eul_wid: fle-aa
DOI 10.5281/zenodo.20418549

Matron of Pitane Attic Banquet in Greek

The Attic Banquet is a parodic epic poem by the Hellenistic poet Matron of Pitane, composed in dactylic hexameter around the late fourth or early third century BCE. It humorously recounts an extravagant feast hosted by the orator Xenocles in Athens, employing the elevated style and cataloguing techniques of Homeric epic to describe a lengthy and detailed list of dishes and ingredients. The surviving text, preserved in eleven fragments quoted by Athenaeus in his Deipnosophistae, presents a comic inversion of heroic poetry, applying its grand language to the mundane subject of food. The work is interpreted as sophisticated entertainment for educated Greeks, reflecting the playful intellectual culture of the Hellenistic symposium, where an audience would appreciate the mock-epic treatment of culinary excess.

1 Δεῖπνά μοι ἔννεπε, Μοῦσα, πολύτροφα καὶ μάλα πολλά,
2 ἃ Ξενοκλῆς ῥήτωρ ἐν Ἀθήναις δείπνισεν ἡμᾶς·
3 ἦλθον γὰρ κἀκεῖσε, πολὺς δέ μοι ἕσπετο λιμός.
4 οὗ δὴ καλλίστους ἄρτους ἴδον ἠδὲ μεγίστους,
5 λευκοτέρους χιόνος, ἔσθειν δ’ ἀμύλοισιν ὁμοίους, ... τάων
6 καὶ Δρομέης ἠράσσατο πεσσομενάων.
7 αὐτὸς δὲ Ξενοκλῆς ἐπεπωλεῖτο στίχας ἀνδρῶν,
8 στῆ δ’ ἄρ’ ἐπ’ οὐδὸν ἰών, σχεδόθεν δέ οἱ ἦν παράσιτος
9 Χαιρεφόων, πεινῶντι λάρῳ ὄρνιθι ἐοικώς,
10 νήστης, ἀλλοτρίων εὖ εἰδὼς δειπνοσυνάων.
11 τέως δὲ μάγειροι μὲν φόρεον πλῆσάν τε τραπέζας,
12 οἷς ἐπιτετράφαται μέγας οὐρανὸς ὀπτανιάων,
13 ἠμὲν ἐπισπεῦσαι δείπνου χρόνον ἠδ’ ἀναθεῖναι.
14 ἔνθ’ ἄλλοι πάντες λαχάνοις ἐπὶ χεῖρας ἴαλλον·
15 ἀλλ’ ἐγὼ οὐ πιθόμην, ἀλλ’ ἤσθιον εἴδατα παστά,
16 βολβοὺς ἀσπάραγόν τε καὶ ὄστρεα μυελόεντα,
17 ὠμοτάριχον ἐῶν χαίρειν, Φοινίκιον ὄψον.
18 αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις·
19 οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων
20 ἐν καθαρῷ, ὅθι κύματ’ ἐπ’ ἠιόνος κλύζεσκε·
21 πολλὰς δ’ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας.
22 ἡ δὲ Φαληρικὴ ἦλθ’ ἀφύη, Τρίτωνος ἑταίρη,
23 ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα .... τοὺς
24 δ’ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει ... πίνας
25 ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα,
26 ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ .... ψῆττά
27 τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.
28 τῇ δ’ ἐγὼ ἐν πρώτοις ἔπεχον κρατερώνυχα χεῖρα,
29 οὐδ’ ἔφθην τρώσας μιν, ἄειρε δὲ Φοῖβος Ἀπόλλων.
30 ὡς 〈δὲ〉 ἴδον Στρατοκλῆ, κρατερὸν μήστωρα φόβοιο,
31 τρίγλης ἱπποδάμοιο κάρη μετὰ χερσὶν ἔχοντα, ... ἂψ
32 δ’ ἑλόμην χάρμῃ, λαιμὸν δ’ ἄπληστον ἄμυξα.
33 ἦλθε δὲ Νηρῆος θυγάτηρ, Θέτις ἀργυρόπεζα,
34 σηπίη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
35 ἣ μόνη ἰχθὺς οὖσα τὸ λευκὸν καὶ μέλαν οἶδε.
36 καὶ Τιτυὸν εἶδον λίμνης, ἐρικυδέα γόγγρον,
37 κείμενον ἐν λοπάδεσς’· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
38 τῷ δὲ μετ’ ἴχνια βαῖνε θεὰ λευκώλενος ἰχθὺς
39 ἔγχελυς, ἣ Διὸς εὔχετ’ ἐν ἀγκοίνῃσι μιγῆναι,
40 ἐκ Κωπῶν, ὅθεν ἐγχέλεων γένος ἁδροτεράων.
41 παμμεγέθης· τὴν δ’ οὔ κε δύ’ ἀνέρες ἀθλητῆρες,
42 οἷοι ἄρ’ Ἀστυάναξ τε καὶ Ἀντήνωρ ἐγένοντο,
43 ῥηιδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν·
44 τρισπίθαμοι γὰρ ταί γε καὶ ἐννεαπήχεες ἦσαν
45 εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
46 πολλὰ δ’ ἄναντα κάταντα κατὰ στίχας ἦλθ’ ὁ μάγειρος,
47 σείων ὀψοφόρους πίνακας κατὰ δεξιὸν ὦμον.
48 τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι χύτραι ἕποντο·
49 αὐτὰρ ἀπ’ Εὐβοίης λοπάδες τόσαι ἐστιχόωντο.
50 Ἶρις δ’ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα τευθίς,
51 πέρκη τ’ ἀνθεσίχρως καὶ ὁ δημοτικὸς μελάνουρος,
52 ὃς καὶ θνητὸς ἐὼν ἕπετ’ ἰχθύσιν ἀθανάτοισιν.
53 οἴη δ’ αὖ θύννου κεφαλὴ θαλαμηιάδαο
54 νόσφιν ἀφειστήκει, κεχολωμένη οὕνεκα κλειδῶν
55 αἰρομένων· τὸ δὲ πῆμα θεοὶ θέσαν ἀνθρώποισι,
56 ῥίνη θ’, ἣν φιλέουσι περισσῶς τέκτονες ἄνδρες,
57 τρηχεῖ’, ἀλλ’ ἀγαθὴ κουροτρόφος· ἦ γὰρ ἔγωγε
58 ἧς σαρκὸς δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
59 ὀπταλέος δ’ εἰσῆλθε πελώριος ἱππότα κεστρεύς,
60 οὐκ οἶος· ἅμα τῷ γε δυώδεκα σαργοὶ ἕποντο.
61 κυανόχρως δ’ ἀμίας ἐπὶ τοῖς μέγας, ὅς τε θαλάσσης
62 πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς·
63 καρῖδές θ’, αἳ Ζηνὸς Ὀλυμπίου εἰσὶν ἀοιδοί,
64 αἳ δὴ γήραϊ κυφαὶ ἔσαν, χρησταὶ δὲ πάσασθαι·
65 χρύσοφρυς, ὃς κάλλιστος ἐν ἄλλοις ἵσταται ἰχθύς,
66 κάραβος, ἀστακὸς αὖτε λιλαίετο θωρήσσεσθαι
67 ἐν μακάρων δείπνοις. τοῖς δαιτυμόνες χέρ’ ἐφέντες
68 ἐν στόμασίν 〈τ’〉 ἔθεσαν καὶ ἀπήγαγον ἄλλυδις ἄλλον.
69 τῶν δ’ ἄρ’ ἔλοψ κρείων δουρικλυτὸς ἡγεμόνευεν,
70 οὗ πλήρης περ ἐὼν κρατερῶς παλάμῃ ἐπορέχθην,
71 γεύσασθ’ ἱμείρων· τὸ δέ γ’ ἀμβροσίη μοι ἔδοξεν,
72 οἵην δαίνυνται μάκαρες θεοὶ αἰὲν ἐόντες.
73 μύραιναν δ’ ἐπέθηκε φέρων, τὸ κάλυμμα τραπέζης,
74 ζώνην θ’, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν,
75 εἰς λέχος ἡνίκ’ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ.
76 σάνδαλα δ’ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων,
77 βούγλωσσόν 〈θ’〉, ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ,
78 κίχλας θ’ ἑξείης ἡβήτορας ὑψιπετήεις
79 καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ’ ὑδατινούς.
80 ἐν δ’ ἀναμὶξ φάγροι τε καὶ ἵππουροι γλάνιές τε,
81 μόρμυρος αὐτόθ’ ἔην, γαλέη, σπάρος· οὓς ὁ μάγειρος
82 σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.
83 τῶν ἔλεγεν δαίνυσθαι· ἐμοὶ δέ γε θηλυτεράων
84 εἶναι βρώματ’ ἔδοξεν, ἐπεί ῥ’ ὅρμαινον ἐπ’ ἄλλα.
85 κεῖτο δέ τις βατάνη, τῆς οὐδεὶς ἥπτετο δειπνῶν,
86 ἐν καλάθῳ, ὅθι περ λεπάδων διεφαίνετο χῶρος ... ἑξῆς
87 κόσσυφος ἦλθε μόνος γεύσασθαι ἕτοιμος·
88 οὐ μὴν οὐδ’ ἄρ’ ἄθικτος ἔην, πόθεον δὲ καὶ ἄλλοι.
89 κωλῆν δ’ ὡς εἶδον, ὡς ἔτρεμον· ἐν δὲ σίναπυ
90 κεῖτ’ ἀγχοῦ γλυκὺ πνεῖον, ἀτὰρ χέρας οὐκ ἀπέρυκον.
91 γευσάμενος δ’ ἔκλαιον, ὅτ’ αὔριον οὐκ ἔτι ταῦτα
92 ὄψομαι, ἀλλά με δεῖ τυρῷ καὶ μάζῃ ὀτρηρῇ ... νηδὺς
93 δ’ οὐχ ὑπέμεινε· βιάζετο γάρ ῥ’ ἀδέεσσι·
94 δάμνα μιν ζωμός τε μέλας ἀκροκώλιά θ’ ἑφθά.
95 παῖς δέ τις ἐκ Σαλαμῖνος ἄγεν τρισκαίδεκα νήσσας,
96 λίμνης ἐξ ἱερῆς, μάλα πίονας, ἃς ὁ μάγειρος
97 θῆκε φέρων, ἵν’ Ἀθηναίων κατέκειντο φάλαγγες.
98 Χαιρεφόων δ’ ἐνόησεν ἅμα πρόσσω καὶ ὀπίσσω
99 ὄρνιθας γνῶναι καὶ ἐναίσιμα σιτίζεσθαι.
100 ἤσθιε δ’ ὥστε λέων, παλάμῃ δ’ ἔχε τὸ σκέλος ἀμνοῦ,
101 ὄφρα οἱ οἴκαδ’ ἰόντι πάλιν ποτιδόρπιον εἴη ... χόνδρος
102 δ’ ἡδυπρόσωπος, ὃν Ἥφαιστος κάμεν ἕψων
103 Ἀττικῷ ἐν κεράμῳ πέσσων τρισκαίδεκα μῆνας.
104 αὐτὰρ ἐπεὶ δόρποιο μελίφρονος ἐξ ἔρον ἕντο,
105 χεῖρας νιψαμένοισιν ἀπ’ Ὠκεανοῖο ῥοάων
106 ὡραῖος παῖς ἦλθε φέρων μύρον ἴρινον ἡδύ·
107 ἄλλος δ’ αὖ στεφάνους ἐπὶ δεξιὰ πᾶσιν ἔδωκεν,
108 οἳ ῥόδον ἀμφεπλέκοντο διάνδιχα κοσμηθέντες.
109 κρητὴρ δὲ Βρομίου ἐκεράννυτο· πίνετο δ’ οἶνος
110 Λέσβιος, οὗ δὴ πλεῖστον ἀνὴρ ὑπὲρ ἄνδρα πεπώκει.
111 δεύτεραι αὖτε τράπεζαι ἐφωπλίζοντο γέμουσαι·
112 ἐν δ’ αὐταῖσιν ἐπῆν ἄπιοι καὶ πίονα μῆλα,
113 ῥοιαί τε σταφυλαί τε, θεοῦ Βρομίοιο τιθῆναι,
114 πρόσφατοι, ἥν θ’ ἁμάμαξυν ἐπίκλησιν καλέουσιν.
115 τῶν δ’ ἐγὼ οὐδενὸς ἦσθον ἁπλῶς, μεστὸς δ’ ἀνεκείμην.
116 ὡς δὲ ἴδον ξανθόν, γλυκερόν, μέγαν, εὔκυκλον, ἁβρὸν
117 Δήμητρος παῖδ’ ὀπτὸν ἐπεισελθόντα πλακοῦντα,
118 πῶς ἂν ἔπειτα πλακοῦντος ἐγὼ θείου ἀπεχοίμην; ... οὐδ’
119 εἴ μοι δέκα μὲν χεῖρες, δέκα δὲ στόματ’ εἶεν,
120 γαστὴρ δ’ ἄρρηκτος, χάλκεον δέ μοι ἦτορ ἐνείη.
121 πόρναι δ’ εἰσῆλθον, κοῦραι δύο θαυματοποιοί,
122 ἃς Στρατοκλῆς ἤλαυνε ποδώκεας ὄρνιθας ὥς.