eul_wid: dum-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Comic Fragments on Rural Life by Eupolis of Athens

The Comic Fragments on Rural Life is a modern assemblage of passages attributed to the Athenian playwright Eupolis, a major figure of Old Comedy active during the late fifth century BCE. No complete play by Eupolis survives; his corpus is known only through 692 fragments preserved in quotations by later ancient authors and on papyri, of which those depicting rustic themes have been grouped under this title. These excerpts originate from various lost comedies, including Demes and Maricas, which featured rural settings and characters. The fragments frequently juxtapose the integrity and labour of the farmer against the corruption of urban politicians and sophists. This contrast is widely read as a reflection of the Peloponnesian War period, during which the Attic countryside was repeatedly invaded and its agricultural population severely displaced. The comedy thus employed an idealized vision of rural aretē to satirize contemporary political life and to mourn the social upheavals of the conflict. The intended audience was the broad Athenian public gathered for civic dramatic festivals. The transmission of these texts is entirely fragmentary, relying on indirect preservation through citations in later Greek and Roman writers and direct survival via papyrus discoveries in Egypt. This patchwork record makes the work of Eupolis particularly instructive for historians, as it provides complementary insights into Athenian society and Old Comedy beyond the more complete surviving plays of his contemporary, Aristophanes.

ΑΙΓΕΣ
ὡς δή ποτʼ αὐτῶν ἢν κάμῃ τις, εὐθέως
ἐρεῖ· πρίω μοι σελάχιʼ· ἤν τʼ ἴδῃ λύκον,
κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον.
σὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενος.
καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς.
ἐγὼ τελῶ τὸν μισθὸν ὅντινʼ ἂν χρῇ.
καὶ τῆς λοπάδος· ἔνεισι δʼ ἑψητοί τινες.
ὦ Χάριτες, αἷς μέλουσιν ἑψητοί.
πλὴν
ἅπαξ ποτʼ ἐν Φαίακος ἔφαγον καρίδας.
Διόνυσε χαῖρε. μή τι πέντε καὶ δύο;
τὴν πανδοκεύτριαν γὰρ ὁ γλάμων ἔχει.
προσένεγκέ μοὐγγὺς τὸ στόμʼ ὀσφρέσθαι τὸ σόν.
ταύτην ἐγὼ ζητῶν πάλαι τὴν ἁρμογήν.
τοῦδε νῦν γεῦσαι λαβών.
ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν.
βοσκόμεθʼ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου κομάρου τε
πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισί γε θαλλόν,
κύτισόν τʼ ἠδὲ σφάκον εὐώδη, καὶ σμίλακα τὴν πολύφυλλον,
κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην,
πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, φηγόν, κισθόν, θύμα, θύμβραν.
αὐτοῦ τὴν χερνίβα παύσεις.
σφυράδων πολλῶν ἀναμέστη
βουκολεῖσθαι αἶγας
ἱερεὺς Διονύσου
νεόκοπον κάρδοπον
ἀνακές
ἀνεσκιρτημένας
βαλλαντίδια
βίος
ἐλεινόν
ἐλελήθεισαν
ἔφιππον
μεμβράδες
νεανισκεύεται
χορδῶν
ΑΣΤΡΑΤΕΥΤΟΙ Η ΑΝΔΡΟΓΥΝΑΙ
Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο,
κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ.
ἐν εὐσκίοις δρόμοισιν Ἀκαδήμου θεοῦ.
δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν.
Ἀθηναίων εἰ βούλεταί τις ἐγγράφειν—
μήποτε θρέψω
παρὰ Περσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει.
ἄνδρες ἑταῖροι, δεῦρο δὴ τὴν γνώμην προσίσχετε,
εἰ δυνατὸν καὶ μή τι μεῖζον πράττουσα τυγχάνει. …
καὶ ξυνεγιγνόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν.
ΑΥΤΟΛΥΚΟΣ Α ΚΑΙ Β
οἰκοῦσι δʼ ἐνθάδʼ ἐν τρισὶν καλιδίοις,
οἴκημʼ ἔχων ἕκαστος.
ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντʼ ἄχθομαι.
ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα.
ἆρα σφόδρʼ ἐνεούρησεν ἐξώλης γέρων;
τί δῆτʼ ἄν, εἰ μὴ τὸ σκάφιον αὐτῇ παρῆν;
σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.
ἐλλιμένιον δοῦναι πρὶν εἰσβῆναί σε δεῖ.
ἀτὰρ ἤγαγες καινόν τι φῖτυ τῶν βοῶν.
ἀνεκάς τʼ ἐπαίρω καὶ βδελυρὸς σὺ τὸ σκέλος.
καπνοὺς ἀποφαίνει καὶ σκιάς.
ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες.
Β. πῶς ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας;
δίφρος Θετταλικὸς τετράπους
ἀκαλήφας
ἀναφλασμόν
ἀπρασία
ἀρρωστήμων
βιασμός
ἐπίπεμπτον
νουθέτησιν
πορνεύεσθαι
ΒΑΠΤΑΙ
ἀναρίστητος ὢν
κοὐδὲν βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων
ὅτι οὐκ ἀτρύφερος οὐδʼ ἄωρός ἐστʼ ἀνήρ.
ἀλλʼ ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν.
ἐπιχώριος δʼ ἔστʼ ἢ ξένης ἀπὸ χθονός;
ὦ ῥύμβε μαστίξας ἐμέ
ἀλλʼ οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προ-
βούλευμα βαστάζουσι τῆς πόλεως μέγα.
ἀνόσια πάσχω ταῦτα ναὶ μὰ τὰς Νύμφας.
Β. πολλοῦ μὲν οὖν δίκαια ναὶ μὰ τὰς κράμβας.
ἐκεῖ γὰρ ἕξεις ἀγαθὰ πολλὰ δὴ πρῴ.
ἀλλὰ τὰς κίστας γʼ ἔχουσι πλουσίως σεσαγμένας.
ὃς καλῶς μὲν τυμπανίζεις
καὶ διαψάλλει τριγώνοις
κἀπικινεῖς ταῖς κοχώναις
καὶ πείθεις ἄνω σκέλη.
κἀκείνους τοὺς Ἱππέας
συνεποίησα τῷ φαλακρῷ τούτῳ κἀδωρησάμην.
σὺ δʼ ὕπαγʼ εἰς τοὔμπροσθεν.
χαλκῷ περὶ κοττάβῳ
κάπνην
παλιναιρέτους
ΔΗΜΟΙ
οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην
χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.
Νικίας πῶς γὰρ ἐγένου δίκαιος; …
Ἀριστείδης ἡ μὲν φύσις τὸ μέγιστον ἦν, ἔπειτα δὲ
κἀγὼ προθύμως τῇ φύσει συνελάμβανον.
τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον.
ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες.
κράτιστος οὗτος ἐγένετʼ ἀνθρώπων λέγειν·
ὁπότε παρέλθοι δʼ, ὥσπερ ἁγαθοὶ δρομῆς,
ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας,
ταχὺν λέγεις μέν, πρὸς δέ γʼ αὐτοῦ τῷ τάχει
πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν·
οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων
τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.
λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.
ῥήτωρ γάρ ἐστι νῦν τις, ὅν γʼ ἔστιν λέγειν;
Β. ὁ Βουζύγης ἄριστος ἁλιτήριος.
τί κέκραγας ὥσπερ Βουζύγης ἀδικούμενος;
Περικλῆς ὁ νόθος δέ μοι ζῇ; Μυρωνίδης καὶ πάλαι γʼ ἂν ἦν ἀνήρ,
εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν.
οὐ δεινὸν οὖν κριοὺς ἔμʼ ἐκγεννᾶν τέκνα,
ὄρνεις δʼ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
καὶ μηκέτʼ, ὦναξ Μιλτιάδη καὶ Περίκλεες,
ἐάσατʼ ἄρχειν μειράκια βινούμενα,
ἐν τοῖν σφυροῖν ἕλκοντα τὴν στρατηγίαν.
ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.
ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας
αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσι μοι.
Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες,
βληχητὰ τέκνα κοὐδαμῶς τοῦ τρόπου.
ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις.
ἀμβλυστονῆσαι καὶ χλοῆσαι τὴν πόλιν.
καὶ τοῦ μὲν ἐν κύκλῳ γε παύσομαι λόγου,
φράσω δέ σοι τὸ πρᾶγμα διὰ τῶν χωρίων.
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
τὸ χαλκίον
θέρμαινέ θʼ ἡμῖν καὶ θύη πέττειν τινὰ
κέλευʼ, ἵνα σπλάγχνοισι συγγενώμεθα.
γυναῖκʼ ἔχοντα μάλα καλήν τε κἀγαθήν·
αὕτη νεανικοῦντος ἐπεθύμησέ μου.
τοιαῦτα μέντοι νιγλαρεύων κρούματα—
ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών.
ἔχων στατῆρας χρυσίου τρισχιλίους.
ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον—
λέγʼ ὅτου ʼπιθυμεῖς, κοὐδὲν ἀτυχήσεις ἐμοῦ.
ὅτῳ δʼ ἂν οἶνος ᾖ πολὺς πίσει.
τοιγαροῦν στρατηγὸς ἐξ ἐκείνου τοῦ χρόνου
οὐδεὶς δύναται ὥσπερ μειαγωγὸς ἑστιῶν
τῆς τοῦδε νίκης πλείονʼ ἑλκύσαι σταθμόν.
καὶ μὴν ἐγὼ πολλῶν παρόντων οὐκ ἔχω τί λέξω·
οὕτω σφόδρʼ ἀλγῶ τὴν πολιτείαν ὁρῶν παρʼ ἡμῖν.
ἡμεῖς γὰρ οὐχ οὕτω τέως ᾠκοῦμεν οἱ γέροντες,
ἀλλʼ ἦσαν ἡμῖν τῇ πόλει πρῶτον μὲν οἱ στρατηγοὶ
ἐκ τῶν μεγίστων οἰκιῶν, πλούτῳ γένει τε πρῶτοι,
οἷς ὡσπερεὶ θεοῖσιν ηὐχόμεσθα· καὶ γὰρ ἦσαν·
ὥστʼ ἀσφαλῶς ἐπράττομεν· νυνὶ δʼ, ὅταν τύχωμεν,
στρατευόμεσθʼ αἱρούμενοι καθάρματα στρατηγούς.
κἄν τις τύχῃ πρῶτος δραμών, εἴληφε χειρόνιπτρον,
ἀνὴρ δʼ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης,
νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας
καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. Α. δεχόμεσθα.
ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις
προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα.
μὴ παιδὶ τὰ κοινά.
ὅτι; τὸ πυριατήριον.
ἐγχώριος ἀνήρ, ἐγχώριον πρᾶγμα
ἀριστητικός
ἥσθημα
θηρία
καπνοδόκην
καυχήσεται
ΔΙΑΙΤΩΝ
ΔΙΑΣ
ΕΙΛΩΤΕΣ
καὶ γένηται τοῖσδε σάμερον κοπίς.
τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε
ἀρχαῖον ἀείδειν· ὁ δὲ Γνήσιππος ἔστιν ἀκούειν.
κεῖνος νυκτερίνʼ εὗρε μοιχοῖς ἀείσματʼ ἐκκαλεῖσθαι
γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.
τέμενος Ποτειδᾶ ποντίω
ὀβολὸν τὸν καλλιχέλωνον
λαγώς
τήγανον
ΚΛΟΠΑΙ
ΚΟΛΑΚΕΣ
ἔνδον μέν ἐστι Πρωταγόρας ὁ Τήιος …
ὃς ἀλαζονεύεται μὲν ἁλιτήριος
περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει.
πίνειν γὰρ αὐτὸν Πρωταγόρας ἐκέλευʼ, ἵνα
πρὸ τοῦ κυνὸς τὸν πνεύμονʼ ἔκκλυστον φορῇ.
λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ.
δεῖπνον θὲς ἑκατὸν δραχμάς. Β. ἰδού.
Α. οἶνον θὲς ἑτέραν μνᾶν.
δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον
ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.
ἄκουε δὴ σκεύη τὰ κατὰ τὴν οἰκίαν.
παραπλήσιʼ ὄντα σοι γέγραπται τἄπιπλα.
ἵππον κέλητʼ ἀσκοῦντα θές.
θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς.
ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου
πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνησʼ ἅπαξ,
ὅτε τἀν Σάμῳ δʼ ἦν, ἡμιωβολίου κρέα.
φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας
τὸ χρυσίον, τἀργύρια πορθεῖται.
καὶ τὸν Κέκροπα τἄνωθεν ἀνδρός φασʼ ἔχειν
μέχρι τῶν κοχωνῶν, τὰ δὲ κάτωθεν θυννίδος.
τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει.
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. Β. τί ληρεῖς;
οὐκ οἴκαδʼ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
ἀλλὰ δίαιταν ἣν ἔχουσʼ οἱ κόλακες πρὸς ὑμᾶς
λέξομεν· ἀλλʼ ἀκούσαθʼ ὡς ἐσμὲν ἅπαντα κομψοὶ
ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν
ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸν αὐτοῦ.
ἱματίω δέ μοι δύʼ ἐστὸν χαρίεντε τούτω,
οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω
εἰς ἀγοράν. ἐκεῖ δʼ ἐπειδὰν κατίδω τινʼ ἄνδρα
ἠλίθιον, πλουτοῦντα δʼ, εὐθὺς περὶ τοῦτον εἰμί.
κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτʼ ἐπαινῶ,
καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.
εἶτʼ ἐπὶ δεῖπνον ἐρχόμεσθʼ ἄλλυδις ἄλλος ἡμῶν
μᾶζαν ἐπʼ ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ
τὸν κόλακʼ εὐθέως λέγειν, ἢ ʼκφέρεται θύραζε.
οἶδα δʼ Ἀκέστορʼ αὐτὸ τὸν στιγματίαν παθόντα·
σκῶμμα γὰρ εἶπʼ ἀσελγές, εἶτʼ αὐτὸν ὁ παῖς θύραζε
ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.
φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ
καὶ πολὺ μέγιστʼ ἀγαθά. ταῦτα δʼ ἀποδείξομεν.
παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,
ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῴ,
καὶ γυναῖκες εἱλίποδες.
οὐ πῦρ οὐδὲ σίδηρος
οὐδὲ χαλκὸς ἀπείργει
μὴ φοιτᾶν ἐπὶ δεῖπνον.
ὃς χαρίτων μὲν ὄζει,
καλλαβίδας δὲ βαίνει,
σησαμίδας δὲ χέζει,
μῆλα δὲ χρέμπτεται.
φροῦδον τὸ χειρόνιπτρον
πεζὰς μόσχους
κεκρύφαλοί τε καὶ τύλη
μολυβδίνους κρατευτάς
κοιλιοδαίμων
ταγηνοκνισοθήρας
λευκὴ ἡμέρα
ἐφάπαξ
περίστατοι
συμπαροίκους
ΛΑΚΩΝΕΣ
τὰ συκάριʼ ἐποίησε μυττωτὸν πολύν.
ΜΑΡΙΚΑΣ
καὶ πόλλʼ ἔμαθον ἐν τοῖσι κουρείοις ἐγὼ
ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.
Α. πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;
Β. οὐδʼ εἶδον, εἰ μὴ '́ναγχος ἑστῶτʼ ἐν ἀγορᾷ.
Α. ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.
καίτοι τί παθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου;
Γ. ἠκούσατʼ, ὦ ξυνήλικες,
ἐπʼ αὐτοφώρῳ Νικίαν εἰλημμένον;
Β. ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς,
λάβοιτʼ ἂν ἄνδρʼ ἄριστον ἐν κακῷ τινι;
ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται.
Β. ὁ στρεβλός; Α. οὐκ ἀλλʼ ὁ μέγας, οὑνοκίνδιος.
ἀλλʼ εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ
κριὸν Χλόῃ Δήμητρι.
κρούων γε μὴν αὐτὰς ἐωνούμην ἐγώ.
τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ.
πότερʼ ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;
περιήλθομεν καὶ φῦλον ἀμφορεαφόρων.
νὼ γάρ, ἄνδρες, οὐχ ἱππεύομεν.
ἀλλʼ οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν.
ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν.
πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς
ψάγδαν ἐρυγγάνοντα
ἁμαρτωλία
αὐτοκάβδαλον
ἐντεθετταλίσμεθα
θερισμόν
ὀφλισκάνειν
σταμνάριον
ΝΟΥΜΗΝΙΑΙ
ΠΟΛΕΙΣ
οὓς δʼ οὐκ ἂν εἵλεσθʼ οὐδʼ ἂν οἰνόπτας πρὸ τοῦ,
νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις, πόλις,
ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.
ὁ Φιλῖνος οὗτος, τί ἄρα πρὸς ταύτην βλέπεις;
οὐκ ἀπολιβάξεις εἰς ἀποικίαν τινά;
Συρακόσιος δʼ ἔοικεν, ἡνίκʼ ἂν λέγῃ,
τοῖς κυνιδίοισι τοῖσιν ἐπὶ τῶν τειχίων·
ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμʼ ὑλακτεῖ περιτρέχων.
κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής·
κἀνίοτʼ ἂν ἀπεκοιμᾶτʼ ἂν ἐν Λακεδαίμονι,
κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην.
χἀμυνίας ἐκεῖνος ἀμέλει κλαύσεται,
ὅτι ὢν ἄγροικος ἵσταται πρὸς τῷ μύρῳ,
ὅτι θεῶν ἕνεκʼ ἔπλευσε κακὸς ὢν εἴσεται.
οὐκ ἀργαλέα δῆτʼ ἐστὶ πάσχειν ταῦτʼ ἐμέ,
τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος;
ὡς οὖν τίνʼ ἔλθω δῆτά σοι τῶν μάντεων;
πότερος ἀμείνων ἀμφοτέρων; ἢ Στιλβίδης;
Ἱερόκλεες βέλτιστε χρησμῳδῶν ἄναξ
καὶ τῷ Πυριλάμπους ἆρα Δήμῳ κυψέλη
ἔνεστιν;
ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;
Β. ἔγωγε μικρά γʼ ὀρτύγια· κἄπειτα τί;
ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.
ὃς τὴν Μαραθῶνι κατέλιφʼ ἡμῖν οὐσίαν.
τί δʼ ἔστʼ Ἀθηναίοισι πρᾶγμʼ ἀπώμοτον;
ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο.
ὡς ὑμῖν ἐγὼ
πάντως ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.
ἣν οὐκ ἀνέῳξα πώποτʼ ἀνθρώποις ἐγώ.
ὡς μόλις ἀνήρρησʼ· οὐδέν ἐσμεν οἱ σαπροί.
οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλʼ ἁπλήγιος.
ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν
ἐμοὶ γὰρ οὐκ ἔστʼ οὐδὲ λάσανʼ ὅπου χέσω.
κακὰ τοιάδε
πάσχουσα, μηδὲ πρᾶσιν αἰτῶ;
καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων
ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων
καρδόπους,
κρατῆρας ὀκτώ, δέκα χύτρας, δύο τρυβλίω,
κνέφαλλα δέκα, θέρμαυστριν, ἓξ θρόνους, χύτραν,
κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.
ἔχω γὰρ ἐπιτήδειον ἄνδρʼ αὐτῇ πάνυ.
πεφυτευμένη δʼ αὕτη ʼστὶν ἢ ψιλὴ μόνον;
Τῆνος αὕτη,
πολλοὺς ἔχουσα σκορπίους ἔχεις τε συκοφάντας.
αὕτη Χίος, καλὴ πόλις ...
πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς ἄνδρας θʼ ὅταν δεήσῃ,
καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος.
ἡ δʼ ὑστάτη ποῦ ʼσθʼ; Β. ἥδε Κύζικος πλέα στατήρων.
Α. ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν ποτʼ αὐτὸς
γυναῖκʼ ἐκίνουν κολλύβου καὶ παῖδα καὶ γέροντα,
κἀξῆν ὅλην τὴν ἡμέραν τὸν κύσθον ἐκκορίζειν.
ἄσπουδος δʼ ἀνὴρ σπουδαρχίδου κακίων.
ἔστι δέ τις θήλεια Φιλόξενος ἐκ Διομείων.
ὦ δέσποτα, καὶ τάδε νῦν ἄκουσον, ἃν λέγω σοι.
γράσος
ΠΡΟΣΠΑΛΤΙΟΙ
μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις ἦν.
τὸ δεινῆς ἀκούεις; Ἡράκλεις, τοῦτʼ ἔστι σοι
τὸ σκῶμμʼ ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα
ψυχρόν. γελᾷς, ὡς ὁρᾷς, τὰ παιδία.
τί κατακροᾶσθέ μου τὰ μουσοδονήματα;
πάντα γὰρ τυχὼν ἄπει.
ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα.
ἢ πηλὸν ὀργάζειν τινά
ΤΑΞΙΑΡΧΟΙ
Φορμίων οὔκουν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον;
Διόνυσος τί δʼ ἔστιν; εἰς ὤμιλλαν ἀριστήσομεν;
ἢ κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα;
ἀντὶ ποικίλου
πιναρὸν ἔχοντʼ ἀλουτίᾳ κάρα τε καὶ
τρίβωνα
ὅτʼ ἦν μέντοι νεώτερος, κρόκης
πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία.
Β. νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως.
δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας,
οἶνόν τε πίνειν Ναξίων ἀπʼ ἀμπέλων.
ὡς οὐκέτʼ ἂν
φάγοιμι ... στιβάδος ἐξ ὅτου '́φυγον.
ἐπιφαγεῖν μηδὲν ἄλλʼ ἢ κρόμμυον
λέποντα καὶ τρεῖς ἁλμάδας.
ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον,
ὥσπερ λεχὼ στρατιῶτις ἐξ Ἰωνίας.
οὐκ ἢν φυλάττῃ γʼ ὧδʼ ἔχων τὴν ἀσπίδα.
οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν
ἄγων ἀποκηρύξει τις ὅ τι ἂν ἀλφάνῃ;
ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν.
ὄνος ἀκροᾷ σάλπιγγος
ἀγκυρίσας ἔρρηξεν
σιδηρῖτιν τέχνην
σκευοφοριώτην
ΥΒΡΙΣΤΟΔΙΚΑΙ
ΦΙΛΟΙ
νὴ τὸν Ποσειδῶ, κοὐδέποτέ γʼ ἴσχει θύρα.
οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φορεῖν
σχιστὰς ἐνεργεῖν.
ῥέγκειν δὲ τοὺς ὅλμους . οἴμοι τῶν κακῶν.
οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν
τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν.
Χῖος δεσπότην ὠνήσατο
εὐφρανῶ δὲ νώ
τί μισθοῖ; ποῖ; πόση τις ἡ φορά;
τὴν δʼ αὐτὸς ἐκκανάξει
ἀνακογχυλίσασθαι
ΧΡΥΣΟΥΝ ΓΕΝΟΣ
δωδέκατος ὁ τυφλός, τρίτος ὁ τὴν κάλην ἔχων,
ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα,
πέμπτος δʼ ὁ πυρρός, ἕκτος ὁ διεστραμμένος·
χοὖτοι μέν εἰσʼ ἑκκαίδεκʼ εἰς Ἀρχέστρατον.
ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκʼ. Β. ἴσχε δή.
Α. ὄγδοος ὁ τὸ τριβώνιον ἔχων.
λοιπὸς γὰρ οὐδείς· ἡ τροφαλὶς ἐκεινηὶ
ἐφʼ ὕδωρ βαδίζει σκῖρον ἠμφιεσμένη.
ἔπειθʼ ὁ κουρεὺς τὰς μαχαιρίδας λαβὼν
ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν.
ὁρῶ. Β. θεῶ νῦν τήνδε Μαριανδυνίαν.
ὦλκαῖε Σικελιῶτα Πελοποννήσιε
οὐκ ἀλλʼ ἔθυον δέλφακʼ ἔνδον θἠστίᾳ
καὶ μάλα καλήν.
ἀτεχνῶς μὲν οὖν τὸ λεγόμενον σκύτη βλέπει.
ἀλλʼ ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖνʼ ἔχεις.
τί γάρ ἐστʼ ἐκεῖνος; Β. ἀποπάτημʼ ἀλώπεκος.
καὶ σκεῦος οὐδὲν εὗρον ἐν τᾠκήματι.
ἀριθμεῖν θεατὰς ψαμμακοσίους
εἰ μή τις αὐτὴν κατακλιεῖ
ἔπειτʼ εἴσειμʼ, ἐνθάδε μείνας
εἰς ὤμιλλαν, κἂν μὴ μετίῃ.
αὐτόματοι δʼ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ,
ὡς εὐδαίμων πρότερόν τʼ ἦσθα νῦν τε μᾶλλον ἔσει …
ἔδει πρῶτον μὲν ὑπάρχειν πάντων ἰσηγορίαν …
πῶς οὖν οὐκ ἄν τις ὁμιλῶν χαίροι τοιᾷδε πόλει,
ἵνʼ ἔξεστιν πάνυ λεπτῷ κακῷ τε τὴν ἰδέαν—
ὦ κατάλαβρʼ, ὦ κιθαραοιδότατε
τοῦ Διὸς τὸ σάνδαλον
Παντακλῆς σκαιός
Λάμπων οὑξηγητής
κατὰ χειρὸς ὕδωρ
ἀχυρός
νεοκάτοικος
πισοῦ
σιπύα
ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ
ἄγε δὴ πότερα βούλεσθε τὴν νῦν διάθεσιν
ᾠδῆς ἀκούειν, ἢ τὸν ἀρχαῖον τρόπον;
Β. ἀμφότερʼ ἐρεῖς, ἐγὼ δʼ ἀκούσας τοῖν τρόποιν
ὃν ἂν δοκῇ μοι βαστάσας αἱρήσομαι.
περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα
καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων,
καὶ περὶ τὰ γέλγη χοὖ τὰ βυβλίʼ ὤνια.
τίς οὑξεγείρας μʼ ἐστίν; οἰμώξει μακρά,
ὁτιή μʼ ἀνέστησʼ ὠμόυπνον.
εἶδες χορηγὸν πώποτε ῥυπαρώτερον
τοῦδε;
πόλιν γε θεοφιλεστάτην
οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασιν.
πρῶτος γὰρ ἡμᾶς, ὦ Κλέων,
χαίρειν προσεῖπας πολλὰ λυπῶν τὴν πόλιν.
συνέτυχεν ἐξιόντι μοι
ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν.
καὶ λέγουσί γε
τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσιν.
οὐ πάνυ ταχὺ
ῥίψας ἐμοὶ τοῦτʼ ἀναβαλεῖς τὸ κρητικόν;
ῥαφανίδες ἄπλυτοι, σηπίαι,
δρυπεπεῖς τʼ ἐλᾶαι.
σὺ δὲ τὰ καλώδια
ταῦθʼ ἁρκυώρει.
οἷόν γέ πού ʼστι γλῶσσα κἀνθρώπου λόγος.
μὴ τρηχὺς ἴσθι.
ὦ δαιμόνιʼ ἀνδρῶν, μὴ φθονερὸν ἴσθʼ ἀνδρίον.
κατʼ ἀντιβολίαν δέκα τάλαντʼ ἀπετισάμην.
ἀλλʼ ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον;
τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην
ὥσπερ ἀνέμου ʼξαίφνης ἀσελγοῦς γενομένου
καὶ μὴ πονηρούς, ὦ πονήρα, προξένει.
ἐγὼ δʼ ἄδειπνος ἑσπέρας ηὐλιζόμην.
οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα.
ἄνω ῥοθιάζει περὶ τὰ χείλη τῆς νεώς.
ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια—
οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν.
ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς.
γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη
ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες.
οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος.
ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος.
εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεος.
βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ.
αὐτοῦ δʼ ὄπισθεν κατέλαβεν τὸν κόντιλον.
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ
καὶ μουσικὴ πρᾶγμʼ ἐστὶ βαθύ τι καὶ καμπύλον.
ὃς τὸν νεανίσκον συνὼν διέφθορεν.
τὸ σῶμʼ ἔχουσι λεῖον ὥσπερ ἐγχέλεις.
λυγίζεται καὶ συστρέφει τὸν αὐχένα.
μάττει γὰρ ἤδη, καὶ τὸ πῦρ ἐκκάεται.
καὶ τοὺς περιπόλους ἀπιένʼ εἰς τὰ φρούρια.
ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα—
ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρʼ οὐ λέγεις.
παρὰ τῃδεδὶ σὺ τῇ σοβάδι κατηγάγου;
ἤδη κατεικάζουσιν ἡμᾶς ἰσχάδι
βολβῷ τε.
τῶν περὶ τάγηνον καὶ μετʼ ἄριστον φίλων
ὅσος δʼ ὁ βρυγμὸς καὶ κοπετὸς ἐν τῇ στέγῃ.
ὥσπερ γὰρ εἰς ζητρεῖον ἐμπεσών
καὶ γὰρ αἰσχρὸν ἀλογίου ʼστʼ ὀφλεῖν.
τῆ νῦν καταδέχεσθε τοὺς φακούς.
Ἀλκιβιάδης μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
Β. πολλὰς δʼ .. οἶμαι νῦν βεβινῆσθαι ....
Α. .... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ ʼπιπίνειν;
Β. πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασʼ εὑρών.
Α. εἶεν. τίς εἶπεν «ἁμίδα παῖ» πρῶτος μεταξὺ πίνων;
Β. Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου.
μισῶ δὲ καὶ τὸν Σωκράτην, τὸν πτωχὸν ἀδολέσχην,
ὃς τἄλλα μὲν πεφρόντικεν,
ὁπόθεν δὲ καταφαγεῖν ἔχοι τούτου κατημέληκεν.
ἀλλʼ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά.
οὐδὲν κενὸν τρύπημʼ ἂν ἐν ταῖς οἰκίαις ἂν εὕροις.
ταὐτὸν ποιεῖ τό τʼ Ἀττικὸν τῷ ζῆλα συγκεραννύς.
ἦ πολλά γʼ ἐν μακρῷ χρόνῳ γίγνεται μεταλλαγῇ
πραγμάτων· μένει δὲ χρῆμʼ οὐδὲν ἐν ταὐτῷ ῥυθμῷ.
ἀλλʼ ἀκούετʼ, ὦ θεαταί, τἀμὰ καὶ ξυνίετε
ῥήματʼ· εὐθὺ γὰρ πρὸς ὑμᾶς πρῶτον ἀπολογήσομαι. …
ὅ τι παθόντες τοὺς ξένους μὲν λέγετε ποιητὰς σοφούς,
ἢν δέ τις τῶν ἐνθάδʼ αὐτοῦ μηδὲ ἓν χεῖρον φρονῶν
ἐπιτιθῆται τῇ ποιήσει, πάνυ δοκεῖ κακῶς φρονεῖν,
μαίνεταί τε καὶ παραρρεῖ τῶν φρενῶν τῷ σῷ λόγῳ.
ἀλλʼ ἐμοὶ πείθεσθε πάντως. μεταβαλόντες τοὺς τρόπους
μὴ φθονεῖθʼ ὅταν τις ἡμῶν μουσικῇ χαίρῃ νέων.
ὡρᾳζομένη καὶ θρυπτομένη
ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα.
χήτει τοι πρίνης ἀρίας ποιούμεθα γόμφους.
δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν
Στησιχόρου πρὸς τὴν λύραν, οἰνοχόην ἔκλεψεν.
εἰωθὸς τὸ κομμάτιον τοῦτο
εἰς Ἄτραγα νύκτωρ
ἀγελαίας ἰσχάδας
ἀκούοντα ἄριστα
ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος
ἀνωφέλητος ἄνθρωπος
αὐλὴ πρόσειλος
γάλα ὀρνίθων
γῆν σμηκτρίδα
εὖ ἔχειν στόμα
εὔζωρον κέρασον καὶ εὐζωρότερον
εὐκτότατον γάμον
μακρὸν χαλκίον
περίζυξ καὶ ἄζυξ
πρόσισχε τὸν νοῦν τῇδε.
σαρκίνη γυνή
σκύτινα χηλεύει
ἀγλαΐσαι
ἀγυιᾶς
Ἀδραμύττειον
Ἀμύρους
ἀμφιπτολεμοπηδησίστρατος
ἀναγχιππεῖν
ἀναρρύει
ἀνδραποδιστικώτατα
ἀνεπίπληκτος
ἀντερώμενος
ἀποκαθεύδουσιν
ἀποκαρτέον
βάπτριαν
βούπαις
βοῶπις
Γαληψός
γέρροιν
τὸ γλύμμα
δαμαρίππεως
Δαμασικόνδυλον
διακόλλημα
δυσάλγητον
ἐκλακτίζειν
ἐμίαν
ἐμνήσατο
ἐραστρίας
ἐχῖνος
ᾔδησθα
θηλάστριαν
κενολογήσω
κικίννους
κλεπτίσκον
κομμοῦσθαι
κόριον
κρέξ
κύβοι
λάρυγγα
λελάβηκα
λέπτει
λίβηθρα
μαστιγιᾶν
μελαγχρής
μικρολογεῖσθαι
μισθάριον
οἰσυουργὸν
Ὄνου γνάθος
πεπαγοίην
περιαμφίδας
πιθῶνες
Πράστιλλος
σακτός
σαννίον
σάξας
σαπρόν
σιληνοί
σιοκόμος
σκιὰς καὶ σκιάδειον
σκοπός
σοφιστήν
συμβίοτοι
συνεχῶς
Τραγεαί
τρασιά
τροπαῖον
χοιροτροφεῖον
ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ
κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος.
Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα.
ἡρῷον εἴ πως μοι κομίσαιο τοῦ Λύκου
ἀντεμμάσασθαι
ἀντραῖος