Galen of Pergamon’s Commentaries on Plato’s Timaeus Fragments is a lost philosophical and medical treatise that survives only in fragments. The work comprises Galen’s detailed exegesis on 21 discrete passages from Plato’s Timaeus, concentrating on its physiological and cosmological sections concerning the construction of the human body and the universe by the Demiurge. As a physician-philosopher, Galen analyzes Plato’s anatomical theories through the dual lens of Hippocratic medical tradition and his own empirical observations from dissection. The commentary seeks to reconcile Platonic and Hippocratic principles regarding the body and health, while subjecting Plato’s specific anatomical claims to critical scrutiny. It engages deeply with the teleological framework of the Timaeus, examining the theory of intelligent design and the bodily composition from the four primary elements. Significant portions of the work are preserved in quotations by the sixth-century Neoplatonist commentator John Philoponus in his writings on Aristotle’s De anima, with further fragments potentially extant within the medieval Arabic scholarly tradition. By treating the Timaeus as a serious text for scientific critique, Galen’s commentary reinforced its stature in later natural philosophy. These fragments were subsequently utilized by Neoplatonists in debates on the soul and influenced later Islamic and Scholastic traditions that sought to harmonize Greek philosophical doctrine with medical science.
Galen of Pergamon Commentaries-Plato's Timaeus Fragments in Greek in PDF
Galen of Pergamon Commentaries-Plato's Timaeus Fragments in Greek in MD
| 1 | 76d3——e6. 〈Τὸ δ ’ ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρματος ὀστοῦ τ ε , συμμειχθὲν ἐκ τριῶ ν , ἀποξηρανθὲν ἓν κοινὸν συμπάντων σκληρὸν γέγονεν δέρμ α , τοῖς μὲν συναιτίοις τούτοις δημιουργηθέ ν , τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσομένων ἕνεκα εἰργασμένο ν . ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντ ο , ἠπίσταντο οἱ συνιστάντες ἡμᾶ c , καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεμμάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσα ν , ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνομένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσι ν . τούτῳ δὲ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρμα τρίχας ὄνυχάς τε ἐ π ’ ἄκροις τοῖς κώλοις ἔφυσα ν .〉 ..... προτεταγμένοις μορίοις, τὸ δέρμα δὲ οὕτως περιλαμβάνει τὰς ῥίζας, ὡς τοὺς ὀδόντας 〈τὰ〉 οὖλα. καὶ μέντοι καὶ ταῖς ὑποκειμέναις φλεψὶν ὑπερφύονται σαφῶς οἱ ὄνυχες, ὥστε ἔνεστι τῷ βουλομένῳ μὴ μόνον 〈ἐξ〉 ὀστοῦ καὶ νεύρου καὶ δέρματος, ἀλλὰ καὶ σαρκὸς καὶ φλεβὸς ὑμένων τε καὶ συνδέσμων οἴεσθαι γεγονέναι τοὺς ὄνυχας. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ Περὶ τῆς Ἱπποκράτους ἀνατομῆς. 76e7——77c5.[20] |
| 2 | Ἐπεὶ δὲ πάν τ ’ ἦν τὰ τοῦ θνητοῦ ζῴου συμπεφυκότα μέλη καὶ μέρ η , τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύματι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτ ῷ , καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόμενον κενούμενόν τ ’ ἔφθιν ε , βοήθειαν αὐτῷ θεοὶ μηχανῶντα ι . τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντε c , ὥστε ἕτερον εἶναι ζῷο ν , φυτεύουσιν · ἃ δὴ νῦν ἥμερα δένδρα καὶ φυτὰ καὶ σπέρματα παιδευθέντα ὑπὸ γεωργίας τιθασσῶς πρὸς ἡμᾶς ἔσχ ε , πρὶν δ ’ ἦν μόνα τὰ τῶν ἀγρίων γέν η , πρεσβύτερα τῶν ἡμέρων ὄντ α . πᾶν γὰρ οὖν ὅτιπερ ἂν μετάσχῃ τοῦ ζῆ ν , ζῷον μὲν ἂν ἐν δίκῃ λέγοι τ ’ ὀρθότατα · μετέχει γε μὴν τοῦτο ὃ νῦν λέγομεν τοῦ τρίτου ψυχῆς εἴδου c , ὃ μεταξὺ φρενῶν ὀμφαλοῦ τε ἱδρῦσθαι λόγο c , ᾧ δόξης μὲν λογισμοῦ τε καὶ νοῦ μέτεστι τὸ μηδέ ν , αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς [ τῆ c ] μετὰ ἐπιθυμιῶ ν . πάσχον γὰρ διατελεῖ πάντ α , στραφέντι δ ’ αὐτῷ 〈ἐν ἑαυτῷ〉 περὶ αὑτ ό , τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησι ν , τῇ δὲ οἰκείᾳ χρησαμέν ῳ , τῶν αὑτοῦ 〈τι〉 λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσι c · διὸ δὴ ζῇ μέ ν , ἐστὶ δὲ οὐχ ἕτερον ζῴο υ , μόνιμον δὲ καὶ κατερριζωμένον πέπηγε διὰ τὸ τῆς ὑ φ ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθα ι . Μέρη μὲν ὀνομάζεται πάντα τὰ συμπληροῦντα τὸ ὅλον ἢ εἰς ἃ διαιρεῖται τὸ ὅλον, ἰδίως δὲ μέλη τὰ τῶν ζῴων καλεῖται μέρη. νῦν οὖν τοῦ Πλάτωνος ἀντιδιῃρηκότος τὰ μέλη τοῖς μέρεσιν ἔνεστί σοι καὶ ἄλλην ὑπόνοιαν τοῦ σημαινομένου λαβεῖν καθ’ ἑκάτερον τῶν ὀνομάτων, ὡς τὰ μὲν ἰδίαν ἔχοντα περιγραφὴν θατέρῳ τῶν ὀνομάτων ὑπ’ αὐτοῦ δεδήλωται, τὰ δὲ τούτων αὐτῶν μέρη θατέρῳ, ποτέρῳ δὲ πότερα, μηκέθ’ οἷόν τε βεβαίως ἀποφήνασθαι. τοῦτο μὲν οὖν ἐν τοῖς ὀνόμασι καὶ σημαινομένοις τὴν ζήτησιν ἔχει μηδὲν συντελοῦν εἰς τὴν τῶν πραγμάτων ἐπιστήμην, ἴδωμεν δὲ μᾶλλον ἃ λέγει περὶ τῶν πραγμάτων αὐτῶν ἔνθα φησὶ τὴν ζωὴν ἡμῶν ἐν πυρὶ καὶ πνεύματι κατ’ ἀνάγκην εἶναι. τεττάρων γὰρ ὄντων στοιχείων, ἐξ ὧν ἡ γένεσις τοῖς γενητοῖς ἐστι, γῆς 〈καὶ〉 πυρὸς ὕδατός τε καὶ ἀέρος, ὅτι τούτων τὰ μὲν ὑλικώτερα γῆ τε καὶ ὕδωρ ἐστί, τὰ δὲ δραστικώτερα καὶ μάλιστ’ ἐν τοῖς ζῴοις πῦρ τε καὶ πνεῦμα, σχεδὸν ἅπασιν ὡμολόγηται· τὸ δ’ ὑπὸ τούτων διοικούμενον σῶμα πολλὰς ἔχειν ἀναγκαῖόν ἐστιν οὐ μόνον κενώσεις, ἀλλὰ καὶ τὰς ἀδήλους αἰσθήσει διαπνοάς τε καὶ ἀπορροάς· χρῄζει τοίνυν διὰ ταῦτα τροφῆς ἀναπληρούσης τὸ διαφορούμενον τῆς οὐσίας αὑτοῦ, καὶ ταύτης ἕνεκα οἱ θεοὶ τὰ φυτὰ κατεσκεύασαν, ἃ δὴ 〈καὶ〉 πρόσθεν ἐδείκνυμεν εὐλόγως ὑπ’ αὐτοῦ ζῷα κεκλῆσθαι. προϋποκειμένου γὰρ τοῦ τὴν ψυχὴν ἀρχὴν εἶναι κινήσεως, ὁμολογουμένου δὲ καὶ τοῦ τὰ φυτὰ τὴν ἀρχὴν κινήσεως ἔχειν ἐν ἑαυτοῖς, ἔμψυχα προσηκόντως ὀνομασθήσεται· τὸ δὲ ἔμψυχον σῶμα πάντες ἄνθρωποι καλοῦσι ζῷον. εἰ δὲ καὶ Ἀριστοτέλης βούλοιτο μὴ μόνον τῷ ἔμψυχον εἶναι τὸ σῶμα ζῷον ὀνομάζεσθαι προσηκόντως, ἀλλὰ χρῆναι προστίθεσθαι τούτῳ 〈τὸ〉 αἰσθητικόν, οὐδὲ τούτου στερεῖται τὰ φυτά. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι γνωριστικὴν δύναμιν ἔχειν αὐτὰ τῶν τ’ οἰκείων οὐσιῶν, ὑφ’ ὧν τρέφεται, τῶν τ’ ἀλλοτρίων, ὑφ’ ὧν βλάπτεται, καὶ διὰ τοῦτο τὰς μὲν οἰκείας ἕλκειν, τὰς δ’ ἀλλοτρίας ἀποστρέφεσθαι καὶ ἀπωθεῖσθαι, καὶ διὰ τοῦτ’ οὖν ὁ Πλάτων εἶπεν αἰσθήσεως γένους ἰδίου μετέχειν τὰ φυτά· τὸ γὰρ οἰκεῖόν τε καὶ ἀλλότριον γνωρίζει.[45] |
| 2 (50) | Ταῦτα μὲν εἰς τὴν τοῦ Πλάτωνος ῥῆσιν αὐτάρκως εἴρηται διὰ βραχέων, ἀπολείπεται δὲ ἀναμνῆσαι τοὺς μίαν οὐσίαν λέγοντας εἶναι τῆς ψυχῆς ἡμῶν δυνάμεις ἔχουσαν τρεῖς, λογιστικήν τε καὶ θυμοειδῆ καὶ τρίτην τὴν ἐπιθυμητικήν, ὅτι καὶ ἄλλοτε πολλάκις, ὡς ἐδείχθη, καὶ νῦν οὐχ ἥκιστα διὰ τῆς προκειμένης ῥήσεως ὁ Πλάτων εἶδος ἔφη ψυχῆς εἶναι τὸ ἐπιθυμητικόν, οὐχ ἑτέραν μὲν ἔχον ἐν φυτοῖς, ἑτέραν δὲ ἐν ἡμῖν φύσιν, ἀλλὰ τὴν αὐτήν, ᾠκίσθαι τε κατὰ τὸ ἧπαρ, οὐ κατὰ τὸν αὐτὸν δηλονότι τόπον, ἐν ᾧ τό τε θυμοειδὲς καὶ τὸ λογιστικόν, ὅπερ ἦν 〈ἂν〉 εὔλογον, εἰ μιᾶς οὐσίας αἱ τρεῖς ἦσαν δυνάμεις, καθάπερ φασὶν οἱ τὴν καρδίαν ὑποθέμενοι τοιαύτην εἶναι. κατὰ λόγον μὲν γὰρ ἐκεῖνοι μίαν οὐσίαν τιθέμενοι τῆς ψυχῆς δυνάμεις τρεῖς αὐτῆς εἶναί φασι τὰς γενικωτάτας, ὁ δὲ Πλάτων οὐ τὴν αὐτὴν οὐσίαν τὸ λογιστικὸν τῆς ψυχῆς τῷ ἀλόγῳ καὶ ἐπιθυμητικῷ φησιν ὑπάρχειν, ἀλλ’ ἕτερον ἐκείνου, καὶ τοῦτο καὶ τῷ θυμοειδεῖ πολλάκις διαμάχεσθαι, καὶ μέντοι καὶ σύμμαχον ἔχειν ποτὲ τὸ θυμοειδὲς κατὰ τοῦ ἐπιθυμ〈ητ〉ικοῦ, 〈ἐν ἄλλῳ μέρει τοῦ〉 σώματος ᾠκισμένον. αὐτὸς οὖν καὶ τὴν εἰκόνα τῆς ὅλης ἡμῶν ψυχῆς εἰς τὰ μυθευόμενα τῶν ζῴων ἀνήνεγκεν, οἵαν οἱ ποιηταὶ λέγουσι τῆς Χιμαίρας καὶ Σκύλλης καὶ Κερβέρου· οὐδενὶ γὰρ εἰκάσθαι τῶν νῦν ὄντων ἐν τῷ κόσμῳ τὴν ψυχὴν ἡμῶν εὗρεν ἑτέρῳ κυριωτέρῳ. ὁμοία μέν γε καὶ ἡ κατὰ τὸν ἡνίοχόν τε καὶ τοὺς ἵππους εἰκών, ἀλλὰ τῆς ἐν τῇ Πολιτείᾳ λελεγμένης εἰκόνος ἀπολείπεται, καθ’ ἣν τοῖς συνθέτοις ζῴοις, ὡς ἡ Χίμαιρα μυθεύεται, τὴν ὅλην ψυχὴν ἡμῶν ἐοικέναι φησί. παρεθέμην δ’ ἔμπροσθεν αὐτοῦ τὴν λέξιν, ἐν ᾗ ταῦτα λέγεται. σχετλιαζέτωσαν οὖν, ὡς ἔθος αὐτοῖς ἐστι, γελῶντές τε ἅμα καὶ βωμολοχευόμενοι καὶ διασύροντες ἡμῶν τὸν λόγον ὡς ληρούντων, εἰ 〈δυνάμεις ἔχειν ἡμᾶς〉 τρεῖς λέγομεν ἃς ἀπέδειξα, κατὰ μὲν τὸν ἐγκέφαλον τὴν ἀρχὴν εἶναι τῶν νεύρων τε καὶ προαιρετικῶν κινήσεων, ἔτι τε πρὸς τούτοις αἰσθήσεων πέντε κατὰ δὲ τὸ ἧπαρ αἵματός τε καὶ φλεβῶν καὶ τοῦ τρέφεσθαι τὸ σῶμα καὶ τοῦ γνωρίζειν τήν τ’ οἰκείαν οὐσίαν εἰς τοῦτο 〈καὶ τὴν ἀλλοτρίαν〉, κατὰ δὲ τὴν καρδίαν ἀρτηριῶν καὶ τῆς ἐμφύτου θερμασίας καὶ σφυγμῶν καὶ θυμοῦ. Πλάτων δὲ ὀνομάζει τὰς ἀρχὰς ταύτας εἴδη ψυχῶν, οὐ μιᾶς οὐσίας δυνάμεις μόνον. ὄντος οὖν τοῦ καὶ τὰς οὐσίας αὐτῶν διαφερούσας εἶναι καὶ τὴν ἐν τοῖς εἰρημένοις σπλάγχνοις οἴκησιν, ἐξέστω τῷ βουλομένῳ δυνάμεις [ἔχειν ἡμᾶς τρεῖς] ὀνομάζειν οὐ ψυχάς· οὐδὲ γὰρ οὔτ’ εἰς ἰατρικὴν οὔτ’ εἰς φιλοσοφίαν βλαβησόμεθα, διοικεῖσθαι τὸ ζῷον ὑπὸ τριῶν ἀρχῶν εἰπόντες, ὧν τὴν μὲν ἐν ἐγκεφάλῳ ἱδρῦσθαι, τὴν δὲ ἐν καρδίᾳ, τὴν δὲ ἐν ἥπατι. Καὶ περὶ μὲν τούτων ἅλις, ὃ δ’ ἐπὶ τέλει τῆς ῥήσεως ἔγραψεν ἴδωμεν ὅπως εἴρηται περί τε τῶν φυτῶν καὶ τοῦ τρίτου τῆς ψυχῆς εἴδους. στραφέντι, γάρ φησιν, αὐτῷ ἐν ἑαυτῷ περὶ αὑτ ό , τὴν μὲν ἔξωθεν ἀπωσαμένῳ κίνησι ν , τῇ δὲ οἰκείᾳ χρησαμέν ῳ , τῶν αὑτοῦ τι λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσι c. δοκεῖ γὰρ ἐναντία τούτοις λέγειν ἐφεξῆς, ἔνθα φησὶ μόνιμόν τε καὶ κατερριζωμένον πεπηγέναι διὰ τὸ τῆς ὑ φ ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθα ι. χρὴ δὲ ἀκοῦσαι κατὰ μὲν τὸν πρότερον λόγον οἰκείαν αὐτοῦ κίνησι ν, ὥσπερ οὖν καὶ ἔστι, καθ’ ἣν [καὶ] ἐκ βραχυτάτου σπέρματος ἀρχόμενον ἄνω μὲν τὸ αἰωρηθὲν αὐτοῦ, κάτω δὲ ἀποτείνει τὰς ῥίζας, ἕλκει δὲ τὴν ἐκ τῆς γῆς τροφήν, ἀναφέρει δὲ μέχρι τῶν ἐσχάτων βλαστημάτων, αὔξησίν τε ἔχει μέχρι πλείστου πάντων τῶν μορίων, ἀκίνητον δὲ εἶναι κατὰ τὴν ὀνομαζομένην ὑπό τινων μεταβατικὴν κίνησιν, ἥτις ἀμειβόντων τοὺς τόπους καὶ μεθισταμένων ἐξ ἄλλης χώρας εἰς ἄλλην γίνεται.[105] |
| 2 (100) | κατὰ ταύτην γὰρ αὐτὸ μόνιμόν τε καὶ κατερριζωμένον ἔφη. Αὕτη μὲν ἡ ἐξήγησίς μοι γέγονε κατὰ τὴν τῶν Ἀττικιανῶν ἀντιγράφων ἔκδοσιν, ἐν ἑτέροις δὲ εὑρὼν γεγραμμένον διὰ τὸ τῆς ἐξ αὑτοῦ κινήσεω c, ἐνενόησα λείπειν τὸ ω στοιχεῖον γράψαντος τοῦ Πλάτωνος διὰ τὸ τῆς ἔξω ἑαυτο ῦ, ἵνα τὴν μεταβατικὴν κίνησιν ἀποφήσῃ τῶν φυτῶν μόνην. 77c6——9.[111] |
| 3 | Ταῦτα δὴ τὰ γένη πάντα φυτεύσαντες οἱ κρείττους τοῖς ἥττοσιν ἡμῖν τροφή ν , τὸ σῶμα αὐτὸ ἡμῶν διωχέτευσαν τεμόντες οἷον ἐν κήποις ὀχετού c , ἵ ν ’ ὥσπερ ἐκ νάματος ἐπιόντος ἄρδοιτ ο . Ἕνεκα τοῦ τρέφεσθαι τὰ σώματα ἡμῶν παρεσκευάσθαι φησὶν ὑπὸ τῶν θεῶν τὰ φυτά, καταπινόντων ἡμῶν εἰς τὴν γαστέρα δηλονότι καρποὺς αὐτῶν καὶ μόρια καὶ τῶν καταποθέντων εἰς λεπτὰ καταθραυομένων, ὅπως ἀναδοθῇ 〈διὰ τῶν〉 φλεβῶν ὁμοίῳ 〈τρόπῳ〉 τῷ κατὰ τοὺς ἐν κήποις ὀχετούς, διὰ μὲν αὐτῶν τῶν ὀχετῶν φερομένου τοῦ ὕδατος, ἐξ αὐτῶν δὲ διαδόσεως εἰς τὰ πλησίον μέρη τῶν κήπων γενομένης· καὶ τοσοῦτόν γε 〈τὸ〉 διάστημα μεταξὺ τῶν ὀχετῶν οἱ κηπουροὶ ποιοῦσιν, ὡς ἱκανὸν εἶναι διὰ παντὸς αὐτοῦ χωρῆσαι 〈τὸ ὕδωρ〉 τὸ κατὰ διάδοσιν μέλλον ἐκ τῶν ὀχετῶν ἄρδειν τὰ μεταξύ. 77c9——d3.[13] |
| 4 | Καὶ πρῶτον μὲν ὀχετοὺς κρυφαίους ὑπὸ τὴν ξύμφυσιν τοῦ δέρματος καὶ τῆς σαρκὸς δύο φλέβας ἔτεμον νωτιαία c , 〈δίδυμον〉 ὡς τὸ σῶμα ἐτύγχανε δεξιοῖς τε καὶ ἀριστεροῖς ὄ ν . Ἐκ τοῦ κατὰ τοὺς κήπους παραδείγματος μετήνεγκε τὴν τῶν ὀχετῶν προσηγορίαν ἐπὶ τὰς φλέβας, ἐμνημόνευσε δὲ τῶν μεγίστων φλεβῶν, ἀφ’ ὧν αἱ καθ’ ὅλον τὸ σῶμα πεφύκασι, νωτιαίας ὀνομάσας, ἐπειδὴ καθ’ ὅλον ἐκτέτανται τὸν νῶτον ἐκ τῶν ἔνδον δηλονότι μερῶν αὐτοῦ. καθ’ ὅσον μὲν οὖν φλέβας ὀνομάζει τὰ κατὰ τὸν νῶτον ἀγγεῖα τῶν ἀρχαίων, ὡς εἴρηται, 〈καὶ〉 τὰς ἀρτηρίας οὕτω καλούντων, ἀληθεύει, καθ’ ὅσον δέ, διότι δίδυμόν ἐστι τὸ σῶμ α, διὰ τοῦτο δύο εἶναί φησι τὰς φλέβα c, οὐκ ἀληθεύει. οὔτε γὰρ ὁμοειδῆ τὰ κατὰ τὸν νῶτόν ἐστιν ἀγγεῖα, θατέρου μὲν αὐτῶν λεπτὸν καὶ ἄσφυκτον ἔχοντος χιτῶνα, θατέρου δὲ σφύζοντά τε καὶ τῷ πάχει πενταπλάσιον ἢ ἑξαπλάσιον, ὃ καλοῦμεν ἰδίως ἀρτηρίαν, ἀλλ’ οὐδὲ τὸ μὲν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δ’ ἐν τοῖς ἀριστεροῖς μέρεσιν, ἀλλ’ ἄμφω κατὰ τὸ μέσον τῆς ῥάχεως, ἑκατέρωθεν δὲ αὐτῶν ἓν νεῦρόν ἐστι, τὸ μὲν ἐν τοῖς δεξιοῖς ὄν, τὸ δὲ ἐν τοῖς ἀριστεροῖς. 77d3——6.[18] |
| 5 | Ταύτας δὲ καθῆκαν παρὰ τὴν ῥάχι ν , καὶ τὸν γόνιμον μεταξὺ λαβόντες μυελό ν , ἵνα οὗτός τε ὅτι μάλιστα θάλλο ι , καὶ ἐπὶ τὰ ἄλλα εὔρους ἐντεῦθεν ἅτε ἐπὶ κάταντες ἡ ἐπίχυσις γιγνομένη παρέχοι τὴν ὑδρείαν ὁμαλή ν . Γόνιμον μυελὸν εἶπε τὸν νωτιαῖον οὔσης καὶ ταύτης παλαιᾶς δόξης, ὡς καὶ τὸν Ἱπποκράτην δοκεῖν αὐτῆς μετεσχηκέναι καὶ νομίζειν ἐκ τοῦ νωτιαίου μυελοῦ τὸ σπέρμα κατέρχεσθαι πρὸς τὸ τοῦ ἄρρενος αἰδοῖον· θάλλειν δὲ τῇ κοινωνίᾳ τῶν αἱματικῶν ἀγγείων τὸν μυελὸν ἔφη τρεφόμενον ἐξ αὐτῶν δηλονότι, καὶ ἐπὶ τὰ ἄλλα δὲ μόρια τοῦ σώματος ἐντεῦθεν ὁμαλὴν γίνεσθαί φησι τὴν ἐπίχυσιν ὡς ἂν ἐκ τῶν μεγάλων ὀχετῶν εἰς μικροὺς τῆς νομῆς γινομένης. τὸ δὲ ἅτε ἐπὶ τὸ κάταντες οὐ πάντη καλῶς εἴρηται· καὶ γὰρ τὰ ὑψηλότερα μέρη τὰ περὶ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν τρέφεται διὰ τῶν φλεβῶν· ἐν μὲν οὖν τοῖς κάτω τοῦ διαφράγματος μέρεσι τῆς ῥάχεως 〈ἥ τε κοίλη φλὲψ〉 ἥ τε ἀρτηρία 〈ἡ〉 μεγίστη ἐπίκειται κατὰ τῶν σπονδύλων, ἄχρι περ ἂν εἰς τὰ σκέλη σχισθῇ κατὰ τὸ πέρας αὐτῆς· ἐν δὲ τοῖς ἀνωτέρω τοῦ διαφράγματος ἡ μὲν ἀρτηρία μέχρι πλείστου τοῖς σπονδύλοις ἐπιτέταται, παράκειται δὲ αὐτῇ τις φλὲψ μικρὰ μόνα τὰ κατὰ τὰς ὀκτὼ [νώθους] πλευρὰς τοῦ θώρακος τρέφουσα τὰ κάτω· τὸ δὲ ἀπὸ τοῦδε μέρος τῆς ῥάχεως ἅπαν τὸ ἄνω, καθ’ ὃ τέτταρες μὲν οἱ πρῶτοι τοῦ θώρακος σπόνδυλοι κεῖνται, μετ’ αὐτοὺς δὲ ἄχρι τῆς κεφαλῆς οἱ τοῦ τραχήλου πάντες, οὔτε ἀρτηρίαν οὔτε φλέβα καθ’ ἑαυτοῦ κειμένην ἔχει· ἀλλ’, ὡς ἔφην, οὐδὲν θαυμαστόν ἐστι τὰ κατὰ τὰς ἀνατομὰς ἀγνοῆσαι Πλάτωνα καθάπερ καὶ Ὅμηρον, ὅστις φησίν ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, ἥτ’ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχέν’ ἱκάνει. 77d6—e6.[27] |
| 6 | Μετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δ ι ’ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσα ν , τὰς μὲν ἐκ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ τοῦ σώματο c , τὰς δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντε c , ὅπως δεσμὸς ἅμα τῇ κεφαλῇ πρὸς τὸ σῶμα ᾖ μετὰ τοῦ δέρματο c , ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειλημμέν η , καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵ ν ’ ἐ φ ’ ἑκατέρων τῶν μερῶν εἰς ἅπαν τὸ σῶμα εἴη διάδηλο ν . 〈Αἱ κατὰ τὴν κεφαλὴν φλέβες〉 διέρχεσθαί τισιν ἔδοξαν αἵ τ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ αἵ τ’ ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερ ά, τοῖς δὲ ἀκριβέστερον ἀνατέμνουσιν ἑνοῦσθαι τὰ πέρατα αὐτῶν ἀλλήλοις, ὅπερ καὶ κατ’ ἄλλα γίνεται μέρη τοῦ σώματος. δεσμὸν δὲ ἡγεῖται μὲν τῆς κεφαλῆς εἶναι τὴν ἕνωσιν αὐτῶν ἀγνοῶν τοὺς ὄντως δεσμοὺς αὐτῆς, μεγίστους μὲν τοὺς κατὰ τὰς ῥαφάς, μικροὺς δὲ τόν τε περικράνιον ὑμένα καὶ τὸ δέρμα, παχύτερον δὲ τοῦ κατὰ τὸ σῶμα παντὸς δέρματος, ὡς ἐπιτετάσθαι δοκεῖν ἔνδοθεν αὐτῷ σαρκοειδῆ τινα οὐσίαν λεπτὴν ἐσφιγμένην τε περὶ τὸ κρανίον. νεῦρον δὲ κατὰ τὴν κεφαλὴν οὐδὲν εἶναί φησι διὰ τὸ μὴ γινώσκειν μὲν τὰ προαιρετικὰ προσαγορευόμενα, μήτε δὲ συνδετικὰ κατ’ αὐτὴν εἶναι μήτε τένοντας. 〈ἀλλ’ οὐδὲ τοῦτο ὀρθῶς φησι τὰς〉 ἀντεμπλοκὰς γίνεσθαι τῶν φλεβῶν, ἵνα τὸ τῶν αἰσθήσεων πάθος εἰς ὅλον 〈τὸ σῶμα〉 διαδιδῶται, μὴ γινώσκων μηδὲ ἐνταῦθα διὰ νεύρων τὰς αἰσθήσεις γινομένας, ὅπερ, ὡς ἔφην, καὶ τῶν παλαιῶν ἰατρῶν ἠγνόησάν τινες. 77e7——78b2.[25] |
| 7 | Τὸ δ ’ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδ ε , ὃν κατοψόμεθα ῥᾷον προδιομολογησάμενοι τὸ τοιόνδ ε , ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ μείζ ω , τὰ δὲ ἐκ μειζόνων τὰ σμικρότερα οὐ δύνατα ι . πῦρ δὲ πάντων γενῶν σμικρομερέστατο ν , ὅθεν δ ι ’ ὕδατος καὶ γῆς ἀέρος τε καὶ ὅσα ἐκ τούτων συνίσταται διαχωρεῖ καὶ στέγειν οὐδὲν αὐτὸ δύνατα ι . ταὐτὸν δὴ καὶ περὶ τῆς πα ρ ’ ἡμῖν κοιλίας διανοητέο ν , ὅτι σιτία μὲν καὶ ποτ ά , ὅταν εἰς αὐτὴν ἐμπές ῃ , στέγε ι , πνεῦμα δὲ καὶ πῦρ σμικρομερέστερα ὄντα τῆς αὑτῆς ξυστάσεως οὐ δύνατα ι . Ὑδραγωγίαν ὠνόμασε τὴν διὰ τῶν φλεβῶν φορὰν τοῦ αἵματος, ἀπὸ τῆς προειρημένης εἰκόνος ἐπὶ τῶν ‘ὀχετῶν‘ τὴν μεταφορὰν τῆς προσηγορίας ποιησάμενος· γίνεσθαι δέ φησι, τοῦ πνεύματος ἅμα τῇ θερμασίᾳ ‘διὰ τῆς κοιλίας‘ ἐξιόντος, εἶθ’ ἑαυτῷ συναναφέροντος τὰ καταθραυσθέντα τῆς τροφῆς μόρια. τὸ μὲν κεφάλαιον τοῦ λόγου συντόμως τε ἅμα καὶ σαφῶς εἴρηταί μοι, τὰ δ’ ἐφεξῆς εἰρημένα δυσνόητά τε καὶ δύσρητά ἐστι, καὶ διὰ τοῦτο καθ’ ἑκάστην λέξιν ἐξήγησιν αὐτῶν ποιησάμενος ὕστερον ἀθροίσω πρὸς μίαν ἅπαντα σύνοψιν. 78b2s.[19] |
| 8 | Τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρεία ν . Τούτοις λέγει τοῖς προειρημένοις, τῷ τε πνεύματι καὶ τῷ πυρί· ‘πῦρ‘ γὰρ ὀνομάζει τὴν ἐν τῷ σώματι θερμασίαν, ἀπὸ τοῦ γεννήσαντος αὐτὴν στοιχείου τὴν προσηγορίαν μεταφέρων, ἐπειδὴ τὸ θερμὸν ἅπαν ἐπικρατείᾳ πυρὸς γέγονε τοιοῦτον. 78b3s.[6] |
| 9 | Πλέγμα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι ξυνυφηνάμενο c . Τοὺς τῶν ἁλιέων κύρτους λέγει, οὓς εἰ μή τις ἴδοι πρότερον, οὐκ ἂν ἀκολουθήσειε τοῖς λεχθησομένοις οὖσι δυσρήτοις, ὡς καὶ τοῖς ἑωρακόσι τοὺς κύρτους μόγις νοηθῆναι. εἰ μὲν οὖν τις ἐπιθαλάττιον οἴκησιν ἔχοι, πειραθήτω πρότερον ἰδεῖν τοὺς κύρτους τῶν ἁλιέων, εἰ δὲ χερσαῖός τις καὶ ὄρειος εἴη, ἀλλὰ ταλάρους γε πάντως ἐθεάσατο· νοήσας οὖν τούτους ἀτρήτους μὲν κατὰ τὴν βάσιν ἀνεῳγμένον δὲ τὸ ἄνω στόμιον ἔχοντας, οὕτω τοῖς λεχθησομένοις προσσχέτω τὸν νοῦν. 78b4s.[9] |
| 10 | Διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχοντο c . Νενοημένου σοι τοῦ τῶν ἁλιέων κύρτου, ὅπερ ἐστὶ πλέγμα ἁπλοῦν, νόησον ἐν αὐτῷ περιεχόμενον ὅμοιον μὲν τῷ μεγάλῳ, μικρὸν δὲ [οἷον ἐκεῖνο] κύρτον 〈ἄλλον, τὸ καλούμενον ἐγκύρτιον〉, ὅπερ ἐστὶ πλέγμα διὰ σχοίνων οἷον [περ] 〈ἐκεῖνο〉 τὸ ὅλον, ἐκ τῆς τοῦ μεγάλου κύρτου βάσεως ἀνατεινόμενον, κοινὴν μὲν ἔχον τὴν βάσιν αὐτῷ, τὸ δὲ στόμιον οὐκ εἰς ἴσον ὕψος ἀνῆκον τῷ περιέχοντι κύρτῳ, ἀλλὰ κατωτέρω πολὺ παυόμενον αὐτοῦ. εἰ δή σοι νενόηται τὸ ἁπλοῦν ἐγκύρτιον τοῦτο, ἤδη ῥᾴδιον νοῆσαι καὶ τὸ διπλοῦν· ὁποῖον γάρ ἐστι τοῦτο ὃ διηγησάμην, τοιοῦτο καὶ ἄλλο περιεχόμενον ἐν τῷ μεγάλῳ κύρτῳ προσυπόθου· κἀπειδὰν καὶ τοῦτο 〈νοήσῃς, ἐπ’ αὐτῷ〉 νόησον ἀνατεινόμενον ἀφ’ ἑκατέρου τῶν ἐγκυρτίων πλέγμα τι πρόμηκες ἄχρι τοῦ στομίου τοῦ μεγάλου κύρτου, ὡς ἐσχίσθαι δίχα τὴν εἰς τὸν μέγαν κύρτον εἴσοδον τοῖς ἰχθύσι, τῶν μὲν κατὰ θάτερον στόμιον, τῶν δὲ κατὰ θάτερον εἰσιόντων· συμβήσεται γὰρ οὕτως καίτοι διειργομένους ἀλλήλων ὅμως ἑνὶ λέγεσθαι περιέχεσθαι κύρτῳ τῷ μεγάλῳ, καθάπερ γε καὶ καθ’ ἕτερον οὔκ, ἐν ἑνί γε τῶν σμικρῶν ὄντας κύρτων, οὓς ἐγκύρτια κέκληκεν. 78b5s.[19] |
| 11 | Ὧν θάτερον αὖ πάλιν διέπλεξε δίκρου ν . Ὧν ἐγκυρτίων φησὶ τὸ ἕτερον διέπλεξε δίκρου ν· ὀνομάζεται δὲ συνήθως μὲν ἄλλοις ξύλον δίκρουν τὸ δύο κεραίας ἔχον, ὁ Πλάτων δὲ νῦν μετήνεγκε τὴν προσηγορίαν ἐπὶ 〈τὸ〉 θατέρου τῶν ἐγκυρτίων στόμιον, ὅπως νοήσωμεν αὐτὸ διττόν. καὶ κατὰ τοῦτο τὴν [δὲ] ἀσάφειαν ἐνειργάσατο, παρενθεὶς οὐκ ἀναγκαίως ἐν τῷδε 〈τῷ〉 τοῦ λόγου μέρει· σαφέστερον γὰρ 〈ἂν〉 ἡρμηνεύετο λεγόντων ἡμῶν, ὥσπερ δύο τὰ ἐγκύρτια τῷ λόγῳ διέγραψεν, οὕτως καὶ τὸ στόμιον 〈διττὸν〉 εἶναι 〈τὸ〉 τελευτῶν εἰς τὸ ἄνω πέρας τοῦ μεγάλου κύρτου. βούλεται γὰρ ἡμᾶς νοῆσαι τῇ μὲν ἐκτὸς περιγραφῇ τοῦ μεγάλου κύρτου τὸ ἔξωθεν ἅπαν〈τι〉 τῷ σώματι περικείμενον ἐοικέναι δέρμα, περιεχομένας δ’ ἐν αὐτῷ καθάπερ ἐγκύρτια κενὰ δηλονότι τὰς ἔνδον αὐτοῦ ἐχομένας χώρας, τήν τε κατὰ τὴν γαστέρα καὶ τὴν κατὰ τὸν θώρακα· δύο γὰρ ἐκ τούτων ἀνήκουσιν οἷον αὐλοὶ πρὸς τὴν τοῦ στόματος εὐρυχωρίαν. νόει δέ μοι καὶ κατὰ τὸ παρὸν ἕνεκα σαφηνείας τοῦ λεγομένου μηδόλως ἐν τῷ στόματι περιεχομένην τὴν γλῶτταν· ἔσονται γὰρ οὕτως οἱ εἰς τὴν ἐντὸς εὐρυχωρίαν τοῦ στόματος ἥκοντες αὐλοί, στόμαχος μὲν ἐκ τῆς κοιλίας, ἀρτηρία δὲ ἡ τραχεῖα καλουμένη διήκουσα πρὸς τὸν πνεύμονα κείμενον ἐν τῇ κοιλότητι κατ’ ἴσον τῷ ἑτέρῳ τῶν ἐγκυρτίων. κατὰ μὲν οὖν τοῦτο τὸ στόμιον ἡ ἀναπνοὴ γίνεται εἰσιόντος τε καὶ ἐξιόντος τοῦ πνεύματος, κατὰ δὲ θάτερον ἡ τῶν ἐσθιομένων καὶ πινομένων εἰς τὴν γαστέρα φορά. τὸ μὲν οὖν πλεῖστον ἑκατέρας τῶν εἰρημένων ὑλῶν οὕτως εἰς τὸ σῶμα διὰ τοῦ στόματος ἔρχεται, ὀλίγον δέ τι βούλεται καθ’ ἑκάτερον τῶν στομίων συνεισέρχεσθαι πρὸς μὲν τὴν γαστέρα τοῦ πνεύματος, εἰς δὲ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα τοῦ πόματος. παρενθεὶς οὖν, ὡς ἔφην, τὸ ἕτερον τῶν ἐγκυρτίων εἶναι δίκρουν, ἀσάφειαν 〈ἐν〉ειργάσατο τῷ λόγῳ μετὰ τοῦ καὶ ἀντιλογίαν ἐπιδέχεσθαι· τὴν γὰρ 〈διὰ〉 τῆς τραχείας ἀρτηρίας γινομένην ἀναπνοὴν δίκρουν ἔφη ὑπάρχειν, εἶπε δὲ τοῦτο διὰ τὸ τὴν μὲν ἀναπνοὴν ἡμῖν γίνεσθαι διά τε τῆς ῥινὸς καὶ τοῦ στόματος, τὴν δὲ ἐδωδὴν καὶ πόσιν διὰ μόνου τοῦ στόματος. ἔνθα φημὶ καὶ ἀντιλογίαν ποιήσεσθαι τοὺς φιλεγκλήμονας· οὐ γὰρ μόνου θατέρου τῶν ἐγκυρτίων εἶναι φήσουσι τὰ δύο κέρατα, τό τε διὰ τῆς ῥινὸς καὶ τὸ διὰ τοῦ στόματος, ἐπειδὴ τὸ στόμα καὶ θατέρου τοῦ κατὰ τὴν κοιλίαν κοινόν ἐστι πέρας. ἐπεὶ δ’ οὖν ἤδη νενόηται, τί βούλεται τῷ παντὶ κύρτῳ προσεοικέναι τῶν ἐν ἡμῖν καὶ τίνα τοῖς ἐγκυρτίοις, ἐπὶ τὰς ἐφεξῆς αὐτοῦ λέξεις ἰέναι καιρός. 78b6s.[38] |
| 12 | Καὶ ἀπὸ τῶν ἐγκυρτίων δὴ διετείνατο οἷον σχοίνους κύκλῳ διὰ παντὸς πρὸς τὰ ἔσχατα τοῦ πλέγματο c . Τούτου τὸ ἀνάλογον οὐκέτι κατὰ τοὺς τῶν ἁλιέων ἔστι κύρτους· ἀπὸ τῶν ἐγκυρτίων γὰρ πρὸς τὸ τοῦ περιέχοντος κύρτου πλέγμα σχοῖνος οὐδεμία διήκει κενοῦ τοῦ μεταξὺ παντὸς ὄντος. ἐν ἡμῖν δὲ διήκουσιν ἔκ τε τῆς κοιλίας καὶ τοῦ πνεύμονος εἰς ἅπαν τὸ σῶμα μέχρι τῶν ἐσχάτων αὐτοῦ περάτων ἐκτὸς ἀρτηρίαι καὶ φλέβες, ἃς εἰκάζει σχοίνοις ἀπὸ τῶν ἐγκυρτίων ἐπὶ τὸν κύρτον ἐκτεινομέναις. 78b7——c2.[9] |
| 13 | Τὰ μὲν οὖν ἔνδον ἐκ πυρὸς συνεστήσατο τοῦ πλοκάνου πάντ α , τὰ 〈 δ ’〉 ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδ ῆ . Τοῦ πλοκάνου λέγει νῦν ὅλου τοῦ τῷ κύρτῳ παραπλησίου. ἐπεὶ δὲ ἔστιν ἔνδον αὐτοῦ καὶ τὰ ἐγκύρτια, βούλεται δὲ τὴν περιεχομένην ὑπὸ τούτων χώραν ἀεροειδῆ μᾶλλον ὑπάρχειν ἢ πυροειδῆ, διὰ τοῦτο προσέθηκε τῷ περὶ τοῦ παντὸς πλοκάνου λόγῳ τὰ ἐγκύρτια καὶ τὸ κύτος ἀεροειδῆ. τὰ μὲν οὖν ἐγκύρτια προδήλως ἐστὶ τοιαῦτα· κενὴ γὰρ χώρα μόνον ἀέρα περιέχουσα κατὰ τὸν θώρακα φαίνεται, τὸ δὲ κύτος οὐκέτι πρόδηλον ὅπως ἀεροειδὲς εἴρηται· δοκεῖ γὰρ ἐκ τοῦ κύτος ὀνόματος ὡς ἓν σημαίνεσθαι τὸ σῶμα, περὶ οὗπερ ἂν ὁ λόγος γένηται, φαίνεται δὲ μάχεσθαι τοῦτο τοῖς προειρημένοις, εἴ γε τὸ σύμπαν ‘κύτος τοῦ κύρτου‘ συμπληροῦται διά τε τῶν ἐγκυρτίων 〈καὶ〉 τοῦ μεταξὺ παντός, ὅσον ἀπὸ τούτων εἰς τὴν ἐκτὸς περιγραφὴν τοῦ κύρτου διήκει, καθ’ ὃ τὰς οἷον σχοίνους διατετάσθαι ἔφασκε [τέτταρας ἡμᾶς νοεῖν], ἃς ἐλέγομεν ἀρτηρίας εἶναι καὶ φλέβας. καταλείποιτο ἂν οὖν ἡμᾶς νοεῖν τὸ ‘κύτος τοῦ κύρτου‘ λεγόμενον αὐτὸ τὸ ἔξωθεν αὐτοῦ πλέγμα· τοῦτο γάρ ἐστι τὸ τὴν οὐσίαν ὅλην τοῦ κύρτου συνιστάνον. ὥσπερ οὖν τὸ μεταξὺ τούτου τε καὶ τῶν ἐγκυρτίων ἐνοοῦμεν ὑπὸ πυρὸς ἐπικρατούμενον, οὕτως ὑπ’ ἀέρος ἐπικρατεῖσθαι χρὴ νοῆσαι τὸ ἔξωθεν αὐτοῦ πέρας, ὅπερ ἐστὶν αὐτὸ τὸ κύτος τοῦ πλοκάνου, τοῦτο δ’ ἂν ἐν ἡμῖν εἴη τὸ δέρμα ψυχρὸν ὑπάρχον ὡς τὰ περιεχόμενα 〈σπλάγχνα κἀπὶ〉 τούτῳ συνεχὲς τῷ πέριξ ἀέρι. καί μοι δοκεῖ βούλεσθαι 〈δηλοῦν〉 τὸν περικείμενον ἀέρα τὸν ψαύοντα τοῦ πλοκάνου μέρος τι καὶ αὐτὸν εἶναι τοῦ κύρτου, καὶ κατὰ τοῦτο μάλιστα τὴν ἀσάφειαν ὁ λόγος ἐσχηκέναι· τούτου γὰρ ὑποτεθέντος ἅπαντα ἀλλήλοις ὁμολογεῖται κατὰ τὸν ἑξῆς λόγον, ἐφ’ ὃν μετιέναι καιρός. 78c2s.[28] |
| 14 | Καὶ λαβὼν αὐτὸ περιέστησε τῷ πλασθέντι ζῴῳ τρόπον τοιόνδ ε . Τὸ προειρημένον ὑπ’ αὐτοῦ ‘πλόκανον‘ οὐκ ἔστι μὲν καθ’ αὑτό, τὴν νόησιν δὲ αὐτοῦ καθ’ ἑαυτὴν λαβόντας ἡμᾶς οὕτω χρὴ συνάπτειν τῷ ζῴῳ. 78c3——d2.[5] |
| 15 | Τὸ μὲν τῶν ἐγκυρτίων εἰς τὸ στόμα μεθῆκε · διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας εἰς τὸν πνεύμονα καθῆκε θάτερο ν , τὸ δὲ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρία c · τὸ δὲ ἕτερον σχίσας τὸ μέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινό ν , ὥς θ ’ ὅτε μὴ κατὰ τὸ στόμα ἴοι θάτερο ν , ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθα ι . τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶμα ὅσον κοῖλον ἡμῶν περιέφυς ε . Οὐ τοῦτό φησιν ὅτι τὸ μὲν ἕτερον τῶν ἐγκυρτίων εἰς τὸ στόμα καθῆκεν, εἰρήκει γὰρ ἂν ἐφεξῆς ‘τὸ δὲ ἕτερον εἰς τόδε τι τοῦ σώματος‘, ἀλλ’ ἐπὶ τὸ πλόκανον ἀναφέρων εἶπεν, ὡς εἶναι τὸν ὅλον λόγον αὐτοῦ τοιοῦτον· ‘ὧν εἶπον πλοκάνων τριῶν, ἑνὸς μὲν τοῦ μεγάλου κύρτου, δυοῖν δὲ τῶν οἷον ἐγκυρτίων, τὸ μὲν τῶν ἐγκυρτίων πλόκανον εἰς τὸ στόμα μεθῆκε · διπλοῦ δ ’ ὄντος αὐτοῦ κατὰ μὲν τὰς ἀρτηρίας 〈εἰς τὸν πνεύμονα〉 καθῆκε τὸ ἕτερον αὐτῶν, τὸ δὲ λοιπὸν ἓν εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρία c· δυοῖν δὲ ὄντων τῶν ἐγκυρτίων, ὡς εἴρηται, τὸ ἕτερον, ὅπερ ἔφην καὶ πρότερον εἶναι ‘δίκρουν‘, σχίσας τὸ μέρος ἑκάτερον δίχα κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν ‘. διὰ τί τοίνυν κοινὸν αὐτὸ εἶπεν, αὐτὸς ἐφεξῆς δηλώσει λέγων ὥστε 〈ὅτε〉 μὴ κατὰ τὸ στόμα ἴοι θάτερο ν , ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύματα ἀναπληροῦσθα ι· τὸ γὰρ τῆς ἀναπνοῆς ἐγκύρτιον ‘δίκρουν‘ γενόμενον ὁδοὺς ἔσχε τοῦ πνεύματος δύο, μίαν μὲν κατὰ τὸ στόμα, τὴν δ’ ἄλλην διὰ τῆς ῥινός, ἥτις, ὅτ〈αν ἡ τοῦ πνεύ〉ματος εἴσοδος ἡ κατὰ τὸ στόμα πεπαυμένη πως ᾖ, καὶ 〈τὴν δι’ ἐκείνης χορηγουμένην οὐ〉σίαν ἐκπληροῖ. ταῦτα εἰπὼν ὁ Πλάτων περὶ τῶν ἐγκυρτίων 〈καὶ περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν〉 ἐφεξῆς ἔφη· καλεῖ δὲ αὐτὰς ἀπὸ τῆς ἐπικρατούσης οὐσίας ‘πυρὸς ἀκτῖνας‘. 78d2——79a4.[29] |
| 16 | Καὶ πάλιν δὴ τοῦτο τοτὲ μὲν εἰς τὰ ἐγκύρτια ξυρρεῖν μαλακῶ c , ἅτε ἀέρα ὄντ α , ἐποίησε ν , 〈τοτὲ δὲ ἀναρρεῖν μὲν τὰ ἐγκύρτι α , τὸ δὲ πλέγμ α , ὡς ὄντος τοῦ σώματος μανο ῦ , δύεσθαι εἴσω δ ι ’ αὐτοῦ καὶ πάλιν ἔξ ω , τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεμένας ἀκολουθεῖν ἐ φ ’ ἑκάτερα ἰόντος τοῦ ἀέρο c , καὶ τοῦτ ο , ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷο ν , μὴ διαπαύεσθαι γιγνόμενον · τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυμίας θέμενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγομεν θέσθαι τοὔνομ α . πᾶν δὲ δὴ τό τ ’ ἔργον καὶ τὸ πάθος τοῦ θ ’ ἡμῶν τῷ σώματι γέγονεν ἀρδομένῳ καὶ ἀναψυχομένῳ τρέφεσθαι καὶ ζῆν · ὅταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνημμένον ἕπητα ι , διαιωρούμενον δ ’ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβ ῃ , τήκει δ ή , καὶ κατὰ [ τ ὰ ] σμικρὰ διαιροῦ ν , διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγο ν , οἷον ἐκ κρήνης ἐ π ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν ταῦτ α , ῥεῖν [ἢ ] ὥσπερ αὐλῶνος διὰ τοῦ σώματος〉 τὰ τῶν φλεβῶν ποιεῖ ῥεύματ α . Ὑπομνήσωμεν ἡμᾶς αὐτούς, ὅτι τὸ〈ν〉 μὲν ὅλον κύρτον, οὗ τὸ δέ〈ρμα〉 πέρας ὃ συνεχές ἐστι τῷ ἔξωθεν ἀέρι, βούλεται νοεῖν ἡμᾶς ἐν ἑαυτῷ ἔχειν οἷον ἐγκύρτια δύο χώρας ἀέρος τὴν μὲν ἐν τῇ γαστρί, τὴν δ’ ἐν τῷ θώρακι, τὸ δὲ μεταξὺ τούτων, ὅπερ ἐστὶ τὸ σῶμα, διατεταμένας ἔχειν ἀκτῖνας πυρό c, ἃς εὔλογόν ἐστι νοεῖν ἡμᾶς διὰ τῶν ἀρτηριῶν καὶ φλεβῶν τετάσθαι καὶ εἶναι ταύτας αὐταῖς ὁδοὺς τῆς ἐφ’ ἑκάτερα φορᾶς ἔσωθέν τε ἔξω καὶ αὖθις ἔξωθεν [τε] ἔσω· δύο γὰρ εἶναι κινήσεις ἐναντίας ἀλλήλαις φησὶ τῷ παντὶ πλοκάνῳ ποτὲ μὲν ἀπὸ τῶν ἐγκυρτίων ἄχρι τοῦ περιέχοντος ἡμᾶς ἀέρος φερομένῳ, ποτὲ δὲ ἀπ’ αὐτοῦ πρὸς τὰ ἐγκύρτια· τίνα δὲ τρόπον αἱ κινήσεις αὗται γίνονται καὶ τίνα τὴν αἰτίαν ἔχουσι τοῦ μὴ παύεσθαι ἄχρι περ ἂν ζῇ τὸ σῶμα, διὰ τῶν ἐφεξῆς ἐρεῖ, ἀλλὰ νῦν γε τὸν προκείμενον λόγον συγκεφαλ〈αι〉ούμενος τὴν ἐφ’ ἑκάτερα κίνησιν ἀναπνοήν τε καὶ ἀνάδοσιν τροφῆς ἐργάζεσθαί φησιν. ἐγὼ μὲν οὖν τὸ συγκείμενον ὅλον ἔκ τε τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς ἀναπνοὴν ὠνόμασα τοῖς ἰατροῖς ἑπόμενος σχεδὸν ἅπασιν· ὄντων γὰρ τριῶν πραγμάτων, ἑνὸς μὲν τῆς εἴσω φορᾶς, δευτέρου δὲ τῆς ἔξω καὶ τρίτου 〈τοῦ〉 ἐξ ἀμφοῖν συγκειμένου, τὴν μὲν ἔσω φορὰν τοῦ πνεύματος εἰσπνοὴν ὀνομάζουσι, τὴν δὲ ἔξω φορὰν ἐκπνοήν, τὸ δὲ ἐξ ἀμφοῖν σύνθετον ἀναπνοήν, ὁ δὲ Πλάτων τὴν εἰσπνοὴν ἀναπνοὴν ὠνόμασεν, ἣν γίνεσθαί φησιν εἴς τε τὴν ἀρτηρίαν τὴν τραχεῖαν δηλονότι καὶ τὴν γαστέρα· διαδεχομένης δὲ τὴν εἴσω φορὰν τοῦ πνεύματος τῆς ἔξω κατὰ τὴν μεταξὺ χώραν τῶν τε ἐγκυρτίων καὶ τοῦ μεγάλου κύρτου τέμνεσθαι τὰ σιτία καὶ τὰ ποτὰ κατὰ τὴν ἔσω κίνησίν τε καὶ φορὰν τοῦ παντὸς πλοκάνου, συναναφέρεσθαι δὲ εἰς τὸ σῶμα τῇ τε θερμασίᾳ καὶ τῷ πνεύματι καταθραυσθέντα. τοῦτο μὲν ἡ καλουμένη πρὸς τῶν ἰατρῶν ἀνάδοσίς ἐστι φερομένης τῆς τροφῆς διὰ τῶν φλεβῶν τε καὶ τῶν ἀρτηριῶν ἐπὶ πάντα τὰ μόρια τοῦ σώματος· τίς δὲ ἡ τῆσδε τῆς ἐφ’ ἑκάτερα φορᾶς ἐστιν αἰτία τῷ τε πνεύματι καὶ τῇ θερμασίᾳ, μετὰ ταῦτα διέρχεται. 79a5——c7.[48] |
| 17 | Πάλιν δὲ τὸ τῆς ἀναπνοῆς ἴδωμεν πάθο c , αἷς χρώμενον αἰτίαις τοιοῦτον γέγονεν οἷόνπερ 〈τὰ〉 νῦν ἐστι ν . ὧ δ ’ οὖ ν . ἐπειδὴ κενὸν οὐδέν ἐστιν εἰς ὃ τῶν φερομένων δύναι τ ’ ἂν εἰσελθεῖν τ ι , τὸ δὲ πνεῦμα φέρεται πα ρ ’ ἡμῶν ἔξ ω , τὸ μετὰ τοῦτο ἤδη παντὶ δῆλον ὡς οὐκ εἰς κενό ν , ἀλλὰ τὸ πλησίον ἐκ τῆς ἕδρας ὠθε ῖ , τὸ δὲ ὠθούμενον ἐξελαύνει τὸ πλησίον ἀε ί , καὶ κατὰ ταύτην τὴν ἀνάγκην πᾶν περιελαυνόμενον εἰς τὴν ἕδραν ὅθεν ἐξῆλθε τὸ πνεῦμ α , εἰσιὸν ἐκεῖσε καὶ ἀναπληροῦν αὐτή ν , ξυνέπεται τῷ πνεύματ ι , καὶ τοῦτο ἅμα πᾶν οἷον τροχοῦ περιαγομένου γίγνεται διὰ τὸ κενὸν μηδὲν εἶνα ι . διὸ δὴ 〈τὸ〉 τῶν στηθῶν καὶ τοῦ πνεύμονος ἔξω μεθιὲν τὸ πνεῦμα πάλιν ὑπὸ τοῦ περὶ τὸ σῶμα ἀέρο c , εἴσω διὰ μα〈νῶν〉 τῶν σαρκῶν δυομένου καὶ περιελαυνομένο υ , γίνεται πλῆρε c · αὖθις 〈δὲ〉 ἀποτρεπόμενος ὁ ἀὴρ καὶ διὰ τοῦ σώματος ἔξω ἰὼν εἴσω τὴν ἀναπνοὴν περιωθεῖ 〈κατὰ τὴν τοῦ στόματος〉 καὶ τὴν τῶν μυκτήρων δίοδο ν . Οὐδὲ κατὰ ταύτην τὴν ῥῆσιν εἶπεν ἤδη τὴν πρώτην αἰτίαν τῆς ἀναπνοῆς. ἀμέλει συμπληρώσας αὐτὴν ἄρχεται τῆς μετ’ αὐτὴν ὧδε· ‘τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε‘. τί οὖν ἐστιν ὃ νῦν κατὰ τὴν προκειμένην εἶπε; τὸ κατὰ τὴν περίωσιν ὀνομαζομένην δόγμα, καθ’ ἣν βούλεται γίνεσθαι τήν τε ἀναπνοὴν καὶ τὴν διαπνοήν· καλοῦμεν γὰρ οὕτως ἡμεῖς τὸ μὲν ἀναπνοήν, ὡς εἴρηται, τὸ συγκείμενον ἐκ τῆς εἰσπνοῆς τε καὶ τῆς ἐκπνοῆς, ὅταν διὰ τοῦ στόματος ἄμφω γίνηται ταῦτα, τὸ δὲ διαπνοήν, ὅταν καθ’ ὅλον τὸ σῶμα. ἀμφότερα δὲ ταῦτα βούλεται κατὰ τὴν περίωσιν γίγνεσθαι τρόπῳ τῷδε· ὅταν μὲν διὰ τοῦ στόματος ἐκπνέωμεν, συμβαίνειν τὸν ἐκ τῶν 〈ἐγ〉κυρτίων ἀέρα φερόμενον ἔξω περιωθεῖν τὸν ἔξωθεν ἀέρα διὰ τοῦ δέρματος μανοῦ, τὸν δὲ φέρεσθαι πρὸς τὸ βάθος τοῦ σώματος ἀναπληροῦντα τὴν χώραν τοῦ κατὰ τὴν ἐκπνοὴν ἀέρος ἐκτὸς φερομένου· ὅταν δ’ αὖ πάλιν ἐπὶ τὴν διὰ τοῦ δέρματος ἐκτὸς φορὰν ὁρμήσῃ τό τε πνεῦμα καὶ ἡ θερμασία, περιωθούμενον αὖθις τὸν ἔξωθεν ἀέρα φέρεσθαι διὰ τοῦ στόματος ἔσω τοῦ σώματος, ὅπερ, ὡς ἔφην, εἰσπνοή γε κυριώτερον ὑπὸ τῶν ἰατρῶν οὐκ ἀναπνοὴ καλεῖται. γίνεσθαι δέ φησιν ὁ Πλάτων τὴν περίωσιν ταύτην διὰ τὴν ἀνάγκην τοῦ κενοῦ, τουτέστι τοῦ μηδεμίαν χώραν γενέσθαι κενήν· καὶ διὰ τοῦτο 〈τοῦ〉 κενουμένου τὸ συνεχὲς ἕπεται τὴν χώραν αὐτοῦ πληροῦν, ὅπερ Ἐρασίστρατος ὀνομάζειν εἴωθε τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν. 79c7——e9.[39] |
| 18 | Τὴν δὲ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε · πᾶν ζῷον ἑαυτοῦ πάντως περὶ τὸ αἷμα καὶ τὰς φλέβας θερμότητα ἔχε ι , οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρό c · ὃ δὴ καὶ προσεικάζομεν τῷ τοῦ κύρτου πλέγματ ι , κατὰ μέσον διατεταμένον ἐκ πυρὸς πεπλέχθαι πᾶ ν , τὰ δ ’ ἄλλα ὅσα ἔξωθε ν , ἀέρο c . τὸ θερμὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁμολογητέον ἰέναι · δυοῖν δὲ ταῖν διεξόδοιν οὔσαι ν , τῆς μὲν κατὰ τὸ σῶμα ἔξ ω , τῆς δ ’ αὖ κατὰ 〈τὸ〉 στόμα καὶ τὰς ῥῖνα c , ὅταν μὲν ἐπὶ θάτερα ὁρμής ῃ , θάτερα περιωθε ῖ , τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐμπῖπτον θερμαίνετα ι , τὸ δὲ ἐξιὸν ψύχετα ι . μεταβαλλούσης δὲ τῆς θερμότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερμοτέρων γινομένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερμότερον μᾶλλο ν , πρὸς τὴν ἑαυτοῦ φύσιν φερόμενο ν , περιωθεῖ τὸ κατὰ θάτερα · τὸ δὲ ταὐτὰ 〈πάσχον καὶ ταὐτὰ〉 ἀνταποδιδὸν ἀε ί , κύκλον οὕτως σαλευόμενον ἔνθα καὶ ἔνθα ἀπειργασμένον ὑ π ’ ἀμφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχετα ι . Σαφῶς ἐδήλωσε νῦν τὴν ἐν τῷ βάθει χώραν, ἐν ᾗ φησιν εἶναι τὸν οἷον κύρτον, ἣν ὠνόμασε πηγήν τινα πυρό c. ταύτην οὖν τὴν θερμασίαν ἀναθεῖν βούλεται πρὸς τὸ ξυγγενέ c. ἐὰν μὲν οὖν φθάσῃ κατὰ τὴν διὰ τοῦ στόματος ἔξοδον ἡ ὁρμὴ τῆς 〈κατὰ τὰς〉 φλέβας θερμότητος ἐμπίπτειν ταῖς ἐντὸς ἀεροειδέσι κοιλότησιν, ἅμα μὲν τέμνειν τε καὶ καταθραύειν τὰ κατ’ αὐτάς, ἅμα δὲ καὶ συνεπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα, καὶ οὕτως συμβαίνειν τὸ μὲν περιωσθὲν εἰς τὸ θερμὸν ἐμπῖπτον, ὃ δὴ πῦρ ὠνόμασε, θερμαίνεσθαι, τὸ δ’ ἐξιὸν ψύχεσθαι, ἕπεσθαι δὲ πάλιν [ἐν] τῷδε τὸ μὲν θερμανθὲν ἀναθεῖν πρὸς τὸ συγγενὲς διὰ τῆς ἐκτὸς ἐπιφανείας, ἀκολουθεῖν δὲ αὐτῷ τὸν κατὰ τὰς ἔνδον κοιλότητας ἀέρα, τούτῳ δὲ πάλιν ἕπεσθαι τὸν ἄχρι τοῦ στόματος, ᾧ τὸν ἐκτὸς ἀκολουθεῖν περιωθούμενον ὑπὸ τοῦ ἐξιόντος διὰ τὸ κενὴν χώραν μηδεμίαν εἶναι τὴν ὑποδεξομένην τὸ φερόμενον ἐκ τοῦ σώματος ἔξω, καὶ κατὰ τοῦτο πάλιν ὠθούμενον τὸν πλησίον ἀέρα καὶ αὐτὸν αὖθις ὠθεῖν τὸν συνεχῆ, κἀκεῖνον ὁμοίως τὸν μεθ’ ἑαυτόν, ἄχρις ἂν ἐν τῇ περιώσει ταύτῃ πάλιν εἰς τὸ κενούμενον τοῦ σώματος ὁ ἀναπληρώσων ἀὴρ αὐτὸ παραγένηται. γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος, ἀλλ’, ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθ α, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς 〈Ἑστιαίου τοῦ〉 ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν· ἐκείνη μὲν γὰρ κατὰ κύκλον ἀκριβῆ διὰ παντὸς περιφέρεσθαι τὸν ἀέρα ἐπὶ τὰ αὐτὰ καὶ ὡσαύτως βούλεται, αὕτη δὲ οὐ κατὰ κύκλον ἀεὶ τὸν αὐτόν, ἀλλ’, ὡς ἄν τις εἴποι, κατὰ δύο ἡμικύκλια ἐναντίως ἀλλήλοις κινούμενα. 79e10——80c8.[43] |
| 19 | Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθημάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουμένω ν , ὅσα ἀφεθέντα μετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρετα ι , ταύτῃ διωκτέο ν , καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνοντα ι , τοτὲ μὲν ἀνάρμοστοι φερόμενοι δ ι ’ ἀνομοιότητα τῆς ἐν ἡμῖν ὑ π ’ αὐτῶν κινήσεω c , τοτὲ δὲ ξύμφωνοι δ ι ’ ὁμοιότητ α . τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυομένας ἤδη τε εἰς ὅμοιον ἐληλυθυία c , αἷς ὕστερον αὐτοὶ προσφερόμενοι κινοῦσιν ἐκείνα c , 〈κατα〉λαμβάνουσι ν , καταλαμβάνοντες δὲ οὐκ ἄλλην ἐπεμβάλλοντες ἀνετάραξαν κίνησι ν , ἀλ λ ’ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονο c , ἀποληγούσης δ έ , ὁμοιότητα προσάψαντε c , μίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην · ὅθεν ἡδονὴν μὲν τοῖς ἄφροσι ν , εὐφροσύνην δὲ τοῖς ἔμφροσι διὰ τὴν τῆς θείας ἁρμονίας μίμησιν ἐν θνηταῖς γενομένην φοραῖς παρέσχο ν . καὶ δὴ καὶ τὰ τῶν ὑδάτων ῥεύματα πάντ α , ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώματα καὶ τὰ θαυμαζόμενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθω ν , πάντων τούτων ὁλκὴ μὲν οὐκ ἔστιν οὐδενί ποτ ε , τὸ δὲ κενὸν εἶναι μηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα τά τε διακρινόμενα καὶ συγκρινόμενα πρὸς τὴν αὑτῶν διαμειβόμενα ἕδραν ἕκαστα [ ἂ ν ] ἰέναι πάντ α , τούτοις τοῖς παθήμασι πρὸς ἄλληλα συμπλεχθεῖσι τεθαυματουργημένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσετα ι . Οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον σχεδὸν ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτ’ ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας 〈τὴν τοῦ〉 Ἑστιαίου δόξαν· ὅτι δὲ ἐπικαιροτάτη τῶν φυσικῶν δυνάμεων ἡ ὁλκή, δέδεικται μέντοι καὶ διὰ τῆς τῶν φυσικῶν δυνάμεων πραγματείας εὐθέως κατὰ 〈τὸ〉 πρῶτον ὑπόμνημα, φαίνεται δὲ ἐναργῶς καὶ πρὸ τῆς διὰ μακρῶν λόγων ἀποδείξεως. ἐὰν γάρ τις 〈εἰς〉 ὕδωρ καθεὶς αὐλίσκον ἤ τινα κάλαμον εὐθύτρητον ἐξέλκῃ τῷ στόματι τὸν ἀέρα, συνακολουθήσει τὸ ὕδωρ οὐδεμιᾶς αἰτίας ἑτέρας προηγουμένης τῆς κατὰ τὴν ὁλκὴν ἐνεργείας. ἡμέτερον γοῦν ἐστιν, ὁπότε βουληθείημεν, περιθεῖσι τὰ χείλη τῷ καλάμῳ τὸ περιεχόμενον ἐν αὐτῷ πρὸς ἡμᾶς αὐτοὺς ἕλκειν. εἰ δὲ οὐκ ἔστι τοῦτο ἡμέτερον ἔργον, οὐκ ἀρχὴν τῆς κινήσεως ἐξ ἡμῶν ἕξει. φαίνεται δὲ καὶ ἡ καρδία, κἂν ἐξαιρεθῇ τοῦ ζῴου, τὴν κίνησιν ἄχρι πολλοῦ διαφυλάττουσα κατά τε τὴν διαστολὴν καὶ τὴν συστολήν. ὥσπερ οὖν ἐν τῇ συστολῇ τὸ περιεχόμενον ἐκθλίβει σαφῶς, οὕτως ἐν τῇ διαστολῇ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ ἀναπληρῶσον τὸ κενούμενον αὑτῆς ἐπισπᾶται.[40] |