eul_wid: evu-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Uninvited Guest by Straton the Comic Poet

The Uninvited Guest is a fragmentary Greek comedy attributed to the obscure poet Straton Comicus. The title, meaning "Fragment" or "Extract," is likely a modern descriptor rather than the play's original name. The work survives only in seventeen brief passages, precluding any reconstruction of its plot or characters. The preserved text depicts a scene of domestic confusion, where a host is confronted by an insistent and seemingly uninvited guest who interrogates him about the preparations for a dinner party, demanding to know who has been summoned and questioning the sacrificial offerings. While the specific themes of the full play remain unknown, the surviving dialogue suggests a classic comic scenario centred on social intrusion, the disruption of domestic order, and potential satire of etiquette or pretension. The comedy is preserved within standard anthologies of ancient Greek comic fragments, such as the Greek Comic Poets. Its transmission is typical of many lost works; the tenth-century Byzantine encyclopedia known as the Suda records Straton as a comic poet but provides no details about his individual plays. As a representative of fragmentary Greek comedy, the work contributes to the scholarly understanding of the genre's breadth and the prevalence of certain comic situations, while its survival highlights the role of later anthologists in preserving traces of otherwise lost authors.

Φοινικίδης
σφίγγʼ ἄρρενʼ, οὐ μάγειρον, εἰς τὴν οἰκίαν
εἴληφʼ· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,
ὧν ἂν λέγηι συνίημι· καινὰ ῥήματα
πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ,
εὐθύς μʼ ἐπηρώτησε προσβλέψας μέγα·
«πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.»
«ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾶις.
τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;»
«οὐδʼ ἄρα παρέσται δαιτυμὼν οὐθεὶς ὅλως;»
ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,
ὁ δεῖνʼ, ὁ δεῖνα· κατʼ ὄνομʼ ἐπεπορευόμην·
οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.
ὁ δʼ ἠγανάκτησʼ ὥσπερ ἠδικημένος
ὅτι οὐ κέκληκα Δαιτυμόνα· καινὸν σφόδρα.
«οὐδʼ ἄρα θύεις ῥηξίχθονʼ;» «οὐκ», ἔφην, «ἐγώ.»
«βοῦν εὐρυμέτωπον;» «οὐ θύω βοῦν, ἄθλιε.»
«μῆλα θυσιάζεις ἆρα;» «μὰ Δίʼ, ἐγὼ μὲν οὔ.»
«τὰ μῆλα πρόβατα.» «μῆλα πρόβατʼ; οὐκ οἶδʼ, ἔφην,
“μάγειρε, τούτων οὐθέν, οὐδὲ βούλομαι·
οὐδεὶς πάρεσται· τοῦτο γάρ, νὴ τὸν Δία,
ἔστι κατάλοιπον μέροπας ἐπὶ δεῖπνον καλεῖν
———οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην·
———”οὐδεὶς παρέσται, φημί.» «τί λέγεις; οὐδὲ εἷς;»
———οὐδέτερον αὐτῶν, προβάτιον δʼ. «οὐκοῦν,» ἔφη,
«ἀγροικότερός εἰμʼ, ὥσθʼ ἁπλῶς μοι διαλέγου.»
«τὰς οὐλοχύτας φέρε δεῦρο.» «τοῦτο δʼ ἐστὶ τί;»
«κριθαί.» «τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;»
«πηγὸς πάρεστι;» «πηγός; οὐχὶ λαικάσει,
ἐρεῖς σαφέστερόν θʼ ὃ βούλει μοι λέγειν;»
«ἀτάσθαλός γʼ εἶ, πρέσβυ,» φησίν. «ἅλα φέρε·
τοῦτʼ ἐσθʼ ὁ πηγός, τοῦτο δεῖξον.» χέρνιβον
παρῆν· ἔθυεν, ἔλεγεν ἕτερα μυρία
τοιαῦθʼ ἅ, μὰ τὴν Γῆν, οὐδὲ εἷς συνῆκεν ἄν,
μίστυλλα, μοίρας, δίπτυχʼ, ὀβελούς· ὥστʼ ἔδει
τὰ τοῦ Φιλιτᾶ λαμβάνοντα βυβλία
σκοπεῖν ἕκαστον τί δύναται τῶν ῥημάτων.
ἀλλʼ ἱκέτευον αὐτὸν ἤδη μεταβαλὼν
ἀνθρωπίνως λαλεῖν τι. τὸν δʼ οὐκ ἄμ ποτε
ἔπεισεν ἡ Πειθὼ παραστᾶσʼ αὐτόθι.
καί μοι δοκεῖ ῥαψωιδοτοιούτου τινὸς
δοῦλος γεγονὼς ἐκ παιδὸς ἁλιτήριος
ἔπειτα πεπλῆσθαι τῶν Ὁμήρου ῥημάτων.
«Ὅμηρον οὐκ οἶσθα λέγοντα;» «καὶ μάλα
ἐξῆν ὃ βούλοιτʼ, ὦ μάγειρʼ, αὐτῶι λέγειν.
ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας;»
«κατʼ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.»
«Ὁμηρικῶς γὰρ διανοεῖ μʼ ἀπολλύναι;»
«οὕτω λαλεῖν εἴωθα.» «μὴ τοίνυν λάλει
οὕτω παρʼ ἔμοιγʼ ὤν.» «ἀλλὰ διὰ τὰς τέτταρας
δραχμὰς ἀποβαλῶ», φησί, «τὴν προαίρεσιν;»