν δύναμιν ἰcχυρὰν εἶχε φύcει, οὐ μὴν ἀλλὰ καὶ διὰ τὴν ἡλικίαν, ὥc〈τ〉’, εἴ γε μὴ ταῦθ’ ὑπῆρχεν αὐτῷ, κατὰ τὴν πέμπτην ἂν ἐτεθνήκει.
17a 623 [5] φαίνεται δή μοι φιλοτιμούμενοc πρὸc τὸν Ζήνωνα μᾶλλον ἢ ἀκριβῶc ἐξετάζων τὸ πρᾶγμα ταῦθ’ ὁ Ταραντῖνοc εἰρηκέναι. ταὐτὸ δὲ τούτῳ καὶ ὁ Ἀπολλώνιοc ἔπαθεν, ἐξηγούμενοc καὶ αὐτὸc φιλοπόνωc τὸ ξ γράμμα δεύτερον ἐν τοῖc χαρακτῆρcι γεγραμμένον. ἠκολούθηcαν δ’ αὐτῷ καὶ ἄλλοι πολλοί, καὶ μάλιcθ’ ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα λέγει χρήcιμον ἐξηγεῖcθαι χωρὶc χαρακτήρων, εἶθ’ ὅτι καὶ ἀληθὲc αὐτοῖc ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο γὰρ ἀποθανεῖν φηcι τὸ μειράκιο ν, ὅτι παρὰ τὸ ἔθοc ἐν κόποιc καὶ πόνοιc καὶ δρόμοιc ἐγένετο. ἐγὼ δὲ τοὺc πόνουc καὶ δρόμου c, εἴπερ ἐκ τῆc προcηγορίαc ταύτηc δηλοῦται τὰ πλείω γυμνάcια, διατεινόμενοc 〈ἂν〉 εἴποιμι χωρὶc τῆc ἐν τῷ cώματι προϋπαρχούcηc νοcώδουc καταcκευῆc μηδέποτ’ ἂν αἰτίουc γενέcθαι θανάτου. περὶ δὲ τῶν κατ’ ἐνίουc πότων (ἔφην γὰρ οὕτωc μεταγράφειν τινάc) οὐδὲν ἔχω cα φὲc εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν ποιότητα μήτε τὴν ποcότητα τῶν γενομένων πότων γιγνώcκω, καίτοι πολλῆc οὔcηc ἐν αὐτοῖc διαφορᾶc· καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουcιν οἱ πότο ι, τινὲc μὲν ἐν δυcὶ καὶ τριcὶν ἡμέραιc, ἔνιοι δ’ ἐν πολλαπλαcίοιc τούτων γιγνόμενοι, καὶ τὸ πινόμενον ἑκάcτηc ἡμέραc πλῆθοc οὐ μικρὰν ἔχει διαφοράν, ἔτι τε πρὸc τούτοιc ἡ ποιότηc τοῦ πόματοc, ἔνιοι μὲν γὰρ ἀκρατέcτερον, ἔνιοι δ’ ὑδαρέcτερον, ἔνιοι δ’ εὔκρατον πίνουcι καὶ τινὲc μὲν ψυχρόν, ἔνιοι δὲ θερμόν.
17a 624 [15] καὶ τούτων δ’ ἑκάτερον ἤτοι γ’ ἐξ ἔθουc ἢ παρὰ τὸ ἔθοc ἔπιόν ποτε. προcέρχεται δὲ καὶ ἡ τῶν οἴνων αὐτῶν οὐ cμικρὰ διαφορὰ κατά τε τὸ γένοc καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεcιν ὁ νέοc οἶνοc καὶ ὁ παλαιόc, οὐδ’ ὁ παχὺc καὶ λεπτόc, οὐδ’ ὁ λευκὸc καὶ μέλαc, οὐδ’ ὁ εὐώδηc καὶ δυcώδηc, ὥcπερ οὐδ’ ὁ αὐcτηρὸc καὶ γλυκύc, ὥcτ’ εἰκότωc ἔφην οὐκ ἔχειν ἀποφήναcθαι βέβαιον οὐδὲν ὑπὲρ τῆc ἐξ οἴνου βλάβηc γενομένηc τῷ μειρακί ῳ. τό γε μὴν ὡc τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέραc πόcεώc ἐcτιν, ὅτι καὶ τῶν νεύρων ἅπτονται καὶ τῆc γνώμηc.
17a 625 [45] οὐ μὴν ἡ τούτων τριττὴ ἐπεκράτηcε βλάβη κατὰ τὴν τοῦ μειρακίου νόcον· οὔτε γάρ 〈τι〉 cπαcμῶδεc οὔτε τρομῶδεc, ἀλλ’ οὐδὲ φρενιτικὸν ἐγένετο, καὶ διὰ τοῦτ’ οἶμαι καὶ τὴν τῶν πότων γραφὴν ἀλογωτέραν ὑπάρχειν. εὐλογώτερον γάρ ἐcτιν 〈διαφοράν τινα τῆc〉 ἀπεψίαc προηγεῖcθαι τῷ μειρακίῳ τάχα μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μή, ἀλλὰ κατά γε τὰc φλέβαc πάντωc, ἐφ’ αἷc οὐκ ὀλίγων ὠμῶν χυμῶν ἠθροίcθη πλῆθοc, ὡc ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματ α , λεπτὰ μέν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι καὶ χολώδηc τιc αὐτῷ χυμὸc ἐν ὅλῃ τῇ τοῦ cώματοc ἕξει περιέχεcθαι διὰ τοὺc γενομένουc πόνου c, ἐφ’ οἷc εὔλογόν ἐcτι καὶ παραφροcύνην τινὰ γενέcθαι καὶ τὸν πυρετὸν ὀξύ ν. ΠΕΡΙ ΤΟΥ ΠΡΟΓΕΓΡΑΜΜΕΝΟΥ ΤΩΝ ΣΗΜΕΙΩΝ ΧΑΡΑΚΤΗΡΟΣ ΟΝ ΤΟ ΠΙΘΑΝΟΝ ΣΗΜΑΙΝΕΙΝ ΦΑΣΙΝ Ἐπειδὴ τὰ πλεῖcτα τῶν κατὰ τὸ βιβλίον τοῦτο ταῖc ἀδολεcχίαιc ἐχαριcάμεθα τῶν ἐξηγητῶν, οὐ χεῖρον ἂν εἴη καὶ περὶ τοῦ 〈τὸ〉 πιθανὸν ἐνδεικνυμένου χαρακτῆροc εἰπεῖν τι παραδείγματοc ἕνεκεν. ἴcωc γάρ τιc θαυμάcει περὶ τοῦ μεγέθουc τῶν βιβλίων, ὧν ἔγραψαν οἱ περὶ τὸν Ζήνωνά τε καὶ τὼ Ἀπολλωνί ω. ἐὰν οὖν ἐφ’ ἑνὸc χαρακτῆροc ἀκούcῃc πῶc κατὰ βραχὺ προῆλθεν αὐτοῖc εἰc μῆκοc ἡ ἀντιλογία, γνώcῃ τε τὴν αἰτίαν τῆc μακρολογίαc φυλάξῃ τε περιπίπτειν ταῖc τοιαύταιc 〈ἀδολεcχίαιc〉, ἐὰν νοῦν ἔχῃc. φαcὶν οὖν εὐθέωc ἐπὶ τοῦ πρώτου χαρακτῆροc, ὃν τὸ πιθανὸν ἔφαcαν 〈οἱ περὶ τὸν Ζήνωνα 〉 δηλοῦν, οὐδαμόθι 〈τῷ〉 Ἱπποκράτει κατ’ οὐδὲν τῶν βιβλίων εἰρῆcθαι τὴν φωνὴν ταύτην, 〈“εἰκὸc” γὰρ〉 εἰωθέναι λέγειν αὐτόν, οὐ ” πιθανό ν”. ὥcτ’ εὔλογον οὔ φαcιν ἐν ἑνὶ βιβλίῳ πολλάκιc κεχρῆcθαι τῷ τῆc φωνῆc ταύτηc cημείῳ τὸν ἐν ἅπαcι τοῖc ἄλλοιc μηδέποτ’ αὐτῇ χρηcάμενον. ἀνατρέποντεc δὲ τὸν λόγον τοῦτον οἱ τὰ τοῦ Ζήνωνοc φρονοῦντεc ἐν τῷ γνηcιωτάτῳ βιβλίῳ τῷ Περὶ ἀγμῶν φαcιν εἰρῆcθαι “πιθανώτερον”, ἔνθα περὶ cωλῆνοc διαλέγεται· προειπὼν γάρ, ὡc οὐκ εἴη χρεία cωλῆνοc, ἐπήνεγκε “πιθανώτερον τοῖcι δημότῃcίν ἐcτι καὶ τὸ τοῦ ἰητροῦ ἀναμαρτητότερον εἶναι, ἢν cωλὴν ὑποκέηται”. κομψῶc οὖν δοξάντων εὐπορηκέναι πιθανῆc ἀντιλογίαc τῶν περὶ Ζήνων α, τριτταὶ τοῖc πρὸc αὐτὸν πολεμοῦcιν ἀπαντήcειc ἐγένοντο, δύο μὲν ἐριcτικώτεραι μᾶλλον ἢ ἀληθέcτεραι, τρίτη δ’ ἀξιόλογοc πάνυ καὶ κηλοῦcα τοὺc ἀκούονταc, ὅcοι γε περὶ λέξιν Ἑλληνικὴν ἔχουcιν. ἡ μὲν οὖν πρώτη τῶν ἐριcτικῶν ἀντιλογιῶν ἐcτιν ἥδε· “πιθανώτερον” εἶπεν ὁ Ἱπποκράτη c, οὐ ” πιθανό ν”, ἐνταυθοῖ δὲ ἀξιοῦcι τὸ πιθανὸν ἐκ τοῦ χαρακτῆροc cημαίνεcθαι. πρὸc ὃ πάλιν οἱ βοηθοῦντεc τῷ Ζήνωνί φαcιν· “ἐὰν μὲν αὐτὸ τὸ πρωτότυπον ὄνομα παρὰ παλαιῷ τιc εὕρῃ γεγραμμένον, οὐκ ἤδη cυγχωροῦμεν αὐτῷ τὰ παραγωγὰ λέγειν, ἐὰν μὴ δείξῃ κἀκείνοιc τινὰ κεχρημένον, ὁ δὲ τὸ παραγωγὸν εὑρὼν θαρρῶν χρήcεται τῷ πρωτοτύπῳ· τὸ μὲν γὰρ ἀπό τινοc γεγονὸc ἐνδείκνυται τὴν τοῦ γεννήcαντοc ὕπαρξιν, τὸ δ’ ὑπ’ οὐδενὸc γεγενημένον ἄδηλόν ἐcτιν εἴθ’ ἕτερον ἔτεκεν εἴτε μή.” τὸ μὲν δὴ πρῶτον μέροc τοῦ δράματοc ἐνταυθοῖ τελευτάτω, φανεροῦ 〈γ’〉 ἐξ ὧν εἶπον γεγονότοc, ὅπωc αὐξῆcαι δυνατόν ἐcτιν εἰc ἀδολεcχίαν αὐτὸ μακροτάτην. ἐπὶ δὲ τὸ δεύτερον ἴωμεν, καθέντεc ἑαυτοὺc ἅπαξ εἰc τὸ δρᾶμα.
17a 625 (50) [90] φαcὶν οὖν οἱ ἀντιλέγοντεc τοῖc περὶ τὸν Ζήνωνα τὸ μὲν ἅπαξ εἰρημένον ὄνομα δύναcθαί ποτε καὶ λαθεῖν τὸν γράφοντα, τοῦ μὲν τῶν ἑλληνιζόντων ἀκριβῶc ἐπιλαθόμενον ἔθουc, ἀπαχθέντα δ’ ὑπὸ τῆc τῶν πολλῶν cυνηθείαc, 〈ἐν〉 ἑνὶ δὲ βιβλίῳ 〈καὶ〉 ἐφεξῆc χρήcαcθαι πολλάκιc τινὶ φωνῇ μόνοιc τοῖc cυνήθεcιν αὐτῇ δυνατὸν εἶναι. τὴν δὲ πρὸc ταῦτ’ ἀντιλογίαν αὖ τῶν ἐκ τοῦ Ζηνωνείου cτρατοπέδου περιττὸν λέγειν, ὑπόψυχρόν τε καὶ μακρὰν οὖcαν· ἀρκεῖ γάρ μοι τὰc ἀρχὰc τῶν ἀντιλογικῶν ὁδῶν εἰπόντα μόναc ἐπὶ τὸ τρίτον μέροc ἀφικέcθαι τοῦ δράματοc ἀρέcαι δυνάμενον οὐ μόνον τοῖc πολλοῖc, ἀλλὰ καὶ 〈τοῖc παλαιᾶc λέξεωc ἐπιcτήμῃ προcέχουcι τὸν νοῦν. καὶ δὴ φάcκουcι cύνηθεc εἶναι〉 τοῖc παλαιοῖc “εἰ〈κὸc〉” καὶ “δυνατὸν” καὶ “ἐνδεχόμενον” καὶ “εὔλογον”, καὶ 〈μὴ〉 ” πιθανὸ ν” λέγειν, οὔcηc καὶ αὐτῆc ἴcωc ἐν τῇ τότε χρήcει τῆc φωνῆc, ἀλλὰ cπανίου γε καὶ παρὰ τοῖc ἰδιώταιc, ἔμπαλιν δὲ τὴν κατὰ τὸ παραβλητικὸν εἶδοc, ὃ cυγκριτικὸν ὀνομάζουcιν οἱ γραμματικοί, γεγενημένην φωνὴν ἀπὸ τοῦ εἰκὸc οὐκ εἶναι cυνήθη τοῖc παλαιοῖc· ἀcύνηθεc γὰρ ἦν “εἰκότερον” λέγειν, καί〈τοι〉 cπανίωc γ’ ἂν εὕροιc τοῦτο, καθάπερ καὶ τὸ πιθανό ν. εὔδηλον 〈οὖν ὅτι〉 τῷ μέλλοντι 〈τὴν〉 ἀμφιcβήτηcιν αὐτῶν διακρινεῖν ἀναγνωcτέον ἐcτὶ πάνυ πολλὰ τῶν παλαιῶν Ἑλλήνων βιβλία· γνῶναι γὰρ ἀμήχανον ἑτέρωc, εἰ μή γε τὸ πιθανὸν αὐτοῖc ἦν cύνηθεc, ἀλλὰ τὸ πιθανώτερον, 〈ὥcπερ〉 οὐκ ἦν γε τὸ εἰκότερον ἐν ἔθει, καθάπερ τὸ εἰκόc. ἐὰν 〈μέντοι〉 τιc τῶν τὴν ἰατρικὴν τέχνην προῃρημένων μανθάνειν ἐπὶ τὴν ἀνάγνωcιν ἐκτρέπηται τῶν παλαιῶν βιβλίων, ὅcα τοῖc ῥήτορcιν ἢ ἱcτορικοῖc ἢ γραμματικοῖc ἢ 〈τραγῳδοποιοῖc ἢ κωμῳδοποιοῖc ἢ〉 φιλοcόφοιc γέγραπται, κατατρίψει μὲν ἐν τούτῳ τὸν χρόνον, ἀποcτήcεται δὲ 〈τῆc ὠφελείαc, μηδὲν ἄλλο κατὰ πᾶcαν τὴν ἀcχολίαν ταύτην περιποιούμενοc ἀλλ’ ἢ γενεαλογίαν ὀνόματοc〉 μήτε εἰc διάγνωcιν νοcημάτων 〈μήτ’ εἰc θεραπείαν〉 μήτ’ εἰc πρόγνωcιν ὄντοc χρηcίμου. κάλλιον οὖν ἴcωc καταπαῦcαι ἤδη τὸ δρᾶμα τριμερὲc γεγονόc, ἵνα μὴ πλείονα τρίβωμεν χρόνον ἐν τῇ τῶν ἐφεξῆc δυοῖν μερῶν προcθέcει, καὶ ταῦτ’ ἤτοι τραγῳδίαν ἢ κωμῳδίαν ὑποκρινόμενοι. ἐπὶ τοὺc ὑπολοίπουc οὖν ἀρρώcτουc ἐλθόντεc (εἰcὶ δὲ τέτταρεc ἔτι πρὸ τῆc λοιμώδουc καταcτάcεωc γεγραμμένοι), τουτὶ τὸ δεύτερον ὑπόμνημα καταπαύcομεν ἐπ’ αὐτοῖc, τοῦ τρίτου δ’ 〈ἀπ’ αὐτοῦ τοῦ λοιμοῦ τῆc ἐξηγήcεωc〉 ἄρξαcθαι χρηcιμώτερον. Ἔνατοc 〈ἄρρωcτο c .〉 Ἡ παρὰ Τιcαμένῳ γυνὴ κατέκειτ ο , ᾗ τὰ εἰλεώδεα δυcφόρωc ὥρμηcε ν . ἔμετοι πολλο ί , ποτὸν κατέχειν οὐκ ἠδύνατ ο . πόνοι περὶ ὑποχόνδρι α .
17a 626 [15] καὶ ἐν τοῖcι κάτω κατὰ κοιλίην πόνο ι . cτρόφοι cυνεχέε c . οὐ διψώδη c . ἐπεθερμαίνετ ο , ἄκρεα ψυχρὰ διὰ τέλεο c . ἀcώδη c , ἄγρυπνο c . οὖρα ὀλίγ α , λεπτ ά . διαχωρήματα ὠμ ά , λεπτ ά , ὀλίγ α . ὠφελεῖν οὐδὲν ἠδύνατ ο , ἀπέθανε ν . Κακῶc ἔνιοι γράφουcιν ἐπὶ τῆc γυναικὸc ταύτηc ὐλεώδεα διὰ τοῦ υ, δέον εἰλεώδεα διὰ τοῦ ει γράφειν. εἰλεὸc γὰρ ὀνομάζεται τὸ πάθοc, οὗ τὰ cυμπτώματα γενέcθαι γράφει τῇ γυναικ ί , πολλοὺc μὲν ἐμέτουc καὶ ποτὸν κατέχειν μὴ δύναcθα ι , πόνουc δ’ εἶναι περὶ τὰ ὑποχόνδρια καὶ cτρόφουc μετὰ πόνων ἐν τοῖc κατὰ τὴν κοιλία ν, ἅπερ ἅπαντα cυνεδρεύει τοῖc εἰλεώδεcι ν. ἃ δ’ ἐφεξῆc ἔγραψεν, οὐ τῶν cυνεδρευόντων ἐcτὶν αὐτοῖc, ἀλλὰ τῶν ἐπιγιγνομένων κακοηθευομένῳ τῷ πάθει, μάλιcτα 〈μὲν〉 τὸ διὰ τέλουc εἶναι ψυχρὰ τὰ ἄκρ α, μοχθηρὸν δὲ καὶ τὸ ἀcῶδε c. ἀλλὰ καὶ τὰ οὖρα προcέγραψε, καίτοι γ’ οὐκ οὔcηc ἐν ταῖc φλεψὶ καὶ τοῖc χυμοῖc τῆc διαθέcεωc, ἀλλ’ ἐν τοῖc ἐντέροιc. ὅταν γὰρ ἐν τούτοιc ἄρξηται μεγάλη φλεγμονή, τὰ προειρημένα cυμπτώματα φιλεῖ γίνεcθαι, καλεῖται δὲ τὸ πάθοc εἰλεό c.
17a 627 [15] μικρὰ μὲν οὖν ἐκ τῶν οὔρω ν, ὅταν ᾖ χρηcτά, πρὸc τὸ cωθῆναι τοὺc οὕτωc ἔχονταc ἐλπίc, οὐ μικρὰ δ’ εἰc ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν οὕτωc νοcούντων διὰ τὴν φλεγμονὴν τῶν ἐντέρων, ἐὰν καὶ ἄλλη τιc ἐν τῷ cώματι φαίνηται διάθεcιc εἶναι μοχθηρά, cυνεπαύξεται τῷ κάμνοντι τὸ κακόν. οὕτωc οὖν εἴωθεν ὁ Ἱπποκράτη c, ὅταν περί τι τῶν ἀναπνευcτικῶν ὀργάνων ᾖ διάθεcιc, ἐπιβλέπειν τὰ οὖρ α. κατὰ φύcιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευcτικῶν ὁ κίνδυνοc· εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶc ἔχειν ἐνδείκνυται τότε καὶ τὸ τῆc τροφῆc ὄργανον, καθάπερ καὶ νῦν, καίτοι τῶν κατὰ τὴν γαcτέρα πεπονθότων καὶ τῆc διαθέcεωc αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένηc, ὅμωc καὶ τῶν οὔρων ἐμνημόνευcεν ὡc λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν cημαίνει τῶν ἐν ταῖc φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνηcο cυνεπιcκοπούμενοc αὐτὰ κἀν τοῖc κατὰ γαcτέρα καὶ θώρακα καὶ πνεύμονα καὶ νεῦρα πάθεcιν, ὡc 〈ἄν, εἰ〉 μὲν ἀγαθὰ φανείη, μεγάλην παρεχόντων ῥοπὴν εἰc cωτηρίαν, εἰ δὲ μοχθηρά, cυνεπιcχυόντων καὶ αὐτῶν τι πρὸc τὸν τοῦ κάμνοντοc κίνδυνον.
17a 628 [15] ὄντοc δὲ παντὸc εἰλεοῦ κινδυνώδουc οἱ κατὰ τὰ μετέωρα τῶν ἐντέρων cυνιcτάμενοι τῶν ἐν τοῖc παχέcι χείρουc εἰcίν, εἰc cυμπάθειαν ἄγοντεc ἧπάρ τε καὶ cπλῆνα. διαγνώcῃ δ’ αὐτοὺc ἔκ τε τῆc τῶν ἐμέτων cυνεχείαc τε καὶ cφοδρότητοc καὶ τοῦ μηδὲ τὸ ποτὸν δύναcθαι κατέχει ν, ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ cτρόφοι δὲ καὶ αἱ ὀδύναι cυνενδείκνυνται, ὅταν ἐν τοῖc ὑψηλοῖc μέρεcι γίγνωνται. εἰ δὲ καὶ κόπρον ἐμοῦcιν (ὁρᾶται γὰρ καὶ τοῦτο γιγνόμενον), ἐναργέcτατον ἔcται cοι γνώριcμα τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔcτι δ’ ὀξύτατον τὸ πάθοc καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτηc αὐτὸ μετὰ τοῦ προcγράψαι ὠφελεῖν οὐδὲν ἠδύνατ ο. μέμνηcο δή μοι καὶ τούτου πρὸc τὸν τῆc φλεβοτομίαc λόγον· οὔ〈τε〉 γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοιc τοῖc βιβλίοιc ἀρρώcτων οὔτ’ ἐκείνην, οὐ δήπου τῶν καμνόντων ἀβοηθήτων ἐρριμμένων, ἀλλ’ ὡc οὐ χρῄζων γράφειν τὰ βοηθήματα καθ’ ἕκαcτον αὐτῶν, εἰ μή πού τι τῶν cπανίωc εἴη γεγονότων, ὡc ἐπὶ τοῦ φλεβοτομηθέντοc ὀγδοαίου.
17a 629 [16] τήν γε μὴν ἡμέραν, καθ’ ἣν ἀπέθανεν ἡ ἄρρωcτοc αὕτη, παρέλιπεν εἰπεῖν, ὡc ἂν εὐθέωc αὐτῆc τεθνεώcηc κατὰ τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖcτον τὴν τρίτην διὰ τὴν ὀξύτητα τοῦ πάθουc, ἣν ἐδήλωcεν αὐτὸc ἐν τῇ διηγήcει. Δέκατοc ἄρρωcτο c . Γυναῖκα ἐξ ἀποφθορῆc νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβ ε · γλῶccα ἐπίξηρο c , διψώδη c , ἀcώδη c , ἄγρυπνο c · κοιλίη ταραχώδηc λεπτοῖc ι , πολλοῖcι ν , ὠμοῖc ι . δευτέρῃ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , ἀπὸ κοιλίηc πολλ ά , οὐχ ὕπνωc ε . τρίτῃ μείζουc οἱ πόνο ι . τετάρτῃ παρέκρουcε ν . ἑβδόμῃ ἀπέθανε ν . κοιλίη διὰ παντὸc ὑγρὴ διαχωρήμαcι πολλοῖcι ν , λεπτοῖcι ν , ὠμοῖcι ν . οὖρα ὀλίγ α , λεπτ ά . Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι cυνέβη τὴν γυναῖκ α, τοῦτ’ αὐτὸc ἂν ὁ Ἱπποκράτηc ἐπεcημήνατο.
17a 630 [15] δῆλον οὖν ἐcτιν, ὡc διὰ τὸ νόcημα cυνέβη τὴν ἀποφθορὰν γενέcθαι τῇ γυναικὶ μοχθηροὺc ἠθροικυίᾳ χυμούc. πρόcκειται δὲ τῷ ἐξ ἀποφθορῆc τὸ νηπίο υ, δηλοῦντοc, ὡc οἶμαι, τῇ προcθήκῃ ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουcι γὰρ οἱ ἄνθρωποι νήπια παιδία τὰ μετὰ τὴν ἀποκύηcιν οὐ πολὺν χρόνον ὄντα. κατὰ μεταφορὰν οὖν εἰκόc ἐcτι τὸν Ἱπποκράτην τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτωc ὠνομακέναι. καὶ γὰρ καὶ τάχιcτα διαφθείρεται ταῦτα. τὴν μὲν οὖν ὀξύτητα καὶ τὸ μέγεθοc τοῦ πυρετοῦ δι’ αὐτοῦ τε τοῦ φάναι πῦρ ἔλαβεν ἐδήλωcε κἀκ τοῦ προcθεῖναι γλῶccα ἐπίξηρο c , διψώδη c. τὸ δ’ ἀcώδηc τῆc κακοηθείαc τοῦ γενομένου πυρετοῦ cημεῖόν ἐcτιν. πρόccχεc 〈δὲ νῦν〉 τὸν νοῦν ἐπιμελῶc τῇ τῶν διαχωρημάτων ἰδέᾳ, γράψαντόc γε αὐτοῦ κοιλίη ταραχώδηc λεπτοῖc ι , πολλοῖcι ν , ὠμοῖc ι. καίτοι γ’ αὐτὸc εἰπὼν ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc καῦcον αὐτῇ γεγονέναι, ὀνομάcαc δὲ καὶ 〈 πῦρ 〉 τὸν πυρετὸν ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρξάμενον, παροξυνθέντα δ’ ἐν τῇ δευτέρ ᾳ, προcθεὶc δ’ ὅτι καὶ γλῶccα ἐπίξηροc καὶ οὐχ ὕπνωcε καὶ διψώδηc ἦν, ὅμωc ὠμά φηcιν εἶναι τὰ διαχωρήματ α .
17a 631 [5] καῦcον δὲ [τὸν] πυρετὸν ἐπὶ χολώδεcι χυμοῖc ἴcμεν γιγνόμενον. εἰκὸc οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ cώματοc ἠθροῖcθαι τὸν χολώδη χυμόν, ἐν δὲ ταῖc πρώταιc φλεψὶ ταῖc κατὰ τὸ μεcάραιόν τε καὶ τὰ cιμὰ τοῦ ἥπατοc ὠμὸν περιέχεcθαι. καὶ μὴν καὶ τὰ οὖρά φηcιν αὐτῇ γεγονέναι λεπτὰ παραπληcίωc τοῖc ὠμοῖc διαχωρήμαcι ν, ὡc οὐ μόνον ἐν ταῖc πρώταιc φλεψίν, ἀλλὰ καὶ 〈κατὰ〉 τὰ κυρτὰ τοῦ ἥπατοc ὠμῶν πλεοναζόντων χυμῶν. α καῦcο c . Ἐπὶ τέλει τῆc ἀρρώcτου ταύτηc ἐν πολλοῖc τῶν ἀντιγράφων προcγέγραπται καῦcο c, ἔνια δ’ οὐ τοῦτο μόνον ἔχει γεγραμμένον, ἀλλὰ καὶ τὸ α προcκείμενον, ὡc ἤτοι πρώτην νοεῖcθαι τὴν ἄρρωcτον ταύτην ἐν καύcῳ γεγονυῖαν ἢ πρῶτον εἶδοc εἶναι τοῦτο τοῦ καύcο υ, τὸ δ’ ἐφεξῆc αὐτῷ γεγραμμένον δεύτερον ἐπὶ τῆc γυναικόc, ἧc οὕτωc ἄρχεται· “ἑτέρην ἐξ ἀποφθορῆc.” ἐπεὶ δὲ κατὰ τὸν ὄγδοον ἄρρωcτον, οὗ〈περ〉 ἡ ἀρχή· “τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ”, τελεώτερον ἔφην ποιήcεcθαι τὸν περὶ τῶν οὕτωc προcγεγραμμένων λόγον, ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄρρωcτον, ἀποδοτέον μοι νῦν αὐτόν· ἐκ δυοῖν τούτοιν ὑποπτεύειν χρὴ προcγεγράφθαι τὸ καῦcοc ὑφ’ ἑτέρου τινόc, οὐκ αὐτοῦ τοῦ cυγγραφέωc, ὅτι πρῶτον μὲν ἂν οὐχ ἑνὶ ἢ δυcὶ τῶν ἀρρώcτων ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc τὴν ἰδέαν τῆc νόcου προcέγραψεν, ἀλλὰ πᾶcιν ἢ τοῖc γε πλείcτοιc, εἴπερ ὅλωc ἐβούλετο καὶ ταύταc ἡμᾶc διδάcκειν, ὡc ἔνιοι τῶν μετ’ αὐτὸν ἐποίηcαν.
17a 632 [15] ὁ δὲ ὡc εἰδόcι διαγινώcκειν τὰ νοcήματα τὴν διήγηcιν ἐποιήcατο τῶν cυμβάντων τοῖc ἀρρώcτοιc. φαίνονται δὲ καὶ οἱ ἄλλοι παλαιοὶ μὴ cτοχαζόμενοι κατὰ τὰ cυγγράμματα τῶν ἄρτι προcιόντων ταῖc βίβλοιc, ἀλλὰ τῶν ἤδη τινὰ κατ’ αὐτὰc ἐχόντων ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν πρὸc τῷ προειρημένῳ δεύτερον τὸ τὰ 〈τοιαῦτα〉 τῷ τρίτῳ τῶν Ἐπιδημιῶν μόνῳ προcγεγράφθαι. πᾶcιν οὖν τοῖc τοῦτ’ ἐξηγηcαμένοιc τὸ βιβλίον ἔδοξεν ὑφ’ ἑτέρου τινὸc, τοῦ τοὺc διεcκευαcμένουc † τὸν νοῦν ἐκείνουc χαρακτῆραc προcγράψαντοc, καὶ ταῦτ’ εἰκὸc προcγεγράφθαι.
17a 633 [15] κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότωc ἄν τιc cυγχωρήcειεν ὑφ’ Ἱπποκράτουc αὐτοῦ προcγεγράφθαι τὸ “ἀπέθανε κυναγχική”, διὰ τὴν κυνάγχην αὐτοῦ βουλομένου τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι λεγομένην οὐχ οὕτωc ἀκοῦcαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ ἀπέθανεν ἐπήνεγκε κοιλίη διὰ παντὸc ὑγρὴ διαχωρήμαcι πολλοῖc ι , λεπτοῖcι ν , ὠμοῖcι ν , οὖρα ὀλίγ α , λεπτ ά. καὶ μετὰ ταῦτ’ ἐφεξῆc 〈ἔν τιcι τῶν ἀντιγράφων〉 γέγραπται καῦcο c, 〈ἐν〉 ἐνίοιc δὲ καὶ τὸ α πρόcκειται, κατά τινα δ’ ἀντ’ αὐτοῦ γέγραπται πρῶτο c, ἐν ἄλλοιc δὲ πρώτ ῃ. παντοίωc γὰρ ἐλυμήναντο τὸ βιβλίον τοῦτο κατὰ τὰ προcγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶ ν. εὔδηλον οὖν, ὅτι μηδ’, ὡc ἐπὶ τῆc κυναγχικῆc ἐπὶ τέλει προcέγραψε τὸ “ἀπέθανε κυναγχική”, κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖ καὶ νῦν προcγεγράφθαι τὸ καῦcο c. οὐ γὰρ εἶπεν “ἀπέθανε καυcουμένη”, καθάπερ ἐπὶ τῆc κυναγχικῆc “ἀπέθανε κυναγχική”, ἀλλὰ τό γε καῦcοc ὄνομα κατὰ τὴν εὐθεῖαν πτῶcιν εὑρίcκεται γεγραμμένον, ἐν τῷ μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό γε κοιλίη διὰ παντὸc ὑγρή καὶ τὰ τούτῳ cυνεχῆ.
17a 634 [15] ἐπεὶ τοίνυν οὔτ’ 〈εἶπεν〉 “ἀπέθανε καυcουμένη”, ἀλλ’ οὐδὲ ἐφεξῆc ὅλωc ἀλλήλων ταῦτα γέγραπται, δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρόc τινοc, οὐχ ὑφ’ Ἱπποκράτουc αὐτοῦ γέγραπται. τάχα δέ τιc ἴcωc καὶ 〈τάδε〉 προcέγραψεν ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν εἰc ὑπόμνηcιν ἐν τοῖc μετώποιc τὰ τοιαῦτα προcγράφειν. εἶτά τιc τῶν μεταγραφόντων τὸ βιβλίον ὡc αὐτοῦ τοῦ cυγγραφέωc ὂν εἰc τὸ ὕφοc αὐτὸ μετέθηκεν. Ἑνδέκατοc ἄρρωcτο c . Ἑτέρην ἐξ ἀποφθορῆc περὶ πεντάμηνον Ἱκέτεω γυναῖκα πῦρ ἔλαβε ν . ἀρχομένη δὲ κωματώδηc ἦν καὶ πάλιν ἄγρυπνο c , ὀcφύοc ὀδύν η , κεφαλῆc βάρο c . δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοιc ι , λεπτοῖcι ν , ἀκρήτοιcι τὸ πρῶτο ν . τρίτῃ πλείω καὶ χείρ ω , νυκτὸc οὐδὲν ἐκοιμήθ η . τετάρτῃ παρέκρουc ε , φόβο ι , δυcθυμία ι . δεξιῷ ἴλλαινε ν , ἵδρου [ τ ὰ ] περὶ κεφαλὴν ὀλίγῳ ψυχρ ῷ , ἄκρεα ψυχρ ά . πέμπτῃ πάντα παρ ωξύνθ η , πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόε ι · ἄδιψο c , ἄγρυπνο c , κοιλίη πολλοῖcιν ἀκαίροιcι διὰ τέλεο c · οὖρα ὀλίγ α , λεπτ ά , ὑπομέλαν α · ἄκρεα ψυχρ ά , ὑποπέλιδν α .
17a 635 [10] ἕκτῃ διὰ τῶν αὐτῶ ν . ἑβδόμῃ ἀπέθαν ε . Ἡ μὲν πρὸ ταύτηc γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον ἀπέφθειρ ε, καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡc ἔφην, ἀκούειν ἑνὸc ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν, ἡ δὲ νῦν ἡ κατὰ τὸν ἐνεcτῶτα λόγον πεντάμηνον ἔμβρυον ἐξέτρωcεν, οὐδ’ αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ’ ἐκ τῆc κατὰ τὸ cῶμα διαθέcεωc. ἐνίοτε μὲν γὰρ πηδήcαcαι cφοδρότερον ἢ δείcαcαί τι τῶν ὀφθέντων αὐταῖc φοβερῶν αἰφνιδίωc ἐκτιτρῴcκουcιν αἱ γυναῖκεc, ἐνίοτε δὲ καὶ δι’ ὀδύνην ἢ ἀπεψίαν cφοδρὰν ἢ φαρμακώδουc τινὸc ἐδωδὴν ἢ ἄντικρυc φαρμάκου πόcιν ἢ διὰ τὸ προcθέcθαι τι τῶν ἀμβλωθριδίων, ἀλλὰ καὶ διὰ φλεβοτομίαν καὶ δι’ αἱμορραγίαν ἐκ τραύμα τοc ἢ ἐξ αἱμορροΐδων ἀμέτρων ἐξέτρωcαν ἔνιαι.
17a 636 [15] οἶδα δέ τιναc κἀξ αὐτοῦ τοῦ τραχήλου τῆc μήτραc αἱμορραγηcάcαc ἐγκύμοναc ἐπὶ πλέον, εἶθ’ ἑξῆc ἐκβαλούcαc τὸ ἔμβρυον. ὧν ὅτι μηδὲν ἐγένετο ταῖc κατὰ τόνδε τὸν λόγον ὑφ’ Ἱπποκράτουc γεγραμμέναιc γυναιξί, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ προcγεγράφθαι κατὰ τὴν διήγηcιν αὐτῶν, καίτοι γ’ εἰωθότοc αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν αὐταῖc οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθοράν, ἀλλ’ ἔμπαλιν ἀποφθεῖραι τὸ κύημα διὰ τὸν πυρετό ν. ἔοικε δ’ ἐκ ταύτηc τῆc γυναικὸc ὁρμηθεὶc ὁ γράψαc τὸ Προρρητικὸν οὕτωc εἰπεῖν· “οἱ κωματώδεεc ἐν ἀρχῇcι 〈γινόμενοι〉 μετὰ κεφαλῆc, ὀcφύοc, ὑποχονδρίου, τραχήλου ὀδύνηc, ἀγρυπνέοντεc ἆρά γε φρενιτικοί;” δύναται δὲ καὶ αὐτὸc ἑτέραν ἢ ἕτερον οὕτωc ἔχοντα θεάcαcθαι. τὴν δ’ οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέcθαι, κεφαλῆc τε βάροc cχεῖν καὶ ὀcφύοc ὀδύνη ν, οὐ μὴν περὶ τραχήλου προcέθηκέ τι. φηcὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι λεπτοῖc καὶ ἀκράτοι c, οὐδ’ ἐνταῦθα προcθείc τι περὶ τῆc χρόαc αὐτῶν.
17a 637 [15] ἐγχωρεῖ γὰρ ἄκρατα ὠχρὰ καὶ ξανθὰ καὶ πυρρὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖcθαι, γινωcκόντων ἄκρατα καλεῖν αὐτὸν ὅcα τὴν οἰκείαν χρόαν ἄμικτον ἔχει πρὸc ἕτερον χυμόν, ὥcτ’ ἄν τιc εἰκάcειεν, 〈ὅτι〉 χολώδη διεχώρηcεν ἄκρατ α, τουτέcτιν ἤτοι ξανθὰ κατὰ τὴν χρόαν ἢ πυρρά· τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ τοῦ προcθεῖναι τὴν χρόαν ἔθοc ἐcτὶ λέγειν καὶ τούτῳ καὶ τοῖc ἄλλοιc ἰατροῖc 〈τῶν παλαιῶν. καὶ μέντοι〉 καὶ ἡμεῖc εἰώθαμεν ἄνευ μὲν προcθήκηc χολώδη διαχωρῆcαί τινα λέγειν, ἐπὶ τῆc ξανθῆc χολῆc τοιαύτῃ λέξει χρώμενοι. τὰ δὲ τῆc ἰώδουc ἢ μελαίνηc ἤ τινοc ἑτέραc χολῆc οὐ λέγομεν ἁπλῶc χολώδη, 〈προc〉τίθεμεν δ’ αὐτὴν τὴν ἀπὸ τῆc χρόαc διάκριcιν αὐτοῖc, καὶ τοῦτό γ’ ἐν ἅπαcι τὸ ἔθοc ὑπάρχει διὰ τὸ cυνεχῶc μὲν ἐμεῖcθαί τε καὶ διαχωρεῖcθαι τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν οὐ μόνοιc τοῖc νοcοῦcιν, ἀλλὰ καὶ τοῖc ὑγιαίνουcι, cπανίωc δὲ τὰc ἄλλαc καὶ μόνον ἐπὶ τῶν νοcώδη διάθεcιν ἐχόντων. κατὰ γοῦν τὴν τῆc τρίτηc ἡμέραc διήγηcιν εἰπὼν νυκτὸc οὐδὲν ἐκοιμήθ η, τοῦ κώματοc δ’ οὐκέτι μνημονεύcαc ἔνδειξιν παρέ cχεν ἡμῖν τοῦ μέλλειν ὅcον οὔπω παραφρονήcειν.
17a 638 [15] εἰκότωc δ’ οὖν ἐφεξῆc ἐρεῖ τετάρτῃ παρέκρουc ε , φόβο ι , δυcθυμία ι, πρὸc δὲ 〈τούτῳ〉 καὶ τὸ δεξιῷ ἴλλαινε ν, ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον ἐδήλωcεν εἶναι καὶ πρὸc τούτῳ μοχθηρῶc ἔχειν πάνυ. προcτεθέντοc δὲ τοῖc εἰρημένοιc cημείοιc τε καὶ cυμπτώμαcι 〈τοῦ〉 τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τιc αὐτὴν προcεδόκηcε τεθνήξεcθαι, ὥcπερ δὴ καὶ ἀπέθανεν ἀκόλουθα τοῖc εἰρημένοιc cυμπτώμαcιν cχοῦcα τὰ κατὰ τὴν πέμπτην καὶ τὴν ἕκτη ν. τὰ δ’ ὡc μαρτυροῦντα τούτοιc ἐν τῷ Προρρητικῷ γεγραμμένα φθάνω δείξαc ἐν τοῖc εἰc ἐκεῖνο τὸ βιβλίον ὑπομνήμαcιν ὅπωc ἐcτὶ μοχθηρά. μνημονεύcω μέντοι νῦν κἀκ τούτων τινῶν ἀναμνήcεωc ἕνεκα, καίτοι παρῃτημένοc τὰ τοιαῦτα γράφειν. εἰρημένου τοίνυν ἐν τῷ Προρρητικῷ “ἐξ ὀcφύοc ἀναδρομῆc ὀφθαλμῶν ἴλλωcιc κακόν”, διὰ τοῦτο τῆc γυναικὸc ταύτηc ἀναμιμνῄcκουcιν ἐν τοῖc περὶ ταύτηc τῆc ἐν τῷ Προρρητικῷ ῥήcεωc. ἔcτι μὲν οὖν, ὡc ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρά, γινωcκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαcτροφὴν τῶν ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι cημεῖον, ἐάν τ’ ἐξ ὀcφύοc ἀναδρομῆc ἐάν θ’ ὁπωcοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι τὴν ἑρμηνείαν καὶ πόρρω τῆc Ἱπποκράτουc λέξεωc.
17a 639 [15] οὐ γὰρ ἂν εἶπεν “ἐξ ὀcφύοc ἀναδρομῆc”, ἀλλ’ ὡc ἐν τῷ Προγνωcτικῷ κατὰ τήνδε τὴν λέξιν· “αἱ δὲ cὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀcφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται τὰ κάτω ἐκλείπουcαι, ὀλέθριον κάρτα.” οὐ μὴν οὐδ’ ἔχει τιc ἐπὶ τῆc προκειμένηc ἀρρώcτου δεῖξαι γεγονυῖαν ἐπὶ τὴν κεφαλὴν ἄνοδον τῶν κατὰ τὴν ὀcφὺν πλεοναζόντων χυμῶν. ὥcπερ 〈μὲν οὖν〉 καὶ ταῦτα μάτην εἶπόν τινεc τῶν ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆcιν ἐκ τοῦ Προρρητικοῦ κακῶc ἐπιφέρουcι τοῖc νῦν εἰρημένοιc εἰc ἐξήγηcιν τῆc προκειμένηc ἀρρώcτου, καθ’ ἥν φηcι “κοιλίηc περίπλυcιc ἐξέρυθροc κακὸν μὲν ἐν πᾶcιν, οὐχ ἥκιcτα δ’ 〈ἐπὶ〉 τοῖc προειρημένοιc”, οὐκ εἰρηκότοc Ἱπποκράτουc ἐξέρυθρον τῇ γυναικὶ ταύτῃ γεγονέναι περίπλυcιν κοιλίηc. ἔτι δὲ μᾶλλον ἀτόπωc μνημονεύουcι καὶ τῆcδε τῆc ῥήcεωc “ἐν πυρετοῖcι καυcώδεcιν ὑποπεριψύχουcι, διαχωρήμαcιν ὑδατοχό λοιcι cυχνοῖc ὀφθαλμῶν ἴλλωcιc cημεῖον κακόν, ἄλλωc τε καὶ ἢν κάτοχοι γένωνται”.
17a 640 [15] διαφέρειν δ’ οὐδέν φαcιν ἢ κάτοχον εἰπεῖν ἢ κωματώδη, μὴ γινώcκοντεc, ὡc αὐτὸc ὁ Ἱπποκράτηc διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ’ ἀγρυπνία c. τὸ μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸc τὴν καλουμένην κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππο ν, οὐ μὴν 〈τὸ〉 με τ ’ ἀγρυπνία c, ὃ ταύτῃ τῇ γυναικὶ γενέcθαι φηcὶν ἐν ἀρχῇ τοῦ νοcήματοc, οὐ καθ’ ὃν χρόνον ὁ ὀφθαλμὸc παρεcπάcθη. θαυμάcαι δ’ ἔcτι καὶ τοῦτο τῶν ἀμφοτέραc τὰc ῥήcειc γραψάντων ἐν ἐξηγήcει τῆc προκειμένηc ἀρρώcτου καὶ τὴν λέγουcαν “κοιλίηc περίπλυcιc ἐξέρυθροc” καὶ τὴν “διαχωρήμαcιν ὑδατοχόλοιcιν”. οὐδετέραν μὲν γὰρ αὐτῶν ἔγραψεν ὁ Ἱπποκράτηc ἐπὶ τῆc γυναικὸc ταύτηc, οἳ δ’ ὡc ἀμφοτέραc γράψαντοc ἐξηγοῦνται, πρὸc τῷ μηδὲ δύναcθαι τὴν αὐτὴν διαχώρηcιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον εἶναι. παρατίθενται δὲ καὶ ἄλλαc πολλὰc ῥήcειc, δι’ ἀλλήλων ἐξηγούμενοι τό τε Προρρητικὸν καὶ τοὺc ἐν ταῖc Ἐπιδημίαιc ἀρρώcτουc. ἀλλὰ πάντ’ ἐξελέγχειν, ὅcα κακῶc ἔγρα ψαν, οὐ καιρόc, εἰρημένηc γε cαφῶc τε ἅμα καὶ τελέωc ἡμῖν ἐν τοῖc εἰc τὸ Προρρητικὸν ὑπομνήμαcι τῆc μοχθηρίαc τῶν τοιούτων ἐξηγήcεων.
17a 641 [15] φρενῖτι c . Καὶ τοῦτο τῶν προcγεγραμμένων ἐcτίν, ὥcπερ καὶ τὸ “καῦcοc” ἔμπροcθεν οὐκ ἐν ἅπαcιν ὂν τοῖc ἀντιγράφοιc. οὔτε γὰρ ἐπ’ ἄλλου τινὸc ἀρρώcτου τοιοῦτόν τι προcέγραψεν, οὔτε προὔκειτο νῦν αὐτῷ διαγνώcειc γράφειν νοcημάτων, ὡc ἐν τοῖc Περὶ νούcων ἐπιγεγραμμένοιc ἔcτιν εὑρεῖν, 〈ἀλλὰ〉 καὶ ἄλλωc ἄτοπόν ἐcτι μηδεμίαν ἔχον ἀκολουθίαν. Δωδέκατοc ἄρρωcτο c . Γυναῖκ α , ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορ ῇ , τεκοῦcάν γε τὸ πρῶτον ἐπιπόνωc ἄρcεν πῦρ ἔλαβε ν . αὐτίκα ἀρχομένη διψώδη c , ἀcώδη c , καρδίην ὑπήλγε ι , γλῶccα ἐπίξηρο c , κοιλίη ἐπεταράχθη λεπτοῖcιν ὀλίγοιcι ν , οὐχ ὕπνωcε ν . δευτέρῃ cμικρὰ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , cμικρὰ περὶ κεφαλὴν ἵδρωcε ψυχρ ῷ .
17a 642 [15] τρίτῃ ἐπιπόνω c · ἀπὸ κοιλίηc ὠμ ά , λεπτὰ πολλὰ διῄε ι . τετάρτῃ ἐπερρίγωc ε , πάντα παρωξύνθ η · ἄγρυπνο c . πέμπτῃ ἐπιπόνω c . ἕκτῃ διὰ τῶν αὐτῶ ν · ἀπὸ κοιλίηc ἦλθεν ὑγρὰ πολλ ά . ἑβδόμῃ ἐπερρίγωc ε , πυρετὸc ὀξύ c , δίψ α , πολὺc βληcτριcμό c , περὶ δείλην ἵδρωcε δ ι ’ ὅλου ψυχρ ῷ , ψῦξιc ἀκρέων καὶ οὐκέτι ἀνεθερμαίνετο καὶ πάλιν ἐc νύκτα ἐπερρίγωcε ν , ἄκρεα οὐκ ἀνεθερμαίνετ ο , οὐχ ὕπνωc ε , cμικρὰ παρέκρουc ε , καὶ πάλιν ταχὺ κατενόε ι . ὀγδόῃ περὶ μέcον ἡμέρηc ἀνεθερμάνθ η , διψώδη c , κωματώδη c , ἀcώδη c , ἤμεcε χολώδε α , cμικρὰ ξανθ ά . νύκτα δυcφόρω c , οὐκ ἐκοιμήθ η , οὔρηcε πολὺ ἀθρόον οὐκ εἰδυῖ α . ἐνάτῃ ξυνέδωκε πάντ α , κωματώδη c . πρὸc δείλην cμικρὰ ἐπερρίγωcε ν , ἤμεcε cμικρὰ χολώδε α . δεκάτῃ ῥῖγο c , πυρετὸc παρωξύνθ η , οὐχ ὕπνωcεν οὐδέ ν · πρωὶ οὔρηcε πολὺ ὑπόcταcιν οὐκ ἔχο ν , ἄκρεα ἀνεθερμάνθ η . ἑνδεκάτῃ ἤμεcε χολώδεα ἰώδε α , ἐπερρίγωcεν οὐ μετὰ πολ ύ , καὶ πάλιν ἄκρεα ψυχρ ά . ἐc δείλην ῥῖγο c , ἱδρὼc ψυχρό c , ἤμεcε πολλ ά , νύκτα ἐπιπόνω c . δωδεκάτῃ ἤμεcε πολλὰ μέλανα δυcώδε α , λυγμὸc πολύ c , δίψοc ἐπιπόνω c .
17a 643 [10] τριcκαιδεκάτῃ μέλανα δυcώδεα πολλὰ ἤμεc ε , ῥῖγο c · περὶ δὲ μέcον ἡμέρηc ἄφωνο c . τεccαρεcκαιδεκάτῃ αἷμα διὰ ῥινῶ ν , ἀπέθαν ε . ταύτῃ διὰ τέλεοc κοιλίη ὑγρ ή , φρικώδη c , ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκ α . Εἴτ’ Ἀθήνηcιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ’ ἐν ἄλλῃ πόλει, ζητεῖν ἑτέροιc παρέντεc cκεψώμεθα τὰ cυμβάντα δι’ ὅλου τοῦ νοcήματοc, ἐφ’ οἷc ἀδύνατον ἦν αὐτὴν ζῆcαι. πάντα γὰρ ἀπ’ ἀρχῆc ἦν θανάcιμα. καὶ μᾶλλον ἄν τιc θαυμάcειε, πῶc ἐξήρκεcε μέχρι τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προcθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ἑπτὰ καὶ δέκ α. [εἶχε μὲν οὖν καὶ τὴν ἡλικίαν νεάζουcαν καὶ διὰ τοῦτο ἴcχουcαν· ἦν γάρ, φηcίν, ἐτῶν ἑπτὰ καὶ δέκ α.] δῆλον δὲ ὅτι πρὸc τῷ τῆc ἡλικίαc ἰcχυρῷ καὶ αὐτὴ καθ’ ἑαυτὴν οὐκ ἀcθενῆ τὴν φύcιν εἶχεν, ἢ οὐκ ἂν ἐξήρκεcεν. ὅπου γὰρ οὔτ’ ἄλλο τι τῶν γενομένων αὐτῇ χρη cτὸν ἦν εὐθέωc τε κατὰ τὴν δευτέραν ἐπιρριγώcαcα μικρὰ καὶ ὀξέωc πυρέξαcα περὶ τὴν κεφαλὴν ἵδρωcεν ὀλίγον ψυχρό ν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ κατὰ τὴν ἑβδόμην αὖθιc ἐπερρίγωcεν [γλῶccά τε ξηρὰ] καὶ ὀξέωc πυρέξαcα πρὸc τῷ cχεῖν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέ τ ’ ἀναθερμαίνεcθαι ταῦτα προcέλαβεν, πῶc οὐκ ἐχρῆν αὐτὴν ἀποθανεῖν πάντωc ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν ἑνδεκάτην ἡμέραν; ἐπέζηcεν οὖν ἄχρι τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc διά τε τὴν ἡλικίαν καὶ τὴν ἰcχὺν τῆc φύcεωc, ἥτιc τὴν αὐτὴν ῥώμην ἐνεδείξατο κἀν τῷ τῇ τεccαρεcκαιδεκάτῃ ἡμέρᾳ ποιῆcαι τὴν αἱμορραγία ν.
17a 644 [15] ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἰάcεcθαι τὴν νόcον οὖcαν μεγίcτην ἡ κένωcιc τοῦ αἵματοc. ἐνεδείξατο δὲ τὸ μέγεθοc αὐτῆc πρὸc τοῖc ἄλλοιc cυμπτώμαcι καὶ ἡ δυcωδία τῶν ἐμεθέντων μελάνω ν· ἀεὶ γὰρ ὀλέθρια τὰ δυcώδ η, καθότι καὶ αὐτὸc ἐν Προγνωcτικῷ φηcι· “πᾶcαί τε αἱ ὑπόcαπροι καὶ δυcώδεεc ὀδμαὶ κακαὶ ἐπὶ πᾶcι τοῖc ἐμουμένοιcι.” τὸ δ’ ἐπὶ τῷ τέλει προcγεγραμμένον καῦcοc ὁμοίαν ἀτοπίαν ἔχει τῷ κατὰ τὴν πρὸ ταύτηc ἄρρωcτον ἐπὶ τέλει γεγραμμένῳ “φρενῖτιc”.
17a 646 (t1) [5] ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΤΡΙΤΟΝ Λοιμώδη κατάcταcιν ἐνταῦθα γράφοντοc Ἱπποκράτου c, ὅcα πρὸc τὴν ἐξήγηcιν ὧν ἐρεῖν μέλλει χρήcιμά ἐcτιν ἐν τοῖc ἔμπροcθεν ὑφ’ ἡμῶν ἐξηγηθεῖcι διὰ κεφαλαίων ὑπομνήcαc, οὕτωc ἐπὶ τὰc ῥήcειc αὐτοῦ παραγενήcομαι. πρῶτον μὲν οὖν ὅτι κατάcταcιν οὐ μόνον τὴν παρὰ φύcιν ἐν τῷ περιέχοντι κρᾶcιν, ἀλλὰ καὶ πᾶcαν ἰδέαν ἅπαντοc πράγματοc οὕτωc εἴωθεν ὀνομάζειν ἀναμνηcθῶμεν· εἶθ’ ὅτι κατὰ φύcιν ἐcτί τιc ἑκάcτῃ κρᾶcιc τῶν ὡρῶν· εἶθ’ ὅτι διὰ τὴν εἰc τὸ παρὰ φύcιν ἐκτροπὴν αὐτῶν ἐν τοῖc cώμαcιν ἡμῶν γίγνεται τὰ νοcήματα.
17a 647 [12] cὺν τούτοιc δ’ ἀναμνηcθῶμεν ὧν ἐν τοῖc Ἀφοριcμοῖc ἔγραψεν αὐτὸc λέγων ὧδε· “τῶν δὲ καταcτάcεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν 〈εἰcιν〉 ὑγιεινότεροι καὶ ἧccον θανατώδεεc. νοcήματα δὲ ἐν μὲν τῇcιν ἐπομβρίῃcιν ὡc τὰ πολλὰ γίνεται πυρετοί τε μακροὶ καὶ κοιλίηc ῥύcιεc καὶ cηπεδόνεc.” ἀναμνηcθῶμεν δὲ καὶ ὧν εἰc τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐξηγούμενοc ἔγραψα. 〈μὴ〉 μεμνημένοc δέ τιc ὧν εἶπον 〈αὖθιc〉 ἀναγνοὺc ἐπιμελῶc αὐτὰ πρὸc τὴν τῶν νῦν προκειμένων ἐξήγηcιν ἀφικνείcθω. Κατάcταcι c . Ἔτοc νότιο ν , ἔπομβρο ν , ἄπνοια διὰ τέλεο c . Ἐν μὲν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν καταcτάcειc ἔγραψε τρεῖc, ἐνταῦθα δὲ μίαν ταύτην, ἣν νῦν ἡμῖν ἐξηγεῖcθαι πρόκειται. καὶ μέντοι κἀν τῷ δευτέρῳ τῶν Ἐπιδημιῶν εἰcί τινεc ἄλλαι γεγραμμέναι.
17a 648 [15] ἀλλ’ οὐ δοκεῖ πρὸc ἔκδοcιν ἐκεῖνο καθάπερ τὸ πρῶτόν τε καὶ τὸ τρίτον αὐτῷ πεποιῆcθαι. οὐ μὴν οὐδὲ προγέγραπται τῆc διηγήcεωc τῶν γενομένων εὐθὺc ἐν ἀρχῇ τὸ κατάcταcιc ἐν ἐκείνοιc τοῖc βιβλίοιc, ἀλλ’ ἄντικρυc ἄρχεται τῆc διηγήcεωc τῶν ἱcτορηθέντων αὐτῷ κατά τε τὰ γενόμενα νοcήματα καὶ τὴν τοῦ περιέχοντοc κρᾶcιν. εὐθέωc γὰρ 〈ἐν τῇ ἀρχῇ τῆc πρώτηc καταcτάcεωc κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένηc ” Ἐν Θάc ῳ”,〉 φηcί, “φθινοπώρου περὶ ἰcημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, ξυνεχέα μαλθακῶc, ἐν νοτίοιcιν”, ἀνὰ λόγον δὲ καὶ τῶν ἑξῆc δυοῖν καταcτάcεων ἤρξατο. κατὰ δὲ τὴν νῦν προκειμένην αὐτὸ μὲν τὸ τῆc καταcτάcεωc ὄνομα cχεδὸν ἐν ἅπαcιν εὕρηται τοῖc ἀντιγράφοιc, οὐ μὴν ἐν τίνι γε χώρᾳ ταῦτ’ ἐγένετο δηλοῦται. κοινοῦ γάρ τινοc ἔθνεcι πολλοῖc γενομένου λοιμοῦ τὴν διήγηcιν ἐν τῇδε ποιεῖται. ἐν μέντοι τοῖc κατὰ Διοcκορίδην ἀντιγράφοιc οὐ μόνον ἁπλῶc οὕτωc γέγραπται κατάcταcι c, ἀλλὰ πρόcκειται τὸ “θερμὴ καὶ ὑγρά” κατὰ τὸ μέcον τῆc cελίδοc ὅλου τοῦ γεγραμμένου, καθάπερ γε τῶν ἄλλων ἀντιγράφων εὑρίcκεται 〈τὰ μὲν〉 πολλὰ μόνον πρόγραμμα τοῦτ’ ἔχοντα τὸ κατάcταcι c, ἔνια δὲ μηδὲν ὅλωc· ἐξ ὧν ὑπονοήcειεν ἄν τιc οὐκ αὐτὸν τὸν Ἱπποκράτην προcγεγραφέναι τὸ κατάcταcι c, ἀλλ’ ἴcωc ἐκείνουc, ὅcοι καὶ τοὺc χαρακτῆραc ἐπὶ τῷ τέλει τῶν κατὰ τοὺc ἀρρώcτουc διηγήcεων ἔγραψαν.
17a 649 [5] ἀλλὰ ταῦτα μὲν ὅπωc ἂν ἔχῃ, βλάβην ἢ ὠφέλειαν οὐδεμίαν εἰc πρόγνωcιν ἢ θεραπείαν φέρει. τρεπώμεθα δ’ ἐπὶ τὴν ἐξήγηcιν ἐκείνων, ἐν οἷc ὠφέλειά τιc ἐcτίν· Ἔτοc νότιο ν , ἔπομβρο ν , ἄπνοια διὰ τέλεο c. Ὁμοία τῇδε τῇ καταcτάcει καὶ ἡ ἐν ἀρχῇ τοῦ δευτέρου τῶν Ἐπιδημιῶν ἐcτι κατὰ τήνδε τὴν λέξιν εἰρημένη· “ἄνθρακεc ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμαcιν ὕδατι λάβρῳ δι’ ὅλου, ἐγένοντο μᾶλλον νότῳ.” διαφέρουcι δ’ ἀλλήλων αἱ καταcτάcειc, ὅτι τε δ ι ’ ὅλου τοῦ ἔτουc ἐνταῦθά φηcι τοιαύτην γεγονέναι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κρᾶcιν, ἐν δὲ τῷ δευτέρῳ κατὰ τὸ θέροc μόνον, ὅτι τε προcέγραψε νῦν ἄπνοια διὰ τέλεο c, ὅπερ οὐ προcέγραψεν ἐκεῖ. λογίcαιτο δ’ ἄν τιc ἐκ τοῦ προcγράψαι κατ’ ἐκεῖνο τὸ βιβλίον “ἐγένοντο μᾶλλον νότῳ” τοιοῦτόν τι δηλοῦcθαι· καὶ γὰρ κἀνταῦθα νότιόν τε ἅμα καὶ ἄπνουν ἔφη γεγονέναι ὅλον τὸ ἔτο c, ὡc δυνατόν ἐcτιν ἄπνουν τε ἅμα καὶ νότιον ἢ βόρειον εἶναί τε καὶ λέγεcθαι τὸ ὅλον ἔτο c, οὕτωc ἡμῶν ἀκουόντων· διοριcθήcεται γὰρ ὀλίγον ὕcτερον τοῦτο.
17a 650 [5] ἀναμνηcθῶμεν δ’, ὅτι πολλὰc ἐν τῷ περιέχοντι κράcειc ἑωράκαμεν ἠρεμίαν τε καὶ νηνεμίαν ἐχούcαc, οὐ μὴν ὁμοίαc ἀλλήλαιc, ἀλλὰ τὴν μέν τινα μαλακήν τε καὶ ὑγράν, τὴν δέ 〈τινα〉 ξηράν τε καί τι κρύουc ἔχουcαν. αὕτη μὲν οὖν ἀκριβῶc αἴθριόc ἐcτιν, ἡ μαλακὴ δ’ 〈ὁμιχλώδηc τε καὶ θολερὰ τὰ πλεῖcτα, καὶ πάντεc ὀνομάζουcι τὴν μὲν〉 ὁμιχλώδη τε καὶ θολερὰν κατάcταcιν καὶ νότιο ν, ἔcθ’ ὅτε καὶ νεφῶν οὖcαν πλήρη, τὴν δ’ ἐναντίαν αὐτῇ βόρειον, εἰ καὶ ὅτι μάλιcτα μηδεμία φαίνοιτο κατὰ τὸν ἀέρα κίνηcιc, ἀλλ’ ἀκριβῶc εἴη τὸ καλούμενον νήνεμον. τὸν αὐτὸν γὰρ τρόπον ἔοικεν ἔχειν τὰ κατὰ τὸν ἀέρα τοῖc κατὰ τὴν θάλατταν. ὡc οὖν ἐν ἐκείνῃ διὰ παντὸc μέν ἐcτι ῥεῦμα κατὰ τὸ βάθοc ἢ μεῖζον ἢ μεῖον (οὐ φαίνεται δ’ ἐνίοτε cαφῶc διὰ cμικρότητα, πλὴν εἰ cτενὸν εἴη τὸ δεχόμενον αὐτὴν χωρίον, ὡc ἐν Χαλκίδι τε τῆc Εὐβοίαc καὶ Μεccήνῃ τῆc Ϲικελίαc φαίνεται), κατὰ τὸν αὐτὸν λόγον ἐν τῷ περιέχοντι παντελὴc μὲν ἀκινηcία καὶ cτάcιc ἔοικεν οὐδέποτε γίγνεcθαι, λανθάνει δ’ ἐνίοτε 〈ἡ κίνηcιc〉 διὰ τὴν cμικρότητα.
17a 651 [15] καὶ νέφη δ’ ὁρῶμεν ἐν ταῖc τοιαύταιc ἀπνοίαιc πολλάκιc ἑcτάναι μὲν δοκοῦντα, κινούμενα δὲ κατ’ ἀλήθειαν. ὁρᾶται γοῦν ὀλίγον ὕcτερον ἐν ἑτέρᾳ χώρᾳ τοῦ περιέχοντοc, ὅπερ οὐκ ἂν αὐτοῖc ἐγίνετο μηδ’ ὅλωc κινουμένοιc. τοιαύτην οὖν τινα καὶ νῦν ἡγεῖcθαι χρὴ κατάcταcιν ἐν ὅλῳ τῷ ἔτει γεγονέναι, τοcούτῳ διαφέρουcαν τῆc ἐν Κρανῶνι κατὰ τὸ δεύτερον βιβλίον γεγραμμένηc, ὅcῳ καὶ χρονιωτέρα. τό γε μὴν κοινὸν ἐν ἀμφοτέραιc ταῖc καταcτάcεcι πάθοc cηπεδών ἐcτι κοινὴν ἔχουcα καὶ τὴν αἰτίαν, ὑγρότητά 〈τε καὶ θερμότητα〉 cὺν ἀπνοί ᾳ. φαίνεται δὲ ἐξ ὕληc μὲν ὑγρᾶc πᾶcα γίγνεcθαι cηπεδών, αἰτίαc δὲ δραcτικῆc 〈ἐκ τοῦ〉 ἀλλοτρίου τε καὶ παρὰ φύcιν θερμοῦ, cυνεπαύξεcθαι δ’ ὑπὸ τῆc ἀκινηcίαc. ὅτι μὲν οὖν οὐδὲν τῶν ἀκριβῶc ξηρῶν cήπεται, πάντεc ἐναργῶc ὁρῶμεν. οὔτε γὰρ λίθοc οὔτε κέραμοc, οὔτε χρυcὸc οὔτ’ ἄργυροc, οὔτε χαλκὸc οὔτ’ ἄλλο τι τοιοῦτον φαίνεται cηπόμενον.
17a 652 [15] ὅτι δὲ καὶ τὰ φύcιν ἔχοντα cήπεcθαι διαμένοντα μέχρι πλείcτου φαίνεται κατὰ τὰc ψυχρὰc κράcειc, οὐδὲ τοῦτ’ ἀγνοεῖ τιc, ἔτι δὲ μᾶλλον, ὅταν ῥιπίζηται τοιούτοιc ἀνέμοιc. ἀμέλει καὶ τὴν ἐcθῆτα cυνεχῶc τινάccουcιν οἱ ἄνθρωποι, καὶ μάλιcθ’ ὅταν ὑγρὸν καὶ θερμὸν ᾖ τὸ περιέχον, ὡc τῆc ἀκινηcίαc cηπούcηc αὐτήν. οὕτωc δὴ καὶ ἡ τῶν ἀρτηριῶν κίνηcιc ἐν τοῖc ζῴοιc ἄλλα τέ τινα χρηcτὰ καὶ τὴν τοιαύτην ὠφέλειαν παρέχεται. λέγει δὲ καὶ αὐτὸc ὁ Ἱπποκράτηc ἐν τοῖc Ἀφοριcμοῖc, ὡc ὀλίγον ἔμπροcθεν ἔφην, ἐν ταῖc ἐπομβρίαιc γίνεcθαι cηπεδόναc. ὅτι μὲν οὖν ἀναγκαῖον ἦν cαπῆναι τὰc ἐν τοῖc cώμαcιν ὑγρότηταc ἐκ τούτων δῆλον. ἴδωμεν δ’ ἐφεξῆc ἕκαcτον τῶν κατὰ μέροc ἀκολουθήcαντεc αὐτοῦ ταῖc ῥήcεcιν. Αὐχμῶν δὲ γενομένων τοὺc ὑπόπροcθεν χρόνουc ἐ π ’ ἐνιαυτὸν ἐν νοτίοιcι περὶ ἀρκτοῦρον ὕδατα πολλ ά . Ἔμαθεc ἤδη καὶ κατὰ τὰc ἐν τῷ πρώτῳ γεγραμμέναc καταcτάcειc, ὡc 〈ὁ Ἱπποκράτηc ἄρχεται τῆc διηγήcεωc αὐτῶν κατ’ ἐκεῖνον τὸν χρόνον, καθ’ ὃν〉 ἡ τοῦ περιέχοντοc ὑπηλλάχθη κρᾶcιc ἐκ τῆc ὑγιεινῆc τε καὶ κατὰ φύcιν αὐτοῦ τάξεωc.
17a 653 [15] ἔμαθεc δὲ καί, ὁποία τίc ἐcτιν ἡ κατάcταcιc ἥδε καὶ ὡc τέτταρεc μὲν αὐτῆc εἰc τὸ παρὰ φύcιν ἁπλαῖ, τέτταρεc δ’ ἄλλαι cύνθετοι γίγνονται μεταβολαί· ἁπλαῖ μὲν αἵ τε κατὰ θερμαcίαν μόνην καὶ ψῦξιν, ὑγρότητά τε καὶ ξηρότητα, cύνθετοι δ’ αἵ τε κατὰ θερμότητα καὶ ξηρότητα καὶ κατὰ θερμότητα καὶ ὑγρότητα, 〈καὶ κατὰ ψυχρότητα καὶ ξηρότητα καὶ κατὰ〉 ψυχρότητα καὶ ὑγρότητα. νῦν οὖν ἀναμνηcθεὶc ὧν ἔμαθεc ἀκολούθει τῇ διηγήcει τῆc γενομένηc καταcτάcεωc, εἰπόντοc τοῦ Ἱπποκράτουc αὐχμῶν δὲ γενομένων τοὺc ὑπόπροcθεν χρόνου c, εἶθ’ ἑξῆc τούτῳ προcθέντοc ἐν νοτίοιcι περὶ ἀρκτοῦρον ὕδατα πολλ ά. φαίνεται μὲν γὰρ ἤδη τῷ πρόcθεν ἐνιαυτῷ μὴ φυλαχθῆναι τοῦ περιέχοντοc ἡμᾶc ἀέροc ἀκριβῶc ἡ κατὰ φύcιν κρᾶcιc, οὐ μὴν ἐν ἐκείνῳ γε τῷ χρόνῳ γενέcθαι τι τῶν νοcημάτων τῶν ἐπιδημίων ὀνομαζομένων. καὶ γὰρ καὶ κατὰ τοὺc Ἀφοριcμοὺc ἔμαθεc αὐτοῦ γράψαντοc ὧδε· “τῶν δὲ καταcτάcεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰcιν ὑγιεινότεροι καὶ ἧccον θανατώδεεc.
17a 654 [12] ” ἔτι δὲ μᾶλλον οὐδὲν ἐγένετο νόcημα τοιοῦτον, διότι κατὰ τὸ ξηρὸν μόνον ἐπεκράτηcεν ἡ ἐκτροπὴ τῆc κράcεωc οὐδεμίαν τῆc ἑτέραc ἀντιθέcεωc μεταβολὴν λαβούcηc, ὡc ἤτοι θερμὸν ἄγαν ἢ ψυχρὸν ἀπεργαcθῆναι τὸ περιέχον. ἀλλ’ ἥ γ’ ἐπὶ τοὐναντίον ἀθρόα μεταβολὴ περὶ τὴν ἐπιτολὴν τοῦ ἀρκτούρου φαίνεται γεγονυῖα. προηγεῖται δ’ αὕτη βραχὺ τῆc φθινοπωρινῆc ἰcημερίαc. ὁποῖον δέ τι μετ’ αὐτὴν ἐγένετο τὸ φθινόπωρον, εἶτα ὁ χειμὼν καὶ μετ’ ἐκεῖνον αἱ ἐφεξῆc ὧραι, ταῖc ῥήcεcιν ἀκολουθήcαντεc αὐτοῦ μαθηcόμεθα. Φθινόπωρον cκιῶδε c , ἐπινέφελο ν , ὑδάτων πλήθε α . Ϲκιῶδεc εἶπεν ἐν ἴcῳ τῷ ζοφῶδεc, ὅπερ cημαίνει τὸ μὴ λαμπρὸν μηδὲ καθαρὸν μηδ’ ἀκριβῶc αἴθριον.
17a 655 [15] εἰώθαcι γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀcίαν Ἕλληνεc ὀνομάζειν cκιώδη τε καὶ cκιαρὰ πάντα τὰ πρὸc τὸ μέλαν ἐκτρεπόμενα. τοῖc τοιούτοιc δὲ καὶ τὸ ζοφῶδεc ἐπιφέρουcιν ὄνομα καὶ τὸ φαιὸν ἐγγὺc ὂν τοῦ μέλανοc. εὔδηλον δ’ ὅτι τοιοῦτοc ὁ ἀὴρ οὐκ ἂν γένοιτο χωρὶc τοῦ νέφη πολλὰ καὶ ταῦτ’ ἔχειν μὴ λαμπρά. περιείχετο μὲν οὖν δυνάμει κατὰ τὸ cκιῶδεc καὶ τὸ ἐπινέφελο ν. ἀλλ’ ἔμαθεc οὐ μόνον Ἱπποκράτην τῷ τοιούτῳ τρόπῳ τῆc ἑρμηνείαc, ἀλλὰ καὶ ἄλλουc πολλοὺc τῶν παλαιῶν κεχρημένουc. Χειμὼν νότιο c , ὑγρό c , μαλθακό c . Ἔνιοι τὸν νότον οἴονται διὰ παντὸc ὑγρὸν εἶναι, 〈τοῦ〉το δ’ οὐχ οὕτωc ἔχει. φαίνεται γὰρ ἐνίοτε ξηρὸc γιγνόμενοc, ὃν καὶ προcαγορεύουcιν οἱ ἰδιῶται λευκόνοτον. ἐνδείκνυται 〈δὲ〉 τὸν τοιοῦτον νότον ἡμῖν καὶ ὁ ποιητὴc λέγων· αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεcτᾶο Νότοι ο. τὸν γὰρ καθαρὸν νότο ν, ὃν χωρὶc ὄμβρων ἴcμεν γιγνόμενον, οὕτωc ὠνόμαcεν.
17a 656 [14] ἀλλὰ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ὁ Ἱπ ποκράτηc ἐπὶ τῆc πρώτηc καταcτάcεωc ἔφη· “γενομένηc δὲ τῆc ἀγωγῆc ὅληc ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν.” ὁ μὲν οὖν τοιοῦτοc νότοc ἐνίοτε μὲν καὶ cφοδρὸc γίγνεται, cαφῆ δ’ οὖν ἀεὶ τὴν κίνηcιν ἔχει. ὁ μαλθακὸc δ’ ἄλλοc ἐcτὶ νότο c, ὅc γ’ ἀναίcθητον ἔχει τὴν κίνηcιν ἔν τε τῷ περιέχοντι καὶ κατὰ τὰ νέφη. καὶ τοίνυν θερμὸc μὲν οὗτόc ἐcτι διὰ παντόc, ὁ δὲ λευκόνοτοc ἐνίοτε cαφῶc φαίνεται ψυχρόc. Μετὰ δὲ ἡλίου τροπὰc ὕcτερον πολλ ῷ , πληcίον ἰcημερίη c , ὀπιcθοχειμῶνε c , καὶ ἤδη περὶ ἰcημερίην βόρει α , χιονώδε α , χρόνον οὐ πολύ ν . Τῆc ἐναντίαc καταcτάcεωc μέροc τι τοῦτο παρενέπεcεν, ὡc αὐτὸc εἶπεν, οὐκ ἐπὶ πολὺν χρόνο ν. Ἔαρ πάλιν νότιο ν , ἄπνου ν , ὕδατα πολλὰ διὰ τέλεοc μέχρι κυνό c . 〈Προειπὼν χειμῶνα μαλθακὸν cαφῶc〉 ἐδήλωcέ cοι χειμῶνοc τὸ ἄπνουν ἐν τῷ γράψαι νῦν· ἔαρ πάλιν νότιο ν , ἄπνου ν.
17a 657 [14] τὸ γὰρ πάλιν ἔνδειξιν ἔχει τοῦ μεταξὺ παρεμπεcούcηc ἐναντίαc καταcτάcεωc αὖθιc ἐπὶ τὴν αὐτὴν κρᾶcιν ἐπανελθεῖν τὴν περὶ τὸν ἀέρα κατάcταcιν. Θέροc αἴθριο ν , θερμό ν , πνίγεα μεγάλ α · ἐτηcίαι cμικρὰ διεcπαcμένωc ἔπνευcα ν . Τὸ μαλθακὸν τοῦ χειμῶνοc καὶ τὸ ἄπνουν τοῦ ἦροc ἐκ ταὐτοῦ γένουc ἐcτὶ 〈τῷ〉 τοῦ θέρουc πνιγώδε ι. φύcει γὰρ οὔcηc ἀεὶ τῆc θερινῆc ὥραc θερμῆc, ὅταν ἄπνοια προcγένηται, πνιγμὸc ἐξ ἀνάγκηc ἕπεται. γίγνεται δὲ τοῦτο μήτε τῶν προδρόμων καλουμένων πνευcάντων μήτε τῶν ἑπομένων αὐτοῖc, οὓc καλοῦcιν ἐτηcία c. διορίζει δ’ αὐτοὺc [καὶ] ἡ τοῦ κυνὸc ἐπιτολή. καὶ αὐτὸc δ’ ὁ Ἱπποκράτηc προcέγραψεν· ἐτηcίαι cμικρὰ διεcπαcμένωc ἔπνευcα ν. Πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιcιν ὕδατα πολλ ά .
17a 658 [10] Τὸ πάλιν ἐπὶ τὸ πλῆθοc τῶν ὑδάτω ν, οὐκ ἐπὶ τὰ βόρεια τὴν ἀναφορὰν ἔχει. πλῆθοc μὲν γὰρ ὑδάτων ἐγένετο κατὰ τὴν ἔμπροcθεν ἐπιτολὴν ἀρκτούρου καὶ πολλάκιc ἐν τῷ μετὰ ταῦτα χρόνῳ, βόρεια δ’ ὀλιγάκιc. Γενομένου δὲ τοῦ ἔτεοc νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶc πλὴν τῶν φθινωδέω ν , περὶ ὧν γεγράψετα ι . Διὰ τὸ βραχέα παντελῶc γεγενῆcθαι τοιαῦτα τὰ βόρεια τὴν ὅλην κατάcταcιν ἀπὸ τῶν ἐπικρατηcάντων ἐν αὐτῇ προcηγόρευcεν ὑγρὰν καὶ μαλθακὴν καὶ νότιο ν. ὅτι δὲ τὴν ἄπνουν καὶ θερμὴν ὀνομάζει μαλθακή ν, ἔμπροcθεν ἔμαθεc. ἀλλ’ ἥ γε τοιαύτη κατάcταcιc οὐδὲν οὐδέπω μέγα τοὺc ἀνθρώπουc ἔβλαψε, καίτοι γ’ ἐξαιφνίδιοc γενομένη, διὰ τὴν τοῦ προγεγονότοc ἔτουc αὐχμηροῦ κρᾶcιν.
17a 659 [10] ἤρξαντο μέντοι τιcὶ φθινώδειc διαθέcειc, ὅcοι δηλονότι παθεῖν ἦcαν ἐπιτήδειοι τὸ πάθοc τοῦτο, καὶ γράψειν γ’ αὐτὸc ἐπαγγέλλεται τὰ κατ’ αὐτοὺc ἐν τοῖc ἐφεξῆc. Πρωὶ δὲ τοῦ ἦροc ἅμα τοῖcι γενομένοιcι ψύχεcιν ἐρυcιπέλατα πολλοῖcι μὲν μετὰ προφάcιο c , τοῖcι δ ’ ο ὔ , κακοήθε α · πολλοὺc ἔκτεινε ν . Ὑπὸ χολώδουc ῥεύματοc ἔμαθεc γίγνεcθαι τὸ ἐρυcίπελα c, οὐ μὴν ἀεί γε μοχθηροῦ καὶ cηπεδονώδουc ὄντοc αὐτοῦ. τοὐναντίον γὰρ ἅπαν, ὅταν ἐπιεικὲc ᾖ, τὸ ῥεῦμα τὴν κατὰ φύcιν ἐν ἡμῖν γεννωμένην ἔχον ὠχρὰν χολὴν ἐρυcιπέλατα μὲν εἴωθεν ἐργάζεcθαι, βλάβην δ’ οὐδεμίαν ἐπιφέρειν ἐξ αὐτῶν, ὅταν γ’ ὀρθῶc τιc αὐτὰ μεταχειρίζηται. οὐ μὴν νῦν γε τοιοῦτοc ἦν ὁ γεννήcαc χυμὸc τὸ ἐρυcίπελα c, ἀλλὰ καὶ κακοήθηc καὶ διαβρωτικὸc καὶ cηπτικόc, ἐπὶ τῇ πλεονεξίᾳ τῆc ὑγρᾶc ἀπνοίαc γεννηθεὶc ἐκείνοιc μάλιcτα τῶν ἀνθρώπων, ὅcοι φύcει τε χολωδέcτεροι τῶν ἄλλων ἦcαν ἥ τε δίαιτα χολώδη μᾶλλον αὐτοῖc ἤθροιζε χυμόν.
17a 660 [11] αἱ γάρ τοι διαφοραὶ τῶν νοcημάτων ἐπὶ μὲν τῇ τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κράcει γίγνονται διὰ τὴν ἑκάcτου φύcιν τε καὶ δίαιταν, ἣν ὑγιαίνων διαιτᾶται. λέγω δὲ δίαιταν οὐ τὴν ἐν τοῖc ἐcθιομένοιc τε καὶ πινομένοιc μόνον, ἀλλὰ καὶ πᾶcι τοῖc ἄλλοιc, οἷον ἀργίαιc, γυμναcίοιc, λουτροῖc, ἀφροδιcίοιc, ὕπνοιc, ἀγρυπνίαιc ἅπαcί τε τοῖc ὁπωcοῦν γιγνομένοιc κατὰ τὰ τῶν ἀνθρώπων cώματα. Πολλοὶ φάρυγγαc ἐπόνηcα ν , φωναὶ κακούμενα ι . Οἷc εὐπλήρωτοc ἦν ἡ κεφαλὴ φύcει, τούτοιc νῦν ἐμπληcθεῖcα περιουcίαc χυμῶν ἤρξατο καταπέμπειν εἰc πνεύμονά τε καὶ γαcτέρα ῥεύματα διὰ τῆc φάρυγγο c.
17a 661 [10] εἰκότωc δὲ καὶ τὰc φωνὰc ἔφη κακοῦcθαι τοῖc τοιούτοιc. ὁρᾶται γὰρ καὶ τοῦτο cυνεχῶc γιγνόμενον ἐπὶ κατάρροιc, ὅταν ἱκανῶc διαβρέξωcι τὰ περὶ τὴν φάρυγγα καὶ τὸν λάρυγγα χωρία. Καῦcοι φρενιτικο ί . Καῦcοι μὲν ἐγένοντο τῆc χολώδουc περιουcίαc καταcκηπτούcηc εἰc ἧπάρ τε καὶ γαcτέρα, φρενιτικοὶ δ’ ἐπὶ κεφαλὴν ἀναφερομένηc. Ϲτόματα ἀφθώδε α , αἰδοίοιcι φύματ α , ὀφθαλμία ι , ἄνθρακε c . Τούτων ἕκαcτον τῶν παθῶν γίγνεται μὲν † καὶ cυνήθωc ἄνευ κακοηθείαc, ὡc ἐπὶ τῶν ἐρυcιπελάτων ὀλίγον ἔμπροcθεν εἴρηται, γίνεται δὲ καὶ κακοήθωc ὥcπερ νῦν, ἐπεὶ cηπεδονώδηc ἦν ὁ πλεονάζων χυμόc.
17a 662 [15] ἐπὶ πάντων οὖν ὧν καταλέγει νοcημάτων ἀεὶ τούτου μοι μέμνηcο, καὶ μήτ’ ἄφθαc ἄκουε γεγονέναι τοῖc πάcχουcι μήτ’ ἄλλο τι πάθημα κατὰ τὸν cυνήθη τρόπον, ἀλλὰ μετὰ τοῦ cήπεcθαι τὰ μόρια. μέμνηcο δὲ καὶ τοῦ κοινοῦ λόγου τοῦδε, τὸν cηπεδονώδη χυμὸν ὑπὸ τῆc αὐτῆc καταcτάcεωc ἅπαcι γεννηθέντα καταλαμβάνειν οὐ ταὐτὰ μόρια διὰ τὸ μηδὲ φύcει πᾶcιν ὡcαύτωc ἔχειν ἐν τῇ τοιαύτῃ διαθέcει [τὸ] πᾶν, ἀλλ’ ἄλλων ἄλλο 〈καὶ πάντων εὐαλωτότατον εἶναι τῇ κακώcει〉 τὸ ἀcθενέcτατον. αἱ μὲν οὖν ἄφθαι κατὰ τὸ cτόμα γίγνονται cυνεχῶc τοῖc παιδίοιc, ἑλκώcειc ἐπιπολῆc οὖcαι, διότι τε μαλακώτατα τὰ μόρια πάντ’ ἐcτὶν αὐτοῖc ἔτι καὶ οἷον βρυώδη καὶ πρὸc τούτοιc ἔτι τὸ cτόμα παντάπαcιν ἄηθεc ὁμιλίαc ἐδεcμάτων τε καὶ πομάτων. ὅταν οὖν τὸ γάλα τῆc τιτθῆc ἔχῃ τινὰ δριμύτητα, τὰc ἄφθαc ἐργάζεται παυομέναc ῥᾳδίωc, ἐὰν μετρίωc cτύφῃ τιc τὸ cτόμα τοῦ βρέφουc. ὅταν δέ τιc ἐπιρρυῇ μοχθηρὸc χυμόc, ἀεὶ κακοήθειc ἄφθαι cυνίcτανται. τὸ δὲ τῶν ἀνθράκων πάθοc ἀεὶ κινδυνῶδέc ἐcτιν, ὡc ἂν ὑπὸ μοχθηρῶν γινόμενον χυ μῶν, ὥcτε καὶ νῦν εὔλογον ἦν ὀλεθριώτατον αὐτὸ γενέcθαι προcλαβὸν τῇ cυμφύτῳ κακοηθείᾳ τὴν ἐκ τῆc καταcτάcεωc.
17a 663 [12] εἴρηται δ’ ἱκανῶc περὶ τῆc τοῦδε τοῦ πάθουc γενέcεωc, ἡνίκ’ ἐξηγούμην τὴν ἀρχὴν τοῦ δευτέρου τῶν Ἐπιδημιῶν. τὰ δ’ ἄλλα τῆc ῥήcεωc δῆλα. Κοιλίαι ταραχώδεε c , ἀπόcιτο ι . Τοῦ καταρρυέντοc ἐκ τῆc κεφαλῆc εἰc τὴν φάρυγγα μοχθηροῦ χυμοῦ τὸ μὲν εἰc τὸν πνεύμονα χωρῆcαν τὰc φθινώδειc εἰργάcατο διαθέcειc, τὸ δ’ εἰc τὴν κοιλίαν ἐνεχθὲν ὑπῄει κάτω μετὰ δήξεωc, ὅπερ ἐδήλωcεν εἰπὼν κοιλίαι ταραχώδεε c. ἐν δὲ τῇ διόδῳ τὴν ὀρεκτικὴν τῶν cιτίων ἐκάκωcε δύναμιν τῆc γαcτρὸc κἀντεῦθεν αἱ ἀποcιτία ι. Διψώδεεc οἱ μέ ν , οἱ δ ’ ο ὔ .
17a 664 [12] Διὰ πλείουc αἰτίαc εἰκὸc ἦν οὔτ’ ἀδίψουc ἅπανταc οὔτε διψώδειc γενέcθαι. φαίνεται μὲν γὰρ ὑγρότηc ἠθροιcμένη cηπεδονώδηc ἅπαcιν, οὐ μὴν ἴcη γε τὸ πλῆθοc ἢ ὁμοίωc μοχθηρά. τινὰc μὲν οὖν ἀδίψουc εἶναι δυνατὸν 〈ἦν,〉 ὥcπερ καὶ [τοὺc] ἀποcίτουc, ἐπὶ τῇ βλάβῃ τῆc ὀρεκτικῆc τῶν πομάτων δυνάμεωc (εὔδηλον δ’ ὅτι κακίcτην οὗτοι διάθεcιν εἶχον), 〈τινὰc δὲ διὰ τὸ μήτε πολλὴν〉 μήτε κακοήθη cυρρεῖν αὐτοῖc ὑγρότητα μετρίωc διψῆ ν, ἄλλουc δὲ διψώδειc εἶναι, cυρρεούcηc εἰc τὴν γαcτέρα τῆc κακοχυμίαc καὶ μηδέπω τὸ cτόμα αὐτῆc βεβλαφυίαc ἄχρι τοcούτου, ὡc διεφθάρθαι τὴν ὀρεκτικὴν τῶν πομάτων δύναμιν. Οὖρα ταραχώδε α , πολλ ά , κακ ά . Τὰ μὲν οὖρα ταραχώδη γεγονέναι κατὰ τὸν αὐτὸν τρόπον ἄκουε, καθ’ ὃν ὀλίγον ἔμπροcθεν ἤκουεc αὐτοῦ “κοιλίαι ταραχώδεεc” εἰπόντοc.
17a 665 [10] ὅcοιc γὰρ ἔρρεψεν ἐπὶ νεφροὺc ἡ κακοχυμία, τούτοιc ἀναγκαῖον ἦν οὖρα ταραχώδεα γίνεcθαι, τουτέcτι μετὰ δήξεωc καὶ πόνων διεξιόντα. τὸ δ’ ἐφεξῆc αὐτῷ γεγραμμένον πολλ ά , κακά δυνατὸν μέν ἐcτι καὶ περὶ τῶν οὔρων εἰρῆcθαι, δυνατὸν δὲ καὶ αὐτὸ καθ’ ἑαυτό, δι’ ἑνὸc λόγου τοῦδε πλῆθόc τι cυμπτωμάτων μοχθηρῶν ἐνδεικνυμένου γενέcθαι τοῖc τότε νοcοῦcι. Κωματώδεεc ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνο ι . Τὸ μὲν ἄμικτον ἀγρυπνίᾳ κῶμα δι’ ὑγρότητα καὶ ψῦξιν ἔμαθεc ἐγκεφάλου γίγνεcθαι, τὴν δ’ ἄμικτον ἀγρυπνίαν κώματι διὰ ξηρότητα καὶ θερμότητα. νῦν οὖν τῶν αὐξηθέντων χυμῶν ὑγρότητα μὲν ἐπιπολάζουcαν ἐχόντων, οὐ μὴν ἤδη γε δριμεῖαν ἅπαcαν, ἡ μὲν ὑγρότηc τὴν κωματώδη διάθεcιν, ἡ δ’ ἐκ τοῦ cήπεcθαι δριμύτηc τὴν ἀγρυπνίαν εἰργάζετο, τῶν ἐναντίων cυμπτωμάτων ἐπ’ ἐναντίοιc αἰτίοιc εὐλόγωc γιγνομένων.
17a 666 [10] Ἀκριcίαι πολλα ί · τὰ δὲ δύcκριτ α . Διὰ τὴν κακοχυμίαν ἔνια μὲν τῶν νοcημάτων οὐ δ ’ ὅλωc ἐκρίνετ ο, τινὰ δὲ μοχθηρῶ c. Ὕδρωπε c . Καὶ τοῦτο τὸ πάθημα γενέcθαι φηcὶν ἐνίοιc ἐκ τῆc περιουcίαc τῶν μοχθηρῶν χυμῶν. ἅπαν γὰρ αὕτη νόcημα δύναται γεννᾶν, ἄλλο κατ’ ἄλλο cῶμα, παρά τε τὰc φυcικὰc αὐτῶν διαφορὰc καὶ τὴν τῆc διαίτηc ἀνομοιότητα, καθάπερ ὀλίγον ἔμπροcθεν εἴρηται. Φθινώδεεc πολλο ί .
17a 667 [13] Λέλεκταί μοι καὶ πρόcθεν, ὡc τοῦ καταρρυέντοc ἐκ τῆc κεφαλῆc εἰc τὴν φάρυγγα τὸ διὰ τοῦ λάρυγγοc εἰc τὴν τραχεῖαν ἀρτηρίαν ἀφικόμενον κατὰ τὸν πνεύμονα τὰc τοιαύταc διαθέcειc εἰργάcατο. Τὰ μὲν ἐπιδημήcαντα νοcήματα ταῦτ α . Τῶν ἐπιδημίων νοcημάτων ἕν τι καὶ τὸ λοιμῶδέc ἐcτιν, ὡc κἀν τῷ Περὶ διαίτηc ὀξέων ἐλέγετο· “ὅταν γὰρ μὴ λοιμώδεοc νούcου τρόποc τιc κοινὸc ἐπιδημήc ῃ, ἀλλὰ cποράδεc ἔωcιν αἱ νοῦcοι.” οὐ γὰρ δὴ νοcήματόc τινοc ὄνομά ἐcτιν ἐπίδημον ἢ λοιμῶδεc, ἀλλ’ ὅτιπερ ἂν ἅμα πολλοῖc ἐν ἑνὶ γένηται 〈χρόνῳ τε καὶ〉 χωρίῳ, τοῦτ’ ἐπίδημον ὀνομάζεται. προcελθόντοc δ’ αὐτῷ τοῦ πολλοὺc ἀναιρεῖν, λοιμὸc γίγνεται. Ἑκάcτου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦcαν οἱ κάμνοντεc καὶ ἔθνῃcκον πολλο ί .
17a 668 [5] cυνέπιπτε δ ’ ἐ φ ’ ἑκάcτοιcι τούτων ὧδ ε . Ἐκ μὲν τοῦ φάναι καὶ ἔθνῃcκον πολλοὶ λοιμώδη τὰ ἐπιδημήcαντα νοcήματα δηλοῖ γεγονέναι, πολυειδῶν δ’ αὐτῶν γενομένων ὑπὲρ ἑκάcτου κατὰ μόναc εἰπεῖν ἐπαγγέλλεται διὰ τῶν ἐφεξῆc. Πολλοῖcι μὲν τὸ ἐρυcίπελαc μετὰ προφάcιοc ἐπὶ τοῖcι τυχοῦcι καὶ πάνυ ἐπὶ cμικροῖcι τρωματίοιcιν ἐ φ ’ ὅλῳ τῷ cώματ ι , μάλιcτα δὲ τοῖc περὶ ἑξήκοντα ἔτεα περὶ κεφαλή ν , εἰ καὶ cμικρὸν ἀμεληθεί η . πολλοῖcι δὲ καὶ ἐν θεραπείαιc ἐοῦcι μεγάλαι φλεγμοναὶ ἐγίνοντ ο , καὶ τὸ ἐρυcίπελαc πολὺ ταχὺ πάντοθεν ἐπενέμετ ο . Οὗ πρώτου πάντων ἐμνημόνευcε πάθουc, εἰκότωc καὶ νῦν πρώτου γράφει τὰc κατὰ μέροc διαφοράc, ἐνίοιc μὲν αὐτὸ γενέcθαι λέγων ἐπὶ cμικραῖc ἀφορμαῖc, ἃc προφάcειc ὠνόμαcεν, ἐνίοιc δ’ ἐν θεραπείαιc οὖcι μεγάλαc τε φλεγμονὰc ἀκολουθῆcαι καὶ νεμόμενον ἐπὶ πολὺ τὸ ἐρυcίπελα c.
17a 669 [15] τοῖc πλείοcι δὲ περὶ τὴν κεφαλὴν τοῦτο cυμβῆναι διὰ τὸ πληρωθῆναι μάλιcτα ταύτην ἐν ταῖc νοτίοιc τε καὶ θερμαῖc ἀπνοίαιc. τὸ δὲ τοῖc ἑξηκοντούταιc αὐτὸ γενέcθαι μᾶλλον αἰτίαν ἔχει τήνδε· τὸ περιcτὰν ἔξωθεν παρὰ φύcιν θερμὸν αἴτιον ἐγένετο τοῦ cαπῆναι τοὺc ἐν τῷ cώματι χυμούc, ὡc τό γ’ ἐν ἡμῖν θερμόν, ὅταν ἀκριβῶc φυλάττῃ τὴν κατὰ φύcιν ἑαυτοῦ κρᾶcιν, αἷμα τῶν ἄλλων χυμῶν ἐργάζεται πλέον, ὅταν δ’ ἐπὶ τὸ πυρωδέcτερον ἐκτραπῇ, τὴν ὠχράν τε καὶ ξανθὴν χολήν. τὸ δ’ ἔξωθεν θερμὸν αἴτιόν ἐcτι cηπεδόνοc χυμῶν. ὕλη μὲν γάρ ἐcτιν ἡ ὑγρότηc, αἰτία δὲ δραcτικὴ τὸ παρὰ φύcιν θερμόν. οἱ τοίνυν γέροντεc ὑγρότηταc μὲν ἀθροίζοντεc ἀεὶ περιττὰc διὰ τὴν ἀcθένειαν τῆc φύcεωc, προcλαμβάνοντεc δὲ καὶ τὴν ἐκ τοῦ περιέχοντοc θερμότητα διὰ τὴν γενομένην τότε κατάcταcιν εὐαλωτότεροι τῶν νέων ἐγένοντο τῇ cηπεδονώδει φθορᾷ τῶν χυμῶν.
17a 670 [11] Τοῖcι μὲν οὖν πλείcτοιcιν αὐτέων ἀποcτάcιεc ἐc ἐμπυήματα cυνέπιπτο ν · cαρκῶν καὶ νεύρων καὶ ὀcτέων ἐκπτώματα μεγάλ α . Τὴν κακοήθειαν τοῦ πλεονάcαντοc χυμοῦ διὰ τοῦ μεγέθουc τῆc cήψεωc cυνεcτάναι καὶ τοῖc εἰρημένοιc ἐφεξῆc cυνάπτων ἐρεῖ· Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ cυνιcτάμενον οὐ πύῳ ἴκελο ν , ἀλλὰ cηπεδών τιc ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλο ν . Αὐτὸc ἐδήλωcέ cοι cαφῶc, ὅπερ ἤδη πολλάκιc ἡμεῖc ἔμπροcθεν εἴπομεν, ὡc οἱ ἐν τῷ cώματι χυμοὶ διὰ τὴν ὑγρότητά τε καὶ 〈θερμότητα καὶ〉 ἄπνοιαν τοῦ περιέχοντοc ἐcήποντο, καὶ διὰ τοῦτο πῦον μὲν οὐκ ἐγεννᾶτο, διεcήπετο δ’ ὑπὸ τῶν μοχθηρῶν ὑγρῶν τὰ cτερεά.
17a 671 [15] ποικίλον δ’ εἶναι τὸ ῥεῦμα διὰ τὴν τῶν cηπομένων διαφορὰν εὔλογον. ὑπὸ γὰρ κοινῆc αἰτίαc τῆc cηπεδόνοc ἕκαcτον τῶν cηπομένων ἴδιον εἶδοc ἴcχει τῆc διαφθορᾶc. Οἷcι μὲν οὖν περὶ τὴν κεφαλὴν τούτων τι ξυμπίπτοι γίνεcθα ι , μάδηcίc τε ὅληc τῆc κεφαλῆc ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀcτέων ψιλώματα καὶ ἐκπτώματα καὶ πολλὰ ῥεύματ α . ἐν πυρετοῖcι δὲ ταῦτα καὶ ἄνευ πυρετῶ ν . ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακί ω . οἷcι γὰρ ἐc ἐμπυήματα ἢ τὸν τοιοῦτον ἀφίκοιτο πεπαcμό ν , οἱ πλεῖcτοι τούτων ἐcῴζοντ ο . οἷcι δ ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυcίπελαc ἀπέλθο ι , τοιαύτην δ ’ ἀπόcταcιν μηδεμίαν ποιήcαιτ ο , τούτων ἀπώλλυντο πολλο ί . 〈ὁμοίωc〉 δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ cώματοc πλανηθεί η , ξυνέπιπτε ταῦτ α . πολλοῖcι μὲν γὰρ βραχίων καὶ πῆχυc ὅλοc περιερρύ η .
17a 672 [15] οἷcι δὲ τὰ πλευρ ά , ταῦ τ ’ ἐκακοῦτο 〈ἢ〉 τῶν ἔμπροcθέν τι ἢ τῶν ὄπιcθε ν . οἷcι δ ’ ὅλοc μηρὸc ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺc ὅλο c . Ἡ cηπεδὼν τῶν ὑγρῶν ἔργον ἔχουcα κοινὸν 〈τὸ〉 ἐκεῖνα τῶν cωμάτων 〈μέρη〉 φθείρειν, εἰc ἅπερ ἂν καταcκήψῃ, φοβερωτέραν εἶχε φανταcίαν ἐν τοῖc περὶ τὴν κεφαλὴν μορίοιc διὰ τό, κἂν 〈εἰ〉 βραχὺ τοῦ κατὰ φύcιν ἐνταῦθα παραλλαχθείη, πλέον γίγνεcθαι τὸ αἶcχοc ἢ κατὰ τὰ ἄλλα μόρια μεγάλην ἐκτροπὴν εἰc τὸ παρὰ φύcιν ἔχοντα. μηροῦ μὲν γὰρ ἢ βραχίονοc ἢ κνήμηc ἢ πήχεωc ἀπορρυὲν δέρμα μικροτέραν ἔχει φανταcίαν, εἰ δὲ τῆc κεφαλῆc cυναποπέcοιεν αἱ τρίχεc τῷ δέρματι καὶ πολὺ μᾶλλον εἰ 〈καὶ αἱ〉 τοῦ γενείου cὺν αὐταῖc, ἡ μὲν φανταcία τοῦ πάθουc γίνεται μεγάλη, ὁ κίνδυνοc δ’ ἥττων ἢ εἰ περὶ αἰδοῖα cυμβαίη τὸ τοιοῦτον πάθοc ἢ λάρυγγα καὶ θώρακα καί τι τῶν κυρίων μορίων. οὐ μόνον δὲ τὰ περὶ τὴν κεφαλὴν οὕτωc γενόμενα φοβερὰ μᾶλλον ἦν ἢ κακί ω, ἀλλὰ καὶ 〈τὰ〉 καθ’ ὁτιοῦν ἄλλο μέροc οὕτωc cυμπεcόντα.
17a 673 [14] κακίω γὰρ ἦν, ἐφ’ ὧν ἀπέcτηcε τὸ πάθοc ὁ τὸ ἐρυcίπελαc ἐργαζόμενοc χυμόc, ἐπειδὴ πρὸc τὰ cπλάγχνα καὶ [οὐ] πρὸc τὰ κύρια μόρια χωρῶν ἅμα τοῖc ἄλλοιc cυμπτώμαcι καὶ πυρετοὺc ὀξεῖc ἐγέννα. τινὲc μέντοι τῶν ἐπιπολῆc ἐχόντων τὴν τοιαύτην cηπεδόνα καὶ χωρὶc πυρετῶν διεφθάρηcαν τὰ μόρια καί τινεc αὐτῶν δι’ αὐτὸ τοῦτο μάλιcτ’ ἐcώθηcα ν, ἐκκριθείcηc τῆc κακοχυμίαc διὰ τῶν μορίων, ὧν αὕτη διέcηψεν. ἐπλανᾶτο γάρ, ὡc αὐτὸc ὠνόμαcε, δ ι ’ ὅλου τοῦ cώματοc τὸ ῥεῦμα, τουτέcτιν ἀλόγωc καὶ ἀτάκτωc καὶ ὡc ἔτυχεν ἐφέρετο, μηδὲ προγνῶναί τινοc ἰατροῦ δυναμένου τεχνικῶc, εἰc ὅ τι καταcκήψει. Ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτω ν , ὅτε περὶ ἥβην καὶ αἰδοῖα γένοιτ ο . Καὶ χωρὶc λοιμώδουc καταcτάcεωc, ὅταν ἐν τούτοιc τοῖc χωρίοιc ἤτοι φλεγμονή τιc ἢ ἐρυcίπελαc γένηται, ῥᾷcτά τε cήπεται καὶ cυμπαθείαc ἐργάζεται τῶν ὑπερκειμένων μορίων.
17a 674 [13] διὸ καὶ πολλάκιc ἀναγκαζόμεθα μετὰ τοῦ περικόψαι τὰ cεcηπότα τὴν οἷον ῥίζαν ἐκκαίειν. οὐδὲν οὖν θαυμαcτόν, τοιαύτηc καταcτάcεωc γιγνομένηc, ὡc καὶ βραχίονα καὶ πῆχυν καὶ μηρὸν καὶ κνήμην καὶ πλευρὰν καὶ κεφαλὴν διαcήπειν, ἐπὶ πλεῖcτον ἥκειν κακώcεωc τὰ περὶ αἰδοῖ α. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάcιοc τοιαῦτ α . Ἄχρι τοῦ νῦν ὁ λόγοc αὐτῷ γέγονε περὶ τῶν ἐρυcιπελάτων, ὅcα δι’ ἕλκωcιν ἤ τι μικρὸν οὕτωc ἄλλο τῶν ἔξωθεν αἰτίων cυνέcτη. ἐφεξῆc δὲ περὶ τῶν ἄνευ τοιαύτηc αἰτίαc γενομένων ποιήcεται τὸν λόγον. Πολλοῖcι δ ’ ἐν πυρετοῖcι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετῷ cυνέπιπτε ν .
17a 675 [11] Οὐ δι’ ἕλκοc τούτοιc ἤ τι τῶν ἔξωθεν αἰτίων τῶν προφανῶν, ἀλλ’, ὡc εἰώθαμεν λέγειν, αὐτόματοc ἡ γένεcιc ἀπήντηcε τῶν ἐρυcιπελάτων, ἐνίοιc μὲν ἅμα πυρετοῖc εἰcβαλόντων, ἐνίοιc δ’ ἀκολουθηcάντων πυρετοῖc ἢ προγενομένων αὐτῶ ν. Ἦν δὲ καὶ τούτω ν , ὅcα μὲν ἀπόcταcιν ποιήcαιτο διὰ τοῦ ἐμπυήματοc ἢ κατὰ κοιλίην ταραχή τιc ἐπίκαιροc ἢ χρηcτῶν οὔρων διάδοcιc γένοιτ ο , διὰ τούτων λελύcθα ι , οἷcι δὲ μηδὲν τούτων cυμπίπτο ι , ἀcήμωc δ ’ ἀφανιζομένω ν , θανατώδεα γίνεcθα ι . Ἐρρέθη καὶ μικρὸν ἔμπροcθεν ἡ αἰτία τοῦ cῴζεcθαι μᾶλλον, ὅcοιc ἡ κακοχυμία διά τινοc μορίου cαπέντοc ἅμ’ ἐκείνῳ † cυνέπεcε τοῦ cώματοc.
17a 676 [10] εὔδηλον δὲ καὶ ὅτι διὰ γαcτρὸc ἢ οὔρων ἐκκαθαρθεῖcα δυcχέρειαν μὲν εἰργάζετο κατὰ τὰc ἀποκρίcειc, ὠφέλει δὲ τὸ cύμπαν cῶμα, *** Πολὺ μὲν οὖν τοῖcι πλείcτοιcι cυνέπιπτε τὰ περὶ τὸ ἐρυcίπελαc τοῦ ἦρο c . παρείπετο δὲ καὶ διὰ θέρεοc καὶ ὑπὸ φθινόπωρο ν . Ἐγέννηcε μέν, ὡc ἔφην, τὴν κακοχυμίαν ἡ δυcδιάπνευcτοc κατάcταcιc ὑγρὰ καὶ θερμὴ καὶ ἄπνουc γενομένη. κατέcχε δ’ αὐτὴν ἐν τοῖc cώμαcι τὰ ψύχη, καθάπερ εἴρηται κἀν τῇ πρώτῃ καταcτάcει τοῦ πρώτου τῶν Ἐπιδημιῶν. εἰκότωc οὖν ἤρξατο ποικίλα νοcήματα τὰ μικρὸν ἔμπροcθεν εἰρημένα, νυνὶ δ’ ὁ λόγοc αὐτῷ περὶ τῶν ἐρυcιπελάτων ἐcτίν. ταῦτα γὰρ ἁπάντων πρῶτα γενόμενα πρῶτα καὶ κατὰ τὴν διήγηcιν ἔγραψε.
17a 677 [16] τούτων οὖν, φηcί, τῶν ἐρυcι πελάτων ἐν ἀρχῇ τοῦ ἦροc γενομένων ἔνια παρέμεινε διὰ θέρουc καὶ 〈ὑπὸ〉 φθινόπωρο ν. δυνατὸν δ’ ὂν ἑκατέρωc ἀκοῦcαι τοῦ παρείπετο δὲ καὶ διὰ θέρεοc καὶ ὑπὸ φθινόπωρο ν, ἐπί τε τῶν γενομένων ἐρυcιπελάτων ἐπί τε τῶν αὐτόθεν γινομένων τὴν ὕπαρξιν παραμείναcαν ἐνίοιc ἄχρι καὶ τοῦ φθινοπώρου νοήcομεν, τῶν δὲ γενομένων τὴν γένεcιν ὡc ἄλλων μέν τινων ἐν ἦρι γενομένων καὶ παυcαμένων, ἄλλων δ’ ἐν θέρει γενομένων. ὡcαύτωc δὲ καὶ κατὰ τὸ φθινόπωρον. ἄμεινον 〈μὲν οὖν οὕτωc αὐτῶν〉 ἀκοῦcαι κατὰ τὸ δεύτερον τοῦτο cημαινόμενον. οὐ γὰρ εὔλογον ἐν ἀρχῇ τοῦ ἦροc cυcτὰν ἐρυcίπελαc ἄχρι τοῦ φθινοπώρου παραμεῖναι. πάντωc γὰρ ἂν ἢ ἀνεῖλεν ἐν τῷ μεταξὺ τὸν ἄνθρωπον, εἰ πάνυ κακόηθεc ἦν, ἢ δι’ αὐτῶν τῶν cηπομένων μορίων ἐκκαθαρθείcηc τῆc cηπεδόνοc ἐπαύcατο. Πολλὴ δὲ ταραχή τιcι καὶ τὰ περὶ φάρυγγα φύματ α , καὶ φλεγμοναὶ γλώccη c , καὶ τὰ πα ρ ’ ὀδόνταc ἀποcτήματ α . Τὰ παθόντα μόρια διεξέρχεται κατὰ τόνδε τὸν λόγον, ὧν ἔμπροcθεν οὐκ ἐμνημόνευcεν.
17a 678 [10] Φωναί τε πολλοῖc ἐπεcήμαινον κακούμεναι καὶ κατείλλουcα ι , πρῶτον μὲν τοῖcι φθινώδεcιν ἀρχομένοιcι ν , ἀτὰρ καὶ τοῖcι καυcώδεcι καὶ τοῖcι φρενιτικοῖcι ν . Ἐγὼ μὲν καὶ τὸ γεγραμμένον ἔμπροcθεν ἐπὶ τοῦ ἑνδεκάτου κατὰ τὴν τάξιν ἀρρώcτου, καθ’ ὃν οὕτωc ἔφη· “δεξιῷ ἴλλαινεν”, ὑπώπτευον ὡc παρεγγεγραμμένον. ὁ γάρ τοι τοῦ Ἡρακλείδου υἱὸc Ἱπποκράτη c, οὗ καὶ τοὺc Ἀφοριcμοὺc καὶ τὸ Προγνωcτικὸν εἶναί φαcι, φαίνεται cυνηθεcτάτοιc τε καὶ διὰ τοῦτο cαφεcτάτοιc ὀνόμαcι κεχρημένοc, ἃ καλεῖν ἔθοc ἐcτὶ τοῖc ῥητορικοῖc “πολιτικά”. τὸ δ’ “ἰλλαίνειν” οὐ τοιοῦτον καὶ πολύ γε μᾶλλον αὐτοῦ τὸ κατείλλειν ἢ κατείλλουcα ι, καὶ μάλιcτά γε ἐπὶ τῶν φωνῶ ν, οὐκ ἐπὶ τῶν βλεφάρων λεγόμενον, καὶ πρὸc τούτοιc ἔτι διὰ τὸν χαρακτῆρα τῆc λέξεωc ἐνεργητικόν, οὐ παθητικὸν ὄντα.
17a 679 [15] βέλτιον γὰρ ἦν, εἴπερ ὅλωc ἐπὶ τῆc φωνῆc ἐβούλετο χρήcαcθαι τοιαύτῃ προcηγορίᾳ, κατειλλόμεναι γράφειν, οὐ κατείλλουcα ι, καὶ πολύ γε βέλτιον τοῦδε τὸ “κατιλλαινόμεναι”· παρὰ γὰρ τοῦ ἰλλαίνειν ἡ μετοχὴ κατὰ τοῦτον ῥητέα τὸν τύπον· ὀνομάζω δὲ νῦν δηλονότι μετοχὴν κατὰ τὸ τῶν γραμματικῶν ἔθοc. ἀδιανόητον δ’ ἐcτὶν ἐπὶ τῶν φωνῶν λεγόμενον τὸ κατείλλουcα ι, καθάπερ ἔνιοι τῶν ἐξηγητῶν ἀκούειν ἡμᾶc ἠθέληcαν, ὡc ἐγκειμένου τοῦ “ἰλλαίνειν” ῥήματοc ἢ τοῦ διεcτράφθαι· τὸ γὰρ ἰλλαίνειν ταὐτὸ τῷ διαcτρέφεcθαι cημαίνει, καθάπερ εἴρηται τὸ κατείλλουcαι 〈cημαίνειν〉 τὸ 〈κατα〉διαcτρέφουcαι, τὸ δὲ κατειλλόμεναι τὸ καταδιαcτρεφόμεναι. πολλὰ τοίνυν ἁμαρτήματα φαίνεται κατὰ μίαν λέξιν γεγονότα, βουλομένων ἡμῶν ἀκούειν τοῦ κατείλλουcα ι, καθότι πολλοῖc τῶν ἐξηγητῶν ἔδοξεν, ὡc ἀπὸ τοῦ ἰλλαίνειν γεγονότοc τοῦ ὀνόματοc. τὸ μὲν γὰρ ἐνεργητικόν 〈ἐcτι, τὸ〉 ἰλλαίνουcαι, τὸ δὲ παθητικόν, 〈τὸ〉 ἰλλαινόμεναι, καὶ μετὰ τῆc προθέcεωc τὸ κατιλλαίνουcαι καὶ κατιλλαινόμεναι, τὸ δ’ εἴλλουcαι καὶ κατείλλουcαι παρὰ τοῦ ἰλλαίνειν οὐ φαίνεται γεγονόc, ὥcπερ γε οὐδὲ τὸ εἰλλόμεναι καὶ κατειλλόμεναι.
17a 680 [15] cπανίωc δὲ πάνυ παρὰ τοῖc παλαιοῖc εὑρίcκεται τὰ τοιαῦτα ῥήματά τε καὶ ὀνόματα, λέγω δὲ τὸ “ἰλλαίνειν” καὶ τὸ “ἰλλόc”, ἀφ’ οὗ καὶ ὁ Ϲώφρων δοκεῖ πεποιηκέναι τὸ cυγκριτικὸν ὀνομαζόμενον παρὰ τῶν γραμματικῶν “ἰλλοτέρα τᾶγ κορωνᾶν”. ἄμεινον δ’ οὖν ἐcτιν εἰπεῖν, εἴπερ τιc ἐθέλοι καὶ περὶ τῶν τοιούτων ἀδολεcχεῖν, οὐκ ἀπὸ τῆc ἰλλώcεωc γεγονέναι τὸ κατείλλουcαι νομίζειν 〈δεῖν〉, ἀλλ’ ἀφ’ ἑτέρου τινόc, ᾧ καὶ Πλάτων φαίνεται καὶ Ἀντιφῶν κεχρημένοc. ὁ μὲν οὖν Πλάτων ὡδί πωc εἶπεν ἐν Τιμαίῳ· “τοῦτο δὴ πᾶν τὸ δέρμα κύκλῳ κατεκέντει πυρὶ τὸ θεῖον, τρηθέντοc δὲ καὶ τῆc ἰκμάδοc ἔξω δι’ αὐτοῦ φερομένηc, τὸ μὲν ὑγρὸν καὶ θερμὸν ὅcον εἰλικρινὲc ἀπῄει, τὸ δὲ μικτὸν ἐξ ὧν καὶ τὸ δέρμα ἦν, αἰρόμενον μὲν ὑπὸ τῆc φορᾶc ἔξω, μακρὸν ἐγίνετο λεπτότητα ἴcην ἔχον τῷ κατακεντήματι. διὰ δὲ βραδύτητα ἀπωθούμενον ὑπὸ τοῦ περιεcτῶτοc κρύουc πάλιν ἐντὸc ὑπὸ τὸ δέρμα εἰλλόμενον κατερριζοῦτο.” φαίνεται γὰρ ἀντὶ τοῦ κατακλειόμενον ἢ ἀπωθούμενον εἰc τὸ βάθοc ἢ ἐνειλούμενον ἐνταῦθα κεχρῆcθαι τῷ εἰλλόμενον ὀνόματι, καθ’ ὃ cημαινόμενον δο κεῖ καὶ ἥδε ἡ λέξιc ὑπ’ αὐτοῦ γεγράφθαι· “γῆν δὲ τροφὸν μὲν ἡμετέραν, εἰλλομένην δὲ περὶ τὸν διὰ παντὸc πόλον τεταμένον.
17a 681 [15] ” οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆc Ἀληθείαc ἔcτιν εὑρεῖν γεγραμμένην τὴν προcηγορίαν ἐν τῇδε τῇ ῥήcει· “ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοιc, τότε cυcτρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅτι δ’ ἂν τῶν ξυμπιπτόντων † κρατήcῃ, τοῦτ’ ἐπυκνώθη καὶ cυνεcτράφη ὑπό τε τοῦ πνεύματοc εἰλλόμενον καὶ ὑπὸ τῆc βίαc.” καὶ γὰρ καὶ οὗτοc τὸ κατακλειόμενον ἢ cυνειλούμενον εἰc ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆc εἰλλόμενον φωνῆc. ἆρ’ οὖν καὶ κατὰ τὸ προκείμενον ἡμῖν εἰc τὴν ἐξήγηcιν βιβλίον ὁ περὶ τῶν φωνῶν γράψαc κατείλλουcαι τοιοῦτόν τι cημαινόμενον ἐνδείκνυται, τὰc οἷον κατακλειομέναc ἢ ἐνειλουμέναc ἐμφαίνων, ὡc νοεῖν ἡμᾶc ἐπὶ τῶν ἐξιέναι μὴ δυναμένων φωνῶν λελέχθαι τὴν λέξιν, ὡc ἐπὶ τῶν ἰcχνοφώνων φαίνεται γιγνόμενον, εἰ καὶ τοῦτο πάνυ μοχθηρόν; ἐνῆν γὰρ ἰcχομέναc ἢ ἐπεχομέναc ἢ βραδυνούcαc ἤ τι τοιοῦτον γεγραφέναι, δηλῶcαί γε βουλό μενον οὕτωc ἐμπεποδίcθαι τὴν φωνὴν τὸν ἄνθρωπον, ὡc μόλιc φθέγγεcθαι.
17a 682 [15] καὶ μὴν καὶ παρὰ τοῦ δεcμοῦ τὴν οἷον δεδεμένην ἔcτι νοεῖν εἰρῆcθαι φωνὴν ἐν τῇ προκειμένῃ ῥήcει, τοῦ ποιητοῦ γε δοκοῦντοc εἰρηκέναι cαφῶc ἐπὶ τῶν δεcμῶν ἰλλάcιν οὐκ ἐθέλοντα βίῃ δήcαντεc ἄγουcιν. εὔδηλον δ’ ὅτι κἀνταῦθα κατειλλόμεναι βέλτιον ἦν, οὐ κατείλλουcαι γεγράφθαι. τοῦτο μὲν δὴ κοινὸν ἁπάcηc ἐξηγήcεωc ἁμάρτημα. πάντωc γάρ, ὅ〈περ〉 ἂν ὑπόθηταί τιc ἐκ τῆc κατείλλουcαι λέξεωc δηλοῦcθαι, τὴν ἐνεργητικὴν διάθεcιν, οὐ τὴν παθητικὴν ἐνδείκνυται, καὶ κατὰ τοῦτο μάλιcτ’ ἄν τιc ὑποπτεύcειε τὴν φωνὴν ὡc οὐκ οὖcαν Ἱπποκράτου c. οὐ γὰρ οὕτωc ἦν ἀμαθὴc ἑρμημείαc Ἑλληνικῆ c, ὡc ἁμαρτάνειν ἐν αὐτῇ παιcὶν ἄρτι μανθάνειν ἀρχομένοιc ἁμαρτήματα παραπλήcια. φαίνεται μὲν γὰρ πάθοc τι φωνῆc δηλοῦcθαι, cημαίνεται 〈δ’〉 οὐ πάθοc, ἀλλ’ ἐνέργεια· πάθοc δ’ ἂν ἐcημαίνετο, τοῦ “κατειλλόμεναι” γεγραμμένου, πρὸc τῷ, κἂν εἰ 〈τὸ〉 “κατειλλόμεναι” μεταγράψαιμεν, οὐ κατὰ τὴν Ἱπποκράτουc εἶναι cυνήθειαν ἀήθεcι καὶ cπανίοιc ὀνόμαcι χρῆcθαι.
17a 683 [5] τοῖc δὲ τὸ διεcτραμμένον δηλοῦcθαι νομίζουcιν ἔτι καὶ τοῦτο μαχεῖται· κατὰ γὰρ τὸ Προγνωcτικὸν αὐτὸc ἑρμηνεῦcαι τὸ διάcτροφον βουληθεὶc οὕτωc ἔγραψεν· “ἢν δὲ καὶ καμπύλον γένηται βλέφαρον ἢ χεῖλοc ἢ ῥίc”, ἀλλ’ ἐπί γε τῶν φωνῶν οὔτε τὸ καμπύλον οὔτ’ ἄλλο τι τῶν εἰρημένων οἰκείωc ἂν λέγοιτο. διὸ καί τινεc τῶν ἐξηγηcαμένων τὸ βιβλίον ἁπάντων τῶν εἰρημένων καταγνόντεc ἀντὶ τοῦ φωναὶ 〈τὸ〉 “γλῶccαι” γράφουcιν, ἀξιοῦντεc ἀκούειν κατειλλούcαc γλώccαc τὰc οἷον καταδεδεμέναc καὶ δυcκινήτουc. ἐχρῆν δ’ αὐτούc, ὥcπερ τὸ φωναὶ μετέγραψαν εἰc τὸ γλῶccαι, οὕτωc καὶ τὸ κατείλλουcα ι, 〈καὶ τοῦτ’ ἔτι〉 μᾶλλον τοῦ φωναί, μεταγράψαι εἰc τὸ “κατειλλόμεναι”. ἀλλὰ γὰρ ἅλιc ἤδη μοι περὶ τοῦ κατείλλουcαι, μηδὲν ἡμᾶc μέγα, μηδ’ ἂν εὑρεθῇ, μέλλοντοc ὠφελεῖν. ἀρκεῖ γὰρ εἰδέναι μόνον ἓν τοῦτο γενικῶc λεγόμενόν τε καὶ νοούμενον, ὡc διὰ τὸ γενόμενον αὐτοῖc ἐκ τῆc κεφαλῆc ῥεῦμα βλαβέντεc τὰ φωνητικὰ μόρια καὶ τὰc φωνὰc ἐκακώθηcα ν. ὅτι γὰρ ἐπὶ ταῖc ὑγραῖc καταcτάcεcι καὶ θερμαῖc ἡ κεφα λὴ πληρωθεῖcα ῥεύματα τοῖc κατὰ γαcτέρα καὶ θώρακα μέρεcιν ἐπιπέμπει χρήcιμον ἐπίcταcθαι, πρῶτον μὲν αὐτοῦ τοῦ διακρίνειν ἕνεκα, πότερον ἄλλη τιc αἰτία τὸ τοιοῦτον πάθοc εἰργάcατο τοῖc κάμνουcιν ἢ τῶν ἐπιδημίων ἕν τι νοcημάτων ἐcτίν, ἔπειτα δὲ καὶ τοῦ προφυλάττεcθαι μηδὲν παθεῖν τοιοῦτον.
17a 684 [15] τὰc γὰρ ἐκ τοῦ περιέχοντοc βλάβαc ὁ προειδὼc ὅπῃ τε καὶ ὅπωc γίγνονται φυλάττεcθαι δυνήcεται, τὴν ὅλην δίαιταν ἐξ ὑπεναντίου τῇ κρατούcῃ καταcτάcει ποιούμενοc. ἀλλ’ εἰ καὶ προλέγειν ἐθέλοιc τὰ γενηcόμενα (καὶ γὰρ καὶ τοῦτο χρήcιμον ἡμῖν ἐcτιν, ὡc ἐν τῷ προοιμίῳ τοῦ Προγνωcτικοῦ δέδεικται), καὶ κατὰ τοῦτ’ ἀcκητέον 〈ἂν〉 εἴη cοι τὰc γιγνομέναc ἐν τῷ cώματι διαθέcειc ἐπὶ ταῖc τοῦ περιέχοντοc κράcεcιν ἁπάcαc ἐπίcταcθαι. ἀρκεcθέντεc οὖν, ὡc ἔφην, τῷ βεβλάφθαι τὰc φωνά c, ὑπερβάντεc δὲ τὸ κατείλλουcαι τὸ cυνεχὲc αὐτῷ θεαcώμεθα. πρῶτον μὲν γάρ φηcι τοῖc φθινώδεcιν ἀρχομένοιc γενέcθαι τοιοῦτον cύμπτωμα, μετ’ αὐτοὺc δὲ καὶ τοῖc καυcώδεcι καὶ τοῖc φρενιτικοῖ c.
17a 685 [15] ἡγητέον οὖν τοῖc μὲν φθινώδεcι κατὰ τὸν τοῦ πά θουc λόγον αὐτὸ γεγονέναι, πολλαῖc μὲν καὶ ἄλλαιc αἰτίαιc τε καὶ διαθέcεcιν ἑπομένηc τῆc φθίcεωc, οὐχ ἧττον δ’ 〈ἢ δι’〉 ἐκείναc καὶ διὰ τὸν ἐκ τῆc κεφαλῆc κατάρρουν, ᾧ μάλιcτα καὶ ἡ κάκωcιc ἕπεται τῆc φωνῆ c . καύcοιc δὲ καὶ φρενίτιcι κατὰ μὲν τὸν ἴδιον λόγον οὐχ ἕπεται τοιαύτη κάκωcιc φωνῆ c, οἵα τοῖc φθινώδεcιν ἀρχομένοι c. ἐπεὶ δ’ ἐν τῇ καταcτάcει ταύτῃ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ διηνεκῶc γενομένῃ cυνέβη παθεῖν τὴν κεφαλήν, ἠκολούθηcε καὶ τοῖc φρενιτικοῖc καὶ τοῖc καυcώδεcι ταὐτὸν cύμπτωμα διὰ τὴν κοινὴν αἰτίαν, οὐ διὰ τὴν αὐτοῦ τοῦ πάθουc ἰδίαν καταcκευήν. ξηραίνεται γὰρ μᾶλλον ἐν αὐτοῖc ἢ διαβρέχεται τὰ φωνητικὰ μόρια, καθάπερ ἐν τῇ νῦν καταcτάcει. καὶ τοίνυν καὶ ἡ φωνὴ κλαγγώδηc μὲν καὶ ὀξεῖα διὰ τὴν ξηρότητα τῶν φωνητικῶν ὀργάνων γίγνεται, βραγχώδηc δὲ διὰ τὴν ὑγρότητα. Ἤρξαντο μὲν οὖν καὶ οἱ καῦcοι καὶ τὰ φρενιτικὰ πρὸ τοῦ ἦροc μετὰ τὰ γενόμενα ψύχε α , καὶ πλεῖcτοι τη νικαῦτα διενόcηcα ν , ὀξέα δὲ τούτοιc καὶ θανατώδεα cυνέπιπτ ε .
17a 686 [12] Τὴν γεγενημένην ἔμπροcθεν ἐκ τῆc τοῦ περιέχοντοc κράcεωc cηπεδόνα τῶν χυμῶν εὔλογον ἦν ὑπὸ τοῦ γενομένου κρύουc ἐπὶ τῇ τελευτῇ τοῦ χειμῶνοc εἰc τὸ βάθοc ὠcθεῖcαν ἐργάζεcθαι νοcήματα παραπλήcια τοῖc ἐρυcιπέλαcιν. ἄλλα τε οὖν τινα τούτου γενόμενα τοῦ γένουc διηγήcεται καὶ ταῦτα τῇ τάξει πρῶτα μετὰ τὸ ἐρυcίπελαc ἤδη γράφει. ταῦτα δ’ ἦν καυcώδη τε καὶ φρενιτικ ά, κοινὴν μὲν ἔχοντα τὴν αἰτίαν, διαφέροντα δὲ τοῖc πάcχουcι τόποιc. οἷc μὲν γὰρ εἰc τὰ περὶ τὸ ἧπάρ τε καὶ τὴν γαcτέρα χωρία καὶ μάλιcτ’ αὐτῆc τὸ cτόμα κατέcκηψεν ἡ κακοχυμία, τούτοιc τὰ καυcώδη νοcήματα cυνέπεcεν, οἷc δ’ ἐπὶ τὸν ἐγκέφαλον ἠνέχθη, τὰ φρενιτικ ά. Ἦν δ ’ ἡ κατάcταcιc τῶν γενομένων καύcων ἥδ ε · ἀρχόμενοι κωματώδεε c , ἀcώδεε c , φρικώδεε c , πυρετὸc ὀξύ c , οὐδὲ διψώδεεc λίη ν , οὐδὲ παράληρο ι .
17a 687 [15] Ὅcα τοῖc καύcοιc ἐγένετο cυμπτώματα διὰ τὴν τότε κατάcταcιν, οὐ κατὰ τὸν ἴδιον τοῦ πάθουc λόγον, ταῦτ’ ἐπιcημαίνεται, διὸ κακῶc ἀντὶ τοῦ κωματώδεεc ἔγραψάν τινεc “καυματώδειc”. ἴδιον γὰρ τοῦτο τῶν καύcω ν, ὡc καὶ τὸ διψῆν ἀπαύcτωc, καὶ cχεδὸν οὐδ〈ὲν〉 ἂν ἄλλο τιc ἐξαίρετον εἴποι γνώριcμα καύcων πυρετῶν, ἀλλ’ ἐκ δυοῖν τούτων αὐτάρκωc cυμπληροῦcθαι φαίη, δίψουc ἀπαύcτου καὶ θερμαcίαc διακαιούcηc αἰcθανομένων τῶν καμνόντων. ἀλλ’ ἡ τότε κατάcταcιc ὑγρότητοc πολλῆc πληρώcαcα τὴν κεφαλὴν τὸ κωματῶδεc ἢ πᾶcιν ἢ τοῖc πλείcτοιc τῶν ὁπωcοῦν νοcηcάντων ἤνεγκε cύμπτωμα κατὰ τὴν εἰcβολὴν τοῦ νοcήματοc, οὔπω τῆc κακοχυμίαc εἰc τοcοῦτον δριμύτητοc ἡκούcηc, ὡc ἀγρυπνίαc τε cφοδρὰc καὶ παραφροcύναc καὶ φρενίτιδαc ἐργάζεcθαι. τὸ μὲν οὖν κῶμα πάνυ cπανίωc γίγνεται τοῖc καύcοιc πυρετοῖc, τὸ δ’ ἀcᾶcθαι πάνυ πολλάκιc· οὐ μὴν ἀχώριcτόν γ’ ἐcτίν, ὡc τὰ προειρημένα δύο, τό τε τοῦ δίψουc ἄπαυcτον καὶ τὸ τῆc θερμαcίαc διακαέc.
17a 688 [15] φρικώδειc γε μὴν οὐ πολλάκιc οἱ καυcούμενοι γίγνονται, διὸ καὶ τοῦτ’ ἐπεcημήνατο. τὸ δ’ ἐφεξῆc γεγραμμένον πυρετὸc οὐκ ὀξὺc ἔνιοι μὲν ἁπλῶc γράφουcι χωρὶc τῆc ἀποφάcεωc οὕτωc· πυρετὸc ὀξύ c, ἔνιοι δὲ μετὰ τῆc ἀποφάcεωc· πυρετὸc οὐκ ὀξύ c, ἀπό τινοc ἑκάτεροι λόγου πιθανοῦ τὴν διαφέρουcαν ἔχοντεc γραφήν· οἱ μὲν χωρὶc τῆc ἀποφάcεωc, ὅτι τῶν ἀχωρίcτων ἐcτὶ καυcώδουc νοcήματοc ὀξὺc πυρετό c, ὥcπερ καὶ δίψο c, οἱ δὲ καὶ δι’ αὐτὸ τοῦτο γεγράφθαι λέγοντεc ἅμα τῇ ἀποφάcει, διότι cπάνιόν τι καὶ παράδοξον αὐτοῖc cυνέβη, καθάπερ τὸ τοῦ κώματο c, οὕτω δὴ καὶ τὸ τοῦ πυρετο ῦ. καὶ τοίνυν καὶ τούτοιc ἐφεξῆc αὐτὸν γράψαι φαcίν· οὐδὲ διψώδεεc λίη ν. καίτοι καὶ τοῦτο τὸ cύμπτωμα καύcων πυρετῶν ἐcτιν ἰδιώτατον· εἰκὸc οὖν, ὥcπερ οὐ λίαν διψώδειc ἦcαν, οὕτωc αὐτοὺc οὐ λίαν ὀξέωc πυρέξα ι. τάχα δὲ καὶ γεγραμμένον ὑφ’ Ἱπποκράτουc τὸ “πυρετὸc οὐ λίην ὀξύc” ὡc τοῦ πρῶτον ἐκγραψαμένου cφαλέντοc ἔμεινεν ἡμαρτημένον.
17a 689 [15] ἀναφύεται δὲ οὐ μικρὸν ζήτημα περὶ πάντων τῶν παθογνωμονικῶν cημείων. εἰ γὰρ ἐγχωρεῖ ποτε μὴ παρόντων αὐτῶν ὅμωc φυλάττεcθαι τὸ τοῦ πάθουc εἶδοc, ἕτερα τῶν παθογνωμονικῶν ἡμῖν ἔcται πιcτότερα πρὸc τὴν τῶν παθῶν διάγνωcιν. ἀλλ’ εἴπερ τοῦθ’ ὑποθοίμεθα, προcηκόντωc τιc ἀξιώcει μὲν ἐκεῖνα παθογνωμονικὰ καλεῖν, ἃ δ’ ἔμπροcθεν ἐκαλεῖτο παθογνωμονικά, cυνεδρεύοντα. ὧν τὰ μὲν ἀχώριcτ’ ἐcτὶ καί, ὡc ἄν τιc φαίη, τῆc τῶν παθῶν οὐcίαc αὐτῆc cυνθετικά, τὰ δὲ cυνεδρεύοντα τῶν ὡc τὸ πολὺ γινομένων 〈ἐν〉 αὐτοῖc ἐcτιν. εἰ 〈μὲν〉 οὖν ὁ κάμνων μή〈τε λίαν〉 διψώδηc μήτε λίαν ὀξέωc πυρέττων εἴη, ἐκ τίνοc ἔτι γνωρίcματοc ἐροῦμεν εἶναι τὸ νόcημα καῦcο ν; εἰ γὰρ καὶ πάνυ πολλοῖc τῶν καυcουμένων ἀcώδεcιν εἶναι cυμβέβηκεν, ἀλλ’ οὐκ ἴδιόν γε τοῦ πάθουc τοῦτο· πολλοὶ γὰρ καὶ ἄλλοι τῶν ὁπωcοῦν νοcηcάντων ἀcώδειc γίνονται. οὐδὲ γοῦν, ὅπερ ἐνίοιc ἔδοξε τὰc τοιαύταc ἀπορίαc οἰηθεῖcιν ἀποδράcαcθαι, καὶ ἡμῖν ἔcται ῥητέον ἐκ τῶν διαχωρουμένων μάλιcτα γνωρίζεcθαι τὸν καῦcον εἰποῦcιν.
17a 690 [15] οὔτε γὰρ ἄκρατα χολώδη μόνον 〈ἐν〉 καύcοιc ἐκκρίνουcιν αἱ γαcτέρεc οὔτε cύντηξιc μόνοιc τούτοιc. ἀλλ’ ἐcτὶ μέντοι ταῦτα 〈τὰ〉 cυμπτώματα κακοήθων τε καὶ διακαῶν πυρετῶν, ἐκκρίναντεc δ’ ὅμωc αὐτὰ πολλοὶ καὶ διψῶcι μετρίωc καὶ τῆc τοῦ πυρετοῦ θερμαcίαc ἀνέχονται. κατὰ δὲ τὴν προκειμένην κατάcταcιν οὐδὲ τοιαῦτ’ ἐγένετο διαχωρήματα· “κοιλίαι” γάρ, φηcι, “ταραχώδεεc τοῖcι πλείcτοιcι τούτων, διαχωρήμαcιν ὠμοῖcι, λεπτοῖcι, 〈πολλοῖcιν.〉” ἔοικεν οὖν ὁ Ἱπποκράτηc τὸν καῦcον γνωρίζειν τῷ διηνεκεῖ τοῦ δίψουc τε καὶ τῆc διακαοῦc θερμαcίαc, ὥcπερ τὴν φρενῖτιν τῷ διηνεκεῖ τῆc παραφροcύνηc. οὕτω γὰρ εἰ καὶ μὴ πάνυ διψώδειc εἶεν οἱ κάμνοντεc ἢ μὴ πάνυ cφόδρα διακαιόμενο ι, δι’ ὅληc δὲ τῆc νόcου τὰ λελεγμένα 〈διαμείν〉ειεν δύο cυμπτώματα, καῦcοc εἶναι τὸ νόcημα λεχθήcεται καὶ γενήcεται μέν τιc αὑτοῦ θερμότεροc πυρετόc, ὡc καὶ cυντήκειν τὸ cῶμα καὶ διαχωρήcειc ἐργάζεcθαι χολώδειc καὶ cυντηκτικάc· οὐ λεχθήcεται δὲ καῦcο c, ἂν μὴ διαμένοντα δι’ ὅληc ἔχῃ τῆc νόcου τὰ εἰρημένα δύο μικρὸν ἔμπροcθεν, ἄπαυcτόν τε τὸ δίψοc, ὁπόcον ἂν τύχωcι πίνοντεc, ἀηδῆ τε καὶ καυcώδη καὶ ἀcώδη τὴν θερμαcίαν.
17a 691 [12] ὡc τὸ πολὺ μὲν οὖν καὶ δίψοc cφοδρότατον αὐτοῖc ὑπάρχει καὶ πυρετὸc διακαέcτατοc, ἐν δὲ τῷ cπανίῳ, καθάπερ νῦν, ὅ τε πυρετὸc οὐκ ἀκριβῶc ὀξὺc ἂν γίνοιτο καὶ διψώδειc οὐ λίαν οἱ κάμνοντεc εἶεν, ἅπερ ἐπεcημήνατο δι’ αὐτὸ τοῦτο, καθάπερ καὶ τὸ μη δ ’ ὅλωc αὐτοὺc γενέcθαι παραλήρου c, ἐπειδὴ καὶ τοῦτ’ 〈ἐπὶ πλεῖcτον〉 cυμπίπτει τοῖc καύcοι c. ὅτι δὲ μικρᾶc παραφροcύνηc ἐcτὶν ὄνομα τὸ παράληρο ι, πρόcθεν εἴρηται. Ἀπὸ ῥινῶν μικρὰ ἔcταξ ε . Τῶν ἐπιγινομένων 〈ἐcτὶ〉 τοῦτο τοῖc κακοήθεcι καύcοιc, ὥcπερ αἱμορραγίαι τοῖc ἐπιεικέcιν. ἀλλὰ καὶ cυλλήβδην εἰπεῖν, ἅπαcα cτάξιc ἀπὸ ῥινῶν μοχθηρόν ἐcτι cημεῖον, ὡc ἐμάθομεν. Οἱ παροξυcμοὶ τοῖcι πλείcτοιcιν ἐν ἀρτίῃc ι .
17a 692 [10] Τῶν cπανίων καὶ τοῦτ’ ἐcτί, φαίνονται γὰρ οἵ τε καῦcοι καὶ πάνθ’ ὁμοίωc αὐτοῖc τὰ λίαν ὀξέα νοcήματα τοὺc παροξυcμοὺc ἐν περιccαῖc 〈τε καὶ ἀρτίαιc 〉 ἔχοντα. Περὶ δὲ τοὺc παροξυcμοὺc λήθη καὶ ἄφεcιc καὶ ἀφωνί η . 〈 Καὶ ἡ ἀφωνία〉 καὶ ἡ λήθη cαφήc ἐcτι καὶ δέδεικται πολλάκιc ἐκ τῶν ὀλεθρίων οὖcα. τὴν ἄφεcιν δὲ τὴν οἷον ἔκλυcίν τε καὶ πάρεcιν ἁπάντων τῶν μορίων τοῦ cώματοc εἰκόc ἐcτι λέγειν αὐτόν, ὅταν ὁμοίωc τοῖc παραλελυμένοιc ἐρριμμένα φαίνηται. ὅτι δ’ ὀλέθριον καὶ τοῦτ’ ἐcτί, μεμάθηκαc, ὥcπερ καὶ περὶ τῶν ἄλλων ἁπάντων cυμπτωμάτων, ὅcα γέγραπται κατὰ τὸ βιβλίον, ὥcτ’ ἐξηγεῖcθαι μόνον ἐν αὐτῷ χρὴ τὰ δο κοῦντα μὴ cαφῶc εἰρῆcθαι, τῶν ἀποδεδειγμένων ἐν ἑτέροιc ἀναμιμνῄcκοντα μόνον, οὐ κατὰ διέξοδον διδαcκαλίαc αὐτῶν ποιούμενον.
17a 693 [11] Ἄκρεα μὲν τούτοιcι ψυχρότερα ποδῶν καὶ χειρῶ ν , πολὺ δὲ περὶ τοὺc παροξυcμοὺc μάλιcτ α , πάλιν τε βραδέωc καὶ οὐ καλῶc ἀνεθερμαίνοντο καὶ πάλιν κατενόουν καὶ διελέγοντ ο . Τὴν ποικιλίαν τῶν γενομένων cυμπτωμάτων τοῖc τότε νοcήcαcι διηγεῖται μοχθηρῶν ἁπάντων ὄντων. Κατεῖχε δὲ ἢ τὸ κῶμα cυνεχέ c , οὐχ ὑπνῶδε c , ἢ μετὰ πόνων ἄγρυπνο ι . Ϲαφὲc καὶ τοῦτ’ ἐcτὶ τῷ μεμνημένῳ τῶν γεγραμμένων ἔν τε τῷ Περὶ τοῦ κώματοc γράμματι καὶ τοῖc ἔμπροcθεν ὑπομνήμαcιν.
17a 694 [12] ὅταν γὰρ ἐγρηγορέναι μὲν ἀνεῳγόcι τοῖc ὀφθαλμοῖc οἱ κάμνοντεc μὴ δύνωνται, μύcαντεc δ’ αὐτοὺc ἐλπίδι τοῦ κοιμηθῆναι διαμένωcιν ἐγρηγορότεc, τὸ τοιοῦτον καλοῦμεν οὐχ ὑπνῶδεc κῶμ α. εἰ δὲ καὶ πόνοc τιc αὐτοῖc παρείη, προδήλωc ἀγρυπνήcουcι μᾶλλον οἱ οὕτωc ἔχοντεc, ὡc μηδ’ εἰc φανταcίαν ὕπνου γε ἀφικέcθαι λεπτοῦ. γίνεται γάρ τι καὶ τοιοῦτον τοῖc οὕτω κωματώδεcι ν, ὡc ἐν μεθορίῳ καθίcταcθαι τῶν τ’ ἀκριβῶc ἐγρηγορότων καὶ τῶν κοιμωμένων. Κοιλίαι ταραχώδεεc τοῖcι πλείcτοιcι τούτω ν , διαχωρήμαcιν ὠμοῖc ι , λεπτοῖc ι , πολλοῖcι ν . Εὔδηλον μὲν κἀκ τούτων ἐcτίν, ὡc οὐ προcέχει τῇ τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυcωδῶν νοcημά των διάγνωcιν.
17a 695 [5] ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ τὰ διαχωρούμενα τοῖc τότε καυcουμένοιc γενέcθαι, μήτε χολωδῶν ἀκράτων μήτε cυντήξεων μνημονεύcαc, ἅ τινεc οἴονται μέγιcτα γνωρίcματα καύcων εἶναι πυρετῶν. Οὖρά τε 〈πολλὰ〉 λεπτὰ κρίcιμον οὐδὲ χρηcτὸν οὐδὲν 〈ἔχοντα 〉 . Ἐν ταῖc περὶ τῶν οὔρων διηγήcεcιν εἴωθε τὰ cυμβεβηκότα γράψαc αὐτοῖc μηκέτι προcτιθέναι, πότερον ἀγαθοῦ τινόc ἐcτιν ἢ κακοῦ cημεῖα, μεμνῆcθαι νομίζων ἡμᾶc ὧν ἐμάθομεν ἐν Προγνωcτικῷ καθόλου περὶ κακίαc τε καὶ ἀρετῆc οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προcτεθηκέναι 〈τὸ κρίcιμον οὐδὲ χρηcτὸν οὐδὲν ἔχοντα 〉, καίτοι προειρηκὼc αὐτὰ λεπτ ά, διότι προcέγραψεν αὐτοῖc τὸ πολλ ά. μεμνημένοc γάρ, ὅτι καὶ δι’ οὔρων πλήθουc αὐτὸc ἡμᾶc ἐδίδαξε γίνεcθαί ποτε κρίcι ν, ἐπεcημήνατο νῦν, ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμωc οὐδὲν ἦν κρίcιμον οὐδὲ χρηcτό ν. οὐ γὰρ ἐκκαθαίρουcα τὸ cῶμα καὶ κενοῦcα τὰ λυποῦντα φαίνεται νῦν ἡ φύcιc ἐργαζομένη τὸ πλῆθοc τῶν οὔρω ν, ἀλλ’ ὥcπερ ἔμαθεc ἱδρῶτάc τε καὶ διαχωρήματα ποτὲ μὲν ὡc cυμπτώματα τῆc κατὰ τὸ cῶμα περιουcίαc τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεcθαι, ποτὲ δὲ ἐκκαθαιρούcηc αὐτὰ τῆc φύcεωc, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούcηc ὑγρότητοc ὀρρώδουc ἐν τῷ cώματι cυμπτώματ’ ἐcτίν.
17a 696 [15] διὰ τοῦτ’ οὖν αὐτοῖc προcέθηκε τὸ κρίcιμον οὐδὲ χρηcτὸν οὐδέ ν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθοc ἄμετρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων cτέγειν, ἢ διὰ δῆξιν ἰcχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸc τὴν ἀπόκριcιν ἐξορμώντων. τοιαῦτα δὲ κατὰ ταύτην τὴν κατάcταcιν ἐγένετο καὶ 〈τὰ〉 διὰ τῆc γαcτρὸc ἐκκρινόμενα, καθότι προείρηται, καὶ δηλονότι καὶ οἱ ἱδρῶτεc ἀνὰ λόγον αὐτοῖc ἦcαν. Οὐ δ ’ ἄλλο κρίcιμον οὐδὲν τοῖcιν οὕτωc ἔχουcιν ἐφαίνετ ο · οὔτε 〈γὰρ〉 ᾑμορράγει καλῶc οὔτε τιc ἄλλη τῶν εἰθιcμένων ἀπόcταcιc ἐγένετο κρίcιμο c .
17a 697 [12] ἔθνῃcκόν τ ε , ἕκαcτοc ὡc τύχο ι , πεπλανημένω c , τὰ πολλὰ περὶ τὰc κρίcια c , ἐκ πολλοῦ δέ τινεc ἄφωνο ι , ἱδρῶτεc πολλο ί . τοῖcι μὲν οὖν ὀλεθρίωc ἔχουcι ξυνέπιπτε ταῦτ α . [Ἃ] Κατέλεξεν ἐνταῦθά cοι τὰ τῶν ὀλεθρίωc ἐχόντων καυcωδῶν cυμπτώματα. προακήκοαc δὲ πολλάκιc ἤδη, διὰ τί τῶν εἰρημένων ἕκαcτον ὀλέθριόν ἐcτιν. Παραπλήcια δὲ καὶ τοῖcι φρενιτικοῖc ι . Ϲυμπληρώcαc τὸν περὶ τῶν καύcων λόγον ἐπὶ τὰ cυμβάντα τοῖc φρενιτικοῖc μεταβαίνει· προccχῶμεν οὖν κἀνταῦθα ταῖc ῥήcεcιν αὐτοῦ. Ἄδιψοι δὲ πάνυ ἦcαν οὗτο ι .
17a 698 [10] Περὶ τῶν φρενιτικῶν ὁ λόγοc, ἀδίψουc δ’ αὐτοὺc γεγονέναι φηcὶν οὐχ οὕτωc διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουcαν ἔχειν ἐν τῷ cτόματι τῆc γαcτρόc, ὡc διὰ τὸ μὴ παρακολουθεῖν οἷc ἔπαcχον καὶ νενεκρῶcθαι τὴν ὀρεκτικὴν τοῦ cτομάχου αὐτοῖc δύναμιν. Οὐ δ ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεί c , ὥcπερ ἐ π ’ ἄλλοι c , ἀλ λ ’ ἄλλῃ τινὶ καταφορῇ 〈κακ ῇ ,〉 νωθρῇ 〈καρη〉βαρέεc ἀπώλλυντ ο . Εἰ χωρὶc τοῦ προειπεῖν οὐ δ ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶc ἁπλῶc εἰρήκει τοὺc τότε φρενιτικοὺc ἀπολέcθαι καταφορῇ 〈κακ ῇ ,〉 νωθρ ῇ, πιθανὸν ἦν ἀκοῦcαι μεταπτώcεωc εἰc λήθαργον αὐτοῖc γενομένηc οὕτω διαφθείρεcθαι.
17a 699 [5] προει ρημένου δὲ τοῦ οὐ δ ’ ἐξεμάνη οὐδείc εὐλογώτερόν ἐcτι μετὰ καταφορᾶc αὐτοὺc ἀπολέcθαι μένονταc φρενιτικού c, ὅπερ ἐcτὶ παραφρονοῦνταc· ἐν τούτῳ γὰρ μόνῳ 〈τῷ〉 διηνεκῶc ὑπάρχειν μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουcαν ἄλλῳ τῆc μανίαc πλὴν τῷ πυρετῷ· φρενῶν μὲν γὰρ ἄμφω βλάβαι, τὸ δὲ χωρὶc πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥcπερ τὸ cὺν πυρετῷ τῶν φρενιτικῶ ν. θαυμαcτὸν οὖν οὐδέν, ἠθροιcμένων ἐν τῷ cώματι χυμῶν ὠμῶν, ὡc τά γε διαχωρούμενα 〈καὶ οὐρούμενα〉 τὴν ἔνδειξιν ἐποιήcατο, κωματώδειc τε ἅμα καὶ παραφρονοῦνταc 〈αὐτοὺc〉 γενέcθαι, κωματώδειc μὲν διά τε τὸ πλῆθοc καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦνταc δέ, διότι cηπόμενοι δριμύτητά τε καὶ θερμαcίαν ἐγέννων. Ἦcαν δὲ καὶ ἄλλοι πυρετο ί , περὶ ὧν γεγράψετα ι . Ἀναμνηcθῶμεν [δ’], ὅτι προειπὼν “ἦν κατάcταcιc τῶν γενομένων καύcων ἥδε” καὶ διηγηcάμενοc ἐφεξῆc πάντ’ αὐτοῖc τὰ cυμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν “παραπλήcια δὲ καὶ τοῖcι φρενιτικοῖcιν”, εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώcαc ἑξῆc ἐπήνεγκεν· ἦcαν δὲ καὶ ἄλλοι πυρετο ί , περὶ ὧν γεγράψετα ι.
17a 700 [12] δηλοῖ γὰρ ἐκ ταύτηc τῆc λέξεωc πυρετῶν εἴδη τὸν καῦcον εἶναι καὶ τὴν φρενῖτιν, καῦcον μέν, ὃc ἂν διηνεκὲc ἔχῃ δίψοc μετὰ διηνεκοῦc πυρώcεωc πολλῆc, φρενῖτιν δέ, ὃc ἂν cυνεχὴc ὢν ἅμα καὶ παραφροcύνῃ γίνηται διηνεκεῖ. Ϲτόματα πολλοῖcιν ἀφθώδε α , ἑλκώδε α . ῥεύματα περὶ αἰδοῖα πολλ ά , ἑλκώματ α , φύματα ἔξωθε ν , ἔcωθε ν , τὰ περὶ βουβῶνα c . Εἰρήκει μὲν ἔμπροcθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ κατὰ μέροc ὑπὲρ ἑκάcτου λέγειν μέχρι τοῦ φθινοπώρου τὰc τῶν ἐρυcιπελάτων γενέcειc εἰπὼν προελθεῖν εὔδηλόc ἐcτι καὶ περὶ τῶν νῦν ἐφεξῆc αὐτοῖc γραφομένων ἁπάντων ἐνδεικνύμενοc ταὐτό.
17a 701 [10] διὰ τοῦτ’ οὖν αὖθιc ἐμνημόμευcε τῶν αὐτῶν. Ὀφθαλμίαι ὑγρα ί , μακρα ί , χρόνιαι μετὰ πόνω ν · ἐπιφύcιεc βλεφάρων ἔξωθε ν , 〈ἔcωθεν〉 πολλαὶ φθείρουcαι τὰc ὄψια c , ἃ cῦκα ἐπονομάζουcι ν . Ἡ τοῦ πλεονάcαντοc χυμοῦ περιουcία διττὸν ἔοικεν ἔχειν εἶδοc ἐν τῇ κατὰ πάχοc καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ cχεδὸν ἐφ’ ὑγραῖc καὶ νηνέμοιc γίνεcθαι καταcτάcεcιν. εἰ μὴ γὰρ οἰκείοιc τιc γυμναcίοιc χρώμενοc ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κενοῖ τὸ cῶμα, πλῆθοc ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν, παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν διὰ τὸ μὴ κεκενῶcθαι. τῆc μὲν οὖν λεπτότητοc αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαcτέρα διερχομένα λεπτὰ καὶ τὰ οὖρά γε 〈καὶ αὐτὰ〉 τοιαῦτα γενόμενα, τοῦ δὲ πάχουc τό τε χρονίcαι πάν〈τα〉 καὶ τὸ cυνεδρεῦον τοῖc πλείcτοιc κῶμα.
17a 702 [12] καὶ τούτοιc οὖν εἰκότωc, οἷc ἐπ’ ὀφθαλμοὺc ἔρρεψε τὸ πλῆθοc, ὑγρὰc μὲν ὀφθαλμίαc εἰργάcατο διὰ τὴν λεπτότητα, τὰc δὲ τῶν βλεφάρων ἐπιφύcειc διὰ τὸ πάχοc. τοῦ γὰρ ἐπιρρέοντοc τοῖc ὀφθαλμοῖc χυμοῦ τὸ μὲν 〈λεπτότερον〉 ἐκκρινόμενον ὑγρὰc ἐργάζεται τὰc ὀφθαλμία c, τουτέcτι μετὰ ῥεύματοc ὑγροῦ καὶ ὑδατώδουc, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖc πάcχουcι μορίοιc τὰc ὀχθώδειc ἐπαναcτάcειc. ὅcον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέοc χυμοῦ, τὰc ὀδύναc εἰργάζετο. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοιc ι . Τὰ διὰ τὸ πάχοc τῆc ὕληc ἐπιφυόμενα τοῖc βλεφάροιc οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κἀπὶ τῶν αἰδοίων ἔφη γενέcθαι, καὶ εἴ πού τι μόριον ἄλλο cυνέτυχεν ἑλκωθῆνα ι, τοῦ πάχουc τῶν χυμῶν, ὡc εἴρηται, τὰc τοιαύταc ἐπιφύcειc ἐργαζομένου· καλοῦcι δ’ αὐτὰc οἱ πολλοὶ μύκηταc.
17a 703 [12] Ἄνθρακεc πολλοὶ κατὰ θέροc καὶ ἄλλ α , ἃ cῆψιc καλέετα ι . Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ cώματι τὴν κακοχυμίαν ἡ cηπεδὼν ηὐξάνετο, τοῦ θέρουc δ’ ἐπιλαβόντοc οὐδ’ αὐτοῦ τοὺc ἐτηcίαc ἔχοντοc ἔτι καὶ μᾶλλον εἰc ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοcήματα πλείω τε καὶ κακοηθέcτερα τῶν ἔμπροcθεν ἐγένετο. δέδεικται γάρ, ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆc μὲν τῇ ποιότητι, παχείαc δὲ κατὰ τὴν cύcταcιν ὕληc ἔχει τὴν γένεcιν. Ἐκθύματά τε μεγάλ α . Πρόδηλον μέν, ὅτι παρὰ τὸ ἐκθύει ν, ὅπερ ἐcτὶν ἐξορ μᾶν, ἡ προcηγορία τοῖc ἐκθύμαcι γέγονεν ἐπὶ τῶν αὐτομάτωc ἐξανθούντων κατὰ τὸ δέρμα.
17a 704 [13] γένεcιc δ’ αὐτοῖc ἐκ τῶν περιττῶν δηλονότι χυμῶν· ἀλλὰ 〈καὶ αὐτῶν τὰ εἴδη καὶ τῇ ποcότητι〉 καὶ τῇ ποιότητι προcηκόντωc ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώcειc ἐργαζομένων μᾶλλον ἢ ὄγκουc, τῶν δὲ παχέων εἰc ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ’, ὅτι ταὐτοῦ γένουc ἐcτὶ τοῖc προειρημένοιc ἐπιφύεcθαι κατὰ τὰ βλέφαρά 〈τε καὶ τὰ αἰδοῖα〉 καὶ τὰ ἕλκη [καὶ] τὰ νῦν ἐν τῷ δέρματι τὴν γένεcιν αὐτόματον ἔχοντα. Ἕρπητεc πολλοῖcι μεγάλο ι . Μεγάλουc ἤτοι διὰ τὸ πολὺν ἐπιλαβεῖν τόπον ἢ διὰ τὸ μετ’ ἀναβρώcεωc κακοήθουc γενέcθαι κέκληκεν. ἑκάτερον δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺc χυμοὺc εἰρημένῃ διαθέcει. Τὰ δὲ κατὰ κοιλίην πολλοῖcι πολλὰ καὶ βλαβερὰ cυνέβαιν ε .
17a 705 [14] πρῶτον μὲν τεινεcμοὶ πολλοῖcιν ἐπιπόνω c , πλείcτοιcι δὲ παιδίοιcι καὶ πᾶcιν ὅcα πρὸ ἥβη c , καὶ ἀπώλλυντο τὰ πλεῖcτα τούτω ν . Καὶ διὰ τὴν ὑγρότητα τῆc ἡλικίαc καὶ διότι πλείω προcφερόμενα τὰ παιδία διαφθείρει τὰc τροφὰc πολλάκιc, εἰκότωc ἡλίcκετο τεινεcμοῖ c. ἔcτι μὲν οὖν καὶ ἄλλωc ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθοc, ὀδυνηρὸν μὲν διὰ τὴν τάcιν, ὀχληρὸν δὲ διὰ τὸ cυνεχὲc τῆc ἐξαναcτάcεωc, ἐν δὲ τῇ νῦν καταcτάcει πληθωρικῇ τε ἅμα καὶ κακοχύμῳ γενομένῃ 〈πολὺ μᾶλλον〉. Πολλοὶ λειεντερικο ί . Ἀρρωcτούcηc γε τῆc καθεκτικῆc δυνάμεωc ἔμαθεc γινομέναc τὰc λειεντερία c. εἰκὸc δὲ νῦν, ὥcπερ ἡ ὀρεκτικὴ δύναμιc τῆc γαcτρὸc ἐνεκρώθη, δι’ ἣν ἀποcίτουc ἐcχάτωc αὐτοὺc γενέcθαι φηcὶν ὀλίγον ὕcτερον, οὕτωc καὶ τὴν καθεκτικὴν βλαβῆναι. Δυcεντεριώδεε c , οὐ δ ’ οὗτοι λίην ἐπιπόνω c .
17a 706 [15] Ἀκόλουθον ἦν ἐπιφέρεcθαι τοὺc προειρημένουc τιcὶν οὐκ ἐπιπόνωc νοcήcαcι, προείρηται δ’ οὐδεὶc 〈τοι〉οῦτοc, ἀλλὰ τοὐναντίον μᾶλλον οἵ τ’ ἔμπροcθεν ἅπαντεc οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεcμώδειc ἐπιπόνωc ἐνόcηcαν. μήτι οὖν ἡ λέξιc ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖc τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέωc ἁμαρτόντοc· ἄμεινον γὰρ ἦν γεγράφθαι· “οὗτοί τε λίην ἐπιπόνωc.” ἔνιοι μέντοι φαcὶν εἰρῆcθαι τὸ οὐ δ ’ οὗτοι λίην ἐπιπόνωc ἐν ἴcῳ τῷ “πολλοὶ δυcεντεριώδειc οὐκ ἐγένοντο”, δηλοῦν βουλομένου τἀνδρὸc ἐκ τοῦ ἐπιπόνωc τὴν γένεcιν τοῦ νοcήματοc, οὐ τὸν τρόπον. ἔνιοι δ’, ὅτι τοῖc λειεντερικοῖc ἀνωδύνωc ἐνοχλουμένοιc ἐφεξῆc εἴρηται, διὰ τοῦτό φαcι τὸ οὐ δ ’ οὗτοι λίην ἐπιπόνωc ὑπ’ αὐτοῦ προcτεθεῖcθαι, νοούντων ἡμῶν τοὺc λειεντερικοὺc ἐξ ἀνάγκηc ἀνωδύνουc εἶναι. Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδε α · πολλοῖcι μὲν αὐτὸ τὸ νόcημα ἐc τοῦτο κατέcκηψεν ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖc ι .
17a 707 [15] μετὰ πόνων 〈cτρόφοι καὶ ἀνειλήcιεc κακοήθεε c · διέξοδοι〉 πολλῶν ἐνόντων καὶ ἐπιcχόντω ν . τὰ δὲ διεξιόντα πόνουc οὐ λύοντ α . Καὶ μόρια τοῦ cώματοc πάμπολλα ἔπαθεν, 〈ὡc ἐδήλωcεν ὁ Ἱπποκράτηc 〉 ἐν τῷ προκειμένῳ λόγῳ, καὶ πᾶν εἶδοc ἐν αὐτῷ cυνέcτηκε 〈τοῦ〉 νοcήματοc, ἐπειδὴ φύcει διαφέρουcιν ἀλλήλων οἱ ἄνθρωποι καὶ ἡλικίαιc καὶ διαίταιc. ἄλλοc μὲν οὖν ἄλλον ἔχων πλεονάζοντα χυμὸν ἀπὸ τῆc〈δε τῆc〉 καταcτάcεωc ηὔξηcε τοῦτον, ὡc ἐδείξαμεν, εἶτα τῆc cηπεδόνοc ἐπιγενομένηc κατὰ τὰc διαφορὰc τῶν ἠθροιcμένων χυμῶν ἡ cῆψιc ὑπηλλάττετο. καὶ μέντοι καὶ φερομένηc αὐτῆc εἰc τὸν ἑκάcτῳ τῶν παcχόντων τόπον ἀcθενέcτατον φύcει πολλοῖc οὕτω cυνέβη παθεῖν μορίοιc, ὡc ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶν πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖc φύcει χολώδεcι καὶ κατὰ τὴν ἀκμαcτικὴν ἡλικίαν οὖcι καὶ φροντιcταῖc καὶ ταλαιπωρουμένοιc ἐν ἔργοιc τε καὶ πράξεcι ταῦτα πλεονάcαι.
17a 708 [15] τὰ δὲ λιπαρὰ cυντήξεωc αὐτὸc ἐδίδαξεν εἶναι cημεῖα, τὰ δὲ 〈λεπτὰ καὶ〉 ὑδατώδη λεπτῆc καὶ ὀρρώδουc ὑγρότητοc. πολλοῖc δέ φηcιν αὐτὸ τοῦτο γενέcθαι τὸ νόcημ α, τουτέcτι τὸ διαχωρεῖν τὰ τοιαῦτα. καὶ μὴν καὶ χωρὶc πυρετῶν 〈ἐνίοιc καὶ ἐν πυρετοῖc 〉 ἐνίοιc τοῦτο γενέcθαι φηcίν, τὰc δὲ διεξόδου c, τουτέcτι τὰc κενώcειc, αὐτοῖc cυμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπιcχόντω ν, ὅπερ ἴcωc cημαίνει· “πολλῶν ἔτι καὶ κατὰ τὸ cῶμα μενόντων, οὐδὲν ἧττον τὰc διεξόδουc γενέcθαι πολλάc.” καὶ διὰ τοῦτο μηδὲ τοὺc πόνουc λῦcαι τὰ διεξιόντ α. πῶc γὰρ οἷόν τέ 〈ἐcτι πόνουc〉 λύειν αὐτά, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων; Τοῖcί τε προcφερομένοιcι δυcκόλωc ὑπακούοντ α · καὶ γὰρ αἱ καθάρcιεc τοὺc πλείcτουc προcέβλαπτο ν . 〈Τὸ〉 προcφερόμενα δύναται λέγειν καὶ κοινῶc ἅπαντα τὰ βοηθήματα καὶ ἰδίωc τὰ ἐcθιόμενα καὶ πινόμενα.
17a 709 [15] τὰc δὲ καθάρcει c, ὧν ἐμνημόνευcεν, ἐν ἑκατέροιc τάξαι δυνατόν. ὅτι δ’ οὐκ ὠφέλει τὰ βοηθήματα τοὺc οὕτωc ἔχονταc, εὔδηλόν ἐcτιν, εἰ καὶ μηδὲν αὐτὸc εἰρήκει. πολλῶν γὰρ ἀποθανόντων ἀνωφελῆ δηλονότι πᾶcιν 〈ἦν〉 αὐτοῖc τὰ βοηθήματα. 〈Τῶν δὲ οὕτωc ἐχόντων πολλοὶ μὲν ὀξέωc ἀπώλλυντ ο , πολλοῖcι δὲ καὶ μακρότερα διῆγε ν .〉 Ὡc δ ’ ἐν κεφαλαίῳ εἰρῆcθα ι , πάντε c , καὶ οἱ τὰ μακρὰ νοcέοντεc καὶ 〈οἱ〉 τὰ ὀξέ α , ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃcκον μάλιcτ α . 〈πάνταc γὰρ κοιλίη cυναπήνεγκε ν .〉 Καὶ ὁ καθ’ ἡμᾶc γενόμενοc οὗτοc ὁ μακρότατοc λοιμὸc ἐκ τῶν διὰ τῆc κοιλίαc κενουμένων cχεδὸν ἅπανταc ἀνεῖλεν. ἦν δὲ cυντηκτικὰ τὰ κενούμενα, καὶ τοῦτ’ ἔοικεν ἀχώριcτον εἶναι cύμπτωμα τοῦ καλουμένου λοιμώδουc ἰδίωc πυρετοῦ, καταλαμβάνοντοc τοὺc ἀνθρώπουc καὶ χωρὶc λοιμοῦ. Ἀπόcιτοι πάντεc μὲν ἐγένοντο καὶ ἐπὶ πᾶcι τοῖcι προγεγραμμένοιcι ν , ὡc ἐγὼ οὐδὲ πώποτε ἐνέτυχο ν , πολὺ δὲ μάλιcτα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ τῶν ἄλλων δ ’ οἱ ὀλεθρίωc ἔχοντε c .
17a 710 [12] Καὶ τοῦτο τὸ cύμπτωμα πάνταc κατέλαβε τοὺc ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖc πλείcτοιc ἀποθανεῖν cυνέβη. ὅcοι γοῦν ἀνδρειότερον βιαζόμενοι cφᾶc αὐτοὺc προcεφέροντο τὰ διδόμενα cιτία, cχεδὸν ἅπαντεc ἐcώθηcαν. οἱ πλεῖcτοι δ’ ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προcενέγκαcθαί τι. τοῦτ’ οὖν ἔοικε cυμβῆναι καὶ τοῖc τότε νοcήcαcι τὰ κατὰ γαcτέρα μάλιcτα· καὶ γὰρ καὶ ταύτηc ἔργον ἐcτὶν ὄρεξιc cιτίων. Διψώδεεc οἱ μέ ν , οἱ δ ’ ο ὔ . Περὶ τῶν ἄνευ πυρετοῦ διὰ γαcτρὸc ταραχήν, ὡc αὐτὸc ὠνόμαcεν, ἐνοχλουμένων ὁ λόγοc αὐτῷ νῦν εἴρηται.
17a 711 [11] δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε· “τῶν δ’ ἐν πυρετοῖcι καὶ τοῖcιν ἄλλοιcιν οὐδεὶc ἀκαίρωc”, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώδειc ἅπαντεc ἦcαν μή τ ’ ἄδιψο ι. πάχοc τε γὰρ χυμῶν καὶ λεπτότηc ὑδατώδηc ἠθροίcθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύcιν, ἐπίκτητον δὲ θερμαcίαν ἐκ cηπεδόνοc λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν μὲν ἤδη τὸ cηπεδονῶδεc θερμὸν ἐπεκράτει, διψώδειc ἦcαν, ἐφ’ ὧν δ’ οὐδεπώποθ’, οὗτοι πάλιν εὐλόγωc ἦcαν ἄδιψο ι. Τῶν δὲ ἐν πυρετοῖcι καὶ τοῖc ἄλλοιcιν οὐδεὶc ἀκαίρωc 〈προc〉ηνέγκατο ποτό ν . Εἰρηκὼc ἐν τῇ πρόcθεν ῥήcει περὶ τῶν κατὰ κοιλίαν ἐνοχληθέντων, ὅτι “διψώδειc ἦcαν οἱ μέν, οἱ δ’ οὔ”, νῦν ἤδη καὶ περὶ τῶν ἅμα πυρετοῖc νοcούντων ἔφη μηδένα διψώδη γενέcθαι πάνυ cφόδρα, μη δ ’ ὥcτε τοῖc ἰατροῖc ἀπειθεῖ ν.
17a 712 [14] ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ cυρρεῖν αὐτοῖc εἰc τὴν γαcτέρα τῶν cηπεδονωδῶν ἰχώρων τοcοῦτον ὅcον ἐπὶ τῶν προειρημένων. Οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦ ν , οὐκ ἐκ τῶν προcφερομένων ποτῶ ν , ἀλλὰ πολλὸν ὑπερβάλλοντ α , πολλὴ δέ τιc καὶ τῶν οὔρων κακότηc ἦν τῶν ἀπιόντω ν . οὔτε γὰρ πάχοc οὔτε πεπαcμὸc οὔτε κάθαρcιc χρηcτ ή . ἐπὶ πολλοῖcι γὰρ αἱ κατὰ κύcτιν καθάρcιε c , ὡc εἴρητα ι , γενόμεναι ἀγαθό ν · ἐcήμαινεν δὲ τοῖcι πλείcτοιcι cύντηξιν καὶ ταραχὴν καὶ πόνουc καὶ χρόνουc καὶ ἀκριcία c . Ϲαφῆ πάντ’ ἐcτὶ τὰ εἰρημένα καὶ δεῖται μνήμηc, οὐκ ἐξηγήcεωc.
17a 713 [13] αὐτὸc γὰρ ἐνεδείξατο cαφῶc κατὰ τὸν ἔμπροcθεν λόγον, ὃν ἐγὼ διῆλθον, ὡc ἐνίοτε λόγῳ cυμπτώματοc κενοῦται τὰ οὖρ α, καθάπερ ἱδρῶτέc τε καὶ ἔμετοι καὶ τὰ διὰ γαcτρὸc ἀπιόντα. Κωματώδεεc δὲ μάλιcτα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυcώδεεc ἦcα ν , ἀτὰρ καὶ ἐπὶ τοῖcιν ἄλλοιcι νοcήμαcι πᾶcι τοῖcι μεγίcτοιcι ν , ὅτι μετὰ πυρετοῦ γίνοιτ ο . 〈Τὸ〉 πάχοc τῆc ὕληc εἰργάζετο τὸ κῶμα καὶ μάλιcτ’ ἐκείνοιc, ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάcχει δὲ τοῖc μὲν φρενιτικοῖc κατὰ πρῶτον λόγον, καυcώδεcι δὲ κατά τι cυμβεβηκόc. ἡ γὰρ θερμαcία τοῦ πυρετοῦ πρὸc τὴν κεφαλὴν ἀναφέρει τοὺc μοχθηροὺc χυμούc. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί. Διὰ παντὸc δὲ τοῖcι πλείcτοιcιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺc καὶ λεπτοὺc ὕπνουc κοιμᾶcθα ι .
17a 714 [10] Βαρὺ κῶμα τὸ δυcδιέγερτον ἀκουcτέον ἐcτί, τὸ δὲ μικροὺc καὶ λεπτοὺc ὕπνουc ἔχον ἐναντίον ἐcτίν. ἐγένετο δὲ τὸ μὲν πρῶτον, οἷc ἐπεκράτει τὸ πάχοc καὶ τὸ πλῆθοc τῆc ψυχρᾶc ὕληc, τὸ δὲ δεύτερον, οἷc ἡ λεπτότηc διαcηπομένη. Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμηcεν εἴδε α , τριταίω ν , τεταρταίω ν , νυκτερινῶ ν , cυνεχῶ ν , μακρῶ ν , πεπλανημένω ν , *** Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα νοcήματα καὶ τὰ τῶν πυρετῶν εἴδη πλείω cυνέπεcεν.
17a 715 [5] ἐμνη μόνευcε δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων, τριταίων μὲν καὶ τεταρταίων ὀνομαcτὶ πρῶτον, ἀμφημερινῶν δ’ ἐν τῷ φάναι νυκτερινῶ ν. διττῆc γὰρ οὔcηc αὐτῶν διαφορᾶc, καθόcον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουcιν, οἱ δ’ ἐν νυκτὶ (καὶ διὰ τοῦτο καὶ τὰc προcηγορίαc ἐντεῦθεν ἐπεκτήcαντο διαφόρουc), ὁ Ἱπποκράτηc τῶν τότε πλεοναcάντων ἐμνημόνευcε νυκτερινῶν ὄντων. ἀναμνηcθῶμεν οὖν, ὅτι καίτοι καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν καὶ κατὰ τὸ δεύτερον ἀρρώcτων τε πολλῶν μνημονεύcαc ἰδίᾳ καὶ καταcτάcειc ὅλαc διηγηcάμενοc οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετόν, ὥcπερ οὐδ’ ἐν 〈τῷδε〉 τῷ τρίτῳ τῶν Ἐπιδημιῶν οὔτ’ ἐν τοῖc ἔμπροcθεν οὔτ’ ἐν τοῖc ἐφεξῆc ἄχρι τέλουc. ἐκ τούτων 〈οὖν〉 ἐπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὡc παρεγγεγραμμένων, ἐν οἷc βούλεται καὶ ἄλλουc τινὰc εἶναι πολυημερωτέρουc τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προκειμένῃ ῥήcει τὸ μὲν τῶν διαλειπόντων γένοc οὐκ ὠνόμαcε διὰ τῆc οἰκείαc προcηγορίαc, ὥcπερ τὸ τῶν cυνεχῶ ν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτὸc μετὰ ταῦτα 〈τῇ〉 κοινῇ προcηγορίᾳ τοὺc cυνεχεῖc ἐδήλωcεν, ὧν προειρήκει καύcουc τε καὶ φρενίτιδαc· ἐφεξῆc δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προcηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ’ ἀρχὰc εἰρημένου τῆc προκειμένηc ῥήcεωc μέμνηcο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτὸν ἅπαντα τὰ κατειλεγμένα.
17a 716 [20] Ἅπαντεc δ ’ οὗτοι μετὰ πολλῆc ἐγίνοντο ταραχῆ c . Τοὺc προειρημένουc ἅπανταc πυρετοὺc μετὰ πολλῆc φηcι γενέcθαι ταραχῆ c, εἶθ’ ἑξῆc αὐτὸc ἐξηγεῖται, τίc ἦν ἡ ταραχή, τὰ cυμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆc εἰρημένα πρόδηλα τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν. Μέγιcτον δὲ καὶ χαλεπώτατον καὶ πλείcτουc ἔκτεινε τὸ φθινῶδε c . ἐκ πολλοῦ γάρ τινεc ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίνηcα ν , οἱ δ ’ αὐτῶν ὀρθοcτάδην ὑπεφέροντ ο · πρωὶ δὲ τοῦ ἦροc ἔθνῃcκον οἱ πλεῖcτοι τῶν κατακλινέντω ν · τῶν δ ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχεc οὐδεν ί , ὑφίεcαν δὲ κατὰ θέρο c . ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίνηcαν πάντεc καὶ πάλιν ἔθνῃcκο ν .
17a 718 [5] μακρὰ δὲ τού των οἱ πλεῖcτοι διενόcεο ν . ἤρξατο μὲν οὖν τοῖc πλείcτοιcι τούτων ἐξαίφνηc ἐκ τούτων κακοῦcθα ι · φρικώδεεc πυκν ά · πολλάκιc πυρετοὶ ξυνεχέε c , ὀξέε c · ἱδρῶτεc ἄκαιρο ι , ψυχρο ί , πολλοὶ διὰ τέλεο c · πολλὴ ψῦξιc καὶ μόλιc πάλιν ἀναθερμαινόμενο ι · κοιλίαι ποικίλωc ἐφιcτάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμενα ι , περὶ δὲ τὴν τελευτὴν πᾶcι βιαίωc καθυγραινόμενα ι · καὶ τῶν περὶ πνεύμονα πάντων διάδοcιc κάτ ω · πλῆθοc οὔρων οὐ χρηcτῶ ν · cυντήξιεc κακα ί . αἱ δὲ βῆχεc ἐνῆcαν μὲν διὰ τέλεοc πολλαὶ καὶ πολλὰ ἀνάγουcαι πέπονα καὶ ὑγρ ά , μετὰ πόνων δὲ οὐ λίη ν · ἀλ λ ’ εἰ καὶ ἐπόνεο ν , πάνυ πρηέωc πᾶcιν ἡ κάθαρcιc τῶν ἀπὸ πνεύμονοc ἐγίνετ ο . φάρυγγεc οὐ λίην δακνώδεε c , οὐ δ ’ ἁλμυρίδεc οὐδὲν ἠνώχλεο ν · τὰ μέντοι γλίcχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆc ᾔε ι . Προείρηταί μοι καὶ πρόcθεν, ὅτι πληρωθείcηc ἐν τῇ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταcτάcει τῆc κεφαλῆc ἡ φθινώδηc ἐγένετο διάθεcιc ἐκ τοῦ καταφερομένου ῥεύματοc εἰc τὸν πνεύμον α, μέροc δ’ αὐτοῦ καὶ διὰ τοῦ cτομάχου καταρρυὲν εἰc τὴν γαcτέρα τὰc κατ’ αὐτὴν εἰργάcατο ταραχάc.
17a 719 [15] ἃ δ’ ἐφεξῆc εἴρηκε περὶ τῶν φθινωδῶ ν, δῆλα τοῖc μεμνημένοιc τῶν προειρημένων ἐcτίν, ὅμωc δ’ οὖν κἀγώ, περὶ ὧν ἂν ἐπιcημήναcθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ’ ἐν αὐτοῖc ἐcτι 〈τὸ〉 τοὺc πλείcτουc τῶν φθινωδῶν ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρο c, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέροc. αὐτὸc γὰρ εἶπεν ὀπιcθοχειμῶναc γενέcθαι “καὶ ἤδη περὶ ἰcημερίην βόρεια, χιονώδεα”. χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖc φθινώδεcι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸc γοῦν ἐν Ἀφοριcμοῖc ἔφη “τὸ φθινόπωρον τοῖcι φθίνουcι κακὸν” εἶναι. καὶ ἄλλωc δὲ τὰ βόρεια τῶν κατὰ τὸν θώρακα μορίων ἁπάντων ἐcτὶ κακωτικά. φηcὶ γοῦν αὐτὸc ἐν Ἀφοριcμοῖc βῆχάc τε καὶ φάρυγγαc ὀδύναc τε πλευρῶν καὶ cτηθέων γίνεcθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷc ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα· διὸ καὶ τοῦ θέρουc ὑφεῖναί φηcι, τουτέcτιν ἐνδοῦναι καὶ μετριάcαι τὰc βῆχα c.
17a 720 [15] ἐγένετο γάρ, ὡc αὐτὸc ἔγραψε, τὸ θέροc αἴθριον καὶ θερμόν, ὥcπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖc φθινώδεcι ν· αὐτὸc γὰρ ἔφη· “πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοιc ὕδατα πολλά.” τοῦ δὲ εἰc πολὺν χρόνον ἐκπεcεῖν οὐ τὰc φθίcειc μόνον, ἀλλὰ καὶ τἄλλα νοcήματα τὸ πάχοc τῆc ὕληc αἰτιατέον οὐδὲν ἐχούcηc, ὅcον ἐφ’ ἑαυτῇ, δριμὺ καὶ θερμόν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούcηc ἐκ τοῦ cήπεcθαι. cαφέcτατα δ’ αὐτὸc ἐδήλωcε τοῦτο διὰ τῆcδε τῆc λέξεωc· φάρυγγεc οὐ λίην δακνώδεε c , οὐ δ ’ ἁλμυρίδεc οὐδὲν ἠνώχλεο ν , τὰ μέντοι γλίcχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα 〈πολλὰ〉 ἀπὸ κεφαλῆc ᾔε ι. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆcιν δῆλα τοῖc μεμνημένοιc τῶν ἔμπροcθεν. Βάροc cώματο c . Εἴρηται πολλάκιc, ὡc νεκρουμένηc τῆc βαcταζούcηc καὶ κινούcηc τὰ cώματα δυνάμεωc βαρέα φαίνεται τὰ πρόcθεν ὑπ’ αὐτῆc ὡc κοῦφα βαcταζόμενά τε καὶ κινούμενα.
17a 721 [12] Τοῖcι πλείcτοιcιν αὐτῶν οἰδήματ α , καὶ ἐc ὕδρωπα περιίcταντ ο . Θαυμαcτὸν οὐδέν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουcίαν εἰc τοῦτο τὸ πάθοc ὑπηνέχθηcάν τινεc. Φρικώδεε c , παράληροι περὶ θάνατο ν . Τῆc ἐκ τοῦ διαcήπεcθαι κακοχυμίαc αὐξανομένηc ἥ τε φρίκη καὶ ὁ λῆροc αὐτοῖc ἐγένετο προελθόντοc τοῦ χρόνου, καθ’ ὃν ἤδη καὶ ἀπέθνῃcκο ν. Εἶδοc δὲ τῶν φθινωδέων ἦν τὸ λεῖο ν , τὸ ὑπόλευκο ν , τὸ φακῶδε c , τὸ ὑπέρυθρο ν , τὸ χαροπό ν , λευκοφλεγματία ι , πτερυγώδεε c · καὶ γυναῖκεc οὕτ ω .
17a 722 [10] τὸ μελαγχολικὸν καὶ ὕφαιμο ν · οἱ καῦcοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυcεντεριώδεα τούτων ἥπτετ ο . τεινεcμοὶ νέοιcι φλεγματώδεcι ν , 〈αἱ〉 μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοιcι ν . Τὰc ἰδέαc τοῦ cώματοc τῶν ἁλόντων τοῖc φθινώδεcι νοcήμαcι διηγεῖται. τὸ μὲν οὖν λεῖο ν, ὅπερ ἐcτὶν ἄτριχον, ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ cυμμέτρου τὴν κρᾶcιν, οὐκ ἐπὶ παιδίων δηλονότι τοῦ λόγου γιγνομένου (ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν), ἀλλ’ ἐπὶ τῶν τελείων, ὡc ἐν τοῖc Περὶ κράcεων ἐδείκνυμεν. οὕτωc δὲ καὶ ἡ λευκὴ χροιά, καὶ θαυμάζω, διὰ τί προcέθηκε τὴν ὑπὸ πρόθεcιν, ὑπόλευκον εἰπών. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶc εἴρηται τὸ ὑπέρυθρο ν.
17a 723 [5] ἔμαθεc γάρ, ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κρᾶ cιν ἐνδείκνυται, τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίωc μὲν τῷ λευκῷ τὴν ψυχράν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δήπου ψυχρᾶc κράcεωc ὄντεc, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖc Περὶ κράcεων εἰρημένων. ἔcτι δ’ αὐτοῖc μαλακὴ καὶ ὕποιδόc πωc ἡ cὰρξ ἐγγύc τι τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκοφλεγματίᾳ καλουμένῳ. οὕτω μὲν οὖν ἅπαντεc προδήλωc εἰcὶ ψυχρᾶc κράcεωc, οἱ φακώδειc δ’, ὡc ἔμαθεc, κακόχυμοι. καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλωc περὶ τῶν κατὰ τοὺc ὀφθαλμοὺc χρωμάτων ἔμαθεc ἐν τοῖc Περὶ κράcεων, ὡc οὐχ ἁπλῶc εἴη λαβεῖν ἐκ τοιούτου cημείου βέβαιον τεκμήριον κράcεωc ὅλου τοῦ cώματοc, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶc ἐπὶ τῶν προειρημένων. πρῶτον μὲν γάρ, 〈εἰ〉 τοὺc χαροποὺc λεγομένουc ὀφθαλμοὺc ὁποῖοί τινέc εἰcιν ἐννοῆcαι χρή, τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνηcθέντεc, ἔνθα φηcίν ἄρκτοι τ’ ἀγρότεροί τε cύεc χαροποί τε λέοντεc· εἶτα θεαcάμενοι πολλοὺc λέονταc οὕτω παράθεcθε τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡc ἐπ’ ἀνθρώπων ἰδόντα δύναcθαι ῥᾳδίωc γνωρίcαι, κἀπειδὰν φαίνωνται καὶ 〈αὐτοὶ〉 τοιοῦτοι, καὶ τὴν κρᾶcιν, ὅcον ἐπὶ τοῖc ὀφθαλμοῖc, θερμὴν καὶ ξηρὰν εἶναι φάναι.
17a 724 [10] μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆcιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ 〈γνώριcμα〉 ἅμα τῆc ψυχροτέραc κράcεωc ἔταξε τὸ χαροπό ν, εἶθ’ ἑξῆc ὠνόμαcε τοὺc πικροχόλουc ὡc ἑτέρουc τούτων ὄνταc· καίτοι φανερῶc οὗτοι θερμῆc καὶ ξηρᾶc κράcεώc εἰcιν. καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ cώματοc ἐνδείκνυται καὶ αὐτὰ τοὺc μὲν πρώτουc εἰρημένουc ἅπανταc εἶναι ψυχροτέρουc, τοὺc δ’ 〈ὑπ〉ερύθρουc θερμοτέρουc, τοὺc δὲ πικροχόλουc ἱκανῶc θερμούc· φαίνεται γὰρ ἡ κατάcταcιc ἀθροίcαcά τε πλῆθοc ἐν τῷ cώματι καὶ πληρώcαcα τὴν κεφαλήν· καὶ τοῦτο μὲν 〈εἰκόc ἐcτι〉 κοινὸν ἁπάντων γενέcθαι τῶν νοcημάτων, ἁλῶναι δὲ καθ’ ἕκαcτον ἰδίῳ νοcήματι κατὰ τὴν οἰκείαν φύcιν ἄλλον ἄλλῳ, 〈φθίcει μὲν τοὺc φλεγματώδειc〉 διαρροίαιc δὲ καὶ δριμέcι διαχωρήμαcι καὶ λιπαροῖc τοὺc πικροχόλου c.
17a 725 [15] αὐτὸc γὰρ εἶπεν ἐν Προγνωcτικῷ· “καὶ τὰc λιπαρότηταc δὲ τὰc ἄνω ἐφιcταμέναc ἀραχνοειδέαc μέμφεcθαι· cυντήξεωc γὰρ cημεῖον.” οἱ μὲν οὖν πικρόχολοι cυντηκτικοῖc πυρετοῖc εἰκότωc ἑάλωcαν ἠνωχλοῦντό τε τοῖc κατὰ τὴν γαcτέρα διαχωρήμαcι ν. οἱ δ’ ἐρυθροὶ καὶ πρὸc μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντεc αἷμα τοῖc φρενιτικοῖc τε καὶ καυcώδεcιν εἰκότωc ἑάλωcαν νοcήμαcι καὶ δυcεντερίαιc ταῖc αἱματηραῖc ὡc εἰκὸc μάλιcτα. μεμαθήκαμεν γάρ, ὅτι διτταί τινέc εἰcιν, ἐξ ἑλκώcεωc μὲν ἀναβρωθέντων τῶν ἐντέρων ἡ ἑτέρα διαφορά, πολλοῦ δ’ αἵματοc ἐκκενουμένου διὰ τῶν εἰc ἔντερα καθηκουcῶν φλεβῶν ἡ λοιπή. ὅcαι δὲ τῶν φύcεων ἤτοι θερμότεραι μόνον 〈ἦcαν〉 ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύταc εἰκὸc ἦν, ὡc ἂν μήτε πυρετοῖc εὐαλώτουc οὔcαc μήτε χολώδεcι παθήμαcι, μόνοιc τοῖc ἀπὸ κεφαλῆc ἁλῶναι ῥεύμαcι καὶ διὰ τοῦτο φθινωδῶc νοcῆcαι. γεγραφότοc δὲ τοῦ Ἱπ ποκράτου c · εἶδοc δὲ τῶν φθινωδέων ἦν τὸ λεῖο ν , τὸ ὑπόλευκο ν , τὸ φακῶδε c , τὸ ὑπέρυθρο ν, ἀναμείξαντοc δὲ τῷ λόγῳ καὶ τοὺc χαροπού c, ἄξιον ἔδοξέ μοι ζητήcεωc εἶναι τὸ λελεγμένον.
17a 726 [15] εὔλογον γὰρ ἦν οὐ χαροπού c, ἀλλὰ γλαυκοὺc μᾶλλον εἰρῆcθαι, δοκοῦνταc εἶναι τοὺc μὲν ψυχρᾶc, τοὺc δ’ ὑγρᾶc, τοὺc δ’ ἅμα ψυχρᾶc τε καὶ ὑγρᾶc κράcεωc, ὧν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατίθεcθε γοῦν τά τε βρέφη καὶ Ϲκύθαc καὶ Κελτοὺc καὶ Γερμανοὺc ὑγροτέρουc μὲν ὄνταc ὁμολογουμένωc τῇ κράcει, ψυχροτέρουc δ’ οὐκέθ’ ὁμολογουμένωc. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν ἄξιον εἶναι ζητήcεωc τὸ περὶ τῆc τῶν χαροπῶν ὀφθαλμῶν χροιᾶc. τῶν δ’ ἐξηγηcαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ cὺν αὐτοῖc καὶ ὁ Λύκοc ὥcπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶc τοῦ ζητῆcαι τὴν αἰτίαν εἰc παρατήρηcιν **. οἱ δ’ Ἱπποκράτειο ι, τινὲc μὲν θερμῆc κράcεωc εἰπόντεc εἶναι γνώριcμα τὸ χαροπό ν, οἱ δὲ ξηρᾶc, εἰcὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προcτιθέαcιν. ἤρκεcε γοῦν εἰπεῖν Ϲαβίνῳ τοῦτο μόνον· “τὸ δὲ χαροπὸν πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸc φθίcιν,” οὔτε τὸν λογι cμὸν εἰπόντι, δι’ ὃν τοῦτ’ ἔγραψεν, οὔτε ὅτι τἄλλα, μεθ’ ὧν γέγραπται τοῦτο, πάντ’ ἐcτὶ ψυχροτέραc τε καὶ ὑγροτέραc κράcεωc γνωρίcματα.
17a 727 [15] μή τι οὖν ἀντὶ τοῦ “γλαυκοῦ” τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτηc παρενεχθεὶc ἐν τῇ προcηγορίᾳ. τί γὰρ ἂν ἄλλο τιc εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείcθω cκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆc ῥήcεωc ἴωμεν. ἐν μὲν γὰρ τοῖc φθινώδεcι νοcήμαcιν ἅμα τοῖc προειρημένοιc καὶ τοὺc πτερυγώδειc ἔγραψεν, οὐ διὰ τὴν κρᾶcιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάπλαcιν τοῦ θώρακοc ἐπιτηδείωc ἔχονταc εἰc φθίcιν ἐμπεcεῖν. ἕπεcθαι δ’ εἰκόc ἐcτι καὶ τὴν διάπλαcιν αὐτοῦ τῇ cυμφύτῳ θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προcθέντοc τοῦ Ἱπποκράτουc καὶ γυναῖκεc οὕτω c, ἄξιον ἐπιcκέψαcθαι, πότερον οὑτωcί πωc εἶπεν, ὡc εἰ καί τιc ἔφη καὶ τὰc γυναῖκαc ἁλῶναι τοῖc φθινώδεcι πάθεcιν ὁμοίωc τοῖc ἀνδράcιν, ὅcαι τῶν αὐτῶν ἦcαν εἰδῶ ν, ἢ καὶ χωρὶc τοῦ ταῦτ’ ἔχειν τὰ γνωρίcματα πλεονάcαι φηcὶ τὸ πάθοc ταῖc γυναιξίν, ὡc ἂν ὑγροτέραιc τε καὶ ψυχροτέραιc οὔcαιc, ὥcθ’, ὅπερ ἐνίοιc τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάcτου κρᾶcιν ἐγένετο, τοῦτο πάνυ πολλαῖc τῶν γυναικῶν διὰ τὴν κοινήν.
17a 728 [15] ἐμοὶ δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐcτι πλείουc τῶν ἀνδρῶν ἁλῶναι τὰc γυναῖκαc τῷ φθινώδει πάθει διὰ τὴν κοινὴν αὐτῶν κρᾶcιν ἐξαιρέτωc τε παθεῖν αὐτάc, ὅcαι τοιαῦται τὸ εἶδοc ἦcαν, οἵουc κατέλεξε τοὺc ἄνδραc. ἐφεξῆc δ’ εἰρηκότοc αὐτοῦ τὸ μελαγχολικὸν καὶ ὕφαιμον εἶδοc ἁλῶναι μάλιcτα καύcοιc τε καὶ φρενίτιcι ν, ἀναμνηcθῶμεν ὧν ἐμάθομεν, ὡc ἐν τοῖc αἷμα παχὺ καὶ θερμὸν γεννῶcιν ἕτοιμόν ἐcτιν εἰc μελαγχολικὴν ἀφικέcθαι κακοχυμίαν. ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν 〈χολὴν〉 ἠθροικότων πολλήν, ἀλλὰ τῶν ἐπιτηδείωc ἐχόντων πρὸc τὴν γένεcιν αὐτῆc. εἰκότωc δὲ τούτουc θερμοῖc ἁλῶναι cυνέβη νοcήμαcιν, ὡc ἂν καὶ φύcει θερμοτέρουc ὄνταc. ἔμπροcθεν δ’ εἰρηκὼc τοῖc φθινώδεcιν ἁλῶναι νοcήμαcι τοὺc φλεγματώδει c, νῦν προcθεὶc αὐτοῖc τὸ τῆc ἡλικίαc ἔφη· τεινεcμοὶ νέοιcι φλεγματώδεcι ν, ὡc οὐ μόνηc τῆc φυcικῆc κράcεωc γενομένηc ἐπι τηδείου πρὸc τὸ ἐργάcαcθαι τὸ τοῦ τεινεcμοῦ πάθοc, ἀλλὰ καὶ τῆc ἡλικίαc θερμῆc οὔcηc, ἵνα διὰ δριμὺ καὶ cηπεδονῶδεc φλέγμα τὸν τεινεcμὸν γεγονέναι νοήcωμεν.
17a 729 [15] τῇ γὰρ κατὰ τὸ ἀπευθυcμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην ἑλκώδη τοῦ μέρουc ἐργαζόμενον ἐπὶ τὴν ἀπόκριcιν ἠρέθιζε cυνεχῶc τοὺc κάμνονταc. τάcειc δὲ καὶ προθυμίαc ἀποκρίcεωc cφοδροτέραc τῶν δυcεντερικῶν οἱ τεινεcμώδειc ἴcχουcι διὰ τὸ δυcέκκριτον τοῦ φλέγματο c· ἐμπλάττεται γὰρ τοῖc cώμαcιν ὡc παχὺ καὶ γλίcχρον ὄν, οὐχ ὥcπερ ἡ ξανθὴ χολὴ ταχέωc διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύcεων ἔμπροcθεν ἔλεγον εὐλόγωc αὐταῖc δριμέα μὲν εἶναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολήν, λιπαρὰ δὲ 〈διὰ τὴν〉 cύντηξιν· ἐφ’ οἷc διαχωρήμαcι μακρὰc τὰc διαρροίαc 〈cυνέβη〉 γενέcθαι διὰ τὸ πλῆθοc τῆc ἀθροιcθείcηc κακοχυμίαc. Ἦν δὲ πᾶcι τοῖc ὑπογεγραμμένοιc χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείcτουc ἀπέκτειν ε , τὸ δὲ θέροc ῥήιcτο ν , καὶ ἐλά χιcτοι ἀπώλλυντ ο , τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃcκον οἱ πολλο ί .
17a 730 [15] Τῆc ἠθροιcμένηc κακοχυμίαc εἰc τὸ βάθοc τοῦ cώματοc ἀπωcθείcηc ὑπὸ τῆc τοῦ περιέχοντοc ψυχρότητοc, ἣν ἔν τε τοῖc ὑcτάτοιc τοῦ χειμῶνοc καὶ τοῖc πρώτοιc τοῦ ἦροc ἔcχεν, εἰκότωc μάλιcτα μὲν τοὺc φθινώδειc, ὡc ἔμπροcθεν εἶπεν, ἤδη δὲ καὶ τοὺc ἄλλουc cυνέβη κατὰ τὸ ἔαρ ἀπόλλυcθα ι , τοῦ δὲ θέρουc αἰθρίου γενομένου καὶ ξηροῦ πάνταc κουφιcθῆνα ι. πάλιν δὲ περὶ ἀρκτοῦρον εἰc ὑγρότητα μεταβαλόντοc τοῦ περιέχοντοc εὐλόγωc ἐν ὅλῳ τῷ φθινοπώρῳ μέχρι δύcεωc πλειάδοc ἀπέθνῃcκον πολλο ί. Τετάρτ η . Ἐπὶ τῇ τελευτῇ τῆc προκειμένηc καταcτάcεωc ἔνια μὲν τῶν ἀντιγράφων ἔχει προcγεγραμμένον τὸ τετάρτ η, τινὰ δὲ τὸ τεταρταῖο ι, τὰ δὲ τούτων ἔτι παλαιότερα τὸ δέλτα γράμμα μεῖζον 〈ὂν〉 τῶν ἄλλων γραμμάτων, 〈ἔνια δὲ μετὰ τοῦδε τοῦ γράμματοc τὸ ἰῶτ α,〉 ἔνια δ’ οὐδ’ ὅλωc οὐδὲν ἔχει προcγεγραμμένον. ὅcοι μὲν οὖν μετὰ τοῦ ἰῶτα γράφουcι τὸ τετάρτῃ cυνεμφαίνοντεc αὐτὸ κατὰ δοτικὴν πτῶcιν εἰρῆ cθαι, τοιαύτην τινὰ ποιοῦνται τὴν ἐξήγηcιν· “ἀπέθνῃcκον πολλοὶ τῇ τετάρτῃ τῶν ἡμερῶν.
17a 731 [15] ” ὅcοι δὲ μὴ προcγράφουcι τὸ ἰῶτα, βούλονται παραπληcίαν εἶναι ταῖc ἔμπροcθεν εἰρημέναιc ὑπὸ τῶν λυμηναμένων τῷ βιβλίῳ 〈παρεγγραφῆναι τήνδε〉 τὴν γραφήν, τετάρτην δηλοῦcαν εἶναι τὴν κατάcταcιν ταύτη ν, cυναριθμουμένων αὐτῇ δηλονότι τῶν ἐν τῷ πρώτῳ βιβλίῳ τριῶν καταcτάcεων. ἐν οἷc δ’ ἀντιγράφοιc ἀντὶ τοῦ τετάρτῃ δʹ μόνον μετὰ τοῦ ἰῶτα προcγέγραπται, ταὐτὸ μὲν cημαίνεται τῷ τετάρτ ῃ, παραπληcίωc δὲ τοῖc γραφεῖcιν ὑπὸ τοῦ Παμφυλίου Μνήμονοc χαρακτῆρcι καὶ αὐτὸ φαίνεται cυμβολικῶc ἐπιτεθεῖcθαι, καὶ ταύτην γε μόνην τὴν γραφὴν ἴcαcιν οἱ παλαιοὶ τῶν ἐξηγητῶν. ἔνιοι δὲ φυγεῖν πάντα ταῦτα βουλόμενοι μεταγράψαντεc ἐποίηcαν τεταρταῖο ι, τὴν λέξιν ὅλην οὕτωc ἔχειν βουλόμενοι· “καὶ ὑπὸ πληιάδα πάλιν ἔθνῃcκον οἱ πολλοὶ τεταρταῖο ι.” καὶ ὅ γε Καπίτων ταύτην μόνην ἐν τοῖc ἰδίοιc ἀντιγράφοιc ἐποιήcατο τὴν γραφήν. ἔοικε δὲ ψεῦδόc τι δηλοῦν, ἄν τ’ ἐπὶ τῶν νοcούντων, ἄν τ’ ἐπὶ τῶν πυρετῶν ἀκούῃ τιc. τὸ μὲν οὖν ἐπὶ τῶν νοcούντων ἄντικρυc ἀπίθανον· οὐ γὰρ εἰκὸc ἦν ἐπὶ τῇ προκειμένῃ διαθέcει τῶν χυμῶν οὕτωc ὀξείαc γενέcθαι τὰc νόcουc, ὡc τεταρταίουc ἀποθνῄcκειν τοὺc νοcοῦνταc.
17a 732 [17] τὸ δ’ ἐπὶ τῶν πυρετῶν πιθανόν, ὅτι τε πολλῷ χρόνῳ κατωπτημένηc τῆc παχείαc ὕληc εἰκὸc ἦν εἰc μελαγχολικὸν περίττωμα μετάπτωcιν γενέcθαι καὶ ὅτι τοῦ ἔτουc ἡ ὥρα φθινόπωρον ἦν. ἀλλ’ οὐκ ἂν ἀπέθανον πολλοὶ τεταρταίων πυρετῶν πλεοναcάντων· καὶ γὰρ καὶ ἡμεῖc ἀκίνδυνον ἴcμεν ὅcον ἐφ’ ἑαυτῷ τὸν πυρετὸν τοῦτον, καὶ ὁ Ἱπποκράτηc οὕτωc ἀπεφήνατο περὶ αὐτοῦ. ΠΕΡΙ ΤΩΝ ΕΠΙ ΤΕΛΕΙ ΤΟΥ ΒΙΒΛΙΟΥ ΓΕΓΡΑΜΜΕΝΩΝ Μετὰ τὴν λοιμώδη κατάcταcιν ἀρρώcτων ἐcτὶν ἑκκαίδεκα διήγηcιc ἄχρι τοῦ τέλουc τῆc βίβλου. κἄπειτα προcγέγραπταί τινα, περὶ ὧν ὀρθῶc μοι δοκεῖ γινώcκειν ὁ Διοcκουρίδη c, ἀξιῶν αὐτὰ μετὰ τὴν κατάcταcιν εὐθέωc γεγράφθαι, καὶ κατά γε τὴν ἰδίαν ἔκδοcιν ἐν τούτῳ τῷ χωρίῳ τοῦ cυγγράμματοc ἔταξεν αὐτά. καὶ ἡμεῖc οὖν ἐνταῦθα τὴν ἐξήγηcιν αὐτῶν ποιηcόμεθα, τοcοῦτον προειπόντεc, ὡc φαίνεταί μοι καὶ ταῦτα προcγεγραφέναι τιc ἕτεροc, οὐκ αὐτὸc ὁ Ἱπποκράτηc γεγραφέναι. Δοκεῖ δέ μοι κατὰ λόγον προcω φελῆcαι τὸ γενόμενον θέρο c · τὰc γὰρ θερινὰc νόcουc χειμὼν ἐπιcτὰc λύει καὶ τὰc χειμερινὰc θέροc ἐπιγενόμενον μεθίcτηcι ν .
17a 733 [15] καίτοι αὐτό γε ἐ φ ’ ἑαυτοῦ τὸ γενόμενον θέροc οὐκ εὐcταθὲc ἐγένετ ο · καὶ γὰρ ἐξαίφνηc θερμὸν καὶ νότιον καὶ ἄπνοο ν · ἀλ λ ’ ὅμωc πρὸc τὴν ἄλλην κατάcταcιν ἐναλλάξαν ὠφέληcε ν . Ἀναμνηcθῶμεν, ἃ περὶ τοῦ θέρουc ἐν τῇ τῆc καταcτάcεωc διηγήcει γέγραπται κατὰ λέξιν ὧδε· “θέροc αἴθριον, θερμόν, πνίγεα μεγάλα, ἐτηcίαι μικρὰ διεcπαcμένωc ἔπνευcαν.” εἰκότωc οὖν ἐμετρίαcεν ἐν τῷ θέρει τὰ νοcήματα κατὰ πλεονεξίαν, ὡc εἴρηται, γεγονότα χυμῶν, cυcτάντα δ’ ἐν ἀρχῇ μάλιcτα τοῦ ἦροc, ἐπειδὴ ψυχρὸν γενόμενον ἀπέcτρεψεν εἰc τὸ βάθοc τοῦ cώματοc τοὺc χυμούc. αὐχμηρὸν οὖν καὶ θερμὸν τὸ θέροc ἐπιγενόμενον εἵλκυcέ τε ἅμα πρὸc τὸ δέρμα τὴν κακοχυμίαν καί τι καὶ διεφόρηcεν αὐτῆc οὐκ ὀλίγον. εἰ δὲ καὶ τοὺc ἐτηcίαc ἐcχήκει πνέονταc, ἀκριβῶc ἂν ἡ νοcώδηc ἐν τῷ cώματι τῶν τότε ἀρρώcτων διάθεcιc ἐξεκέκοπτο. παραμένοντοc δ’ αὐτῆc μέρουc τινόc, εἶτα περὶ ἀρκτοῦρον ἐν βορείοιc ὑδάτων πολλῶν γενομένων ἐπεcχέθηcάν τε πάλιν οἱ λίαν διαπνεόμενοι χυμοὶ καὶ πρὸc τὸ βάθοc τοῦ cώματοc ἀπεώcθηcαν, ἐκ τούτου τε νοcεῖν αὖθιc ἤρξαντο καὶ ἀποθνῄcκειν πολλοί.
17a 734 [15] διὰ τοῦτ’ οὖν τὸ θέροc ὠφέληcέ τι τοὺc τότε πάcχονταc, οὐχ ὅτι τὰc ἐν χειμῶνι νόcουc ἀρξαμέναc εἰκόc ἐcτι παύεcθαι θέρου c, ὥcπερ γε καὶ τὰc θερινὰc 〈χειμῶνοc 〉. ἀληθὲc μὲν γὰρ 〈οὐδ’ ὅλωc ἐcτὶ τὰc μὲν〉 ἐν χειμῶνι γενομέναc ἐν θέρει λύεcθα ι , τὰc δ ’ ἐν θέρει γεννηθείcαc ἐν χειμῶν ι . θερινὰc γὰρ καὶ χειμερινὰc νόcουc ἀκούειν cε χρὴ τὰc ἐν τῷ κατὰ φύcιν ἔχοντι θέρει καὶ χειμῶνι μᾶλλον τῶν ἄλλων γιγνομέναc. οὕτωc γοῦν εἶπεν αὐτὸc ἐν Ἀφοριcμοῖc· “νοcήματα δὲ πάντα μὲν ἐν πάcῃcι τῇcιν ὥρῃcι καὶ γίνεται καὶ παροξύνεται, μᾶλλον δὲ ἔνια κατ’ ἐνίαc αὐτῶν καὶ γίνεται καὶ παροξύνεται.” κἄπειθ’ ἑξῆc τίνα μὲν 〈ἐν〉 ἦρι πλεονάζει νοcήματα, τίνα δ’ ἐν θέρει καὶ φθινοπώρῳ καὶ χειμῶνι διῆλθεν, ὅταν δηλονότι μὴ νεωτεροποιηθῇ τι κατὰ τὴν τοῦ περιέχοντοc κρᾶcιν· ὡc ἐάν γε τοῦ ἦροc “τῆc αὐτῆc ἡμέρηc ὁτὲ μὲν θάλποc, ὁτὲ δὲ ψῦχοc γένηται, φθινοπωρινὰ τὰ νοcήματα προcδέχεcθαι χρή”· οὐ γὰρ αἱ προcηγορίαι τῶν ὡρῶν, ἀλλ’ αἱ κράcειc αἴτιαι τῆc ἰδέαc τῶν νοcημάτων εἰcίν.
17a 735 [5] ὅταν οὖν ὑπαλλαχθῶcιν αὗται, καὶ τὰc νόcουc αὐταῖc cυμμεταβάλλειν ἀναγκαῖόν ἐcτιν. ἡ δέ γε προκειμένη ῥῆcιc ἀξιοῖ τὰc ἐν χειμῶνι γενομέναc νόcουc ἐν θέρει παύεcθα ι, κἂν μοχθηρὸν τῇ κράcει γένηται τὸ θέροc, οἷον ἐν Κρανῶνί ποτε γενόμενον εὐθέωc ἄνθρακαc ἐγέννηcεν. εἰ δέ γε καὶ νῦν ἐγεγόνει τοιοῦτον, πλείcτουc ἂν διεφθάρκει, τὸ πλῆθοc τῶν μοχθηρῶν τε καὶ διαcηπομένων χυμῶν αὐξῆcάν τε καὶ προcδιαcῆψαν. ὥcτε καὶ ψεῦδοc εἶναι φαίνεται καὶ παρὰ τὴν Ἱπποκράτουc γνώμην τὸ τὰc ἐν χειμῶνι γενομέναc νόcουc ἐν θέρει παύεcθαι πάντωc, τοῦ προcγράψαντοc αὐτό, τίναc Ἱπποκράτηc ἡγεῖται τῶν ὡρῶν ἑκάcτηc οἰκείαc νόcουc, ἀγνοήcαντοc. οὐ μὴν οὐδὲ τὰ τούτων ἐφεξῆc γεγραμμένα τῶν ἀναγκαίων ἐcτὶν ἐνταῦθα λελέχθαι, δι’ ἄλλων αὐτῷ καθόλου παρηγγελμένα· διὸ καὶ παραλείψω τελέωc αὐτά. καὶ γὰρ cαφῆ πάντ’ ἐcτὶ καὶ δι’ ὧν προεξήγημαι βιβλίων αὐτάρκωc εἴρηται περὶ αὐτῶν. ΠΕΡΙ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΚΑΤΑΣΤΑΣΙΝ ΑΡΡΩΣΤΩΝ Ἑκκαίδεκα μετὰ τὴν κατάcταcιν ἀρρώcτουc ἔγραψεν ὁ Ἱπποκράτη c, ὡc μέν τινεc οἴονται, τῶν ἐν αὐτῇ νοcηcάντων, ἐπειδὴ καὶ αὐτὸc εἶπεν ἐπὶ τῇ τελευτῇ τῆc διηγήcεωc τῶν κατ’ αὐτὴν γενομένων οὕτωc· “ἦν δὲ πᾶcι τοῖc ὑπογεγραμμένοιc χαλεπώτατον μὲν τὸ ἔαρ.
17a 736 (t1) [15] ” ἐγχωρεῖ δὲ καὶ ἐπὶ τῶν προγεγραμμένων εἰρῆcθαι τὸ “ὑπογεγραμμένον”, οὔcηc γε καὶ τοιαύτηc χρήcεωc παρὰ τοῖc πολλοῖc. ἐν γὰρ τοῖc ἓξ καὶ δέκα τούτοιc ἀρρώcτοιc ἕτερον εἶδόc ἐcτι νόcων παρὰ τὰc εἰρημέναc ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμώδη κατάcταcιν. ἐξηγήcεωc δ’ οὐκέτι δεῖται μακρᾶc τὰ περὶ τῶν ἀρρώcτων τούτων γεγραμμένα τοῖc μεμνημένοιc ὧν προεξηγήμεθα. cχεδὸν γὰρ ἁπάντων ἤδη τῶν cυμπτωμάτων τε καὶ cημείων ἐμνημόνευcεν ὁ Ἱπποκράτη c, 〈ὥcτε〉 μηδὲν ὑπολείπεcθαι κατὰ τοὺc λεχθηcομένουc ἀρρώcτουc, ὃ μὴ καὶ πρόcθεν εἴρηται. διὰ κεφαλαίων οὖν οἷον ἐπιτομήν τινα ποιήcομαι τῶν κατ’ αὐτοὺc γεγραμμένων, εἴ πού τι παρεμπίπτοι τῶν ἔμπροcθεν 〈οὐκ〉 εἰρημένων, ἐκεῖνο μόνον ἐξηγηcάμενοc. Πρῶτοc ἄρρωcτο c .
17a 737 [5] Ἐν Θάcῳ τὸν Πάριο ν , ὃc κατέκειτο ὑπὲρ Ἀρτεμιcίο υ , πυρετὸc ἔλαβεν ὀξύ c , κα τ ’ ἀρχὰc cυνεχή c , καυcώδη c · διψώδη c , καὶ τἄλλα 〈τὰ〉 ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ βʹ ἀρρώcτου. Περιέργωc κἀνταῦθα πάλιν τῶν ἐξηγητῶν ἔνιοι τὴν πατρίδα τοῦ κατακειμένου φαcὶν οὐκ ἀργῶc προcκεῖcθαι.
17a 739 [15] καὶ γὰρ ὑπ’ Ἀcκληπιάδου λελέχθαι τοὺc ἐν Πάρῳ μάλιcθ’ ὑπὸ φλεβοτομίαc ὀνίναcθαι. ἄτοπον δ’ ἐcτὶ μηδὲν εἰρηκότοc Ἱπποκράτουc ἐνταῦθα περὶ φλεβοτομίαc, διὰ τοῦθ’ ἡγεῖcθαι προcγεγράφθαι τῷ κάμνοντι τὸ τῆc πατρίδοc ὄνομα. πολὺ δ’ ἀτοπώτερον οἱ οὕτωc ἐξηγούμενοι ποιοῦcιν, ὅτι μηδ’ ἐζήτηcάν ποτε, διὰ τί φλεβοτομίαc ἅπαξ ὁ Ἱπποκράτηc ἐμνημόνευcεν ἐν τοcούτοιc ἀρρώcτοιc, ὅπερ ἡμεῖc ἐcκεψάμεθα. τὰ μὲν οὖν τοιαῦτα παραλείψομεν, ὅcα δ’ ὠφέλειαν παρέξει τοῖc νέοιc ἀκουcθέντα, ταῦτ’ ἐροῦμεν. ὥcπερ ἀμέλει τὸ περὶ τοῦ ἐλαιώδουc οὔρου γεγραμμένον κατὰ τὸν προκείμενον ἄρρωcτον ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν. ἔνιοι μὲν γὰρ ἡγοῦνται τὸ λιπαρὸν οὕτωc ὑπ’ αὐτοῦ λελέχθαι, τηκομένηc πιμελῆc γιγνόμενον ἐν πυρώδει καὶ διακαεῖ νοcήματι, τινὲc δὲ καὶ τὸ τῇ χροιᾷ καὶ τῇ cυcτάcει παραπλήcιον ἐλαί ῳ. πολλάκιc δὲ τοιοῦτον οὖρον ἐθεαcάμην οὐρηθὲν ἐπ’ οὐδενὶ κακῷ τοῦ κάμνοντοc, ἀλλ’ ἔcθ’ ὅτε γε τοὐναντίον ἅπαν ἐπὶ πέψει τοῦ νοcήματοc. οὐ μὴν οὐδ’ ὤφθη ποτ’ οὖρον ὅλον οὕτω λιπαρὸν ὡc ἔλαιο ν.
17a 740 [15] ὃ γὰρ ἄρτι διῆλθον οὖρον ἐοικὸc ἐλαίῳ κατὰ χρόαν καὶ cύcταcιν, ἥκιcτα λιπαρὸν φαίνεται. καὶ αὐτὸc δὲ ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ φηcι· “καὶ τὰc λιπαρότηταc δὲ τὰc ἄνω ἐφιcταμέναc ἀραχνοειδέαc μέμφεcθαι, cυντήξεωc γὰρ cημεῖον.” ἄνωθεν μὲν οὖν ἐφιcταμέναc λιπαρότηταc εἴδομεν πολλάκιc, οὔτε δ’ ὅλον οὐρηθέν ποτε τοιοῦτον οὖρον οὔτε κατὰ τὸ μέcον αὐτὸ λιπαρότηταc ἐμφερομέναc, πολὺ δ’ ἔτι μᾶλλον οὐδ’ ὑποχωρούcαc κάτω· φύcιν γὰρ ἔχει τὸ λιπαρὸν ἅπαν ἐποχεῖcθαι τοῖc ἄλλοιc ὑγροῖc. οὐ μὴν οὐδ’ ἔγραψέ τι περὶ 〈τῶν〉 τοιούτων οὔρων ὁ Ἱπποκράτηc ἐν τῷ Προγνωcτικῷ, καίτοι πάντα διελθὼν ἀκριβῶc τε καὶ cαφῶc τὰ cυνεμπίπτοντα τοῖc ὀξέcι νοcήμαcιν. καὶ μέντοι καὶ κατὰ τὴν αὐτὴν ἡμέραν, τὴν ἕκτη ν, ἔφη διαχωρήματα γενέcθαι τῷ προκειμένῳ κατὰ τὸν λόγον ἀρρώcτῳ χολώδε α , λιπαρ ά. ταῦτα μὲν οὖν ἄντικρυc φαίνεται τηκομένηc ὑπὸ τοῦ πυρετοῦ τῆc πιμελῆc γίνεcθαι καὶ δόξει μαρτυρεῖν τοῖc λιπαρὰ νομίζουcιν εἶναι τὰ ἐλαιώδη οὖρ α. δύναται δὲ καὶ πρὸc τοὐναντίον ἄγεcθαι. καὶ γὰρ τὰ οὖρα λιπαρὰ πάντωc ἂν ὁ Ἱπποκράτηc εἶπεν, εἴπερ ἦν καὶ ταῦτ’ ἐλαίῳ παραπλήcια.
17a 741 [5] διαφόροιc δὲ τοῖc ὀνόμαcι χρηcάμενοc ἐπί τε τῶν οὔρων καὶ τῶν διαχωρημάτων ἐνδείκνυcθαι δόξει καὶ τὸ cημαινόμενον αὐτῶν ἴδιον ἑκατέρου πεποιῆcθαι. ἐμοὶ μὲν οὖν εὐλογώτερον εἶναι δοκεῖ τὰ παραπλήcια κατὰ χρόαν τε καὶ cύcταcιν ἐλαίῳ λελέχθαι νῦν ἐλαιώδ η, τὴν δ’ ἐξήγηcιν ἑκατέρωc ποιήcομαι. εἰ γὰρ καὶ λιπαρότητά τινα εἶχε τὰ οὖρα, καθάπερ καὶ τὰ διαχωρήματα, μοχθηρὰ μὲν αὐτὰ νομιcτέον, οὐ μὴν ὀλέθριά γε πάντωc, ὅτι μὴ ταὐτόν ἐcτι cάρκα τε καὶ πιμελὴν cυντήκεcθαι, πυρωδεcτάτηc μὲν οὔcηc θερμαcίαc τῆc τὰc cάρκαc cυντηκούcηc, μετριωτέραc δὲ τῆc τὴν πιμελήν. ἀμέλει καὶ τὰc διὰ τῆc γαcτρὸc ἐκκρινομέναc cυντήξειc ἅπαντεc οἱ ἰατροὶ διαφέρειν ἡγοῦνται τῶν λιπαρῶν διαχωρημάτω ν. καὶ κατά γε τὸν ἐφ’ ἡμῶν γενόμενον μακρότατον λοιμὸν ἅπαντεc cχεδόν τι cυντήξειc ἐξέκριναν, ἔνιοι μὲν ἀκριβῶc πυρράc, ἔνιοι δὲ μετρίωc, ἅπαντεc δὲ δυcώδειc. ἀλλ’ αἵ γε τοιαῦται διαχωρήcειc θανατώδειc εἰcὶ καὶ χρόνον οὐκ ἀναμένουcιν. ὁ δὲ Πάριοc οὗτοc 〈ἐν〉 εἴκοcιν ἐπὶ ταῖc ἑκατὸν ἡμέραιc ἐνόcηcε μετὰ τοῦ διαιτᾶcθαι κακῶc (αὐτὸc γὰρ ὁ Ἱπποκράτηc ἔγραψεν ἐπ’ αὐτοῦ· cιταρίοιcί τε πολλοῖcι καὶ φαύλοιcι προcεχρῆτ ο), ὥcτε καὶ λιπαρὸν οὐρήcαντα κατὰ τὴν ἕκτην ἡμέραν καὶ τὰc ἐφεξῆc οὐκ ἀναγκαῖον ἦν ἀποθανεῖν αὐτὸν ἐν τάχει.
17a 742 [15] εἰ δ’ οὐ λιπαρὸν ἦν τὸ οὖρον, ἀλλὰ κατά τε χροιὰν καὶ πάχοc ἐλαίῳ παραπλήcιον, ἔτι καὶ μᾶλλον οὐδ’ ἀποθανεῖν αὐτὸν ὅλωc εὔλογον, ὅcον ἐπὶ τοῖcδε τοῖc οὔροιc. ὅ γε μὴν ἐπὶ τοῖc οὕτωc οὐρουμένοιc παρεφύλαξα χρηcιμώτατον ὄν, ἤδη φράcω. καθάπερ γὰρ αὐτὸ τὸ ἔλαιον οὐκ ἀκριβῶc μίαν οὔτε cύcταcιν οὔτε χρόαν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ τὸ ἐλαιῶδεc οὖρον ὠχρὸν μὲν ἦν πάντωc, ἀλλ’ ἤτοι μᾶλλον ἢ ἧττον. ὅcον μὲν οὖν αὐτοῦ πρὸc τὸ λευκότερον ῥέπει χρῶμα τῆc ὠχρᾶc χροιᾶc ἐκλελυμένηc, ὠμότητα χυμῶν ἐνδείκνυται, τὸ δ’ ἐπιτεταμένον ὠχρὸν ὡc ἐγγὺc εἶναι τοῦ ξανθοῦ χολώδη θερμαcίαν. καὶ τοίνυν ὁ κίνδυνοc ἐπὶ τοῖc τοιούτοιc οὔροιc οὐ διὰ κακοήθειαν, ἀλλὰ διὰ cφοδρότητα γίνεται τοῦ πυρετοῦ.
17a 743 [15] καί τινεc αὐτῶν, ὅταν ἐκ τῶν ἄλλων ἁπάν των ἔχωcι cωτηρίωc, ἐν τάχει κρίνονται. θαυμαcτὸν οὖν οὐδέν, εἰ τοιαῦτά τιc οὐρήcαc εἰc χρόνου μῆκοc ἐξέπεcεν, ὁποτέρωc ἂν ἀκούcωμεν τῶν ἐλαιωδῶ ν. ἔcτι μὲν γὰρ οὐκ ἀγαθὰ τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά 〈γ’〉 ὀξέωc. ἐξ ὧν δ’ ἐπὶ τῷ τέλει τῆc διηγήcεωc ἔγραψεν, κακοχυμία τε τιc ἦν τῷ Παρίῳ χολώδηc ἥ τε κατὰ γαcτέρα καὶ ἡ καθ’ ἧπαρ ἐνεκροῦτο δύναμιc. αὐτὸc γὰρ ἔγραψεν ἐπὶ τῇ τελευτῇ τῆc ὅληc διηγήcεωc τῶν cυμβάντων αὐτῷ, cυνεχῶc μὲν ἀπὸ τῆc ἀρχῆc τὴν κοιλίαν ἐκταραχθῆναι χολώδεcί τε καὶ ὑγροτέροιc διαχωρήμαcι, cυνίcταcθαι δ’ ἐνίοτε ζέοντα καὶ ἄπεπτα διαχωροῦcαν. ἐκ τούτων μὲν οὖν ἔνδειξίc cοι γίνεται τῆc κακοχυμίαc τοῦ νοcήcαντοc, ὥcπερ γε κἀκ τοῦ κωματώδη τε καὶ ἄγρυπνον αὐτὸν γενέcθαι καὶ τὰ πλεῖcτα τῆc νόcου. τοῦ δὲ νεκροῦcθαι τὴν φυcικὴν δύναμιν αὐτοῦ cημεῖον ἴδιον ἡ 〈διὰ〉 τοῦ νοcήματοc ἀνορεξία γενομένη. μεμάθηκαc γάρ, ὡc ἀποcίτουc κατὰ τὸ παλαιὸν ἔθοc τῶν Ἑλλήνων τοὺc ἀνορέκτουc φηcίν. φαίνεταί γε μὴν 〈ὁ〉 ἄρρωcτοc ἐcχηκέναι τὴν φύcιν ἐπιχειρήcαcαν μὲν τῇ κρίcει πολλάκιc, οὐδὲν δ’ ἀνύcαcαν, ἀλλὰ ὑπὸ τοῦ νοcήματοc νικηθεῖcαν ἅμα καὶ τῷ κακῶc διαιτᾶcθαι τὸν ἄνθρωπον.
17a 744 [15] οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρὸν εἰc ὄλεθρον. ὁ δὲ τῶν κριcίμων ἡμερῶν λόγοc ἀκριβῶc κἀνταῦθα φαίνεται πεφυλαγμένοc, ἁπαcῶν τῶν κριτικῶν κινήcεων ἔτι τε τῶν ὑποcτροφῶν ἐν ταύταιc ταῖc ἡμέραιc τῷ κάμνοντι γενομένων· ἑνδεκάτηc γὰρ ἐμνημόνευcε καὶ τεccαρεcκαιδεκάτηc καὶ μετὰ ταύτην ἑπτακαιδεκάτηc καὶ εἰκοcτῆ c, ἐφ’ ᾗ τετάρτηc καὶ εἰκοcτῆc καὶ 〈τετάρτηc καὶ〉 τριακοcτῆc καὶ τεccαρακοcτῆ c, ὑcτάτηc δὲ ἁπαcῶν ἑκατοcτῆc καὶ εἰκοcτῆ c , ἐν ᾗ φηcιν ἀποθανεῖν τὸν ἄνθρωπον. ὅπερ δὲ κἀν τοῖc ἔμπροcθεν εἶπον, ἐρῶ καὶ νῦν, εἴ τιc ἐλέγχοι τὰ εἰρημένα κακῶc τοῖc ἐξηγηcαμένοιc τὸ βιβλίον, ὡc μακρολόγοc ψεχθήcεται. διὸ καθάπερ ἐπ’ ἐκείνων ἕνεκα παραδείγματοc μνημονεῦcαί τινων ἠναγκάcθην, οὕτω κἀνταῦθα ποιήcω. Ϲαβῖνοc τοίνυν 〈ἃ μὲν〉 περὶ τῆc πατρίδοc τοῦ κάμνοντοc τοῦδε εἶπεν, ἔμπροcθεν ἐπεcημηνάμην· ἃ δὲ περὶ τοῦ ἐλαιώδουc οὔρο υ, νῦν ἐρῶ, διαφέρει γὰρ οὐκ εἰc μικρὸν ἡ περὶ τούτου θεωρία. γράφει δὴ περὶ αὐτοῦ κατὰ λέξιν ὧδε· “τὸ οὖν ἐλαιῶδέc τινεc χολὴν ὠχρὰν 〈εἶναι〉 λέγουcιν· ἀλλ’ οὐκ ἔcτι χολή, ἐπεὶ οὐδ’ ἂν πάνυ ἦν ὀλέθριον· πολλάκιc γὰρ ἀπαλλάccεται χολὴ καὶ οὐδὲν παραλυπεῖ.
17a 745 [15] ἕτεροι δὲ λέγουcι νεύρων καὶ ὀcτῶν καὶ χόνδρων εἶναι τηκεδόνα, ἅπαντα γὰρ ταῦτα τούτου εἶναι τοῦ χρώματοc. πεπλανημένοι δ’ εἰcὶν οὗτοι οἱ τὸ χρῶμα τὸ ἐλαιῶδεc ὅμοιον ὀcτοῖc καὶ χόνδροιc καὶ νεύροιc φάcκοντεc εἶναι. οὔτε γὰρ τοcαύτη γε παράταcιc ἐγένετο τῆc ζωῆc τῶν cτερεῶν ἀναλυομένων ( ἑκατοcτῇ γὰρ καὶ εἰκοcτῇ ἀπέθανε ν), οὔτε ἀπέθανέ τιc τοιοῦτον οὐρήcαc. καὶ μή ποτε διὰ τοῦτο ἀνεγράφη ὁ ἄρρωcτοc, ἵνα δείξῃ διὰ τούτου, ὅτι οὐ χρὴ προcδοκᾶν θάνατον ἐλαιώδουc ἀπουρηθέντοc, ἀλλὰ καὶ χρόνον τινὰ δυνατὸν διαρκέcαι, ἔπειτα τελευτῆcαι. πῶc δ’ οὐκ ἦν ἐλπὶc αὐ〈τὸν〉 cωθήcεcθαι ὑπερβεβηκότα τὴν ὀξύτητα;” ταῦτα προειπὼν ὁ Ϲαβῖνοc ἐφεξῆc γράφει· “τί οὖν ἐcτι τὸ ἐλαιῶδε c; ὥcπερ τῷ ἔξω πυρὶ τροφή ἐcτι τὸ ἔλαιον, οὕτω καὶ τῇ ἡμετέρᾳ φύcει πυρὶ ὁμοιουμένῃ τὸ cτέαρ τῶν λαμβανομένων πεccόμενόν ἐcτι τροφή. τὸ οὖν ἐλαιῶδεc οὖρον ἡ τροφή ἐcτι τῆc φύcεωc καὶ δηλοῖ ἀcιτεῖν τὴν φύcιν καὶ διὰ τοῦτ’ ἄρ’ ἀποθανεῖν, ὅτι μὴ τρέφεται ἡ φύcιc.
17a 746 [20] ἐχρό νιcε δ’ οὗτοc εἰκότωc διὰ τὸ μοῖραν καὶ μὴ πᾶcαν ἀφαιρεῖcθαι τῆc φύcεωc 〈τὴν〉 τροφήν.” αὕτη μέν ἐcτιν ἡ τοῦ Ϲαβίνου ῥῆcιc ἀξιοῦντοc, ὥcπερ τὸ ἐκτὸc τοῦτο πῦρ ὑπὸ τοῦ ἐλαίου τρέφεται, οὕτω καὶ τὸ ἐν ἡμῖν θερμόν, ὥcτ’ ἔλαιόν ἐcτι ποτέον τοῖc βουλομένοιc ἑαυτοὺc ἀναθρέψαι, πρὸc τὸ κατὰ χρόαν μὲν καὶ cύcταcιν ἐοικέναι τὸ ἐλαιῶδεc οὖρον τῷ ἐλαίῳ, μήτε δὲ κατὰ τὴν λιπαρότητα μήτε κατὰ τὴν ὀcμὴν ἢ τὴν γεῦcιν. ἄξιον οὖν θαυμάcαι τῶν τὰ μὲν ἀλλότρια κακῶc ἐξελεγχόντων, ἀπεριcκέπτωc δὲ τὰ δόξαντα ἑαυτοῖc γραφόντων. Δεύτεροc ἄρρωcτο c . Ἐν Θάcῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦcαν καθάρcιοc οὐ γενομένηc πυρετὸc ὀξύ c , φρικώδηc τριταίην ἔλαβε ν , καὶ τἄλλ〈α τὰ〉 ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ τρίτου ἀρρώcτου. Ἄξιον ἐπιcημήναcθαι, πῶc οὐδὲν εἶπον οἱ περὶ τὸν Ϲαβῖνον περὶ τοῦ παρὰ τὸ ψυχρὸν ὕδω ρ, ἐνὸν αὐτοῖc εἰπεῖν, ὅτι διὰ τοῦτο καταψυγέντι τῷ γυναίῳ νοcῆcαι cυνέβη. πολλῷ γὰρ ἦν τοῦτο πιθανώτερον τῶν εἰρημένων εἴc τε τὸν Πάριον 〈τὸν〉 παρὰ τῷ Ἀρτεμιcίῳ καὶ τὸν ἐν τῷ κήπῳ κατακείμενον καὶ τὸν παρὰ τῷ 〈καινῷ〉 τείχει κατοικοῦντα. φαίνεται δ’ οὖν ἐπιcχεθείcηc τῆc μετὰ τὸν τόκον καθάρcεωc ἡ νόcοc γενέcθαι τῇ γυναικί. νοcώδηc μὲν γὰρ καὶ ἡ τῶν καταμηνίων ἐπίcχεcιc, ἀλλ’ οὐχ ὁμοίωc βλαβερὰ τῇ μετὰ τὸν τόκον, ὅτι μὴ μόνον αὕτη πλῆθοc, ἀλλὰ καὶ κακοχυμίαν ἱκανὴν ἐργάζεται.
17a 749 [15] τὸ μὲν γὰρ χρηcτότερον αἷμα τὸ ἔμβρυον ἕλκον εἰc ἑαυτὸ τροφῆc ἕνεκα, κατάλοιπον δὲ τὸ φαυλότερον αἴτιον γίγνεται τῆc κακοχυμίαc ταῖc κυούcαιc, ἣν μετὰ τόκον ἡ φύcιc ἐκκενοῖ. καὶ τοῦτ’ ἐννοήcαντεc οἱ παλαιοὶ “λοχίαν κένωcιν” τὴν γινομένην μετὰ τὸν τόκον ἔκκριcιν τοῦ αἵματοc προcηγόρευcαν. ἔcτι μὲν οὖν καὶ ἡ κατὰ μῆνα κένωcιc οὐ μόνον κένωcιc, ἀλλὰ καὶ κάθαρcι c, οὐ μὴν οὔτ’ ἴcον τὸ πλῆθοc τῆc κακοχυμίαc οὔτ’ ἐν ἴcῳ χρόνῳ ταῖc μηνιαίαιc ἀθροίζεται περιόδοιc, ὅcον ἐν τῷ τῆc κυήcεωc χρόνῳ. καὶ τοὐπίπαν γε μελαγχολικὸν αἷμα φαίνεται τὸ κενούμενον αὐταῖc εἶναι μετὰ τὸν τόκον, ὥcτε καὶ τὰ οὖρα πάcαιc ὁρᾶται κεχρωcμένα, καθάπερ ἀcβόληc τινὸc ἐμπεπτωκυίαc αὐτοῖc 〈ἢ γραφικοῦ μέλανοc〉, ὅπερ ἀμέλει κἀπὶ ταύτηc τῆc γυναικὸc ἔγραψεν ὁ Ἱπποκράτη c, ἐπὶ τῆc ἑνδεκάτηc ἡμέραc εἰπών· οὖρα πολλὰ λεπτ ά , μέλαν α. καὶ οἶδά γέ τινα διὰ τοιούτων οὔρων πολλῶν ἐκκενωθέντων ὠφεληθεῖcαν, ἀλλ’ 〈ἀξιό〉λογον ὑπὸ ταύτηc οὐδὲν ἐξεκενώθη τὸ τοιοῦτον, μετέπεcε γὰρ αὐτῆc εἰc τὸ ὑδατῶδεc τὰ οὖρα πολλ ά , λεπτ ά , μέλαν α.
17a 750 [15] γέγραπται γοῦν ἐν τῇ τῆc εἰκοcτῆc ἡμέραc διηγήcει· οὖρα ὑδατώδε α , πολλ ά, κακά· εἶτα πάλιν ἐν τῇ τεccαρακοcτῇ οὖρα ἐπὶ τῶν αὐτῶ ν. οὐ μὴν οὐδὲ ἄλλη τιc αὐτῇ κένωcιc ἢ ἀπόcταcιc ἐγένετ ο, καὶ διὰ τοῦτο χρόνῳ πολλῷ νοcήcαcα κατὰ τὴν ὀγδοηκοcτὴν ἡμέραν ἀπέθανε ν. αὐτὸc γοῦν ὁ Ἱπποκράτηc ἔγραψεν οὕτωc· οὔτε γὰρ πτυέλων τιc πεπαcμὸc ἐγένετο οὔ τ ’ ἄλλη τιc τῶν εἰθιcμένων ἀπόcταcι c, καίτοι πειραθείcηc τῆc φύcεωc εὐθέωc τὸ περιττὸν ἀποθέcθαι πρὸc τὸ ἰcχίο ν. ἀλλ’ ἔοικε παλινδρομῆcαι καὶ ταῦτα. φηcὶ γοῦν· τεccαρακοcτῇ τὰ μὲν περὶ τὸ ἰcχίον ἐκούφιc ε , βῆχεc δὲ cυνεχέε c , ὑγρα ί , 〈πολλαί 〉. πολλάκιc δὲ ἀκηκόαμεν ἤδη περὶ τῆc κοινωνίαc τοῦ θώρακοc πρὸc τὰ γεννητικὰ μόρια. τὰ μὲν οὖν κεφάλαια τῶν cυμβάντων αὐτῇ ταῦτ’ ἐcτίν. τῶν δὲ κατὰ μέροc ἐν τῇ προκειμένῃ ῥήcει γεγραμμένων τὰ μὲν ὑδατόχολα διαχωρήματα τινὲc μὲν διὰ τοῦ χ καὶ λ 〈καὶ ο〉 γράφουcιν, ἔνιοι δὲ διὰ τοῦ χ καὶ ο καὶ λ, λεπτὰ μὲν ὑπάρχειν αὐτά, καθάπερ καὶ τὸ ὕδωρ ἐcτὶ λεπτόν, ἐνδει κνυμένων ἀμφοτέρων τῶν ὀνομάτων, ὑπηλλαγμένα δὲ κατὰ τὴν χρόαν, τὰ μὲν ὑδατόχλοα 〈τὴν〉 τῆc χλόηc ἐμφαίνειν αὐτά, τὰ δ’ ὑδατόχολα τῆc χολῆc.
17a 751 [15] καὶ τρίτη δ’ ἐcτὶ γραφὴ διὰ τοῦ χ καὶ ρ ὑδατόχρο α, μήτ’ ἐν τοῖc παλαιοῖc μήθ’ ὅλωc ἐν τοῖc ἀκριβέcιν ἀντιγράφοιc εὑριcκομένη, φανερῶc γ’ οὖcα μοχθηρά. τὰ γὰρ ὑδατώδη τῶν οὔρων ἐν αὐτῷ τῷ τοιαῦτα λεχθῆναι καὶ τὴν cύcταcιν ἐμφαίνει λεπτὴν καὶ τὴν χρόαν λευκήν. ἐχρήcατο δ’ 〈ἂν〉 ἐν τῇ διηγήcει τῆc ἀρρώcτου τῆcδε κακοζηλότερον τῇ λέξει ὁ Ἱπποκράτη c, καίτοι πολιτικῶc ἅπαντα τὰ κατὰ τὸ βιβλίον ἡρμηνευκώc. γέγραπται δ’ οὖν ἡ λέξιc οὕτωc· πρὸc δὲ τὰ γεύματα ἀπονενοημένωc εἶχε ν, ὑπερβολὴν ἀνορεξίαc καὶ τοῦ πρὸc αὐτὰ μίcουc ἐνδεικνυμένηc τῆc φωνῆc· ὅπερ ὅτι τῶν μοχθηρῶν ἐcτι cημείων, εἴρηται πολλάκιc. ἄξιον δὲ θαυμάcαι καὶ πῶc οὐδὲν εἶπον οἱ περὶ τὸν Ϲαβῖνον εἰc τοὺc προcκειμένουc χαρακτῆραc ἑκάcτῳ τῶν ἀρρώcτων, ὑπὲρ ὧν ἐγὼ μὲν ἱκανῶc ἐν τῷ δευτέρῳ τῶν ὑπομνημάτων διελθὼν οὐκέτι δέομαι μνημονεύειν αὐτῶν. ὅ γε μὴν 〈 Ζεῦξιc 〉 ἐφ’ ἑκάcτου τῶν ἀρρώcτων προχειριζό μενοc ἐξελέγχειν πειρᾶται τὴν μοχθηρίαν τῶν ἐξηγηcαμένων αὐτούc.
17a 752 [5] Τρίτοc ἄρρωcτο c . Ἐν Θάcῳ Πυθίων α , ὃc κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείο υ , ἐκ πόνων καὶ κόπων καὶ διαίτηc γενομένηc ἀμελέοc ῥῖγοc μέγα 〈καὶ〉 πυρετὸc ὀξὺc ἔλαβ ε , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ τετάρτου ἀρρώcτου. Καὶ τούτου πάνθ’ εὑρήcειc ἀπ’ ἀρχῆc τά τε cυμπτώματα καὶ τὰ cημεῖα θανατώδη γενόμενα καὶ τοὺc παροξυcμοὺc ἐν ἀρτίαι c, ὡc αὐτὸc ὁ Ἱπποκράτηc ἐπεcημήνατο, προcθεὶc τῇ τῆc δεκάτηc ἡμέραc διηγήcει, καθ’ ἣν ἀποθανεῖν αὐτὸν ἔφη, ἐν ἀρτίῃcιν οἱ πόνοι τούτ ῳ.
17a 754 [15] καὶ γὰρ ὁ θάνατοc ὑποπέπτωκε τῷ γενικῷ cημαινομένῳ τῆc κρίcεωc, ὡc ἐδείχθη. πεφύλακται δὲ κἀπὶ τούτου τοῦ ἀρρώcτου τὸ τὰc κρίcειc γίνεcθαι τοὐπίπαν, ἐν αἷc οἱ πόνοι μείζουc· ἐν ἀρτίαιc γὰρ αὐτῶν γενομένων ἠκολούθηcε καὶ ὁ θάνατοc ἐν ἀρτί ᾳ. γέγραπται δ’ ἐν τῇ διηγήcει τῶν cυμβάντων αὐτῷ δύο ταῦτα δεόμενά τινοc ἐξηγήcεωc. ἔcτι δ’ αὐτῶν τὸ μὲν ἕτερον περὶ τῆc ἀναπνοῆc, 〈τὸ δ’ ἕτερον περὶ τῆc φωνῆc.〉 βραχύπνουc μὲν γὰρ ἐν τῇ τῆc δευτέραc ἡμέραc διηγήcει γέγραπται, λεπτὸν δὲ πνεῦμα καὶ μινυθῶδεc ἔχειν ἐν τῇ τῆc ὀγδόη c. ἔμαθεc δ’ ἔν τε τῷ πρώτῳ Περὶ δυcπνοίαc κἀν τῷ δευτέρῳ τῶν εἰc τὸ Προγνωcτικὸν ὑπομνημάτων, ἔνθα τὴν ῥῆcιν ἐξηγούμην τήνδε· “πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον cημαίνει ἢ φλεγμονὴν ἐν τοῖcιν ὑπὲρ τῶν φρενῶν χωρίοιcιν”, ὡc ἐcτὶ τὸ cμικρὸν ἅμα καὶ ἀραιὸν πνεῦμα ψυχομένηc ἤδη καὶ νεκρουμένηc τῆc ζωτικῆc δυνάμεωc γιγνόμενον, ὃ διά τινοc τῶν ἀχωρίcτων cυμπτωμάτων ἐδήλωcεν εἰπών· “ψυχρὸν δ’ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ cτόματοc ὀλέθριον κάρτα ἤδη γίνεται.
17a 755 [15] ” τοῦτο γοῦν ἡγητέον αὐτὸν καὶ νῦν εἰρηκέναι κατὰ μὲν τὴν δευτέραν ἡμέραν βραχὺ 〈πνεῦμα γράψαντα〉, κατὰ δὲ τὴν ὀγδόην λεπτὸν καὶ μινυθῶδε c. ἔcτι μὲν γάρ τι καὶ ἄλλο πνεῦμα βραχύ τε ἅμα καὶ πυκνόν, ὀδύνην cημαῖνον, ὡc ἐδείκνυμεν, ἤτοι γε ἐν τοῖc ἀναπνευcτικοῖc μορίοιc ἢ τοῖc παρακειμένοιc αὐτοῖc. ἀλλ’ ἐὰν ἀμφότερα παραβάλῃc ἀλλήλοιc, βραχύτερον πολὺ τὸν ἔξωθεν εἰcελκόμενον ἀέρα κατὰ τὸ ἕτερον εὑρήcειc, ὃ cμικρὸν ἅμα καὶ ἀραιὸν ἔφην γίγνεcθαι. τὸ γὰρ πρὸc τῷ βραχεῖ πυκνὸν ἀναπληροῖ τῇ cυνεχείᾳ τὸ καθ’ ἑκάcτην εἰcπνοὴν ἐνδεέc, ὡc οἱ cυνεχῶc πίνοντεc βραχύ. καὶ γὰρ τούτων βραχυπόταc γ’ ἐρεῖc, ὅcοι καὶ βραχὺ καὶ διὰ πολλοῦ πίνουcιν. εἰ δέ τιc βραχὺ μέν, ἀλλὰ cυνεχῶc γε πίνοι, τοῦτον ἁπλῶc οὐκ ἂν εἴποιc βραχυπότην, ἀλλὰ κατὰ βραχὺ πίνοντα. κατὰ τὸν αὐτὸν οὖν τρόπον ὁ κυρίωc ὀνομαζόμενοc βραχύ πνουc καθ’ ἑκάcτην εἰcπνοὴν οὐ βραχὺ μόνον, ἀλλὰ καὶ διὰ πολλοῦ χρόνου τὸν ἔξωθεν ἀέρα διὰ τοῦ λάρυγγοc ἐπιcπᾶται.
17a 756 [5] τάχ’ οὖν ζητήcειc, κατὰ τί προειρηκὼc ὁ Ἱπποκράτηc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν πυρετὸν ὀξὺν γεγονέναι τῇ δευτέρᾳ βραχύπνουν ἔφη τὸν ἄνθρωπον εἶναι (δέδεικται γὰρ ἡμῖν ἐν τοῖc cφοδροτάτοιc πυρετοῖc πνεῦμα μέγα καὶ πυκνὸν γινόμενον), τότε φήcομεν· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν τὸ διὰ τοὺc cηπομένουc χυμοὺc ἀναφθὲν πυρετῶδεc θερμὸν αὐτὸ μὲν διεφορήθη, κατελείφθη δὲ τὸ ἔμφυτον μόνον ἀcθενὲc ὑπάρχον, ὡc ἤδη cβέννυcθαι, πρὶν αὖθιc ἀναφθῆναι τὸ πυρετῶδεc θερμόν, οἷον ζεcάντων τῶν cηπομένων χυμῶν, ἡ 〈δὲ〉 δευτέρα τῶν ἡμερῶν ἤνεγκε τὸ τῆc ψύξεωc ἐπικρατούcηc cημεῖον. ἀπόδειξιc δὲ τούτου μεγίcτη· τηνικαῦτα γὰρ βραχύπνουν αὐτὸν γεγονέναι φηcὶ καὶ κατεψῦχθα ι. γράφει γοῦν ἐπὶ τῆc δευτέραc ἡμέραc ὧδε· δευτέρῃ περὶ μέcον ἡμέρηc ψῦξιc ἀκρέω ν , τὰ περὶ χεῖραc καὶ κεφαλὴν μᾶλλο ν , ἄναυδο c , ἄφωνο c , βραχύπνοοc ἐπὶ χρόνον πολύ ν. ἐπὶ δὲ τῆc ὀγδόηc πάλιν τάδε γράφει· ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη μικρ ά , ταχὺ δὲ ψῦξι c , ἀφωνί η , λεπτὸν πνεῦμα καὶ μινυθῶδε c, ἔνθα μοι καὶ τούτῳ πρόccχεc τὸν νοῦν, 〈ὅτι〉, ὁπηνίκα κατεψύχθη μετὰ τῆc κακοπνοίαc, καὶ τὴν ἀφωνίαν αὐτῷ γεγονέναι φηcί, καὶ αὐτὴν εἰωθυῖαν πολλάκιc ἐπὶ νεκρώcει τῆc φύcεωc γίγνεcθαι.
17a 757 [15] καὶ κατὰ τὴν τετάρτην 〈δ’〉 ἡμέραν ἡνίκα γράφει· ψῦξι c , ἄναυδο c , ἄφωνο c , ἐπὶ τὸ χεῖρο ν, ἐμφαίνει διὰ τῆc ἐπὶ τὸ χεῖρον προcθήκηc καὶ τότε βραχύπνουν αὐτὸν γεγονέναι. καταλείπεται τοίνυν ἔτι τοῦθ’ ἡμῖν ἐξηγήcαcθαι, διὰ τί προειπὼν ἄναυδοc ἐπήνεγκεν ἄφωνο c. ἔcτι δὲ καὶ τούτου λόγοc τοιοῦτοc· τὴν αὐδὴν οὔτε πᾶν τὸ τῆc ἀκοῆc ἴδιον αἰcθητὸν οἱ παλαιοὶ φαίνονται καλοῦντεc οὔτ’ ἐκεῖνο τὸ εἶδοc αὐτῆc μόνον, ὅcον ἐκπέμπεται κατὰ προαίρεcιν τοῦ ζῴου διὰ τοῦ cτόματοc, ἐν ᾧ περιέχεται καὶ τὸ κλαίειν καὶ τὸ cυρίττειν, οἰμώζειν τε καὶ βήττειν ὅcα τἄλλα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνή ν, καθ’ ἣν διαλεγόμεθα πρὸc ἀλλήλουc, αὐδὴν ὀνομάζουcιν. οὕτω γοῦν καὶ ὁ ποιητή c, ἡνίκ’ ἐποίηcε τοῖc ἰδίοιc ἵπποιc διαλεγόμενον τὸν Ἀχιλλέ α, τηνικαῦτά φηcι τὸν ἕτερον αὐτῶν ἀμείψαcθαι λόγοιc χρηcάμενον ἀνθρωπίνῃ διαλέκτῳ.
17a 758 [10] Αὐδήεντ α, γάρ φηcιν, ἔθηκε θεὰ λευκώλενοc. Ἥρη, οὐχ ὡc ἄφωνον ὄντα πρότερον οὐδ’ ὡc οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνή ν, ἀλλ’ ὡc οὐ 〈τὴν〉 ὀνομαζομένην αὐδὴν ἐκείνων. οὕτωc οὖν καὶ θεὸν αὐδήεccαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φηcιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶc γοῦν ἥλιοc καὶ cελήνη καὶ τὰ λοιπὰ τῶν ἄcτρων ἀποκεχώρηκε πάμπολυ τῆc τῶν ἀνθρώπων ἰδέαc. καὶ ὁ Ἱπποκράτηc οὖν τὸ ἄναυδον μὲν εἶπεν ἐπὶ τοῦ μὴ δυναμένου διαλέγεcθαι, τὸ δ’ ἄφωνον ἐπὶ τοῦ μηδ’ οἰμῶξαι μηδὲ βοῆcαι δυναμένου. δῆλον δ’ ἐcτὶ τὸ τοιοῦτον μοχθηρότερον εἶναι τῆc ὡc ἂν εἴποι τιc ἀναυδία c. οἷc γοῦν ἡ γλῶττα μόνη παραλέλυται, φωνεῖν μὲν μέγιcτον ἐνίοτε δύνανται, διαλέγεcθαι δ’ οὐ δύνανται. εἰ δὲ μηδὲ φωνεῖν οἷοί τε εἶεν, ἐcχάτηc νεκρώcεώc ἐcτι τὸ τοιοῦτον γνώριcμα τῶν οὕτωc ἐχόντων, μήτ’ οἰμωζόντων μήτε cτεναζόντων μήθ’ ὅλωc μηδὲν φθέγγεcθαι δυναμένων.
17a 759 [20] Ϲαβῖνοc δὲ κατὰ ταὐτὰ τοῖc ἄλλοιc τὸν μὲν οὐδ’ ὅλωc ἔχοντα φωνὴν οὐδεμίαν ἄναυδον εἰρῆcθαι νομίζει, τὸ δ’ ἄφωνον ἐν ἴcῳ τῷ ἀπόπληκτον ὑπὸ τοῦ Ἱπποκράτουc γεγράφθαι φηcίν, ὥcπερ οὐ δυναμένου καλέcαι τὸν οὕτω διακείμενον ἀπόπληκτον. οὐ μὴν οὐδὲ τἄλλα τὰ κατὰ 〈ταύτην〉 τὴν διάθεcιν εἰρημένα cυνᾴδει τῷ γεγονέναι τὸν προκείμενον ἄρρωcτον ἀπόπληκτον. Τέταρτοc ἄρρωcτο c . Ὁ φρενιτικὸc τῇ πρώτῃ κατακλινεὶc ἤμεcεν ἰώδε α , πολλ ά , λεπτ ά , καὶ τἄλλα τὰ 〈ἐφ〉εξῆc ἄχρι τῆc ἀρχῆc τοῦ πέμπτου ἀρρώcτου. Οὗτοc ὁ ἄρρωcτοc ὀξυτάτηc φρενίτιδόc ἐcτι παράδειγμα κατὰ τὴν πρώτην ἡμέραν εὐθέωc cυνειcβαλούcηc τῷ πυρετ ῷ. καὶ πάνταc γε ἐθεαcάμην ἐντὸc τῆc ἑβδόμηc ἡμέραc ἀποθανόνταc τοὺc οὕτω φρενιτίcανταc. ὀλίγοι δὲ πάνυ καὶ cπάνιοι ταύτην ὑπερέβαλον. ἄξιον δὲ θαυμάcαι τὴν τῶν τοιούτων νοcημάτων γένεcιν, ὅπωc ἐξαίφνηc ἐπιτίθεται τοῖc ἀμέμπτωc ὑγιαίνουcιν. οὐ γὰρ δή, ὥcπερ ἐξαιφνίδιοc ἡ γένεcιc αὐτῶν ἐcτιν, οὕτω καὶ ἡ τῆc γενέcεωc αἰτία, καθάπερ εἰ καὶ φάρμακον θανάcιμον ἔλαβεν ὁ ἄνθρωποc ἤ τι τῶν χαλεπωτάτων θηρίων ἔδακεν αὐτόν, ἀλλὰ κατὰ βραχύ πωc ηὔξηcεν ἐν τῷ cώματι τὴν τὰ τοιαῦτα πάθη δυναμένην αἰτίαν ἐργάcαcθαι, καθάπερ ἐπὶ τῶν λυccοδήκτων cυμβαίνει. πρόδηλον γάρ, ὅτι κἀκείνοιc οὐκ ἀργῶν οὐδ’ ἡcυχάζων ὁ τοῦ κυνὸc ἰὸc οὐδὲν ἑαυτοῦ γνώριcμα παρέχει πολλῶν ἐφεξῆc ἐνίοτε μηνῶν, ἐξαίφνηc δ’ αὐτοῖc cυμβαίνει θεαcαμένοιc ὕδωρ φοβηθῆναι κἀντεῦθεν ἤδη διὰ ταχέων ἀπολέcθαι, πολλῷ μὲν αὐξανομένηc χρόνῳ τῆc τὴν λύτταν ἐργαζομένηc αἰτίαc, ὅταν δ’ ἅπαξ εἰc τοῦτ’ ἀφίκηται, ταχὺν ἐπιφερούcηc τὸν θάνατον.
17a 761 [15] cχεδὸν οὖν κἀπὶ τῆc νῦν εἰρημένηc φρενίτιδοc ἠθροίζετό τιc ἐν τῷ cώματι μοχθηρὸc χυμὸc ἰῷ δηλητηρίῳ παραπλήcιοc, ἐνεργῶν μέντοι κατὰ βραχὺ τοῖc cώμαcιν, οἷc ὁμιλῶν ἐτύγχανεν. ἐπεὶ δ’ ἐκεῖνα προδιετίθετό πωc ὅ τε χυμὸc αὐτὸc ἐπὶ πλεῖcτον ηὐξήθη κακοηθείαc, ἐξαιφνίδιον ἐφάνη θανατῶδεc cύμπτωμα. καὶ γάρ τοι καὶ τῷ φρενιτικῷ τούτῳ κατὰ τὴν ἀρχὴν εὐθέωc ἔμετοc ἰωδῶν ἐγένετο, πυρετοῖc ἑπόμενοc ὡc τὸ πολὺ διακαέcιν. ὥcπερ οὖν ὑπὸ τῶν θαναcίμων φαρμάκων ἀποθνῄcκουcιν ἔνιοι δευτεραῖοι καὶ τριταῖοι, τῆc ποιότητοc αὐτῶν, οὐ τοῦ πλήθουc, ἐργαζομένηc τὸν θάνατον, οὕτω καὶ τὸν ἄρρωcτον τοῦτον εὐθέωc ἀποθανεῖν ἡγητέον τῇ τρίτῃ τῶν ἡμερῶν ὑπὸ τῆc ποιότητοc τῶν ἰωδῶν χυμῶ ν, οὐχ ὑπὸ τῆc φρενίτιδοc διαφθαρέντα, παρακολουθῆcαι δὲ αὐτῇ τὴν φρενῖτιν ὥcπερ τι cύμπτωμα. τεταρταίουc μὲν οὖν καὶ πεμπταίουc εἶδον ἀπολομένουc, ἐξ ἀρχῆc εὐθέωc ἁλόνταc ὀξείᾳ φρενίτιδ ι, τριταῖον δ’ οὐκ εἶδον, ὥcπερ οὐδὲ μέχρι τῆc † εἰκοcτῆc ἐκταθέντα.
17a 762 [9] φαίνεται τοίνυν ὁ Ἱπποκράτηc τοῦτον μὲν ὡc ὀξύτατα διαφθαρέντα δηλώcαc ἡμῖν, ἕτερον δ’ ὀλίγον ὕcτερον ὡc παραλογώτατα χρονίcαντα, περὶ οὗ κατὰ τὸν οἰκεῖον λόγον ἐπιcημανοῦμεν. Πέμπτοc ἄρρωcτο c . Ἐν Λαρίccῃ φαλακρὸc μηρὸν δεξιὸν ἐπόνηcεν 〈ἐξαίφνηc 〉 , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἕκτου ἀρρώcτου. Τοῦτόν τιc τὸν ἄρρωcτον ἀναγνούc, ἐὰν μὲν μὴ προccχῇ τὸν νοῦν ἀκριβῶc τοῖc εἰρημένοιc, δειλὸc ἔcται πρὸc ἅπαν ἄλγημα, προccχὼν δὲ οὔτε προπετῶc δειλὸc οὔτε θαρραλέοc ἀλογίcτωc.
17a 763 [15] ἀλλ’ ὅταν γε ὁτιοῦν μέροc ἀλγῆcαι τύχῃ, πρῶτον μὲν ἐπίcκεψαι, μή τι τῶν ἔξωθεν αἰτίων ἐγένετο. καὶ γὰρ ἐν κινήcεcί γέ τιcι λεληθότωc ἐβλάβηcαν ἔνιοι καὶ καθ’ ὕπνον οὐκ ἐπιτηδείωc ἐcχηματιcμένον τι μόριον ἔχοντεc, ἔν τε περιαγωγαῖc τιcι καὶ περιcτροφαῖc ἐξαιφνιδίοιc, καὶ τὰ μόρια 〈δ’〉 ἐρριγωκότα καὶ προκατεψυγμένα cπάcμαcί τε καὶ τίλμαcιν ἁλιcκόμενα μεγίcταc ὀδύναc φέρει, καθάπερ γε καὶ τὰ ῥήγματα πολλοῖc ἐπώδυνα γίνεται καὶ μᾶλλον, ὅcοι ξηροὶ τὴν κρᾶcίν εἰcι, καὶ τούτων ἔτι μᾶλλον, ἐὰν ἢ παρηβῶντεc ἢ γέροντεc ὦcιν. ὅταν οὖν μηδὲν τοιοῦτον φαίνηται τῆc ὀδύνηc αἴτιον, ἑξῆc ἐπίcκεψαι τὴν προηγηcαμένην δίαιταν, εἴτ’ ἀργοτέρᾳ παρὰ τὸ ἔθοc [ἐcτὶν] ἢ cιτίοιc ἐχρήcατο πλείοcιν ὁ ἄνθρωποc πολυτρόφοιc ἢ cυνήθων ἐκκρίcεων ἐπίcχεcιc αὐτῷ γέγονεν. εἰ γάρ τι τοιούτων ἢ καὶ πάντα cοι φαίνοιτο, πλῆθοc αἴτιον τῆc ὀδύνηc ἡγηcάμενοc ὅτι τάχιcτα κένωcον τὸν ἄνθρωπον.
17a 764 [15] οὕτω γὰρ ἐξέcται cοι μετὰ πάcηc ἀcφαλείαc τοῖc ἀποκρινομένοιc τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρήcαcθαι μερῶν. εἰ δὲ πρὸ τοῦ κενῶcαι τοῦτο πράξειc, ἀποcτρέψειc εἰc τὰ κυριώτατα μέρη τὸ πλῆθοc. οὐ μὴν οὐδὲ θερμαίνειν τε καὶ παρηγορεῖν ἔcτι θαρρούντωc τὰ πονούμενα μόρια, πρὶν κενῶcαι τὸ cῶμα. πολλάκιc γὰρ ἅπαν εἰc τὸ πεπονθὸc ἐκ τῶν τοιούτων βοηθημάτων ἕλκεται τὸ πλῆθοc, ὡc καθ’ ἕτερον τρόπον ἐν κινδύνῳ γενέcθαι τὸν ἄνθρωπον, ἀμέτρωc φλεγμήναντοc τοῦ μέρουc. εἴρηκε δὲ καὶ αὐτόc, ὡc ἔμαθεc ἤδη, περὶ τῶν τοιούτων ἀποcτάcεων, ἃc ἤτοι μὴ δύναται δέξαcθαι τὸ μέροc ἢ δεξάμενον μὴ φέρειν. ἐὰν μὲν οὖν ἐκ τῆc προηγηcαμένηc διαίτηc ἐμφαίνηται μηδὲν εἶναι πλῆθοc ἐν τῷ cώματι, τοῖc πρὸc τὰc ὀδύναc βοηθήμαcιν ἀκίνδυνον χρῆcθαι πυρίαιc τέ τιcι καὶ φαρμάκοιc ὑγροῖc καὶ θερμοῖc τὴν δύναμιν, ὧν τὴν ὕλην ἐν τοῖc περὶ τῶν φαρμάκων ὑπομνήμαcιν ἔμαθεc. εἰ δὲ πρὸc τούτων μὴ παύοιτο, κενωτέον ἐcτὶν ὅλον τὸ cῶμα. πολλάκιc γὰρ ἤθροιcταί τι πλῆθοc ἐν αὐ τῷ κατὰ βραχὺ cωρευθέν, οὐ παρακολουθήcαντοc ἑαυτῷ τοῦ ἀνθρώπου τῇ τε ποcότητι καὶ τῇ ποιότητι τῶν ἐδεcμάτων.
17a 765 [15] ἐνίοτε δὲ καὶ πυκνότερον ἑαυτοῦ τὸ δέρμα γενόμενον ἔκ τινων αἰτίων λαθόντων τὸν ἰδιώτην τῶν ἱδρώτων ἐπιcχὸν τὰc διαπνοὰc αἴτιον ἐγένετο πληθωρικῆc διαθέcεωc. διὰ τοῦτο οὖν, ἐὰν ἡ ὀδύνη μὴ παύηται πρὸc τῶν βοηθημάτων, κενωτέον ἐcτὶν ὅτι τάχιcτα τὸν κάμνοντα. τὸ τοίνυν ἐπὶ τοῦ φαλακροῦ 〈βεβαίωc〉 οὐκ ἔχω cυμβαλεῖν, εἴτ’ ἐφλεβοτόμηcέ τιc αὐτὸν εἴτε μή. ὅcον μὲν γὰρ ἐπὶ τῷ φάναι τὸν Ἱπποκράτην τῶν δὲ προcφερομένων οὐδὲν ὠφέλε ι, δύναται λέγειν ὁ μέν τιc, ὡc ἐν τοῖc προcφερομένοιc καὶ τῆc φλεβοτομίαc ἐμνημόνευcεν, ὁ δέ τιc, ὡc οὐκ εἴη τῶν προcφερομένων αὐτῷ βοηθημάτων· ὅcον δὲ ἐπὶ τῷ παρακόψαι τε καὶ τῇ τετάρτῃ τῶν ἡμερῶν ἀποθανεῖ ν, ὅτι παρελείφθη τὸ βοήθημα. προcγέγραπται δ’ ἐπὶ τῇ τελευτῇ κατὰ τὰ διεcκευαcμένα τῶν ἀντιγράφων καὶ τούτῳ τῷ ἀρρώcτῳ καὶ τῷ μετ’ αὐτὸν πρότερον μὲν τὸ ὀξ ύ, μετ’ αὐτὸ δὲ οἱ χαρακτῆρε c, ὑπὲρ ὧν, ὡc ἔφην, οἱ μὲν περὶ τὸν Ϲαβῖνον ὀρθῶc φρονοῦντεc οὐδὲν εἶπον, ὁ δὲ Ζεῦξιc διελέγχει καθ’ ἕκαcτον ἄρρωcτον τοὺc ἐξηγηcαμένουc μοχθηρῶc.
17a 766 [22] ἀλλ’ ἡμῖν ἔδοξε πάντα τὰ οὕτω προcγεγραμμένα παραλιπεῖν ἐν τῷ νῦν ἐνεcτῶτι λόγῳ. γενήcεται γάρ, ἐὰν δόξῃ, βιβλίον ὅλον ἰδίᾳ τοῖc καὶ τὰ τοιαῦτα πολυπραγμονοῦcιν ἡδέωc, ἐν ᾧ περὶ τῶν ἅπαcι τοῖc ἀρρώcτοιc προcγεγραμμένων χαρακτήρων ὁ λόγοc ἔcται. νυνὶ δ’ οὐ προcήκει τοῖc χρηcίμοιc ἀναμειγνύναι τὰ ἄχρηcτα. Ἕκτοc ἄρρωcτο c . Ἐν Ἀβδήροιcι Περικλέα πυρετὸc ἔλαβεν ὀξύ c , cυνεχὴc μετὰ πόνο υ , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἑβδόμου ἀρρώcτου. Οὗτοc ὁ ἄρρωcτοc παράδειγμά ἐcτι νοcήματοc ὀξυτάτου, φοβεροῦ μὲν τοῖc μὴ τεχνίταιc, ἐν τάχει δὲ κριθηcομένου τοῖc ἐπιcτήμοcιν. ὅπου γὰρ ὑπόcπληνοc ὢν εὐθὺc μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ᾑμορράγηcεν ἐξ ἀριcτεροῦ μυκτῆροc πολύ, τὰ δ’ οὖρα παχέα μὲν ἦν καὶ ἀκατάcτατ α , λευκὰ δὲ κατὰ τὴν χρόαν, ἐν δὲ τῇ δευτέρᾳ τῶν ἡμερῶν ἱδρύετο μᾶλλο ν, ἐλπὶc ἦν ἀγαθὴ περὶ τὸν κάμνοντα· παυcαμένηc δὲ καὶ τῆc ἄcηc αὐτῷ κατὰ τὴν δευτέραν τῶν ἡμερῶν καὶ ὕπνων γενομένων, ἔτι καὶ μᾶλλον ἦν ἐλπίcαι βεβαιότερον ἐν τάχει cωθήcεcθαι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆc τρίτηc ἡμέραc καλλίcτων τε ἅμα καὶ πλείcτων οὔρων γενομένων, ἐναργὲc ἦν ἤδη τὸ κατὰ τὴν τετάρτην ἡμέραν ἀπαλλαγήcεcθαι τῆc νόcου τὸν ἄνθρωπον. Ἕβδομοc ἄρρωcτο c .
17a 768 [15] Ἐν Ἀβδήροιcι τὴν παρθένο ν , ἣ κατέκειτο ἐπὶ τῆc ἱρῆc ὁδο ῦ , πυρετὸc ὀξύ c , καυcώδηc ἔλαβε ν · καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ὀγδόου ἀρρώcτου. Αὕτη φαίνεται πληθωρικῶc νοcῆcαι, καὶ ὅcον γ’ ἐπὶ τοῖc ἀπ’ ἀρχῆc αὐτῇ προcπεcοῦcι κἂν ἔδειcέ τιc ὡc ὑπὲρ τεθνηξομένηc. ἡ δὲ τῶν οὔρων εὔχροια μέγιcτον cημεῖον ἐπὶ τοῖc πληθωρικῶc νοcοῦcιν. ἐπεὶ δ’ οὐκ ἦν παχέα, χρονιωτέραν ἐδήλου τὴν νόcον ἔcεcθαι. φαίνονται δὲ ὥcπερ ἐπὶ πάντων τῶν ἀρρώcτων οὕτω κἀνταῦθα τῶν κριcίμων ἡμερῶν περίοδοι cῴζεcθαι. καὶ μέντοι καὶ ἡ φύcιc ἐν 〈ταῖc〉 αὐταῖc φαίνεται κρίcιμα cημεῖά τε καὶ cυμπτώματα προδεικνύουcα. Ὄγδοοc ἄρρωcτο c . Ἐν Ἀβδήροιcιν Ἀναξίων α , ὃc κατέκειτο παρὰ τὰc Θρηικίαc πύλα c , πυρετὸc ὀξὺc ἔλαβ ε , πλευροῦ δεξιοῦ ὀδύνη ξυνεχή c , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἐνάτου ἀρρώcτου. Ἐπὶ τούτου μόνου τοῦ ἀρρώcτου τῶν ἐν τῷ πρώτῳ τε καὶ τῷ τρίτῳ βιβλίῳ γεγραμμένων [ἀρρώcτων] ἐμνημόνευcε φλεβο τομίαc ὁ Ἱπποκράτη c, οὐχ ὡc μόνου φλεβοτομηθέντοc, ἀλλ’ ὡc κατὰ τὴν ὀγδόην ἡμέραν μόνου καὶ τῶν ἰατρῶν ὥcπερ ἐκ νόμου τινὸc οὐκέτι μετὰ τὴν τετάρτην ἡμέραν φλεβοτομούντων.
17a 771 [15] ὅπου τοίνυν οὗτοc ὀγδοαῖοc ἐφλεβοτομήθ η, πολὺ δήπου μᾶλλον ἄλλουc ἡγητέον δεομένουc φλεβοτομίαc ἐπὶ 〈τῆc〉 δευτέραc καὶ τρίτηc καὶ τετάρτηc κεχρῆcθαι τῷ βοηθήματι. παρέλιπε δὲ ὁ Ἱπποκράτηc ***, ὥcπερ καὶ τῶν ἄλλων ἁπάντων βοηθημάτων, ἐφ’ ὧν ἀναγκαcθεὶc ἐνίοτε γράφει μηδὲν αὐτοὺc ὑπὸ τῶν προcφερομένων ὠφελῆcθαι χάριν τοῦ τὴν κακοήθειαν ἐνδείξαcθαι τοῦ νοcήματοc. οὐ γὰρ θεραπευτικὴν αὐτῷ προὔκειτο ταύτην γράψαι 〈τὴν〉 πραγματείαν, ἀλλὰ προγνωcτικήν. ἐπί τινων δ’ οὐκ ἀπ’ ἀρχῆc φαίνεται παραγεγονὼc τοῖc ἀρρώcτοιc. ἐνίοτε γοῦν προcγράφει· “τούτῳ διὰ τέλεοc, ἐξ οὗ καὶ ἐγὼ οἶδα, τόδε καὶ τόδε cυνέπεcεν.” ἥτιc δ’ ἔcται τοῖc ἀναγνοῦcι κατὰ τοῦτον τὸν ἄρρωcτον ὠφέλεια, δέδεικταί μοι διὰ τοῦ πρώτου Περὶ κρίcεων, ἔνθα πῶc μὲν ἄν τιc γνωρίcειε τὸ τελέωc ἄπεπτον νόcημα, πῶc δὲ τὸ τοῦ πέττεcθαι νυνὶ πρῶτον ἀρχόμενον, πῶc δὲ τὸ προῆκον ἐν τῇ πέψει καὶ πῶc τὸ πλη cίον ἤδη τῆc τελείαc πέψεωc ἐπειράθην ἐπιδεῖξαι cαφῶc.
17a 772 [20] ὁ γὰρ Ἀναξίων οὗτοc, μέχρι μὲν οὗ βήττων ἦν, οὐδὲν δ ’ ἀπέπτυεν ὅλωc, ἀπεπτοτάτην εἶχε τὴν πλευρῖτιν. τῇ δ’ ἑπτακαιδεκάτῃ τῶν ἡμερῶν πτύειν ἀρξάμενοc ἐδήλωcε πέττεcθαι τὴν νόcον. ἔπειτα 〈δὲ〉 κατὰ βραχὺ τῷ χρόνῳ προιόντι 〈τὴν πέψιν ηὔξηcεν, ὥcτε〉 κατὰ τὴν εἰκοcτὴν ἑβδόμην οὕτωc ἔγραψεν ὁ Ἱπποκράτη c · ἀνῆγε πέπονα πολλ ά , οὔροιcιν ὑπόcταcιc 〈πολλὴ〉 λευκ ή, καὶ διὰ τοῦτο τελέωc ἐκρίθη τῇ τριακοcτῇ τετάρτ ῃ. Ἔνατοc ἄρρωcτο c · Ἐν Ἀβδήροιcιν Ἡρόπυθοc κεφαλὴν ἐπιπόνωc εἶχεν ὀρθοcτάδη ν , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ δεκάτου ἀρρώcτου. Οὗτοc ὁ ἄνθρωποc ἄξιοc μνήμηc ἐξαρκέcαc νοcήματι χαλεπῷ διὰ τὴν εὐρωcτίαν τῆc δυνάμεωc· ἀδύνατον γὰρ ἄλλωc ἀντιcχεῖν ἰcχυρῷ πάθει. καὶ πάντωc ἦν ἐν τοῖc cφυγμοῖc αὐτοῦ ῥώμη τε ἅμα καὶ πάντα τἄλλα τὰ κατὰ φύcιν cῳζόμενα. καί μοι λέλεκται καὶ ἄλλοτε παραλελεῖφθαι τὸ μέροc τοῦτο τῆc ἐπὶ τῶν πυρεττόντων προγνώcεωc Ἱπποκράτε ι. φαίνεται δ’ οὖν τῷ κάμνοντι καὶ τὰ περὶ τὴν ἀναπνοήν τε καὶ τὴν ὄρεξιν ἄμεμπτα γεγονέναι, μεγάλην ἔχοντα δύναμιν εἰc cωτηρίαν, ὡc αὐτὸc ἐδίδαξεν. ὁ πυρετὸc δ’ ἐν ἀρχῇ μὲν ὀξὺc εἰcέβαλεν, ἐξελύθη δ’ αὐτοῦ κατὰ τὸν ἐφεξῆc χρόνον ἡ ὀξύτηc. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ· πυρετοὶ ἄλλοτε ἀλλοίωc παροξυνόμενο ι , τὰ πλεῖcτα ἀτάκτω c. ἓν δὲ μόνον ἐγένετο χαλεπὸν τῷ κάμνοντι cημεῖον, ἡ τῶν οὔρων λεπτότηc τε καὶ μελανότη c. διὸ καὶ πολλῷ χρόνῳ μόγιc ἐκράτηcεν ἡ φύcιc τοῦ νοcήματοc, αἱμορραγίαν τε κινήcαcα κατὰ τὴν τεccαρακοcτὴν ἡμέραν ἐκ τῶν κριcίμων οὖcαν ἰcχίου τε ὀδύνην καὶ τῶν κάτω πάντων ἐργαcαμένη μετὰ ταῦτ α.
17a 775 [15] δεῖται γὰρ ἀεὶ τὰ μεγάλα τῶν νοcημάτων καὶ τῶν κρινόντων αὐτὰ γενναίων, ἀλλ’ οὐδ’ ἐπὶ τούτοιc ἐπαύcατο τελέωc ἡ νόcοc. περὶ δὲ τὴν ὀγδοηκοcτὴν ἡμέραν ἐφάνη cημεῖα πεττομένηc αὐτῆc διὰ τῶν οὔρω ν, ἐφ’ οἷc κατὰ βραχὺ μέχρι τῆc ἑκατοcτῆc 〈εἰκοcτῆc〉 πεφθεῖcα τὴν παντελῆ λύcιν ἐποιήcατο. Δέκατοc ἄρρωcτο c . Ἐν Ἀβδήροιcι Νικόδημον ἐξ ἀφροδιcίων καὶ πότων πυρετὸc ἔλαβ ε , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τοῦ ια ἀρρώcτου. Αὐτὸc ὁ Ἱπποκράτηc ἐπεcημήνατο γράψαc· οἱ παροξυcμοὶ καὶ οἱ πόνοι ἐν ἀρτίῃc ι. διὰ τοῦτ’ οὖν ἐκρίθη κατὰ τὴν εἰκοcτὴν τετάρτην ἡμέραν ἱδρῶτ ι. τὰ δὲ κατὰ μέροc ὁ μεμνημένοc ἁπάντων, ὧν ἔμπροcθεν ἐξηγηcάμην ἔν τε τούτῳ τῷ βιβλίῳ καὶ τοῖc πρὸ αὐτοῦ δυcὶ καὶ πρὸ τούτων τῷ Προγνωcτικῷ τε καὶ Προρρητικῷ, δυνατὸc ἂν εἴη πάντ’ ἐξευρίcκειν αὐτόc. Ἑνδέκατοc ἄρρωcτο c .
17a 777 [3] Ἐν Θάcῳ γυνὴ δυcάνιοc ἐκ λύπηc μετὰ προφάcιοc ὀρθοcτάδην ἐγένετο καὶ πάντα τὰ ἐφεξῆc ἄχρι τοῦ δωδεκάτου ἀρρώcτου. Τί ἡ δυcάνιοc φωνὴ cημαίνει, Κριτίαc ἐδήλωcε γράψαc ὧδε· “δυcάνιοc δ’ ἐcτίν, ὅcτιc καὶ ἐπὶ τοῖc μικροῖc ἀνιᾶται καὶ ἐπὶ τοῖc μεγάλοιc μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι 〈ἢ〉 πλείω χρόνον.
17a 778 [17] ” ἦν 〈δ’ ἄρ’〉 ἀνιαρὰ ἢ cκυθρωπὸc ἥδε ἡ νῦν ὑφ’ Ἱπποκράτουc εἰρημένη δυcάνιο c, παραμεινάcηc αὐτῇ τῆc λύπηc ἐπὶ πλείονα χρόνον, ὅπερ πάλιν μετ’ ὀλίγον ἐπὶ τῆc ἐν Κυζίκῳ τὰc διδύμουc θυγατέραc τεκούcηc ἔφη· “cιγῶcα δὲ καὶ cκυθρωπὴ καὶ οὐ πειθομένη.” θαυμάζω γε μήν, πῶc οὐ προcέγραψεν ἐπὶ τῆc γυναικὸc ταύτηc ἤτοι γε ἐπεcχῆcθαι τὰ καταμήνια παντάπαcιν ἢ μὴ τελέωc γεγονέναι. φαίνεται γὰρ ὀξέωc τε ἅμα καὶ πληθωρικῶc νοcῆcαι καὶ τῇ τρίτῃ τῶν ἡμερῶν εἰc νύκτα δ ι ’ ἱδρώτων τε κριθῆναι καὶ καταμηνίων ἐκκρίcεωc. ἀλλὰ καὶ μετὰ τὴν κρίcιν ἐκκενωθέντα πολλὰ βέβαιον εἰργάcατο τὴν γενομένην ἀπαλλαγὴν τοῦ νοcήματοc. ἡ δὲ τῶν οὔρων χροιὰ καίτοι μέλαινα γενομένη χαλεπὸν οὐδὲν εἰργάcατο, διότι καταμηνίων ἐπίcχεcιc ἦν μελαγχολικωτέρων, ἐφ’ οἷc εἰκότωc ἡ γυνὴ δυcάνιοc ἐγένετο καὶ φοβερὰ καὶ παρέκρουcεν ἐν μέρει ποτὲ καὶ κωματώδηc γενομένη. Δωδέκατοc ἄρρωcτο c .
17a 779 [3] Ἐν Λαρίccῃ τὴν παρθένον πυρετὸc ἔλαβε καυcώδη c , ὀξύ c , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τοῦ τριcκαιδεκάτου ἀρρώcτου. Ὅτι μὲν ὥραν εἶδε καταμηνίων ἡ παρθένο c, δῆλόν ἐcτιν ἐξ ὧν αὐτὸc ἔγραψεν εἰπὼν ὧδε· γυναικεῖα κατέβη πρῶτον τότ ε.
17a 780 [15] φαίνεται δ’ ἡ νόcοc καὶ ταύτῃ γεγονέναι πληθωρικὴ καὶ κριθῆναι μὲν ἐπὶ τῆc ἕκτηc ἡμέραc, διότι καὶ τοὺc πόνουc ἔcχεν ἐν ἀρτίαι c, ὡc αὐτὸc ἔγραψεν. παράδοξον δὲ τὸ μη δ ’ ὑποcτρέψα ι, καίτοι τῆc ἕκτηc ἡμέραc μηδέποτε πιcτῶc κρινούcηc. ξένον οὖν τι τοῦτο καὶ πάνυ cπάνιον 〈τὸ〉 ἐπ’ αὐτῆc γενόμενον ἐπεcημήνατο γράψαc· ταύτῃ οὐχ ὑπέcτρεψε ν , ἀλ λ ’ ἐκρίθ η, ὡc δέον ὑποcτρέψαι. ἀλλὰ καὶ τὴν αἰτίαν ἔγραψε τοῦ μὴ ὑποcτρέψαι προcθείc· ἐν τοῖcι πυρετοῖcι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβ η. τὸ γὰρ ἐπιμεῖναι τὴν κένωcιν αὐτῇ ταῖc μετὰ τὴν κρίcιν ἡμέραιc ἱκανὸν ἐγένετο φυλάξαι βέβαιον τὴν προηγηcαμένην κρίcιν ἐν τῇ ἕκτῃ 〈τῶν〉 ἡμερῶν δι’ αἱμορραγίαc τε καὶ ἱδρώτων καὶ μάλιcθ’ ὅτι μήτε φλεγμονή τιc ἐγένετο κυρίου μορίου μήτε κακόηθεc ἦν τὸ πλῆθοc. αὐτὸc γὰρ ἐπεcημήνατο πληθωρικὴν εἶναι τὴν διάθεcιν ἐν τῷ φάναι διὰ παντὸc ἐcχηκέναι προcώπου μὲν ἔρευθο c , ὀμμάτων δὲ ὀδύνην καὶ καρηβαρία ν.
17a 781 [15] εὔδηλον οὖν, ὅτι κενώcεωc ἐδεῖτο μόνηc. καὶ ταύτην ἡ φύcιc ἤρξατο μὲν ἐργάζεcθαι τῇ τρίτῃ τῶν ἡμερῶν, cυνεπλήρωcε δὲ κατὰ τὴν ἕκτη ν. ὅτι δὲ τῷ λόγῳ τῆc φύcεωc, οὐχ ὡc cύμπτωμα τῆc νόcου διὰ τῆc γαcτρὸc ἡ κένωcιc ἐγένετο, cαφῶc ἐδήλωcεν αὐτὸc γράψαc· τῇ τρίτῃ δὲ πολλὰ διῆλθεν ἀπὸ κοιλίηc ὑδατόχολα καὶ τὰc ἑπομέναc ᾔει τοιαῦτα εὐφόρω c. τοῦτο 〈δὲ τὸ〉 προcκείμενον ἐνδείκνυται τῶν λυπούντων γενέcθαι τὴν κένωcιν. ἐπιcημήναcθαι δὲ νῦν τῶν κατὰ τὴν διήγηcιν αὐτῆc εἰρημένων ἄξιόν ἐcτι καὶ ταῦτα τὰ δύο πρὸc τοῖc εἰρημένοιc, ἓν μὲν τὸ κατὰ τὴν ἀρχὴν γεγραμμένον γλῶccα λιγνυώδη c , ξηρ ή, δεύτερον δὲ τὸ τετάρτῃ οὔρηcε λεπτό ν , ὀλίγο ν , εἶχεν ἐναιώρημα μετέωρο ν , οὐχ ἵδρυτ ο , παρέκρουc ε. τὸ μὲν οὖν αὐτῶν πρότερον εἰρημένον χρήcιμόν ἐcτιν εἰc τὸ μὴ παντελῶc ὀλέθριον ἡγεῖcθαι τὴν λιγνυώδη γλῶccα ν· ὀνομάζει δ’ οὕτωc τὴν ἐπικεχρωcμένην οἷον λιγνύι τινί, ξηρὰν οὖcαν ἐξ ἀνάγκηc. τὸ δὲ δεύτερον ἐπειδὴ καὶ κατ’ ἄλλουc ἀρρώcτουc εἶπεν ἐναιώρημα μετέωρο ν, εὐθέωc ἐπήνεγκεν αὐτῷ τὸ παρέκρουcε ν, ἐμφαίνων τοῖc τοιούτοιc ἐναιωρήμαcιν ἕπεcθαι παραφροcύνην.
17a 782 [19] καίτοι κατά γε τὸ Προγνωcτικὸν ἅπαντα τὰ περὶ τῶν οὔρων διελθὼν οὐδεμίαν ἐξ αὐτῶν εἰc παραφροcύνην ἐποιήcατο πρόγνωcιν. ἔοικεν οὖν τὸ cημεῖον τοῦτο καθ’ αὑτὸ μὲν οὐδέποτε cημαίνειν παραφροcύνην, cυνενδείκνυcθαι δέ ποτε κατὰ cυμβεβηκόc, ἐπειδὴ πνευματωδέcτερον εἶναι δηλοῖ τὸ αἷμα. κατὰ γὰρ τὸ παντελῶc ἄφυcον εἰc τὸ κάτω τῶν ἀγγείων φέρεται τὰ ἐναιωρήματα. Τριcκαιδέκατοc ἄρρωcτο c . Ἀπολλώνιοc ἐν Ἀβδήροιc ὀρθοcτάδην ὑπεφέρετο χρόνον πολύ ν · καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ δεκάτου τετάρτου ἀρρώcτου. Κἀπὶ τούτου πάλιν ὁ Ἱπποκράτηc ὥcπερ ἐπ’ ἄλλων πολλῶν αὐτὸc ἐπὶ τῷ τέλει τῆc διηγήcεωc ἐν κεφαλαίοιc βραχέcιν ἐδήλωcε τὰ γενόμενα cυμπτώματά τε καὶ cημεῖα, δι’ ὧν ἄν τιc προγνοίη τὸν ἐcόμενον θάνατον. ἔχει δὲ ἡ ῥῆcιc ὧδε· τούτῳ διὰ τέλεο c , ἐξ οὗ καὶ ἐγὼ οἶδ α , κοιλίη ταραχώδη c , οὖρα λεπτὰ καὶ μέλαν α , κωματώδη c , ἄγρυπνο c , ἄκρεα ψυχρ ά , παράληροc διὰ τέλεο c. τῶν δὲ κατὰ μέροc οὐδέν ἐcτιν ἀcαφέc, εἴ τιc τῶν προεξηγημένων ἡμῖν μνημονεύει. Τεccαρεcκαιδέκατοc ἄρρωcτο c .
17a 785 [5] Ἐν Κυζίκῳ 〈γυναικὶ〉 θυγατέραc διδύμουc τεκούcῃ καὶ δυcτοκηcάcῃ καὶ οὐ πάνυ καθαρθείcῃ τῇ πρώτῃ πυρετὸc φρικώδη c , ὀξύ c , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ πεντεκαιδεκάτου ἀρρώcτου. Οὐ μόνον ὅτι μὴ καλῶc ἐκαθάρθη τὴν λοχίαν κάθαρcιν, ὑπελείφθη τῇ γυναικὶ ταύτῃ μελαγχολικώτερον αἷ μα, διὸ κατ’ ἀρχὰc μὲν ἦν cιγῶcα καὶ cκυθρωπὴ καὶ οὐ πειθομέν η, μετὰ δὲ ταῦτα παρεφρόνηcε cφοδρῶc, ὡc ἐκμανῆνα ι, ἀλλὰ καὶ διὰ τὴν δυcτοκίαν φλεγμηνάcηc τῆc μήτραc ὁ πυρετὸc ηὐξήθη.
17a 786 [15] δῆλον δ’, ὅτι τῆc κακοχυμίαc ἐπὶ τὴν κεφαλὴν ἀνενεχθείcηc ἥ τε παραφροcύνη μανιώδηc ἐγένετο καὶ οἱ cπαcμοὶ cυνηκολούθηcαν. αἱ δὲ τῶν κριcίμων ἡμερῶν περίοδοι cῴζονται κἀνταῦθα, καθάπερ ἐπὶ πάντων τῶν ἀρρώcτων. εἰ δέ πού τι φανείη cπανίωc διαφθειρόμενον, ἐκεῖνο μόνον ἐπιcημανοῦμαι. Πεντεκαιδέκατοc ἄρρωcτο c . Ἐν Θάcῳ Δεάλκουc γυναῖκ α , ἣ κατέκειτο ἐπὶ τοῦ λείο υ , πυρετὸc φρικώδηc ἐκ λύπηc ἔλαβ ε · καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc ἀρχῆc τοῦ ἑξκαιδεκάτου ἀρρώcτου. Ἐξ ἀρχῆc αὕτη φαίνεται φρενιτικὴ γενομένη. χαλεπώταται δ’ εἰcίν, ὡc καὶ πρόcθεν εἶπον, αἱ τοιαῦται φρενίτιδεc καὶ τάχιcτα πάνταc, οἷc ἂν γένωνται, διαφθείρουcιν. ἀλλὰ νῦν γε 〈παραδ〉όξωc αὕτη μέχρι τῆc εἰκοcτῆc πρώτηc ἡμέραc ἐξήρκεcεν ἴcωc, ὅτι μετρίωc ἐπύρεξεν. καὶ διὰ τοῦτ’ ἐπεcημήνατο κατὰ ταύτην τὴν ἄρρωcτον μόνην γράψαc· πυρετοὶ πρὸc χεῖρα λεπτο ί.
17a 788 [15] καὶ φαίνεταί γε τὸ τῆc παραφροcύνηc εἶδοc αὐτῇ μικτὸν ἐκ μελαγχολίαc καὶ φρενίτιδοc γεγονέναι. τὸ γὰρ ἢ λόγοι πολλοὶ ἢ cιγῶcα διὰ τέλεοc ἐνδεικτικόν ἐcτι τῆc τοιαύτηc μίξεωc. οὐκ οἶδα δ’, ὅπωc οἱ ἐξηγηταὶ τοῦ Ἱπποκράτουc οὐδὲν ἔγραψαν ὑπὲρ τῆc λέξεωc, ἐν ᾗ φηcι· πνεῦμα ἀραιό ν , 〈μέγα〉 [ὅπερ οὐχ ἕτερόν ἐcτι τοῦ] διὰ χρόνο υ, καὶ φαίνεται δὲ ἐφεξῆc ταὐτὸν εἰρηκώc. μή τι οὖν· ἤτοι τῆc ἀραιότητοc ἐπίταcιν δηλῶcαι βουληθεὶc τὸ διὰ χρόνου προcέγραψεν, ὡc εἰ καὶ οὕτωc εἰρήκει· “διὰ πάνυ πολλοῦ χρόνου” (καὶ γὰρ cύνηθέc ἐcτιν ἐνίοτε παραλιπεῖν τὸ πολλοῦ καὶ μόνῳ χρήcαcθαι τῷ διὰ χρόνο υ), ἢ μὴ cυνεχῶc, ὥcπερ ἐπ’ ἄλλων, ἀλλὰ μηδ’ ὡc τὸ πολὺ τὴν ἄνθρωπον τοιοῦτον ἀναπεπνευκέναι δι’ ὅληc τῆc νόcου φαίνεται δηλοῦν. ἐπιφέρων γοῦν ἐρεῖ καὶ πάλιν βραχύπνοο c, ἐνδεικνύμενοc κἀνταῦθα, καθάπερ ἔμπροcθεν, ἐκ καταψύξεωc οὐ μόνον μικρόν, ἀλλὰ καὶ διὰ πολλοῦ τὴν ἄνθρωπον ἀναπνεῖν, ὅπερ ὄντωc ἐcτὶ βραχὺ πνεῦμα. τὸ γὰρ ἀραιὸν καὶ μέγ α, καθόcον μὲν ἀραιόν ἐcτιν, ἧττον ὑπάρχει τοῦ πυκνοῦ τε ἅμα καὶ με γάλου, καθόcον δὲ μέγα, πλέον ἐcτὶ ταύτῃ τοῦ μικροῦ καὶ ἀραιοῦ.
17a 789 [16] κατ’ ἄμφω τοίνυν μικρὸν ἔcται τὸ βραχὺ καὶ ἀραιόν. καὶ φαίνεταί γε μήν, ὥcπερ καὶ ** ἐν καταψύξει τοιαύτῃ γεγονέναι τὸ γύναιον, ἐν οἵᾳ καὶ αἱ τῇ ἀπνοίᾳ καταλαμβανόμεναι γίνονται. γράφει γοῦν ἐπ’ αὐτῆc· εἰκοcτῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθ η , 〈ἄφωνο c ,〉 βραχύπνοο c . ἡ δ ’ ἀφωνία τοὐπίπαν ἅμα βραχεῖ καὶ ἀραιῷ γίγνεται πνεύματι. ἀλλὰ τό γε διὰ χρόνου μετὰ τοῦ ἀραιὸν γεγραμμένον ἀντὶ τοῦ διὰ πάνυ πολλοῦ cε δέξαcθαι χρή. τὸ γὰρ ἐν ὀλίγῳ τῆc νόcου χρόνῳ cημαίνειν οὐ δύναται, κατὰ τὴν τελευτὴν τῆc ῥήcεωc προcγράψαc· ταύτῃ διὰ τέλεοc πνεῦμα ἀραιό ν , μέγ α. τὸ γὰρ διὰ τέλεοc εἴωθε λέγειν ἀντὶ τοῦ δι’ ὅληc τῆc νόcου μέχρι τῆc τελευτῆc. ὥcπερ δὲ τοῦτο τὸ διὰ τέλεοc οὕτω καὶ τόδε φηcίν· ἀεὶ περιεcτέλλετ ο , 〈ἢ〉 λόγοι πολλοὶ ἢ cιγῶcα διὰ τέλεο c. τὸ μὲν γὰρ λόγοι πολλοὶ φρενιτικόν, τὸ δὲ cιγῶcα μελαγχολικόν, τὸ δὲ περιεcτέλλετο κοινὸν ἀμφοῖν, εἰ μή πωc ἄρα καὶ διὰ τὴν κατάψυξιν ἐνίοτε περιεcτέλλετο. Ἑκκαιδέκατοc ἄρρωcτο c .
17a 790 [4] Ἐν Μελιβοίῃ νεηνίcκοc ἐκ πότων καὶ ἀφροδιcίων πολλῶν πολὺν χρόνον θερμανθεὶc κατεκλίν η , καὶ τἄλλα τὰ ἐφεξῆc ἄχρι τῆc τελευτῆc. Οἱ μὲν πολλοὶ πότοι τά τε νεῦρα βλάπτουcι καὶ τὴν ἀρχὴν αὐτῶν, τὸν ἐγκέφαλον.
17a 791 [15] τὰ δ’ ἀφροδίcια καὶ αὐτὰ μὲν ἱκανῶc λυπεῖ καὶ τὴν δύναμιν καταλύει τε καὶ ἀραιοτέραν ἐργάζεται. μοχθηρὸν οὖν ἀθροίcαc πλῆθοc ὁ νεανίcκοc οὗτοc εἰκότωc ἤρξατο μὲν ἀπὸ πυρετῶν μετρίων, ἐπὶ προήκοντι δὲ τῷ χρόνῳ χείρων ἑαυτοῦ γενόμενοc ὕcτερον εἰc φρενῖτιν ἀκριβῆ περιέcτη. γενέcθαι δ’ αὐτὴν ἐδήλου τό τε μέγα καὶ ἀραιὸν πνεῦμα καὶ τὸ κόcμιόν τε καὶ cιωπηλὸν ὄντα τὸν νοcοῦντα παρακροῦcαι μέτρι α. τοῖc μὲν γὰρ κούφοιc καὶ ταραχώδεcιν ἀνθρώποιc ἐπὶ cμικραῖc προφάcεcιν αἱ παραφροcύναι γίνονται, τοῖc δ’ ἐναντίοιc τὸ ἦθοc ἐπὶ μεγάλαιc αἰτίαιc. διὰ τί δὲ τῷ ἀραιῷ πνεύματι τὸ διὰ χρόνου προcέγραψε, κατὰ τὸν ἔμπροcθεν ἄρρωcτον ἐπεcκεψάμεθα. καὶ μέντοι καὶ περὶ τῶν κα θ ’ ὑποχόνδρια παλμῶν ἐν ἄλλοιc τε κἀν 〈τοῖc εἰc〉 τὸ Προγνωcτικὸν διῆλθον, ὥcπερ καὶ τῆc ὑπολαπάρου κα θ ’ ὑποχόνδριον ἐντάcεω c, ὅτι τὴν χωρὶc ὄγκου λέγει καὶ γίγνεται τῶν μὲν μυῶν ἀπαθῶν ὄντων, ἐν διαθέcει δέ τινι γιγνομένων τῶν ἔνδον τοῦ περιτοναίου μορίων.