eul_wid: xic-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Etymological Work of Symeon, Part 2, Alpha–Beta by Etymologicon of Symeon

τὸ α μετὰ τοῦ νἀνακωχῆς · ἀναπαύσεως, τῆς πρὸς μικρὸν ἐν πολέμῳ εἰρήνης. εἴρηται δὲ παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. καὶ ἀνακωχεύειν· τὸ ἐν πελάγει χειμῶνος ὄντος συστείλαντας τὰ ὀθόνια σαλεύειν· σημαίνει καὶ τὸ ἀναχωρεῖν οἱονεὶ ἀναχωρεύειν, καὶ τροπῇ τῶν στοιχείων ἀνακωχεύειν. ἀναζυγή · ἡ τῆς θύρας ἄνοιξις, οἷον· «ἀναζυγῆς δὲ γενομένης». οὕτως Πλούταρχος. ἀνακογχυλίσαι ὕδωρ καὶ ὕδατι, οἷον· «ὕδωρ μοί τις δότω ἀνακογχυλίσαι», καὶ πάλιν· «ἀνακογχύλισον ὕδατι». ἀνακαλυπτήρια · δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων καὶ τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. ἀναγκαῖον · δεσμωτήριόν τί ἐστι παρὰ τοῖς Βοιωτοῖς οὕτω καλούμενον, ὥσπερ καὶ παρὰ τοῖς Κυπρίοις ὁ κέραμος· ἀξιοῦσι δέ τινες διὰ τοῦ ε μᾶλλον γράφεσθαι τὴν δευτέραν συλλαβὴν ἀνεγκαῖον, ὅπερ ἐστὶ τὸ Διοσκούρειον. ἀνυπόδητον · διὰ τοῦ η. ἀνθρώπινον καὶ ἀνθρωπινώτερον· καὶ «ἀνθρωπικῶς ἀνακαλεῖσθαι» ἐπὶ τοῦ οἰκτροῦ καὶ περιπαθοῦς. ἀνεμιαῖα · εἴρηται καὶ ὑπηνέμια. ἀνασκευασάμενοι · ἐπὶ τῶν μετοικιζόντων λέγεται. ἀνελεύθερος · ἐπὶ τοῦ σμικρολόγου καὶ φειδωλοῦ. ἀνέγνωκας , οὐ μόνον ἀνέγνως φησίν. ἀνταναγνῶναι · καὶ ἀντεξετάσαι βιβλίον· τὸ γὰρ ἀντιβάλλειν βάρβαρον φαίνεται. ἀνάρσιος · ὁ σκληρὸς καὶ ἀνελεήμων· αἴρω, τὸ ἐπαίρω, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἄρσιος καὶ ἀνάρσιος, ὁ μὴ συναιρόμενος μηδὲ συναντιλαμβανόμενος κατά τι. ἀναψύχειν τοῦδε καὶ τόδε, οἷον· ἕλκος ἀναψύχοντα, καὶ μακρὰν ἐλθὼν τοῦδε ἀναψῦξαι θέλω. ἀνάριστος · καὶ ἀναρίστητος, ὁ ἄγευστος. ἀνασπᾶν · τὸ ἀντλεῖν ὕδωρ. ἀναθύειν · τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. ἀναζυγῶσαι · τὸ τὰς θύρας ἀναπετάσαι· Ἀριστοφάνης· τὴν θύραν ἀναζυγώσας ἀνασκινδυλεῦσαι · τὸ ἀνασκολοπίσαι, τὸ σταυρῶσαι. ἀναισιμοῦν · τὸ ἀναλίσκειν. ἀναθέσθαι · τὸ μεταθέσθαι, ἀπὸ τῶν πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. Πλάτων δὲ τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι. ἀνεπάγγελτος · ἄκλητος. ἀνεπικλήτως · μὴ ἐγκληθέντες. ἀνορταλίζειν · παίζειν, σκιρτᾶν. ἀνθιππασία · ἵππων ἅμιλλα, ἱππικὸς ἀγών. ἀνέσπακεν · ἐπῆρεν· οἷον· ἀνεσπακότες τὸ ἐπισκύνιον, ἤτοι ἐπάραντες τὰς ὀφρῦς· ἔστι καὶ ἀντὶ τοῦ εὕρηκεν, εἴληφε· οἷον· πόθεν γάρ, ὧ φίλοι θεοί, τούτους ἀνεσπάκασιν οὗτοι τοὺς λόγους. ἀνθρήνιον · σφηκίον ἢ μελίσσιον· λέγεται δὲ καὶ αὐτὸ τὸ κηρίον. Ἀρίσταρχος· τὸ πρόσωπον κεντούμενος ὥσπερ ὑπʼ ἀνθρηνῶν. ἀνδρολήψιον · ἐγκλήματος εἶδος· ἐὰν ἔξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος τελευτήσῃ καὶ μὴ ἐκδίδωσιν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον καλεῖται. ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει , καὶ πάλιν· «ἀναπηδήσας ἐπὶ τὸν ἵππον κατεδίωκε τὸν πατέρα», καὶ «ἀρξαμένους δʼ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾶν». τὸ δʼ «ἀναβὰς τὸν ἵππον» οὐ πάνυ δόκιμον· Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ἀναβῆναι τὴν γυναῖκα βούλομαι ἀναμνησθεὶς τοῦτο καὶ τούτου, οἷον· «ταῦτʼ ἀνεμνήσθητε», καὶ «τὰς τοῦ πατρὸς προαιρέσεις ἀναμνησθείς». ἀναλίσκων εἰς τούτους καὶ ἀναλίσκων τούτους καὶ ἀναλίσκειν εἰς τόνδε καὶ πρὸς τόνδε καὶ ὑπὲρ τοῦδε, οἷον· «ἂν τὰ παρόντα ἀναλώσῃ πρὸς ἃ μὴ δεῖ». Ἀνάζαρβα · πόλις Κιλικίας· ἀπὸ Ζάρβα τοῦ κτίσαντος. Ἀναζαρβεύς, ὡς Καρυανδεύς. ἀφʼ ἧς ἦν Διοσκορίδης ἰατρὸς χρηματίζων καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς. Ἀναργυροῦς · δῆμος Ἐρεχθηίδος φυλῆς. ὁ δημότης Ἀναργυρουντόθεν, ὁμοίως τῇ ἐκ τόπου, ὡς Σταγειρόθεν καὶ ὁ Ἄσκρηθεν, ἤγουν ὁ ἀπὸ Σταγείρων, ὁ ἀπὸ Ἄσκρης, ὁ ἀπὸ Ἀναργυροῦντος. ἢ Ἀναργυρούντιος, ὡς Τραπεζούντιος. καὶ Ἀναργυροῦντάδε εἰς τόπον. λέγεται δὲ καὶ Ἀναργυράσιος. ἐζήτηται δὲ πῶς ἔχει τὸ α, ἔδει γὰρ ὡς Ῥαμνούσιος· ἀλλʼ ἔοικε τὸ ρ αἴτιον εἶναι, φιληδοῦν τῇ συντάξει τοῦ α ὡς τὸ Φλιοῦς Φλιάσιος. τὸ ἐκ τόπου Ἀναργυρουντόθεν, καὶ Ἀναργυροῦντάδε εἰς τόπον.. Ἀναία · παροξύνεται, οὐχ ὡς Λίλαια Ἱστίαια Κάρθαια. ἔστι δὲ Καρίας ἀντικρὺ Σάμου. ἀπὸ Ἀναίας Ἀμαζόνος. Ἀναῖος. ἐντεῦθεν ἦν Μενέλαος ὁ περιπατητικὸς φιλόσοφος. ἀνέγγυος · ὁ μὴ ἀπό τινος ἔχων τὸ πρὸς τὴν ὕπαρξιν ἀσφαλές. ἀνέθεσαν · ἐν τῷδε τῷ τόπῳ καὶ εἰς τόνδε τὸν τόπον ἀνέῳγεν ἡ θύρα οὐχ Ἑλληνικόν, ἀλλʼ «ἀνέῳγε τὴν θύραν ὅδε» ἢ «ἀνέῳκται ἡ θύρα»· τὸ γὰρ ἀνέῳγεν ἐνεργητικῷ ἰσοδυναμεῖ. Ἀνακαία · δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς. ὁ δημότης Ἀνακαιεύς. τὸ τοπικὸν Ἀνακαίαθεν. Ἀνακτόρειον Ἀκαρνανίας πόλις· οὐδέτερον. Θουκυδίδης δὲ ἀρσενικόν. τὸ ἐθνικὸν Ἀνακτορειεύς, καὶ Ἀνακτορεία ἡ γῆ. Σοφοκλῆς δὲ διὰ τοῦ ι· Ἀνακτόριον τῆσδʼ ἐπώνυμον χθονός. Ἄναια · πόλις Φρυγίας. ὁ πολίτης Ἀναιαῖος. ἀνελεῖν · λέγεται ἐπὶ τῶν ἐκ Δελφῶν χρησμῶν, οἱονεὶ ἀνελκύσαι, ἀναπέμψαι· κοῖλον γὰρ ἦν τι ἐπὶ πολὺ καὶ βάθος, ἀφʼ οὗ πνεῦμα ἐνθουσιῶδες ἀναθορὸν ἐπλήρου τὴν Πυθίαν περιβάδην ἀπολαβοῦσαν ἐκεῖνο τὸ χάσμα ἐπὶ τοῦ μαντικοῦ λέβητος, ὃς ἐπέκειτο τῷ προειρημένῳ βόθρῳ τοῦ κατὰ γῆς κοίλου· πληρουμένη δὲ ἀπεφοίβαζε τὸ ἐπελθόν ἀνέχεσθαι τούτων καὶ τούτους καὶ ταῦτα, οἷον· «μηδὲ τοὺς λόγους αὐτῶν ἀνέξεσθε», καὶ «τίς δὲ ἀνασχήσεται ταῦτα;». ἀνήκει πρὸς ἑτέραν αἰτίαν , οἷον· «τὰ μὲν πρὸς ἑτέραν αἰτίαν ἀνήκειν δοκοῦντα παραλείψωμεν». ἀνεσόβουν · σοβῶ, τὸ τρέχω, ἔνιοι δὲ τὸ ἐκδιώκω· τὸ οὖν ἀνεσόβουν ἀντὶ τοῦ ἀνέτρεχον πρὸς τυραννίδα. ἀνεῖλεν · ἀντὶ τοῦ ἐμαντεύσατο, σημαίνει δὲ καὶ τὸ ἐφόνευσεν. ἀνελεῖν δὲ τὸ μαντεύεσθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦσθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. ἐπὶ δὲ τοῦ φονεύειν, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη. ἀνείρειν · ἀναπείρειν· Πλάτων· σχοίνους λαβὼν ἄνειρε τὰ κρέα. ὅθεν καὶ ἡ ἄνερσις· «χρυσῶν στεφάνων ἀνέρσει»· οὕτως Θουκυδίδης. ἀνεμιαῖα · τὰ ὑπηνέμια τῶν ᾠῶν. ἀναποδίζειν · τὸ ἐξετάζειν καὶ ὡσανεὶ συγκρούειν· Ἡρόδοτος· «ἐπερωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα». τὸ δʼ αὐτὸ καὶ ποδίζειν ἔλεγον· ποδίζειν δὲ κυρίως τὸ τοῖς ποσὶ μετρεῖν τι χωρίον καὶ τὸ τὴν σκιὰν μετρεῖν, πρὸς ἣν ἐπὶ τὸ δεῖπνον ἐβάδιζον. ἀνεχρήσαντο · ἀντὶ τοῦ διέφθειραν. Πλάτων· ἐμαυτὸν οὐ διεχρησάμην. ἀνέχειν · τὸ ἐξέχειν καὶ προέχειν, Θουκυδίδης· σημαίνει δὲ καὶ τὸ ἀνατέλλειν. καὶ ἀνέχοντας ἀντὶ τοῦ κωλύοντας· Ἀριστοφάνης· σὺ δʼ οὐκ ἀνεῖχες αὐτὸν ὥσπερ εἰκὸς ἦν. ἀντιβολία · δέησις. ἀνακλῖναι · τὸ ἀνοῖξαι, καὶ γὰρ τὸ κλεῖσαι ἐστὶ τὸ ἀσφαλίσαι· Ὅμηρος· ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι. ἀναφορά · τὸ ἀνενεγκεῖν ἔκ τινος πταίσματος. ἀναθέσθαι · ἀναλαβεῖν τὰ λελεγμένα καὶ μηκέτι ταῦτα λέγειν. ἀνακογχυλιάσαι · τὸ ἀνακλῦσαί πως τὴν φάρυγγα ὑγρῷ τινι. ἀνηνέχθη · ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος· «ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν· μόγις δέ ποτε ἀνενεχθεὶς εἶπεν». Ὅμηρος· μνησάμενος δʼ ἁδινῶς ἀνενείκατο φώνησέν τε, ἀντὶ τοῦ ἀθρόως καὶ ἐλεεινῶς ἀνεστέναξεν, καὶ ἀνέπνευσεν. ἀνδανία · πόλις Μεσήνης· τὸ ἐθνικὸν Ἀνδανιεύς. ἐκ ταύτης Ἀριστομένης ἐγένετο, ἐπιφανέστατος στρατηγός· τοῦτον δὲ οἱ Λακεδαιμόνιοι πολλάκις αὐτοὺς νικήσαντα θαυμάσαντες, ὡς μόλις ἐκράτησαν, ἀνατεμόντες ἐσκόπουν εἰ παρὰ τοὺς λοιπούς ἐστί τι, καὶ εὗρον σπλάγχνον ἐνηλλαγμένον καὶ τὴν καρδίαν δασεῖαν. Ἀνδανιάς τὸ θηλυκόν. Ἄνδειρα · πόλις, οὐδετέρως, ἐν ᾗ «λίθος, ὃς καιόμενος σίδηρος γίνεται· εἶτα μετὰ γῆς τινος καμινευθεὶς ἀποστάζει ψευδάργυρον, εἶτα κραθεὶς χαλκῷ ὀρείχαλκος». Ἀνδειρηνός καὶ Ἀνδειρηνή. Ἄνδρος · νῆσος μία τῶν Κυκλάδων· ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου. Ἄνδριος ὡς Λίνδιος Κνίδιος Μύνδιος. Ἀνεμούριον · πόλις Κιλικίας· κεῖται δὲ ἐφʼ ὑψηλοῦ τόπου. παρὰ τὸν ἄνεμον καὶ τὸ οὔριον εἰκὸς λέγεσθαι. Ἀνεμουριεύς καὶ Ἀνεμούριον. Ἀνεμώρεια · πόλις Φωκίδος· Ὅμηρος· οἵ τʼ Ἀνεμώρειαν ἀμφενέμοντο. ὁ πολίτης Ἀνεμωρεύς ὡς Λυκώρεια Λυκωρεύς. Ἀνήτουσσα · πόλις Λιβύης· ὁ πολίτης Ἀνητουσσαῖος. Ἀνθήνη · πόλις Λακωνική. ὁ πολίτης Ἀνθανεύς. Ἄνθεια · πόλις Πελοποννήσου. Ἀνθεύς. ἔστι καὶ ἑτέρα τοῦ Πόντου ἔστι καὶ Ἰταλίας ἄλλη. Ἀνθεμοῦς · πόλις Μακεδονίας, ἀπὸ Ἀνθεμοῦντος. Ἀνθεμούσιος καὶ Ἀνθεμουσία. ἔστι καὶ Ἀνθεμουσὶς λίμνη. Ἀνθηδών · πόλις Βοιωτίας· ἀπὸ Ἀνθηδόνος τινός. ὁ πολίτης Ἀνθηδόνιος. ἔστι δὲ καὶ ἑτέρα πλησίον Γάζης· ὁ πολίτης Ἀνθηδονίτης Ἀνθήνη · κώμη· Ἡρόδοτος. Ἡρωδιανὸς δὲ πόλιν φησίν. Ἀνθηναῖος. Ἄνθιον · πόλις Ἰταλίας. Ἀνθιανός. Ἄνθυλλα · πόλις Αἰγύπτου. Ἀνθυλλαῖος. ἀνία · τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, διὰ τοῦ ι γράφονται, οἷον μανία πενία ξενία λειμωνία ῥοδωνία, ἃ καὶ λειμωνιά καὶ ῥοδωνιά καὶ κρινωνιά καὶ ἰωνιά ὀξυτόνως γράφονται, ὡσαύτως ἰσωνία, σημαίνει δὲ τὸ μὲν τὸν τῶν ῥόδων τόπον, τὸ δὲ τὴν ἴσην πρᾶσιν ἀπὸ τοῦ ἴσον καὶ τοῦ ὠνῶ, τὸ πιπράσκω, ἰμωνία, τὸ ἀντλητήριον, οὕτως καὶ ἀνία. πρόσκειται «μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω» διὰ τὸ ἑρμηνεία σαλακωνεία, σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται «μακρὸν ἔχοντα τὸ α» διὰ τὸ σαφήνεια εὐμένεια εὐγένεια ἀπήνεια. τὸ μνεία οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ἔστιν ἀπὸ τοῦ νια. ἀνιῶμαι · διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα ἀνιστάμενος ἕωθεν , καίτοι φησὶ μὴ λέγεσθαι ἀνίστασθαι ἐπὶ τῶν ἀφυπνισμένων, ἀλλὰ μόνως ἐγείρεσθαι, εἰ μὴ ἄρα προσυπακουστέον τὸ ἀνιστάμενος ἐκ τῆς κλίνης Ἄννα · πόλις τῆς Ἰουδαίας. Ἀννίτης, καὶ Ἀννιανός ἀπὸ τοῦ Ἀννία. Ἀνταιούπολις · πόλις ἐν Αἰγύπτῳ Ἀνταιουπολίτης. Ἄντανδρος · πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ, ἀπὸ Ἀντάνδρου στρατηγοῦ Αἰολέων. Ἀντάνδριος. Ἄντεια · πόλις Ἰταλίας. Ἀντεάτης ὡς Ἀρδεάτης. ἔστι καὶ Ἄντιον τὸ οὐδέτερον Ἀντιεύς ὡς Σουνιεύς. Ἀντισάρη · πόλις … · Ἡρωδιανός. Ἄντισσα · πόλις Λέσβου, ἀφʼ ἧς Τέρπανδρος ὁ Ἀντισσαῖος, ὁ κιθαρῳδός. ἄντρον · τὸ σπήλαιον. τὸ τοπικὸν ἔδει ἀντρίτης, ὡς λίκνον λικνίτης· εὕρηται δὲ ἀντραῖος καὶ ἀντραία. Ἀντρών · πόλις Θετταλίας· διὰ τὸ τοὺς τόπους ἀντρώδεις εἶναι. «Ἀντρώνιος ὄνος». ἀντιγραφεύς · μέμνηται Δημοσθένης ἐν τῷ κατʼ Ἀνδροτίωνος λέγων οὕτως· «ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι». ἔστιν οὖν δοῦλός τις ἢ ἐλεύθερος, ὁ τὰ εἰσφερόμενα χρήματα ἀντιγραφόμενος τρόπον γραμματέως, παρὰ τοῦτο δὲ καὶ ὠνομάσθη, ὅτι ἐπὶ τῶν εἰσφερομένων ἀντιγράφεται. ἀνταρσία · ἡ ἐξ ἐναντίας ἄρσις. ἀντιλαχεῖν · τὸ δίκην ἐπὶ διαιτητοῦ λαχόντα ἐρήμην ὀφείλειν καὶ πάλιν περὶ τούτου δικάζεσθαι. ἀντικαταλλάξασθαι ἀντὶ τοῦδε , τόνδε, καὶ ἐπὶ τῷδε τιμήν, καὶ τοῦδε τόδε. ἀντίδικός μοι κατέστης, καὶ ἀντίδικος πρός με καθέστηκεν. ἀντιβλέψας αὐτοὺς καὶ αὐτοῖς, οἷον· «μηδέποτε μηδὲ τοὺς πολεμίους ἀντιβλέψας». ἀντιάζομεν · αὐτὸν ἀντιάζομεν. ἀντιποιούμενος ἀρχῆς · καὶ «ἀντιποιούμενος βασιλεῖ τῆς ἀρχῆς». ἀντίος · τὰ διὰ τοῦ ειος πρὸ μιᾶς τὸν τόνον ἔχοντα καὶ ἐν τῇ πρώτῃ συλλαβῇ τὸ α, μεθʼ οὗ ἐπιφέρεται δύο σύμφωνα ἢ καὶ πλείονα, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον Βακχεῖος ἀνδρεῖος ἀστεῖος Ἀργεῖος ἀχρεῖος Καδμεῖος, πλὴν τοῦ ἀντίος καὶ ἐναντίος. εἰδέναι δὲ δεῖ, ὅτι τὰ μετὰ προθέσεως συντεθέντα ῥήματα, εἰ ἀλλοιοῦνται τῷ σημαινομένῳ, ἔσωθεν κλίνονται, βάλλω καταβάλλω κατέβαλλον· εἰ δὲ τηροῖτο ἐν ταύτῃ, ἔξωθεν κλίνονται, μύω καμμύω ἐκάμμυον, εὕδω καθεύδω ἐκάθευδον· τὸ δὲ ἤθελον ἤμελλον καὶ τὰ ὅμοια Ἀττικά· φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τοῦ παρῳχημένου. ἀντίξουν · ἐναντίον ἢ ἁρμόζον, οἷον ἀντισούμενον, τροπῇ τοῦ σ εἰς ξ. Ἄνυσις · πόλις Αἰγύπτου. Ἀνυσίτης ὡς Ὄασις Ὀασίτης. Ἄνωλος · πόλις Λυδίας· ἐκλήθη ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς. ἀνάβλησις · ἀναβολὴ καὶ ὑπέρθεσις· ἀπὸ τοῦ βάλλω βλῶ βλήσω βέβληκα βέβλημαι βέβλησαι βλῆσις καὶ ἀνάβλησις. ἢ ἐκ τοῦ ἀναβάλλω ἀναβαλῶ ἀνάβλησις. ἀναδοιδυκίζει · ἀναταράττει· ἀπὸ τοῦ δοίδυξ. ἀναζυγῶσαι · ζύγωθρον— κλεῖσαι. Ἀνακληθρίς · πέτρα— καθεσθεῖσα ἐπʼ αὐτὴν— ἀνακλήσεως Ἀνακληθρίδα τὴν πέτραν κληθῆναι. Ἀνακοί · οἱ Διόσκουροι— συνθέτως εἴωθεν Ἀττικῶς ἀνακῶς καλεῖν. ἀνακῶς · ἐπιμελῶς, πεφροντισμένως— ἀναχθείσης, ὡς φύλαξ φύλακος ὁ φυλακός— φύλαξ ἢ ἅρπαξ ἢ ἄναξ γίνεται ἐπίρρημα. ἀνεκυμβαλίαζον · ἀνεκρότουν, ἢ ἀνετρέποντο· ἀπὸ τοῦ κύμβαλον. ἀνάλογος · παρὰ τὸ λόγος ἄλογος— γίνονται δὲ πολλαὶ ἐν ταῖς συνθέσεσι— ἐπιστερήσεις. ἄναλτος · ἀηδής— ἢ ἀναυξὴς καὶ ἀτελής· παρὰ τὸ ἄλλω, τὸ αὐξάνω, — ἐπιφέρει· ὃς τοῦτον τὸν ἄναλτον. παρὰ τὸ ἅλις, τὸ σημαῖνον τὸ δαψιλές, γίνεται— ἄναλτος. ἄναλκις · ὄνομα σύνθετον· ἔστιν ἀλκή, καὶ ῥῆμα ἀλκῶ, τὸ βοηθῶ, ὁ μέλλων ἄλξω, ὄνομα ῥηματικὸν ἄλξις καὶ ἔπαλξις. ἐκ τοῦ οὖν ἀλκῶ ἄλξω ἄλξις, καὶ τροπῇ τοῦ ξ εἰς τὸ συγγενὲς κ ἄλκις· καὶ γὰρ τὸ ξ ἐκ τοῦ κ καὶ σ σύγκειται· ἄλκις οὖν καὶ μετὰ τοῦ στερητικοῦ α καὶ πλεονασμῷ τοῦ ν ἄναλκις. ἢ ὥσπερ ἀπὸ τοῦ ἀκή ἀκίς, οὕτως ἀλκή ἀλκίς καὶ μετὰ τῆς στερήσεως καὶ τοῦ πλεονασμοῦ ἄναλκις. καὶ κλίνεται ἀνάλκιδος· τὰ εἰς ις βαρύτονα ἀρσενικὰ εἴτε κύρια εἴτε προσηγορικὰ διὰ τοῦ δος κλίνονται, κύρια μὲν οἷον Ἀδώνιδος Πάριδος, παρώνυμα δὲ ἀνάλκιδος ἄκιδος. ἀναπαυόμενον ὕδωρ · πηγὴ ἐν Δωδώνῃ, ὅτι οὐκ ἀέναον— τὰς δὲ ἄλλας ὥρας συνεχῶς φέρεται, ὥσπερ ἐπὶ— ἀπολειπόντων. ἀνάρρυσις · ἡ θυσία— τὰ ἄνω. ὅπερ ὁ Ὅμηρος· αὖ ἐρύειν λέγει, ἤγουν εἰς τοὐπίσω ἕλκειν· ἔστι δὲ καὶ ἀνερύειν.. ἀνάσσω · ὡς πατῶ πατάσσω, ἀνῶ ἀνάσσω, ὃ σημαίνει τὸ ἀνύω, ἐξ οὗ καὶ ἀνήρ. ἄναξ · παρὰ τὸ ἄνω τάξιν— πάντα φέρομεν. σημαίνει δὲ τὸν βασιλέα, καὶ τὸν οἰκοδεσπότην· αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο· σημαίνει δὲ καὶ τὸν φύλακα. ἀναστήσειεν · ἀναστάτους καὶ φυγάδας ποιήσειεν· ἐκ τοῦ ἵστημι. ἀνασταδόν · ἐπίρρημα ποιότητος, ἀντὶ τοῦ ἀναστάντες· ἀπὸ τοῦ ἵστημι ἵσταμαι σταδόν καὶ ἀνασταδόν. ἀνασφῆλαι · τὸ— καὶ ἐρίσφηλος, ὁ Ἡρακλῆς. Ἀνάχαρσις · ὁ Σκύθης— χάριν, ἤγουν τὴν χαράν. ἄναυρος · ὁ ἐξ ὑετῶν συνιστάμενος ποταμός· παρὰ τὸ μὴ ἔχειν αὔραν. ἀνάγκη · παρὰ τὸ ἄγω ἄγη, καὶ πλεονασμῷ τοῦ κ ἄγκη καὶ μετὰ τῆς ἀνά ἀνάγκη. ἢ παρὰ τὸ ἀνάσσω, ἡ πάντων ἀνάσσουσα. ἀναλῶ · ἐξ οὗ— ἀαλῶ, τουτέστι τὸ τὰ συνηθροισμένα διασκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν ἀναλῶ, ὡς αἴτιος ἀναίτιος· ἐκ δὲ τοῦ ἀναλῶ παράγωγον ἀναλίσκω. ἢ παρὰ τὸ ἅλις ἐπίρρημα. ἀναλωτικός · ἀπὸ τοῦ ἀνάλωτος ἀναλωτικός· τοῦτο παρὰ τὸ ἀναλῶ. ἀνάρσιος · ὁ ἀνάρμοστος— ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω— ἀνάρσιος. ἄνασσα · οὐκ— ἀμφιέλισσα. ἀναφαίρετον · ἀΐδιον· ἀπὸ τοῦ ἀφαιρῶ ἀφαίρετον καὶ ἀναφαίρετον πλεονασμῷ τοῦ ν, ὡς ἐπὶ τοῦ ἀναιδής· τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ, τὸ λαμβάνω. ἀναψύχω · ψύχω τὸ ἀνακτῶ καὶ ἀναλαμβάνομαι. ἀνὰ δρυμά · ἀπὸ τοῦ δρυμός. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν τοὺς δρυμούς καὶ κατὰ μεταπλασμὸν δρυμά· τὸ δὲ δρυμός ἀπὸ τοῦ δρῦς, δρῦν γὰρ ἐκάλουν πᾶν ξύλον. ἀναλογία · ἀπὸ τοῦ λόγος— τὸν πεπηρωμένον ἀνάπλεων · ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος, καὶ μετὰ τοῦ στερητικοῦ α ἄπλεως, ὁ ἐνδεής, καὶ μετὰ προσθήκης τῆς ἑτέρας στερήσεως καὶ πλεονασμῷ τοῦ ν ἀνάπλεως· ἥτις ἐν τοῖς τοιούτοις προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν δηλοῖ, ἀλλʼ οὐ στέρησιν. ἀναθηλήσει · παρὰ τὸ ἀναθηλῶ· ἢ παρὰ τὸ θάλλω, ὁ μέλλων θαλῶ καὶ θαλήσω, καὶ τροπῇ τοῦ α εἰς η. τοῦτο παρὰ τὸ θηλή, τοῦτο παρὰ τὸ θῶ, τὸ θηλάζω. ἀναπλήσεις · ἐκ τοῦ πλήθω πλήσω πλήσεις καὶ ἀναπλήσεις. ἀναπρήσας · ἐκ τοῦ πλήθω ἀναπλήσω, τροπῇ τοῦ λ εἰς ρ ἀναπρήσω· οἱ γὰρ κακοῖς τισι συνεχόμενοι πνεύματος τὰς γνάθους πληροῦντες τὰς ἐκφυσήσεις ἀποτελοῦσι. ἀναπνεύσωσιν · ἀναπνέω ἀναπνεύσω πλεονασμῷ τοῦ ω κατὰ τὸν μέλλοντα, ἐπειδὴ τὰ διὰ τοῦ εω ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δεχόμενα πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα. ἔστι δʼ ὅτε καὶ κατὰ τὸν ἐνεστῶτα, ὡς τὸ χεύω καὶ θεύω, τὸ τρέχω. ἀνασχέσθαι · ἀνέχω ἀνέξω, ὁ δεύτερος ἀόριστος ἀνέχον, πλεονασμῷ τοῦ σ ἀνέσχον· ὁ μέσος δεύτερος ἀόριστος ἀνεσχόμην ἀνέσχου ἀνέσχετο ἀνασχέσθαι. ἀναγκάζω · ἀπὸ τοῦ ἄναξ ἄνακτος, ἐξ οὗ— ἀναγκάζω. ἀνάκτορα · οὐ πεποίηται— τῶν ῥημάτων παράκειται οὐδετέρου παρασχηματισμός— ἀνάκτορος. ἀναδούμενος · δέω δέομαι δεόμενος καὶ κατὰ συναίρεσιν ἀναδούμενος. ἀναρροιβδεῖ · ἀντὶ τοῦ ἀναρροφεῖ— εἰς τὸ ψιλὸν δ. ἀναρριχᾶσθαι · ἀναρριχάω ἀναρριχῶ ἀνηρρίχαον ἀνηρρίχων· σημαίνει δὲ τὸ ἀναδίδοσθαι— τοῖς ποσὶ καὶ ταῖς χερσὶν— ἀναρριχᾶσθαι ἤ ἐστι ῥίον, τὸ ἀκρωτήριον, ἐκ τούτου γίνεται ῥιᾶσθαι ἀναρριᾶσθαι καὶ πλεονασμῷ τοῦ χ ἀναρριχᾶσθαι. ἄνα · ἀλλʼ ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν, ἀπὸ τοῦ— τοιούτων. ἀναίνετο · ἀπηρνεῖτο· ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω καὶ ὁρμῶ ὁρμαίνω καὶ ὑφῶ ὑφαίνω, οὕτως καὶ παρὰ τὸ ἀρνῶ, ἐξ οὗ καὶ τὸ ἀρνοῦμαι, — ἀναίνομαι. ἢ παρὰ τὸ ναὶ— ἀναίνω. ἢ παρὰ τὸ αἰνῶ καὶ— ἐπαινῶ καὶ οὐ συγκατατίθεμαι. ἀναπεμπάζεσθαι · ἐπαναλαμβάνεσθαι ἢ ἀναλέγεσθαι· ἐκ τοῦ πέμπω. ἀναίδεια · παρὰ τὸ ἀναιδής ἀναίδεια· τὸ δὲ ἀναιδής παρὰ τὸ ἀναιδῶ. ἀναίδητος · παρὰ τὸ αἰδῶ αἰδέσω καὶ αἰδήσω αἰδητός καὶ ἀναίδητος. τὸ δὲ ἀναιδῶ παρὰ τὴν ἀνά πρόθεσιν καὶ τὸ αἰδῶ· τοῦτο παρὰ τὸ στερητικὸν α καὶ τὸ εἴδω, τὸ βλέπω, ἐκβολῇ τοῦ ε καὶ κράτει τοῦ α καὶ ι αἰδῶ.. ἀναχασσάμενος · ἀπὸ τοῦ ἀναχάζω, ὃ σημαίνει τὸ ὑποχωρῶ. ἀναβέβρυκεν · ἀναπέπωκεν. ἂν δὲ ἀναβέβρυχεν, ἔστιν ἀντὶ τοῦ ἀναβρύει. ἀν δὲ νάκην · ἐνταῦθα τὸ ἀν ἀντὶ τῆς ἀνά κεῖται κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης. ἀνδριφόντης · ὁ φονεύων τοὺς ἄνδρας· ἀπὸ τῆς ἀνδρί δοτικῆς καὶ τοῦ φένω, τὸ φονεύω. Ἀνδρόγεω · Ἀνδρόγεως, ἡ γενικὴ Ἀνδρόγεω, ὡς Μενέλεως Μενέλεω. ἀνδράγρια · τὰ σκῦλα· ἢ ὅτι ἀπὸ τῶν ἀνδρῶν ἀγρεύεται. προπαροξύνεται ὡς τὸ ζωάγρια. ἄνδηρα · τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν—ἄνω εἶναι τῶν διερῶν, τουτέστι τῶν διύγρων. Ἀνδάνεια · πόλις Μεσήνης, — ἀρέσκειν. ἀνδίκτης · εἶδος παγίδος· παρὰ τὸ δίκειν, τὸ βάλλειν, ἔνθεν καὶ δίσκος ὁ ῥιπτούμενος. ἀνδρακάς · ἐπίρρημα· — γενικὴν καὶ τὸ ἕκαστος, συγκοπῇ ἑκάς, ἀνδροεκάς καὶ κατὰ συγκοπὴν ἀνδροκάς καὶ τροπῇ ἀνδρακάς, ὡς κυνόμυια κυνάμυια. ἀνδρόμεος · ἀπὸ— παραγωγῇ κτητικῶς ἀνδρόμεος. ἀνδροτῆτα · ἀνδρείαν· ἀπὸ τῆς ἀνδρός γενικῆς ἀνδροτής ἀνδροτῆτος. ἀνενδοιάστως · ἀπὸ τοῦ ἀνενδοιάζω, τοῦ σημαίνοντος τὸ ἀμφιβάλλω— συναυλίζομαι· καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ, ἀντὶ τοῦ— ἀνενδοιάζω γίνεται ἐκ τοῦ δοάζω, τοῦ σημαίνοντος τὸ ἀμφιβάλλω καὶ τὸ δοκῶ· ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι. λοιπὸν ἐκ τοῦ δοάσσω Δωρικῶς τροπῇ τῶν δύο σσ εἰς ζ δοάζω, ὡς νίσσω νίζω· δοάζω οὖν καὶ δοιάζω πλεονασμῷ τοῦ ι. ἀνδρόκμητος · ἀπὸ τοῦ καμεῖν— κεκμηκὼς κεῖται· καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον· ἢ ὃν ἄνδρες μετὰ καμάτου ἐποίησαν. ἄνεται · τελειοῦται· ἐκ τοῦ ἄνω, τοῦ σημαίνοντος τὸ πράττω καὶ τελειῶ, τὸ παθητικὸν ἄνομαι, τὸ τρίτον ἄνεται. ἀνδροκτασίας · ἐκ τοῦ κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι, ὁ μέλλων κτήσω ἔκτηκα ἔκταμαι ἔκτασαι κτάσις κτασία, καὶ μετὰ τῆς ἀνδρός γενικῆς ἀνδροκτασία. ἀνέδην · σημαίνει τὸ ἀναστάτους εἶναι· παρὰ τὸ ἕδος ἕδην καὶ ἀνέδην, τὸ ἄνευ ἕδους· Αἰσχύλος· φεύγειν ἀνέδην· κατὰ στέρησιν τοῦ ἑδράσαι, ὅ ἐστιν ἱδρύσαι, οἷον ἀναστάτους γενομένας ἐκ τοῦ ἕδους ἀνεστηκυίας. ἢ παρὰ τὸ ἕω, τὸ ἀφίημι, ἕδην καὶ ἀνέδην, ὡς κλέπτω κλέβδην, κρύπτω κρύβδην. ἀνέεργεν · ἐκώλυεν· ἀπὸ τοῦ εἴργω εἶργον εἶργεν, ἐν διαλύσει τῆς ει διφθόγγου ἔεργεν καὶ ἀνέεργε, τὸ ἐκώλυεν. ἀνεμώλιος · ὁ μάταιος· παρὰ τὴν ἄνεμος γενικὴν— οὐκ ἔστι σύνθετον. τὰ ὑπὸ ἀνέμων ὀλλύμενα. ἢ ἀντὶ τοῦ ἀνεμοφόρητα, ἀνέμοις ἐοικότα. ἀνεμώνη · τὸ ἄνθος· — ἀνέμῳ. ἀνεμούριον καὶ οὐκ ἀνεμοδούριον · παρὰ τὸ ἄνεμος καὶ τὸ οὖρος, ὃ σημαίνει τὸ αὐτό. ἀνελίνυον · ἐνδίδωμι, ἀναπαύομαι παρὰ τὸ εἰλῶ, ἵνʼ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι· εἰλῶ εἰλίνω καὶ ἐλίνω καὶ ἐλινύω. εἰς δὲ τὸ Ῥῆμα εὗρον σημαίνειν τὴν λέξιν τὸ στρατεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας. ἐλίνυον· διέτριβον, ἀνεστρέφοντο, περιεφέροντο· ἀπὸ τοῦ λίνου εἴρηται· δηρὸν διʼ ἀνελίνυον αὖθι μένοντες ἄνεως · ὁ ἄφωνος, οἷον· ἄνεω δʼ ἔσταν. ἔστιν ἰά, ἡ φωνή, ἴα δὲ ἡ πορεία, ὅθεν καὶ ὁ λόξιος, ὁ λοξὴν τὴν ἴαν ποιούμενος, καὶ πλεονασμῷ τοῦ ω ἰωά καὶ ἰωή διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι· ἐξ αὐτοῦ γίνεται ἴος καὶ ἄνιος— ἄνεος· καὶ Ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὔω τοῦ σημαίνοντος— καὶ Ἀττικῶς ἄνεως ὡς ναός νεώς. ἀνέπαλτο · πάλλω, τὸ πηδῶ, πάλλομαι ἐπαλλόμην ἐπάλλου ἐπάλλετο καὶ κατὰ συγκοπὴν ἔπαλτο καὶ ἀνέπαλτο. ἀνέδεντο · δέω δέσω δέδεκα δέδεμαι ἐδεδέμην ἐδέδεντο καὶ ἀνεδέδεντο καὶ κατὰ συγκοπὴν τῆς δε ἀνέδεντο. ἄνετος · παρὰ τὸ ἵημι τὸ σημαῖνον τὸ πέμπω ἑτός καὶ ἄφετος καὶ ἄνετος. ἀνέγναμψαν · αὐτὰρ ἐμοὶ δεσμὸν ἀνέγναμψαν, ἀνέλυσαν· ὅταν γὰρ δεσμῶσι— ἀνακάμπτονται δὲ καὶ ἀναλύονται, ὅταν ἀναλύωνται. ἀπὸ τοῦ γνάμπτω, τοῦτο παρὰ τὸ γόνυ γονάπτω καὶ γνάμπτω γνάμψω ἀνέγναμψαν. ἀνεῳγμένος · οἴγω οἴξω ᾦχα ᾦγμαι καὶ— ἀνέῳγμαι, ἡ μετοχὴ ἀνεῳγμένος. ἀνέσχεθεν · ἀνέτεινε· σχέθω, τὸ κωλύω, ἔσχεθον ἔσχεθε καὶ ἀνέσχεθε. ἀνέσταν · ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην, τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν— ἀνέσταν. ἀνέδυ · ἀνῆλθεν, ἀνέβη· ἔστι δύω, παράγωγον δῦμι, ὁ δεύτερος ἀόριστος ἔδυν, τὸ τρίτον ἔδυ καὶ ἀνέδυ. ἀνεκτά · ἀνασχετά· ἐκ τοῦ ἀνέχω ἀνέξω ἀνεῖχα ἀνεῖγμαι ἀνεῖξαι ἀνεῖκται καὶ ἀφαιρέσει τοῦ ι ἀνεκτός καὶ ἀνεκτά. ἀνέστιος · ἑστίαν μὴ ἔχων, ἅοικος. ἀνεπαφρόδιτος · κἀμοὶ τὰ ψυχρὰ ταῦτα καὶ ἀνεπαφρόδιτα προσμάττεις φιλήματα· ὁ ἀηδὴς καὶ μὴ ἐπιχαρής, ἀπὸ τοῦ Ἀφροδίτη. ἀνέῳγε · μέσος παρακείμενος· ἀνοίγω ἤνῳγα, ὡς ἠνώρθουν καὶ ἠνώχλουν ἐπαυξήσει διπλῇ, προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέῳγα ἀνέῳγεν. εἰ δέ ἐστιν ἀπὸ τοῦ οἴγω καὶ οὐκ ἀπὸ τοῦ ἀνοίγω, κανονίζεται οὕτως· οἴγω οἴξω ᾦχα ᾦγα, Ἀττικῶς ἔῳγα καὶ συνθέσει τῆς ἀνά ἀνέῳγα. ἀνεκήκιεν · Ὅμηρος· μέλαν δʼ ἀνεκήκιεν αἶμα· ἀνέφερεν, ἀνεδίδου— κικίω ἐκίκιε καὶ τροπῇ Ἰωνικῇ τοῦ ι εἰς η ἐκήκιεν. ἢ οὕτως· κίω, τὸ πορεύομαι, ὁ παρατατικὸς ἔκιον ἔκιες ἔκιε, πλεονασμῷ τῆς κη καὶ ἐκτάσει ἀνεκήκιεν. Ἀνεκυμβαλίαζον · ἀνεκρότουν ἢ ἀνετρέποντο. ἀνακυμβαλιάζω. ἀνήλατος · ὁ ἀπειθής, ἀπὸ τῶν ὑποζυγίων, ὁ μηδέπω δαμασθεὶς ἢ ἐλασθείς. ἐλαύνω ἐλάσω ὡς πιάνω πιάσω, οἷον· «ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν»· ἢ ἐλάω ἐλῶ ἐλάσω ἤλακα ὡς θεάω θεῶ τεθέακα ἤλασμαι ἤλασαι ἤλασται ἠλαστός, καὶ ἀνήλατος ἀποβολῇ τοῦ σ. ἀνήλιπος · ἀνυπόδητος— στερητικόν. ἀνήνηται · ἀναίνω ἀνανῶ, ὁ ἀόριστος ἤνηνα, τὸ ὑποτακτικὸν ἐὰν ἀνήνω, τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν ἀνήνωμαι, ἐὰν ἀνήνηται. ἢ οὕτως· ὁ ἀόριστος ἤνηνα, ὁ μέσος ἠνηνάμην, τὸ ὑποτακτικὸν παθητικὸν ἐὰν ἀνήνωμαι. ὁ κανών· πᾶν παθητικὸν ἢ μέσον ἔχον ἐπὶ πρώτου προσώπου τὸ μ κλίνεται τρέπον τὴν ἐσχάτην εἰς μαι καὶ ἐν τῇ παραληγούσῃ προσλαμβάνον τὸ ω μέγα ὑποτακτικὸν παθητικὸν ποιεῖ. ἀνήρεις · ἀνάνδρους· ἐκ τοῦ ἄνω, τὸ πράττω. ἀνηρίναστος · ὁ μὴ κρατῶν— ἐρινεῶν. ἀνήνοθεν · ἐκ τοῦ ἕω, τοῦ σημαίνοντος τὸ πέμπω, ὁ μέλλων ἕσω, ὁ μέσος παρακείμενος ἦθα καὶ πλεονασμῷ τῆς νο συλλαβῆς ἀνήνοθα. ἢ οὕτως· ἐκ τοῦ θέω, τὸ τρέχω, κατὰ μετάθεσιν ἔθω καὶ ἀνέθω, ὁ μέσος παρακείμενος ἤνοθα καὶ ἀνήνοθα ἀνήνοθας ἀνήνοθεν. ἄνηστις · παρὰ τὸ νῆστις ἄνηστις, ὁ ἐστερημένος τῶν σιτίων. ἀνῆκεν · ἵημι, ὁ μέλλων ἥσω, ὁ ἀόριστος ᾗκα ἀνῆκα. σεσημείωται τὸ ἔθηκα ἔδωκα ἧκα. τῶν πληθυντικῶν τὸ πρῶτον ἀνήκαμεν, συγκοπῇ ἀνῆμεν· ἢ ὁ δεύτερος ἀόριστος ἀνῆν, τὸ πληθυντικὸν ἀνῆμεν. ἀνήῃ · μελίφρων ὕπνος ἀνήῃ. ἀνίημι, ὁ δεύτερος ἀόριστος ἀνῆν, ἡ μετοχὴ ἀνείς ἀνέντος, τὸ ὑποτακτικὸν ἐὰν ἀνῶ, ἐὰν ἦς, τὸ τρίτον ἐὰν ἀνῇ καὶ πλεονασμῷ τοῦ η ἀνήῃ. ἀνήγκακα · ἀπὸ τοῦ ἀναγκάζω ἀναγκάσω ἠνάγκακα καὶ καθʼ ὑπερβιβασμὸν ἀνήγκακα. ἢ ἀπὸ τοῦ ἀγκάζω τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω, καὶ ἐκ τούτου ἀγκάσω ἤγκακα καὶ μετὰ τῆς ἀνά προθέσεως ἀνήγκακα. ἀνήνασθαι · ἀναίνω ἀνανῶ ἤνηνα ἠνηνάμην ἠνήνατο καὶ τὸ ἀπαρέμφατον ἀνήνασθαι. ἀνείκαστος · ἀπὸ τοῦ εἰκάζω εἰκαστός καὶ ἀνείκαστος πλεονασμῷ τοῦ ν. ἀνήκεστον · ἀθεράπευτον· ἀκῶ, τὸ θεραπεύω , ὁ μέλλων ἀκέσω, ὡς τελῶ τελέσω, ἤκεκα ἤκεσμαι ἤκεσται ἠκεστός ἀήκεστος καὶ ἀνήκεστος. ἄνηθον · παρὰ τὸ ἄνω θεῖν. ἀνηρείψαντο · ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω, καὶ ἀνερέπτω καὶ — ἀνηρείψαντο. Ἀνθεμοῦς · καὶ χωρίον— ἀνθέων, ὅθεν καὶ τὸ ἀνθεμόεις ἀνθεμόεντος. ἀνθέρικος · παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος. ἢ ἀνθέριξ ἀνθέρικος μετενεχθείσης εἰς εὐθεῖαν τῆς γενικῆς. ἄνθραξ · παρὰ τὸ θέρω θέραξ καὶ ἀνθέραξ καὶ συγκοπῇ ἄνθραξ. Ἄνθεια · ἡ Ἥρα, ὅτι ἀνίησι τοὺς καρπούς. ἄνθος · παρὰ τὸ— αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι— πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη οὐ λέγονται— ὄφεις, ὅπερ— τοῦτο ποιεῖ, ἔλαφος λέγεται· ἡ γὰρ δίκταμος— καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος. ἀνθοσμίας · ὁ ἀνθέων ὀσμὴν ἔχων οἶνος. ἀνθίας · «ἀνθίαν—ἔλλοπα». ἔστι δὲ καὶ ὁ ἀνθίας.. ἄνθρωπος · παρὰ τὸ ἀναθρεῖν ἃ ὄπωπεν, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἀλόγων ζῴων μὴ λογιζομένων— κρατούμενον. οἱ δὲ παρὰ τὸ ἄνω ἀθρεῖν, ἤγουν βλέπειν ἄνω. ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὄπα. ἀνθερεών · ὁ ἐπὶ τοῦ γενείου τόπος· εἴρηται δὲ διὰ τὸ διʼ αὐτοῦ θορεῖν— τριχῶν, ὅθεν κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος· τέκνον, μὴ σύ γε μητρὸς ὑπʼ ἀνθερεῶνος ἀμήσῃς ἀνθηδών · ἡ μέλισσα· παρὰ τὸ τὰ ἄνθη ἔδειν. Ἀνθεστήρια · τὰ Διονύσια· οὕτως γὰρ οἱ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσιν— ἀνθεῖν· ἔαρι γὰρ ἐτελοῦντο τὰ Διονύσια. ἢ παρὰ τὸ τὰ ἄνθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν, ὅθεν καὶ παροιμία· θύραζε Κᾶρες· οὐκέτʼ Ἀνθεστήρια Ἀνθεμίδης · ὥσπερ— Δευκαλιωνίδης, οὕτως καὶ παρὰ τὸ Ἀνθεμίων Ἀνθεμίωνος Ἀνθεμιωνίδης— Ἀνθεμίδης, ὡς Δεύκαλος Δευκαλίδης καὶ Κρόνος Κρονίδης. ἀνθʼ ὧν · ἀπὸ τῆς ἀντὶ— τοῦ ὦν ἄρθρου. ἐπὶ δὲ— ἀλλʼ ἀνθέων, ἵνα μὴ συνεμπέσῃ τούτῳ. ἀνιγρός · ὁ λυπηρὸς— ἀνιγρός. ἀνιαρός · παρὰ— ῥῆμα. ἀνίψαλλον · τὸν ἀβλαβῆ— ἰάπτεσθαι. ἀνία · λύπη— ἰάσεως. ἀνιμῶμαι · παρὰ τὸ ἱμὰς ἱμάντος ἱμῶ καὶ ἀνιμῶ καὶ ἀνιμῶμαι. Ἄνιος · ἱερεὺς— Ἄνιος, ὡς καὶ παρὰ τὴν ὑπό Ὕπιος· Ὕπιος Ζεύς. οἱ δὲ παρὰ τὴν ἀνίαν. ἀνʼ ἰωχμόν · κατὰ τὴν δίωξιν· παρὰ τὸ διώκω διώξω δεδίωγμαι διωγμός, τροπῇ τοῦ γ εἰς χ καὶ ἐνδείᾳ τοῦ δ ἰωχμός, ὡς πέπλεγμαι πλογχμός πλοχμός καὶ βρεγμός βρεχμός. ἐκ δὲ τοῦ διώκω γίνεται διωκή καὶ ἀποβολῇ τοῦ δ ἰωκή. ἀνιηρέστερον · ἀπὸ τοῦ ἀνιαρός ἀνιαρότερος καὶ κατʼ ἔθος Ἰώνων ἀνιηρέστερος τροπῇ τοῦ α εἰς η. εἴρηται δὲ εἰς τὸ αἰδοιέστερον καὶ ζήτει ἐν τῷ α μετὰ τοῦ ι. ἀνόπαια · ὄρνις δʼ ὣς ἀνόπαια· παρὰ— ἀνόπαιαν τὴν τετρημένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. ἀνόστιμος · παρὰ τὸ νόστος νόστιμος καὶ ἀνόστιμος. νόστος δὲ λέγεται ἡ εἰς τὸν οἶκον ὑποστροφὴ καὶ γίνεται παρὰ τὸ νέω, τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀνόστιμος. ἀνόρουσεν · ἀνώρμησεν, ἀνέστη— οἷον· ὄρσεο Λαομεδοντιάδη. τοῦτο— ἀνόρουσεν. οἱ γὰρ Ἴωνες συναρχομένους ποιοῦσι τοῖς ἐνεστῶσι τοὺς παρῳχημένους. ἀνοχλίζω · τὸ ἀνέχω· παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ εἱλῶ, τὸ συστρέφω. ἀντάξιον · ἰσοστάσιον· παρὰ τὸ ἄγω ἄξιον καὶ ἀντάξιον. ἀνόστεος · παρὰ τὸ ὀστέον· ὁ μὴ ἔχων ὀστᾶ. ἀνούτατος · παρὰ τὸ οὐτάζω οὐτάσω οὔτασα οὔτασμαι οὔτασται οὐταστός καὶ ἀνούταστος ἀποβολῇ τοῦ σ ἀνούτατος. καὶ ἀνουτητί ἀνστάς · ἀναστάς καὶ ἀνστάς· καὶ ἀναστάντες καὶ ἀνστάντες. ἀνστήτην · ἀνέστησαν δυϊκῶς, ἀναστήτην γάρ. ἔστιν οὖν ὁ δεύτερος ἀόριστος ἔστην ἔστης ἔστη ἔστητον ἐστήτην καὶ ἀναστήτην καὶ ἀνστήτην. Ἀνταία · ἡ Ῥέα— παρὰ τὸ ἀντῶ οὖν γίνεται Ἀνταία. ἄντην · παρὰ τὸ ἄντω βαρύτονον· ἢ παρὰ τὸ ἀντῶ. Ἄντανδρος · πόλις περὶ τὴν Ἴδην θαλασσία· ὅτι— ὠνομάσθη. ἀντετόρησεν · ἐκ τοῦ ἀντιτορῶ ἀντιτορήσω· τοῦτο ἐκ τοῦ τορῶ τορήσω, τοῦτο δὲ ἐκ τοῦ τείρω, τὸ καταπονῶ. τὸ οὖν τορῶ γίνεται κατὰ συγκοπὴν τρῶ τρήσω, σημαίνει δὲ τὸ διορύσσω καὶ διακόπτω. ἀντικρύς · τὸ ἐξ ἐναντίας· παρὰ τὴν ἀντί πρόθεσιν καὶ τὸ κάρα ἀντικαρύ καὶ ἐν συγκοπῇ ἀντικρύ. ἀντίπαλος · ὁ ἐναντίος— τουτέστι κλῆρον ἐναντιούμενος. ἀντίχειρ · ὁ μέγας— χειρί. ὀνόματα δὲ τῶν δακτύλων ταῦτα· ὁ μέγας καὶ πρώτιστος δάκτυλος ἀντίχειρ ὀνομάζεται διʼ ἣν αἰτίαν εἰρήκαμεν· ὁ δʼ εὐθὺς μετʼ αὐτὸν λιχανός, λίαν γὰρ οὖτος χαίνει πλέον τῶν ἄλλων. ὁ τρίτος σφάκελος εἴρηται, λέγεται δὲ σφάκελος καὶ ὁ σπασμός, οἱονεὶ ἀπὸ τοῦ σπᾶσθαι καὶ κλᾶσθαι σπακλός καὶ σφάκελος· σφάκελος δέ ἐστι καὶ ἡ περὶ τὸν ἐγκέφαλον, μᾶλλον δὲ ἡ τοῦ ἐγκεφάλου αὐτοῦ σῆψις, ὃ καὶ σφακελισμὸς λέγεται, ὁ τέταρτος ἐπιβάτης, δηλονότι ἀπὸ τοῦ ἐπάνω τοῦ μετʼ αὐτὸν βαίνειν καὶ ἵστασθαι· ὁδὲ τελευταῖος μύωψ, εὔδηλον διὰ τὸ τῶν ἄλλων ἐλαχιστότερον εἶναι ἀπὸ μεταφορᾶς τοῦ κώνωπος. ἀντιόωσαν · ἔστι— τὸ ἀντιλαμβανομένην τῇ αἰτιατικῇ συντάσσεται, ὅτε δὲ τὸ ἀπαντῶν μετὰ γενικῆς, οἷον· ἀντιόων ταύρων τε καὶ αἰγῶν· ὅτε δὲ τὸ διοικῶ καὶ λαμβάνω αἰτιατικῇ· ἐμὸν λέχος ἀντιόωσαν· ὅτε δὲ τὸ συναντῶ μετὰ δοτικῆς. ἔστι δὲ πλεονασμὸς τοῦ ο ἐπὶ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων κατὰ ποιητάς· βοάω βοόω, κομάω κομῶ κομόω, ἀντιῶ ἀντιόω· ἀντιόωσαν, ὡς τὸ βοόωντα. ἀντίπηξ · ἡ κιβωτός— τοῦ πήσσω. ἀντίος · παρὰ τὸ ἀντῶ— ἀντίος. ἄντα · ὥσπερ— καὶ κράτεα κράτα καὶ καθʼ ὑπερβιβασμὸν κάρτα καὶ σαφέα σάφα, οὕτως οὖν καὶ ἀντία, οἶον· ἀντίʼ Ἀλεξάνδροιο θεὰ κατέθηκε φέρουσα, καὶ κατὰ συγκοπὴν ἄντα. ἢ παρὰ— σίγα. ἀντιφερίζω · ἐναντιοῦμαι— θερίζω, Ἡσίοδος. καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει. ἀντιάνειραι · αἱ ἐναντιούμεναι— τὸ ἴσον, ὡς τὸ ἀντίθεος, τουτέστι ἰσόθεος· σημαίνει δὲ— δυνάμει. ἀντίβιος · ὁ ἐναντιούμενος τῇ βίᾳ, ὅ ἐστι τῇ δυνάμει· τὸ βία παρὰ τὸ ἴς ἰνός. ἢ παρὰ τὸ ἐναντίον τῶν μαχομένων τὴν βίαν φέρειν. ἀντιβίοις · ἐναντίοις καὶ στασιαστικοῖς. ἀντιβολῆσαι · ἀπαντῆσαι— τῆς ἀντί ἀντιμολῆσαι καὶ τροπῇ τοῦ μ εἰς β ἀντιβολῆσαι. τὸ δὲ ἀντιβολῶ, ὃ σημαίνει τὸ ἱκετεύω καὶ δυσωπῶ, γίνεται παρὰ τὸ βάλλω καὶ τὴν ἀντί πρόθεσιν, ἢ μᾶλλον παρὰ τὸ ἀντίος. ἔξωθεν δὲ κλίνεται, ἐπειδὴ τούτου τὸ ἁπλοῦν οὐκ ἔστι ῥητόν. ἀντήρεις · σημαίνει δὲ τὸ εἰς ὃ ἐπερείδεταί τις· καὶ γίνεται παρὰ— ἀντήρεις κατὰ τροπὴν τοῦ ε εἰς τὸ η καὶ ἀποβολῇ τοῦ ω. οὐχ εὕρηται δὲ— ὡς ἀπὸ ὀξυτονουμένης καὶ εἰς ις ληγούσης ἔχουσιν· ἀντηρίδος. ἀντισηκοῦντα · ἀντεξισάζοντα· ἐκ τοῦ ἴσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσωκῶ καὶ τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ἰσηκῶ καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σωκεῖν, ὃ σημαίνει τὸ ἰσχύειν, ἐξ οὗ καὶ σῶκος ὁ ἰσχυρός· σῶκος ἐριούνιος ἄντυξ · ἡ ἀνωτάτη— ἄντυξ. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω τεύξω τεύξ καὶ τύξ· καὶ ἐν συνθέσει ἄντυξ καὶ καταίτυξ· ἐξ ἄντυγος ἡνία τείνας, ἐξάψας τὰς ἡνίας τῆς τοῦ ἅρματος περιφερείας. ἀντανάκλασις · ἡ ἀπό τινος— σφαίρας. ἀντιγονίζω · οὐκ ἀπὸ τῆς ἀντί προθέσεως, ἀλλὰ ἀπὸ τοῦ ἀντίος καὶ τοῦ γόνος ἀντιόγονος καὶ Ἀντίγονος· ἐκ δὲ τοῦ Ἀντίγονος ἀντιγονίζω. ἄντρον · τὸ σπήλαιον· ἀνάτορόν τι ὄν, τὸ ἀνατετρημένον. ἢ παρὰ τὸ ἄνθη ἄνθηρον καὶ ἄνθρον καὶ ἄντρον· εἶναι γὰρ λειμωνιάδων θεῶν ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω, τὸ ἱκετεύω, ἄντορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτῷ ἱκέτευον. Ἀντρών · σημαίνει τὴν πόλιν· παρὰ— κοπτομένους λίθου ἐπιτηδείου. ἀνύω · παρὰ τὸ ἄνω, τὸ πράττω καὶ τελειῶ, γίνεται ἀνύω· οἶον· μάλα νὺξ ἄνεται, καὶ οὐκ ἀνύω φθονέουσα, ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω. ἀνύτω · ἰστέον, — ἀρύω γέγονεν. ἀνωιστί · ἀπροσδοκήτως· παρὰ τὸ οἴω, τὸ ὑπονοῶ, ὅπερ καὶ ὀΐω λέγεται· ὀϊόμενον θανέεσθαι, καὶ ὀΐσατο θεὸν εἶναι, γίνεται ὀϊστὶ— ἀνωιστί. ἐκ δὲ τοῦ ὀΐω ὀϊστός καὶ ἀνώιστος κατʼ ἔκτασιν. ἢ ἐκ τοῦ ὤισμαι ὤισαι ὠιστί καὶ ἀνωιστί, ἵνʼ ἔχῃ μέγα τὸ ο, ὡς κεκύλισται κυλιστί κατακυλιστί. ἄνωγε · τὸ θέμα— περισπωμένων· γίνεται δὲ παρὰ τὸ ἀνωγή, τοῦτο παρὰ τὸ ἄνω, τὸ ἐγκελευσματικὸν ἐπίρρημα. ἢ— φέρομεν. ἀνωγῶ οὖν, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἀόριστος ἤνωγον ἤνωγες ἤνωγε καὶ κατὰ συστολὴν Ἰωνικήν ἄνωγε. ἄνωχθι · ἐνεστῶτος καὶ παρατατικοῦ ἤπερ παρακειμένου· ἀνωγῶ ἀνώγημι, τὸ προστακτικὸν ἀνώγηθι, καὶ τροπῇ τοῦ γ εἰς χ καὶ συγκοπῆ ἄνωχθι. ἀνέῳγε · ῥῆμα ὁριστικόν. οἴγω καὶ ἀνοίγω, ὃ καὶ διίστησιν ὁ Αἰολεὺς λέγων· παράστας ὀΐγων θαλάμους· ὁ παρατατικὸς ἤνῳγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον, τὸ τρίτον ἠνέῳγε καὶ συστολῇ ἀνέῳγε· ἐπιθήματα κάλʼ ἀνέῳγεν. ἀπὸ δὲ τοῦ ἀνοίγω ὁ παρατατικὸς ἀνῷγον, τὸ τρίτον ἀνῷγε· τὸν δʼ οὐ Θεὸς ἄλλος ἀνῷγεν. ἔστι δὲ καὶ ἀπὸ τοῦ ἀνοίγω ὁ παρακείμενος ἤνωχα, ἐπεισόδῳ τοῦ ε ἠνέῳχα, ὁ μέσος ἠνέῳγα, τὸ τρίτον ἠνέῳγε καὶ συστολῇ ἀνέῳγε. ἰστέον δέ, ὅτι τοῦτο τὸ ῥῆμα, ὅτε μέν ἐστιν ἐνεργητικὸν αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικὸν εὐθείᾳ. τὸ α μετὰ τοῦ ξἄξετε · ἀντὶ τοῦ ἄγετε, οἷον· ἄξετε δὲ Πριάμοιο βίην, ὄφρʼ ὅρκια τάμνῃ αὐτός. ὁ ἄξω μέλλων ἀνέδραμεν εἰς ἐνεστῶτα, ὡς τὸ ἀπεβήσετο παρατατικὸς ἐκ τοῦ βήσω, ἐνεστὼς βήσω καὶ βήσομαι· καὶ ἐκ τοῦ νίω νίσω, νίσω ἐνεστώς, οἷον· κείνη τοῦ κεφαλὴ τῇ νίσεται, ἀντὶ τοῦ ἐκεῖ πορεύεται. οὕτως ἄξετε ἀντὶ τοῦ ἄγετε. ἄξιοι · μισεῖσθαι τῇ πόλει ἀξιόχρεων · πρὸς τοσαῦτα καὶ ἀξιόχρεων τοσούτων «δήμῳ τοσούτων ἀδικημάτων ἀξιόχρεως ἐφάνη», καὶ Δείναρχος· «οὕστινας ἀξιοχρέους εἶναι νομίζοι τῆς ἐγγύης». Ἀξία · πόλις Λοκρῶν. ἔστι καὶ πόλις Ἰταλίας. τὸ ἐθνικὸν τῆς Λοκρίας Ἀξιεύς, τῆς δὲ Ἰταλικῆς Ἀξιάτης διὰ τὸν δυτικὸν χαρακτῆρα. Ἄξος · πόλις Κρήτης. Ἄξιος. Ἄξουμις · ἀρσενικόν· μητρόπολις Αἰθιοπίας. ὁ πολίτης Ἀξουμίτης. Ἄξυλον · ὄνομα κύριον· ἀπὸ τοῦ ἄγω ἄξω· Ἄξυλον δʼ ἄρʼ ἔπεφνεν. ἀξιόχρεων · δεῖ γινώσκειν, ὅτι— θέλει, οἷον ξύλον πτερόν λουτρόν— καὶ χρυσοῦν καὶ βοοῦν καὶ ὀστοῦν καὶ χαλκοῦν— τὸ καρχαρόδουν καὶ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε, τῷ μὲν τὸ υ πλεονασμός, τῷ δὲ τὸ ι. τὸ ἀξιόχρεων καὶ ἀνάπλεων— ἀνάπλεον τὴν διὰ τοῦ ο μικροῦ. ἢ ἐπεὶ ἰσοσυλλάβως κλίνονται τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνοῦσι καὶ διὰ τοῦ ω μεγάλου γράφονται. λέγει γὰρ ὁ κανών· πᾶν οὐδέτερον ἀρσενικῷ παρεσχηματισμένον, εἰ μὲν ἰσοσυλλάβως κλίνοιτο, τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ, οἷον τὸν σοφόν τὸ σοφόν, τὸν εὔγηρων τὸ εὔγηρων. οὕτως οὖν τὸν ἀξιόχρεων τὸν ἀνάπλεων, τὸ ἀξιόχρεων τὸ ἀνάπλεων, ἅπερ εἰσὶν Ἀττικά, κατὰ ἀποβολὴν τοῦ σ κλινόμενα. ὡσαύτως καὶ ἐπὶ τῶν οὐδετέρων κατὰ ἀποβολὴν τοῦ ν ἀξιόχρεως ἀξιόχρεω, ἀξιόχρεων ἀξιόχρεω, ὡς εὔγηρως εὔγηρω εὔγηρων εὔγηρω. ἄξων · ἄξων— ἄγω ἄξω. ἄξιον · παρὰ— ἐχόντων. ἀξιεπηγητότατον · ἀξιολογώτατον. ἀξύμβλητον · ὥστε μηδενὶ ἀπαντῆσαι· Σοφοκλῆς· ἄπλαστον ἀξύμβλητον ἄξονες · ἐν οἷς οἱ τοῦ Σόλωνος νόμοι γεγραμμένοι εἰσὶ τοῖς τῶν ἁμαξῶν ἄξοσιν ὁμοίως κώδιξι στρεφόμενοι. ξύλα δὲ ἦν τετράγωνα ἀπὸ τοῦ ἐδάφους μέχρι τοῦ ὀρόφου καθήκοντα καὶ διά τινος περόνης στρεφόμενα, ἐφʼ ὧν οἱ Σόλωνος νόμοι ἀπεγράφοντο. λέγονται δὲ καὶ ἐν τοῖς μαθήμασιν ἄξονες, περὶ οὓς σφαῖραί τε καὶ κύλινδροι καὶ τὰ τοιαῦτα καὶ στρέφονται καὶ συνίστανται. τὸ α μετὰ τοῦ οἌονες · ἔθνος Βοιωτίας, ἀφʼ ὧν ἡ Ἀονία. καὶ Ἄων τὸ ἐθνικόν, καὶ Ἀόνιος καὶ Ἀονία. ἀοζήσω · διακονήσω, ὑπουργήσω. καὶ ἄοζος· ὁ ὑπηρέτης. ἀοίδιμος · παρὰ τὴν— ὁ διαβόητος. ἀοιδός · ἀπὸ τοῦ ἀείδω ἀοιδός. Ἀονία · ἡ Βοιωτία, ἐπειδὴ— ἀπέθανεν. ἄορ · τὸ ξίφος· παρὰ— ἢ ἱμάς, ἐν ᾧ τὸ ξίφος κρέμαται· ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός ἀολλέες · γίνεται παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι, τοῦ τοῦ α— εἱλῶ ῥηματικὸν ὄνομα ἑλλής, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἢ ὁμοῦ ἀελλής, καὶ τροπῇ τοῦ ε εἰς ο ἀολλής καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλής γίνεται ἀολλίζω, σημαίνει δὲ τὸ συναθροίζω. ἀοσσητήρ · ὁ ἄνευ ὄσσης καὶ κληδόνος— ἀοσσητήρ. ἀοιδὸς ἀειδέμεναι · προκατάρχει ῥῆμα τὸ ἀείδω, ἔφαμεν δὲ ὅτι ἔθος ἔχουσιν οἱ ποιηταὶ παρατιθέναι τὸ ὄνομα τοῖς ἀφʼ ὧν γεγόνασι, οἷον· πεπόλιστο πόλις, μάχην ἐμάχοντο, βοῦς βουκολέεσκεν· οὕτως καὶ ἐνθάδε· ἀοιδὸς ἀειδέμεναι. ἀείδω ἀοιδός. ἀπὸ τούτου καὶ τὸ ἀοιδή, οὐ θηλυκὸν τοῦ ἀοιδός· ἐκεῖνο μὲν γὰρ ἐπιθετικόν, τοῦτο δὲ ἐπὶ πράγματος. ἐπεὶ δʼ ἅπαξ πέπονθε συναλοιφὴν τὸ ἀείδω γενόμενον ᾄδω, οὕτως καὶ τὸ ἀοιδός ᾠδός καὶ ἀοιδή ᾠδή. ἀπὸ τούτου τὸ ἀοιδῶ, εἶτα ὡς τὸ κνήθω κνηθιῶ, ἀτῶ ἀτιῶ, μείδω μειδιῶ, οὕτως ἀείδω ἀοιδῶ ἀοιδιῶ· Ὅμηρος· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινε, καὶ καλὸν ἀοιδιάει. πεποίηκε καὶ ἄλλο παράγωγον διὰ τοῦ ιμος τὸ ἀοίδιμος. τὸ δὲ ἀειδέμεναι ποιητικὴ παραγωγή, οὐ Δωρικὴ διάλεκτος· τὸ γὰρ Λακωνικόν ἐστιν ἀείδην ἢ ἀείδεν· μηδέ μʼ ἀείδην ἀπέρυκε· κατὰ δὲ τὸν ἐνεστῶτα τὰ εἰς ν λήγοντα οὐ ποιοῦσι παραγωγὴν οἱ Δωριεῖς. Ἄορνος · ἢ λιμὴν περὶ τὴν Τυρσηνίαν. φασὶ δὲ καὶ ἐν Κύμῃ τῇ Χαλκιδικῇ Ἄορνον λίμνην εἶναι, περιπεφυκότων πολλῶν δένδρων μηδὲν τῶν ἀποπιπτόντων φύλλων ἐμπίπτειν εἰς αὐτήν. εἶναι δὲ καὶ νεκυομαντεῖον. τὸ α μετὰ τοῦ πἈπαισός · πόλις κατὰ τὴν Τρωάδα· δῆμος Ἀπαισοῦ. λέγεται καὶ δίχα τοῦ α· ὅς ῥʼ ἐνὶ Παισῷ. τὸ ἐθνικὸν Ἀπαισηνός. ἔστι καὶ τῆς Δαυνίας πόλις Παισός, τὸ ἐθνικὸν Παίσιος, ὡς τοῦ Ῥώσου Ῥώσιος, ἢ Παισῖνος. Ἀπάμεια · πόλις Συρίας· ἀπὸ Ἀπάμας τῆς Σελεύκου μητρός· τὸ ἐθνικὸν Ἀπαμεύς. ἔστι καὶ τῆς μικρᾶς Φρυγίας, ἥτις ἐκαλεῖτο Κελαιναί· τὸ ἐθνικὸν Κελαινίτης. ἔστι καὶ Βιθυνίας, κτίσμα Νικομήδους τοῦ Ἐπιφανοῦς, ἥτις ἐλέγετο καὶ Μύρλεα· τὸ ἐθνικὸν Μυρλεανός. Ἀπάτουρον · τὸ τῆς Ἀφροδίτης ἱερόν, ὅτι «ἐπιθεμένων ἐκεῖ Γιγάντων, ἐπικαλεσαμένη τὸν Ἡρακλέα ἔκρυψεν ἐν κευθμῶνί τινι, καὶ τῶν Γιγάντων ἕκαστον δεχομένη καθʼ ἕνα τῷ Ἡρακλεῖ παρεδίδου δολοφονεῖν ἐξ ἀπάτης». τὸ τοπικὸν Ἀπάτουρος καὶ Ἀπατουρίτης. δύναται καὶ Ἀπατουριεύς, Ἀπατούριος. Ἀπέννιον · ὄρος διὰ μέσης Ἰταλίας τεταμένον· τὸ κτητικὸν Ἀπέννειον, τὸ ἐθνικὸν Ἀπεννῖνος ὡς Ῥηγῖνος. ἀπαγγέλλεται ἥκειν καὶ ἥκων· τὸ σὺν μετοχῇ φασίν τινες βάρβαρον εἶναι, ἀλλʼ ὁ Δημοσθένης· «μέμνησθε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτʼ ἀπηγγέλθη Φίλιππος ἡμῖν ἐν Θρᾴκῃ τρίτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν». ἀπαμβρακοῦ · καρτέρει· λέγεται δὲ πρὸς ὠδίνουσαν γυναῖκα. ἀπαιόλη · καὶ ἀπαιόλημα στέρησις. Ἀριστοφάνης· ὦ παμβασίλειʼ Ἀπαιόλη ἀπερωπός · σκληρός. ἀπέστη τούτων καὶ ἀπέστη τούτους καὶ ἀπέστη ἀπὸ τούτων, οἷον· «ἀπέστη Μεσήνη ἀπὸ Ἀθηνῶν» καὶ «ἀπέστη Εὔβοια Ἀθηναίους» καὶ «μεσημβρίας τούτους ἀφεστήκασιν». ἀπεύχεσθαι · μὴ γενέσθαι καὶ εὔχεσθαι μὴ γενέσθαι ἀπετίμησε καὶ ἀποτίμησις καὶ ἀποτίμημα· τὸ ἀπαιτεῖν παρὰ τοῦ ἀνδρός, ὥσπερ ἐνέχυρόν τι τῆς προικὸς ἀντάξιον, οἰκίαν ἢ χωρίον ἢ ἄλλο τι κτῆμα ἀξιόχρεων. ἐλέγετο δὲ παθητικῶς μὲν ὑπὸ τοῦ λαμβάνοντος ὑπὲρ τῆς νύμφης ἀποτίμημα, ἐνεργητικῶς δὲ ὑπὸ τοῦ διδόντος νυμφίου, οἷον· «ὁ νυμφίος πρὸς τὴν προῖκα τῆς γυναικὸς ἀπετίμησε τὴν οἰκίαν, ἡ δὲ νύμφη, περὶ ἧς ἔδωκε προικός, ἀπετιμήσατο τήνδε τὴν οἰκίαν». ἀπεσφακέλισεν · ἀντὶ τοῦ προσεσπάσθη, ἢ αἰφνιδίως ἀπέθανεν. οἱ δὲ ἰατροὶ ἀντὶ τοῦ ἐσάπη. ἀποκοτταβίζειν · τὸ λειπόμενον πόμα τοῦ ποτηρίου ἐκχεῖν οὕτως, ὥστε ψόφον ποιεῖν. ἀπόταφος · ἀπεστερημένος τῶν προγονικῶν τάφων. ἀπενιαυτισμός · φυγὴ ἐπʼ ἐνιαυτὸν διὰ φόνον ἀκούσιον, καὶ ὅλως ἀποδημία τοσοῦτον χρόνον ἀπαλλαγῆς ἕνεκα μίσους ἢ ἔρωτος. ἀπέχομαι τούτου καὶ ἀπέχομαι τοῦτο· Πλάτων· «οὐκ ἀπεσχόμην τὸ μὴ οὐ διὰ τοῦτον ἐλθεῖν ἀπʼ ἐκείνου». ἀπέλαυσα τούτου καὶ τοῦτο καὶ ἀπὸ τούτου, οἷον· «ἐν τῇ πόλει δὲ ἀπολαῦσαι καὶ τοὺς νικῶντας κακῶν» καὶ «μὴ ἀπολαύσω τι φλαῦρον», Πλάτων δὲ «εἰ μέν τι ἀπὸ τούτων ἀπήλαυον» ἀπειλή · τὰ εἰς η λήγοντα θηλυκὰ παραληγόμενα ἑνὶ τῶν δασέων καὶ ψιλῶν ἢ ἑνὶ τῶν μέσων οὐδέποτε τῇ ει διφθόγγῳ παραλήγουσι, πλὴν τοῦ πείνη ὠτειλή ὀφειλή καὶ ἀπειλή. ἀποβάτης · ἀγῶνος ὄνομα, ἐν ᾧ οἱ ἔμπειροι τοῦ ἐλαύνειν ἅρματα ἅμα θεόντων τῶν ἵππων ἀνέβαινον διὰ τοῦ τροχοῦ ἐπὶ τὸν δίφρον καὶ πάλιν κατέβαινον ἀπταίστως. καὶ ἦν τὸ ἀγώνισμα πεζοῦ ἅμα καὶ ἱππέων. καλεῖται δὲ καὶ ἀποβατικὸς ὁ ἡνίοχος ὁ εἰς τοῦτο δηλονότι τὸ ἀγώνισμα ἐπιτήδειος. ἀπόμισθοι · οἱ μισθὸν μὴ λαμβάνοντες. ἀπελήλαται · ἄνευ τοῦ σ· τὰ δὲ παθητικὰ σὺν τῷ ν λέγονται, ἀπελήλανται. ἀπρόσκοπος · ὁ μὴ προσκοπούμενος. ἀπήγγειλα πρὸς τὴν βουλὴν καὶ εἰς τὴν βουλὴν καὶ ἐν τῇ βουλῇ· Δημοσθένης· «πάντʼ ἀληθῆ πρὸς τὴν βουλὴν ἀπήγγειλα», καὶ «ἐν ἡμῖν ἀπήγγειλε καὶ ἦκε δʼ ἀγγέλων τις ὡς τοὺς πρυτάνεις». ἀποδημεῖν · οὐ δηλοῖ τὸ ἐξορμᾶν καὶ ἐξιέναι, ἀλλὰ τὸ ἀπεῖναι καὶ μὴ εἶναι ἔνδημον. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες «ἀποδημῶ τήμερον καὶ ἐνδημῶ αὔριον» ἐπὶ ἐνδημοῦντος καὶ παρόντος ἀπογραφή καὶ ἀπογράψαι· ἀπογραφὴ γίνεται οὐσίας, ὅταν τις δημόσιόν τι εἶναι φάσκῃ μὴ πριαμένῳ αὐτῷ παρὰ τῆς πόλεως· ἢ ὅταν δημεύηται τά τινος πρὸς τὰ ὀφλήματα, ἃ ὀφείλει εἰς τὸ δημόσιον· ἀπογραφὴ γὰρ τοῦτο γίνεται. μέμνηται Λυσίας. ἀπογράφειν · ἐάν τις ὑπομείνῃ διπλωθῆναι μὴ βουλόμενον ἐκτίνειν, τοῦτον ἡ ἀπογραφὴ εἰσπράττει καὶ ἐνεχυριάζει. καὶ πρῶτον μὲν προστάττει τῷ δημάρχῳ καὶ τοῖς βουλευταῖς ἀπογράφειν αὐτοῦ τὴν οὐσίαν ἐν τριάκοντα ἡμέραις ἢ ὀφείλειν χιλίας δραχμάς· εἶτα τῶν ἄλλων τῶν βουλομένων μισθὸν δοῦσα τρία μέρη τῶν εἰσπραττομένων τὰ ἀπογραφέντα καὶ δημευθέντα ἀποδομένη τὰς μὲν οἰκίας εἰς πέντε ἔτη, τὰ δὲ χωράφια εἰς δέκα τὸ καταβαλλόμενον τῆς τιμῆς καθʼ ἕκαστον χρόνον ὀνομάζοντα ἀπαλοιφὴν τοῦ ὀφλήματος, τοῦ δὲ λοιποῦ ἔχειν χρήστην, ἕως ἂν κομίσηται πάντα. ἀποπεφασμένον · ἀντὶ τοῦ ἀποδεδειγμένον. ἀποικοδομεῖς · ἀντὶ τοῦ ἀποφράττεις. ἄπλητα · ἄπειρα, πολλά· παρὰ τὸ πλῶ πλήσω πλητά καὶ ἄπλητα. ἀποκαρτερήσαντα · ἑαυτὸν λιμῷ τοῦ βίου ἐξαγαγόντα. ἀπεχρήσαντο · διεχρήσαντο, ἀπέκτειναν· Ἀριστοφάνης τοὺς ἄνδρας ἀπεχρήσαντο τοὺς παιδοσπόρους ἀποδέχομαι τὸν λόγον καὶ τοῦ λόγου καὶ τοῦδε τὸν λόγον καὶ τοῦδε λέγοντος καὶ παρὰ τοῦδε τὸν λόγον· Πλάτων· «τῶν μὲν ἄλλων ἀποδεχοίμην ἂν οὕτως ἐπαινούντων τὴν δικαιοσύνην», καὶ «ἀποδεχόμενοι τῶν συκοφαντούντων». ἀπωμόρξατο · ἐκ τοῦ ἀμέργω τοῦ σημαίνοντος τὸ ἐκπιάζω, μεταθέσει τοῦ ρ εἰς λ ἀμέλγω, καὶ ἀμολγός ὁ ἐκπιάζων τὰ πρόβατα. λοιπόν, ἔστι ἀμέργω καὶ βαρύνεται, ἐπειδὴ τὰ εἰς γω λήγοντα ῥήματα, εἰ μὲν ἔχουσι πρὸ τοῦ γ σύμφωνον, βαρύνονται, οἷον ἀμέργω εἴργω στέργω, χωρὶς εἰ μὴ ἔχουσιν ὄνομα προϋποκείμενον, οἷον· τὸ γεωργός, προϋπόκειται γὰρ ὁ γεωργός, ἀργῶ, προϋφίσταται γὰρ ὁ ἀργός· τὸ δὲ ἀμέργω οὐκ ἔχει προϋποκείμενον ὄνομα, ἐκ δὲ τοῦ ἀμέργω γέγονε τροπῇ ἀμόργω· ἢ ἐκ τοῦ ἀμόργη τοῦ σημαίνοντος τὴν ὑποστάθμην τοῦ ἐλαίου καὶ τὴν τρύγα τοῦ οἴνου· ἔστι δὲ καὶ εἶδος βοτάνης πορφυρᾶς, ἐξ οὗ ἱμάτια ἀμόργινα λέγονται τὰ πορφυρᾶ. λοιπόν, κατὰ τροπὴν τοῦ α εἰς ο, ὡς ἀκριόεις ὀκριόεις καὶ ἄρχαμος ὄρχαμος, γίνεται οὖν ἀμόργω ὀμόργω ὀμόρξω ὤμορξα ὠμορξάμην ὠμόρξατο. ἀποτυμπανίσαι · οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ· ἀπὸ τυμπάνων δέ ἐστι ξύλον, ὅπερ σκυτάλην καλοῦσι· τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους, ὕστερον δὲ τῷ ξίφει, κἄν τε δοῦλος εἴη κἄν τε ἐλεύθερος. ἀποφλαυρίζοντες · ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι· ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ τοῦ πονηροῦ τάττεται. ἀπογενέσθαι · ἀποθανεῖν. ἀποκναιόμενοι · διαφθειρόμενοι· κτῶ κταίνω, τὸ φονεύω, ἀποβολῇ τοῦ τ καίνω καὶ μεταθέσει κναίω. ἀποδέκται · ἄρχοντες κληρωτοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλάς εἰσιν, οἵτινες παρελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ· διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. εἶτα δʼ ἐζητοῦντο τὰ ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα σὺν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. ἀποτίσεις χοῖρε γίγαρτα · ἃ κατέφαγες, ἀποδώσεις. ἀπὸ καιροῦ · ἀπὸ τρόπου· «βάδιζε γάρ, οὐδὲν ἀπὸ καιροῦ λέγεις». ἀπὸ λύκου θύρας · ἐπὶ τῶν ἀπράκτως εὐθὺς ἀπιόντων. ἀποστασίου · ὄνομα δίκης ἐστὶ χωρὶς τοῦ ρ κατὰ τῶν ἀπελευθερωθέντων διδομένης τοῖς ἐλευθερώσασιν, ἂν ἀφιστῶνται ἀπʼ αὐτῶν καὶ ἕτερον ἐπιγράφωνται προστάτην, καὶ ἂν ἃ κελεύουσιν οἱ νόμοι ποιεῖν τοὺς ἀπελευθέρους τοῖς ἀπελευθερώσασι μὴ ποιῶσι. καὶ τοὺς μὲν ἁλόντας πάλιν ἔδει δουλεύειν, τοὺς δὲ νικήσαντας τελείως ἤδη ἐλευθέρους εἶναι. ἀπὸ στόματος · ὡς ἡμεῖς τὸ μὴ διὰ γραμμάτων, ἀλλʼ ἀπὸ μνήμης. τοῦτο δὲ καὶ ἀπὸ γλώττης λέγει Θουκυδίδης· «ὅσα τε ἀπὸ γλώττης εἴρητο αὐτοῖς εἶπον». ἀποξιφίσασθαι · ἀπορχήσασθαι· ὁ γὰρ ξιφισμὸς εἶδος ὀρχήσεως. ἀποτριάσαι · πληγὰς τρεῖς δοῦναι. ἀποτυχίσαι · ἀποπελεκῆσαι. Ἀπίολλα · πόλις Ἰταλίας· Ἀπιολλανός, ὡς Νῶλα Νωλανός. Ἀπόβρωτοι · ἔθνος Ἰταλίας· Θουκυδίδης· «πρῶτον μὲν Ἀποβρώτοις». Ἀπόλλωνος · ὁ κανών· τὰ εἰς λων ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβάς, φυλάττει τὸ ω ἐπὶ γενικῆς, οἷον Ἀσκάλων Ἀσκάλωνος, Ἀπόλλων Ἀπόλλωνος, Σόλων Σόλωνος, Δόλων Δόλωνος. ἀποσαλεύσας · ἀποφυγὼν ἐκ τοῦ λιμένος καὶ σάλῳ ὁμιλήσας. ἀπόλεκτον · οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον καὶ ἐξειλεγμένον ἐκ πλειόνων· καὶ «στρατιώτας ἀπολέκτους». ἀπώλεια · τὰ διὰ τοῦ εια προπαροξύτονα ἔχοντα ἐνεστῶτα ἀντιπαρακείμενον δίφθογγον ἔχει· ἀνθῶ Ἄνθεια, θάλλω Θάλεια, χαίρω Χαίρεια, κρατῶ Κράτεια, μήδω Μήδεια ἐπὶ τῆς γυναικὸς τῆς ἡρωίδος, ἐπὶ δὲ τῆς χώρας διὰ τοῦ ι, ἐπὶ δὲ τῆς πόλεως Μίδεια προπαροξυτόνως καὶ κατὰ τὴν προπαραλήγουσαν διὰ τοῦ ι. τὰ δὲ παρὰ τὸ ὄλλω ἐκτείνουσι τὸ ο εἰς τὸ ω· ἐξώλεια προώλεια ἀπώλεια. ἀποπτάμενος · ἔστι πέτω καὶ κατὰ συγκοπὴν πτῶ καὶ πτῆμι ἐξ αὐτοῦ, τὸ παθητικὸν πτάμαι πτάμενος· ἐκ δὲ τοῦ πέτω γίνεται ποτῶ, ἐξ οὗ τὸ ἀμφεποτᾶτο, καὶ τὸ πετάζω, ἐξ οὗ τὸ ἐπετάσθη, καὶ πεταννύω πετάννυμι καὶ πτῆμι ἀποπροσωπίζεσθαι · ἀπονίπτεσθαι καὶ σμᾶσθαι τὸ πρόσωπον. Ἀπολλωνία · πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί· ὁ πολίτης Ἀπολλωνιάτης, τὸ θηλυκὸν Ἀπολλωνιᾶτις, τὸ γὰρ Ἀπολλωνιεύς οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλʼ ἐκ τοῦ Ἀπολλώνιον, ὡς Δουλίχιον Δουλιχιεύς. ἔστι καὶ ἑτέρα Θρᾴκης Ἰώνων καὶ ἕτεραι πολλαί. καὶ Ἀπολλωνιεῖς· δῆμος· ὁ δημότης Ἀπολλωνιεύς. καὶ Ἀπόλλωνος πόλις ἐν Αἰγύπτῳ οὕτως λεγομένη· Ἀπολλωνοπολίτης ὡς Κωνσταντινουπολίτης καὶ Ἀδριανουπολίτης. ἀποστερούμενος · τούτου καὶ τοῦτο· Δημοσθένης· «χρημάτων οὐκ ὀλίγων ἀποστερῆσαι βουλόμενος τὴν πόλιν» καὶ «τοὺς διδασκάλους τοὺς μισθοὺς ἀποστερεῖ, φησίν», «οὐ μόνον οὐκ ἀπέδωκε χάριν, ἀλλὰ καὶ τὸ δοθὲν ἀποστερεῖ με». ἀποθευσούμεθα · ἀποδραμούμεθα· λέγεται ἐπὶ πλοῦ. ἄπυστοι · οἱ Ἀθηναῖοι. ἄπεδον · τὸ ὁμαλόν· Θουκυδίδης· «καὶ κατέβησαν εἰς χωρίον ἄπεδόν τι». ἀπεχοιρίασεν · ἀπεσκίρτησεν, ἀπὸ μεταφορᾶς τῶν χοίρων. ἀπέτυλον · ἀπέσυρον τὸ αἰδοῖον. ἀπεμύλλαινον · διεφαύλιζον, ἐξηυτέλιζον σαρκάζοντες. ἀπρόσκλητος · δίκη ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων κατὰ τὸν νόμον, ἢ καὶ διὰ τοῦτο οὐκ ἦν εἰσαγώγιμος. ἀπροστασίου · εἶδος δίκης κατὰ τῶν μετοίκων τῶν προστάτην μὴ νεμόντων· ᾑρεῖτο γὰρ ἕκαστος αὐτῶν, ὃν ἤθελε τῶν πολιτῶν τινα προστάτην τὸν ἐπιμελησόμενον καὶ τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ, ὥσπερ ἐγγυητὴν ὄντα. ἀπεστλεγγισμένοι · ἀπεξυσμένοι. ἀπεσκόλυπτε · κυρίως τὸ δέρμα ἀφῄρει. Ἄπρος · θηλυκόν· πόλις Θρᾴκης· τὸ ἐθνικὸν Ἀπραῖος. Ἄπτερα · πόλις Κρήτης· ὅτι ἀπὸ τῆς τῶν Μουσῶν καὶ Σειρήνων ἔριδος δυσφοροῦσαι τὰ πτερὰ τῶν ὤμων ἀπέβαλον καὶ λευκαὶ γενόμεναι εἰς τὴν θάλασσαν ἐνέβαλον ἑαυτάς. ὁ πολίτης Ἀπτεραῖος. ἔστι καὶ Λυκίας πόλις, οὐδετέρως· τὸ ἐθνικὸν Ἀπτερεύς. ἀπαλθήσεσθον · ἀλθέω ἀλθῶ πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀλθήσω ἀλθήσομαι ἀλθήσῃ ἀλθησόμεθον ἀλθήσεσθον καὶ ἀπαλθήσεσθον· σημαίνει δὲ τὸ ἰαθήσεσθον. τὸ δὲ ἀλθῶ παρὰ τὸ ἄλδω, ὃ σημαίνει τὸ αὐξάνω. ἀπαρτία · ὁ κατὰ— ἔπιπλα. ἔστιν ἀπαρτῶ— συμπληρῶ, καὶ ἀπαρτία. ἄπαστος · ὁ ἄγευστος— ἡ πρώτη γὰρ τροφὴ ἀπὸ δρυῶν. ὡς οὖν ἀπὸ τοῦ μῶ τοῦ σημαίνοντος τὸ ζητῶ γίνεται μαστός, οὕτω καὶ παρὰ τὸ πῶ παστός καὶ ἄπαστος. Ὀππιανός· ὥρια δόρπα πάσασθαι ἀπάτερθεν · ἄποθεν, καὶ χωρίς· ἀπὸ τοῦ ἄτερ ἐπιρρήματος ἄτερθεν καὶ ἀπάτερθεν. ἀπάνευθεν · ἀντὶ τοῦ χωρίς· ἀπὸ τοῦ ἄνευ ἄνευθεν καὶ ἀπάνευθεν. ἀπάτη · ἐκ τοῦ ἀπαφῶ, τὸ δὲ ἀπαφῶ παρὰ τὸ φῶ, τὸ σημαῖνον τὸ λέγω, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ, ὅθεν καὶ Ὅμηρος· παρήπαφεν, ἀντὶ τοῦ ἠπάτησεν. Ἀπατούρια · ἑορτὴ— Ἀθηναίων· ἐδόκουν τε οἱ παῖδες πρὸ τούτου ἀπάτορες ὄντες τότε πατέρας ἔχειν. ἀπαύλια · ἑορτὴ— αὐλίζεσθαι. ἀπαγορεύειν · ἡ ἀπὸ— χωρίζεσθαι· τὸ γὰρ ἀπαγορεύειν ἐκτὸς γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ. ἁπαλός · παρὰ— ἁπαλός. ἀπάλαμνος · ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι. ἢ ὁ μὴ ἐν παλάμῃ μένων, ὅ ἐστι μάχῃ. ἀπαμείρεται · ἀποκεχώρισται· ἐκ τοῦ μείρω, τὸ μερίζω, καὶ μετὰ τοῦ α ἀμείρω καὶ ἀπαμείρω. ἀπαρκτίαις · ταῖς ἀπὸ τῆς ἄρκτου πνοαῖς· Λυκόφρων· ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς ἀπάργματα · αἱ μεγάλαι ἀπαρχαὶ τῶν θυσιῶν· παρὰ τὸ ἄρχω ἦργμαι ἄργμα καὶ ἄπαργμα· Ὅμηρος· ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι ἀπαιωρήσας · ἐκ τοῦ αἴρω— αἰωρήσω. ἀπατηλόν · ἐκ τοῦ ἀπατῶ. ἀπαυρῶ · τὸ ἀφαιρῶ· ἐκ τοῦ αἴρω τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ· Ὅμηρος· ἀπηύρα, καὶ Αἰσχύλος· τοιαῦτʼ ἀπηύρω τοῦ φιλανθρώπου τρόπου ἀπαυθαδιάζω · ἐκ τοῦ αὐθάδης αὐθάδεια αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. τοῦτο δέ, ὅτι αὐτοαδής τις ἐστιν, ὁ ἑαυτῷ ἀρέσκων. ἀπέκτατο · κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι ἔκταμαι ἐκτάμην ἔκτασο ἔκτατο καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπέκτατο. ἀπεμυθεόμην · ἀπηγόρευον, ἐκώλυον· μυθέω μυθῶ. Ἀπαισοῦ · καὶ δίχα τοῦ α· ὅς ρʼ ἐνὶ Παισῷ. εἴρηται παρὰ τὸ τὴν Ἀργῶ— Ἀπαισός. ἀπεμόρξατο · ἐκ τοῦ ἀμέλγω ἀμέλξω ἤμελξα ἠμελξάμην ἠμέλξατο καὶ τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο, τὸ ἀπεπίασεν. ἀπεστύπαζον · τύπτω τυπτάζω, ὡς κύπτω κυπτάζω, ἀποβολῇ τοῦ τ ἀπετύπαζον καὶ πλεονασμῷ τοῦ σ στυπάζω καὶ ἀπεστύπαζον. ἀπερείσια · πολλά· παρὰ— τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια. ἀπεβήσετο · βῶ— ἐνεστῶτα· ὁ παθητικὸς βήσομαι ἐβησόμην ἐβήσετο καὶ ἀπεβήσετο. Ἀπέσας · κλίνεται Ἀπέσαντος· ἔστι δὲ ὄρος τῆς Νεμέας, Ἀφέσας τις ὤν— Θεσσαλίας. ἀπέκτονε · κτείνω κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα καὶ ἀπέκτονα καὶ ἀπέκτονεν. ἀπερύκοι · ἀποτρέποι, ἀπείργοι· ἐρύω ἐρύκω. ἀπέχθηαι · ἀπέχθω ἀπῆχθον, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, ἐκβολῇ τοῦ τ ἀπέχθηαι. ἀπέφθιθον · ἀπὸ τοῦ φθίθω, ὁ παρατατικὸς ἔφθιθον καὶ ἀπέφθιθον. ἀπεκαίνυτο · καίνω καινύω καίνυμι καίνυμαι ἐκαινύμην ἐκαίνυτο ὡς ὄρω ὀρύω ὀρνύω ὄρνυμι. ἀπεβουκόλησα · παρὰ τὸ βουκολῶ, τοῦτο παρὰ τὸ βουκόλος, τοῦτο παρὰ τὸ βοῦς καὶ τὸ κονῶ, τὸ σημαῖνον τὸ ἐνεργῶ· σημαίνει δὲ τὸ ἀποπλανῶ. ἄπελος · τὸ ἕλκος καὶ τὸ τραῦμα— τὸ ἀφελόμενον· ἢ τὸ ἀπὸ τῶν Θεσσαλικῶν ἀπέλων, ἅ εἰσι πολυφάρμακα, ἵνα δηλοῖ τὸ ἀθεράπευτον. ἀπέλεθρον · δύναμιν ἀμέτρητον καὶ πολλήν· πέλεθρον γάρ ἐστι μέτρον γῆς. ἀπενίζοντο · ἔστι— εἰς πτω λήγοντα ῥήματα ποτὲ μὲν εἰς δύο σσ, ποτὲ δὲ εἰς ζ τρέπουσιν. ἀπεσκολλυμένος · κυρίως τὸ ἐκτεταμένος· κολλὺς γὰρ ἡ θρὶξ ἡ ἐπὶ τοῦ ἄκρου, ἣν ἐφύλαττον ἀκούρευτον θεοῖς ἀνατιθέντες· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἀπογεγυμνωμένου. ἀπειλή · ἡ μετὰ ὀργῆς ἐπίπληξις· παρὰ τὸ ἄποθεν εἶναι ἐλέους· ἢ παρὰ τὸ ἀπείλλειν— συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων. σημαίνει δὲ τρία· τὸ καυχῶμαι, ὡς τὸ ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών· ἐπὶ δὲ εὐχῆς· οὐδʼ ἠπείλησεν ἄνακτι· ἐπὶ δὲ ὀργῆς· αἶψα δʼ ἀναστὰς ἠπείλησε μῦθον. τὸ δὲ εὔχομαι παρὰ τὰς ἀπέλλας, ἤγουν τὰς φιάλας, διʼ ὧν σπένδοντες εὐχόμεθα. ἀπένεικας · ἐνέγκω, τροπῇ τοῦ γ εἰς ι ἐνείκω ἤνεικας καὶ ἀπένεικας. ἄπειρος · ὁ ἀμαής, παρὰ τὸ μὴ ἔχειν πεῖραν. ἄπειρος δὲ ὁ πολὺς καὶ μέγας, παρὰ τὸ μὴ ἔχειν πέρας. σημαίνει δὲ τὸ ἄπειρος καὶ χιτῶνα διέξοδον μὴ ἔχοντα. ἀπερωεύς · ὁρμητής· ἔστιν γὰρ ἐρωή ἡ ὁρμὴ καὶ προθυμία. ἀπεχθήρω · μισήσω· ἐχθαίρω ἐχθαρῶ ἤχθηρα, ἐὰν ἐχθήρω καὶ ἀπεχθήρω. ἀπειλήτην · ἀπειλῶ— ἠπειλησάτην καὶ συγκοπῇ τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν, τὸ δυϊκὸν ἠπείλειτον ἠπειλείτην καὶ ἐν συστολῇ τῆς ἀρχούσης καὶ τροπῇ τῆς ει διφθόγγου εἰς η ἀπειλήτην. ἀπηλεγέως · ἀποτόμως, σκληρῶς— ἀπηλεγής καὶ ἀπηλεγέων καὶ ἀπηλεγέως. ἀπερωήσειας · κωλῦσαι ποιήσειας· ἀπὸ τοῦ ἐρωή, τοῦτο παρὰ τὸ ἐρωῶ ἐρωήσω. ἀπηλοίησεν · ἀπέκοψεν· ἀπὸ τοῦ ἀλοῶ, τὸ συντρίβω, ἀλοιῶ ὡς ποῶ ποιῶ ἀλοιήσω ἠλοίησα, ὅθεν καὶ πατραλοίας. ἀπήμων · παρὰ τὸ πήθω πῆμα ἄπημος, καὶ ἀπήμων παρωνύμως, ὡς ἄναιμος ἀναίμων· τοὔνεκʼ ἀναίμονές εἰσιν καὶ ἀθάνατοι. ἀπηνής · σκληρός· ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ὅ ἐστιν ἐπαινεῖσθαι· αἶνος γὰρ ὁ ἔπαινος. ἀπήνη · ἡ ἅμαξα· παρὰ τὸ ἄνω ἀνύω ἀνύη ἄνη καὶ ἀπάνη καὶ τροπῇ ἀπήνη. ἀπηρής · ὁ ἀβλαβής· παρὰ τὸ πηρόν ἀπηρής. ἀπηχής · ἀπὸ τοῦ ἤχου, ὁ μὴ συνᾴδων· ἀπὸ μεταφορᾶς τῶν μουσικῶν ὀργάνων. ἀπήορος · ὁ ἀπηρτημένος καὶ διεστώς· παρὰ τὸ ἀείρω ἀερῶ. ἀπηύρων · ἀπαυρῶ ἀπαυρήσω ἀπηύρησα, ὁ δεύτερος ἀόριστος ἀπηύρων. τὸ δὲ αὐρῶ ἀπὸ τοῦ αἴρω, τὸ ἐπαίρω, τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου. ἀπηνήνατο · ἀναίνω ἀνανῶ ἄνηνα ἠνηνάμην ἠνήνατο καὶ ἀπηνήνατο. ἀπῇμεν · ἀπὸ τοῦ εἴω, τοῦ σημαίνοντος τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἶα, ἐν διαλύσει καὶ τροπῇ τοῦ ε εἰς η ᾖα, τὸ πληθυντικὸν ᾔαμεν καὶ κατὰ συγκοπὴν ᾖμεν καὶ ἀπῇμεν καὶ προῇμεν, οἷον· «προῇμεν τῇ βουλῇ», καὶ τὸ δεύτερον ᾖτε καὶ ἀπῇτε καὶ «ταῦτα ὑπὲρ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι». τούτου τοῦ ᾖα ὁ ὑπερσυντέλικος ᾔειν, ἐξ οὗ καὶ τὸ ἀπῄειν παρῄειν ἐξῄειν, τὸ πληθυντικὸν ἤεισαν, καὶ κατὰ συστολὴν ᾔεσαν καὶ ἀπῄεσαν καὶ ἐξῄεσαν, οὕτως καὶ τὸ εἰώθεσαν καὶ ᾔδεσαν Ἰωνικῶς, τὸ δὲ ᾔομεν παρατατικὸς καὶ οὐχ ὑπερσυντέλικος. Ἀπία · ἡ Πελοπόννησος— ποταμοῦ, καὶ Μελίτης τῆς Ὠκεανοῦ— τελευταῖον δὲ πάντων ἀπὸ τοῦ κρατῆσαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πέλοπα· καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον Ἀπιεύς. ἀπινύσσειν · τὸ ἀπινύτως— δηλοῦντος. ἔστι πνύω καὶ κατὰ παραγωγὴν πινύω, ἐξ οὗ τὸ πινυτός, ὁ διεγηγερμένος τὸν νοῦν· καὶ ὥσπερ παρὰ τὸ ἀφύω γίνεται ἀφύσσω, οὕτως καὶ ἀπὸ τοῦ πινύω πινύσσω καὶ ἀπινύω ἀπινύσω καὶ ἀπινύσσω. τὸ δὲ πεπνυμένος ἀπὸ τοῦ πνύω· γέγονε πνῦμι, οὗ τὸ παθητικὸν πέπνυμαι, ἡ μετοχὴ ὁ πεπνυμένος. ἀπήχθετο · ἐμισεῖτο· ἀπὸ τοῦ ἔχω ἔχθω ἔχθομαι ἠχθόμην ἤχθετο καὶ ἀπήχθετο. ἀπετρωπῶντο · δευτέρας συζυγίας· τρέπω τρωπῶ, ὡς νέμω νωμῶ, στρέφω στρωφῶ, τρέχω τρωχῶ· τὰ γὰρ ἀπὸ βαρυτόνων θεμάτων μεταγόμενα εἰς τὴν δευτέραν συζυγίαν τῶν περισπωμένων μεταβάλλουσι τὸ ε εἰς ω μέγα· τρωπῶμαι ἐτρωπώμην ἐτρωπῶτο καὶ ἀπετρωπῶτο. ἀπίθησεν · ἐκ τοῦ πείθω πειθῶ καὶ ἀπειθῶ ἀπειθήσω ἠπίθησα ἠπίθησε, συστολῇ τοῦ η εἰς α ἀπίθησε· καὶ τὸ μὲν ἀπιθῶ διὰ τοῦ ι, ὡς καὶ τὸ ἀφιδῶ, τὸ δὲ πείθω διὰ διφθόγγου, ὡς καὶ τὸ φείδω· ὅθεν καὶ τὸ ἐν δούλοις τῷ Καίσαρος δόγματι ἀπεγράφης πιθήσας. ἀποφθίμενον · φθίω φθίσω, τὸ παθητικὸν φθίομαι, φθίμενος κατὰ συγκοπήν, καὶ ἀποφθίμενον. ἀπίκια · εἶδος πλακοῦντος— Ῥωμαίου τρυφητοῦ. ἄπιος · ἡ ὄχνη καλουμένη, ὅτι πρῶτον ἐν Πελοποννήσῳ γέγονεν· Ἀπία γὰρ ἡ Πελοπόννησος. ἢ παρὰ τὸ— αὐτῆς. ἀμπλακία · ἡ ἁμαρτία· ἀπὸ τοῦ πλέκω πλέξω ἔπλεξα ἔπλακον πλακῶ ἀμπλακῶ ἀμπλακία. ἁπληγίς · τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ Ὅμηρος ἁπλοΐδα καλεῖ· Σοφοκλῆς· τρύχει καλυφθεὶς Θεσσαλικῇ πληγίδι · παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς. τρύχει καλυφθεὶς Θεσσαλικῇ πληγίδι · παρὰ τὸ ἁπλῆ ἁπληΐς καὶ ἁπληγίς. ἀπογυιώσεις · βλάψεις, τὰ μέλη ἐκλύσεις· κυρίως δὲ τὸ τὰ μέλη βλάπτειν. ἀπόβλητον · ἀποβολῆς ἄξιον, ἀδόκιμον· ἀποβάλλω ἀποβλῶ ἀποβλήσω ἀποβέβληκα ἀποβέβλημαι ἀποβέβληται καὶ ἀπόβλητον. ἀποβλύζων · ἀπεμῶν· τὸ δὲ βλύζω ἀπὸ τοῦ βάλλω βλῶ βλύζω. ἁπλοῦς · ὥσπερ παρὰ τὸ πέλω καὶ τὸ δύο γίνεται διπλόος διπλοῦς, οὕτω καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω, τὸ ὑπάρχω, γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων. ἀποπτύω · ἀπὸ τοῦ πετῶ πετύω, καὶ συγκοπῇ πτύω, τὸ ἀποπεταννύμενον. ἄπορος · κυρίως— τόπος λέγεται καὶ ὁ μὴ χρήματα ἔχων· ἔνθεν καὶ ἀπορία. ἀπότριχες · οἱ ἄνηβοι— ἐν τῷ· ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον, ἀντὶ τοῦ ἀκηδήσαντε· καὶ ἀπότιμον ἔθεντο, ἀντὶ τοῦ ἄτιμον. ἀποφηληκίζει · βιάζεται— μετῆκται. ἀπὸ τοῦ φήληξ φήληκος, τοῦτο παρὰ τὸ σφάλλω, σφήληξ καὶ φήληξ. ἢ παρὰ τὸ φῶ, τὸ ἀπατῶ, ὅθεν τὸ ἀπαφῶ. ἀποφράδες · ἀποφράδας ἔλεγον οἱ παλαιοὶ τὰς— ἐκάλουν, οἷον· ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. γίνεται παρὰ τὸ φρῶ— φράς καὶ ἀποφράς. ἀποφώλιος · ὁ ἀπαίδευτος· Ὅμηρος ἦ δὴ ἀλιτρός τʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς; καὶ ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν «ἁμαρτωλός τε καὶ οὐκ ἀπαίδευτος»; ἀλλὰ— ὡς εἴωθε λέγειν τις «θαυμάζω πῶς σοφὸς ὢν ἥμαρτες». γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια παρὰ τὸ— καὶ τροπῇ τοῦ η εἰς ω ἀποφώλιος. ἀπόστιχε · ἀπαλλάσσου, ἀναχώρει· στείχω ἔστιχον ἔστιχες ἔστιχε, τὸ προστακτικὸν στίχε καὶ ἀπόστιχε. ἀπόερσεν · ἀπέπνιξε, διέφθειρε· παρὰ τὸ— ἔρσω, ὁ ἀόριστος ἔρσα ἔρσας ἔρσε καὶ ἀπόερσεν. ἀποκαίνυμαι · νικῶ· ἀπὸ τοῦ καίνω, τὸ φονεύω, καίνυμι ἐκαινύμην ἐκαίνυσο ἐκαίνυτο. μεταφορικὴ δὲ ἡ λέξις, κυρίως γὰρ ἐπὶ τῶν φονευόντων καὶ νικώντων λαμβάνεται. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω, ἀπὸ τοῦ— νικῶντας. ἀπολιχμήσονται · ἀπολείξουσιν· λείχω λειχῶ, καὶ λιχμῶ λιχμήσω. ἀπολιβάζω · ἀπέλθω, ἀποδράμω· ἢ παρὰ τὴν λιβάδα. ἢ τὸ ἀπορρίπτω. Ἀπόμυιος · οὕτως— ἐπὶ ἀποτροπῇ μυιῶν. ἀπόχρη · σημαίνει τὸ ἀρκεῖ· ἀπὸ τοῦ χρῶ ῥήματος τοῦ σημαίνοντος τὸ παρέχω γίνεται ῥῆμα χρῆμι χρῆς χρῆσι καὶ κατὰ ἀποκοπὴν χρή· οὐ χρὴ παννύχιον εὕδειν, καὶ ἐν συνθέσει ἀπόχρη. ἀπονοστήσειν · ἐπανελθεῖν— ἡδύ. ἀπομηνίσας · ὀργισθείς· μηνίω μηνίσω ἐμήνισα μηνίσας· ἀπὸ τοῦ μῆνις. ἀπόπατος · ἡ τῶν σιτίων— παρὰ τὸν πάτον, τουτέστι τὴν ὁδόν, τὸ ἄποθεν τοῦ πάτου γινόμενον. καὶ ἀποπάτημα αὐτὸ τὸ σκύβαλον· Εὔπολις· Α. τί γὰρ ἐκεῖνο; Β. ἀποπάτημʼ ἀλώπεκος ἀποβρίξας · ἀπονυστάξας· παρὰ— μόριον, ἀφʼ οὗ τὸ βρίθω, καὶ ὄβριμος ὁ ἰσχυρὸς πλεονασμῷ τοῦ ο· βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι. ἄποινα · τὰ ὑπὲρ— φόνος καὶ κατὰ στέρησιν ἄφονος, καὶ πλεονασμῷ τοῦ ι ἄφοινος καὶ τὸ οὐδέτερον τὸ ἄφοινον, καὶ τροπῇ τοῦ φ εἰς π ἄποινον, τουτέστι τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος. ἢ ἐκ τοῦ ποινή γίνεται ἄποινος. Ἀπόλλων · παρὰ— ἀκτῖνας. ἢ παρὰ— γὰρ ἦν. ἢ ὁ μὴ ἀπολλύμενος μετὰ τὴν δύσιν. ἀπολαύω · λῶ, τὸ θέλω, παράγωγον λαύω, ὡς χρῶ χραύω, ψῶ ψαύω· καὶ ἀπολαύω. ἀπολιταργεῖν · τὸ ἀπελθεῖν ταχέως· παρὰ τὸ λίαν καὶ τὸ ἄττειν ἀργόν, ὅ ἐστι ταχύ. ἀποκναίω · κτῶ ῥῆμα, τὸ δηλοῦν τὸ φονεύω· ἀφʼ οὗ κτῆμι, ἐξ οὗ τὸ ἔκτατο καὶ ἀπέκτατο· ἐκ τοῦ κτῶ παράγωγον κταίνω, ὡς φῶ φαίνω, χρῶ χραίνω, δρῶ δραίνω, καὶ ἀποβολῇ τοῦ τ καίνω, καὶ καθʼ ὑπερβιβασμὸν κναίω, τὸ λυποῦμαι. ἀπόνοια · ἡ χωρίζουσα— δόξης, σημαίνει δὲ δύο· τὴν ὑπερηφανίαν καὶ τὴν θρασύτητα. καὶ γίνεται παρὰ τὸ ἄποθεν εἶναι τοῦ νοῦ· καὶ γὰρ θρασύτης ἐστὶν ἡ ἄλογος τόλμα. ἀποθανεῖν · ἡ ἀπὸ— δηλοῖ, καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων. καὶ ἀπέρχεσθαι τοῦ χωρίζεσθαί τινα ἀπερχόμενον. ἀπὸ ἕθεν · ἀπὸ ἑαυτοῦ· ἐμέ σέ ἕ. ἀπὸ οὖν τοῦ ἕ τρίτου προσώπου πλεονασμῷ τῆς θεν συλλαβῆς ἐμέθεν σέθεν ἕθενἐπεὶ οὔ ἑθέν ἐστι χερείων ἀποσκυδμαίνω · τὸ ὀργίζομαι. ἔστι σκύζω, οὖ ὄνομα— ὄζω γίνεται ὀζαίνω, οὕτω καὶ παρὰ τὸ σκύζω γίνεται σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ σκυδαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω. ἀποτμήξαντες · τμῶ, τὸ κόπτω, παράγωγον τμήγω τμήξω καὶ ἀποτμήξω· τὸ δὲ τμῶ ἀπὸ τοῦ τομή. ἀποπτανέουσι · πετῶ πεταίνω καὶ συγκοπῇ πταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω παπτανῶ παπτανοῦσι καὶ πλεονασμῷ τοῦ ε παπτανέουσι. καὶ ἀποπτανέουσι. ἀποδρᾶν · δρῶ, τὸ ὑπηρετῶ, ὅθεν καὶ δρηστῆρες. τὸ οὖν ἀποδρᾶν ἐστι τὸ ἔξω γενέσθαι τῆς ὑπηρεσίας τοῦ δεσπότου. ἀπὸ κυανέων · κύανοι, κυάνειος, ἀποβολῇ τοῦ ι κυάνεος, τὸ κυάνεον, τὰ κυάνεα, τῶν κυανέων. ἀποψύχειν · Ἡσίοδος· μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστι. ἀφοδεύειν ἢ ἀποπνευματίζειν, ἀποπλύνειν καὶ ἀπορρίπτειν. ἀπογαλακτίζω · γάλακτος γαλακτίζω καὶ ἀπογαλακτίζω καὶ ἀπογαλάκτισις· ἡ δὲ ἀπό τὴν ἀπόπαυσιν σημαίνει καὶ τὴν ἀποπλήρωσιν. ἀπολυμαίνεσθαι · ἀποκαθαίρειν· λύματα — ἀπὸ γοῦν τοῦ λῦμα λυμαίνω καὶ ἀπολυμαίνω. φύσει δὲ τὸ ὕδωρ— βάλλεται. τὸ δὲ λῦμα ἐκ τοῦ ῥύπτω, Αἰολικῶς ῥύσσω ἔρυμαι ῥῦμα καὶ λῦμα. ἀπὸ πεντόζοιο · Ἡσίοδος· μηδʼ ἀπὸ πεντόζοιο αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. πεντάκλαδος γὰρ ἡ χείρ· «μὴ ὀνυχίσῃς», φησίν, «ἐν ἑορτῇ»— ἀσεβὲς γὰρ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν. ἡ πέντοζος, τῆς πεντόζου πεντόζοιο· ἀπὸ τοῦ πέντε ὄζους, ἤτοι δακτύλους, ἔχειν. ἀπορρῶγες ἀκταί · ἀπερρηγμέναι, ἀπεσπασμέναι ἀπʼ ἀλλήλων. ἀπὸ τοῦ ῥήσσω ῥήξω, ἀποβολῇ τοῦ ω ῥήξ, καὶ τροπῇ ῥώξ ὡς ἀρηγός ἀρωγός, καὶ κλίνεται ῥωγός ῥῶγες καὶ μετὰ τῆς ἀπό προθέσεως ἀπορρῶγες. ἀπόφασθε · φημί, τὸ λέγω, φήσω πέφηκα πέφαμαι ἐφάμην ἔφασο ἔφατο· ἐκ δὲ τοῦ ἔφασο καὶ τὸ προστακτικὸν φάσο φάσθω φᾶσθε καὶ ἀπόφασθε. ἀπόθεστος ·ποθέω ποθέσω πεπόθεκα πεπόθεμαι πεπόθεσαι πεπόθεσται ποθεστός καὶ ἀπόθεστος. ἀπορρώξ · ῥήσσω, τὸ σχίζω, ὁ μέλλων ῥήξω, ἀποβολῇ τοῦ ω ῥήξ, καὶ τροπῇ τοῦ η εἰς ω ῥώξ, καὶ μετὰ τῆς ἀπό ἀπορρώξ· κλίνεται ἀπορρῶγος. ἀποθρίξασθαι · ἀποκαρῆναι· ἀποθρίζω ἀποθρίξω. ἀποσταδόν · πόρρωθεν, ἐκ διαστήματος· ἐκ τοῦ ἵστημι, τὸ παθητικὸν ἵσταμαι, σταδόν καὶ ἀποσταδόν τὸ ἐπίρρημα. ἀποθύμια · λυπηρά, τὰ μὴ καταθύμια· ἀπὸ τοῦ θύω θυμός καὶ ἀποθύμιον. ἀποδιοπομπεῖσθαι · πρώτης συζυγίας, διοπομπῶ διοπομπήσω· τοῦτο δὲ ἀπὸ τῆς Διός γενικῆς καὶ τοῦ πομπός. σημαίνει δὲ τὸ ἀποτρέπεσθαι διὰ τοῦ ἀποτροπαίου Διός· ἀποτρόπαιος μὲν Ζεὺς καὶ δαίμων ἀποτρέπων τὰ ἄγη. ἀποσχήσει · ἀποχωρίσει, ἀποδιώξει· ἔχω ἔσχον σχῶ σχήσω μεταθεμένου εἰς ἐνεστῶτα τοῦ δευτέρου μέλλοντος· καὶ ἀποσχήσω, τῆς ἀπό χωρισμὸν δηλούσης. ἀπούρας · ἀφελόμενος· ἔστιν αὐρῶ, τὸ ἀπολαύω, ὁ μέλλων— ἀπούρας. οἱ δὲ ἀπὸ μεταφορᾶς— ἀπούρας. ἀποφθίσθω · φθίω φθίσω ἔφθικα ἔφθιμαι ἐφθίμην ἔφθισο, τὸ προστακτικὸν φθίσο φθίσθω καὶ ἀποφθίσθω. ἀποσφήλειε · μέγα δέ σφεας ἀποσφήλειε πόνοιο, οἱονεὶ σφαλῆναι καὶ ἀποτυχεῖν ποιήσαι τοῦ ἔργου· σφάλλω σφαλῶ ἔσφαλα καὶ ἔσφηλα, ἡ μετοχὴ σφήλας σφήλαντος, τὸ εὐκτικὸν σφήλαιμι σφήλαις σφήλαι καὶ σφήλειεν. ἀπρίξ · τὸ ἰσχυρῶς κρατεῖν— ἐξ αὐτοῦ ἐπίρρημα πρίξ ἀποβολῇ τοῦ ω, καὶ μετὰ τοῦ στερητικοῦ α ἀπρίξ, τουτέστιν ὡς— κρατούμενον, ἀλλὰ παρʼ ἐκείνου ὁλοσχερῶς κατίσχεσθαι. ἀπριάτην · πρίημι, τὸ παθητικὸν πρίαμαι, τὸ ἐπίρρημα ἀπριάδην, ὡς φέρομαι φοράδην, καὶ τροπῇ του δ εἰς τ ἀπριάτην· ἔνιοι δὲ ἀπὸ τῆς αἰτιατικῆς τῶν ἑνικῶν ἡ ἀπριάτη, τὴν ἀπριάτην, ἀπριάτην. ἀπροτίμαστος · ἄψαυστος, ἄθικτος· παρὰ τὸ μαίω, τὸ ζητῶ, ἡ μὴ ἐπιζητηθεῖσα— καὶ τὸ ἐπιμασσάμενος, ὅ ἐστιν ἐπιλαβόμενος, καὶ ἐπιμάσσατο, ἀντὶ τοῦ καθήψατο. ἀπροτίοπτα · κρύφα, λάθρα· ἀπὸ τοῦ ὄπτω, τὸ βλέπω. ἀπτοεπές · τινὲς δασύνουσιν, ἵνʼ ᾖ ἡ ἁπτομένη διὰ λόγων. ἢ ἡ ἀπτόητος ἐν τῷ λέγειν. ἀπτήν καὶ κλίνεται ἀπτῆνος· ἡ μηδέποτε πτᾶσα· παρὰ τὸ πέτω πέτην, συγκοπῇ πτήν καὶ μετὰ τοῦ στερητικοῦ α ἀπτήν, ἡ μὴ ἵπτασθαι δυναμένη διὰ τὴν σμικρότητα. ἄπτερος · τῇ δʼ ἄπτερος ἔπλετο μῦθος· ταχὺς— ἄλοχος. ἄπυστος · ἀνήκουστος· ἀπὸ τοῦ πεύθω πέπευσμαι πέπευσται πευστός καὶ ἄπυστος· ἢ ἀπὸ τοῦ πύθω, ὃ σημαίνει τὸ ἀκούω καὶ μανθάνω καὶ ἐρωτῶ, πέπυσται πυστός καὶ ἄπυστος. ἀπύρους · ἀνεπιτηδείους— ἐν οἴκῳ. ἀπφῦς · ὁ πατὴρ— πάππα, ὃ σημαίνει— ἀππῦς καὶ τροπῇ τοῦ π εἰς φ ἀπφῦς. ἀπώνατο · ἀπὸ τοῦ ὀνῶ ὀνήσω ὤνησα ὠνησάμην ὠνάμην ὤνου ὤνατο καὶ ἀπώνατο. ἢ ὄνημι συζυγίας δευτέρας τῶν περισπωμένων, ὡς ἵστημι, τὸ παθητικὸν ὄναμαι, ὁ παρατατικὸς ὠνάμην ὤνασο ὤνατο καὶ συνθέσει ἀπώνατο. ἄπωθεν · τὸ πω μέγα· φαίνετο δʼ εἰν ἁλὶ ἡ Σκίαθος, φαίνοντο δʼ ἄπωθεν. Σκίαθος δέ ἐστι νῆσος Εὐβοίας. ἀπῳδόν · τὸ ἄποθεν τῆς ᾠδῆς. καὶ ἀπῳδῶς ἐπίρρημα. τὸ α μετὰ τοῦ ρἄραβος · κτύπος· κυρίως ἡ ἐν ἄρει βοή, ἀράβοος καὶ ἄραβος. ἀράβησεν · ἤχησεν· κυρίως— ἄραβος, ἀραβῶ ἀραβήσωἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου, παρὰ τὸ ἄρεα καὶ τὸ βοή. Ἀράξης · ποταμὸς— καταρρήγνυται. ἀράσσω · τὸ ἀποτέμνω— κυρίως γὰρ ἀράσσω τὸ διὰ σιδήρου τέμνω. ἀράχνια · τὰ ὑφάσματα τῆς ἀράχνης, οἷον· ἠΰτʼ ἀράχνια λεπτά· παρὰ τὴν— ὡς δέμνω δέμνιον, παίζω παίγνιον· ἤγουν τὸ ἐλάχιστον. ἢ τὸ ἐνηρμοσμένον· χνοῦς— καὶ ὑφανθείς. ἀρά · ἡ εὐχή· παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους. ἢ παρὰ τὸ ἀρύειν, ὅπερ ἐπὶ τοῦ καλεῖσθαι ἔταττον, καὶ μάλιστα Συρακούσιοι· ἀρύετʼ ἂν φυζήν, ἀντὶ τοῦ ἐπικαλεῖσθε καὶ ἐφέλκεσθε· ἀρύω ἀρά. ἢ ἀπὸ τοῦ Ἄρεως βλαπτικοῦ ὄντος. ἄραρεν · ἔστιν ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ κατὰ διπλασιασμὸν Ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς· οὔτε φρεσὶν ᾗσιν ἀρηρώς. Δωρικῇ τροπῇ ἄραρα καὶ ἄραρεν, οἷον· ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας, ἡ μετοχὴ ἀραρώς ἀραρότος, τὸ θηλυκὸν ἀραρυῖα. ἢ ἐπειδὴ συναρχομένους ἔχουσι τοῖς ἐνεστῶσι τοὺς παρῳχημένους οἱ Ἴωνες, ὁ μέσος παρακείμενος ἆρα καὶ Ἀττικῶς ἄραρε καὶ ἄραρεν. ἄρα · ὁ ἀρ σύνδεσμος ἐκ τοῦ— ἀποβολὴν τῆς ἀρχῆς, ἔστιν δὲ εἰπεῖν, ὅτι τοῦτο θέμα, καὶ τοῦτο. ὁ γὰρ ἀρ σύνδεσμος ἐκ τοῦ ῥα οὐκ ἔστιν· ὁ γὰρ ῥα ἐγκλιτικός ἐστιν καὶ ὑποτακτικός, ὁ δὲ ἀρ οὐκ ἔστιν ἐγκλιτικός. ἀρβύλη · καὶ ἀρβυλίς, ἔστι δὲ εἶδος ὑποδήματος· παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσίν, ἁρμύλη καὶ ἀρβύλη. ἀργαλέος · χαλεπός— ἄλγος ἀλγαλέος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν, τροπῇ τοῦ λ εἰς ρ ἀργαλέος. ἀραιήν · ἀσθενῆ— ἀραιή, ὅθεν καὶ δασύνεται· ἀπὸ οὖν τοῦ ῥαίω γίνεται ῥαιός καὶ ἁραιός καὶ ἁραιὴ μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α. Ἀραιτασιείδης · Ἀραιτασιοείδης, καὶ κατὰ συγκοπὴν Ἀραιτασιείδης … . ἄργεμον · τὸ κατὰ— ὅ ἐστι λευκόν, ὅθεν· καὶ κύνας ἀργούς, τινές φασι τοὺς λευκούς· ἢ τοὺς ταχεῖς, ἔστι γὰρ ἀργὸν τὸ ταχύ. ἀργεννῇσι · ἐκ τοῦ ἀργός, ὃ σημαίνει τὸν καθαρόν, ἀργεινός καὶ τὸ θηλυκὸν ἀργεινή. πᾶν τοίνυν εἰς ος μετὰ συμφώνου πλὴν τοῦ ρ, ὅτε ἔχει θηλυκὸν εἰς η, αὐτὸ ποιεῖ. τὸ γει δίφθογγον· τὰ μέντοι εἰς νος ὀξύτονα παρώνυμα διὰ τῆς ει διφθόγγου γράφονται· φάος φαεινός, ἄλγος ἀλγεινός, πόθος ποθεινός, ἔλεος ἐλεεινός· οὕτως ἀργός ἀργεινός. καὶ ἐπεὶ οἱ Αἰολεῖς πρὸς τὰ ἐπαγόμενα σύμφωνα τρέπουσι τὸ ι τῆς ει διφθόγγου, οἷον φθείρω φθέρρω, στείνω στέννω, οὕτως ἀργεινός ἀργεννός καὶ ἀργεννή. ἀργός · ὁ ταχύς· ἔστι δὲ— λέγουσι, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεύς. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ λευκοῦ λαμβάνεται· καὶ γὰρ οἱ ποιηταὶ τὰ λευκὰ πάντα καὶ ἀργὰ οὕτω καλοῦσι. παρὰ τὸ— ποιεῖν. τοῦτο παρὰ τὸ ἀγλαόν, συγκοπῇ ἀγλόν, καὶ μεταθέσει ἀλγόν· τὸ δὲ ἀγλαόν παρὰ τὸ αἴγλη. ἀργής χιτών · ὁ λευκός· ὥσπερ παρὰ τὸ γυμνός γυμνής— ὁ τύπος· ἐδητύος ἠδὲ ποτῆτος, οὕτως καὶ— ἀργῆτος, ἡ δοτικὴ ἀργῆτι, οἷον· βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ· ἡ αἰτιατικὴ ἀργῆτα, οἷον· ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν, ἀντὶ τοῦ ἀργῆτα κατὰ μεταβολὴν ἢ συστολήν· καὶ πάλιν· ἐν Τροίᾳ ἄσειν ταχέας κύνας ἀργέτι δημῷ, ἤγουν τῇ λιπαρᾷ καὶ λευκῇ σαρκί. ἀργής · εἶδος κεραυνοῦ. κεραυνῶν γὰρ εἴδη ἕξ· ψολόεντες, πυρόεντες οἱ καὶ πρηστῆρες, σκηπτοί, ἑλικίαι, ἀργῆτες καὶ καταιβάται. ὧν οἱ μὲν φρύγουσι καὶ ἀποτεφροῦσι βάλλοντες, οἱ δὲ περιφλύουσι καὶ ἀσβολοῦσι, ἤτοι μελαίνουσιν, ἄλλοι δὲ ἡμιφλέκτους δρῶσι τοὺς βεβλημένους. ἀργιόδους · ὁ μεγαλόδους— εἰ γὰρ ἦν παρὰ τὸ ἀργός, ἦν ἂν ἀργεόδους. Ἀργεϊφόντης · ἐπίθετον Ἑρμοῦ· ὁ ἀργὸς φόνου, τουτέστι καθαρός. ἢ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς. ἢ ὁ ἐναργεῖς τὰς φαντασίας ποιῶν. ἢ ἐπειδὴ τὸν Ἄργον ἐφόνευσε. γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ὡς γὰρ ἀλοτρίβανον ἀλετρίβανον, σημαίνει δὲ τὸν τριβέα τῶν ἁλῶν, οὕτω καὶ παρὰ τὸ ἀργοφόντης ἀργεφόντης, καὶ Ἀργεϊφόντης πλεονασμῷ τοῦ ι ὁμοίως καὶ τὸ ἀνδροφόντης ἀνδρεφόντης καὶ ἀνδρεϊφόντης· ἢ ἐκ τοῦ ἀνδρεῖος ἀνδρεϊφόντης. ἄργμα · ἡ ἀπαρχή· παρὰ τὸ ἄρχω ἄρξω ἦρχα ἦργμαι ἄργμα, ὥσπερ— γράμμα. Ἄργεϊ · ἰστέον, ὅτι αὗται αἱ τοιαῦται δοτικαί, ἂν μὲν ἔχωσι σύμφωνον ἐπιφερόμενον, διαιροῦνται· Διομήδεϊ κρατερῷ· εἰ δὲ φωνῆεν, οὐ διαιροῦνται· σῷ θάρσει ἂν μὴ κωλύῃ μέτρον, ὡς τὸ χαριζομένη πόσεϊ ᾧ. τινὰ δὲ καὶ χωρὶς μέτρου παρήλλακται, οἷον· ἡδέι οἴνῳ. ἄργυρος · παρὰ τὸ ἀργός, ὁ λευκός. ἄργυφον · καὶ ἀργύφεον παραγώγως παρὰ τὸ ἀργόν, ὃ σημαίνει τὸ λευκόν, ἐξ οὗ ἄργυρος. ὁ δὲ Ἡρωδιανός— τοῦ ἀργῶ, ὃ σημαίνει τὸ φαίνω, ἄργυφος καὶ πλεονασμῷ τοῦ ε ἀργύφεος. παρὰ τὸ ἀργόν δὲ τὸ ταχύ, ἢ μᾶλλον τὸ σημαῖνον τὸ λευκὸν γίνεται ἄργυφος καὶ ἀργύφεον. Ἀργώ · ἡ ναῦς, ἀφʼ οὗ καὶ οἱ Ἀργοναῦται— κατεσκεύασεν. ἢ ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη. Ἀργανθώνιον · ὄρος Κίου, οἷον· ἀμφʼ Ἀργανθώνιον ὄρος προχοάς τε Κίοιο ἀργεστής · ὀξύνεται, καὶ κλίνεται δὲ ἀργεστοῦ καὶ Βοιωτικῶς ἀργεστᾶο· ἀργεστᾶο Νότοιο. ἀργυρίδιον · διὰ τοῦ ι γράφεται, διὰ τοιαύτην αἰτίαν· ἐμάθομεν, ὅτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διον καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι, οἷον γνώμη γνώμης γνωμίδιον ψυχή ψυχῆς ψυχίδιον, ξίφος ξίφους ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβή, οἷον γραφεῖον γραφείδιον, ἀγγεῖον ἀγγείδιον. καὶ εἰ μὲν εὑρέθη τὸ ει ἢ τὸ ο, τὸ ι προσέρχεται, πόλεως πολείδιον, ἕξεως ἑξείδιον, βοός βοείδιον. ἀρδηθμός · παρὰ τὸ ἀρδῶ περισπώμενον ἀρδήσω ἀρδηθμός. ἀρδμός · ὁ ποτισμός· ἀπὸ τοῦ ἄρδω βαρυτόνου. ἄρδην · τὸ ἐπίρρημα· παρὰ τὸ αἴρω, τὸ ἐπαίρω, ἄρην καὶ ἄρδην πλεονασμῷ τοῦ δ. ἄρδις · ἡ ἀκὶ τοῦ βέλους· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρμαι ἦρσαι ἦρται ἄρτης· ἔνθεν καὶ πυλάρτης. καὶ ὥσπερ παρὰ τὸ προφήτης γίνεται παρώνυμον προφῆτις, οὕτως ἄρτης ἄρτις καὶ ἄρδις. ἢ παρὰ— ἄρδις πλεονασμῷ τοῦ δ. Ἀρέθουσα · πηγὴ— ποτίζουσα. ἀρέσκω · παρὰ— καὶ ἀρεστόν. ἀρεστήρ · εἶδος πλακοῦντος τοῖς θεοῖς ἀφιερωμένου— ἀρέσκων. ἀρέσω οὖν ἤρεσμαι ἤρεσται ἀρεστής καὶ ἀρεστήρ, ὡς ἤθληται ἀθλητής καὶ ἀθλητήρ. ἀρετή · παρὰ τὸ— ἀρῶ ἀρέσω ἤρεσμαι ἤρεσαι ἤρεσται ἀρεστή καὶ ἀρετή, ἡ πᾶσιν ἀρέσκουσα. λέγεται καὶ— τὸν ἄρην, ὃ σημαίνει τὸν πόλεμον. ἀρῆς · ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα. ἀρά ἡ βλάβη· ἡ ἀρά, τῆς ἀρᾶς, τροπῇ τοῦ α εἰς η ἀρῆς. ἀρεστός · ἀρῶ ἀρέσω ἤρεκα ἤρεσμαι ἤρεσαι ἤρεσται ἀρεστός. Ἄρειος · ὁ φιλόσοφος ὁ Ἀλέξανδρος· ἐν ἑορτῇ Ἄρεως ἐτέχθη, διὸ οὕτως ὠνομάσθη. ἄρειος Πάγος · δικαστήριον Ἀθήνησιν οὕτως καλούμενον. καὶ οἱ δικασταὶ— Ἄρειος δέ, ἐπειδὴ τὰ φονικὰ ἐκεῖσε ἐκρίνοντο … δικάζει δὲ ὁ Ἄρης τὸν φόνον— Ἀλκίππην. Ἄρεος παγίτης Ἀρεοπαγίτης. ἄρειον · τὸ κρεῖττον· ὑπὸ τεῖχος ἄρειον. ἀρείων · ὁ βελτίων· εἴρηται παρὰ τὸ Ἄρης, ἵνʼ ᾖ κυρίως ὁ κατὰ τὸν πόλεμον καλλίων. ἀρειή · Ἰωνικῶς ἡ ἐν πολέμῳ ἀπειλή· ἐκ τοῦ ἄρης ἄρεως γέγονεν ἀρεά, καὶ πλεονασμῷ τοῦ ι— πείνη. ἢ παρὰ τὴν ἄρει δοτικὴν ἀρειά καὶ ἀρειή. λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι παράλογόν ἐστι καὶ κατὰ τὸν τόνον καὶ κατὰ τὸν χρόνον· οὔτε γὰρ ὀξυτονεῖσθαι ἔμελλεν οὔτε— φορβειά ζειά· εἰ οὖν τὸ ἀρειά οὐ τίθεται ἐπὶ οὐσίας ἀλλʼ ἐπὶ πράγματος τὴν γὰρ ἀπειλὴν σημαίνει, οὔτε ὀξυτονεῖσθαι οὔτε ἐκτείνεσθαι ὤφειλεν. ἡμάρτηται οὖν καὶ κατὰ τόνον καὶ κατὰ χρόνον. ἔστι δὲ καὶ ἀρειῶ ἀρειᾷς, τὸ ἀπειλῶ, ὡς παρʼ Ἱππώνακτι· ἀρειᾷς σύκινόν με ποιῆσαι, ἀντὶ τοῦ ἀπειλεῖς. ἐπὶ δὲ φυτοῦ γράφεται διὰ τοῦ ι καὶ παροξύνεται· παρὰ Εὐπόλιδι· χήτει τοι πρύμνης ἀρίας ποιούμεθα γόμφους. ἀρειμάνιος · σημαίνει δὲ τὸν πολεμικόν· ὥσπερ γὰρ παρὰ— σημαίνει δὲ τὸν ἐν πολέμοις ὀνομαζόμενον ἢ τὸν ἐν πολέμῳ φονευόμενον, τὸν αὐτὸν τρόπον καὶ παρὰ τὴν ἄρει δοτικὴν καὶ τὸ μαίνομαι, τὸ μάχομαι καὶ ὀργίζομαι, γίνεται ἀρειμάνιος, ὁ πολεμικὸς καὶ μάχιμος. ἀρεσόμεθα · ἐξιλεωσόμεθα, θεραπεύσομεν· παρὰ τὸ ἀρῶ ἀρέσω. ἀρηγών · βοηθός· ἔστιν ὄνομα μετοχικόν· ἀπὸ τοῦ ἀρήγω ῥήματος ὄνομα θηλυκὸν ἡ ἀρηγών καὶ κλίνεται ἀρηγῶνος· γίνεται γὰρ— ἀρήγω ἀρηγών. Ἀρηίθοος · παρὰ τὸ Ἄρης Ἄρεως Ἄρεϊ, τροπῇ τοῦ ε εἰς η Ἄρηϊ, καὶ τὸ θοός Ἀρηίθοος. ἀπὸ δὲ τῆς Ἄρηϊ δοτικῆς γίνεται καὶ ἀρήιος, ὃ σημαίνει τὸν πολεμικόν, ὁμοίως καὶ τὸ ἀρηΐφατος. ἀρητόν · ἀρητὸν δὲ γόον τοκεῦσι καὶ πένθος ἔθηκας, ἤτοι— ἐσόμενον. ὀξύνεται δέ· τὰ γὰρ— θέλει. ἄρης · σημαίνει δὲ τὸν πόλεμον— τετραχῶς αὐτῷ κέχρηται ὁ ποιητής· ἐπὶ μὲν τοῦ πολέμου· ὄφρα κεν ἐγείρομεν ὀξὺν Ἄρηα· ἐπὶ δὲ τοῦ σιδήρου· αἵματος ἆσαι Ἄρηα· ἐπὶ δὲ τοῦ θεοῦ· Ἄρες Ἄρες βροτολοιγέ· ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσι Ἄρης · ὁ τῶν πολεμίων ἔφορος· χάλκεος Ἄρης. εἴρηται παρὰ τὴν χαρὰν χάρης καὶ Ἄρης. ἢ παρὰ τὸ ἀείρω· ἄειρε δὲ ποιμένα λαῶν· ὁ κουφίζων καὶ μεγαλύνων τοὺς ἄνδρας. ἢ παρὰ τὸ αἱρῶ τὸ δασυνόμενον, οἱονεὶ ὁ ἀναιρετικός· παρὰ τὸ αἱρῶ οὖν Ἄρης ἐλλείψεως γενομένης τοῦ ι, ἀναγκαίως ψιλωθέντος τοῦ α διὰ τὴν ἐπιφορὰν τοῦ ρ. ἢ παρὰ τὸ ἄορ, τὸ σημαῖνον τὸ ξίφος, ἄορ ἄορος, καὶ ὡς Οἰδίποδος Οἰδιπόδης, τρίποδος τριπόδης, οὕτως καὶ ἄορος ἀόρης καὶ ἐν συγκοπῇ Ἄρης, ἵνʼ ᾖ ὁ ξιφηφόρος θεός. ἢ παρὰ τὸ ῥῶ, τὸ λέγω, ὅθεν καὶ ῥῆσις· παρὰ τὸ ῥῶ οὖν ῥής καὶ μετὰ τοῦ στερητικοῦ α Ἄρης, παρʼ ᾧ οὐκ ἔστι διαλέγεσθαι· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ. ἢ παρὰ τὸ ἀρῶμαι, ἵνʼ ᾖ ἀάρης καὶ Ἄρης. ἀρημένον · κεκρατημένον· αἱρῶ αἱρήσω ᾕρηκα ᾕρημαι ᾑρημένον καὶ ἀρημένον. σημαίνει δὲ καὶ τὸν βεβλαμμένον, ἀπὸ τοῦ ἀρά, ἡ βλάβη ἀρήρει · ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ Ἀττικῶς ἄρηρα, ὁ ὑπερσυντέλικος ἠρήρει καὶ ἀρήρει ποιητικῶς. ἀρητήρ · ὁ ἱερεύς· παρὰ τὰς ἀράς— θεῷ. ἀρήγω · τὸ βοηθῶ· εἴρηται παρὰ τὸν ἄρην, τὸν σημαίνοντα— ῥωχμός. Ἀρήνη · πόλις τῆς Μεσσήνης· παρὰ τὸ ἀρῶ— καὶ τοῦτο. Ἄρητος · ὄνομα ἥρωος· Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ. γέγονε— ἀρῶ ἀρῶμαι ἠρώμην. παρὰ οὖν τὸ ἀρῶ, τὸ εὔχομαι Ἄρητος— γονεῦσι. Ἀρητήσιον · τόπος ἐν Ἀθήναις οὕτω καλούμενος· εἴρηται δέ, ὅτι Θησεὺς ἐκεῖσε τὰς κατὰ τῶν— ἐκλήθη. ἀρθμός · ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. Ὅμηρος· διέτμαγον ἀρθμήσαντε· παρὰ τὸ ἄρω— ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλλήλοις, οἷον· ἦ ῥα, καὶ ἀρθμηθέντες ὅθι πάρος ἑδριόωντο ἀρίγνωτος · διάδηλος, φανερός· ἀπὸ τοῦ αρι ἐπιτατικοῦ μορίου καὶ τοῦ γνωτός, τοῦτο ἀπὸ τοῦ γνώω γνώσω γνωτός καὶ ἀρίγνωτος. ἄρθρον · παρὰ τὸ αἴρω— ἀλλήλοις. ἄρθρον · τὸ προταττόμενον— τὰ ἄρθρα φασὶ διορίζειν αὐτά τε— ἐπὶ πλειόνων. ἀριδείκετος · ὁ ἄγαν ἐμφανής· παρὰ τὸ δείκω, τὸ σημαῖνον τὸ δηλῶ— δείκετος καὶ ἀριδείκετος. ἀρίζηλος · ὁ ἄγαν ἔκδηλος— μετὰ τοῦ περισσοῦ ι ἀΐδηλος— ἀρίζηλος. ἢ παρὰ τὸ δῆλος καὶ τὴν αρι ἐπίτασιν πλεονασμῷ τοῦ σ ἀρίσδηλος καὶ ἀρίζηλος· οἱ γὰρ ἄξιοι ζήλου ἄγαν ἔκδηλοι. ἀρισκυδής · παρὰ τὸ αρι ἐπιτατικὸν ἐπίρρημα καὶ τὸ σκύζω, τὸ ὀργίζομαι, ἡ ἄγαν σκυζομένη, ὅ ἐστιν ὀργιζομένη. σκύζεσθαι γὰρ τὸ ὀργίζεσθαι. ἄριστον · ἐπὶ τῆς εὐωχίας, ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. ἐντεῦθεν οὖν ἔχει μακρόν. ἢ παρὰ — παρασκευάζεται. ἄριστος · παρὰ τὸ ἀρείων· τοῦτο παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν πόλεμον, τὸ συγκριτικὸν ἀρείων. καὶ ἄριστος ὑπερθετικῶς, ὁ ἐν πολέμῳ ἀνδραγαθῶν. τὸ δὲ ἄρης, ὃ σημαίνει τὸν πόλεμον, παρὰ τὸ ῥῶ, τὸ λέγω. ἀριστερά · ἀπὸ τοῦ ἄριστος ἀριστερός ἀριστερά, ὥσπερ— εὐώνυμος λέγεται ὁ καλώνυμος. ἀριθμός · παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι ἁρμός, κατὰ πλεονασμὸν— ὅτι ἀπὸ τοῦ ἅλες, τὸ σημαῖνον τὸ ἀθροῦν, γίνεται ἁλίζω, ὅθεν τὸ αὐλίζω— εἰς ρ καὶ τροπῇ τοῦ σ εἰς θ ἀριθμός. Ἀρίστυλλος · ὄνομα ὑποκοριστικόν, ὁ Ἀριστοκλῆς. ὡς γὰρ παρὰ τὸ Ἡρακλῆς Ἥρυλλος καὶ Θρασυκλῆς Θράσυλλος, καὶ Βαθυκλῆς Βάθυλλος, Βαθυκλῆς δὲ ὁ ἐρώμενος Ἀνακρέοντος, οὕτως καὶ παρὰ τὸ Ἀριστοκλῆς Ἀρίστυλλος. ἀριπρεπέα · τὸν ἄγαν πρέποντα ἐν πᾶσιν. Ἀρίσβη · πόλις· ἀπὸ Ἀρίσβας— Δαρδανίδης· Λυκόφρων· γήμας Ἀρίσβην Κρῆσσαν εὐγενῆ κόρην· Ὅμηρος· ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ Ἀρήιος · ὄνομα ἀρσενικὸν εἴδους τῶν παραγώγων παρωνύμου κτητικοῦ. ἔστιν Ἄρης ἄρειος, Ἰωνικῇ διαλύσει ἀρέιος καὶ τροπῇ ἀρήιος, ὡς Ὀδυσσεύς Ὀδύσσειος Ὀδυσσήιος· «Ὀδυσσήιος οἶκος», καὶ Ὀδυσσήιον μέγα δῶμα. ἄρκιος · τὸ κι ι διὰ τί; τὰ διὰ τοῦ ιος ὀνόματα προπαροξύτονα παρʼ ἐνεστῶτα ἢ μέλλοντα παρηγμένα διὰ τοῦ ι γράφονται, οἷον ἄγω ἅγιος, ἄξω ἄξιος, ἀρκῶ ἄρκιος. γίνεται δὲ παρὰ τὸ εἵργω, τὸ κωλύω. ἀριήκοος · ὁ μεγάλως ἀκούων· παρὰ τὸ αρι ἐπιτατικὸν καὶ τὸ ἀκούω. Ἀρκτοῦρος · ἀπὸ τοῦ— Ἄρκτου. Ἀρκτοῦρος δέ ἐστιν ὁ ἐπὶ τῆς ζώνης τοῦ Ἀρκτοφύλακος λαμπρὸς ἀστήρ. ἄρκυς · σημαίνει δὲ— ἅρκυον καὶ ἄρκυς ἄρκυος θηλυκῶς. Ἀρκείσιος · ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως· ἀπὸ τοῦ ἀρκῶ ἀρκέσω ἀρκέσιος καὶ Ἀρκείσιος. ἄρκιον · ἀπὸ τοῦ ἀρκῶ ἄρκιος καὶ ἄρκιον· σημαίνει δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον. Ἀρκέσιον · οὕτως καλούμενον ἄντρον τῆς Κρήτης· εἴρηται— φασὶ γὰρ αὐτὸ ὑπὸ Κρητῶν ὀνομασθῆναι— καταδυεῖσιν ἐπήρκεσεν. ἄρκευθος · εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν— παρὰ τὴν ἀράν, ὅ ἐστι τὴν βλάβην, κεύθειν— κεκρυμμένας. ἄρκτος · τὸ ζῷον· εἴρηται παρὰ τὸ ἀρκῶ ἄρκος, καὶ πλεονασμῷ τοῦ τ ἄρκτος, τὸ ἐπαρκοῦν ἑαυτῷ· φασὶ γὰρ— τροφῆς. ἁρμαλιά · ἡ τροφή· ἢ παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν γίνεται ἁρμαλιά· παρὰ γὰρ— ἁρμός, καὶ ὡς καθαίρω— ἁρμιά, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γίνεται ἁρμαλιά. ἢ ὅτι δίκην ἅρματος φέρει τὰ σώματα. ἁρμός · ἡ ἁρμογὴ καὶ συνάφεια· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ἁρμός, τῆς δασείας διελθούσης, ὡς εἴρω εἱρμός. ἅρμα · παρὰ τὸ αἴρω, τὸ ἐπαίρω. ἁρματροχιά · ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. ἁρμοῖ · τὸ ἀρτίως ἢ τὸ ἁρμοδίως, οἷον· ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχε λεπτὸς ἴουλος, Καλλίμαχος. εἴρηται παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω, ἦρμαι ἁρμοῖ. ἁρμάτειον μέλος · μέλος τι οὕτω καλούμενον. εἴρηται δέ, ὅτι ἐπὶ ἅρματος— μέλος τι ἁρμάτειον ὠνόμασται. ἢ ὅτι Ἁρματεύς τις— ἐκλήθη. Ἄρμενον · ἡρμοσμένον· παρὰ τὸ ἀρῶ, τὸ ἁρμόζω— ἄρμενον. Ἀρναῖος · ὄνομα κύριον· παρὰ τὴν ἀρὰν— Ἀρναῖος. ἢ παρὰ τὸ ἄρνυσθαι— πρέπον. ἀρνευτήρ · ὁ κυβιστητήρ· εἴρηται μεταφορικῶς— κυρίττοντες. Ἄρνη · νύμφη— ἡ νύμφη, ὅτι τὸν Ποσειδῶνα λαβοῦσα παρὰ τῆς Ῥέας ἐκτρέφειν πρὸς τὸν Κρόνον ζητοῦντα ἀπηρνεῖτο. Ἄρνη · πόλις Βοιωτίας, ἔστι δὲ καὶ Θεσσαλίας — παρὰ τοὺς ἄρνας, ἐπιτηδεία γὰρ πρὸς τὸ ἄρνας τρέφειν ἡ πόλις. ὡς γὰρ ὁ αὐτός— Κᾶρας ὀνομάσαι τῇ οἰκείᾳ φωνῇ οὕτως, κῶν γὰρ τὸ πρόβατον ὀνομάζουσι. ἀρνειός · ἐκ τοῦ ἀρά, ἡ εὐχή· ἐκ τούτου γίνεται ἀρήν ἀρῆνος, ὁ ἐπὶ εὐχῇ προβαλλόμενος· τοῦτο κατὰ συγκοπὴν ἀρνός, καὶ μετάγεται εἰς εὐθεῖαν, καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἀρνειός, τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου. ἢ ἀπὸ τοῦ ῥήν ῥηνός, ἐξ οὗ τὸ πολύρρηνες, πολυβοῦται· τροπῇ τοῦ η εἰς α καὶ ὑπερβιβασμῷ ἀρνός καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἀρνειός, ὡς ἀμνός ἀμνειός. ἀρνεῖσθαι · ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας ἐπὶ παραιτήσει· παρὰ τὸ αἴρω ἀρῶ καὶ πλεονασμῷ τοῦ ν ἀρνῶ. ἀρνύμεθα · ἀντὶ τοῦ καταλλασσόμεθα , ἐπειδὴ διὰ τῶν ἀρνῶν— διʼ ἑτέρων, οἷον· ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, ἄλλοι δʼ ἀνδραπόδεσσιν. ἀπὸ μέρους οὖν— ἢ παρὰ τὸ αἴρω ἀρῶ ἀρνῶ— ἀρνύμενος. ἄρουρα · ἡ γῆ— γῆν. ἀροῦν · ἀρόω ἀρῶ, ἀρόσω, τοῦ οὖν ἀρῶ ὁ παρατατικὸς ἤροον ἤρουν, ἤροες ἤρους, ἤροεν ἤρου, καὶ τὸ ἀπαρέμφατον ἀρόειν ἀροῦν. σημαίνει δὲ τὸ ἀροτριᾶν· παρὰ τὸν ἄρεα, τὸν σίδηρον· σιδήρῳ γὰρ τέμνεται ἡ γῆ. Ἀρόη · κώμη τῆς Ἀχαΐας, ἡ νῦν καλουμένη Πάτραι· περὶ ἧς καὶ λόγιον ἐξέπεσε τρίμετρον ἐκ Σιβύλλης· Ἀρόη τρίπυργος ἔσσεται οἰδαίνων πόλις. εἴρηται δέ, ὅτι— παρὰ τὸ ἀρόσαι οὖν Ἀρόη. ἀροτρεύς · ἄροτρον ἀροτρεύς. Ἁρπαλίων · ὄνομα κύριον· παρὰ τὸ ἁρπάζω — Ἁρπαλίων. Ἅρπασος · ποταμὸς Καρίας, διὰ τὸ ὀξύτατον— αὐτόν. ἁρπεδόεσσα · ἡ ἄγαν πελιδνή· γέγονε κατὰ συγκοπὴν ἡ λέξις παρὰ— ὁδός. οὕτως Ἡρωδιανὸς καὶ Μένανδρος, ὅτι ἅρπεδες, οὗ μέμνηται Νίκανδρος· κάρη γε μὲν ἁρπεδὲς αὔτως, ὁ δὲ Νίκανδρος ἐπὶ τῆς μόνης λέγει. ἅρπη · εἶδος ὀρνέου· παρὰ τὸ— ζῷον. ἁρπῶ · ἐξ οὗ— τοῦ ἅρπη παρηγμένον, τοῦ σημαίνοντος τὸ ὄρνεον, ὡς φωνή φωνῶ, αὐδή αὐδῶ, σιγή σιγῶ, ἅρπη ἁρπῶ. Ἅρπυιαι · αἱ ἁρπακτικαὶ θεαί· παρὰ τὸ ἁρπῶ, τὸ ἁρπάζω, ὡς αἴθω αἴθυια. ἁρπίδες · ὑποδήματα· εἴρηται δὲ παρὰ τὸ ῥάπτω ῥαπίς, πολυρραφῆ γὰρ— ἁρπίδες. Ἅρπυς · ὁ Ἔρως· παρὰ τὸ ἁρπάζειν τὰς φρένας. ἅρπη · ἡ δρεπάνη· παρὰ τὸ ἁρπῶ ἅρπη, παρὰ τὸ οἱονεὶ ἁρπάζειν ἃ διακόπτει. ἀρραβών · ἡ ταῖς ὠναῖς— τῶν συναλλαττόντων. ἄρρατος · Πλάτων· «μνήμονα δὲ καὶ ἄρρατον καὶ πάντῃ φιλόπονον», οἷον ἄφθαρτος— δράσω, δρατός ἄρατος καὶ ἄρρατος. ἀρρηφόροι · καὶ ἀρρηφορία ἑορτὴ— λέγεται δὲ διὰ τοῦ ε ἐρρεφορία. παρὰ τὸ ἄρρητα καὶ μυστήρια φέρειν, οἱονεὶ ἀρρητοφορία, ἐὰν δὲ διὰ τοῦ ε, παρὰ τὴν Ἔρσην τὴν Κέκροπος θυγατέρα. ἄρριχος · κόφινος· παρὰ τὸ αἴρειν τὸν χοῦν. ἄρσαντες · ἁρμόσαντες· παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ ἀόριστος ἦρσα, ἡ μετοχὴ ἄρσας, τὸ πληθυντικὸν ἄρσαντες. ἢ ἀπὸ τοῦ ἁρμόζω ἥρμοσα ἁρμόσας ἁρμόσαντες καὶ κατὰ συγκοπὴν ἄρσαντες. ἄρσην · ἀπὸ τοῦ ἄρδω— τῇ γονῇ. ἢ παρὰ τὸ ἄρδω, τὸ πράττω, ὁ μέλλων ἄρσω, καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. Ἀρσινόη · πόλις— ὠνόμασται. ἀρρηφορεῖν · τὸ χρυσῆν ἐσθῆτα φορεῖν καὶ χρυσία. τέσσαρες δὲ παῖδες ἐχειροτονοῦντο κατʼ εὐγένειαν ἀρρηφόροι ἀπὸ ἐτῶν ἑπτὰ μέχρι ἕνδεκα. τούτων δὲ δύο διεκρίνοντο, οἳ διὰ τῆς ὑφῆς τοῦ ἱεροῦ πέπλου ἤρχοντο καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν· λευκὴν δὲ ἐσθῆτα ἐφόρουν καὶ χρυσία. ἄρταμος · ὁ μάγειρος· ἢ γὰρ βέβηκε χεῖρας ἀρτάμων φυγών. εἴρηται δὲ παρὰ τὸ διαρτάσαι, ὅ ἐστι μερίσαι ἢ συναρμόσαι, οὗ μέμνηται Αἰσχύλος. ἀρτύνω · τὸ ἁρμόζω ἢ εὐτρεπίζω· πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ἦρται ἀρτός καὶ ἀρτῶ, καὶ ἀρτύω καὶ πλεονασμῷ τοῦ ν ἀρτύνω, ὡς ὀρῶ ὀρύω καὶ ὀρύνω. ἀρτεμής · ὁ ὑγιής· ἀτρεμής, καὶ καθʼ ὑπερβιβασμὸν ἀρτεμής. οὕτως Φιλόξενος. Ἡρωδιανὸς δέ φησιν· «ἀτεμής ἐστιν ὁ ὑγιής, ὁ μὴ τετμημένος, καὶ πλεονασμῷ τοῦ ρ ἀρτεμής». Ἄρτεμις · ἡ θεός· λέγεται γὰρ ἀναιρετικὴ τῶν γυναικῶν ἡ θεός, ὡς καὶ Ὅμηρος· τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; καὶ Ἄρτεμις ἰοχέαιρα. … τουτέστιν ὑγιὴς καὶ ἀνεπίληπτος διὰ τὴν παρθενίαν, παρθένος γὰρ ἡ θεὸς καὶ φιλοσώφρων. ἢ ὅτι ἄρτια καὶ ἀνελλιπῆ ἐποίησε τὰ κατὰ κόσμον φανεῖσα. ἢ παρὰ τὸ τὸν ἀέρα τέμνειν, ἡ αὐτὴ γάρ ἐστι τῇ σελήνῃ. ἀρτίπος · ἄρτιος καὶ ὑγιὴς τοὺς πόδας· ἀρτίπους καὶ ἀποβολῇ τοῦ υ ποιητικῶς ἀρτίπος. ἀρτηρία · παρὰ τὸ τὸν ἀέρα— δεκτική. ἄρτος · παρὰ τὸ αἴρειν, ὅ ἐστι καθʼ ἑκάστην προσφέρειν. ἀρτιέπειαι · αἱ ἀπηρτισμένα καὶ τέλεια λέγουσαι. ἀρύβαλλος · τὸ καλούμενον μαρσίππιον καὶ βαλλάντιον· παρὰ τὸ ἐρύειν ἐρύβαλλος καὶ ἀρύβαλλος. ἢ παρὰ τὸ ἀρύειν. ἀρύω · τὸ ἀντλῶ— ἀνύσω· οὐκ ἀνύω φθονέουσα ἄρχμενος · ἄρχω ἄρχομαι ἀρχόμενος καὶ ἐν συγκοπῇ ἄρχμενος. ἀρχογλυπτάδης · ὁ ὡσπερεὶ γλύφων τὰς ἀρχάς. ἀρχολίπαρος · ὁ λιπαρῶν, ἵνα ἀρχῆς τύχῃ· ἢ ὁ ἐκ τοῦ ἄρχειν λιπαινόμενος. ἀρχός · σημαίνει μὲν— τὸν ἡγεμόνα· παρὰ τὸ ἄρχειν ἀρχός. ἀρχαίως ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι· οὕτως Δημοσθένης φησί. καὶ ἀρχαίως ἀντὶ τοῦ παλαιῶς. ἀρχαίως· Δημοσθένης ἐν Φιλιππικοῖς· «οὕτως δʼ ἀρχαίως εἶχον». ἔστι δὲ οἷον ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. τὸ δʼ ἐναντίον τοῦ ἀρχαίου καλούμενον νεωτεροποιόν· τὸν ἐπὶ κακῷ δηλονότι καινουργόν. ἄρχων · μνημονεύουσι σχεδὸν πάντες οἱ ῥήτορες τούτου. ἔστιν οὖν ὁ τὴν ἐπώνυμον ἄρχων ἀρχήν, ἀφʼ οὗ καὶ ὁ ἐνιαυτὸς ἐμετρεῖτο. ἦν δὲ εἷς τῶν ἐννέα· ἦσαν γὰρ θεσμοθέται ἕξ, βασιλεύς τε καὶ πολέμαρχος καὶ ἄρχων. οὗτοι δὲ ἰδίως εἶχον, ὥσπερ Δημοσθένης ἐν τῷ Πρὸς Λακρίτου παραγραφὴν· «ἀλλὰ ποῦ ἐχρῆν με λαβεῖν δίκην ὑπὲρ τῶν ἐμπορικῶν συμβολαίων; παρὰ ποίαν ἀρχὴν ἢ ἐν τίνι χρόνῳ; πάντας ἕνδεκα; ἀλλὰ τοιχωρύχους καὶ κλέπτας καὶ τοὺς ἄλλους κακούργους τοὺς ὑπὸ θάνατον εἰσάγουσιν. ἀλλὰ παρὰ τῷ ἄρχοντι; οὐκοῦν ἐπικλήρων καὶ ὀρφανῶν καὶ τῶν τοκέων τῷ ἄρχοντι προστέτακται ἐπιμελεῖσθαι. ἀλλὰ νὴ Δία παρὰ τῷ βασιλεῖ; ἀλλʼ οὐκ ἐσμὲν γυμνασίαρχοι, οὐδʼ ἀσεβείας οὐδένα γραφόμεθα. οὐκοῦν ὑπόλοιπόν εἰσι στρατηγοί; ἀλλὰ τοὺς τριηράρχους οὓς καθιστᾶσιν οὗτοι εἰσάγουσιν εἰς δικαστήριον, ἐμπορικὴν δὲ δίκην οὐδεμίαν εἰσάγουσι». τοιαῦτα μὲν τὰ τοῦ Δημοσθένους καὶ Ἀριστοτέλης δὲ τὰ αὐτά φησιν. ἀρχώνης · ὁ ἄρχων ὠνῆς οὑτινοσοῦν. ἀρχιτέκτων · σημαίνει καὶ τὸν τῶν οἰκοδομημάτων ἐπιστάτην, κυρίως δὲ τὸν ἄρχοντα τῶν τεκτόνων τὸν τὴν διάθεσιν τοῦ κατασκευάσματος ἐπινοοῦντα καὶ τὸν κατασκευάσαντά τι καὶ σκευωρήσαντα πρᾶγμα. ἀρχιθέωρος · ὁ ἡγούμενος τῶν θεωρῶν. θεωροὶ δέ εἰσιν οἱ τὴν θεωρίαν φέροντες τοῖς θεοῖς εἰς τοὺς Ἑλληνικοὺς ἀγῶνας καὶ ὑπὲρ τῶν πατρίων θύοντες. τὸ α μετὰ τοῦ σίγμαἄσασθαι · σημαίνει τὸ κορεσθῆναι· κυρίως δέ, φασί, σημαίνει τὸ μετὰ κόρον— ἀέω ἀέσω· ἔνθα … νύκτα μὲν ἀέσαμεν. καὶ Ὅμηρος οὕτως παρετυμολογεῖ· αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε. ἢ ἀπὸ τοῦ ἥδω, ἀφʼ οὗ ἥσθην, καὶ ἥσατο δʼ αἰνῶς. ἀπὸ οὖν τοῦ ἥδω ἥσασθαι καὶ τροπῇ τοῦ η εἰς α ἄσασθαι. ἀσαλής · ἡ ἄφροντις, ἡ μηδενὸς φροντίζουσα· σάλη γὰρ ἡ φροντίς. ἀσάμινθος · πύελος· ἢ ὁ τόπος— μινύθειν, ἤτοι ἐλαττοῦν. ἄσβεστος · ἀκατάπαυστος· ἀπὸ τοῦ μὴ σβεννυμένου πυρός. ἀσελγαίνειν · παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν, καὶ κατὰ τροπὴν τοῦ χ εἰς γ λεγαίνειν, ἔνθεν Ἀρχίλοχος· λέγαι δὲ γυναῖκες, ἀντὶ τοῦ ἀκόλαστοι— ἀσελγαίνειν. ἔστι δὲ καὶ πόλις καλουμένη Σέλγη, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι— ἀσελγαίνειν. Ἀσέληνα · ὄρη «ὅτι, φησίν, ἐν αὐτοῖς τῆς Σελήνης— μετέχειν φωτός». ἆσθμα · ἡ ἀναπνοὴ— ἆσμα καὶ ἆσθμα· ἀπὸ δὲ τοῦ ἆσθμα ἀσθμαίνω ἀσημάντοις · ἀφυλάκτοις· ἐκ τοῦ σημαίνω. Ἀσία · Προμηθέως μήτηρ ἡ Ἀσία, ὡς Λυκόφρων· τῇ γὰρ ταλαίνῃ μητρὶ τοῦ Προμηθέως. Ἄσιος · τὸ α μακρὸν καὶ ψιλοῦται· ἢ παρὰ τὴν αἶσαν αἴσιος καὶ Ἄσιος. Ἀσιᾶτις · ἡ τρίχορδος κιθάρα. εἴρηται, ὅτι— εὑρέθη. ἢ ἀπὸ ἀσίου τινός, καὶ Ἀσιάδος κρούσματα, τὰ τῆς κιθάρας. Ἀσινεῖς · οἱ Δρύοπες οἱ τὴν Ἀσίνην κατοικοῦντες. ἄσις · ἡ ἀκαθαρσία· ἔστι δὲ παρώνυμον τοῦ ἄση, ὡς γὰρ φήμη φῆμις, οὕτως ἄση ἄσις. οὕτως Ἡρωδιανός. τὸ δὲ ἄση γέγονεν ἐκ τοῦ ἄω, τὸ βλάπτω, ἄσω ἄση. Ἀσίῳ · ἀπὸ τῆς Ἀσίας εὐθείας. ἡ γενικὴ Ἀσίου· Ὅμηρος· Ἀσίῳ ἐν λειμῶνι, Καϋστρίου ἀμφὶ ῥέεθρα, ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ· ἢ ἐν τῷ ἰλυώδει τόπῳ, ἄσις γὰρ κατὰ διάλεκτόν ἐστιν ἡ ἰλύς. ἄλλοι δέ, ὡς εἴρηται, Ἀσίω ὀνοματικῶς ἀπὸ Ἀσίου τοῦ Λύδου, ἔστι δὲ πτώσεως γενικῆς· Ἀσίω ἐν λειμῶνι, ἤγουν τοῦ Ἀσίου· διὰ τοῦτο οὐκ ἔχει τὸ ι προσγεγραμμένον. ἦν γάρ τις Ἀσίας ἥρως, οὗ ὁμώνυμος Ἀσίας λειμών, εἶτα Ἰωνικῶς Ἀσίεω, ὡς Ἀτρείδεω Αἰνείεω, καὶ κατὰ κρᾶσιν ἢ συγκοπὴν Ἀσίω, ὡς εὐμελίας· εὐμελίω Πριάμοιο, καὶ Αἰνείω ἑτάροιο, καὶ Βορέω ὑπʼ ἰωῇ. οὕτως Ὦρος ἐν τῇ Ὀρθογραφίᾳ. ἀσκός · ὁ μὴ— ἀσκοῦ. ἀσκηθής · παρὰ τὸ σχέθω κατὰ σύνθεσιν καὶ ἔκτασιν, καὶ τροπῇ ἀσκηθής, ὁ ὑγιής. ἀσκαλαβώτης · ζωΰφιον— οἰκημάτων. εἴρηται δὲ παρὰ— καὶ τὸ βῶ ῥῆμα ἀκαλαβώτης, πλεονασμῷ τοῦ σ. ἀσκάντης · κλινίδιον εὐτελές, ὃ ὑπὸ τῶν Ἀττικῶν σκίμπους ὀνομάζεται· Ἀριστοφάνης· ἔξει τὸν ἀσκάντην λαβών. εἴρηται δὲ παρὰ τὴν κάννην, οὕτως δὲ ἐκάλουν τὴν ψίαθον. ἀσκάντης οὖν ἡ εὐτελὴς κλίνη, ἡ μηδὲ κάννην ἔχουσα· ἀκάντης καὶ ἀσκάντης. Ἀσκληπιός · εἴρηται παρὰ τὸ τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖν· ἀσκελές γὰρ τὸ σκληρόν. ἀσκελές · τὸ σκληρόν· παρὰ τὸ σκέλλω— ξηραίνεσθαι. ἀσκωλιάζειν · ἐφʼ ἑνὸς ποδὸς ἐφαλλόμενοι· εἴρηται— καὶ χωλευόντων. σκωλιάζειν οὖν, καὶ πλεονασμῷ ἀσκωλιάζειν. τινὲς δὲ παρὰ τὸν ἀσκὸν γεγονέναι λέγουσι· κυρίως ἀσκωλιάζειν γὰρ τὸ ἐπὶ ἀσκῶν ἅλλεσθαι. ἀσκώματα · τὰ δέρματα τὰ ἐπιρραπτόμενα— Ἀριστοφάνης· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον. καλοῦνται δὲ καὶ οἱ γνάθοι— γίνονται. ἀσκάλαφος · ὁ λίαν σκληρός· παρὰ τὸ ἄγαν ἀσκελὲς τῆς ἁφῆς. ἀσκαρίζειν · σημαίνει τὸ κινεῖσθαι· Ἱππῶναξ· ἔψησε κἀπέλουσεν ἀσκαρίζοντα. σκαίρω σκαρίζω καὶ ἀσκαρίζω. ἄσμενος · ἥδω ἥσω, τὸ εὐφραίνομαι, ἦσμαι ἡσμένος ἡ μετοχή, καὶ ἄσμενος. ἀσπάλαθος · εἶδος ἀκάνθης· Νίκανδρος· ἐν γὰρ ὄρει ῥάμνοι τε καὶ ἀσπάλαθοι· εἴρηται δὲ παρὰ— ἀσπάλαθος. ἀσπαλιεύω · τὸ ἁλιεύω· παρὰ τὸ— ἐπίτασιν σημαίνοντος, ὅθεν καὶ ἀσπαλιευτής, ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς. ἀσπασίως · ἀπὸ τοῦ ἀσπάζω ἀσπάσω ἀσπάσιος καὶ ἀσπασίως. ἀσπαστόν· τοῦ ἀσπάζω ὁ παρακείμενος ἤσπακα, ὁ παθητικὸς ἤσπασμαι ἤσπασται καὶ ῥηματικὸν ὄνομα ἀσπαστός, τὸ οὐδέτερον ἀσπαστόν. Ἀσπληδών · φασὶ γὰρ εἶναι Σπληδόνα τὴν τοῦ Πρέσβωνος καὶ Στερόπης· Ἀπολλόδωρος. Σπληδόνα τʼ ἠγαθέην. τὸ δὲ Ἀσπληδών πλεονασμῷ ποιητικῷ τοῦ α· ἔστι δὲ πόλις Φωκίδος. καὶ Ἀσπληδόνιος. ἀσπιδιώτης · εἰ μὲν— τοῦ ω ἀσπιδιώτης. εἰ δὲ παρὰ τὸ ἀσπίδιος, οἷον· ὑπασπίδια, παραγωγὴ καὶ— ἀφηλιώτης Ἰωνικῶς. Ἀσπίς · πόλις Λιβύης. Ἀσπιδίτης. ἀσπάζεται · κατὰ στέρησιν— Τηλεμάχου· ἦ ῥα καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο. ἐκ τοῦ ἐναντίου οὖν τὸ ἀντέχεσθαί τινος κατὰ φιλίαν ἀσπάζεσθαι λέγεται. ἄσπετον · πολύν· Λυκόφρων· ἀλλʼ ἄσπετον χέασα παμμιγῆ βοήν. ἔστιν οὖν ῥῆμα σπῶ, ὅπερ γέγονε παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ἐξ οὗ καὶ τὸ σπᾶσθαι καὶ ἐπισπέσθαι ποσίν, ῥηματικὸν ὄνομα σπετός καὶ ἄσπετος, οἷον· ἄσπετος αἰθήρ, ὃν οὐκ ἄν τις ἐφίκοιτο. οἱ δὲ παρὰ τὸ ἔπω, ὅπερ ψιλοῦται καὶ δηλοῖ τὸ λέγω, φασὶν εἶναι· ἄσπετα τὰ οὕτω πολλὰ καὶ μεγάλα, ὥστε καὶ ἄρρητα ὑπάρχειν. ἀσπερχές · ἀδιαλείπτως· παρὰ τὸ σπέρχω. ἀσπίς · τὸ ὅπλον· παρὰ τὸ σπῶ τὸ ῥῆμα παράγωγον σπίζω, ὁ μέλλων σπίσω, κατὰ— ἔγκειται. ἀσπάραγος · … . ἄσπιστον · ἀπὸ τοῦ σπείδω, τὸ σπένδω, ὁ μέλλων σπείσω, ἔσπεικα ἔσπεισμαι ἔσπεισται σπιστός καὶ ἄσπιστος. ἀσπιστής · πεζὸς ὁπλίτης, πολεμιστής· ἀπὸ τοῦ ἀσπίζω, ἐξ οὗ τὸ ὑπερασπίζω ἐν συνθέσει, ὁ μέλλων ἀσπίσω, ὁ παρατατικὸς ἤσπικα, ἤσπισμαι ἤσπισται ἀσπιστής. τὸ δὲ ἀσπίζω ἀπὸ τοῦ ἀσπίς. ἀσπουδεί · ἄνευ κακοπαθείας, χωρὶς πόνου. ἆσσον · τὸ ἐγγὺς— ἔσσων, τὸ οὐδέτερον ἔσσον, ὡς μέγας μεγάτερος μεγίων μέσσων καὶ μάσσων καὶ οὐδέτερον μᾶσσον, οἷον· ἠὲ τοσοῦτον ὀΐομαι ἠὲ μᾶσσον Ἀσσύριοι · τὸ ἔθνος· εἴρηται παρὰ— ἵνʼ ᾖ Ἀσσάρακος· καὶ ἐκβολῇ τοῦ κ Ἄσσαρος καὶ — Πόντῳ … μηκέτι Σύρους εἶναι. Ἀσσυρία · ἡ Βαβυλωνία· τὸ μὲν πρῶτον ἐκαλεῖτο Εὐφράτης, ὕστερον δὲ Χαλδαία, τὸ τελευταῖον δὲ ἀπὸ Σύρου τοῦ Σούσου Ἀσσυρία. εἴρηται εἰς τὸ Συρία, ὅθεν καὶ Ἀσσύριος. ἅσσʼ ἐθέλῃσθα · Ἀρίσταρχός φησι τρία σημαίνειν τὴν λέξιν· τινά, ἅτινα, ὅσα. καὶ ἀεὶ ψιλοῦται, πλὴν ὅτε δηλοῖ τὸ ἅτινα δασύνεται. ὁ δὲ Ἡρωδιανὸς «δύο μέρη λόγου», φησίν, «εἰσί, τὸ ἅ ἄρθρον — τὸ τινά ὄνομα, καὶ παραλόγως δασύνεται». Ἀστάρτη · ἡ θεός· παρὰ τὸ ἄστρα ἀστράτη καὶ ὑπερβιβασμῷ Ἀστάρτη· ἢ παρὰ τοὺς ἀστέρας ἀστεράτη καὶ κατὰ συγκοπὴν Ἀστράτη· ἔφορος γὰρ ἄστρων ἡ θεός. ἔστι καὶ νῆσος Αἰθιοπίας. Ἀσταρταῖος καὶ Ἀσταρτίτης. ἀστέμβακτον · ἀκίνητον· — τετιμημένον. εἴρηται κατὰ— ὑβρίσαι. Λυκόφρων δὲ ἀντὶ τοῦ πολυστένακτα, πολλά· δύσζηλος ἀστέμβακτα τιμωρουμένη ἀστεμφής · καὶ ἀστεμφέως ἀμετακινήτως· ὑμεῖς δʼ ἀστεμφέως ἔχειν. παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ συνεχῶς κινεῖν. ἢ παρὰ τὸ στρέφω— τὸ ἀμετακίνητον. ἄστικτον · οὕτως οἱ Ἀττικοὶ— χρήστῃ. εἴρηται, ὅτι— ἄστικτον ἐκάλουν. ἀστραβής · ὁ ἄτρεπτος καὶ ἄτρεστος· Πίνδαρος· ἄμαχον ἀστραβῆ κίονα· παρὰ— τροπήν. Ἄστυ · ἡ πόλις· παρὰ τὸ ἄνω ἵστασθαι, οἱ γὰρ ἀρχαῖοι ἐφʼ ὑψηλοῦ τόπου ᾠκοδόμουν τὰς πόλεις. ἐκ δὲ τοῦ ἄστυ ἀστεῖος, σημαίνει δὲ τρία· ὄνομα κύριον ὁ ἐν ἄστει διατρίβων, λέγεται … ἀστεῖος ὁ διὰ χρηστὸν ἦθος ἐπαινούμενος, ὡς καὶ ὁ Μωϋσῆς, λέγεται δὲ καὶ ὁ γελωτοποιός. ἢ ἄστυ διὰ τὸ σποράδην ζῶντας τοὺς ἀνθρώπους τότε συνελθεῖν καὶ στῆναι τῆς πλάνης τοῦ α τὸ ὁμοῦ δηλοῦντος. Ἀστυάναξ · ὁ υἱὸς Ἕκτορος. οὐκ ἔστι παρὰ τὸ ἀνάσσειν, τὸ βασιλεύειν, ἀλλὰ— ἐχρήσαντο διὰ τὴν Ἑλένην τὰς Ἀφίδνας ἐκπορθοῦντες. Ἀστυπάλαια · μοῖρα τῆς Σάμου. εἴρηται, ὅτι— ὠνόμασαν ἀπὸ Σχησίου ποταμοῦ τοῦ παρακειμένου— ἄστεος. ἀστυβοώτην · ἐπίθετον τοῦ κήρυκος· παρὰ τὸ ἐν ἄστει βοᾶν· βοῶ βοώτης. ἄστρον · παρὰ— ἀποβολῇ τοῦ ι. ἀστήρ · κυρίως ἐπὶ τῶν πλανητῶν λέγεται διὰ τὸ μὴ ἵστασθαι, ἀστατήρ καὶ ἀστήρ, καταχρηστικῶς δὲ καὶ— ἀπὸ τοῦ ἀστήρ ἀστέρος ἀστρός. καὶ ἔστιν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας· ἐπεὶ οὖν— τούτου χάριν ὡς μὴ ἔχουσα εὐθεῖαν, ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι ὅτι τούτῳ τῷ λόγῳ οὔτε ἡ γαστέρος ὤφειλε γενικὴ συγκοπῇ καὶ γενέσθαι γαστρός, οὐ γὰρ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται, ἔστιν εἰπεῖν ὅτι τὸ γαστήρ παραλόγως ὠξύνθη· τῶν γὰρ ἄλλων εἰς ηρ— τούτου χάριν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δέ, ὥσπερ γίνεται θυγατέρα θύγατρα καὶ Δημήτερα Δήμητρα καὶ ἀνέρα ἄνδρα, μὴ— ὅτι τὸ μὲν μητέρα οὐ συγκόπτεται, ἵνα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ, τὸ δὲ πατέρα, ἵνα μὴ συνεμπέσῃ τῇ πάτρα εὐθείᾳ, τῇ σημαινούσῃ τὴν πατρίδα. ἀστεροπή · ἡ ἀστραπή· παρὰ τὸ στερίσκειν τοὺς ὦπας τοῦ μὴ ὁρᾶν— ἀστεροπή. ἀστεροπητής · ἀστραπτικός, ἀστραπὴν ποιῶν. ἀστράβη · ἐπὶ σκεύους— τοὺς καθεζομένους. ἔστι δὲ τὸ σάγμα. ἀστράγαλος · ἐπὶ τοῦ ποδός· παρὰ— τὴν βάσιν. ἢ ὁ μὴ— ἀστάγαλός τις ὢν καὶ ἀστράγαλος πλεονασμῷ τοῦ ρ. ἐπὶ— τοῦ α. ἄσταχυς · παρὰ τὸ σῖτος σίταχύς τίς ἐστιν, ὁ τὸν σῖτον συνέχων. ἢ στῶ στήσω στήκω καὶ ἐξ αὐτοῦ στάχυς. ἢ ἑστήκω ἑστήξω ἕστηκα στάχυς καὶ ἄσταχυς πλεονασμῷ τοῦ α. ἀσύφηλον · ἄτιμον— ἀνόητον. παρὰ τὸ σοφός— ἄγυρις καὶ ὄνομα ὄνυμα, γίνεται ἀσύφηλος. ἀσφάραγος · ὁ λαιμός· παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· διʼ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. ἢ παρὰ τὸ ἀσπαίρω— σπάραγος καὶ ἀσπάραγος καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ ἀσφάραγος— λέγεται δὲ καὶ τὸ ἐξ ἀκανθῶν φυόμενον βλάστημα— ἐπιτήδειον. καὶ οὕτως μὲν οἱ Ἀττικοὶ τὴν λέξιν διὰ τοῦ φ προφέρουσιν, οἱ λοιποὶ μὴ ἀκριβοῦντες διὰ τοῦ π. ἀσφαλής · ἑδραῖος· ἀπὸ τοῦ σφάλλω σφαλὴς καὶ ἀσφαλής. ἀσφάλαξ · παρὰ τὸ σπῶ γίνεται σπάλαξ καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π εἰς φ— εἰσέρχεται. ἄσχετος · οὐ πεποίηται παρὰ τὸ σχέθω, ἐλέγετο γὰρ ἂν σχέτος, ἀλλʼ ἀπὸ τοῦ σχῆμι— καὶ ἄσχετος. ἀσχάλλων · ἀδημονῶν, λυπούμενος, χαλεπαίνων. παρὰ τὸ ἄχω, ἀφʼ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ— ἀσχαλάᾳ. ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. ἄσωμος · ἢ ἀπὸ τοῦ ἀσώματος γέγονε κατὰ συγκοπήν, ἢ ἀπὸ τοῦ σῶμα ἄσωμος. ἄσωτος · παρὰ τὸ σῴζω σώσω σέσωκα σέσωσμαι σέσωσται σωτός καὶ ἄσωτος. Ἀσκαλωνίτης · διὰ τοῦ ι. καὶ πάντα τὰ τοιαῦτα· πολίτης, μυθίτης ὁ στασιαστής. ὅτι γὰρ ταῦτα διὰ τοῦ ι γράφεται δείκνυσιν ἡ συστολὴ τοῦ ι· ἅμα γὰρ τῷ πλεονάσαι τὸ η συνεστάλη τὸ ι, οἷον πολιήτης μυθιήτης. ἄλλως τε, εἰ ἐγράφετο διὰ διφθόγγου ταῦτα, τὸ η πρὸ τῆς συλλαβῆς τῆς οὔσης ἐν τῇ παραληγούσῃ εἶχεν εἶναι, ἐπειδὴ τὸ η οὐδέποτε πλεονάζει μετὰ τὴν ει, ἀλλὰ πρὸ αὐτῆς, οἷον Ἡρακλεία δύναμις ἰδοὺ γὰρ διὰ διφθόγγου γράφεται καὶ πλεονασμῷ τοῦ η, οὐ μετὰ τὴν ει δὲ ἐπλεόνασεν, οἷον· βίη Ἡρακληείη. καὶ ἄλλως· τὰ εἰς της λήγοντα βαρύτονα ὑπὲρ δύο συλλαβάς, εἴτε ἁπλᾶ, εἴτε παρασύνθετα, μὴ ἔχοντα ἀντιπαρακείμενον τὸ ο, μὴ ἀπὸ πρωτοτύπου τὸ ε, μὴ ἀπὸ πλεονασμοῦ τὸ ι ἑνὶ φωνήεντι παραλήγοντα· ἁπλᾶ μὲν εὐνέτης ἐρέτης φυλέτης Σικελιώτης Κυδωνιάτης Ἀσκαλωνίτης μνηματίτης λόγος ἐπιτάφιος τεμενίτης στυλίτης, παρασύνθετα δὲ ἔπαλξις ἐπαλξίτης, Ταυρομένιον Ταυρομενίτης, Ναυκρατίτης ὄνομα πόλεως. πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ ναύτης δυσὶ φωνήεσι παραληγόμενον· «βαρύτονα » δὲ διὰ τὸ τοξευτής τορνευτής, «ἁπλᾶ δὲ ἢ παρασύνθετα» διὰ τὸ ἐϋρρείτης ἀκαλαρρείτης βαθυρρείτης ἰδοὺ γὰρ ταῦτα διὰ διφθόγγου γράφεται, ἀλλʼ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὔτε ἁπλᾶ εἰσιν οὔτε παρασύνθετα, ἀλλὰ σύνθετα παρὰ τὸ ῥέειν· «μὴ ἔχοντα δὲ ἀντιπαρακείμενον τὸ ο» διὰ τὸ ἀλείτης, ἔχει δὲ ἀντιπαρακείμενον τὸ ο ἀλοίτης· πρόσκειται «μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι» διὰ τὸ Ἀγροίτης καὶ Θυμοίτης καὶ Δαμοίτης, ἀπὸ γὰρ τοῦ ἀγρός καὶ θυμός καὶ δᾶμος γέγονεν ἀγρότης θυμότης δαμότης καὶ ἐν πλεονασμῷ τοῦ ι Ἀγροίτης Θυμοίτης Δαμοίτης· πρόσκειται «μὴ ἔχοντα ἀπὸ πρωτοτύπου τὸ ε» διὰ τὸ Ἀταρνεύς Ἀταρνέως Ἀταρνείτης, Ἀχιλλεύς Ἀχιλλείτης, Σαμάρεια Σαμαρείτης, Ζέλεια Ζελείτης ἐπὶ τῆς πόλεως τῆς Τρωικῆς ἐπὶ δὲ τῆς Λιβύης διὰ τοῦ ι, ἐπειδὴ ἀπὸ τοῦ Ζηλίς Ζηλίδος γέγονε Ζηλίτης, ἐπειδὴ οὐκ ἔχει τὸ ε ἀπὸ πρωτοτύπου, ἱερεύς ἱερείτης, Μαρώνεια Μαρωνείτης καὶ Σελεύκεια Σελευκείτης. τὸ α μετὰ τοῦ τἀταλός · ὁ νήπιος· εἴρηται— ἁπαλός καὶ τροπῇ ἀταλός. ἀταλάφρονα · ἁπαλὸν— κακοπάθειαν. ἀτάρβητος · ἄφοβος· παρὰ τὸ τάρβος. ἢ ἀθάρβητός τίς ἐστιν, ὁ μὴ θαρρῶν βοὴν ὑπομεῖναι. ἀτάρμυκτον · τὸ ἄφοβον· κυρίως δὲ τὸ μὴ μῦόν ἐστιν· Εὐφορίων· ἀτάρμυκτον τρέπεν ὄμμα ἀτάσθαλος · παρὰ τὸ ἀτῶ— τοῦ ζ εἰς θ καὶ πλεονασμῷ τοῦ σ ἀτάσθαλος. ἢ διαλύεται τὸ ζ εἰς τὸ δ καὶ σ, ἐξ ὧν ἄρα καὶ σύγκειται, ὡς φράζω φράσδω, ὄζος ὄσδος ὁ κλάδος, ἀτάζαλος ἀτάσδαλος, τροπῇ τοῦ δ εἰς σ ἀτάσθαλος. ἀτασθαλία · κυρίως μὲν— ἢ παρὰ τὸ ἄτῃ θάλλειν καὶ αὐξάνεσθαι. ἀταρτηροῖς · παρὰ— ἀταρτηρός ὡς ἔτυμος ἐτήτυμος. ἀταρπός · σημαίνει— γίνεται ῥηματικὸν ὄνομα τραπός καὶ ἀτραπός καὶ κατὰ μετάθεσιν ἀταρπός, ὡς καρδία κραδία, ἐξ ἧς ὁδοῦ— ἡ ὁδός, κατʼ ἐπίτασιν ὄντος τοῦ α· καὶ ἀταρπητός ἡ ὁδός ἐστιν. ἀτάλαντος Ἄρηϊ · ἰσοτάλαντος, ἰσοστάσιος· ἐκ τοῦ α τοῦ σημαίνοντος τὸ ἴσον καὶ τοῦ τάλαντον, τὸ ζυγόν· τάλαντον γὰρ τὸν ζυγόν φασι, καὶ ταλαντεύομεν τὸ ζυγοστατοῦμεν. ἔστιν οὖν ἀτάλαντος καὶ ὁμοτάλαντος. ἀτάλλων · παρὰ τὸ— ἐξ αὐτοῦ ἀτάλλω καὶ ἀτάλλων, ὁ ἀπαθὴς καὶ μὴ κακοπαθῶν. ἀτέμβω · στερῶ· εἴρηται— τὸ οὐ βλάπτω στερῶν· Ὅμηρος ἐν Ὀδυσσείᾳ· οὐ γὰρ καλὸν ἀτέμβειν ἀτεράμων · ὁ σκληρός. Ὅμηρος· κῆρ ἀτέραμνον ἔθηκαν. παρὰ τὸ τέρεν— ἀτέραμνον. ἀτεχνῶς · ἀδόλως· τέχνη γὰρ ὁ δόλος· Ὅμηρος· ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες. ἰστέον, ὅτι περισπώμενον μὲν δηλοῖ τὸ σαφῶς— τέχνης. ἀτειρής · ὁ σκληρός· παρὰ— ὃ σημαίνει τὸ ἁπαλόν, ἀτερής— σκληρός. ἀτημέλητα · μελῶ, τὸ ἐπιμελοῦμαι, μελής, καὶ μετὰ τοῦ τη ἐπιτατικοῦ τημελής καὶ μετὰ τῆς α στερήσεως ἀτημελής καὶ ἀτημελῶ ἠτημέλημαι ἠτημέληται ἀτημέλητος. ἄτη · σημαίνει— οἷον· Κύκλωψ, τῆ πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ἐξ οὗ— λάβοι. ἢ παρὰ τὸ ἄω, ὃ δηλοῖ τὸ βλάπτω, οἷον· ἆσέ με δαίμονος αἶσα κακή, ὁ μέλλων ἄσω— εἰς τ ἄτη. ἀτιτάλλειν · σημαίνει τὸ τιθηνεῖν καὶ ἐκτρέφειν ἐκ τῶν νηπίων. ἔστιν γὰρ ἀταλός— ἀναδιπλασιασμόν. ἀτίζω · εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω, τὸ τιμῶ, καὶ ἀτίω καὶ πλεονασμῷ τοῦ ζ ἀτίζω. εἰ δὲ σημαίνει τὸ βλάπτω, ἀπὸ τοῦ ἄτη ἀτίζω. Ἄτλας · ὄρος— τὸ τῆς Γοργόνης πρόσωπον ἀπελίθωσεν αὐτόν· καὶ ἀπὸ τούτου ἐκλήθη τὸ ὄρος Ἄτλας. σημαίνει δὲ καὶ τὸν θεὸν καὶ εἴρηται τοῦτο κατʼ ἐπίτασιν— ἑκουσίως φέρων. ἀτμήν · ὁ δοῦλος· παρὰ τὸ— τῶν μαστίγων, ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, ἤγουν πολὺ τιμώρητος, τοῦ α ἐπιτατικοῦ νοουμένου. ἀπὸ δὲ τοῦ ἀτμήν γίνεται ἀτμῶ καὶ ἀτμεύω. ἄτμητος · ἀπὸ τοῦ τέμω γίνεται τομή, εἶτα τομῶ καὶ συγκοπῇ τμῶ τμήσω τέτμηκα τέτμημαι τέτμηται τμητός καὶ ἄτμητος. ἀτμός · ἡ ἀναθυμίασις καὶ ἀναπνοὴ τοῦ θερμοῦ· παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παθητικὸς παρακείμενος ἦσμαι ἀσμός καὶ τροπῇ τοῦ σ εἰς τ ἀτμός. ἄτοπον · ἀντὶ τοῦ θαυμαστοῦ ἢ ἀλόγου τάττεται. ἄτρυτος · οὐκ ἀπὸ— καὶ ἄτρυτος. ἢ παρὰ τὸ τρῶ, ὃ σημαίνει τὸ βλάπτω, τρύω κατὰ παραγωγήν, ἀφʼ οὗ τὸ τρύχω πλεονασμῷ τοῦ χ, τρύσω τέτρυμαι τρυτός καὶ ἄτρυτος, τὸ ἀβλαβής. ἀτρέμας · παρὰ τὸ τρέμω τρεμῶ γίνεται ἀτρεμῶ καὶ ἀτρέμα, ὡς σιγῶ σῖγα καὶ ἀντῶ ἄντα, καὶ πλεονασμῷ τοῦ ς ἀτρέμας. ἀτρύγετος · εἰ μὲν παρὰ τὴν τρύγην, οὐ πλεονάζει· τρύγη δέ ἐστιν ὁ Δημητριακὸς καρπός· Λυκόφρων· ὄνου κήλωνος ὀτρυγηφάγου. εἰ δὲ παρὰ τὸ τρύειν, πλεονάζει· ἄτρυτος γὰρ καὶ ἀτρύγετος πλεονασμῷ τοῦ γε. ἀτραπὸς οἶνος · τραπεῖν— τῆς σταφυλῆς ἀτραπός λέγεται ἀπὸ τῆς α στερήσεως καὶ τοῦ τραπεῖν, ἤγουν πατῆσαι. Ἀτρείδῃσι , πύλῃσι· ἔχουσι — Ἀτρείδαις καὶ πύλαις, καὶ κατʼ ἐπέκτασιν γίνεται Ἀτρείδαισι καὶ πύλαισι, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Ἀτρείδῃσι, πύλῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον. δεῖ δὲ γινώσκειν— εἴτε ἀνεπέκτατοι, οἷον ἐν παλάμαις· ἐν παλάμῃσιν, ἐν βήσσαις· ἐν βήσσῃσι. δύο δέ τινα σημειούμεθα μὴ τρέψαντα τὸ α παρὰ τῷ ποιητῇ, οἷον· ὅτε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι, καὶ λιμέσι τε καὶ ἀκταῖς. ἰστέον δέ, ὅτι ἐπὶ μὲν τῶν ἀρσενικῶν καὶ θηλυκῶν, ἡνίκα μὲν εἰς ες ἐστὶν ἡ εὐθεῖα τῶν πληθυντικῶν, προσθέσει τῆς σι συλλαβῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν παρὰ ποιηταῖς τε καὶ Ἴωσιν, Αἴαντες Αἰάντεσσι, κύνες κύνεσσι, λαμπάδες λαμπάδεσσι, μητέρες μητέρεσσι· ἡνίκα δὲ μὴ εὑρεθῇ εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀλλὰ εἰς οι, γίνονται— τοῦ ι, οἷον καλοί καλοῖς καλοῖσι , σοφοί σοφοῖς σοφοῖσι, ὡσαύτως καὶ ὅταν ἡ εὐθεῖα τῶν πληθυντικῶν εἰς αι δίφθογγον εὑρεθῇ, Μοῦσαι Μούσαις Μούσαισι. τοῦτο δὲ γίνεται— ἐνεργείᾳ μέν, οἷον λέβητι λέβησι Αἴασι, δυνάμει δέ, οἷον κόραξι Κύκλωψιν. ἐπεὶ οὖν τὸ καλοῖς— οὐδετέρων οὐδέποτε λήγει εἰς ες ἡ εὐθεῖα τῶν πληθυντικῶν· ἐκ τῆς γενικῆς οὖν τῶν ἑνικῶν γίνονται αἱ τοιαῦται δοτικαί, στόματος στομάτεσσι. κατὰ δὲ ἐνίους γίνονται κατὰ μεταπλασμὸν τύπῳ τῶν ἀρσενικῶν, ἤγουν συνεξακολουθοῦντα καὶ ὁμοιούμενα τοῖς ἀρσενικοῖς· ὡς γὰρ Αἰάντεσσιν, οὕτω καὶ στομάτεσσι κατὰ μεταπλασμόν. μεταπλασμὸς δέ ἐστι μετάθεσις καὶ μετασχηματισμὸς λήξεως λέξεως εἴς τι συγγενὲς τελικόν. ἆτος · ὁ ἀπλήρωτος καὶ ἀκόρεστος, ὁ γὰρ ἀκόρεστος πάντοτε αἰτεῖ. καὶ γίνεται παρὰ τὸ τῶ, τὸ ζητῶ, ῥηματικὸν ὄνομα μετὰ τοῦ ἐπιτατικοῦ α ἆτος. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ κορέσαι, οἷον· αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. γίνεται ἆτος, ὁ μὴ κεκορεσμένος κατὰ ἀντίφρασιν. Ἀτρεύς · παρὰ τὸ τρεῖν— Ἀτρεύς, οἱονεὶ ὁ ἄφοβος. ἄτρακτος · κυρίως— ἐπὶ βέλους· τὸν γὰρ βαλόντα ἄτρακτον οἶδα, Σοφοκλῆς. εἴρηται δὲ— φέρει. ἀπὸ τοῦ ταράσσω οὖν γίνεται ἀτάρακτος καὶ ἄτρακτος. ἀτρακτυλίς · εἶδος ἀκάνθης. ἀφʼ ἧς τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων. ἀτρεκέως · ἀπὸ τοῦ τρέχω— εὖ φρονῶν· ἀτρεκής ἀτρεκέων καὶ ἀτρεκέως. Ἀτρία · πόλις Τυρρηνίας, ἥτις πρότερον Αἰθρία ἐκαλεῖτο. Ἀτριανός, ὡς Ἀσία Ἀσιανός. Ἀτρυτώνη · ἡ Ἀθηνᾶ· παρὰ— ἀντὶ τοῦ ἄζευκτος, παρθένος γάρ. ἄττα · ἐπίφθεγμα τιμητικὸν νεωτέρου πρὸς παλαιότερον· Ὅμηρος· ἄττα γεραιέ. εἴρηται δὲ παρὰ τὸ πάππα ἄππα, ὃ δηλοῖ κατὰ Μακεδόνας τὸν πατέρα, τροπῆς γενομένης τῶν δύο ππ εἰς τὰ δύο ττ. ἄττα · τὸ Ἀττικόν, ὅπερ ὁ ποιητὴς ἅσσα εἶπε. γέγονε δὲ ἀπὸ τοῦ τα Δωρικοῦ— λέγεται. σημαίνει δὲ τὸ τινά ψιλούμενον, δασυνόμενον δὲ τὸ ἅτινα. Ἀττικός · ὁ Ἀθηναῖος· παρὰ τὸ— οἱ Ἀθηναῖοι. ἀτυχῆσαι · τοῦτο ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων. ἀτυχθείς · τεύχω— ὁ δεύτερος ἀόριστος ἔτυχον ἐτύχην, ἡ μετοχὴ τυχείς καὶ πλεονασμῷ τοῦ θ τυχθείς, ὡς χαμαλός χθαμαλός, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς, ὁ μὴ— φοβηθείς· ὄψιν ἀτυχθείς ἀτυζόμενοι · ταρασσόμενοι· ἀτύω, τὸ ταράσσω, ἀτύσω καὶ ἀτύζω Αἰολικῶς. ἀτύζων · ἐὰν ἀτίζων, ἀφροντιστῶν· ἐὰν δὲ ἀτύζων, ἄτῃ περιφερόμενος. Ἀτρείδης · τὰ ἀπὸ τῶν εἰς ν ξ ψ ρ διὰ τοῦ ι γίνεται ἐν τοῖς εἰς δης πατρωνυμικοῖς Μέμνων Μέμνονος Μεμνονίδης , Φοῖνιξ Φοινικίδης, Πέλοψ Πελοπίδης, Νέστωρ Νεστορίδης· καὶ τὰ ἀπὸ τῶν εἰς ος ληγόντων διὰ τοῦ ι γράφονται Πανάριστος Παναριστίδης, Βῆλος Βηλίδης, Λαγώς Λαγίδης, Μίνως Μινωΐδης καὶ ἐν συναιρέσει Μινῴδης, ὡσαύτως καὶ Ἥρως Ἡρωΐδης καὶ ἐν συναιρέσει Ἡρῴδης. δεῖ προσθεῖναι «χωρὶς τῶν ἀπὸ τῶν εἰς ευς»· ταῦτα γὰρ διὰ τῆς ει διφθόγγου γράφεται Ἀτρεύς Ἀτρείδης, Αἰγεύς Αἰγείδης, Οἰνεύς Οἰνείδης, Ἀριστεύς Ἀριστείδης. δεῖ προσθεῖναι «καὶ χωρὶς τῶν Ἀττικῶν τῶν εἰς ως»· Νήλεως Νηλείδης, Εὔνεως Εὐνείδης· καὶ «χωρὶς τῶν ἀπὸ τῶν εἰς αιος»· Ἀλκαῖος Ἀλκείδης· καὶ «χωρὶς τῶν εἰς ης τῶν ἐχόντων τὴν γενικὴν εἰς ους»· ταῦτα γὰρ εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται, οἷον Εὐτυχής Εὐτυχοῦς Εὐτυχίδης, Πλεισθένης Πλεισθένους Πλεισθενίδης, Ἀχαιμένης Ἀχαιμένους Ἀχαιμενίδης, εἰ δὲ μακρᾷ παραλήγεται διὰ τῆς ει διφθόγγου Εὐήρης Εὐήρους Εὐηρείδης, Εὐκλῆς Εὐκλοῦς Εὐκλείδης, Ἡρακλῆς Ἡρακλοῦς Ἡρακλείδης· χωρὶς τριῶν, ταῦτα γὰρ μακρᾷ παραληγόμενα διὰ τοῦ ι γράφεται Θρασυμήδης Θρασυμηδίδης, Δικήρης Δικηρίδης, Θεοκύδης Θεοκυδίδης καὶ κράσει τοῦ ε καὶ ο Θουκυδίδης. τὸ Τυνδαρίδης οὔκ ἐστιν ἀπὸ τοῦ Τυνδάρης Τυνδάρους, καὶ λοιπὸν ὡς βραχείᾳ παραληγόμενον διὰ τοῦ ι ἐγένετο. τὸ Ξουθίδης ἀπὸ τοῦ Ξοῦθος. τὸ Κυθνείδης μὴ ὂν ἀπὸ τῶν εἰς ευς μήτε ἀπὸ τῶν εἰς ως Ἀττικῶν μήτε ἀπὸ τῶν εἰς αιος μήτε ἀπὸ τῶν εἰς ης εἰς ους ἐχόντων τὴν γενικὴν μακρᾷ παραληγομένην διὰ διφθόγγου· ἀπὸ γὰρ τοῦ Κύθνος γέγονεν, ἔστι δὲ ὄνομα κύριον. ταῦτα μὲν παρέθετο, ὅ τε Ὠριγένης καὶ Ὠρίων πατρωνυμικά· τύπου δὲ πατρωνυμικοῦ ὄντα διὰ τῆς ει διφθόγγου γράφεται Λυσθείδης Θαρραλείδης Ἐχεφυλλείδης Φιλομηλείδης· ἐξ ἔριδος Φιλομηλείδῃ. ταῦτα μὲν περὶ τῶν εἰς δης πατρωνυμικῶν· τὰ δὲ μητρωνυμικὰ διὰ τοῦ ι Λητοΐδης ὁ τῆς Λητοῦς, Δαναΐδης ὁ τῆς Δανάης, Νιοβίδης ὁ τῆς Νιόβης. ὅθεν τὸ Φιλομηλείδης κύριον λέγομεν εἶναι· εἰ γὰρ ἦν μητρωνυμικόν, διὰ τοῦ ι ἐγράφετο ἄν. τὸ οὖν Ἀτρείδης πατρωνυμικὸν ἀπὸ τοῦ Ἀτρεύς, τοῦτο παρὰ τὸ τείρω, τὸ καταπονῶ τειρεύς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτειρεύς καὶ κατὰ συγκοπὴν Ἀτρεύς, ὁ ἀκαταπόνητος τὸ α μετὰ τοῦ υαὐαλέας · παρὰ τὸ αὔω, τὸ ξηραίνω, γίνεται αὖος καὶ αὐαλέος καὶ αὐαλέα τὸ θηλυκόν αὐγή · παρὰ τὸ ἄγω ἀγή καὶ αὐγή, διʼ ἧς ἀγόμεθα. αὐδή · ἡ φωνὴ— φωτίζεται καὶ εἰς γνῶσιν προσέχεται καὶ τοῖς ἄλλοις τὰ τοῦ νοῦ. ἢ παρὰ τὸ αὔω, τὸ φωνῶ, αὐή καὶ αὐδή. αὔδα · ἔστιν αὐδέω αὐδῶ, ὁ παρατατικὸς ηὔδαον ηὔδων, ηὔδαες ηὔδας, τὸ τρίτον ηὔδαε ηὔδα, καὶ τὸ προστακτικὸν αὔδαε αὔδα. Ὅμηρος· ἐξαύδα, μὴ κεῦθε νόῳ αὐέρυσαν · ἰστέον, ὅτι— ἀκολουθεῖ. ἐρύω οὖν ἐρύσω καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὀπίσω ἀερύσω, ἀέρυσαν καὶ πλεονασμῷ τοῦ υ αὐέρυσαν τὸ εἰς τοὐπίσω εἵλκυσαν· λέγεται δὲ κυρίως ἐπὶ τῆς σφαγῆς τῶν ζῴων, οἱ γὰρ σφαγεῖς τὰς ἐκείνων κεφαλὰς ὀπίσω ἑλκύουσι. τὸ δὲ α τὸ σημαῖνον τὸ ὀπίσω ἀπὸ τοῦ ἄψ γέγονεν ἐκβολῇ τοῦ ψ. αὐθάδης · αὐτάρεσκος, θυμώδης· εἴρηται ὁ ἑαυτῷ ἁδῶν καὶ μὴ συμβούλῳ χρώμενος, αὐτοάδης καὶ αὐθάδης· ἁδεῖν γὰρ τὸ ἀρέσκειν. αὖθι · τοπικὸν ἐπίρρημα· αὖθι μένειν, αὐτόθι, ἐπὶ τὸν τόπον· τὸ δὲ παρὰ τῷ ποιητῇ αὖτις ἐστίν, οἷον· αὖτις διʼ ἐξοπίσω, καὶ σημαίνει τὸ ἐξ ὑστέρου, τὸ δὲ αὖθι τοπικόν ἐστιν ἀντὶ τοῦ αὐτόθι— Ὅμηρος· αὐτοῦ οἱ καὶ μοῖρα τετεύξεται. ὥσπερ γὰρ— αὖθι. αὐθέντης · ὁ φονεὺς— ἕτερον. αὐτοέντης τίς ἐστιν ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσι. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτὸ καὶ τὸ ἔντης, ὁ ἑαυτὸν ἐπαφεὶς εἰς— ἑαυτοῦ ὤν. αὐΐαχος · ἄβρομος αὐΐαχος ἢ παρὰ τὴν ἰὰν ἴαχος καὶ κατὰ πλεονασμὸν ἢ στέρησιν ἀΐαχος καὶ ἐν πλεονασμῷ τοῦ υ αὐΐαχος. τινὲς δὲ παρὰ τὸ ἰαχή καὶ ἐν συνθέσει αὐΐαχος, ἵνα σημαίνῃ τὸν ξηρόφωνον. αὐλός · τὸ φωνητικὸν— μέτρον· γέγονε παρὰ — δαυλός. αὐλός · τὸ στάδιον— τῶν φαράγγων στενὰ εἰς μῆκος φερόμενα ὀνομάζομεν· καὶ ἐπαύλεις τὰς μετὰ τὰς κελεύθους— διαθέει. αὖλιν ἔθεντο · αὐλισμὸν ἐποιήσαντο, ἐστρατοπεδεύσαντο. Ὀππιανός· ἀτερπέα δʼ αὖλιν. ἐκ τοῦ αὐλή αὖλις, ὥσπερ φήμη φῆμις· κλίνεται δὲ αὔλιος αὔλεως. ἢ αὔλισις καὶ ἐν συγκοπῇ αὖλις. αὐλῆς ἐν χόρτῳ · ἐν τῇ μεσαύλῳ. χόρτοι δὲ οἱ τριγχοί, ἐπειδὴ ἀπὸ χόρτου τὸ παλαιόν Αὐλίς · πόλις— τὸν στρατόν. αὐλή · ὁ περιτετειχισμένος καὶ ὕπαιθρος τόπος. ἄω, τὸ πνέω, αὔω αὐή καὶ αὐλή. αὐλισθῆναι · ἔστιν— συναθροιζόμενοι. Αὔλιον ἄντρον · ἠδὲ καὶ Αὐλίην ἄντρον ἐπωνυμίην καλέουσιν. Αὐλωνία · πόλις— ὕστερον δὲ μετὰ χρόνους Καυλωνία ἐκλήθη. Καυλωνιάτης αὐλῶπις τρυφάλεια · ἐκ πολλῶν— ἢ εἰς ὀξὺ ἀπολήγουσα— ἔχουσα καθʼ οὗ πήγνυται ὁ λόφος. αὐλῶνες · οἱ ἐπιμήκεις καὶ παραμήκεις τόποι. αὐλοῖσι διδύμοισι · παρὰ τὸν εἰς μῆκος ἀνατεταμένον αὐλόν. δίδυμον δὲ τὸ συμφυές, τοὺς παρʼ ἡμῖν διδύμους διδυμάονας λέγουσι. αὖος · ὁ ξηρός· ἔστιν ὓ— ἐπιτήδειος. αὐόνη · ἡ ξηρότης· παρὰ τὸ αὔω— βελόνη. αὐρόσχη · ἡ ἄμπελος. αὔρα · ἡ λεπτοτάτη πνοὴ τοῦ ἀνέμου· παρὰ τὸ ἀήρ ἄρα καὶ πλεονασμῷ τοῦ υ αὔρα, παρώνυμον κατὰ ἀντιστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν, ὡς ξυστήρ ξύστρα, γαστήρ γάστρα. δύναται καὶ ἀήρ ἀέρος ἀέρα καὶ αὔρα κατὰ κρᾶσιν. Αὔσονες · οἱ Ἰταλοὶ— ἀλλʼ ὅτι τὴν Ἰταλίαν οἱ κατοικοῦντες Αὔζονα ἔλεγον, καὶ κατὰ μετάθεσιν Αὔσονα αὖσον · τὸ πῦρ· εὕω, τὸ φωτίζω καὶ φλογίζω, εὕσω εὗσον καὶ αὖσον κατὰ μετάθεσιν, ὡς Εὔσονα Αὐσονία. Αὐσίτης · Ἰσαῦ Ἰσαύτης καὶ ἐν ὑπερβιβασμῷ Αὐσίτης· Ἰσαῦ γὰρ ἡ χώρα. αὖτις · παρὰ τὸ α, ὃ σημαίνει τὸ ὀπίσω, ὅθεν τὸ αὐέρυσαν, καὶ τὸ τίς καὶ πλεονασμῷ τοῦ υ αὖτις. ἀτενίζω · τὸ πάνυ βλέπω· τείνω τενῶ τενής καὶ ἀτενής ἀτενίζω, τοῦ α ἐπίτασιν σημαίνοντος, ἵνʼ ᾖ τὸ λίαν καὶ ἐπιτεταμένως βλέπω. αὖτε · ἀπὸ τοῦ α— αὖτε. αὐτάρκης · παρὰ τὸ— ὁ ἑαυτῷ ἀρκῶν καὶ βοηθῶν. αὐτίκα · ὥσπερ παρὰ τὸ πολλὰ— καὶ δέκα δεκάκι, οὕτως καὶ παρὰ τὸ αὐτά αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα. αὐτόγυον · μέρος ἀρότρου· ἔστι δὲ ὁ γύης καὶ τὸ γύον, γίνεται δὲ παρὰ τὸ γαῖα γύη, ἵνʼ ᾖ ἡ γύη, τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν γίνεται ὁ γύης. αὔτως · παρὰ τῷ ποιητῇ σημαίνει τὸ ὁμοίως καὶ τὸ ματαίως, τὸ ὁμοίως μὲν ὡς δʼ αὔτως Μενέλαος ἀρήιος ἔντεʼ ἔδυνε, τὸ ματαίως δέ· αὐτὰρ ἔμʼ αὔτως ἧσθαι δευόμενον. γίνεται οὖν τὸ μὲν ὁμοίως ἀπὸ τοῦ οὕτως τροπῇ τοῦ ο εἰς α. τὸ δὲ ματαίως· ἔστιν ἐτός, ὁ ἀληθινός, καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος καὶ ἀνεβίβασε τὸν τόνον, τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνθέσει, καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, τῶν ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίρρημα μεσότητος ἀέτως καὶ τροπῇ τοῦ ε εἰς υ αὔτως· τὸ γὰρ α καὶ ε εἰς τὴν αυ δίφθογγον κιρνᾶται. αὐτόχρημα · αὐτὸ τὸ πρᾶγμα, ἄντικρυς. αὐτοκράτωρ · παρὰ τὸ κρατῶ κράτωρ καὶ αὐτοκράτωρ. ἢ παρὰ τὸ κραίνω, τὸ τελειῶ, κράτωρ καὶ ἐν συνθέσει αὐτοκράτωρ. αὐτοκάβδαλον · Λυκόφρων, οἷον· ἀναυλόχητον αὐτοκάβδαλον σκάφος. ἀναυλόχητον μὲν— τὸ ὡς ἔτυχε φωραθὲν ἄλευρον αὐτοκάβδαλον. αὐτόματος · αὐτόκλητος· παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστός καὶ ματός καὶ αὐτόματος— παρʼ ἑτέρου ζητηθείς. ἢ παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μέμαμαι μέμαται ματός καὶ αὐτόματος. αὐτονυχί · ἐπίρρημα· σημαίνει δὲ τὸ ἐν αὐτῇ τῇ νυκτί. ἀϋτή · βοή. ἀϋτμή · ἀναπνοή· παρὰ τὸ ἄω, τὸ πνέω, αὔω καὶ ἐξ αὐτοῦ ἀϋτμή. ἀΰτει · ἀϋτέω ἀϋτῶ, ἀΰτεον, ἀΰτουν, ἀΰτεες ἀΰτεις, ἀΰτεε ἀΰτει. αὐχήν · ὁ τράχηλος— ἀνατείνομεν αὐτόν. αὐχμός · ἡ ξηρότης· εἴρηται παρὰ τὸν αὔξω μέλλοντα, γίνεται αὐχμός κατὰ ἀντίφρασιν— αὐχμός. αὔω · τὸ φωνῶ— τοῦ υ. αὔω · τὸ ξηραίνω· παρὰ τὸ ὕω, τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ α ἀΰω καὶ κατὰ συναίρεσιν αὔω, τὸ ἐξ ἀνομβρίας γινόμενον. αὔας · ξηράς· βόας αὔας. παρὰ τὸ αὔω, τὸ ξηραίνω. αὔω · τὸ καθεύδω· εἴρηται παρὰ— φασι. κυρίως γὰρ αὔω λέγεται τὸ ἕως τῆς ἕω καθεύδω. αὔως · ἡ ἠώς, τουτέστιν ἡ ἡμέρα· Σαπφώ· πότνια αὔως, καὶ Ἔσπερε, πάντα φέρων ὅσα φαινόλις ἐσκέδασʼ αὔως. παρὰ τὸ αὔω, ὃ σημαίνει τὸ βοῶ, ἐπειδὴ φαινομένης αὐτῆς τὰ ζῷα φθέγγονται καὶ ἀλλήλους ἐπὶ τὰ ἔργα καλοῦσιν οἱ ἄνθρωποι. αὐτοβοεί · αὐτόθεν σὺν τῇ φωνῇ· ἢ εὐθὺς ἅμα τῇ βοῇ. αὐθέκαστος · σημαίνει τὸν ἀκριβῆ καὶ σύντομον, ὅθεν καὶ λόγους αὐθεκάστους τοὺς σαφεῖς καὶ συντόμους. τινὲς δὲ καὶ τὸν παρρησιαστὴν καὶ αὐθάδη καὶ φίλαυτον, οὐκ εὖ. τὸ α μετὰ τοῦ φἀφαδία · ἡ ἀπαρέσκουσα, ἐχθρά· παρὰ τὴν ἀπὸ— ἀρέσκουσα. ἀπὸ δὲ τοῦ ἁδῶ ἁδάνω, πλεονασμῷ τοῦ ν ἁνδάνω· καὶ Ὅμηρος· ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· ὡς κλῶ κλάνω, φθῶ φθάνω, οὕτως ἁδῶ ἁνδάνω. ἀφαδία οὖν ἡ ἀφανδάνουσα. καὶ ἀφάδιος ὁ ἐχθρός, παρὰ τὸ ἀφανδάνειν. ἀφάμαρτεν · δεύτερος ἀόριστος· ἁμαρτῶ ἥμαρτον ἥμαρτεν, Ἰωνικῶς ἅμαρτε καὶ ἀφάμαρτεν. Ἀφαρεύς · ὁ ἥρως· παρὰ τὸ φάρος, τὸ παρὰ τοῖς τραγικοῖς συστελλόμενον, καὶ ἐν παραγωγῇ Φαρεύς καὶ Ἀφαρεύς. ὁ δὲ Ἡρωδιανός Τυνδάρης, Ἀφιάρης καὶ Ἀμφιάραος. γέγονε δὲ καὶ τὸ Ἀφάρης— ἀφάρτερος. ἀφάρτερος · ταχύτερος· τῶν δʼ ἵπποι μέν εἰσιν ἀφάρτεροι. παρὰ τὸ ἄφαρ— ἀπερισκέπτως ποιεῖν τι. ἀφάσσειν · τὸ ψηλαφᾶν— μασθλάσσω. ἀφαυρός · ὁ ἀσθενής, ἤτοι— ῥῆμα φάω, οἷον· φάε δὲ χρυσόθρονος Ἥρη, καὶ ἐξ αὐτοῦ— ἀφαυρός, ὁ ἀλαμπὴς καὶ εὐτελής. ἄφαρ · εὐθέως— ἵεσθαι. ἄφαλον · κυνέην ταυρείην ἄφαλόν τε καὶ ἄλοφον· τὴν ἐκ ταυρείου δέρματος κατʼ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φαλοὶ — τριχώσεις. ἀφάροτος · ἡ ἀναροτρίαστος— ἄφαρος. αὐτὴ δὲ ἡ ἄροσις παρὰ τὸ αἴρειν καὶ διαίρειν. ἢ παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ διφάρσους φαμὲν— τῆς ἐσθῆτος. ἀφασία · ἡ ἀφωνία· ἐκ τοῦ φημί φήσω πέφηκα πέφαμαι φάσις καὶ ἀφασία· παρὰ τὸ μὴ δύνασθαι λέγειν. ἀφελής · ὁ ὑγιὴς τὸ σῶμα καὶ ὁλόκληρος, οὕτως παρʼ Ἀθηναίοις· παρὰ— λέγεται δὲ ἀφελής ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν· Ἀριστοφάνης· διὰ τῶν ἀφελῶν παιδίων ἀφέθησαν · ἕημι, τὸ συγχωρῶ, ἥσω ἧκα, ὁ παθητικὸς ἕμαι, ὁ παθητικὸς ἀόριστος ἕθην καὶ μετὰ τῆς προθέσεως καὶ συγκοπῇ ἀφέθην, τὸ τρίτον τῶν πληθυντικῶν ἀφέθησαν. ἢ οὕτως· ἀφίημι ἀφήσω, ὁ παρακείμενος ἀφεῖκα, ὁ παθητικὸς ἀφεῖμαι, ὁ ἀόριστος ἀφείθην καὶ συστολῇ τοῦ ι ἀφέθην, ὡς παρέθην. Ἀφέσιος Ζεύς · εἴρηται, ὅτι Δευκαλίων— ἀπὸ τῶν τὴν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. ἀφέστατε · ἄποθεν καὶ χωρὶς ἑστήκατε. ἑστήκατε οὖν, καὶ κατὰ συγκοπὴν ἕστατε. ἀφεστᾶσι · ἑστήκασι, καὶ ἐν συγκοπῇ ἀφεστᾶσι. ἢ οὕτως· ἑστήκω ἑστήξω ἕστηχα ἕστηκα, ἐκβολῇ τοῦ κ καὶ τροπῇ τοῦ η εἰς α ἕσταα ἑστάασι, κράσει τῶν δύο αα εἰς α ἑστᾶσι καὶ ἀφεστᾶσιν. ἀφετήρ · ἀπὸ τοῦ ἵημι ἵεμαι ἵεται ἑτήρ καὶ ἀφετήρ. ἄφεμα · ἐκ τοῦ ἵημι ἵεμαι ἕμα καὶ ἄφεμα. ἀφʼ Ἑστίας ἄρχεται · τουτέστιν ἀπό τινος οἰκίας· ἑστίαν γὰρ οὐ μόνον τὸ σκεῦος, οὐδὲ μὴν αὐτὴν τὴν θεὰν ἐκάλουν οἱ ἀρχαῖοι, ἀλλὰ καὶ τὴν οἰκίαν, ὡς ὅταν λέγῃ· πᾶσι γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ ἀφέωκα καὶ ἀφέωνται · ἀφίημι ἀφήσω ἀφῆκα, πλεονασμῷ τοῦ ε ἀφέηκα καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα. τὸ παθητικὸν ἀφέωμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφέωνται. ὁ παρακείμενος ἀφεῖκα καὶ πλεονασμῷ τοῦ ω καὶ ἐκβολῇ τοῦ ι ἀφέωκα, ὡς εἶθα εἴωθα, αἴρω αἰωρῶ, ὁ παθητικὸς παρακείμενος ἀφεῖμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφεῖνται ἀφένται καὶ ἀφέωνται. ἀφερτή · ἀφερτὴ δʼ ἀρετή· ἀπὸ τοῦ φέρω γίνεται φερτός καὶ ἀφερτή. ἀφέλεσθε · ἕλω, τὸ λαμβάνω, τὸ παθητικὸν ἕλομαι ἑλόμεθα ἕλεσθε καὶ ἀφέλεσθε. ἄφενος · ὁ πλοῦτος· ἔνος, ὁ ἐνιαυτός, καὶ ἐν πλεονασμῷ τοῦ ε γίνεται ἀφενεός καὶ ἐν συγκοπῇ καὶ πλεονασμῷ τοῦ ι ἀφνειός. ἰστέον δέ, ὅτι ἄφενος λέγεται ὁ ἀπὸ ἑνὸς ἐνιαυτοῦ συναγόμενος πλοῦτος, ἀφενός δὲ ὀξυτόνως ὁ ἄνθρωπος ὁ πλήρης τοῦ ἀφένου. λέγεται δὲ καὶ ἀρσενικῶς καὶ οὐδετέρως. ἄφοδος · ὁ ἀπόπατος— ὁδός. λέγεται δὲ ἄφοδος καὶ ἡ ἀναχώρησις, ὥσπερ καὶ ἔφοδος τὴν ἐπέλευσιν σημαίνει. ἀφοσιοῦται · πληροῦται· ὅσιος ὁσιῶ καὶ ἀφοσιῶ. ἁφόωντα · ψηλαφῶντα· ἀπὸ τοῦ ἁφή ἁφάω ἁφῶ ἁφάοντα ἁφῶντα καὶ πλεονασμῷ τοῦ ο ἁφόωντα ὡς ἀντιόωντα. ἀφόρδιον · ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελασίας. εἴρηται παρὰ τὸ ἀφορίζω, τὸ χωρίζω, ἀφορίζιον, τροπῇ τοῦ ζ εἰς δ ἀφορίδιον, καὶ ἀφόρδιον κατὰ συγκοπήν, τὸ ἀφορίζεσθαι ἄξιον. ἀφεῖναι · εἴρηται εἰς τὸ θεῖναι καὶ ἀφεῖναι. ἀφῆκα · ἐκ τοῦ ἵημι, ὁ μέλλων ἥσω, ὁ ἀόριστος ἦκα καὶ ἀφῆκα. ἀφήμενος · πόρρω καθήμενος. ἀφήτωρ · ὁ οὐδός— ὁ τοξότης· οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει. εἴρηται— ταῦτα δὲ γίνεται κατὰ τροπὴν εἰς ηρ— δοτήρ· θεοί, δοτῆρες ἑάων. οὕτως ἕτης ἑτήρ καὶ ἕτωρ καὶ ἥτωρ καὶ ἀφήτωρ· ἢ ὁμοφήτωρ, ὁ πᾶσιν ὁμοίως προφητεύων καὶ μαντευόμενος πένησί τε καὶ πλουσίοις. ἀμφίδρυφοι · δρύπτω, τὸ σπαράσσω, δρύψω δέδρυφα δρύφος. ἀφίκου · ἥκω ἵκομαι ἱκόμην ἵκου καὶ ἀφίκου. ἔστι δὲ τὸ ἱκόμην δεύτερος ἀόριστος· ἥκω ἥξω, ὁ δεύτερος ἀόριστος ἧκον, ὁ μέσος ἱκόμην ἵκου καὶ ἀφίκου. ἀφιᾶσι · ἐκ τοῦ ἵημι, τὸ δεύτερον ἵης, τὸ τρίτον ἵησι, τὸ πρῶτον τῶν πληθυντικῶν ἵεμεν, ἐξ οὗ τὸ ἀφίεμεν τὸ δεύτερον ἵετε καὶ ἀφίετε, τὸ τρίτον τῶν πληθυντικῶν ἱεῖσι, καὶ ἱέασι Ἰωνικῶς ὡς τιθεῖσι τιθέασι καὶ ἐν συνθέσει ἀφιέασι καὶ συναιρέσει Ἀττικῇ ἀφιᾶσιν. ἀφίγμεθα · ἐκ τοῦ ἥκω ἥξω, ἷγμαι ὁ παθητικὸς παρακείμενος, ἵγμεθα καὶ ἀφίγμεθα. ἀφίει · ἔστι ῥῆμα ἱῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ κατὰ ἀναδιπλασιασμὸν ἱῶ ὡς ἀπὸ τοῦ στῶ ἱστῶ, ὁ παρατατικὸς ἵουν ἵεις ἵει καὶ ἀφίει. ἀφλοισμός · ψόφος ποιὸς ἢ ἀφρός· γέγονε παρὰ— ἀφλοισμός. ἄφλαστα · τὰ ἀκροστόλια τῆς νηός, οἷον· ἄφλαστα καὶ φώσσωνας ὠργυωμένους κατὰ ἀντίφρασιν· εὔθλαστα γάρ, κατὰ μετάθεσιν τοῦ θ εἰς φ, ὅπερ λέγεται καὶ κορώνη· λέγεται δὲ κορώνη καὶ— σχῆμα. ἄφνω · τὸ ἐξαίφνης— καὶ ἐν συγκοπῇ καὶ ἀποβολῇ τοῦ σ ἄφνω. ἀφνήμων · παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν, ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ, καὶ ἀφνήμων. ἄφνει · οἷον· ὃ δʼ ἄφνει πέποιθεν. ἔστιν— ἄφενος καὶ ἀρσενικῶς καὶ οὐδετέρως· τὸ ἄφενος οὖν τὸ πλοῦτος, τοῦ ἀφένους, ἡ δοτικὴ τῷ ἀφένει καὶ ἐν συγκοπῇ ἄφνει. ἀφραδίῃσιν · ἀβουλίαις, ἀφροσύναις· ἀπὸ τοῦ φράζω ἔφραζον, ὁ μέσος παρακείμενος πέφραδα, φραδία καὶ ἀφραδία, καὶ ἐξ αὐτοῦ· ἀφραδίῃσιν· ὡς ἀπὸ τοῦ μέσου παρακειμένου λέλοιβα λοιβή. ἢ φραζία, τροπῇ τοῦ ζ εἰς δ φραδία, καὶ ἀφραδία. ἀφρός · παρὰ τὸ φρῶ γίνεται φρός καὶ μετὰ τοῦ ἐπιτατικοῦ α— προϊῶ γίνεται προῶ συγκοπῇ καὶ πρῶ καὶ τροπῇ φρῶ. ἀφραίνω · ἐκ τοῦ φρήν φρενός φραίνω καὶ ἀφραίνω. ἀφραδέως · ἀνοήτως— φραδής καὶ ἀφραδής ἀφραδέων καὶ ἀφραδέως. Ἀφροδίτη · παρὰ τὸ δύνειν— ἀνέρχεσθαι ἐκ τῆς θαλάσσης. ἄφρεον · τὸν ἀφρὸν ἔπεμπον· ἀφρῶ ἤφρεον, Ἰωνικῶς ἄφρεον. ἀφρήτωρ · φατρίαν— φυλῆς. ἀφυλίσαι · παρὰ τὴν ἰλύν, καὶ κατὰ μετάθεσιν ὕλις ὑλίζω ὑλίσαι, καὶ ἐν συνθέσει ἀφυλίσαι. ἀφυσγετόν · τὸ ἰλυῶδες— ἀφυσγετός. ἀφύη · ἰχθύδιον μικρόν· εἴρηται δὲ ἑνικῶς σπανίως. Ἀριστοφάνης· οὔποτʼ ἀφύας εἶδον ἀξιωτέρας. εἴρηται δὲ παρὰ τὸ μὴ εἰς μέγεθος φύεσθαι· φύω φυή καὶ ἀφύη. ἢ ἡ ἐστερημένη γεννήσεως· οὐ γὰρ ἀπʼ ἀλλήλων γεννῶνται, ἢ ἐκ γονῆς ἰχθύων, ὡς καὶ οἱ λοιποὶ ἰχθύες, ἀλλʼ ἐπομβρίας γινομένης καὶ τῶν ποταμῶν εἰς τὴν θάλασσαν συρφετώδη ἐμβαλλόντων ἰλύν, αὗται γίνονται τῆς ἰλύος σηπομένης, ὥσπερ καὶ ἐν ταῖς κόπροις σκώληκες φύονται· φασὶ δὲ τὰς ἐγγραύλεις. ἄφευκτος · παρὰ τὸ φεύγω πέφευγμαι φευκτός καὶ ἀφευκτός, ὡς ἔχω ἐκτός καὶ κατʼ ἔνδειαν τοῦ ε φυκτός καὶ ἄφυκτος· Ὅμηρος· καὶ οὐκέτι φυκτὰ πέλονται ἀφυσσόμενοι · ἀφύσσω ἀφύξω, ὅθεν τὸ ἄφενος, καὶ πλοῦτον ἀφύξειν. γίνεται δὲ ἐκ τοῦ ὕω— καὶ ἐν συνθέσει ἀφύσω, πλεονασμῷ ἑτέρου σ ἀφύσσω, τουτέστι τὸ ἀπό τινος ἐπιρρέοντος ἀπαντλεῖν καὶ ἀπαρύεσθαι. ἢ ἐκ τοῦ φύω, τὸ κρατῶ· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· μετὰ οὖν τοῦ ἐπιτατικοῦ α ἀφύω ἀφύσω, πλεονασμῷ οὖν τοῦ ἑτέρου σ ἀφύσσω μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. ἢ ἐκ τοῦ ἀρύω, τὸ ἀπαντλῶ, καὶ τροπῇ τοῦ ρ εἰς φ ἀφύω. τὸ α μετὰ τοῦ χἀχανές · «ἀχανὲς πέλαγος»· παρὰ τὸ χαίνω χανῶ χανής καὶ ἀχανής, τὸ οὐδέτερον ἀχανές, δηλοῖ δὲ τὸ λίαν κεχηνός. δηλοῖ δὲ καὶ στέρησιν τοῦ χαίνειν, οἱονεὶ ἄνεω εἶναι καὶ μὴ διᾶραι τὸ στόμα δυνάμενον. ἀχάναι · σκεῦος εἰς ἐπισιτισμὸν χρήσιμον· Ἀριστοφάνης· οὐκ, ἀλλʼ ἀχάνας οὐδʼ ἄν γε χρυσίου λέγῃ. εἴρηται παρὰ τὸ μὴ χαίνειν χάνη καὶ ἀχάνη, τοῦ α ἐπιτατικοῦ νοουμένου. Ἀχαιά · ἡ Δημήτηρ· Ἀριστοφάνης· οὐδʼ ἂν τὴν Ἀχαιὰν ῥᾳδίως ἠνέσχετʼ ἄν. εἴρηται ἀπὸ τοῦ ἄχους τοῦ ἐπὶ Περσεφόνῃ. ἢ ὅτι μετὰ— μεταστᾶσιν ἐν Τανάγραις ἡ Δημήτηρ ὄναρ φανεῖσα ἐκέλευσεν αὐτοὺς ἀκολουθῆσαι τῷ γενομένῳ ἤχῳ καὶ ὅπου ἂν παύσηται, ἐκεῖ πόλιν κτίσαι· καὶ διώδευον ἀκούοντες ψόφου καὶ κυμβάλων, καὶ παυσαμένων περὶ Ἀττικὴν ἔκτισαν πόλιν καὶ ἱδρύσαντο ἱερὸν Ἀχαιᾶς Δήμητρος. ἀχαιινέα · ἡ ἔλαφος· Ἀπολλώνιος· ἥν τʼ ἀγρόται ἀχαιινέαν καλέουσιν· ἀπὸ Ἀχαιινέας— μεγάλων. Ἀχαιμένης · ὁ ἥρως, ἀφʼ οὗ καὶ οἱ Πέρσαι Ἀχαιμενίδαι· ὠνόμασται δὲ ἀπὸ τοῦ εἶναι τὸν προπάτορα αὐτοῦ ἀπὸ Ἀχαΐας. ἄχερδος · ἡ ἀγρία ἄπιος, ἄχερός τις οὖσα, ἡ δυσχερὴς— τοῦ δ ἄχερδος. ἀχερδούσιος · οἷον· μοχθηρὸς ὢν καὶ τὴν γνώμην ἀχερδούσιος, ἀντὶ τοῦ σκληρός. Ἀχερουσία · λίμνη πλησίον Ἡρακλείας Πόντου. ἀχερωΐς · ἡ λεύκη τὸ δένδρον— τῷ Ἀχέροντι ποταμῷ πεφυκὸς— λέγει. ἢ παρὰ τὸ τὰ ἄχεα ῥεῖν. Ἀχέρων · ὁ ἐν ᾍδου ποταμός· παρὰ τὸ ἐστερῆσθαι χαρᾶς τοὺς ἐκεῖ κατιόντας. ἢ ὁ τὰ ἄχεα ῥέων. Ἀχελῷος · σὺν τῷ ι, ἐπειδὴ— τρέπουσιν· εἰώθασι γὰρ τοῦτο ποιεῖν, οἷον— διὰ τοῦ ωος. ἀχέων · λυπούμενος· παρὰ τὸ ἄχος ἀχέων. ἢ ἀπὸ τοῦ ἀχεύων. ἀχῆνες · οἱ πένητες— ἠχεῖν. ἀχηρής · ὁ λυπηρός· γέγονε δὲ ἐκ τοῦ ἄχαρις ἐκτάσει τοῦ α εἰς η ἀχηρίς, καὶ διὰ τοῦτο ὀξύνεται· οὐ γάρ ἐστι τύπου διὰ τοῦ ηρης. ὁ τόνος οὖν ἐλέγχει τὸ σχῆμα, ὅτι οὐκ ἀπὸ τοῦ ἄχος ἀχήρης, ὡς ξίφος ξιφήρης, ἀλλʼ ἀπὸ τοῦ χαίρω. ἀχηνέα · … . ἄχθος · ἄχος τί ἐστι καὶ πλεονασμῷ τοῦ θ ἄχθος. ἢ ἀπὸ τοῦ θέω θοός, καὶ ἄθοος ἄθος, καὶ ἄχθος. Ἀχιλλεύς · παρὰ τὸ— ἢ διὰ τὸ ἄχος ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν. ἢ διὰ τὸ μὴ θιγεῖν χείλεσι χιλῆς, ὅ ἐστι τροφῆς. ἄχλαξ · ἡ λιθώδης— λίθος. ἀχλύς · σκοτία— λυπεῖν. ἀχνάσδημι · ἀχῶ ῥῆμα, παράγωγον ἀχάζω ἀχάζημι, τροπῇ τοῦ ζ εἰς δ καὶ σ καὶ πλεονασμῷ τοῦ ν ἀχνάσδημι. ἄχνη · πᾶσα λεπτότης ὑγροῦ— ἐπιπολάζων τῷ κύματι ἀφρός· ἐπὶ δὲ— καὶ τομόν. ἀχνύς · ἡ λύπη· παρὰ τὸ ἄχος γίνεται παρώνυμον ῥῆμα ἀχῶ, ἀχύω παράγωγον, ἀχύσω ἀχύς καὶ πλεονασμῷ τοῦ ν ἀχνύς. ἀχνύμενος · ἔστιν ἄχος— καὶ ἐν πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ν ἀχνύω. ἐκ δὲ τούτου παράγωγον ἄχνυμι, ὁ παθητικὸς ἄχνυμαι καὶ ἀχνύμενος, ὥσπερ ὀρῶ ὀρύω ὀρύνω ὄρνυμι ὄρνυμαι ὀρνύμενος. ἄχος · ἡ λύπη· παρὰ τὸ— διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἢ παρὰ τὸ ἔχω κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τις ἔχειν. ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χός καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος. ἢ παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α ἡ μὴ διαχέουσα τὴν ψυχήν, ἀλλὰ συνέχουσα. ἄρχαντον · ἀμόλυντον· παρὰ τὸ χραίνω χρανῶ— ἥψατο, κατὰ συγκοπὴν ἄχραντον. ἢ τὸ μηδέπω ἐν χρείᾳ γεγονός. ἀχράς · ἡ ἄπιος ἡ ἀγρία· εἴρηται παρὰ— ἐν χρείᾳ γενομένη. ἀχρεῖος · ἐκ τοῦ χρεία. καὶ ὤφειλεν εἶναι ἄχρειος κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν συντιθέμενα προπαροξύνονται, οἷον πύλη Εὐρύπυλος, κεφαλή ἀκέφαλος, ἑστία ἀνέστιος· οὕτως οὖν καὶ χρεία ἄχρειος. ὡς οὖν εἴπομεν «ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος», οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον. ἀπὸ δὲ ὀνόματος μετήχθη εἰς ἐπίρρημα. ἀχρήιος · ἔστι κτητικὸν ἀχρεῖος, ἀχρήιος κατὰ ἔκτασιν τοῦ ε εἰς η καὶ διαστάσει τοῦ ι ὡς βασίλειος βασιλέιος βασιλήιος. ἀχρεῖον · ἔστι ῥῆμα— χραύω χραύσω, ὡς ψῶ ψαύω, λῶ λαύω καὶ ἀπολαύω, οἷον· χραύσει μέν τʼ αὐλῆς ὑπεράλμενος οὐδὲ δαμάσσει· ἀφʼ οὗ καὶ τὸ ἔχραε, τὸ ἐπεβάρυνεν— ἀχρής καὶ ἀχρεῖος καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον τὸ ἀσθενὲς καὶ βάρους ἀμέτοχον, καὶ μετάγεται εἰς ἐπίρρημα, οἷον· ἀλγήσας δʼ ἀχρεῖον ἰδὼν ἀπεμόρξατο δάκρυ, ἀντὶ τοῦ ἀσθενῶς καὶ ταπεινῶς. ἐπὶ δὲ τῆς Πηνελόπης, οἷον· ἀχρεῖον ἥ δʼ ἐγέλασεν, ἐπίπλαστον— διανοίγειν. ἄχρι · ἕως— τοῦ μ καὶ μετάθεσιν τοῦ ε εἰς α. ἀχυρμιαί · οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποτίθενται, οἱονεὶ ἀχυριαί τινες οὖσαι, καὶ πλεονασμῷ τοῦ μ ἀχυρμιαί. ἄχυρον · ἡ ἀλλοιωθεῖσα τοῦ στάχυος καλάμη ἄχυρον λέγεται ἀέχυρόν τι ὄν, οὐδὲν ἔχον ἐχυρόν. ἀχύνετον · σημαίνει τὸ πολύ· Νίκανδρος· πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ· τὸ πολύχυτον— ὕδωρ· ὅπου γὰρ ἐὰν ᾖ, σβέννυται τὸ ὕδωρ. ἀπὸ οὖν τοῦ χύω χύνω χύνετον καὶ ἀχύνετον τοῦ α ἐπιτατικοῦ ὄντος. ἀχόρα · ἀρσενικῶς, σημαίνει δὲ τὰ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πίτυρα· Ἀριστοφάνης· ἀδαχῆ γὰρ αὐτοῦ τὸν ἀχόρα ἐκλέγετʼ ἀεὶ ἐκ τοῦ γενείου. παρὰ τὸ ἄχνη ἀχνώρ καὶ ἀποβολῇ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχώρ ἰχῶρος, τοῦ σεσηπότος αἵματος. τὸ α μετὰ τοῦ ψἅψεα · κυρίως— ἅψον καὶ ἅψεα· ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλων. ἀψεγέως · ἀμέμπτως· ἀπὸ τοῦ ψέγω ψεγής καὶ ἀψεγής ἀψεγέως. ἀψίνθιον · εἶδος βοτάνης πικρᾶς· τινὲς δὲ τῶν κωμικῶν ἀπίνθιον αὐτὸ λέγουσι, καὶ ἔστιν ἀπίνθιον, ὃ οὐκ ἄν τις πίῃ διὰ τὴν πικρότητα. ἢ ἐκ τοῦ ἅπτω ἅψω, οὗ οὐδεὶς ἅπτεται. ἀψίς · σημαίνει καὶ τὸν δεσμὸν καὶ τοῦ τροχοῦ τὸ ἐπικαμπὲς ξύλον· καὶ τὸν μὲν δεσμόν· μήπως ὡς ἀψῖσι λίνου· παρὰ τὸ ἅπτω, τὸ σημαῖνον τὸ δεσμῶ, οἷον· βοέους δʼ ἐξῆπτεν ἱμάντας. τὸ δὲ σημαῖνον τοῦ τροχοῦ τὸ ξύλον· τρισπίθαμον δʼ ἄψιν τάμνειν. καὶ αὐτὸ παρὰ τὸ ἅπτω— βαρύνεσθαι καὶ συστέλλειν τὸ ι· τὰ γὰρ εἰς ις ἀπὸ μελλόντων γινόμενα καὶ βαρύνονται καὶ συστέλλουσι τὸ ι· πράξω πρᾶξις, λέξω λέξις. εἰ οὖν ἀπὸ τοῦ ἅψω μέλλοντος, ὤφειλε βαρύνεσθαι καὶ συστέλλειν τὸ ι, ὅθεν Ἡσίοδος ἀναλογώτερον εἴρηκε· τρισπίθαμον δʼ ἄψιν. ἔστιν οὖν εἰπεῖν, ἐπειδὴ— τὸν τόνον, σφραγίς κνημίς ψηφίς κρηπίς· οὕτως οὖν καὶ ἁψίς. γράφεται δὲ διὰ τοῦ ι· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, κρηπίς ῥανίς σανίς βολίς θυρίς ἁψίς. πρόσκειται «ὀξύτονα» διὰ τὸ κατάκλεις καὶ ἀντήρεις. πρόσκειται «θηλυκά» διὰ τὸ τυφθείς. πρόσκειται «ὑπὲρ μίαν συλλαβήν» διὰ τὸ κλείς. πρόσκειται «κοινολεκτούμενα», τὸ γὰρ εὐσεβής καὶ εὐγενής διὰ τῆς ει διφθόγγου γράφουσιν οἱ Βοιωτοί. ἄψορρον · ὀπισθόρμητον— τὸ ὁρμῶ, πλεονασμῷ τοῦ ρ ποιητικῶς. ἔστι δὲ ἐπίρρημα μεσότητος. ἀψοφέως · ἐκ τοῦ ψόφος ἄψοφος ἀψόφων ἀψόφως καὶ πλεονασμῷ τοῦ ε ἀψοφέως. ἀψοφητί · ἀντὶ τοῦ ἀψόφως· ἐκ τοῦ ψοφῶ ψοφήσω. διαφέρει δὲ ψοφεῖν κόπτειν καὶ κλαυσιᾶν· κόπτειν μὲν γάρ ἐστι τὸ ἐκ τῶν ἔξωθεν παραγενόμενόν τινα κροῦσαι τὴν θύραν· ψοφεῖν δὲ τὸ ἐν τῷ ὑπανοῖξαι αὐτήν, ὥστε εἰσελθεῖν ἢ ἐξελθεῖν ἀποτελέσαι κτύπον· κλαυσιᾶν δὲ τὸ ὑπʼ ἀνέμων ῥιπιζομένην αὐτὴν καὶ τῇδε κἀκεῖσε περιφερομένην τρύζειν. Ἄψυρτοι · ἔθνος Σκυθικόν, ὧν ἐν τῇ γῇ κεῖται τὸ σῶμα. ἄψ · σημαίνει δὲ τὸ εἰς τοὐπίσω— λέγει εἶναι αὐτὸ ἄοψ, τὸ μὴ ὀπτόν· τὰ γὰρ ὀπίσω οὐ θεωρητά· ἄοψ οὖν καὶ ἄψ. Ἡρωδιανὸς δὲ μηδέποτε πλεονάζειν διπλᾶ. τὸ α μετὰ τοῦ ωἈῷος · ποταμὸς— βασιλεύσαντος καὶ ὄρος τι ὠνομάσθη Ἀῷον. ἢ διὰ τὸ πρὸς τὴν ἠῶ τετραμμένην ἔχειν τὴν ῥύσιν. ἢ διὰ τὸ τὴν Κιλικίαν Ἀῷαν πάλαι λέγεσθαι. ἄωρος · ὦρος ὁ ὕπνος· Σαπφώ· ὀφθαλμοῖς δὲ μέλαις νυκτὸς ἄωρος. ἢ ἄωρον τὸν ὕπνον τὸν μηδενὸς φροντίζοντα· ὤρα γὰρ ἡ φροντίς. ἢ τὸν ἀώριον γινόμενον— παρὰ Ἀττικοῖς οἱ ὦροι. Καλλίμαχος δὲ κατὰ μετάληψιν τοὺς ἀγρίους· ἄωρον γὰρ τὸ ὠμόν, τὸ δὲ— τὸν μὴ ὅρον ἔχοντα. ἢ τοὺς ἄγαν ὀρούοντας. ἄωρες · αἱ γυναῖκες· παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι τῷ ἀνδρί. … καθʼ ὑπέρθεσιν παρὰ τὸ ὀαρίζειν, ἔνθεν καὶ τὸ ὀάρων ἕνεκα σφετεράων. παρὰ τὸ ὀαρίζω τὸ συνουσιάζω ὀάρης, συναλοιφῇ ὤρα· ἀμυνέμεναι ὤρεσιν. ἔστιν οὖν ὑπέρθεσις ὤαρ καὶ ὦρ, ὥστε εἶναι τὴν ἀκόλουθον εὐθεῖαν ὄαρ, ὡς δάμαρ, καὶ ἄορ καὶ ὤρ. ἄωρτο · ὁ Ἡρωδιανὸς λέγει, ὅτι σημαίνει τὸ ἥρμοστο, τουτέστι παρὰ τοῦ ξίφους, καὶ γίνεται παρὰ τὸ ἄρω, τὸ ἁρμόζω, ὁ μέλλων Αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα ἦρμαι ἤρμην ἦρσο ἦρτο, Ἰωνικῶς ἄρτο καὶ πλεονασμῷ τοῦ ω ἄωρτο, ὥσπερ εἶθα εἴωθα. τινὲς δὲ λέγουσι τὸ ἐκρέματο· καὶ γίνεται ἐκ τοῦ αἴρω, τὸ κουφίζω καὶ κρεμῶ, ὁ μέλλων ἀρῶ, Αἰολικῶς ἄρσω, ἦρκα ἦρμαι ἤρμην ἦρσο ἦρτο, τροπῇ τοῦ μακροῦ εἰς μακρὸν ὦρτο, καὶ πλεονασμῷ τοῦ α ποιητικῶς ἄωρτο. ἄωτον · λίνοιό τε λεπτὸν ἄωτον· περιφραστικῶς λινοῦν περιβόλαιον. ἄωτον · κεκαλυμμένος οἰὸς ἀώτῳ. σημαίνει δὲ τὸ ἄνθος καταχρηστικῶς. καὶ ἴσως ἀπὸ— τοῦ ὕπνου. ἄωτον τὸ ἄνθος καὶ ἡ ἡλικία. ἀπὸ δὲ τοῦ ἄκρου, τοῦ ὑψηλοῦ, τὸ σπουδαῖον σημαίνει καὶ τὸ ἀκρωτήριον. τὸ δὲ ἄνθος δηλοῖ ἱμάτιον, δέρμα. ἀωτεῖς · Ὅμηρος· τί πάννυχον ὕπνον ἀωτεῖς; ἀντὶ τοῦ τὸ κάλλιστον τοῦ ὕπνου ἀπανθίζῃ καὶ συλλέγεις. ἀωρία · ἐκ τοῦ ἄωρος ἀωρία, τὸ δὲ ἄωρος ἐκ τοῦ ὥρα, ὃ σημαίνει τὸν καιρόν. ΑΡΧΗ ΣΥΝ ΘΕΩΙ ΤΟΥ Β ΣΤΟΙΧΕΙΟΥβαβάκτης · ὀρχηστής, λάλος, μανιώδης— παρὰ τὸ βάζω, τὸ λαλῶ, βάζω βέβαγμαι βέβακται βάκτης, κατὰ ἀναδιπλασιασμὸν βαβάκτης, ὁ πολλὰ λαλῶν. Βαβυλών · πόλις Ἀσσυρίας— Καλὰ γὰρ καλεῖται — καὶ ἐν διπλασιασμῷ Βαβυλών τροπῇ τοῦ η εἰς υ, ὡς ἁλμηρός ἁλμυρός, τηρός τυρός βάβαξ · λάλος, φλύαρος· Ἀριστοφάνης· κατʼ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ. παρὰ τὸ βάζω βάξω βάξ καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ. βάδην · βάδην ἀπιόντος, ἠρέμα παραγενομένου. ἢ θᾶττον ἢ ταχέως· Μένανδρος· τὸ δὴ λεγόμενον τοῦτο «θᾶττον ἢ βάδην». εἴρηται παρὰ τὸ βαίνω βάδην ὡς τείνω τάδην. βαθυκόλπων · πέπλος— ἀπὸ τοῦ ἐκ τῆς ζώσεως κολπώματος. Βάθυλλος · ὄνομα κύριον, ὁ ἐρώμενος Ἀνακρέοντος. γέγονε δὲ ὑποκοριστικόν· ὡς γὰρ— Ἀρίστυλλος καὶ Θρασυκλῆς Θράσυλλος, οὕτως Βαβυκλῆς Βάθυλλος. βαθυλείμων · βαθεῖς λειμῶνας ἔχουσα· καὶ κλίνεται βαθυλείμων βαθυλείμωνος. βαθυζώνους · βαρβάρων— ζώννυσθαι. βάθρον · τὸ θεμέλιον· καὶ βάραθρα, ἀγάλματα. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται παράγωγον ῥῆμα βῆμι καὶ βίβημι, ῥηματικὸν ὄνομα βάτρον καὶ βάθρον, ἐφʼ ᾧ ἔστι βαίνειν. βάθος · παρὰ τὸ μετὰ βίας θέειν. βάζω · τὸ λέγω· παρὰ τὸ βοή βοάζω, ὡς σχολή σχολάζω, κραυγή κραυγάζω, καὶ συγκοπῇ βάζω, ὡς παρὰ τὸ θῶ, τὸ σημαῖνον τὸ ὀξύνω, γίνεται θοήγω καὶ συγκοπῇ θήγω. βακέω τὸ μεθύσκομαι. καὶ βακχευτής· ὁ μεθυστής. γέγονε παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον, τοῦτο δὲ παρὰ τὸ βαίνω, καὶ τὸ ἄχος· ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπίπτων ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη. Βαιόν · ὃ λέγεται καὶ ἠβαιόν· ἔστι δὲ τριγενὲς ὁ βαιός ἡ βαιά τὸ βαιόν· παρὰ τὸ βῶ, τὸ βαίνω, βαιόν, οὗ ἐστιν ἐπʼ ὀλίγον βῆναι. ἢ παρὰ τὸ ἥβην, ἡβαιός— λήγει, ἀφʼ οὗ παρώνυμον ἠβαιός, ὀξύνεται δὲ ὡς τὸ γηραιός δηναιός, ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὥσπερ Ῥώμη Ῥωμαῖος. οἱ δὲ παρὰ τὸ βῶ, τὸ κατʼ ὀλίγον οὕτως βαῖνον. ἐὰν μὲν οὖν παρὰ τὸ βῶ, βαιός καὶ ἠβαιός πλεονασμῷ τοῦ η, ὡς μύω ἠμύω, τὸ ἐπικλίνω· ἐὰν δὲ παρὰ τὴν ἥβην, ἡβαιός, ἐξ οὗ καὶ τὸ βαιός κατὰ ἀποβολὴν τοῦ η βαίτυλος · λίθος γινόμενος— τῆς Ἡλιουπόλεως. βαίτυλος δὲ ἐκλήθη καὶ ὁ λίθος, ὃν ἀντὶ Διὸς ὁ Κρόνος κατέπιεν — ἐπέδωκε· παρὰ τὸ βαίτη βαίτυλος, βαίτη δὲ λέγεται ἡ διφθέρα. Βαιαί · ὡς Αἰγαί· Βαιαί δὲ αἱ ἐν Ἰταλίᾳ· ἀπὸ Βαίου τοῦ Ὀδυσσέως κυβερνήτου ἐκλήθη τελευτήσαντος κατὰ τὴν Ἄορνιν τῆς Ἰταλίας. τὸ ἐθνικὸν Βαιάτης βάκηλος · εἰς μὲν τὸ λεξικὸν εὗρον σημαῖνον οὕτω· μέγας— καὶ τροπῇ τοῦ ο εἰς η βάκηλος. Ἐπαφρόδιτος δὲ τὸν αἰδοῖον μὴ ἔχοντα· κῆλον γὰρ τὸ αἰδοῖον, ἔνθεν καὶ κήλων ὁ συνουσιαστικός, ἵνʼ ᾖ ἄκηλος καὶ ἐν πλεονασμῷ τοῦ β βάκηλος. βακτηρία · εἴρηται— τουτέστι στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως. ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν. βάκχος · μαινόμενος. παρὰ τὸ βάζω βάξω βάχος καὶ πλεονασμῷ τοῦ κ βάκχος— τῇ φωνῇ χρῶνται. βαλανεῖον · τινὲς μὲν λέγουσιν ὅτι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας, οὐ λέγουσι δὲ— γράφεσθαι. ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ τὰς βαλάνους αὔειν, τουτέστι τὰς δρῦς· οὕτως γὰρ καλοῦνται οἱ δρῦς· οἱ δὲ παλαιοὶ πᾶν ξύλον βάλανον ἐκάλουν μεταφορικῶς ἀπὸ τοῦ δρυός. Ἐπαφρόδιτος δὲ παρὰ τὸ αὔω, τὸ σημαῖνον τὸ καίω. τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται· κουρεύς κουρεῖον, γραμματεύς γραμματεῖον, κναφεῖον, γραφεῖον. ἢ καὶ τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχοντα διὰ τῆς ει διφθόγγου γράφεται· μαγειρεῖον πατριαρχεῖον ἰατρεῖον ὀρφανοτροφεῖον ἰαμβεῖον βυρσοδεψεῖον ἐπισκοπεῖον· οὕτως καὶ βαλανεῖον. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐναντίον· «πρὸ μιᾶς, τὸν τόνον ἔχοντα» διὰ τὸ αἰπόλιον καὶ λαφυροπώλιον καὶ ἀρτοπώλιον, ταῦτα γὰρ διὰ τοῦ ι· «ὑπὲρ τρεῖς συλλαβάς» διὰ τὸ παιδίον, οὐκ ἀναστρέφοντος τοῦ κανόνος, οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι γράφεται, ἰδοὺ γὰρ τὸ πτωχεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ τῆς ει διφθόγγου γράφεται, ἀπὸ γὰρ τῶν διὰ τοῦ ευω εἰσί. Βαλιός · ὄνομα τοῦ ἵππου τοῦ Ἀχιλλέως. σημαίνει δὲ καὶ τὸ ποικίλον· καὶ· βαλιὰν ἔλαφον φησι. παρὰ τὸ πάλλεσθαι ταχέως. ἢ φάλιός τις ὤν, ὁ λευκομέτωπος. βαλιαί δὲ αἱ— οἷον· βαλιαῖς ἀσκαίρων Ἁρπυίαις. βάλλις · εἶδος φυτοῦ ἢ ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τοὺς τεθνεῶτας· βίαλλος, οἱονεὶ ἡ βίον ἄλλον ποιοῦσα. βάλλε ὥσπερ ἀπὸ τοῦ ἄγε προστακτικοῦ ῥήματος μετατιθεμένου γίνεται ἐπίρρημα παρακελευστικόν, οἷον «ἄγε δή μοι, ὦ Μοῦσα», καὶ ἀπὸ τοῦ φέρε προστακτικοῦ μετατιθεμένου γίνεται ἐπίρρημα φέρε, οὕτω καὶ ἀπὸ τοῦ ἔβαλον ἔβαλες ἔβαλε, οὗ τὸ προστακτικὸν βάλε, μετατιθεμένου γίνεται σχετλιαστικὸν ἐπίρρημα ἀντὶ τοῦ φεῦ, οἷον· βάλλε βάλλε κήρυκος φωνήν . τοῦτο πλεονάζοντος τοῦ α καὶ αὐτὸ σχετλιαστικόν ἐστιν, οἷον· ἀβάλε, ὡς παρὰ τῷ ποιητῇ· ἆ δειλέ βαλβίς · βάσις ταπεινὴ— δύο, ἀφʼ ὧν σχοινία διατείνεται· ἀφʼ ἧς βαλβῖδος ἐξέτρεχον οἱ ἀγωνιζόμενοι· Λυκόφρων· ἐγὼ δʼ ἄκραν βαλβῖδα μηρίνθου σχάσας. παρὰ τὸ βῶ— βαλβίς. λέγεται δὲ βαλβὶς ἡ ἀρχή, ἀπὸ τῶν δρομέων· ἡ γὰρ ἀπὸ ὕσπληγος γενομένη γραμμὴ διὰ τὸ ἐπʼ αὐτοὺς βεβηκέναι … . βάμμα Κυζικηνόν · τὴν— λέγουσι. βάζω · τὸ λέγω· παρὰ τὸ βοῶ— βάζω. ἐκ δὲ τοῦ βάζω γίνεται βράζω πλεονασμῷ τοῦ ρ. δύναται εἶναι καὶ— βάζω. βαλανάγρα · ἡ κλείς— μάγγανον. βαμβαίνει · διστάζει— φθέγγεται. εἴρηται ἀπὸ μεταφορᾶς τῶν ποδῶν τῶν μὴ ἑδραίαν τὴν βάσιν ἐχόντων· οἱ γὰρ— ὁ ποιητής· ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει. ἔστιν οὖν βῶ βαίνω— βαμβαίνω. βαθυλήιος · ἀντὶ τοῦ πολυλήιος, πολύσιτος. βάναυσος · πᾶς τεχνίτης ὁ διὰ— ἡ κάμινος. εἴρηται παρὰ τὸ τὰς βαύνους αὔειν, τουτέστι τὰς καμίνους καίειν. ἢ βάναυσος ἀπὸ τοῦ βαίνειν ἐν τῷ αὔσῳ, καὶ τῷ πυρί· ἀπὸ γὰρ αὔω, τὸ καίω, αὔσω αὖσον, τὸ πῦρ· ἤγουν ὁ διὰ πυρὸς ἐνεργῶν. Σοφοκλῆς· οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην βάν · Ὅμηρος· βὰν δʼ ἴμεν, ἀντὶ τοῦ ἐπορεύοντο ἐλθεῖν. ἐκ τοῦ βῶ, τὸ βαίνω, παράγωγον βῆμι, ὁ παρατατικὸς βῆν· οἱ γὰρ ποιηταὶ συναρχομένους ποιοῦσι τοὺς παρωχημένους τοῖς ἐνεστῶσι· βῆς βῆ βάτον βάτην βάμεν βάτε βάσαν καὶ συγκοπῇ βάν βάξις · σημαίνει τὴν φήμην καὶ τὴν ῥῆσιν· Μίμνερμος· καί μιν ἐπʼ ἀνθρώπους βάξις ἔχει χαλεπή. παρὰ τὸ βάζω βάξω βάξις. βάπτω · παρὰ τὸ βῶ, τὸ βαίνω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα. βάραθρον · τόπος— ἔχων ἰσχυρά, ὑπόχαυνα δὲ— τὸ ἄβατον. βάρβιτος · εἶδος— ἐκέχρηντο. βάρβαρος · ὠνοματοπεποίηται— καὶ τραχείᾳ χρῆσθαι βάρδιστος · βραδύτατος· παρὰ τὸ βάρος βαρύς γίνεται βαρδύς πλεονασμῷ τοῦ δ, καὶ ἐν ὑπερθέσει βραδύς, εἶτα βραδίων βράδιστος καὶ ἐν ὑπερθέσει βάρδιστος. βαραγχιᾶν · ἀντὶ τοῦ— Ἀττικοῖς, ἤγουν τὸ ὑποσάπρῳ καὶ βραχείᾳ κεχρῆσθαι φωνῇ. Βαρδίνης · ποταμός· παρὰ— ὤν. βαρκάζειν · τὸ βαρβαρίζειν· εἴρηται ἀπὸ τῶν Βαρκάνων, οἵ εἰσι βάρβαροι· ἦν οὖν καραβάζειν καὶ ἐν ὑπερθέσει βαρκάζειν. βαρύθω · ἀπὸ τοῦ βαρύς βαρύω καὶ πλεονασμῷ τοῦ θ βαρύθω. βάσκʼ ἴθι · ὡς ἄπιθί τινες λέγουσι καὶ οὐχὶ βάσκʼ ἴθι ἐν παραθέσει. ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς μι λήγοντα μετὰ προθέσεων συντιθέμενα τὴν ει δίφθογγον φιλεῖ , οἷον μέτειμι καὶ σύνειμι καὶ ἔξειμι· ὁμοίως καὶ μετὰ τῶν λοιπῶν προθέσεων τὸ εἶμι συντιθέμενον προπαροξύνεται, τὸν αὐτὸν τρόπον καὶ ἄνιθι ἔξιθι πάριθι καὶ τὰ τοιαῦτα. μετʼ ἄλλων δὲ λέξεων συντιθέμενα οὐδαμῶς· διὰ τοῦτο οὐ δεύριθι φαμὲν ἀλλὰ δεῦρʼ ἴθι καὶ μάλʼ ἴθι καὶ τότʼ ἴθι· οὕτως οὐδὲ βάσκιθι ἀλλὰ βάσκʼ ἴθι, οὐ γὰρ μετὰ προθέσεως σύγκειται. τὸ οὖν ἴθι ἀπὸ τοῦ εἶμι τὸ πορεύομαι. καὶ πάλιν ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς θι παραχθέντα προστακτικὰ κατʼ ἀρχὴν οὐ συντίθενται πλὴν τῶν προθέσεων, ὥστε δῆλον ἐν παραθέσει δεῖ αὐτὸ ἀναγινώσκειν. τὸ δὲ βάσκε ἀπὸ τοῦ βάσκω, τοῦτο δὲ παρὰ τὸ βῶ βήσω, πλεονασμῷ τοῦ κ βήσκω καὶ τροπῇ τοῦ η εἰς α βάσκω. ἢ ἐκ τοῦ βῶ βάσω, ἐξ οὗ καὶ βάσις, πλεονασμῷ τοῦ κ βάσκω, ὡς φῶ φάσω φάσκω. καὶ ἐπειδὴ οὐδέποτε βαρύτονος μέλλων διὰ τοῦ κ ἐκφέρεται, μετάγεται εἰς ἐνεστῶτα. βασκέμεν · ῥῆμα ἀπαρέμφατον. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προφέρουσι οἷον τύπτειν τύπτεν τυπτέμεν, βάσκειν βάσκεν βασκέμεν καὶ ἕτερα. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, καὶ ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας τῶν περισπωμένων διὰ τοῦ ασκω γίνονται, οἷον γενειῶ γενειάσκω, γοῶ γοάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω, ἠλάσκαζον, βοῶ βοάσκω, οὕτως βῶ βάσκω. βασιλεύς · παρὰ τὸ βαίνειν ἵλεως. ἢ παρὰ — τὰ κτήματα καὶ πολυπάμμονος, τοῦ πολυκτήμονος, ἵνʼ ᾖ πασιλεύς, καὶ βασιλεύς. ἢ παρὰ τὸ μετὰ ἴλης τὴν βάσιν ποιεῖσθαι, τουτέστι μετὰ πλήθους. ἢ παρὰ τὴν βάσιν καὶ τὸ λεύσσειν, ὁ ἐν τῷ περιιέναι περιβλέπων. βασιλίς · ἡ τοῦ βασιλέως— βαλανέως· ἀπὸ τοῦ βασιλεύς βασιλῆος Ἰωνικῶς γίνεται— βασιλίς. βασιλεύτωρ · παρὰ— Ἀντίμαχος· οἷοι ἔσαν βασιλεύτορες βασανίζειν · οὐ τὸ— βάσανος γάρ ἐστι λίθος ἡ λεγομένη Λυδία ἡ τὸ χρυσίον παρατριβόμενον δοκιμάζουσα καὶ διακρίνουσα τὸ καθαρὸν καὶ τὸ κίβδηλον· οὕτω πάντες κέχρηνται οἱ ἀξιόλογοι. βασκαίνει · ἀντὶ τοῦ— οὕτω Δημοσθένης ἐν τῷ Ὑπὲρ Κτησιφῶντος· «βάσκανον— πολίτευμα», ἀντὶ τοῦ φιλαίτιον καὶ συκοφαντικόν. παρὰ τὸ— φασκαίνω, ὁ τοῖς φάεσι καίνων, ὅ ἐστι φθείρων διὰ τοῦ βλέμματος. βάσκανος · ὁ κακίζων— Ἀριστοφάνης. Φερεκράτης ἀπὸ τοῦ λυπηροῦ λαμβάνει τὴν λέξιν, οἷον· ὁ λαγώς με βασκαίνει καὶ λυπεῖ Βασσαρίδες · αἱ Βάκχαι· παρὰ τὸ— τὸ ἁρμόζω. βασσάρα · σημαίνει κυρίως τὴν Βάκχην· ἀπὸ τούτου— βασσάρα· Λυκόφρων· τῆς παντομόρφου βασσάρας λαμπούριδος βαστραχαλίσαι · τραχηλιάσαι· βάστραχας γὰρ τοὺς τραχήλους λέγουσιν. βατία · λέγεται ὁ βάτους ἔχων τόπος· ἀπὸ τοῦ βάτος βατία. τὸ ἐθνικὸν Βατιεύς καὶ Βατιάτης. Ἐπαφρόδιτός φησιν— πατίεια καὶ Βατίεια. Βατίεια δέ ἐστι τόπος ἐν πεδίῳ τῆς Ἰλίου· Ὅμηρος· τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσι. Βάτεια δέ ἐστι τόπος Τροίας— τὸν Ἐριχθόνιον. ἢ οἰκία τις ἀπὸ Βάτων ὠνομασμένη δεσπότου. ἢ σκεῦος ἢ κόσμος βάτην · βῆμι ἔβην, τὸ δυϊκὸν τὸ τρίτον ἐβάτην καὶ ἀφαιρέσει Ἰωνικῇ τοῦ ε βάτην. βατήρ · ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων· αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου, οἷον τὸ ἐπικαιρότατον καὶ τὸ πρῶτον. οὐ παρὰ τὸ βαίνω, ἐγένετο γὰρ ἂν βαντήρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ. βάντης · παρὰ τὸ βαίνω βάντης, ὡς φαίνω φάντης καὶ ἱεροφάντης. βάτραχος · παρὰ τὸ— τις ὤν. βάτος · κατὰ ἀντίφρασιν— λευκός Λεῦκος, οὕτως βατός βάτος. Βάτταλος · ἐπώνυμον ἦν Δημοσθένους. οὕτως δὲ ἐκάλουν οἱ παλαιοὶ τὸν μαλακὸν καὶ βδελυρὸν καὶ αἰσχρὸν ἀπὸ— οἱ δὲ βάτταλον ὀνομάζουσι παρὰ τοῖς — ἐν τῷ ἔργῳ. βατταρίζειν · καὶ βαττολογεῖν τὸ μόγις λαλεῖν. εἴρηται ἀπὸ Βάττου τοῦ Θηρίου τοῦ εἰς τὴν Κυρήνην τὴν ἀπὸ Θήρας ἀποικίαν ἀναγαγόντος, ἰσχνοφώνου ὄντος· ὡς γὰρ βάρβαρος βαρβαρίζειν, οὕτως Βάττος βατταρίζειν. … κατὰ μίμησιν— προφερόμενος. ἡ δὲ βαττολογία σημαίνει τὴν πολυλογίαν ἀπὸ Βάττου τινὸς Ἕλληνος μακροὺς καὶ πολυμήκεις στίχους ποιήσαντος εἰς τὰ εἴδωλα ταυτολογίαν ἔχοντας. βαῦνος · ἡ κάμινος· παρὰ τὸ αὔω, τὸ καίω, αὖος καὶ βαῦνος τὸ β. μετὰ τοῦ δ.βδέλλα · Ἀττικῶς βδάλλειν λέγεται τὸ ἀμέλγειν, ἐξ οὗ γίνεται— τὸ αἷμα ἀποσπᾶν. βδέλυγμα · δυσοσμία· ἀπὸ τοῦ βδελύσσω βδελύζω βεβδέλυχα βεβδέλυγμαι βδέλυγμα· ἀπὸ δὲ τοῦ βδέλυγμα γίνεται βδελυγμός καὶ ὁ βδελυγμίας καὶ ἡ βδελυγμία. βδελύσσω · ἀπὸ τοῦ βδέλλα. ἀπὸ τούτου γίνεται καὶ ὁ βδελυρός, σημαίνει δὲ τὸν ἀναιδῆ καὶ πανταχόθεν ἕλκειν καὶ ἁρπάζειν βουλόμενον. βδόλος · ἡ δυσωδία τοῦ λύχνου καὶ ἡ πορδή· τὸν βδόλον οὐκ ἔσθʼ ἥτις ῥὶς ὑποστῆναι δύναται. παρὰ τὸ ὄζω ὀζόλος, ὅθεν καὶ Ὀζόλαι Λοκροὶ καλοῦνται διὰ τὰς ἐκ τοῦ αἰγονομεῖν δυσωδίας. ὀζόλος καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι δύρεσθαι, καὶ τροπῇ τοῦ ζ εἰς βδ βδόλος· τὸ ῥῆμα ὄζει βδεῖ, ὡς τὸ ῥοῖζος ῥοῖβδος, ῥοιζῶ ῥοιβδῶ καὶ ἀναρροιβδῶ, τροπῇ τοῦ ζ εἰς βδ. διαφέρει δὲ βδόλος λιγνύς κνίσσα αἰθάλη καπνός καὶ ἀτμός· καὶ βδόλος μέν ἐστιν ὁ ἀπὸ τοῦ ἐλλυχνίου καπνὸς καὶ ἡ δυσωδία, καὶ γίνεται, ὡς εἴρηται, ἀπὸ τοῦ ὄζω· λιγνὺς δὲ ὁ ἀπὸ ἐλαίου καιομένου γινόμενος καπνός, παρὰ τὸ λίαν ἱκνεῖσθαι· ἔστι δὲ καὶ ἀπὸ κηροῦ· κνίσσα δὲ αὐτὸ τὸ λίπος καὶ ἡ ἀναθυμίασις τῶν καιομένων κρεῶν· παρὰ τὸ κνῶ κνίζω κνίσω καὶ κνίσσα, ὡς στῶ στίζω, πρῶ πρίζω· τὸ δὲ κνῶ σημαίνει τὸ ξύω καὶ λεπτύνω, λεπτὸς γὰρ ὁ ἐπίπλους, τὸ λεγόμενον κνισσάριον· αἰθάλη δὲ ὁ ἐκ καιομένων λίθων ἀναδιδόμενος καπνός· καπνὸς δὲ ἐπὶ καιομένων ξύλων, ἀπὸ τοῦ καίω καὶ τοῦ πνοή· κυρίως γὰρ καπνὸς ἡ ἐκ καιομένων ξύλων πνοή· ἀτμὸς δὲ ἡ ἀναπνοὴ τοῦ θερμοῦ ὕδατος καὶ ἡ τῶν λοιπῶν ὑδάτων ἐκ θερμότητος γινομένη ἀναθυμίασις, ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄσω ἦσμαι ἀσμός καὶ ἀτμός τὸ β μετὰ τοῦ εΒεβαία · πηγὴ οὕτω καλουμένη ἐν Εὐβοία· λέγεται δὲ οὕτως, ὅτι τῶν ἐν τῇ νήσῳ — Βεβαία. βέβαιος · ὁ ἀσφαλής· παρὰ τὸ βιβῶ— εἰς ε βέβαιος , ὡς ἀγχίμαχος ἀγχέμαχος. γίνεται οὖν βέβαιος, ὁ ἑδραῖος — ἀπὸ ῥημάτων γινόμενα εἴτε κύρια εἴτε προσηγορικὰ καὶ προπαροξύνονται καὶ διὰ τῆς αι— Πήδαιος· Πήδαιον δʼ ἄρʼ ἔπεφνε, ὑλῶ ὕλαιος, λύω Λύαιος ὄνομα κύριον, ματῶ μάταιος· οὕτως καὶ βιβῶ βίβαιος καὶ βέβαιος. βεβάασι · παραβεβήκασι, κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ η εἰς α βεβάασι. βεβίηκε · τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. βιάζω βιάσω βεβίακα, τροπῇ τοῦ α εἰς η βεβίηκα καὶ βεβίηκε. βέβηλος · λέγεται καὶ ὁ μὴ ἱερὸς τόπος καὶ ἀκάθαρτος, ἢ καὶ ἀμύητος καὶ ὁ ἄνθρωπος. εἴρηται δὲ ὁ μὲν τόπος— ἄξιος διατρίβειν. βέβαμεν · εἰ μὲν προπαροξύνεται, ἀπὸ τοῦ βεβήκαμεν καὶ κατὰ συγκοπὴν βέβαμεν· εἰ δὲ παροξύνεται, ἀπαρέμφατόν ἐστιν· ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν τε μάχεσθαι. βεβολήατο · τῇ ψυχῇ— γίνεται βλῶ, δύναται δὲ καὶ ἀπὸ τοῦ βέλω τοῦ σημαίνοντος τὸ αὐτό, βλήσω βέβληκα βέβλημαι ἐβεβλήμην ἐβέβληντο, προσθέσει τοῦ ο ἐβεβόληντο καὶ Ἰωνικῶς ἐβεβολέατο καὶ τροπῇ τοῦ ε εἰς η βεβολήατο. βέβουλα · ἀπὸ τοῦ βούλω βαρυτόνου ἐνεστῶτος βουλῶ περισπώμενος, ὁ μέλλων βουλήσω, ὡς θελήσω, βεβούληκα, ὁ μέσος παρακείμενος βέβουλα, ὡς δέδουπα κέκτυπα. βεβρώσεται · χρήματα δʼ αὖτε κακῶς βεβρώσεται. ἀπὸ τοῦ— βέβρωμαι βέβρωσαι καὶ ὁ μετʼ ὀλίγον μέλλων βεβρώσομαι βεβρώσεται. βεβρώθοις · φάγοις· βρῶ βρώσω βέβρωκα, ἐκ τούτου ῥῆμα βεβρώκω, τροπῇ τοῦ κ εἰς θ βεβρώθω, ὁ παρατατικὸς ἐβέβρωθον, ἡ μετοχὴ ὁ βεβρώθων τοῦ βεβρώθοντος, τὸ εὐκτικὸν βεβρώθοιμι βεβρώθοις. βέθρον · βέρεθρον καὶ κατὰ συγκοπὴν βέθρον. βέλεμνα · βέλη· παρὰ τὸ βέλος βέλεμος, ὡς ἔχω Ἔχεμος καὶ Τήλεμος, τὸ οὐδέτερον βέλεμον, πλεονασμῷ τοῦ ν βέλεμνα ον. βελτίω · βελτίονα, ἐκβολῇ τοῦ ν βελτίοα καὶ κατὰ κρᾶσιν βελτίω. βέλτερος · παρὰ τὸ βέλλω, ὅθεν— βέλτερος· βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. ὁ δεύτερος τύπος βελτίων βέλτιστος. Βελλεροφόντης · βέλλερα γὰρ τὰ κακά· Βελλεροφόντης οὖν ὁ προνοούμενος παύειν καὶ φονεύειν τὰ κακά. τὰ εἰς της ἀρσενικὰ μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης μηδὲ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν, οἷον πολίτης πολίτου, δεσπότης δεσπότου, μητιέτης μητιέτου, Βελλεροφόντης Βελλεροφόντου. πρόσκειται «ἀρσενικά» διὰ τὸ φιλότης, κακότης· «μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης» διὰ τὸ Ἱπποκράτης Ἱπποκράτους, Σωκράτης Σωκράτους· πρόσκειται «μὴ ἔχοντα οὐδέτερον εἰς ες» διὰ τὸ ἐνναέτης ἐνναέτους ἐννάετες, τοῦτο δὲ εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν ἐνναέτης βαρύνεται, εἰ δὲ χρόνον ἐνναετής ὀξύνεται. βελόνη · ἡ ῥαφίς· παρὰ τὸ βέλος καὶ τὴν τούτου ὀξύτητα. βέλος · πᾶν τὸ— ὄνομα, τότε τὸ οὐδέτερον εὐθεῖά ἐστιν, ὡς ἐπὶ τοῦ «βέλος ἔπεσεν»· ἰδοὺ γὰρ καὶ τὸ ἔπεσε ῥῆμα καὶ τὸ βέλος, ὅπερ οὐδέτερόν ἐστιν, ὄνομα κατὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εὑρίσκεται· αὐτὸ γὰρ πίπτει τὸ βέλος. τοῦτο — εἰς ἑαυτήν, οἷον· «τὸ παιδίον ἀπέθανε», «τὸ γύναιον ὑφαίνει». ὅτε μέντοι τὸ ῥῆμα ἐξ ἄλλης αἰτίας πρόεισι, τουτέστιν ἐξ ἑτέρου ὑποκειμένου, τότε τὸ οὐδέτερον αἰτιατική ἐστιν, ὡς ἐπὶ τοῦ «τὸ βέλος ἥρπασεν»· ἄλλος γὰρ ὁ ἁρπάσας καὶ ἄλλο τὸ ἁρπασθὲν βέλος, καὶ ἰδοὺ δύο τὰ ὑποκείμενα, ὅ τε ἁρπάζων καὶ τὸ ἁρπαζόμενον· ἁρπάζεται γὰρ τὸ βέλος. οὕτως «τὸ κρέας ἔκλεψε», «τὸ μαχαίριον ἔλαβεν» καὶ τὰ ἀκόλουθα. βέμβιξ · ὁ στρόμβος— ἐλαύνεσθαι. βένθος · τὸ βάθος· παρὰ τὸ βάθος βέθος καὶ τροπῇ τοῦ α εἰς ε καὶ πλεονασμῷ τοῦ ν βένθος, ὡς πάθος πέθος πένθος. βείομαι · τῷ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀντὶ τοῦ οὐδαμῶς κατὰ τὴν— ἐμαυτοῦ. βέω δέ ἐστι καὶ πλεονασμῷ τοῦ ι βείω. Βερενίκης · ἡ γυνὴ τοῦ πατρὸς— ὄνομα· οὗτοι τὸ φ τρέπουσιν εἰς τὸ β τὴν κεφαλὴν κεβαλήν, καὶ τὸν Φίλιππον Βίλιππον λέγοντες. Βέροια · πόλις Μακεδόνων, ἥν φασιν ἀπὸ Φέρητός τινος κτισθῆναι· Φέροια καὶ κατὰ Μακεδόνας Βέροια τροπῇ τοῦ φ εἰς β. ὁ πολίτης Βεροιαῖος. Βεστῖνοι · ἔθνος ἐν Ἰταλίᾳ· ὠνόμασται δὲ ἀπὸ τοῦ θηριώδη εἶναι, βέστια γὰρ τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον. βεύδεα · τὰ ἱμάτια· Καλλίμαχος· καλά τε καὶ αἰόλα βεύδεʼ ἔχουσαι· σημαίνει δὲ— τὰ δέρματα βοεύδεα καὶ βεύδεα ἢ τὰ εὐδίαν ἡμῖν παρέχοντα. Ἡρωδιανὸς· δὲ εὕδεα καὶ πλεονασμῷ τοῦ β βεύδεα παρὰ τὸ εὕδειν τὸ κοιμᾶσθαι. Βέχειρ · ἔθνος Σκυθικόν, ὡς Σάπειρ, ἢ μετὰ τοῦ σ Σάσπειρ, ἢ μετὰ τοῦ φ Σάπφειρ, καὶ αὐτὸ ἔθνος, παρʼ οἷς καὶ ὁ σάπφειρος λίθος γίνεσθαι λέγεται. τὸ β μετὰ τοῦ ηβῆ · βῆ δʼ ἀκέων· παρὰ τὸ βῶ βήσω, ὁ δεύτερος— ἀφαίρεσιν Ἰωνικὴν βῆ περισπωμένως. καὶ ἰστέον, ὅτι μετὰ τὴν ἀφαίρεσιν τοῦ κλιτικοῦ μορίου, εἰ μακρὰ συλλαβὴ ὑπολίποιτο, περισπᾶται ἡ συλλαβή, οἷον ἔφης φῆς ἔφη φῆ· φῆς που ἄτερ λαῶν, ἔβην βῆν· βῆν δʼ εἰς Αἰόλου κλυτὰ δώματα· εἰ δὲ βραχεῖα, ὀξύνεται ἐξ ἀνάγκης, ἔβαν βάν, ἔσταν στάν. βῆ · τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. βηθύλος · εἶδος ὀρνέου· δηθύλος ἦν καὶ τροπῇ τοῦ δ εἰς β βηθύλος· τρέπεται γὰρ τὸ δ εἰς β. βηλός · βαθμὸς θύρας ἢ ὁ οὐρανός· παρὰ τὸν βήσω μέλλοντα, ᾧ ἐπιβαίνουσιν οἱ εἰσιόντες. βῆμα · παρὰ τὸ βῶ— τὸ δὲ βᾶμα καὶ σχᾶμα κατὰ τὴν τῶν Δωριέων φωνὴν εἴρηται— τῶν τελῶν κατάληψιν σπουδαζόντων. βῆσσα · ὁ βάσιμος τόπος καὶ ὑψηλὸς καὶ κοῖλος· παρὰ τὸν βήσω— πόλιν Λοκρίδος φασί. βητάρμων · ὁ ὀρχηστής· παρὰ— ὄρχησις. τὸ β μετὰ τοῦ ἰῶταβία · ἡ δύναμις— δύναμις μέν· σὴ δὲ βίη λέλυται, καὶ βίη Ἡρακλείη· ἡ δὲ ἀδικία· εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας. εἴρηται δὲ ἀμφότερα παρὰ τὴν ἴαν, ὅ σημαίνει τὴν δύναμιν· ἴα γὰρ καὶ πλεονασμῷ τοῦ β βία. δοκεῖ γάρ μοι— τὸ γὰρ βιαστικῶς τι πράττειν βία εἴρηται. τὸ δὲ ἴα παρὰ τὸ ἴς ἰνός, τὸ θηλυκὸν ἴα καὶ πλεονασμῷ τοῦ β βία. βιβάσθων · παρὰ τὸ βιβάζω βιβαστός, ὡς ἁρμόζω ἁρμοστός· καὶ ὥσπερ ἀπὸ τοῦ ἁρμοστός ὁρμαστός κατὰ μετάθεσιν τῶν φωνηέντων, ἐκ δὲ τοῦ ὁρμαστός γίνεται ὁρμαθός κατὰ ἀποβολὴν τοῦ σ καὶ τροπὴν τοῦ τ εἰς θ, οὕτως οὖν καὶ βιβαστός καὶ τροπῇ βιβασθός καὶ ῥῆμα ἐξ αὐτοῦ βιβάσθω ἐβίβασθον, τὸ τρίτον τῶν δυϊκῶν βιβάσθων, ὡς τυπτέτων. βιβῶντα · βιβάοντα βιβῶντα· ἀπὸ τοῦ βιβάω βιβῶ, δευτέρας συζυγίας, ἐξ οὗ καὶ βίβημι, ἀφʼ οὗ παρατατικὸς ἐβίβην βιβάς βιβάντα, ὡς ἱστάντα. Βίβλινος οἷνος · ὕδωρ δὲ πίνει, τὸν δὲ Βίβλινον στυγεῖ· ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου, ἥτις διὰ τὸ εὔφορος εἶναι καὶ ἐν Ἑλλάδι μετεκομίσθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ Σικυωνίου, ἔνθεν αὐτήν τινες καὶ Πόλλιον λέγουσιν. Ἐπίχαρμος δὲ ἀπὸ Βιβλίνων ὀρῶν τῆς Θρᾴκης, ἔνθεν φύεται, λελέχθαι αὐτὴν οἴεται. βίηφι · ἡ βίη Ἰωνικῶς ἡ βία, οἷον· βίη Ἡρακλείη, τῆς βίης, τῇ βίῃ, καὶ πλεονασμῷ τῆς φι βίηφι. βινεῖν · τὸ συνουσιάζειν, ὡς Ἀριστοφάνης, ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν ἀρχὰς ἔχουσι τοῦ βίου, ἀπὸ τοῦ βίος καὶ τοῦ νέω, ὃ ἐστι τὸ εἰς αὔξησιν ἔρχομαι. ἄλλοι δὲ παρὰ τὸ βύειν λέγουσι κατὰ τροπὴν τοῦ υ εἰς ι. ἐγὼ δὲ ἀπὸ τοῦ κινεῖν κατὰ τροπὴν τοῦ κ εἰς β· καὶ γὰρ οἱ συνουσιάζοντες κινοῦνται. Βίνη · πόλις· μέμνηται— μοιχῶν. Βίνη γὰρ ἀπὸ τοῦ βινῶ. βίος · ἡ ζωή, ἣ καὶ— τί γὰρ ἄλλο ἐστὶ βίος ἢ ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει· ὄφρʼ ἂν ἐγὼ βέω προτὶ Ἴλιον βιός · τὸ τόξον— οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο διʼ αὐτοῦ τοξεύοντες τὰ πτηνά. βιοπλανές · τὸ ἐντελὲς βιοπλανέες καὶ ἀποβολῇ τοῦ ε βιοπλανές· βιοπλανής γὰρ ἡ εὐθεῖα. βιπτάζω · τὸ βαπτίζω κατὰ μετάθεσιν τῶν φωνηέντων· Σώφρων καὶ Ἐπίχαρμος οὕτω λέγουσιν. Βιστονίης φόρμιγγος · Θρᾳκικῆς· ἀπὸ Βίστωνος τοῦ Τερψιχόρου, οἷον· Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς βιῴατο · ὡσεί ἑ βιῴατο. βιάω βιῶ, βιάομαι βιῶμαι, βιαοίμην βιῴμην, βιάοιο βιῷο, βιάοιτο βιῷτο πλεονασμῷ τοῦ α βιῴατο. βιώτω · ζησάτω. βίωμι, ἐβίων, βιούς βιόντος, τὸ προστακτικὸν βίωθι, βιώτω, ὡς γνώτω. ἢ οὕτως· βιόω βιῶ ἢ βίωμι, ὁ μέλλων βιώσω, ἐβίωσα ἐβίωσας ἐβίωσε, τὸ προστακτικὸν βίωσον βιωσάτω, κατὰ συγκοπὴν τῆς σ α βιώτω. βιῴην · ἔχει τὸ ι προσγεγραμμένον. βίωμι, ἐβίων, βιούς βιόντος, τὸ εὐκτικὸν βιοίην βιοίης βιοίη καὶ κατʼ ἔκτασιν Ἀττικὴν τοῦ ο εἰς ω βιῴην, ὥσπερ τὸ δούς δόντος δοίην καὶ δῴην. βιῶναι · ζῆσαι. βίωμι, ὁ δεύτερος ἀόριστος ἐβίων, ἐβίωμεν τὸ πληθυντικόν, καὶ τὸ ἀπαρέμφατον βιῶναι. Βιθυνία · πᾶσα λέξις ἀπὸ τῆς βι συλλαβῆς ἀρχομένη διὰ τοῦ ι γράφεται, χωρὶς εἰ μή ἐστι κατὰ γλῶσσαν Λακώνων ἢ κατὰ πάθος· ἔστωσαν δὲ παραδείγματα Βισάλται, ὄνομα ἔθνους Θρᾳκῶν, βίβλος βίος βιωτός ὁ βιώσιμος, βίοτος ἡ ζωή, βιωφελής βιόδωρος, βιστάκια τὰ λεγόμενα πιστάκια, λέγεται δὲ καὶ βριστάκια καὶ ψιττάκια καὶ φιτάκια· οὕτως καὶ Βιθυνία· χωρὶς τοῦ Βηθανία Βηθλεέμ Βηρυτός βηρύλλιον λίθος. πρόσκειται «κατὰ γλῶσσαν Λακώνων» διὰ τὸ βείδυοι, παρὰ Λακώνων οἱ μάντεις, «κατὰ πάθος» δὲ διὰ τὸ βείω, ὅπερ ἀπὸ τοῦ βέω γέγονεν. Βιθυνίηθεν . ἀπὸ τῆς Βιθυνίας. βιῴη · βιέω βιῶ, ἡ μετοχὴ ὁ βιέων ὁ βιῶν, τοῦ βιέοντος τοῦ βιοῦντος, τὸ εὐκτικὸν βιέοιμι βιοῖμι, βιέοις βιοῖς, βιέοι βιοῖ, πλεονασμῷ τοῦ η καὶ ἐκτάσει τοῦ ο εἰς ω βιῴη. τὸ β μετὰ τοῦ λβλαισός · παραλυτικός· οὕτως εἰς τὸ Ῥητορικόν. ὁ δὲ ἐτυμολόγος ἡ γυνὴ Ἠετίωνος. εἴρηται δὲ βλαισός— ῥαιβός, παρὰ τὸ διεφθαρμένον τὸ ἴσον τῆς βάσεως. βλάξ · ὁ εὐήθης καὶ μωρὸς καὶ ἀνόητος. Ἀριστοφάνης· βλᾶκες φιλεργοί. εἴρηται δὲ— βλάξ. βλάπτω · ἔστι βρῶ— ὑγιῶν ὄντων. βλαστός · παρὰ— τὸ αὔξειν. βλάσφημος · παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ὁ ταῖς φήμαις βάλλων, ὁ λοίδορος. βλάβη · ἀπὸ τοῦ— σκάφη. βλείς · οἱ μὲν— τοῦ η καὶ θ βλείς. ἢ ἀπὸ τοῦ βλῆμι ὁ δεύτερος ἀόριστος ἔβλην, ἡ μετοχὴ ὁ βλείς. βλείμην · βλεῖο εὐκτικόν. βλεμεαίνων · γαυριῶν καὶ ἐπαιρόμενος· παρὰ τὸ βρέμω βρεμαίνω, τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε βλεμεαίνω. οἱ δὲ μαργαίνων καὶ ἐνθουσιῶν. Βλέμυες · ἔθνος βαρβαρικὸν Λιβύης· ἀπὸ Βλέμυος ἑνὸς τῶν Δηριάδου τριῶν ὑποστρατήγων· εἰσὶ δὲ Ὀρόντης καὶ Ὀρουάνδας καὶ Βλέμυς. βλέφαρον · τοῦ βλέποντος— αἴρεσθαι. βλήμενος · ὥσπερ τὸ οὐτασμένος ἀναδρομὴν ἔπαθε τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. βλῆσθαι · ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα βέβλημαι βεβλῆσθαι καὶ ἀφαιρέσει τῆς βε βλῆσθαι. βλῆτο · ἀπὸ τοῦ βλῶ βλήσω βέβληκα βέβλημαι ἐβεβλήμην ἐβέβλησο ἐβέβλητο καὶ κατὰ συγκοπὴν ἔβλητο, οἷον· ἔβλητο πρὸς στῆθος, καὶ ἀφαιρέσει τοῦ ε βλῆτο. βληχρόν · τὸ ἀσθενές· οὕτως Ὅμηρος καὶ Ἀλκαῖος· Πίνδαρος δὲ ἐπὶ τοῦ ἰσχυροῦ αὐτὸ λέγει. καὶ ἐπὶ μὲν τοῦ ἀσθενοῦς παρὰ τὴν βληχήν, τὴν τῶν προβάτων φωνὴν οὐδὲν οὖσαν— μένοντος, ὡς στάχυς ἄσταχυς, σταφίς ἀσταφίς. εἰρῆσθαι— ὁ καταβάλλων. βλήτροισι · βλῶ βλήσω βέβληται βλῆτρον, ὡς πέπληκται πλῆκτρον· σημαίνει δὲ τοῖς βεβλημένοις, τοῖς κεκολλημένοις. βληχή ἡ τῶν προβάτων βοή· παρὰ τὸ βάλλω καὶ τὸ ἠχή· βληχάω βληχῶ. βλιμάζων · ἀποστάζων τοῦ μέλιτος, οἷον «ἡμεῖς δὲ καθάπερ οἱ ὀπωρίζοντες τοὺς Ἀττικοὺς ὀλύνθους βλιμάζομεν». εἴρηται δὲ βλιμάζειν τὸ ψηλαφᾶν τὰ στήθη καὶ τοὺς μαστοὺς καταμανθάνειν τῇ ἁφῇ— ὥς φησι Κράτης· ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοί, καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δʼ ἐφρόντιζεν οὐδὲ ἕν. λαμβάνεται— τρυγᾶν, ὡς Ἀριστοφάνης· ἀλλὰ καθείρξας αὐτὸν βλίττεις· καὶ Σοφοκλῆς· ἢ σφηκίαν βλίττουσιν εὑρόντες τινά. παρὰ τὸ μέλι μελίζω καὶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ μ εἰς β καὶ τοῦ ζ εἰς δύο ττ Ἀττικῶς βλίττω. τὸ δὲ βλιμάζειν παρὰ τὸ φλίβω, τὸ θλίβω, ὅθεν καὶ Ὅμηρος φλιά, οἷον· ὃς πολλῇς φλιῇς παραστὰς ἀποφλίψεται ὤμους· οὗ παράγωγον φλιμάζω, καὶ ὡς φλίβω θλίβω, οὕτως φλιμάζω βλιμάζω. βλοσυρός · καταπληκτικός· παρὰ τὸ— βλέπειν. καὶ βλοσσυρῶπις, φοβερὰ καὶ καταπληκτικὴ τὴν πρόσοψιν, ὡς βοῶπις γλαυκῶπις. βλύω · ὃ καὶ βλύζω λέγεται· οἴνου ἀποβλύζων. εἴρηται παρὰ τὸ φλύω, τὸ ἀναδίδωμι. βλωθρή · μακρά, μεγάλη. εἴρηται παρὰ— εἰς τὸ β καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω. ἢ παρὰ τὸ πολεῖν καὶ τὸ θορεῖν, ἡ θοροῦσα ταχέως. βλωμός · ὁ ψωμός· Καλλίμαχος· ὃς βλωμοῦ πίονος ἠράσσατο. ἀπὸ τοῦ ψωμός βλωμός τοῦ ψ εἰς τὸ β καὶ λ τραπέντος. ἢ παρὰ τὸ φλωμός βλωμός· φλωμὸς γάρ ἐστι τὸ κλάσμα τοῦ ἄρτου, καὶ κατὰ τροπὴν τοῦ φ εἰς β βλωμός. ἢ παρὰ— βωμός· Ἡσίοδος· ὀκτάβλωμον. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. βλώσκω · σημαίνει τὸ αὐξάνω· παρὰ— συγκοπὴν τοῦ ι καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω. ἰστέον δέ, ὅτι τὰ μὲν ἀπὸ τῆς πρώτης συζυγίας τῶν περισπωμένων παραγόμενα εἰς σκω ῥήματα διὰ τοῦ ισκω γίνεται, οἷον τελῶ τελίσκω, στερῶ στερίσκω, γαμῶ γαμίσκω· ὡσαύτως καὶ τὰ ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων, κύω κυΐσκω, ῥύω ῥυΐσκω, καὶ τὰ ἀπὸ τῆς τρίτης τῶν περισπωμένων, ἀναλῶ ἀναλίσκω. τὰ δὲ ἀπὸ τῆς δευτέρας διὰ τοῦ ασκω οἷον ἐῶ ἐάσκω, γηρῶ γηράσκω, γελῶ γελάσκω. τὸ β μετὰ τοῦ οΒοατίδας · ὁ τοὺς βόας— Διί, λέγεται δὲ ὁ Ἡρακλῆς. βοάγρια · τὰς ἀσπίδας τὰς ἐκ βοείων βυρσῶν· ἀπὸ δὲ τοῦ ἀγρεύεσθαι λέγεται οὕτως. βοή · ἡ φωνή· παρὰ— οἷον· ὄφρʼ ἄν ἐγὼ βέω προτὶ Ἴλιον. ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων ἐπιπεμπομένη. Βοηδρομιών · μὴν παρʼ Ἀθηναίοις. εἴρηται, ὅτι— πρὸς Εὔμολπον καὶ Ἐλευσινίου συμμαχήσαντος Ἴωνος κατὰ συγγένειαν ἐνίκησαν Ἀθηναῖοι. ἀπὸ οὖν τῆς τοῦ στρατεύματος βοῆς τῆς ἐπὶ τῷ ἄστει δραμούσης ὁ Ἀπόλλων Βοηδρομιὼν ἐκλήθη καὶ ἡ θυσία καὶ ὁ μήν. Φερεκύδης δὲ διὰ— εὗρε καὶ διήρθρωσε. βοηδρομεῖν · τὸ μετὰ— ἐβοήθησεν ὁ Ξάνθος— ἐβασίλευε. βοῇς · ἀντὶ τοῦ βοᾷς· δεῖ γινώσκειν— γεγονέναι, ἀλλʼ ἀπὸ τοῦ βοάεις καὶ γελάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η. βοηθός · ἀπὸ τοῦ— ἡ μάχη, ὅθεν καὶ τὸ βοὴν ἀγαθὸς Μενέλαος. ἢ παρὰ τὸ βοή καὶ τὸ θοός, ὁ εἰς τὴν βοὴν θοὸς καὶ ταχύς. βόθρος · παρὰ— βόθρος· βόθρον ὀρύξαι βόθυνος · λάκκος· ὥσπερ παρὰ τὸ θρασύς γίνεται θράσυνος, οὕτως καὶ παρὰ τὸ βαθύς βάθυνος καὶ βόθυνος. Βοιωτός · καὶ ἀπʼ αὐτοῦ— ἐκλήθη· Εὐφορίων· Βοιωτὸν δʼ ὀνόμηνε, τὸ γὰρ καλέουσι βοτῆρες, ὅττι ῥα πατρώῃσι βοῶν ἐπεκάθητο κόπροις. Βοιώτιος καὶ Βοιωτία καὶ Βοιωτίς καὶ Βοιωτίδιον καὶ βοιωτιάζω βολβός · ἐπὶ τοῦ ὀφθαλμοῦ· ἀπὸ τῆς πρὸς τὸν ἔξω τῆς ἐκ τῆς γῆς βολβοῦ ἐμφερείας. βολβός · ἐπὶ τοῦ ἐσθιομένου· παρὰ τὸ βίᾳ ἀναβάλλεσθαι. βόλιμος · ἔστι μόλιβος καὶ κατὰ ἐναλλαγὴν βόλιμος. Βόλινον · κώμη— εἰς τὴν θάλασσαν. ὁ δὲ θεὸς τὸ χωρίον ἀπὸ τῆς βολῆς τῆς νύμφης, ὅτι ἔβαλεν ἑαυτὴν εἰς τὴν θάλασσαν Βόλινον προσεῖπε. Βολιναῖος βόλιτον · βόλβιτον— Ἱππῶναξ· βολβίτου κασιγνήτην. εἶτα· νὴ τὸν Ποσειδῶ καὶ βολίτιτον κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοόσλιτον τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον. βόμβος · ψόφος τις— ἐξ αὐτοῦ. Βομβύκη · ὄνομα αὐλητρίδος· παρὰ— αὐλῶν. βομβυλιός · εἶδος ζῴου παραπλήσιον μελίσσῃ. εἴρηται— καὶ γὰρ καὶ αὐτὸ ποιῶς πως κατασκευάζεται, ὥστε πινόντων βομβεῖν— βομβυλιός λέγεται. βοράζειν · τρέφειν· ὥσπερ παρὰ τὸ ἀγορὰ ἀγοράζω, οὕτω βορά βοράζω. βοὸς πόδα · οἱ μὲν Ἀττικοὶ … λέγουσιν, ἐπὶ δὲ τῶν τεθνηκότων βόειον πόδα φασίν, ὡς καὶ πατρὸς κλῆρον ἐπὶ ζῶντος. παρὰ Ὁμήρῳ δὲ συγχεῖται, οἷον· ὣς εἰπὼν ἔρριψε βοὸς πόδα, ἐπὶ γὰρ τοῦ νεκροῦ. καὶ ἐπὶ ζῶντος· ἃς ἄρʼ ἀφʼ ἱππέων ὁπλέων. βορά · βῶ, τὸ τρέφω— βορά. Βορέας · ὠνοματοπεποιῆσθαι τὴν λέξιν φησὶ κατὰ— ὁ τρέφων καὶ αὔξων τοὺς καρπούς. ἢ παρὰ τὸ βορὰ— αἴτιος αὔξων τοὺς καρπούς. βόρβορος · παρὰ τὸ βάρος βάρβαρος καὶ τροπῇ τοῦ α εἰς ο γίνεται βόρβορος· βόρβορος γὰρ— ἡ ἐκ τῆς τροφῆς ὕλη. βόσκω · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω καὶ πλεονασμῷ τοῦ κ βόσκω, ὡς τιτρώσω τιτρώσκω, βιώσω βιώσκω, θνήσω θνῄσκω· ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβώτης. Βόσπορος · οἱονεὶ— παρῆλθε τὸν τόπον. Φύλαρχος δέ, ὅτι— ἐκεῖνο τὸ μέρος τὸ τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι. ἢ ὅτι τὸ παλαιόν, ὅτε ἤθελον εἰς τὸ πέραν διαβῆναι, σχεδίας— διεπεραιοῦντο. Βοσπόριος Βοσπορία Βοσπορινός καὶ Βοσπορίτης καὶ Βοσπορικός κτητικόν. Σοφοκλῆς· οὐδʼ ἂν τὸ Βοσπόρειον ἐν Σκύθαις ὕδωρ βόστρυχος · ὁ πλόκαμος τῆς τριχός· Σοφοκλῆς· ὁρῶν … νεώριον βόστρυχον τετμημένον. παρὰ τὸ βότρυχον βόστρυχος— Ἀπολλώνιος· χρύσειοι δὲ παρηιάων ἑκάτερθε πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι βοτήρ · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ μέλλων βόσω βέβοκα βέβομαι βέβοται βοτήρ, καὶ ἀπὸ— καὶ βότης, ὥσπερ καὶ βούτης λέγεται κατὰ πλεονασμὸν τοῦ υ τὸ αὐτὸ δηλοῦν, ἐξ οὗ καὶ βόσις, ἡ τροφή, καὶ συβόσιον καὶ συβώτης κατὰ αὔξησιν τοῦ ο εἰς ω. Βόττεια · πόλις Μακεδονίας· λέγεται δὲ καὶ διὰ τοῦ ε Βόττεα καὶ διὰ διφθόγγου Βόττεια. τὸ ἐθνικὸν τοῦ μὲν πρώτου διὰ τοῦ ι, ὡς Στράβων ἐν ζʹ. καλεῖται δὲ ἀπὸ Βόττωνος Κρητὸς ἡ πόλις. οἱ οἰκοῦντες Βοττιαῖοι, καὶ Βοττική ἡ Χαλδικὴ γῆ, καὶ θηλυκῶς λέγεται Βοττιαΐς, καὶ Βοτταϊκή κτητικῶς. τοῦ δὲ διὰ τοῦ ε τὸ ἐθνικὸν Βοττεάτης. βουβάλιον · κόσμος— Δίφιλος· βουβάλια καρπῶν παρθένου φορήματα. εἴρηται διὰ— ἐξέχουσαν. Βούβαστος · πόλις Αἰγύπτου. τὸ ἐθνικὸν Βουβαστίτης καὶ ἡ πόλις Βουβαστῖτις. βούβρωστις · ὁ μέγας— ποιεῖ. βουβών · τὸ πάθος, ὅπερ τινὲς βομβῶνα λέγουσιν· Ἡρωδιανός βουβὼν ἐπήρθη τῷ γέροντι. τὸ ῥῆμα βουβωνιῶ· Ἀριστοφάνης· ἐγὼ δὲ ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ. καὶ τὸ πάθος εἰρῆσθαι ἀπὸ τοῦ ἐπαίρεσθαι καὶ μεγάλως βαίνειν εἰς οἴδημα. Βουβών · πόλις Λυκίας· ἀπό τινος Βουβῶνος λῃστοῦ. ὁ πολίτης Βουβώνιος ὤφειλεν, ἀλλʼ ἔτι Βουβωνεύς. βουγάιος · εἴρηται ἀπὸ τοῦ βου, ὅπερ ἀπὸ τοῦ ζώου ληφθὲν σημαίνει τὸ μέγα, ὡς ἐν τῷ Βούπαλος καὶ βούλιμος κύριον· παρὰ δὴ τὴν βου ἐπίτασιν καὶ τὸ γαῖα συντιθέμενον γίνεται βουγάιος. ἢ παρὰ— παρὰ τὸ γαῖα γάιος γέγονεν, ἵνʼ ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς ὁ μεγαλόφρων. Βουθόη · πόλις Ἰλλυρίδος. εἴρηται, ὅτι Κάδμος ἐπὶ βοῶν ζεύγους ἐκάθητο καὶ ταχέως εἰς Ἰλλυριοὺς— καὶ Βουθόη. Βουθοαῖος τὸ ἐθνικόν. Βουθία · πόλις Ἰωνίας. τὸ ἐθνικὸν Βουθιαῖος. Βούκαια · πόλις Φωκίδος. βουκάπη · ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βόες κάπτουσιν· ἀπὸ γὰρ τοῦ κάπτω, τοῦ σημαίνοντος τὸ ἐσθίω, ἡ κάπη γίνεται. Βούκερα · λίμνη τις, ὅτι κέρατι βοὸς ἔοικε. καὶ Βουκεραΐς κρήνη ἐν Πλαταιαῖς. Βουκέφαλος · ὁ ἵππος, ὃν Ἀλέξανδρος ἐκέκτητο. εἴρηται— καὶ οὐ διὰ τοῦ κέρατος Βουκέφαλος ὠνόμαστο — Ἀριστοφάνης ἐν Ἀναγύρῳ, οἷον· μὴ κλαῖʼ ἐγώ σοι βουκέφαλον ὠνήσομαι, καὶ πάλιν· ψήχει ἠρέμα τὸν βουκέφαλον βουκινῆσαι · τὰς βοῦς ἐξελάσαι. βουκόλος · ἤτοι— τὸ κέλλω, ὁ ἅμα τοῖς βουσὶ κέλλων— βουκόλος. βουκόλιον · τὸ τῶν βοῶν πλῆθος, ὡς καὶ αἰπόλιον τὸ τῶν αἰγῶν, καὶ ποίμνιον τὸ τῶν προβάτων, καὶ συβόσιον τὸ τῶν χοίρων, καὶ ἱπποφόρβιον τὸ τῶν ἵππων. βουληφόρος · πρόβουλος, ἡγεμών, ἄρχων· Ὅμηρος· οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. ἰστέον δέ, ὅτι— τὴν ἄρχουσαν, ὥσπερ τὸ Φέρεκλος φερέσταχυς Φερσεφόνη τελεσφόρος Ἑωσφόρος ὀνησιφόρος τοξοφόρος λαμπαδηφόρος. οὕτως οὖν παρὰ— ἢ φιλοῦσι τὸ η ἢ τρέπουσιν αὐτό, οἷον γῆ γηγενής, ὀδύνη ὀδυνήφατος, κρήνη κρηνοφύλαξ· οὕτως οὖν καὶ βουλή βουληφόρος. βούλιμος · ὁ μέγας— ἐπιτατικὸν καὶ τὸ λιμός. βουλυτός · ἡ δειλινὴ— ἔργων. βοῦνις · καὶ βουνίτις ἡ γῆ— εἰσιν οἱ ὀρώδεις καὶ γεώλοφοι τόποι. Βουπράσιον · πόλις καὶ ποταμὸς καὶ χώρα τῆς Ἤλιδος· Ὅμηρος· οἵ δʼ ἄρα Βουπράσιόν τε. τὸ ἐθνικὸν Βουπρασιεύς καὶ Βουπράσιος. καὶ Βουπρασίωνες βούπρηστις · ἔστι λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σινήπι. βοῦς · εἶδος πλακοῦντος διδομένου— μυκηθμοῦ αἰσθάνονται. βοῦς · παρὰ τὸ βῶ, τὸ τρέφω, ὁ τρέφων ἡμᾶς— καὶ κατὰ κρᾶσιν βοῦς· τὸ γὰρ αο οὐ κιρνᾶται εἰς τὴν ου, ἀλλʼ εἰς τὴν ω, κρείττονα κρείττω— ὁμόφωνον αὐτῇ. Βούσιρις · ὁ ἥρως— ὁ δυνάμενος βοῦς ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνος δύο ζευγνύναι βοῦς, ὥσπερ καὶ Λαέρτης λέγεται παρὰ τὸ λάας καὶ λίθους ἀορτάζειν, ἤγουν κουφίζειν. τὰ δὲ εἰς ρις βαρύτονα διὰ τοῦ ρις γράφεται καὶ τούτῳ παραλήγεται, οἷον ἔρις, Ἶρις τὸ τόξον, δῆρις, Σίρις ὄνομα πόλεως Φοινίκων, κίσιρις εἶδος ὀρνέου, Τίρις ὄνομα κύριον, Πετόσιρις καὶ αὐτὸ κύριον, Ὄσιρις ὁ Διόνυσος παρʼ Αἰγυπτίοις, καλάσιρις, Ὄσιρις ὄνομα πόλεως, ξίρις εἶδος φυτοῦ, Βούσιρις. πρόσκειται «βαρύτονα» διὰ τὸ χειρίς, ὃ σημαίνει τὸ χειρόμακτρον ὀξύτονον ὄν, καὶ τὸ δῆρις, ἡ φιλονεικία, προπερισπώμενον· πρόσκειται «καὶ τούτῳ παραλήγεται» διὰ τὸ ἔρις. βούσυκον · εἰώθασι γὰρ— βούσυκον βούπαις βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου ἱπποσέλινον ἱππομανῆ ἱππογνώμονα, τὸν μεγαλογνώμονα. τὸ γὰρ βοῦς καὶ ἵππος ἐπὶ τῶν μεγάλων λαμβάνονται. Βουτάδαι · δῆμός ἐστι τῆς Οἰνηίδος Βουτία, ἀφʼ ἧς καὶ Βουτάδαι οἱ δημόται. ἢ οἱ ἀπὸ Βούτου· οὗτος δὲ ὁ Βούτης τὴν ἱερωσύνην ἔσχε— καὶ Ἐτεοβουτεάδαι οἱ ἀπόγονοι Βούτου. Βουτρωτός · ἡ Βουθρωτός, πόλις τῆς Ἠπείρου, ὥς φησι Τεῦκρος ὁ Κυζικηνός, ὅτι— κτίζει πόλιν, ἀπὸ τοῦ συμβάντος Βουθρωτὸν ὠνόμασε. τὸ ἐθνικὸν Βουθρώτιος. βουτύπος · ἱερεύς— ἔθυεν. βοῷεν · βοάοιμι βοῷμι τὸ εὐκτικόν, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν βοῷεν. τὸ β μετὰ τοῦ ρβραγχιᾶν · τὸ πάθος— καὶ τὸ τόσον ἔβραχεν Ἄρης ἆτος πολέμοιο. ἀφʼ οὗ— βαρεῖαν ἰαχήν, τουτέστι φωνήν, ἔχειν γίνεται βαριχιᾶν καὶ βραγχιᾶν· βραγχιᾶν γὰρ λέγεται τὸ σαπρᾷ καὶ τραχεῖᾳ φωνῇ χρῆσθαι. βρᾴ · ἀπὸ τοῦ— βρᾴ. βραβεῖον · ἀπὸ τοῦ ῥάβδος ῥαβδεῖον καὶ καθʼ ὑπερβιβασμὸν τοῦ β καὶ τροπὴν τοῦ δ εἰς β βραβεῖον. ῥάβδος— καὶ τοὺς στεφάνους τοῖς νικῶσι διδόντες. καὶ βραβεῖον λέγεται ὁ παρὰ τῶν βραβευτῶν διδόμενος στέφανος τῷ νικῶντι. βράβηλα · τὰ καλούμενα δαμασκηνά· Θεόκριτος· ὅρπηκες βραβήλοισι καταβρίθοντες ἔραζε. Ἀθήναιος δὲ ἐν τῇ δευτέρᾳ τῶν Δειπνοσοφιστῶν φησι Σέλευκον ὀνομάζειν κοκκύμηλα καὶ βράβηλα καὶ μάδρυα, βοράβηλά τινα ὄντα τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔστι γὰρ μαλακτικὸν τῆς γαστρός. εἴρηται οὖν καὶ μάδρυα, οἱονεὶ μαλλόδρυά τινα ὄντα— ἐν Δαμασκῇ τῇ πόλει γεωργεῖσθαι. βραδύς · παρὰ— βραδύς. βράσσω · τὸ ζέω, ὅπερ ἀναβράσσω λέγουσιν Ἀττικοὶ ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν λέξιν· Ἀριστοφάνης· ἀναβράττω κίχλας, ἀντὶ τοῦ ἕψω. εἴρηται παρὰ τὸ βάρος, ἢ βαρῶ βαράσσω καὶ κατὰ συγκοπὴν βράσσω. βράσσων · ὁ βραδὺς— καὶ ἐκ τοῦ βραχύς βραχύτερος βραχίων καὶ βράσσων. ὅθεν— τὸ ἀμφίβολον· βράσσων τε νόος βραχίων · εἴρηται— χειρῶν· ἢ βραχυκίων τίς ἐστι. βραχύς · παρὰ τὸ βλαχύς κατὰ τροπὴν τοῦ λ εἰς τὸ ρ γενέσθαι. βρέχμα · καὶ βρεχμόν τὸ ὑπερμετώπιον· οὕτως εὗρον εἰς τὸ Ῥητορικόν, ἐν δὲ τοῖς Ἐτυμολογικοῖς τὸ τῆς κεφαλῆς ἄκρον κρανίον, ὅπερ ὁ ποιητὴς βρεκμόν καλεῖ· ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμός ὀχμός καὶ συνεοχμός, οἷον· καὶ αὐχένος ἐν συνεοχμῷ, οὕτως καὶ παρὰ τὸ βρέχω γίνεται βρεχμός καὶ βρέχμα· τοῦτο γὰρ πρῶτον βρέχεται. βρέμει · ἠχεῖ κυρίως· παρὰ τὸν βρόμον— ἦχος. ἐγὼ οὖν νομίζω τὸν βρόμον παρὰ τὸ βρέμω εἶναι. βρενθύεται · μεγαλοφρονεῖ— ὀργίζεσθαι, ἢ οἱονεὶ θρύπτεσθαι. βρένθυον δέ ἐστι μύρον· τοὺς οὖν ἀλαζόνας καὶ τρυφεροὺς μύρῳ χρίεσθαι ἀκολουθεῖ. ἀπὸ τούτου δηλαδὴ τούς θρυπτομένους βρενθυομένους λέγουσιν. Βρεντήσιον · πόλις περὶ τὸν Ἀδρίαν· ἀπὸ Βρέντου τοῦ Ἡρακλέους. ἢ ὡς εὐλίμενος οὖσα· «ἑνὶ γὰρ στόματι λιμένες πολλοὶ συγκλείονται», ὡς ἐοικυῖα τοίνυν κεφαλῇ ἐλάφου. οὕτως ὠνόμασται, βρέντιον γὰρ παρὰ Μεσαπίοις ἡ κεφαλὴ τοῦ ἐλάφου. τὸ ἐθνικὸν Βρεντεσῖνος. Βρεττανοί · ἔθνος· ἀπὸ … Κελτοῦς τῆς Βρεττάνου θυγατρός. Βρεττία δὲ νῆσος ἐν τῷ Ἀδρίᾳ ποταμὸν ἔχουσα Βρέττιον· οἱ δὲ Βρεττανίδα καλοῦσι. τὸ ἐθνικὸν ἔδει Βρεττιανός, ὡς Πολύβιος, νῦν δὲ λέγονται Βρέττιοι. εἰσὶ καὶ Βρεττανίδες νῆσοι ἐν τῷ ὠκεανῷ. τὸ ἐθνικὸν Βρεττανοί. ἔστι καὶ Βρέττος, πόλις Τυρρηνῶν, ἡ χώρα Βρεττία. βρέτας · παρὰ τὸ βροτός— ἄγαλμα. βρέφος · παρὰ— βρέφος. βρέχειν · ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων, ὅθεν καὶ Ὅμηρος· ὠνοματοπεποίηται ἡ λέξις· ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. ἢ παρὰ τὸ βάλλω ἢ βέλω βλῶ καὶ βρῶ καὶ βρέχω βρίαχος · θηλυκῶς ἡ βάκχη· Σοφοκλῆς· ἐγὼ δὲ χερσὶν ἄγραν βρίακχον. εἴρηται ἡ βριαρῶς ἰακχάζουσα. Βριάρεως · ὁ ἑκατόγχειρ— καὶ βριαρός, ἔνθεν τὸ Βριάρεως. ἢ παρὰ τὸ βρι, ἀφʼ οὗ καὶ βρίθω καὶ βρῖθος, τὸ βάρος· καὶ ὥσπερ παρὰ τὸ στάχος γίνεται στάχυς, οὕτως καὶ παρὰ τὸ βρῖθος βαρύς καὶ βριθύς καὶ· βριθύ, καὶ βριθοσύνη καὶ τὸ βριάω, οἷον καὶ· καί τε βριάοντα χαλέπτει. καὶ παρωνύμως Βριαρεύς, ὡς πομπός πομπεύς καὶ· πομπῆες ἀγαυοί· καὶ ἀπὸ τοῦ Βριαρεύς Ἀττικῶς γενικὴ Βριαρέως· καὶ αὕτη εἰς εὐθεῖαν ἀναχθεῖσα ἐποίησε τὴν Βριάρεως. Βριάρηο · οἷον· Βριάρηο κόρα. ἔστι Βριαρῆος ἡ εὐθεῖα— καὶ Θετταλικῶς γενικῇ Βριαρήοιο καὶ συγκοπῇ τῆς οι Βριάρηο.. βρίζω · τὸ κοιμῶμαι· ἐνθʼ οὐκ ἂν βρίζοντα ἴδοις. εἴρηται— οἷον βορίξαι τι ὄν. βριήπυος · παρὰ τὸ βρι ἐπιτατικὸν καὶ— βαρύφωνος. βρίκελος · βαρβαρικὸν τὸ ὄνομα, οἱονεὶ βροτῷ εἴκελος. βριμαίνω · τὸ ὀργίζομαι· παρὰ— ὅθεν καὶ βριμοῦσθαι καὶ «βριμοῦται» καὶ βριμῆσαι καὶ ἐμβρίμησις καὶ ἐμβριμῶ. καί μοι— βριμαίνω. Βριμώ · ἡ Φερσεφόνη· ἡ δʼ αὐτὴ λέγεται Ἑκάτη, οἷον· Βριμὼ νυκτίπολον χθονίαν ἐνέροισιν ἄνασσαν. εἰρῆσθαι δέ, ὅτι Ἑρμῆν ἐπὶ κυνηγεσίαν ἐξιοῦσαν θελῆσαι βιαίως μιγῆναι, ἡ δὲ— ἀπετράπη, ἐντεῦθεν Βριμὼ προσηγορεύθη. Βρῖσαι · νύμφαι οὕτω καλούμεναι, ἢ ὅτι βλῖσαι, καὶ γὰρ μελισσουργίαν αὗται τὸν Ἀρισταῖον ἐδίδαξαν, τροπῇ τοῦ λ εἰς ρ. ἢ παρὰ— ἐλαίαν, ἧστινος δὴ τὴν ἐργασίαν αὗται ἐδίδαξαν. Βρισεύς · ὁ ἥρως, οἷον· κούρην Βρισῆος· παρὰ τὸ βρίθω— τὸ βαρῶ· ἐβάρησε γὰρ καὶ ἔβλαψε τοὺς Ἕλληνας διὰ τὸ λαβεῖν αὐτὴν τὸν Ἀγαμέμνονα. ἐκ δὲ τοῦ Βρισηίς καὶ τὸ Βρισηΐδες. Βριτόμαρτις · καὶ Ἄρτεμις καὶ νύμφη· εἴρηται δέ, ὅτι— χρησμὸν δοθῆναι Διί, ὅτι ἐκ τῆς μήτρας τῆς Ἑκάτης ὁ γεννώμενος— τὴν θεόν. βρόδον · ἔστι διάλεκτος· παρὰ τὸ ῥόδον πλεονασμῷ τοῦ β βρόδον. βρόμος · ὁ τοῦ— ἡ φωνή. παρὰ τὸ βρέμω βρόμος. καὶ Ὅμηρος· τόσσος γε πέλει βρόμος πυρὸς αἰθομένοιο Βρόμιος · ὁ Διόνυσος· παρὰ τὸν βρόμον, ὅ ἐστιν ἦχον τοῦ πυρός— τοῦ πυρός. βροντή · παρὰ— ἡ βροντή. βράταχος βάτραχος καθʼ ὑπέρθεσιν. Ἴωνες δὲ τῇ λέξει κέχρηνται. βρότος · τὸ αἷμα βαρυτόνως— ἄλλου ζῴου καλεῖ αἷμα βρότον. βροτός · ὁ ἄνθρωπος· παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μορτός καὶ— εἰς β βροτός, ὁ μεμερισμένην ἔχων τὴν φωνήν. βροτολοιγέ · ἀνθρωποφθόρε· παρὰ τὸ βροτός καὶ τὸ λοιγός, ὁ ὄλεθρος, βροτολοιγός— κακός ἄκακος· χωρὶς τῶν ἐπὶ ἔθνους παραλαμβανομένων· Βοιωτός φιλοβοιωτός καὶ κλειτός ἀγακλειτός. κυρίως δὲ ἐπὶ ἰατρῶν ἡ λέξις παραλαμβάνεται· Ὅμηρος· ὦ βροτολοιγέ, πόσους σὺ τῷ ᾍδῃ προΐαψας. βροῦχος · εἶδος ἀκρίδος· παρὰ— Ἀριστοφάνης Ὄρνισι· βρύκουσʼ ἀπέδεσθαί μου τοὺς δακτύλους. βρύκος καὶ βροῦχος πλεονασμῷ τοῦ ο καὶ τροπῇ τοῦ κ εἰς χ. τὸ δὲ αὐτὸ καὶ μάσταξ καλεῖται παρὰ τὸ μασσᾶσθαι, οἷον· μάστακι σιτοβόρῳ ἐναλίγκιος βρόγχος · ὁ λαιμός— τῶν ἰχθύων τῶν τὰ βράγχη ἐχόντων. εἴρηται— τὸ πάθος εἴρηται. βρόχθος καὶ βρόχθημα· τὸ ὀλίγον— καταπίνομεν. εἴρηται παρὰ— πεποιημένη δέ ἐστιν ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ καταπίνειν. βρόχος · ἐπὶ τοῦ σχοινίου, τὸ περιτιθέμενον ἐν τῷ λαιμῷ· Ὅμηρος· ἁψαμένη βρόχου. κυρίως δὲ— καὶ εἰς τὰ ἀπόγεια σχοινία διὰ τὸ βρέχεσθαι. ἢ παρὰ τὸν βρόγχον εἴρηται, ὁ ἐπιτιθέμενος τῷ βρόγχῳ, ἤγουν τῷ λαιμῷ. βρυγμός · ἡ σύντομος— μύλων ἀκόνησις. παρὰ τὸ βρύκω, ὃ σημαίνει τὸ ἐσθίω, καὶ ὡς νύσσω νυγμός, οὕτω βρύκω βρυγμός. βρυκεδανός · παρὰ— καὶ ὡς πεύκη πευκανός πευκεδανός, οὕτω βρύκω βρυκεδανός. βρύκω · τὸ ἐσθίω· παρὰ τὴν βορὰν βορύκω καὶ βρύκω. βρύτια · τὰ τῆς σταφυλῆς πιέσματα, ἃ καὶ στέμφυλα λέγεται. παρὰ— ἀλέσματα. βρύττοντες · οὕτως— ὁ πυρετός. βρῶμα · παρὰ τὸ βρώσω βέβρωμαι βρῶμα· ἢ παρὰ τὸν βρώσω μέλλοντα γίνεται βρῶμα καὶ βρῶσις καὶ βρώμη, ὡς κωλύσω κωλύμη καὶ φιλήσω φιλήμη. σημαίνει δὲ τὴν βρῶσιν, οἷον· μνησόμεθα βρώμης τὸ β μετὰ τοῦ υΒύβλος · πόλις Φοινίκης ἀρχαιοτάτη. εἴρηται δέ, ὅτι— διαφυλάττεται. οἱ δέ, ὅτι Ἶσις κλαίουσα τὸν Ὄσιριν ἐκεῖσε τὸ διάδημα τῆς κεφαλῆς ἀπέθετο— φυομένης βοτάνης βύβλου. τὸ ἐθνικὸν Βύβλιος καὶ Βυβλιάς. βυβλίον καὶ βιβλίον διαφέρει· βυβλίον γὰρ — τὸ γεγραμμένον. βυθός · τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. ἢ παρὰ τὸ βύζω βυστός καὶ βυθός. βύκτης · ἠχητικός— Ὅμηρος· ἔνθα δὲ βυκτάων ἀνέμων. παρὰ τὸ βύω— βύζω, ὁ παθητικὸς παρακείμενος βέβυγμαι βέβυκται· παρὰ γοῦν τὸ βέβυκται βύκτης. Βύνη · ἡ Λευκοθέα, ἡ Ἰνώ· εἴρηται— καὶ συγκοπῇ Βύνη. ἢ παρὰ τὸ δύω Δύνη, ἡ καταδύσασα εἰς θάλασσαν, καὶ τροπῇ Βύνη. βυρσοδέψης · ὁ αὐτὸς γὰρ καὶ σκυλοδέψης καλεῖται— ἁπαλῦναι. βύρσα · παρὰ— τῷ σώματι. ἢ παρὰ τὸ ῥύω ῥύσα καὶ βύρσα, ἡ περιρρεομένη τῷ ἱδρῶτι. βυσσός · τὸ βάθος— βυσσός. ἔστι δὲ καὶ βύσσος· εἶδος— λέγονται. βυσσοδομεύων · ὁ ἐν ἑαυτῷ— οἰκοδομῶν καὶ βυσσοδομεύων. παρὰ τὸν βύσσον καὶ— μὴ πρότερον ἐπιγνωσθῆναι πρὶν ὑπερέχειν ἄνω τὸ β μετὰ τοῦ ω μεγάλουβώκαρος · τὸ ἔαρ ὑπὸ Τροιζηνίων· παρὰ— βώκαρος. βῶλος · ἡ γῆ· παρὰ τὸ βῶ, τὸ τρέφω, ὅθεν καὶ βῶστρον, γίνεται βῶλος, ἐξ αὐτοῦ— κοπτομένη. ἢ παρὰ— οἷον· οὔτε ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν βωμός · τέμενος ἱερόν· παρὰ— θυσίαν. δηλοῖ δὲ καὶ τὴν βάσιν, ὡς παρʼ Ὁμήρῳ· ἅρματα δʼ ἂμ βωμοῖσι τίθει βωμολόχος · κυρίως οἱ ἐπὶ τῶν θυσιῶν λοχῶντες λέγονται, τουτέστι— ὁ παραπλησίως τούτων ἕνεκα ὠφελείας τινὸς κολακεύων καὶ πᾶν ὁτιοῦν ὑπομένων ἐπὶ κέρδει τοῦ διαπαίζειν τε καὶ σκώπτειν, ὅθεν καὶ βωμακεύματα τὰ βωμολοχεύματα . οἱ δὲ τὸν εὐτράπελον καὶ γελωτοποιόν, ἢ τὸν κόλακα. ἄλλοι δὲ τὸν πανοῦργον καὶ συκοφάντην. βώμαξ · βωμολόχος· οὗτος δὲ ἀπὸ τῶν βωμῶν. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Βωμύκας · οὕτως πρῶτον ἐκαλεῖτο ὁ Εὐρώτας· παρὰ τὸ βοὸς μυκηθμὸν παραπλήσιον ἔχειν. βωνίτης · σημαίνει τὸν βουκόλον. βῶξ · εἶδος ἰχθύος· παρὰ τὸ βοή γίνεται βόαξ καὶ κράσει βῶξ· ἱστορεῖται γὰρ φωνὴν ἔχειν. Ἡρωδιανὸς δέ φησι καὶ δισυλλάβως λέγεσθαι· Ἀριστοφάνης· ἀλλʼ ἔχουσι γαστέρα μεστὴν βοάκων· καὶ Φερεκράτης· οὐκ ἔστιν … ἄλλος οὐδεὶς ἢ βόαξ βώσεσθε · πῶς τῆμος βώσεσθε δυσάμμοροι· σημαίνει δὲ τὸ βιώσεσθε. βωσόμεθα · βοησόμεθα καὶ κράσει τοῦ ο καὶ η εἰς ω. σημαίνει δὲ τὸ ἐπικαλεσόμεθα. βωστρεῖν · καλεῖν— βοαστρῶ καὶ κράσει βωστρῶ, ὡς ἀπὸ τοῦ καλῶ καλίζω καλιστής καὶ καλιστρῶ, καὶ ἀπὸ τοῦ ἐλέω ἐλῶ ἐλάζω ἐλαστής καὶ ἐλαστρῶ, οἷον· δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. Ὅμηρος ἐν Ὀδυσσείᾳ· βωστρεῖν τε Κράτει· Κράτεϊς Κρατέιδος ἡ παῖς τῆς Σκύλλης. βωτιάνειρα · ἡ βόσκουσα τοὺς ἄνδρας· βόσις, ἡ τροφή, καὶ βότης ἀνήρ, ἐπενθέσει Ἰωνικῇ τοῦ υ βούτης καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω μέγα βώτης, οὗ θηλυκὸν ἡ βῶτις τῆς βώτιδος, καὶ ἐν συνθέσει τοῦ ἀνήρ βωτιάνειρα, καὶ ὡς σωτήρ— καὶ συντιθέμενον μετὰ τοῦ βῶ, τὸ τρέφω, βωτιάνειρα, οὕτως καὶ Καλλιάνειρα. βώτορες · νομεῖς· πραὰ τὸ βῶ βόσω βέβοται βότης καὶ βοτήρ, ὡς ἐλάστης ἐλαστήρ , καὶ ἐπεκτάσει βώτωρ, ὡς Μέντης Μέντωρ. Βώτιον · χωρίον περὶ τὴν Ἴλιον— ἀπὸ ταύτης τῆς αἰτίας. τὸ δὲ ἐπεβώσατο ἀπὸ τῆς ἐπεβοήσατο κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω μέγα, ὡς χλοηρός χλωρός, καὶ δηλοῖ τὸ ἐπεκαλέσατο. Βωδώνη · πόλις Περραιβική. ὁ πολίτης Βωδωναῖος. Βῶλα · ὡς Νῶλα. καὶ Βωλανοί. Βωταχίδαι · τόπος Ἀρκαδίας· ἀπὸ Βωτάχου τινός· «Βώταχος, ἀφʼ οὗ ὁ τόπος Βωταχίδαι». βαιών ἢ βαίων · ὃ καὶ βλέννος λέγεται· ἔστιν ἰχθὺς παραπλήσιος κωβίῳ. Ἐπίχαρμος δὲ βαίονας— εἴρηται. βεμβράς · εἶδος— Ἀριστώνυμος· ταῖς βεμβραφυίαις προσέοικεν ὁ καρκινοβάτης, καὶ αὖθις· οὔτʼ ἀφύη νῦν ἐστι σαφῶς, οὔτʼ αὖ βεμβρὰς κακοδαίμων βαβύλη · πόλις ἐν Ὀδρύσαις τῆς Θρᾴκης· ὁ πολίτης Βαβυλίτης. Βαγαδαονία · μοῖρα Καππαδοκίας νοτιωτάτη. Βαιταρρηνοί · ἀπὸ Βαιταρροῦς, κώμης Παλαιστίνης. Βαῖτις · ποταμὸς κατὰ Ἰβηρίαν. Βάλα · πόλις Γαλιλαίας· ὁ πολίτης Βαλαῖος. Βέλβινα · πόλις Λακωνική. Βηθλεεμμίτης · ἀπὸ Βηθλεέμ. Βηρυτός · πόλις Φοινίκης, κτίσμα Κρόνου· ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ εὔυδρον, βήρ γὰρ τὸ φρέαρ παρʼ αὐτοῖς. Βῆσσα · πόλις … . Βισαλτία · πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς, περὶ ταύτην οἱ λαγωοὶ πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες. ὁ πολίτης Βισάλτιος. Βορυσθένης · πόλις καὶ ποταμὸς τοῦ Πόντου περὶ τὴν Μαιῶτιν λίμνην καὶ τὸν Τάναϊν ποταμόν, ὁ καλούμενος Δάνουβις. ὁ πολίτης Βορυσθενίτης, τὸ θηλυκὸν Βορυσθενῖτις, οὐκ ἀπὸ τῆς πόλεως, ἀλλʼ ἀπὸ τοῦ ποταμοῦ. βούλεται δὲ τὴν ει δίφθογγον ἔχειν ἐν τῇ παραληγούσῃ· ἀπὸ γὰρ τῆς εἰς ος εὐθείας ἡ διὰ τοῦ ιτης παραγωγὴ πλεονάζει μιᾷ συλλαβῇ, ὡς τόπος τοπίτης, Κανωπίτης, καὶ ἀπὸ γενικῆς Ἀσκάλωνος Ἀσκαλωνίτης, Ἕλεος Ἑλεΐτης καὶ Ἑλείτης ὁ τὸ Ἕλος οἰκῶν, Ὠρεός Ὠρεΐτης καὶ Ὠρείτης. ἔδει οὖν εἶναι Βορυσθενείτης, οὐ γὰρ ὅμοιον τῷ τεμενίτης, ἑρκίτης· οὐ γὰρ ἀπὸ τῆς γενικῆς, ἀλλʼ ἀπὸ τῆς εἰς ος εὐθείας ταῦτα καὶ εἰκότως ἔχει τὸ ι. τί οὖν ἐροῦμεν; ἠκολούθησε τῷ πλείονι χαρακτῆρι διὰ τοῦ ι· τὰ γὰρ διὰ τῆς ει διφθόγγου ὀλίγα· Ζελείτης Σαμαρείτης Δικαιαρχείτης Μαρωνείτης. Βόστρα · πόλις Ἀραβίας, θηλυκῶς καὶ οὐδετέρως. Βοστρηνός, ὡς Γαγγρηνός, καὶ Βοστραῖος τὸ ἐθνικόν. Βούδεια · πόλις ἐν Μαγνησίᾳ, ἀπὸ τοῦ οἰκήσαντος Βουδείου. Ὅμηρος Βούδειον ἔφη· ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσεν. ἔστι δὲ καὶ Φρυγίας πόλις τὸ ἐθνικὸν Βουδειανός. ἔστι καὶ Βούδειοι ἔθνος Μηδικόν. Βούδωρον · ἀκρωτήριον· τὸ ἐθνικὸν Βούδώριος. Βουθία · πόλις Ἰωνίας· τὸ ἐθνικὸν Βουθιαῖος. Βοῦρα · πόλις Ἀχαΐας. Βουραῖος καὶ Βουραία καὶ Βουραϊκός κτητικόν, καὶ Βούρειος διὰ διφθόγγου. Βουρδίγαλα · πόλις Κελτογαλατίας. … . Βραυρών · δῆμος τῆς Ἀττικῆς, ἀπὸ Βραυρῶνος, ἀφʼ οὗ καὶ Βραυρωνία ἡ Ἄρτεμις. τὰ δὲ τοπικὰ Βραυρωνόθεν … . Βρίγες · ἔθνος Θρᾳκικόν. Ἡρωδιανὸς Βρίγαντας αὐτούς φησι. Βύζαντες · Λίβυες περὶ Καρχηδόνα τῆς Λιβύης ἔθνος, ἀφʼ οὗ ἡ πόλις Βυζάντιον. καὶ Βυζάντιοι οἱ ἐν Λιβύῃ. τὸ ἐθνικὸν τῷ τύπῳ τῶν διὰ τοῦ ιτης Βυζακίτης ὤφειλε λέγεσθαι, νῦν δὲ Βυζακηνοί λέγονται τῷ δυτικῷ χαρακτῆρι, καὶ ἱμάτια Βυζακηνά. τὸ ἐθνικὸν Βυζάντιος, ἔστι δὲ τριγενές. λέγεται δὲ καὶ ἡ Βυζάντιος κοινῶς. τὸ κτητικὸν τοῦ πολίτου Βυζαντιακός, ὡς Ῥόδιος Ῥοδιακός, τὸ μέντοι τοῦ ἥρωος Βύζαντος τὸ κτητικὸν διὰ τῆς ει διφθόγγου, ὡς τοῦ Ἄβαντος Ἀβάντειος. λέγεται καὶ Βυζαντίς ἀπὸ γενικῆς τοῦ Βύζαντος, ὡς Αὐσονίς, λέγεται δὲ καὶ ἀπὸ τοῦ Βυζάντιος ἐθνικοῦ Βυζαντίς, ὡς ἀπὸ τοῦ Λέσβιος Λεσβίς. ἔστι καὶ ἐπὶ τῆς χώρας ἡ Βυζάντεια διὰ τῆς ει διφθόγγου, προπαροξύνεται δὲ ὡς τὸ Θέσπεια Ζέλεια· ἀπὸ δὲ τοῦ Βυζάντιος ἐθνικοῦ λέγεται θηλυκῶς Βυζαντία ἐπὶ τῆς γυναικὸς καὶ τῆς πόλεως. καὶ ὡς ἀπὸ τῆς Σηλυβρίας Σηλυβριανός, οὕτως ἀπὸ τῆς Βυζαντίας Βυζαντιανός. ἢ ἀπὸ τοῦ Βυζάντεια τὸ Βυζαντειανός, ὡς Ἡράκλεια Ἡρακλειανός. Βυζάντιον · τὸ ἐν Θρᾴκῃ βασίλειον, πόλις διασημοτάτη, πρὸς τῇ Προποντίδι, πρὸς τῷ μέρει τῆς Εὐρώπης. ἐκλήθη ἀπὸ Βύζαντος τοῦ Κεροέσσης τῆς Ἰοῦς θυγατρὸς καὶ Ποσειδῶνος, ἢ ὅτι τοῦ στόλου Βύζας ἦν ἡγεμών. μετωνομάσθη δὲ Κωνσταντινούπολις καὶ Νέα Ῥώμη. τὸ ἐθνικὸν Κωνσταντινοπολίτης ἄνευ τοῦ υ. τοῦ Βύζας τὸ ἐθνικὸν διὰ τοῦ ι Βυζάντιος, τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιος ἐθνικὸν τριγενές, τὸ κτητικὸν Βυζαντιακός. λέγεται καὶ Βυζαντιάς καὶ Βυζαντίς· ἔστι καὶ ἐπὶ τῆς χώρας Βυζάντεια διὰ διφθόγγου. ἀπὸ δὲ τοῦ Βυζάντιος Βυζαντία Βυζαντιανός λέγεται. Βυσσός · ἔθνος· καὶ ὀξυτόνως λέγεται καὶ ὁ βυθός. τὸ μέντοι θηλυκὸν τοῦ βύσσος βαρύνεται, ἀφʼ οὗ καὶ βύσσινον.