ἀποθανόντος δὲ τοῦ Κλαυδίου κατὰ μὲν τὸ δικαιότατον ἡ ἡγεμονία τοῦ Βρεττανικοῦ ἦν — γνήσιος γὰρ τοῦ Κλαυδίου παῖς ἐπεφύκει, καὶ τῇ τοῦ σώματος ἀκμῇ καὶ ὑπὲρ τὸν τῶν ἐτῶν ἀριθμὸν ἤνθει —, ἐκ δὲ δὴ τοῦ νόμου καὶ τῷ Νέρωνι διὰ τὴν ποίησιν ἐπέβαλλεν. ἀλλʼ οὐδὲν γὰρ δικαίωμα τῶν ὅπλων ἰσχυρότερόν ἐστι· πᾶς γὰρ ὁ δυνάμει προὔχων δικαιότερα ἀεὶ καὶ λέγειν καὶ πράττειν δοκεῖ· Νέρων οὖν τάς τε διαθήκας τοῦ Κλαυδίου ἠφάνισε καὶ τὴν ἀρχὴν πᾶσαν διεδέξατο, τόν τε Βρεττανικὸν καὶ τὰς ἀδελφὰς αὐτοῦ διεχρήσατο· τί γὰρ ἄν τις καὶ τὰ τῶν ἄλλων παθήματα κατοδύραιτο;
σημεῖα δʼ αὐτῷ τῆς αὐταρχίας τάδε ἐγένετο. ἀκτῖνες γὰρ τικτόμενον αὐτὸν ὑπὸ τὴν ἕω ἐξ οὐδεμιᾶς τοῦ ἡλίου φανερᾶς προσβολῆς περιέσχον· καί τις ἀστρολόγος ἔκ τε τούτων καὶ ἐκ τῆς τῶν ἀστέρων φορᾶς τῆς ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ πρὸς ἀλλήλους ὁμιλίας δύο ἅμα περὶ αὐτοῦ ἐμαντεύσατο, ὅτι τε βασιλεύσει καὶ ὅτι τὴν μητέρα φονεύσει. ἀκούσασα δὲ ταῦθʼ ἡ Ἀγριππῖνα παραυτίκα μὲν οὕτως ἐξεφρόνησεν ὡς καὶ αὐτὸ τοῦτο ἀναβοῆσαι «ἀποκτεινάτω με, μόνον βασιλευσάτω,» ὕστερον δὲ καὶ πάνυ μετανοήσειν ἐπὶ τῇ εὐχῇ ἔμελλεν. ἐς γὰρ τοῦτο μωρίας ἀφικνοῦνταί τινες ὥστε, ἄν τι προσδοκήσωσιν ἀγαθὸν κακῷ μεμιγμένον λήψεσθαι, εὐθὺς μὲν ἐπιθυμίᾳ τοῦ κρείττονος καταφρονεῖν τοῦ χείρονος, ἐπειδὰν δὲ καὶ ἐκείνου ὁ καιρὸς ἔλθῃ, δυσκολαίνειν καὶ μὴ ἂν μηδὲ τὸ βέλτιστον εἰληφέναι βεβουλῆσθαι. καίτοι καὶ τὴν πονηρίαν καὶ τὴν ἀσέλγειαν τὴν τοῦ Νέρωνος καὶ ὁ Δομίτιος ὁ πατὴρ ἱκανῶς, οὐκ ἐκ μαντείας ἀλλʼ ἐκ τῶν τρόπων τῶν τε ἑαυτοῦ καὶ τῶν τῆς Ἀγριππίνης, προείδετο, καὶ εἶπεν ὅτι «ἀδύνατόν ἐστιν ἄνδρα τινὰ ἀγαθὸν ἔκ τε ἐμοῦ καὶ ἐκ ταύτης γεννηθῆναι». προϊόντος δὲ τοῦ χρόνου λεβηρὶς περὶ τὸν αὐχένα τοῦ Νέρωνος παιδίου ἔτʼ ὄντος εὑρεθεῖσα παρέδωκε τοῖς μάντεσι λέγειν ὅτι ἰσχὺν παρά του γέροντος μεγάλην λήψεται, ἐπειδὴ τὸ γῆρας διὰ ταῦθʼ οἱ ὄφεις ἐκδύεσθαι νομίζονται.
ἑπτὰ δὲ καὶ δέκα ἔτη ἦγεν ὅτʼ ἦρξεν, ἔς τε τὸ στρατόπεδον ἐσῆλθε, καὶ ἀναγνοὺς ὅσα ὁ Σενέκας ἐγεγράφει, ὑπέσχετο αὐτοῖς ὅσα ὁ Κλαύδιος ἐδεδώκει. τοσαῦτα δὲ καὶ πρὸς τὴν βουλήν, πρὸς τοῦ Σενέκου καὶ αὐτὰ γραφέντα, ἀνέγνω ὥστε καὶ ἐς ἀργυρᾶν στήλην ἐγγραφῆναι καὶ ἐν ταῖς νέαις τῶν ἀεὶ ὑπάτων ἀρχαῖς ἀναγινώσκεσθαι ψηφισθῆναι. καὶ οἱ μὲν ἐκ τούτων ὡς καὶ κατὰ συγγραφήν τινα καλῶς ἀρχθησόμενοι παρεσκευάζοντο. καὶ τὸ μὲν πρῶτον ἡ Ἀγριππῖνα πάντα αὐτῷ τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει, καὶ τὰς ἐξόδους ἅμα ἐποιοῦντο, πολλάκις μὲν καὶ ἐν τῷ αὐτῷ φορείῳ κατακείμενοι· τὸ δὲ δὴ πλεῖον ἡ μὲν ἐφέρετο, ὁ δὲ συμπαρείπετο. ταῖς τε πρεσβείαις ἐχρημάτιζε καὶ ἐπιστολὰς καὶ δήμοις καὶ ἄρχουσι καὶ βασιλεῦσιν ἐπέστελλεν.
ὅτι ὁ Πάλλας συνὼν τῇ Ἀγριππίνῃ πάντα φορτικὸς καὶ ἐπαχθὴς ἦν, ὁ δὲ Σενέκας καὶ ὁ Βοῦρρος κ.τ.λ.
ὡς δὲ ἐπὶ πολὺ τοῦτʼ ἐγίνετο, ἐδυσχέρανεν ὅ τε Σενέκας καὶ ὁ Βοῦρρος, φρονιμώτατοί τε ἅμα καὶ δυνατώτατοι τῶν περὶ τὸν Νέρωνα ἀνδρῶν ὄντες — ὁ μὲν γὰρ ἔπαρχος τοῦ δορυφορικοῦ ἦν, ὁ δὲ διδάσκαλος αὐτοῦ —, καὶ ἔπαυσαν τὸ γινόμενον τοιᾶσδε ἀφορμῆς λαβόμενοι. πρεσβείας Ἀρμενίων ἐλθούσης καὶ ἡ Ἀγριππῖνα ἐπὶ τὸ βῆμα, ἀφʼ οὗ σφίσιν ὁ Νέρων διελέγετο, ἀναβῆναι ἠθέλησεν. ἰδόντες οὖν αὐτὴν ἐκεῖνοι πλησιάζουσαν ἔπεισαν τὸν νεανίσκον προκαταβῆναι καὶ προαπαντῆσαι τῇ μητρὶ ὡς καὶ ἐπὶ δεξιώσει τινί. πραχθέντος τε τούτου οὔτε τότε ἐπανῆλθον, ἐμβαλόντες τινὰ αἰτίαν, ὥστε μὴ καὶ ἐς τοὺς βαρβάρους τὸ νόσημα τῆς ἀρχῆς ἐκφανῆναι, καὶ μετὰ τοῦτʼ ἔπραττον ὅπως μηδὲν ἔτʼ αὐτῇ τῶν κοινῶν ἐπιτρέπηται.
κατεργασάμενοι δὲ τοῦτο αὐτοὶ τὴν ἀρχὴν ἅπασαν παρέλαβον, καὶ διῴκησαν ἐφʼ ὅσον ἠδυνήθησαν ἄριστα καὶ δικαιότατα, ὥσθʼ ὑπὸ πάντων ἀνθρώπων ὁμοίως ἐπαινεθῆναι. ὅ τε γὰρ Νέρων οὔτʼ ἄλλως φιλοπραγματίας ἦν καὶ ἔχαιρεν ἐν ῥᾳστώνῃ διάγων, καὶ διὰ ταῦτα τῇ τε μητρὶ πρότερον ὑπεπεπτώκει, καὶ τότε ἠγάπα ὅτι αὐτός τε ἐν ἡδοναῖς ἦν καὶ ἡ ἡγεμονία οὐδὲν ἧττον διήγετο· καὶ ἐκεῖνοι συμφρονήσαντες αὐτοὶ μὲν πολλὰ τὰ μὲν μετερρύθμισαν τῶν καθεστηκότων, τὰ δὲ καὶ παντελῶς κατέλυσαν, ἄλλα τε καινὰ προσενομοθέτησαν, τὸν δὲ δὴ Νέρωνα τρυφᾶν εἴων, ὅπως διακορής, ἄνευ μεγάλου τινὸς τῶν κοινῶν πάντων κακοῦ, ὧν ἐπεθύμει γενόμενος μεταβάληται, ὥσπερ οὐκ εἰδότες ὅτι ψυχὴ νέα τε καὶ αὐθάδης ἔν τε τρυφῇ ἀνεπιπλήκτῳ καὶ ἐν ἐξουσίᾳ αὐτοτελεῖ τραφεῖσα οὐχ ὅσον οὐ κόρον αὐτῶν ἴσχει, ἀλλὰ καὶ ἐξ αὐτῶν τούτων προσδιαφθείρεται. ἀμέλει καὶ ὁ Νέρων τὰ μὲν πρῶτα ἁπλῶς πως δεῖπνά τε ἐποίει καὶ κώμους ἐκώμαζε καὶ ἐμέθυε καὶ ἤρα, ἔπειτα δὲ ὡς οὔτε ἐκείνῳ τις ἐπέπληττεν οὔτε τὰ κοινὰ χεῖρον παρὰ τοῦτο διεχειρίζετο, ἐπίστευσεν ὅτι καὶ καλῶς αὐτὰ ποιεῖ καὶ δύναται καὶ ἐπὶ πλεῖόν σφισι χρῆσθαι, κἀκ τούτου ταῦτά τε ὡς ἕκαστα ἐκφανέστερον καὶ προπετέστερον πράττειν ἤρξατο, καὶ εἰ δή τι ἢ ἐκεῖνοι παραινοῦντες ἢ ἡ μήτηρ νουθετοῦσα αὐτὸν ἔλεγε, παρόντας μέν σφας ᾐδεῖτο καὶ ὑπισχνεῖτο μεταθήσεσθαι, ἀπελθόντων δὲ τῆς τε ἐπιθυμίας ἐγίγνετο καὶ τοῖς πρὸς τἀναντία αὐτὸν ἄγουσιν, ἅτε καὶ ἐπὶ πρανὲς ἕλκουσιν, ἐπείθετο. καὶ μετὰ τοῦτο τὰ μὲν καταφρονήσας, οἷά που συνεχῶς παρὰ τῶν συνόντων ἀκούων «σὺ δὲ τούτων ἀνέχῃ; σὺ δὲ τούτους φοβῇ; οὐκ οἶσθα ὅτι Καῖσαρ εἶ καὶ σὺ ἐκείνων ἐξουσίαν, ἀλλʼ οὐκ ἐκεῖνοι σοῦ ἔχουσι;» τὰ δὲ καὶ φιλονεικῶν μήτε τῆς μητρὸς ὡς καὶ κρείττονος ἐλαττοῦσθαι μήτε τοῦ Σενέκου τοῦ τε Βούρρου ὡς καὶ φρονιμωτέρων ἡττᾶσθαι, τέλος ἀπηρυθρίασε, καὶ πάντα τὰ παραγγέλματα αὐτῶν συγχέας καὶ καταπατήσας πρὸς τὸν Γάιον ἔτεινεν. ὡς δʼ ἅπαξ ζηλῶσαι αὐτὸν ἐπεθύμησε, καὶ ὑπερεβάλετο, νομίζων τῆς αὐτοκρατορικῆς καὶ τοῦτʼ ἰσχύος ἔργον εἶναι, τὸ μηδὲ ἐν τοῖς κακίστοις μηδενὸς ὑστερίζειν. ἐπαινούμενος δὲ ἐπὶ τούτοις ὑπὸ τοῦ ὁμίλου, καὶ πολλὰ ὑπʼ αὐτοῦ καὶ ἡδέα ἀκούων, οὐδʼ ἑαυτοῦ ἐφείσατο, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ παρὰ τοῖς συνοῦσίν οἱ ἐχειρούργησεν αὐτά, ἔπειτα καὶ ἐδημοσίευσεν, ὥστε πολλὴν μὲν αἰσχύνην παντὶ τῷ Ῥωμαίων γένει προσθεῖναι, πολλὰ δὲ καὶ δεινὰ αὐτοὺς ἐργάσασθαι. καὶ γὰρ βίαι καὶ ὕβρεις ἁρπαγαί τε καὶ φόνοι καὶ ὑπʼ αὐτοῦ ἐκείνου καὶ ὑπὸ τῶν ἀεί τι παρʼ αὐτῷ δυναμένων ἀμύθητοι ἐγίγνοντο. καὶ ὃ δὴ πάντως ἐξ ἀνάγκης πᾶσι τοῖς τοιούτοις ἕπεται, πολλὰ μέν, ὡς εἰκός, χρήματα ἀνηλίσκετο, πολλὰ δὲ ἀδίκως ἐπορίζετο, πολλὰ δὲ βιαίως ἡρπάζετο. ἦν μὲν γὰρ οὐδʼ ἄλλως μικρόφρων· τεκμήριον δέ, Δορυφόρῳ τῷ τὰ τῆς ἀρχῆς αὐτοῦ βιβλία διέποντι πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας δοθῆναι κελεύσας, εἶτʼ ἐπειδὴ ἡ Ἀγριππῖνα ἐσώρευσεν αὐτὰς ἵνα ἀθρόον τὸ ἀργύριον ἰδὼν μεταβάληται, ἤρετο πόσον εἴη τὸ κείμενον, καὶ μαθὼν ἐδιπλασίασεν αὐτό, εἰπὼν ὅτι «ἠγνόησα ὀλίγον οὕτω κεχαρισμένος». πολλῷ δὲ δῆλον καὶ ἐκ τοῦ πλήθους τῶν δαπανωμένων ταχὺ μὲν τοὺς ἐν τῷ βασιλικῷ θησαυροὺς ἐξήντλησε, ταχὺ δὲ πόρων καινῶν ἐδεήθη, καὶ τέλη τε οὐκ εἰθισμένα ἐξελέγετο καὶ αἱ οὐσίαι τῶν ἐχόντων τι ἐπολυπραγμονοῦντο, καὶ οἱ μὲν ἐκείνας ἐξ ἐπηρείας ἀπέβαλλον, οἱ δὲ καὶ αὐτοὶ προσαπώλλυντο. καὶ οὕτω καὶ ἄλλους, εἰ καὶ μηδὲν μέγα ἐκέκτηντο, ἀλλʼ ἀρετήν γέ τινα ἢ καὶ γένος εἶχον, ὑποπτεύων ἄχθεσθαί οἱ καὶ ἐμίσει καὶ διέφθειρε.
τοιοῦτος μὲν τὸ σύμπαν ὁ Νέρων ἐγένετο, λέξω δὲ καὶ καθʼ ἕκαστον. περὶ μὲν οὖν τὰς ἱπποδρομίας τοσαύτῃ σπουδῇ ὁ Νέρων ἐκέχρητο ὥστε καὶ τοὺς ἵππους τοὺς ἀγωνιστὰς τοὺς ἐπιφανεῖς τοὺς παρηβηκότας στολῇ τε ἀγοραίῳ ὡς ἄνδρας τινὰς κοσμῆσαι καὶ χρήμασιν ὑπὲρ σιτηρεσίου τιμῆσαι. ἐπαιρομένων δὲ δὴ καὶ τῶν ἱπποτρόφων καὶ τῶν ἡνιόχων τῇ παρʼ αὐτοῦ σπουδῇ, καὶ δεινῶς τούς τε στρατηγοὺς καὶ τοὺς ὑπάτους ὑβριζόντων, Αὖλος Φαβρίκιος στρατηγῶν ἐκείνοις μὲν μὴ βουληθεῖσιν ἐπὶ μετρίοις τισὶν ἀγωνίσασθαι οὐκ ἐχρήσατο, κύνας δὲ διδάξας ἕλκειν ἅρματα ἀντὶ ἵππων ἐσήγαγε. γενομένου δὲ τούτου οἱ μὲν τῇ λευκῇ τῇ τε πυρρᾷ σκευῇ χρώμενοι τὰ ἅρματα εὐθὺς καθῆκαν, τῶν δὲ δὴ πρασίων τῶν τε οὐενετίων μηδʼ ὣς ἐσελθόντων ὁ Νέρων τὰ ἆθλα τοῖς ἵπποις αὐτὸς ἔθηκε, καὶ ἡ ἱπποδρομία ἐτελέσθη.
ὅτι ἡ Ἀγριππῖνα οὕτω καὶ τὰ μέγιστα πράττειν ἐπεχείρει ὥστε Μᾶρκον Ἰούνιον Σιλανὸν ἀπέκτεινε, πέμψασα αὐτῷ τοῦ φαρμάκου ᾧ τὸν ἄνδρα ἐδεδολοφονήκει.
ὅτι ἦρχε τῆς Ἀσίας Σιλανός, καὶ ἦν οὐδὲ ἓν τοῖς ἤθεσι τοῦ γένους ἐνδεέστερος. ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἔλεγεν αὐτὸν ἀποκτεῖναι, ἵνα μὴ καὶ τοῦ Νέρωνος οὕτω ζῶντος προκριθείη. καὶ μέντοι καὶ ἐκαπήλευσε πάντα, καὶ ἐκ τῶν βραχυτάτων τῶν τε αἰσχίστων ἠργυρολόγει.
ὅτι Λαιλιανὸς ὁ ἀποσταλεὶς ἐς τὴν Ἀρμενίαν ἀντὶ τοῦ Πωλίωνος τὴν τῶν νυκτοφυλάκων ἀρχὴν προσετέτακτο, καὶ ἦν οὐδὲν τοῦ Πωλίωνος βελτίων, ἀλλὰ καὶ ὅσῳ τῇ ἀξιώσει αὐτοῦ προεῖχε, τόσῳ καὶ ἀπληστότερος ἐπὶ τοῖς κέρδεσιν ἐπεφύκει.
ἐλυπεῖτο δὲ καὶ ἡ Ἀγριππῖνα μηκέτι τῶν ἐν τῷ παλατίῳ διὰ τὴν Ἀκτὴν μάλιστα κυριεύουσα. ἡ δὲ δὴ Ἀκτὴ ἐπέπρατο μὲν ἐκ τῆς Ἀσίας, ἀγαπηθεῖσα δὲ ὑπὸ τοῦ Νέρωνος ἔς τε τὸ τοῦ Ἀττάλου γένος ἐσήχθη καὶ πολὺ καὶ ὑπὲρ τὴν Ὀκταουίαν τὴν γυναῖκα αὐτοῦ ἠγαπήθη. ἡ οὖν Ἀγριππῖνα διά τε τἆλλα καὶ διὰ ταῦτʼ ἀγανακτοῦσα τὸ μὲν πρῶτον νουθετεῖν αὐτὸν ἐπειρᾶτο, καὶ τῶν συνόντων αὐτῷ τοὺς μὲν πληγαῖς ᾐκίζετο τοὺς δὲ ἐκποδὼν ἐποιεῖτο, ὡς δὲ οὐδὲν ἐπέραινεν, ὑπερήλγησε καὶ εἶπεν αὐτῷ ὅτι «ἐγώ σε αὐτοκράτορα ἀπέδειξα», ὥσπερ ἀφελέσθαι τὴν μοναρχίαν αὐτοῦ δυναμένη· οὐ γὰρ ἠπίστατο ὅτι πᾶσα ἰσχὺς αὔταρχος, παρʼ ἰδιώτου δοθεῖσά τῳ, τοῦ τε δόντος αὐτὴν εὐθὺς ἀπαλλάττεται καὶ τῷ λαβόντι κατʼ ἐκείνου προσγίνεται.
τὸν δὲ Βρεττανικὸν φαρμάκῳ δολοφονήσας ὁ Νέρων, ἐπειδὴ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου ἐγενήθη, γύψῳ ἔχρισεν. ὑετὸς δὲ διὰ τῆς ἀγορᾶς αὐτοῦ διαγομένου πολύς, ὑγρᾶς ἔτι οὔσης τῆς γύψου, ἐπιπεσὼν πᾶσαν αὐτὴν ἀπέκλυσεν, ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι ἀλλὰ καὶ ὁρᾶσθαι.
ὅτι τοῦ Βρεττανικοῦ τελευτήσαντος οὐκέθʼ ὁ Σενέκας καὶ ὁ Βοῦρρος ἐπιμέλειάν τινα ἀκριβῆ τῶν κοινῶν ἐποιοῦντο, ἀλλʼ ἠγάπων εἰ καὶ μετρίως πως διάγοντες αὐτὰ περισωθεῖεν, καὶ ἐκ τούτου ὁ Νέρων λαμπρῶς ἤδη πάντων ὧν ἤθελεν ἐπʼ ἀδείας ἐνεπίμπλατο. καὶ οὕτω γὰρ ἐκφρονεῖν ἄντικρυς ἤρξατο ὥστε καὶ Ἀντώνιόν τινα ἱππέα αὐτίκα ὡς καὶ φαρμακέα κολάσαι, καὶ προσέτι καὶ τὰ φάρμακα δημοσίᾳ καταφλέξαι· αὐτὸς μὲν γὰρ καὶ ἐπὶ τούτῳ καὶ ἐπὶ τῷ διαθήκας τινὰς κακουργήσασί τισιν ἐπεξελθεῖν ἐσεμνύνετο, τοῖς δὲ δὴ ἄλλοις γέλωτα ἰσχυρὸν παρέσχεν, ὅτι τὰ ἑαυτοῦ ἔργα διʼ ἑτέρων ἐκόλασεν. καὶ πολλὰ μὲν οἴκοι πολλὰ δὲ καὶ ἐν τῇ πόλει, νύκτωρ καὶ μεθʼ ἡμέραν, ἐπικρυπτόμενός πῃ ἠσέλγαινεν, καὶ ἔς τε καπηλεῖα ἐσῄει, καὶ πανταχόσε ὡς καὶ ἰδιώτης ἐπλανᾶτο. πληγαί τε ἐκ τούτων καὶ ὕβρεις συχναὶ ἐγίγνοντο, ὥστε καὶ μέχρι τῶν θεάτρων τὸ δεινὸν προχωρῆσαι. οἱ γάρ τοι περὶ τὴν ὀρχήστραν καὶ περὶ τοὺς ἵππους ἔχοντες οὔτε τῶν στρατηγῶν οὔτε τῶν ὑπάτων ἐφρόντιζον, ἀλλʼ αὐτοί τε ἐστασίαζον καὶ τοὺς ἄλλους προσεπεσπῶντο, οὐχ ὅτι κωλύοντός σφας τοῦ Νέρωνος, ὅσον ἀπὸ βοῆς, ἀλλὰ καὶ προσεκταράσσοντος· καὶ γὰρ ἔχαιρε τοῖς δρωμένοις, ἔν τε φορείῳ τινὶ λάθρᾳ ἐς τὰ θέατρα ἐσκομιζόμενος, κἀκ τοῦ ἀφανοῦς τοῖς ἄλλοις ἐφορῶν τὰ γιγνόμενα. ἀμέλει καὶ τοὺς στρατιώτας τοὺς ἀεί ποτε ταῖς τοῦ δήμου συνόδοις παρεῖναι εἰωθότας ἀπηγόρευσε μὴ φοιτᾶν ἐς αὐτάς, πρόφασιν μὲν ὡς καὶ τὰ στρατιωτικὰ αὐτοὺς μόνα διὰ χειρὸς ποιεῖσθαι δέον, τὸ δʼ ἀληθὲς ἵνʼ ὅτι πλείστη τοῖς τι βουλομένοις ταράσσειν ἐξουσία εἴη. τῇ δὲ αὐτῇ σκήψει καὶ πρὸς τὴν μητέρα ἐχρήσατο· οὐδὲ γὰρ οὐδὲ ἐκείνῃ συνεῖναι στρατιώτην τινὰ ἐπέτρεπε, λέγων μηδένα ἄλλον ὑπʼ αὐτῶν πλὴν τοῦ αὐτοκράτορος φρουρεῖσθαι χρῆναι. καὶ τοῦτό γε καὶ ἐς τοὺς πολλοὺς τὴν ἔχθραν αὐτοῦ ἐξέφηνεν. τὰ μὲν γὰρ ἄλλα ὅσα καθʼ ἑκάστην ὡς εἰπεῖν ἡμέραν καὶ ἔλεγον ἐς ἀλλήλους καὶ ἔπραττον, ἐξῄει μὲν ἐκ τοῦ παλατίου, οὐ μέντοι καὶ πάντα ἐδημοσιεύετο, ἀλλὰ κατείκαζον αὐτὰ καὶ ἐλογοποίουν ἄλλοι ἄλλως· πρὸς γὰρ δὴ τὴν πονηρίαν τήν τε ἀσέλγειάν σφων τά τε ἐνδεχόμενα γενέσθαι ὡς γεγονότα διεθροεῖτο καὶ τὰ πιθανότητά τινα λεχθῆναι ἔχοντα ὡς καὶ ἀληθῆ ἐπιστεύετο· τότε δὲ πρῶτον ἰδόντες αὐτὴν ἄνευ δορυφόρων οἱ μὲν πολλοὶ ἐφυλάττοντο μηδʼ ἐκ συντυχίας αὐτῇ συμμῖξαι, εἰ δέ πού τις καὶ συνέτυχε, διὰ ταχέων ἄν, μηδὲν εἰπών, ἀπηλλάγη.
ἐν δέ τινι θέᾳ ἄνδρες ταύρους ἀπὸ ἵππων, συμπαραθέοντές σφισι, κατέστρεφον, τετρακοσίας τε ἄρκτους καὶ τριακοσίους λέοντας οἱ ἱππεῖς οἱ σωματοφύλακες τοῦ Νέρωνος κατηκόντισαν, ὅτε καὶ ἱππεῖς ἐκ τοῦ τέλους τριάκοντα ἐμονομάχησαν. ἐν μὲν δὴ οὖν τῷ φανερῷ ταῦτʼ ἐποίει, κρύφα δὲ νύκτωρ ἐκώμαζε κατὰ πᾶσαν τὴν πόλιν, ὑβρίζων ἐς τὰς γυναῖκας καὶ ἀσελγαίνων ἐς τὰ μειράκια, ἀποδύων τε τοὺς ἀπαντῶντας, παίων τιτρώσκων φονεύων. καὶ ἐδόκει μέν πως λανθάνειν — καὶ γὰρ ἐσθῆσι ποικίλαις καὶ κόμαις περιθέτοις ἄλλοτε ἄλλαις ἐχρῆτο —, ἠλέγχετο δὲ ἔκ τε τῆς ἀκουλουθίας καὶ ἐκ τῶν ἔργων· οὐδεὶς γὰρ ἂν τοσαῦτα καὶ τηλικαῦτα ἀδεῶς οὕτως ποιῆσαι ἐτόλμησεν. οὐδὲ γὰρ οὐδʼ οἴκοι μένειν ἀσφαλὲς οὐδενὶ ἐγίγνετο, ἀλλὰ καὶ ἐς ἐργαστήρια καὶ ἐς οἰκίας ἐσεπήδα. Ἰούλιος οὖν τις Μοντανὸς βουλευτής, ἀγανακτήσας ὑπὲρ τῆς γυναικός, προσέπεσέ τε αὐτῷ καὶ πληγὰς πολλὰς ἐνεφόρησεν, ὥσθʼ ὑπὸ τῶν ὑπωπίων συχναῖς αὐτὸν ἡμέραις κρυφθῆναι. καὶ ἔπαθεν ἂν ἐπὶ τούτῳ δεινὸν οὐδέν — ὁ γὰρ Νέρων ἐκ συντυχίας ἄλλως ὑβρίσθαι νομίσας οὐδεμίαν ὀργὴν ἐποιεῖτο —, εἰ μὴ ἐπέστειλεν αὐτῷ συγγνώμην αἰτούμενος. ὡς γὰρ ἀναγνοὺς ὁ Νέρων τὰ γράμματα ἔφη «οὐκοῦν ᾔδει Νέρωνα τύπτων», αὑτὸν κατεχρήσατο. ἐν δέ τινι θεάτρῳ θέας ἐπιτελῶν, εἶτα πληρώσας ἐξαίφνης τὸ θέατρον ὕδατος θαλασσίου ὥστε καὶ ἰχθύας καὶ κήτη ἐν αὐτῷ νήχεσθαι, ναυμαχίαν τε ἐποίησε Περσῶν δὴ τινῶν καὶ Ἀθηναίων, καὶ μετʼ αὐτὴν τό τε ὕδωρ εὐθὺς ἐξήγαγε, καὶ ξηράνας τὸ δάπεδον πεζοὺς πάλιν οὐχ ὅπως ἕνα πρὸς ἕνα ἀλλὰ καὶ πολλοὺς ἅμα πρὸς ἴσους συνέβαλεν.
ἐγένοντο δὲ μετὰ ταῦτα καὶ δικανικοὶ ἀγῶνες, ἐξ ὧν καὶ αὐτῶν συχνοὶ καὶ ἔφυγον καὶ ἀπέθανον.
ὅτι ὁ Σενέκας αἰτίαν ἔσχε, καὶ ἐνεκλήθη ἄλλα τε καὶ ὅτι τῇ Ἀγριππίνῃ συνεγίγνετο· οὐ γὰρ ἀπέχρησεν αὐτῷ τὴν Ἰουλίαν μοιχεῦσαι, οὐδὲ βελτίων ἐκ τῆς φυγῆς ἐγένετο, ἀλλὰ καὶ τῇ Ἀγριππίνῃ τοιαύτῃ τε οὔσῃ καὶ τοιοῦτον υἱὸν ἐχούσῃ ἐπλησίαζεν. οὐ μόνον δὲ ἐν τούτῳ ἀλλὰ καὶ ἐν ἄλλοις πάντα τὰ ἐναντιώτατα οἷς ἐφιλοσόφει ποιῶν ἠλέγχθη. καὶ γὰρ τυραννίδος κατηγορῶν τυραννοδιδάσκαλος ἐγίνετο, καὶ τῶν συνόντων τοῖς δυνάσταις κατατρέχων οὐκ ἀφίστατο τοῦ παλατίου, τούς τε κολακεύοντάς τινα διαβάλλων αὐτὸς οὕτω τὴν Μεσσαλῖναν καὶ τοὺς τοῦ Κλαυδίου ἐξελευθέρους ἐθώπευεν ὥστε καὶ βιβλίον σφίσιν ἐκ τῆς νήσου πέμψαι ἐπαίνους αὐτῶν ἔχον, ὃ μετὰ ταῦτα ὑπʼ αἰσχύνης ἀπήλειψε. τοῖς τε πλουτοῦσιν ἐγκαλῶν οὐσίαν ἑπτακισχιλίων καὶ πεντακοσίων μυριάδων ἐκτήσατο, καὶ τὰς πολυτελείας τῶν ἄλλων αἰτιώμενος πεντακοσίους τρίποδας κιτρίνου ξύλου ἐλεφαντόποδας ἴσους καὶ ὁμοίους εἶχε, καὶ ἐπʼ αὐτῶν εἱστία. τοῦτο γὰρ εἰπὼν καὶ τἆλλα τὰ ἀκόλουθα αὐτῷ δεδήλωκα, τάς τε ἀσελγείας, ἃς πράττων γάμον τε ἐπιφανέστατον ἔγημε καὶ μειρακίοις ἐξώροις ἔχαιρε, καὶ τοῦτο καὶ τὸν Νέρωνα ποιεῖν ἐδίδαξε, καίπερ τοσαύτῃ πρόσθεν αὐστηρότητι τῶν τρόπων χρώμενος ὥστε καὶ αἰτήσασθαι παρʼ αὐτοῦ μήτε φιλεῖν αὐτὸν μήτε συσσιτεῖν αὐτῷ. καὶ τούτου μὲν καὶ πρόφασίν τινα ἔσχεν, ἵνα δὴ καὶ φιλοσοφεῖν ἐπὶ σχολῆς δύνηται, μηδὲν ὑπὸ τῶν δείπνων αὐτοῦ ἐμποδιζόμενος, τὸ δὲ δὴ τοῦ φιλήματος οὐκ ἔχω συννοῆσαι διότι ἐξέστη· ὃ γάρ τοι καὶ μόνον ἄν τις ὑποπτεύσειεν, ὅτι οὐκ ἤθελε τοιοῦτο στόμα φιλεῖν, ἐλέγχεται ἐκ τῶν παιδικῶν αὐτοῦ ψεῦδος ὄν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς μοιχείας ἐγκληθείς τινα τότε μὲν αὐτός τε μηδὲ κατηγορηθεὶς ἀφείθη καὶ τὸν Πάλλαντα τόν τε Βοῦρρον ἐξῃτήσατο, ὕστερον δὲ οὐ καλῶς ἀπήλλαξεν.
ἦν δέ τις Μᾶρκος Σάλουιος Ὄθων, ὃς οὕτως ἔκ τε τῆς ὁμοιότητος τῶν τρόπων καὶ τῆς κοινωνίας τῶν ἁμαρτημάτων τῷ Νέρωνι ᾠκείωτο ὥστε καὶ εἰπών ποτε πρὸς αὐτόν «οὕτω με Καίσαρα ἴδοις» οὐδὲν διὰ τοῦτο κακὸν ἔπαθεν, ἀλλὰ τοσοῦτον μόνον ἀντήκουσεν ὅτι «οὐδὲ ὕπατόν σε ὄψομαι». τούτῳ τὴν Σαβῖναν, ἐξ εὐπατριδῶν οὖσαν, ἀπὸ τοῦ ἀνδρὸς ἀποσπάσας ἔδωκε, καὶ αὐτῇ ἀμφότεροι ἅμα ἐχρῶντο. φοβηθεῖσα οὖν ἡ Ἀγριππῖνα μὴ γήμηται τῷ Νέρωνι — δεινῶς γὰρ ἤδη αὐτῆς ἐρᾶν ἤρξατο —, ἔργον ἀνοσιώτατον ἐτόλμησεν· ὥσπερ γὰρ οὐχ ἱκανὸν ὂν ἐς μυθολογίαν ὅτι τὸν θεῖον τὸν Κλαύδιον ἐς ἔρωτα αὑτῆς ταῖς τε γοητείαις ταῖς τε ἀκολασίαις καὶ τῶν βλεμμάτων καὶ τῶν φιλημάτων ὑπηγάγετο, ἐπεχείρησε καὶ τὸν Νέρωνα ὁμοίως καταδουλώσασθαι. ἀλλʼ ἐκεῖνο μὲν εἴτʼ ἀληθῶς ἐγένετο εἴτε πρὸς τὸν τρόπον αὐτῶν ἐπλάσθη οὐκ οἶδα· ἃ δὲ δὴ πρὸς πάντων ὡμολόγηται λέγω, ὅτι ἑταίραν τινὰ τῇ Ἀγριππίνῃ ὁμοίαν ὁ Νέρων διʼ αὐτὸ τοῦτο ἐς τὰ μάλιστα ἠγάπησε, καὶ αὐτῇ τε ἐκείνῃ προσπαίζων καὶ τοῖς ἄλλοις ἐνδεικνύμενος ἔλεγεν ὅτι καὶ τῇ μητρὶ ὁμιλοίη. μαθοῦσα δὲ ταῦθʼ ἡ Σαβῖνα ἀνέπεισε τὸν Νέρωνα ὡς καὶ ἐπιβουλεύουσάν οἱ αὐτὴν διολέσαι. καὶ αὐτὸν καὶ ὁ Σενέκας, ὡς πολλοῖς καὶ ἀξιοπίστοις ἀνδράσιν εἴρηται, παρώξυνεν, εἴτʼ οὖν τὸ ἔγκλημα τὸ καθʼ ἑαυτοῦ ἐπηλυγάσασθαι βουληθείς, εἴτε καὶ τὸν Νέρωνα ἐς μιαιφονίαν ἀνόσιον προαγαγεῖν ἐθελήσας, ἵνʼ ὡς τάχιστα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἀπόληται. ἐπεὶ δὲ καὶ ἐκ τοῦ προφανοῦς ὤκνουν τὸ ἔργον καὶ κρύφα διὰ φαρμάκων οὐκ εἶχον αὐτὴν ἀνελεῖν — πάντα γὰρ ἐκείνη ἰσχυρῶς ἐφυλάσσετο —, ναῦν ἰδόντες ἐν τῷ θεάτρῳ διαλυομένην τε αὐτὴν ἐφʼ ἑαυτῆς καί τινα θηρία ἀφιεῖσαν, καὶ συνισταμένην αὖ πάλιν ὥστε καὶ ἐρρῶσθαι, τοιαύτην ἑτέραν ταχέως ἐναυπηγήσαντο. ὡς δὲ ἥ τε ναῦς ἐγεγόνει καὶ ἡ Ἀγριππῖνα ἐτεθεράπευτο — πάντα γὰρ τρόπον ἐκολάκευεν αὐτήν, ἵνα μή τι ὑποτοπήσασα φυλάξηται —, ἐν μὲν τῇ Ῥώμῃ οὐδὲν ἐτόλμησε ποιῆσαι, μὴ καὶ ἐκδημοσιευθῇ τὸ μίασμα, πόρρω δὲ ἐς τὴν Καμπανίαν ἀπάρας καὶ παραλαβὼν τὴν μητέρα ἔπλευσεν ἐπʼ αὐτῆς ἐκείνης τῆς νεὼς λαμπρότατα κεκοσμημένης, ὡς καὶ ἐπιθυμίαν αὐτῇ ἐμβαλεῖν ἀεί ποτε τῇ νηὶ χρῆσθαι. ἐλθών τε ἐς Βαύλους δεῖπνά τε πολυτελέστατα ἐπὶ πολλὰς ἡμέρας ἐποίησε καὶ τὴν μητέρα ἐν αὐτοῖς φιλοφρόνως εἱστίασεν, ἀποῦσάν τε πάνυ ποθεῖν ἐπλάττετο καὶ παροῦσαν ὑπερησπάζετο, αἰτεῖν τε ἐκέλευεν ὅ τι βούλοιτο, καὶ μὴ αἰτούσῃ πολλὰ ἐχαρίζετο. ἐπεὶ δὲ ἐνταῦθα ἦν, οὕτω δὴ ἀπὸ τοῦ δείπνου περὶ μέσας νύκτας περιλαμβάνει τε αὐτήν, καὶ πρὸς τὸ στέρνον προσαγαγών, καὶ φιλήσας καὶ τὰ ὄμματα καὶ τὰς χεῖρας «μῆτέρ» τε εἰπών, «ἔρρωσό μοι καὶ ὑγίαινε· ἐν γὰρ σοὶ καὶ ἐγὼ ζῶ καὶ διὰ σὲ βασιλεύω», παρέδωκεν αὐτὴν Ἀνικήτῳ ἀπελευθέρῳ ὡς καὶ κομιοῦντι οἴκαδε ἐπὶ τοῦ πλοίου οὗ κατεσκευάκει. ἀλλʼ οὐ γὰρ ἤνεγκεν ἡ θάλασσα τὴν μέλλουσαν ἐπʼ αὐτῇ τραγῳδίαν ἔσεσθαι, οὐδʼ ὑπέμεινε τὴν ψευδολογίαν τῆς ἀνοσιουργίας ἀναδέξασθαι, διελύθη μὲν ἡ ναῦς καὶ ἡ Ἀγριππῖνα ἐς τὸ ὕδωρ ἐξέπεσεν, οὐ μέντοι καὶ ἀπέθανεν, ἀλλὰ καίτοι καὶ ἐν σκότῳ καὶ διακορὴς μέθης οὖσα, τῶν τε ναυτῶν ταῖς κώπαις ἐπʼ αὐτὴν χρωμένων ὥστε καὶ Ἀκερρωνίαν Πῶλλαν τὴν σύμπλουν αὐτῆς ἀποκτεῖναι, διεσώθη. καὶ ἐλθοῦσα οἴκαδε οὔτε προσεποιήσατο οὔτʼ ἐξέφηνε τὸ ἐπιβούλευμα, ἀλλὰ καὶ πρὸς τὸν υἱὸν ἔπεμψε κατὰ τάχος, καὶ τό τε συμβεβηκὸς αὐτῇ ὡς κατὰ τύχην συμπεπτωκὸς ἔλεγε, καὶ ὅτι σώζοιτο εὐηγγελίζετο δῆθεν αὐτῷ. ἀκούσας δὲ ταῦθʼ ὁ Νέρων οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ τὸν πεμφθέντα ὡς ἐπὶ τῇ αὑτοῦ σφαγῇ ἥκοντα ἐκόλασε, καὶ ἐπὶ τὴν μητέρα τὸν Ἀνίκητον εὐθὺς μετὰ τῶν ναυτῶν ἀπέστειλε· τοῖς γὰρ δορυφόροις οὐκ ἐπίστευσε τὸν θάνατον αὐτῆς. ἰδοῦσα δέ σφας ἐκείνη ἔγνω τε ἐφʼ ἃ ἥκουσι, καὶ ἀναπηδήσασα ἐκ τῆς κοίτης τήν τε ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυμνώσασα «παῖε», ἔφη, «ταύτην, Ἀνίκητε, παῖε, ὅτι Νέρωνα ἔτεκεν».
οὕτω μὲν ἡ Ἀγριππῖνα ἡ τοῦ Γερμανικοῦ θυγάτηρ, ἡ τοῦ Ἀγρίππου ἔγγονος, ἡ τοῦ Αὐγούστου ἀπόγονος, ὑπʼ αὐτοῦ τοῦ υἱέος, ᾧ τὸ κράτος ἐδεδώκει, διʼ ὃν ἄλλους τε καὶ τὸν θεῖον ἀπεκτόνει, κατεσφάγη. μαθὼν δὲ ὁ Νέρων ὅτι τέθνηκεν, οὐκ ἐπίστευσεν· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ τολμήματος ἀπιστία αὐτῷ ὑπεχύθη· καὶ διὰ τοῦτο αὐτόπτης ἐπεθύμησε τοῦ πάθους γενέσθαι. καὶ αὐτήν τε πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα αὐτῆς ἐπεσκέψατο, καὶ τέλος πολὺ καὶ τοῦ φόνου ἀνοσιώτερον ἔπος ἐφθέγξατο· εἶπε γὰρ ὅτι «οὐκ ᾔδειν ὅτι οὕτω καλὴν μητέρα εἶχον». καὶ τοῖς τε δορυφόροις ἀργύριον ἔδωκεν, ἵνα δῆλον ὅτι πολλὰ τοιαῦτα γίνεσθαι εὔχωνται, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν, ἄλλα τε ὅσα συνῄδει αὐτῇ καταριθμῶν, καὶ ὅτι ἐπεβούλευσέ τε αὐτῷ καὶ φωραθεῖσα ἑαυτὴν διεχρήσατο. καὶ τῇ μὲν βουλῇ ταῦτα ἐπέστειλεν, αὐτὸς δὲ ταῖς τε νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐξαπιναίως ἀναπηδᾶν, καὶ μεθʼ ἡμέραν ὑπὸ σαλπίγγων δή τινων πολεμικόν τι καὶ θορυβῶδες ἐκ τοῦ χωρίου ἐν ᾧ τὰ τῆς Ἀγριππίνης ὀστᾶ ἔκειτο ἠχουσῶν ἐδειματοῦτο. διὸ καὶ ἄλλοσε ᾔει, καὶ ἐπειδὴ κἀνταῦθα τὰ αὐτὰ αὐτῷ συνέβαινεν, ἄλλοσε ἐμπλήκτως μεθίστατο.
ὅτι ὁ Νέρων, οἷα ἀληθὲς μὲν μηδὲν παρὰ μηδενὸς ἀκούων, πάντας δὲ ἐπαινοῦντας τὰ πεπραγμένα ὁρῶν, λανθάνειν τε ἐφʼ οἷς ἐδεδράκει ἢ καὶ ὀρθῶς αὐτὰ πεποιηκέναι ἐνόμισε, κἀκ τούτου πολὺ χείρων καὶ ἐς τὰ ἄλλα ἐγένετο. πάντα τε γὰρ ὅσα ἐξῆν αὐτῷ ποιεῖν, καὶ καλὰ ἡγεῖτο εἶναι, καὶ τοῖς φόβῳ τι ἢ κολακείᾳ αὐτοῦ λέγουσιν ὡς καὶ πάνυ ἀληθεύουσι προσεῖχεν. τέως μὲν γὰρ φόβοις καὶ θορύβοις συνείχετο· ἐπεὶ δʼ οἱ πρέσβεις πολλὰ καὶ κεχαρισμένα αὐτῷ εἶπον, ἀνεθάρσησε.
οἱ δὲ ἐν τῇ Ῥώμῃ ἄνθρωποι ἀκούσαντες ταῦτα, καίπερ ἀχθόμενοι, ἔχαιρον νομίζοντες αὐτὸν ἐκ τούτου γε πάντως ἀπολεῖσθαι. τῶν δὲ βουλευτῶν οἱ μὲν ἄλλοι πάντες προσεποιοῦντο χαίρειν ἐπὶ τοῖς γεγονόσι, καὶ συνήδοντο δῆθεν τῷ Νέρωνι, καὶ ἐψηφίζοντο πολλὰ οἷς ᾤοντο αὐτῷ χαριεῖσθαι· ὁ Πούπλιος δὲ δὴ Θρασέας Παῖτος ἦλθε μὲν ἐς τὸ συνέδριον καὶ τῆς ἐπιστολῆς ἐπήκουσεν, ἀναγνωσθείσης δὲ αὐτῆς ἐξανέστη τε εὐθὺς πρὶν καὶ ὁτιοῦν ἀποφήνασθαι καὶ ἐξῆλθε, διότι ἃ μὲν ἤθελεν εἰπεῖν οὐκ ἐδύνατο, ἃ δὲ ἐδύνατο οὐκ ἤθελεν. ἐν δὲ τῷ αὐτῷ τρόπῳ καὶ τὰ ἄλλα πάντα διῆγεν· ἔλεγε γὰρ ὅτι «εἰ μὲν ἐμὲ μόνον ὁ Νέρων φονεύσειν ἔμελλε, πολλὴν ἂν εἶχον τοῖς ἄλλοις ὑπερκολακεύουσιν αὐτὸν συγγνώμην· εἰ δὲ καὶ ἐκείνων τῶν σφόδρα αὐτὸν ἐπαινούντων πολλοὺς τοὺς μὲν ἀνάλωκε τοὺς δὲ καὶ ἀπολέσει, τί χρὴ μάτην ἀσχημονοῦντα δουλοπρεπῶς φθαρῆναι, ἐξὸν ἐλευθερίως ἀποδοῦναι τῇ φύσει τὸ ὀφειλόμενον; ἐμοῦ μὲν γὰρ πέρι καὶ ἔπειτα λόγος τις ἔσται, τούτων δέ, πλὴν κατʼ αὐτὸ τοῦτο ὅτι ἐσφάγησαν, οὐδείς». τοιοῦτος μὲν ὁ Θρασέας ἐγένετο, καὶ τοῦτο ἀεὶ πρὸς ἑαυτὸν ἔλεγεν «ἐμὲ Νέρων ἀποκτεῖναι μὲν δύναται, βλάψαι δὲ οὔ».
Νέρωνα δὲ μετὰ τὸν τῆς μητρὸς φόνον ἐσιόντα ἐς τὴν Ῥώμην δημοσίᾳ μὲν ἐθεράπευον, ἰδίᾳ δέ, ἐν ᾧ γε καὶ παρρησιάσασθαί τινες ἀσφαλῶς ἐδύναντο, καὶ μάλα αὐτὸν ἐσπάραττον. τοῦτο μὲν γὰρ μολγόν τέ τινα ἀπʼ ἀνδριάντος αὐτοῦ νύκτωρ ἀπεκρέμασαν, ἐνδεικνύμενοι ὅτι ἐς ἐκεῖνον αὐτὸν δέοι ἐμβεβλῆσθαι· τοῦτο δὲ παιδίον ἐς τὴν ἀγορὰν ῥίψαντες προσέδησαν αὐτῷ πινάκιον λέγον «οὐκ ἀναιροῦμαί σε, ἵνα μὴ τὴν μητέρα ἀποσφάξῃς».
ὅτι εἰσιόντος Νέρωνος εἰς τὴν Ῥώμην τοὺς τῆς Ἀγριππίνης ἀνδριάντας καθεῖλον· μὴ φθάσαντες δὲ ἕνα ἀποτεμεῖν ῥάκος αὐτῷ ἐπέβαλον ὥστε δοκεῖν ἐγκαλύπτεσθαι, καί τις παραχρῆμα ἐπιγράψας προσέπηξε τῷ ἀνδριάντι «ἐγὼ αἰσχύνομαι καὶ σὺ οὐκ αἰδῇ».
καὶ ἦν μὲν καὶ ἀναγινώσκειν πολλαχόθι ὁμοίως γεγραμμένον
«Νέρων Ὀρέστης Ἀλκμέων μητροκτόνοι», ἦν δὲ καὶ ἀκούειν αὐτὸ τοῦτο λεγόντων ὅτι Νέρων τὴν μητέρα ἀνεχρήσατο· συχνοὶ γὰρ ὡς καὶ λελαληκότας τινὰς αὐτὸ ἐσήγγελον, οὐχ οὕτως ἵνʼ ἐκείνους ἀπολέσωσιν, ὡς ἵνα τὸν Νέρωνα διαβάλωσιν. ὅθεν οὐδεμίαν τοιαύτην δίκην προσήκατο, ἤτοι μὴ βουλόμενος ἐπὶ πλεῖον διʼ αὐτῆς τὴν φήμην ἐπαυξῆσαι, ἢ καὶ καταφρονῶν ἤδη τῶν λεγομένων. ὁ μέντοι ἥλιος σύμπας ἐν μέσαις ταῖς θυσίαις ταῖς ἐπὶ τῇ Ἀγριππίνῃ κατὰ τὸ ψήφισμα γενομέναις ἐξέλιπεν, ὥστε καὶ ἀστέρας ἐκφῆναι· καὶ οἱ ἐλέφαντες οἱ τὴν τοῦ Αὐγούστου ἁρμάμαξαν ἄγοντες ἐς μὲν τὸν ἱππόδρομον ἐσῆλθον καὶ μέχρι τῆς τῶν βουλευτῶν ἕδρας ἀφίκοντο, γενόμενοι δὲ ἐνταῦθα ἔστησαν καὶ περαιτέρω οὐ προεχώρησαν. καὶ ὃ δὴ καὶ μάλιστα ἄν τις ἐτεκμήρατο ἐκ τοῦ δαιμονίου γεγονέναι, σκηπτός ποτε τὸ δεῖπνον αὐτοῦ πᾶν ἐσφερόμενόν οἱ κατέφλεξεν, ὥσπερ τις ἅρπυια τὰ σιτία αὐτοῦ ἀφελόμενος.
ὅτι καὶ τὴν Δομιτίαν τὴν τηθίδα, ἣν καὶ αὐτὴν ὡς μητέρα τιμᾶν ἔλεγεν, ἐπαπέκτεινε φαρμάκῳ, οὐδʼ ἀνέμεινεν ὀλίγας ἡμέρας ἵνʼ ἄλλως ὑπὸ τοῦ γήρως ἀποθάνῃ, ἀλλʼ ἐπεθύμησε καὶ ἐκείνην ἀπολέσαι. καὶ ἔσπευσέ γε τοῦτο ποιῆσαι διὰ τὰ κτήματα αὐτῆς τὰ ἐν ταῖς Βαίαις καὶ ἐν τῇ Ῥαβεννίδι ὄντα, ἐν οἷς καὶ ἡβητήρια εὐθὺς μεγαλοπρεπῆ κατεσκεύασεν, ἃ καὶ δεῦρο ἀνθεῖ.
ἐπὶ δὲ δὴ τῇ μητρὶ καὶ ἑορτὴν μεγίστην δὴ καὶ πολυτελεστάτην ἐποίησεν, ὥστε ἐν πέντε ἢ καὶ ἓξ ἅμα θεάτροις ἐπὶ πολλὰς ἡμέρας πανηγυρίσαι, ὅτε δὴ καὶ ἐλέφας ἀνήχθη ἐς τὴν ἀνωτάτω τοῦ θεάτρου ἁψῖδα, καὶ ἐκεῖθεν ἐπὶ σχοινίων κατέδραμεν ἀναβάτην φέρων. ἐκεῖνο δὲ δὴ καὶ αἴσχιστον καὶ δεινότατον ἅμα ἐγένετο, ὅτι καὶ ἄνδρες καὶ γυναῖκες οὐχ ὅπως τοῦ ἱππικοῦ ἀλλὰ καὶ τοῦ βουλευτικοῦ ἀξιώματος ἐς τὴν ὀρχήστραν καὶ ἐς τὸν ἱππόδρομον τό τε θέατρον τὸ κυνηγετικὸν ἐσῆλθον ὥσπερ οἱ ἀτιμότατοι, καὶ ηὔλησάν τινες αὐτῶν καὶ ὠρχήσαντο τραγῳδίας τε καὶ κωμῳδίας ὑπεκρίναντο καὶ ἐκιθαρῴδησαν, ἵππους τε ἤλασαν καὶ θηρία ἀπέκτειναν καὶ ἐμονομάχησαν, οἱ μὲν ἐθελονταὶ οἱ δὲ καὶ πάνυ ἄκοντες. καὶ εἶδον οἱ τότε ἄνθρωποι τὰ γένη τὰ μεγάλα, τοὺς Φουρίους τοὺς Ὀρατίους τοὺς Φαβίους τοὺς Πορκίους τοὺς Οὐαλερίους, τἆλλα πάντα ὧν τὰ τρόπαια ὧν οἱ ναοὶ ἑωρῶντο, κάτω τε ἑστηκότας καὶ τοιαῦτα δρῶντας ὧν ἔνια οὐδʼ ὑπʼ ἄλλων γινόμενα ἐθεώρουν. καὶ ἐδακτυλοδείκτουν γε αὐτοὺς ἀλλήλοις, καὶ ἐπέλεγον Μακεδόνες μέν «οὗτός ἐστιν ὁ τοῦ Παύλου ἔκγονος», Ἕλληνες δὲ «οὗτος τοῦ Μομμίου», Σικελιῶται «ἴδετε τὸν Κλαύδιον», Ἠπειρῶται «ἴδετε τὸν Ἄππιον», Ἀσιανοὶ τὸν Λούκιον, Ἴβηρες τὸν Πούπλιον, Καρχηδόνιοι Ἀφρικανόν, Ῥωμαῖοι δὲ πάντας. τοιαῦτα γάρ που προτέλεια τῆς αὑτοῦ ἀσχημοσύνης ποιῆσαι ἠθέλησεν.
ὠλοφύροντο δὲ πάντες οἱ νοῦν ἔχοντες καὶ ἐπὶ τῷ πλήθει τῶν ἀναλισκομένων. πάντα μὲν γὰρ τὰ πολυτελέστατα ἃ ἄνθρωποι ἐσθίουσι, πάντα δὲ καὶ τὰ ἄλλα τὰ τιμιώτατα, ἵππους ἀνδράποδα ζεύγη χρυσίον ἀργύριον ἐσθῆτα ποικίλην, ἐδίδου διὰ συμβόλων· σφαιρία γὰρ μικρὰ, γεγραμμένα ὡς ἕκαστα αὐτῶν ἔχοντα, ἐς τὸν ὅμιλον ἐρρίπτει, καὶ ἐδίδοτο ὅ τι τις διʼ ἐκείνων ἥρπασεν. ἐνενόουν γὰρ ὅτι, ὁπότε τοσαῦτα ἀνήλισκεν ἵνα ἀσχημονήσῃ, οὐδενὸς τῶν ἀτοπωτάτων ἀφέξεται ἵνα τι κερδάνῃ. τεράτων δέ τινων γεγονότων τότε οἱ μάντεις ὄλεθρον αὐτῷ ταῦτα φέρειν εἶπον, καὶ συνεβούλευσαν ἐς ἑτέρους τὸ δεινὸν ἀποτρέψασθαι. κἂν συχνοὺς εὐθὺς κατεχρήσατο, εἰ μὴ ὁ Σενέκας ἔφη αὐτῷ ὅτι «ὅσους ἂν ἀποσφάξῃς, οὐ δύνασαι τὸν διάδοχόν σου ἀποκτεῖναι».
τότε μὲν δὴ τοσαῦτα σωτήρια, ὡς δὴ ἔλεγεν, ἑώρτασε, καὶ τὴν ἀγορὰν τῶν ὄψων, τὸ μάκελλον ὠνομασμένον, καθιέρωσε· μετὰ δὲ ταῦτα ἕτερον αὖ εἶδος ἑορτῆς ἤγαγεν, ἐπεκλήθη δὲ Ἰουουενάλια ὥσπερ τινὰ νεανισκεύματα, καὶ ἐτελέσθη ἐπὶ τῷ γενείῳ αὐτοῦ. καὶ γὰρ τοῦτο τότε πρῶτον ἐξύρατο, καὶ τάς γε τρίχας ἐς σφαιρίον τι χρυσοῦν ἐμβαλὼν ἀνέθηκε τῷ Διὶ τῷ Καπιτωλίῳ· καὶ ἐς τὴν ἑορτὴν οἵ τε ἄλλοι καὶ οἱ εὐγενέστατοι πάντως τι ἐπεδείξαντο. τεκμήριον δέ, Αἰλία Κατέλλα τοῦτο μὲν γένει καὶ πλούτῳ προήκουσα, τοῦτο δὲ καὶ ἡλικίᾳ προφέρουσα — ὀγδοηκοντοῦτις γὰρ ἦν — ὠρχήσατο, οἵ τε λοιποὶ οἱ διὰ γῆρας ἢ νόσον ἰδίᾳ μηδὲν ποιῆσαι δυνάμενοι ἐχορῴδησαν. ἤσκουν μὲν γὰρ πάντες ὅ τι τις καὶ ὁπωσοῦν οἷός τε ἦν, καὶ ἐς διδασκαλεῖα ἀποδεδειγμένα συνεφοίτων οἱ ἐλλογιμώτατοι, ἄνδρες γυναῖκες, κόραι μειράκια, γραῖαι γέροντες· εἰ δέ τις μὴ ἐδύνατο ἐν ἑτέρῳ τῳ θέαν παρασχεῖν, ἐς τοὺς χοροὺς κατεχωρίζετο. καὶ ἐπειδή γέ τινες αὐτῶν προσωπεῖα ὑπʼ αἰσχύνης, ἵνα μὴ γνωρίζωνται, περιέθεντο, περιεῖλεν αὐτὰ τοῦ δήμου δῆθεν ἀξιώσαντος, καὶ ἐπέδειξε καὶ τοῖς ὀλίγον ἔμπροσθεν ὑπʼ αὐτῶν ἀρχθεῖσιν ἀνθρώποις. καὶ τότε δὴ μάλιστα καὶ ἐκεῖνοι καὶ οἱ ἄλλοι τοὺς τεθνηκότας ἐμακάριζον· πολλοὶ γὰρ ἄνδρες τῶν πρώτων ἐν τῷ ἔτει τούτῳ ἐτελεύτησαν, ὧν ἐνίους καὶ τῷ Νέρωνι ἐπιβουλεύειν αἰτιαθέντας οἱ στρατιῶται περιστάντες ἐλιθοβόλησαν.
καὶ ἔδει γὰρ καὶ τὸν κολοφῶνα ἄξιον τῶν πραττομένων ἐπενεχθῆναι, παρῆλθέ τε καὶ αὐτὸς ὁ Νέρων ἐς τὸ θέατρον, ὀνομαστὶ πρὸς τοῦ Γαλλίωνος ἐσκηρυχθείς, καὶ ἔστη τε ἐπὶ τῆς σκηνῆς ὁ Καῖσαρ τὴν κιθαρῳδικὴν σκευὴν ἐνδεδυκώς, καὶ «κύριοί μου, εὐμενῶς μου ἀκούσατε» εἶπεν ὁ αὐτοκράτωρ, ἐκιθαρῴδησέ τε Ἄττιν τινὰ ἢ Βάκχας ὁ Αὔγουστος, πολλῶν μὲν στρατιωτῶν παρεστηκότων, παντὸς δὲ τοῦ δήμου, ὅσον αἱ ἕδραι ἐχώρησαν, καθημένου, καίτοι καὶ βραχὺ καὶ μέλαν, ὥς γε παραδέδοται, φώνημα ἔχων, ὥστε καὶ γέλωτα ἅμα καὶ δάκρυα πᾶσι κινῆσαι. καὶ αὐτῷ καὶ ὁ Βοῦρρος καὶ ὁ Σενέκας, καθάπερ τινὲς διδάσκαλοι, ὑποβάλλοντές τι παρειστήκεσαν, καὶ αὐτοὶ τάς τε χεῖρας καὶ τὰ ἱμάτια, ὁπότε φθέγξαιτό τι, ἀνέσειον, καὶ τοὺς ἄλλους προσεπεσπῶντο. ἦν μὲν γάρ τι καὶ ἴδιον αὐτῷ σύστημα ἐς πεντακισχιλίους στρατιώτας παρεσκευασμένον, Αὐγούστειοί τε ὠνομάζοντο καὶ ἐξῆρχον τῶν ἐπαίνων· ἠναγκάζοντο δέ σφισι καὶ οἱ ἄλλοι πάντες καὶ ἄκοντες, πλὴν τοῦ Θρασέα, ἐκβοᾶν. οὗτος μὲν γὰρ οὐδέποτε αὐτῷ συγκαθῆκεν, οἱ δὲ δὴ ἄλλοι, καὶ μάλισθʼ οἱ ἐπιφανεῖς, σπουδῇ καὶ ὀδυρόμενοι συνελέγοντο, καὶ πάνθʼ ὅσαπερ οἱ Αὐγούστειοι, ὡς καὶ χαίροντες, συνεβόων· καὶ ἦν ἀκούειν πως αὐτῶν λεγόντων «ὁ καλὸς Καῖσαρ, ὁ Ἀπόλλων, ὁ Αὔγουστος, εἷς ὡς Πύθιος. μά σε Καῖσαρ, οὐδείς σε νικᾷ.» ποιήσας δὲ ταῦτα ἐδείπνισε τὸν δῆμον ἐπὶ πλοίων ἐν τῷ χωρίῳ ἐν ᾧ ἡ ναυμαχία ὑπὸ τοῦ Αὐγούστου ἐγεγόνει· καὶ ἐξ αὐτοῦ νυκτὸς μεσούσης ἐς τὸν Τίβεριν διὰ τάφρου κατέπλευσε.
ταῦτα μὲν ἐπὶ τῷ τὸ γένειον ψιλισθῆναι ἔπραξεν· ὑπὲρ δὲ δὴ τῆς σωτηρίας τῆς τε διαμονῆς τοῦ κράτους αὐτοῦ — οὕτω γάρ που προέγραψεν — ἀγῶνα πενταετηρικὸν κατεστήσατο, Νερώνεια αὐτὸν ὀνομάσας, καὶ ἐπʼ αὐτῷ καὶ τὸ γυμνάσιον ᾠκοδόμησεν, ἔλαιόν τε ἐν τῇ καθιερώσει αὐτοῦ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι προῖκα ἔνειμε. τὸν μέντοι στέφανον τὸν τῶν κιθαρῳδῶν ἀνικεὶ ἔλαβε, πάντων ὡς καὶ ἀναξίων τῆς νίκης ἐκβληθέντων, καὶ εὐθὺς ἐς αὐτὸ τὸ γυμνάσιον ἐν τῇ στολῇ σφων ἐσεγράφη. κἀκ τούτου καὶ οἱ ἄλλοι αὐτῷ στέφανοι οἱ τῆς κιθαρῳδίας ἐξ ἁπάντων τῶν ἀγώνων ὡς καὶ μόνῳ ἀξιονίκῳ ἐπέμποντο.
ἐν ᾧ δὲ ταῦτα ἐν τῇ Ῥώμῃ ἐπαίζετο, πάθος ἐν τῇ Βρεττανίᾳ δεινὸν συνηνέχθη· δύο τε γὰρ πόλεις ἐπορθήθησαν, καὶ μυριάδες ὀκτὼ τῶν τε Ῥωμαίων καὶ τῶν συμμάχων αὐτῶν ἐφθάρησαν, ἥ τε νῆσος ἠλλοτριώθη. καὶ ταῦτα μέντοι πάντα ὑπὸ γυναικὸς αὐτοῖς συνηνέχθη, ὥστε καὶ κατὰ τοῦτο πλείστην αὐτοῖς αἰσχύνην συμβῆναι, ὥς που καὶ τὸ θεῖον τὴν συμφορὰν αὐτοῖς προεσήμανεν· ἔκ τε γὰρ τοῦ βουλευτηρίου θροῦς νυκτὸς βαρβαρικὸς μετὰ γέλωτος καὶ ἐκ τοῦ θεάτρου θόρυβος μετʼ οἰμωγῆς ἐξηκούετο, μηδενὸς ἀνθρώπων μήτε φθεγγομένου μήτε στένοντος, οἰκίαι τέ τινες ἐν τῷ Ταμέσᾳ ποταμῷ ὕφυδροι ἑωρῶντο, καὶ ὁ ὠκεανὸς ὁ μεταξὺ τῆς τε νήσου καὶ τῆς Γαλατίας αἱματώδης ποτὲ ἐν τῇ πλημμυρίδι ηὐξήθη. πρόφασις δὲ τοῦ πολέμου ἐγένετο ἡ δήμευσις τῶν χρημάτων ἃ Κλαύδιος τοῖς πρώτοις αὐτῶν ἐδεδώκει· καὶ ἔδει καὶ ἐκεῖνα, ὥς γε Δεκιανὸς Κάτος ὁ τῆς νήσου ἐπιτροπεύων ἔλεγεν, ἀναπόμπιμα γενέσθαι. διά τε οὖν τοῦτο, καὶ ὅτι ὁ Σενέκας χιλίας σφίσι μυριάδας ἄκουσιν ἐπὶ χρησταῖς ἐλπίσι τόκων δανείσας ἔπειτʼ ἀθρόας τε ἅμα αὐτὰς καὶ βιαίως ἐσέπρασσεν ........ ἡ δὲ μάλιστα αὐτοὺς ἐρεθίσασα καὶ ἐναντία Ῥωμαίων πολεμεῖν ἀναπείσασα, τῆς τε προστατείας αὐτῶν ἀξιωθεῖσα καὶ τοῦ πολέμου παντὸς στρατηγήσασα, Βουδουῖκα ἦν, γυνὴ Βρεττανὶς γένους τοῦ βασιλείου, μεῖζον ἢ κατὰ γυναῖκα φρόνημα ἔχουσα. αὕτη γὰρ συνήγαγέ τε τὸ στράτευμα ἀμφὶ δώδεκα μυριάδας ὄν, καὶ ἀνέβη ἐπὶ βῆμα ἐκ γῆς ἑλώδους ἐς τὸν Ῥωμαϊκὸν τρόπον πεποιημένον. ἦν δὲ καὶ τὸ σῶμα μεγίστη καὶ τὸ εἶδος βλοσυρωτάτη τό τε βλέμμα δριμυτάτη, καὶ τὸ φθέγμα τραχὺ εἶχε, τήν τε κόμην πλείστην τε καὶ ξανθοτάτην οὖσαν μέχρι τῶν γλουτῶν καθεῖτο, καὶ στρεπτὸν μέγαν χρυσοῦν ἐφόρει, χιτῶνά τε παμποίκιλον ἐνεκεκόλπωτο, καὶ χλαμύδα ἐπʼ αὐτῷ παχεῖαν ἐνεπεπόρπητο. οὕτω μὲν ἀεὶ ἐνεσκευάζετο· τότε δὲ καὶ λόγχην λαβοῦσα, ὥστε καὶ ἐκ τούτου πάντας ἐκπλήττειν, ἔλεξεν ὧδε.
«πέπεισθε μὲν τοῖς ἔργοις αὐτοῖς ὅσον ἐλευθερία τῆς δουλείας διαφέρει, ὥστʼ εἰ καὶ πρότερόν τις ὑμῶν ὑπὸ τῆς τοῦ κρείττονος ἀπειρίας ἐπαγωγοῖς ἐπαγγέλμασι τῶν Ῥωμαίων ἠπάτητο, ἀλλὰ νῦν γε ἑκατέρου πεπειραμένοι μεμαθήκατε μὲν ὅσον ἡμαρτήκατε δεσποτείαν ἐπισπαστὸν πρὸ τῆς πατρίου διαίτης προτιμήσαντες, ἐγνώκατε δὲ ὅσῳ καὶ πενία ἀδέσποτος πλούτου δουλεύοντος προφέρει. τί μὲν γὰρ οὐ τῶν αἰσχίστων, τί δʼ οὐ τῶν ἀλγίστων, ἐξ οὗπερ ἐς τὴν Βρεττανίαν οὗτοι παρέκυψαν, πεπόνθαμεν; οὐ τῶν μὲν πλείστων καὶ μεγίστων κτημάτων ὅλων ἐστερήμεθα, τῶν δὲ λοιπῶν τέλη καταβάλλομεν; οὐ πρὸς τῷ τἆλλα πάντα καὶ νέμειν καὶ γεωργεῖν ἐκείνοις, καὶ τῶν σωμάτων αὐτῶν δασμὸν ἐτήσιον φέρομεν; καὶ πόσῳ κρεῖττον ἦν ἅπαξ τισὶ πεπρᾶσθαι μᾶλλον ἢ μετὰ κενῶν ἐλευθερίας ὀνομάτων κατʼ ἔτος λυτροῦσθαι; πόσῳ δὲ ἐσφάχθαι καὶ ἀπολωλέναι μᾶλλον ἢ κεφαλὰς ὑποτελεῖς περιφέρειν; καίτοι τί τοῦτο εἶπον; οὐδὲ γὰρ τὸ τελευτῆσαι παρʼ αὐτοῖς ἀζήμιόν ἐστιν, ἀλλʼ ἴστε ὅσον καὶ ὑπὲρ τῶν νεκρῶν τελοῦμεν· παρὰ μὲν γὰρ τοῖς ἄλλοις ἀνθρώποις καὶ τοὺς δουλεύοντάς τισιν ὁ θάνατος ἐλευθεροῖ, Ῥωμαίοις δὲ δὴ μόνοις καὶ οἱ νεκροὶ ζῶσι πρὸς τὰ λήμματα. τί δʼ ὅτι, κἂν μὴ ἔχῃ τις ἡμῶν ἀργύριον — πῶς γὰρ ἢ πόθεν —, ἀποδυόμεθα καὶ σκυλευόμεθα ὥσπερ οἱ φονευόμενοι; τί δʼ ἂν προϊόντος τοῦ χρόνου μετριάσαιεν, οὕτως ἡμῖν κατὰ τὴν πρώτην εὐθύς, ὅτε πάντες καὶ τὰ θηρία τὰ νεάλωτα θεραπεύουσι, προσενηνεγμένοι;
ἡμεῖς δὲ δὴ πάντων τῶν κακῶν τούτων αἴτιοι, ὥς γε τἀληθὲς εἰπεῖν, γεγόναμεν, οἵτινες αὐτοῖς ἐπιβῆναι τὴν ἀρχὴν τῆς νήσου ἐπετρέψαμεν, καὶ οὐ παραχρῆμα αὐτούς, ὥσπερ καὶ τὸν Καίσαρα τὸν Ἰούλιον ἐκεῖνον, ἐξηλάσαμεν· οἵτινες οὐ πόρρωθέν σφισιν, ὥσπερ καὶ τῷ Αὐγούστῳ καὶ τῷ Γαΐῳ τῷ Καλιγόλᾳ, φοβερὸν τὸ καὶ πειρᾶσαι τὸν πλοῦν ἐποιήσαμεν. τοιγαροῦν νῆσον τηλικαύτην, μᾶλλον δὲ ἤπειρον τρόπον τινὰ περίρρυτον νεμόμενοι καὶ ἰδίαν οἰκουμένην ἔχοντες, καὶ τοσοῦτον ὑπὸ τοῦ ὠκεανοῦ ἀφʼ ἁπάντων τῶν ἄλλων ἀνθρώπων ἀφωρισμένοι ὥστε καὶ γῆν ἄλλην καὶ οὐρανὸν ἄλλον οἰκεῖν πεπιστεῦσθαι, καί τινας αὐτῶν καὶ τοὺς σοφωτάτους γε μηδὲ τὸ ὄνομα ἡμῶν ἀκριβῶς πρότερον ἐγνωκέναι, κατεφρονήθημεν καὶ κατεπατήθημεν ὑπʼ ἀνθρώπων μηδὲν ἄλλο ἢ πλεονεκτεῖν εἰδότων. ἀλλʼ εἰ καὶ μὴ πρότερον, νῦν ἔτι, ὦ πολῖται καὶ φίλοι καὶ συγγενεῖς — πάντας γὰρ ὑμᾶς συγγενεῖς, ἅτε καὶ μιᾶς νήσου οἰκήτορας ὄντας καὶ ἓν ὄνομα κοινὸν κεκλημένους, νομίζω —, τὰ προσήκοντα πράξωμεν, ἕως ἔτι τῆς ἐλευθερίας μνημονεύομεν, ἵνα καὶ τὸ πρόσρημα καὶ τὸ ἔργον αὐτῆς τοῖς παισὶ καταλίπωμεν. ἂν γὰρ ἡμεῖς τῆς συντρόφου εὐδαιμονίας παντελῶς ἐκλαθώμεθα, τί ποτε ἐκεῖνοι ποιήσουσιν ἐν δουλείᾳ τραφέντες;
λέγω δὲ ταῦτα οὐχ ἵνα μισήσητε τὰ παρόντα — μεμισήκατε γάρ —, οὐδʼ ἵνα φοβηθῆτε τὰ μέλλοντα — πεφόβησθε γάρ —, ἀλλʼ ἵνα ἐπαινέσω τε ὑμᾶς ὅτι καὶ καθʼ ἑαυτοὺς πάνθʼ ὅσα δεῖ προαιρεῖσθε, καὶ χάριν ὑμῖν γνῶ ὅτι καὶ ἐμοὶ καὶ ἑαυτοῖς ἑτοίμως συναίρεσθε. φοβεῖσθε δὲ μηδαμῶς τοὺς Ῥωμαίους· οὔτε γὰρ πλείους ἡμῶν εἰσιν οὔτʼ ἀνδρειότεροι. τεκμήριον δὲ ὅτι καὶ κράνεσι καὶ θώραξι καὶ κνημῖσιν ἐσκέπασθε καὶ προσέτι καὶ σταυρώμασι καὶ τείχεσι καὶ τάφροις ἐσκεύασθε πρὸς τὸ μήτι πάσχειν ἐξ ἐπιδρομῆς τῶν πολεμίων. τοῦτο γὰρ αἱροῦνται μᾶλλον ὑπὸ τῶν φόβων ἢ τὸ καὶ δρᾶσαί τι προχείρως ὥσπερ ἡμεῖς. τοσαύτῃ γὰρ περιουσίᾳ ἀνδρίας χρώμεθα ὥστε καὶ τὰς σκηνὰς ἀσφαλεστέρας τῶν τειχῶν καὶ τὰς ἀσπίδας πολυαρκεστέρας τῆς ἐκείνων πανοπλίας νομίζειν. ἐξ οὗπερ ἡμεῖς μὲν καὶ κρατοῦντες αἱροῦμεν αὐτοὺς καὶ βιασθέντες ἐκφεύγομεν, κἂν ἄρα καὶ ἀναχωρῆσαί ποι προελώμεθα, ἐς τοιαῦτα ἕλη καὶ ὄρη καταδυόμεθα ὥστε μήτε εὑρεθῆναι μήτε ληφθῆναι· ἐκεῖνοι δὲ οὔτε διῶξαί τινα ὑπὸ τοῦ βάρους οὔτε φυγεῖν δύνανται, κἂν ἄρα καὶ ἐκδράμωσί ποτε, ἔς τε χωρία ἀποδεδειγμένα καταφεύγουσι, κἀνταῦθα ὥσπερ ἐς γαλεάγρας κατακλείονται. ἔν τε οὖν τούτοις παρὰ πολὺ ἡμῶν ἐλαττοῦνται, καὶ ἐν ἐκείνοις, ὅτι οὔτε λιμὸν οὔτε δίψος, οὐ ψῦχος οὐ καῦμα ὑποφέρουσιν ὥσπερ ἡμεῖς, ἀλλʼ οἱ μὲν καὶ σκιᾶς καὶ σκέπης σίτου τε μεμαγμένου καὶ οἴνου καὶ ἐλαίου δέονται, κἂν ἄρα τι τούτων αὐτοὺς ἐπιλίπῃ διαφθείρονται, ἡμῖν δὲ δὴ πᾶσα μὲν πόα καὶ ῥίζα σῖτός ἐστι, πᾶς δὲ χυμὸς ἔλαιον, πᾶν δὲ ὕδωρ οἶνος, πᾶν δὲ δένδρον οἰκία. καὶ μὴν καὶ τὰ χωρία ταῦτα ἡμῖν μὲν συνήθη καὶ σύμμαχα, ἐκείνοις δὲ δὴ καὶ ἄγνωστα καὶ πολέμια· καὶ τοὺς ποταμοὺς ἡμεῖς μὲν γυμνοὶ διανέομεν, ἐκεῖνοι δὲ οὐδὲ πλοίοις ῥᾳδίως περαιοῦνται. ἀλλʼ ἴωμεν ἐπʼ αὐτοὺς ἀγαθῇ τύχῃ θαρροῦντες. δείξωμεν αὐτοῖς ὅτι λαγωοὶ καὶ ἀλώπεκες ὄντες κυνῶν καὶ λύκων ἄρχειν ἐπιχειροῦσιν.»
ταῦτα εἰποῦσα λαγὼν μὲν ἐκ τοῦ κόλπου προήκατο μαντείᾳ τινὶ χρωμένη, καὶ ἐπειδὴ ἐν αἰσίῳ σφίσιν ἔδραμε, τό τε πλῆθος πᾶν ἡσθὲν ἀνεβόησε, καὶ ἡ Βουδουῖκα τὴν χεῖρα ἐς τὸν οὐρανὸν ἀνατείνασα εἶπε «χάριν τέ σοι ἔχω, ὦ Ἀνδράστη, καὶ προσεπικαλοῦμαί σε γυνὴ γυναῖκα, οὐκ Αἰγυπτίων ἀχθοφόρων ἄρχουσα ὡς Νίτωκρις, οὐδʼ Ἀσσυρίων τῶν ἐμπόρων ὡς Σεμίραμις — καὶ γὰρ ταῦτʼ ἤδη παρὰ τῶν Ῥωμαίων μεμαθήκαμεν —, οὐ μὴν οὐδὲ Ῥωμαίων αὐτῶν ὡς πρότερον μὲν Μεσσαλῖνα ἔπειτʼ Ἀγριππῖνα νῦν δὲ καὶ Νέρων — ὄνομα μὲν γὰρ ἀνδρὸς ἔχει, ἔργῳ δὲ γυνή ἐστι· σημεῖον δέ, ᾄδει καὶ κιθαρίζει καὶ καλλωπίζεται —, ἀλλὰ ἀνδρῶν Βρεττανῶν, γεωργεῖν μὲν ἢ δημιουργεῖν οὐκ εἰδότων, πολεμεῖν δὲ ἀκριβῶς μεμαθηκότων, καὶ τά τε ἄλλα πάντα κοινὰ καὶ παῖδας καὶ γυναῖκας κοινὰς νομιζόντων, καὶ διὰ τοῦτο καὶ ἐκείνων τὴν αὐτὴν τοῖς ἄρρεσιν ἀρετὴν ἐχουσῶν. τοιούτων οὖν ἀνδρῶν καὶ τοιούτων γυναικῶν βασιλεύουσα προσεύχομαί τέ σοι καὶ αἰτῶ νίκην καὶ σωτηρίαν καὶ ἐλευθερίαν κατʼ ἀνδρῶν ὑβριστῶν ἀδίκων ἀπλήστων ἀνοσίων, εἴ γε καὶ ἄνδρας χρὴ καλεῖν ἀνθρώπους ὕδατι θερμῷ λουμένους, ὄψα σκευαστὰ ἐσθίοντας, οἶνον ἄκρατον πίνοντας, μύρῳ ἀλειφομένους, μαλθακῶς κοιμωμένους, μετὰ μειρακίων, καὶ τούτων ἐξώρων, καθεύδοντας, κιθαρῳδῷ, καὶ τούτῳ κακῷ, δουλεύοντας. μὴ γάρ τοι μήτʼ ἐμοῦ μήθʼ ὑμῶν ἔτι βασιλεύσειεν ἡ Νερωνὶς ἡ Δομιτία, ἀλλʼ ἐκείνη μὲν Ῥωμαίων ᾄδουσα δεσποζέτω — καὶ γὰρ ἄξιοι τοιαύτῃ γυναικὶ δουλεύειν, ἧς τοσοῦτον ἤδη χρόνον ἀνέχονται τυραννούσης —, ἡμῶν δὲ σὺ ὦ δέσποινα ἀεὶ μόνη προστατοίης.»
τοιαῦτʼ ἄττα ἡ Βουδουῖκα δημηγορήσασα ἐπῆγε τοῖς Ῥωμαίοις τὴν στρατιάν· ἔτυχον γὰρ ἄναρχοι ὄντες διὰ τὸ Παυλῖνον τὸν ἡγεμόνα σφῶν εἰς νῆσόν τινα Μῶνναν ἀγχοῦ τῆς Βρεττανίας κειμένην ἐπιστρατεῦσαι. διὰ τοῦτο πόλεις τε δύο Ῥωμαϊκὰς ἐξεπόρθησε καὶ διήρπασε, καὶ φόνον ἀμύθητον, ὡς ἔφην, εἰργάσατο· τοῖς τε ἁλισκομένοις ἀνθρώποις ὑπʼ αὐτῶν οὐδὲν τῶν δεινοτάτων ἔστιν ὅ τι οὐκ ἐγίνετο. καὶ ὃ δὴ δεινότατον καὶ θηριωδέστατον ἔπραξαν· τὰς γὰρ γυναῖκας τὰς εὐγενεστάτας καὶ εὐπρεπεστάτας γυμνὰς ἐκρέμασαν, καὶ τούς τε μαστοὺς αὐτῶν περιέτεμον καὶ τοῖς στόμασί σφων προσέρραπτον, ὅπως ὡς καὶ ἐσθίουσαι αὐτοὺς ὁρῷντο, καὶ μετὰ τοῦτο πασσάλοις ὀξέσι διὰ παντὸς τοῦ σώματος κατὰ μῆκος ἀνέπειραν. καὶ ταῦτα πάντα, θύοντές τε ἅμα καὶ ἑστιώμενοι καὶ ὑβρίζοντες, ἔν τε τοῖς ἄλλοις σφῶν ἱεροῖς καὶ ἐν τῷ τῆς Ἀνδάτης μάλιστα ἄλσει ἐποίουν. οὕτω τε γὰρ τὴν Νίκην ὠνόμαζον, καὶ ἔσεβον αὐτὴν περιττότατα.
ὁ δὲ Παυλῖνος ἔτυχε μὲν ἤδη τὴν Μῶνναν παραστησάμενος, πυθόμενος δὲ τὴν Βρεττανικὴν συμφορὰν ἀπέπλευσεν εὐθὺς ἐς αὐτὴν ἐκ τῆς Μώννης. καὶ διακινδυνεῦσαι μὲν αὐτίκα πρὸς τοὺς βαρβάρους οὐκ ἤθελε, τό τε πλῆθος αὐτῶν καὶ τὴν ἀπόνοιαν φοβούμενος, ἀλλʼ ἐς ἐπιτηδειότερον καιρὸν τὴν μάχην ὑπερετίθετο· ἐπεὶ δὲ σίτου τε ἐσπάνιζε καὶ οἱ βάρβαροι ἐγκείμενοι οὐκ ἀνίεσαν, ἠναγκάσθη καὶ παρὰ γνώμην αὐτοῖς συμβαλεῖν. ἡ μὲν οὖν Βουδουῖκα ἐς τρεῖς καὶ εἴκοσι μυριάδας ἀνδρῶν στράτευμα ἔχουσα αὐτὴ μὲν ἐφʼ ἅρματος ὠχεῖτο, τοὺς δὲ ἄλλους ὡς ἑκάστους διέταξεν· ὁ δὲ δὴ Παυλῖνος μήτε ἀντιπαρατεῖναί οἱ τὴν φάλαγγα δυνηθείς — οὐδὲ γὰρ οὐδʼ εἰ ἐφʼ ἕνα ἐτάχθησαν ἐξικνοῦντο· τοσοῦτον ἠλαττοῦντο τῷ πλήθει — μήτʼ αὖ καθʼ ἓν συμβαλεῖν, μὴ καὶ περιστοιχισθεὶς κατακοπῇ, τολμήσας, τριχῇ τε ἔνειμε τὸν στρατὸν ὅπως πολλαχόθεν ἅμα μάχοιντο, καὶ ἐπύκνωσεν ἕκαστον τῶν μερῶν ὥστε δύσρηκτον εἶναι. συντάττων δʼ αὐτοὺς καὶ καθιστὰς προσπαρῄνει, λέγων «ἄγετε ἄνδρες συστρατιῶται, ἄγετε ἄνδρες Ῥωμαῖοι, δείξατε τοῖς ὀλέθροις τούτοις ὅσον καὶ δυστυχοῦντες αὐτῶν προφέρομεν· αἰσχρὸν γάρ ἐστιν ὑμῖν, ἃ μικρῷ πρόσθεν ὑπʼ ἀρετῆς ἐκτήσασθε, νῦν ἀκλεῶς ἀπολέσαι. πολλάκις τοι τῶν νῦν παρόντων ἐλάττους ὄντες πολὺ πλείονας ἀντιπάλους καὶ ἡμεῖς αὐτοὶ καὶ οἱ πατέρες ἡμῶν ἐνίκησαν. μήτʼ οὖν τὸ πλῆθος αὐτῶν φοβηθῆτε καὶ τὴν νεωτεροποιίαν — ἐκ γὰρ ἀόπλου καὶ ἀμελετήτου προπετείας θρασύνονται —, μήθʼ ὅτι πόλεις τινὰς ἐμπεπρήκασιν· οὐ γὰρ κατὰ κράτος οὐδὲ ἐκ μάχης, ἀλλὰ τὴν μὲν προδοθεῖσαν τὴν δὲ ἐκλειφθεῖσαν εἷλον. ἀνθʼ ὧν νῦν τὴν προσήκουσαν παρʼ αὐτῶν δίκην λάβετε, ἵνα καὶ τοῖς ἔργοις αὐτοῖς ἐκμάθωσιν οἵους ὄντας ἡμᾶς οἷοι ὄντες ἠδικήκασι».
ταῦτά τισιν εἰπὼν ἐφʼ ἑτέρους ἦλθε, καὶ ἔφη «νῦν καιρὸς ὦ συστρατιῶται προθυμίας, νῦν τόλμης. ἂν τήμερον ἄνδρες ἀγαθοὶ γένησθε, καὶ τὰ προειμένα ἀναλήψεσθε· ἂν τούτων κρατήσητε, οὐκέτʼ οὐδεὶς ἡμῖν οὐδὲ τῶν ἄλλων ἀντιστήσεται. διὰ μιᾶς τοιαύτης μάχης καὶ τὰ ὑπάρχοντα βεβαιώσεσθε καὶ τὰ λοιπὰ προσκαταστρέψεσθε· πάντες γὰρ καὶ οἱ ἄλλοθί που ὄντες στρατιῶται ζηλώσουσιν ὑμᾶς καὶ ἐχθροὶ φοβηθήσονται. ὥστε ἐν ταῖς χερσὶν ἔχοντες ἢ πάντων ἀνθρώπων ἀδεῶς ἄρχειν ὧν καὶ οἱ πατέρες ὑμῶν κατέλιπον καὶ αὐτοὶ ὑμεῖς προσεπεκτήσασθε, ἢ πάντως αὐτῶν στερηθῆναι, ἕλεσθε ἐλεύθεροι εἶναι, ἄρχειν πλουτεῖν εὐδαιμονεῖν μᾶλλον ἢ τἀναντία αὐτῶν ῥᾳθυμήσαντες παθεῖν.»
τοιαῦτα δὲ καὶ τούτοις εἰπὼν ἐπὶ τοὺς τρίτους ἐπιπαρῆλθε, καὶ ἔλεξε καὶ ἐκείνοις «ἠκούσατε μὲν οἷα ἡμᾶς οἱ κατάρατοι οὗτοι δεδράκασι, μᾶλλον δὲ ἔνια αὐτῶν καὶ εἴδετε· ὥσθʼ ἕλεσθε πότερον καὶ αὐτοὶ τὰ αὐτὰ ἐκείνοις παθεῖν καὶ προσέτι καὶ ἐκπεσεῖν παντελῶς ἐκ τῆς Βρεττανίας, ἢ κρατήσαντες καὶ τοῖς ἀπολωλόσι τιμωρῆσαι καὶ τοῖς ἄλλοις ἀνθρώποις ἅπασι παράδειγμα ποιῆσαι καὶ πρὸς τὸ πειθαρχοῦν εὐμενοῦς ἐπιεικείας καὶ πρὸς τὸ νεωτερίζον ἀναγκαίας τραχύτητος. μάλιστα μὲν οὖν ἔγωγε νικήσειν ἡμᾶς ἐλπίζω καὶ τῇ παρὰ τῶν θεῶν συμμαχίᾳ — τοῖς γὰρ ἀδικουμένοις ὡς τὸ πολὺ συναίρονται — καὶ τῇ πατρῴᾳ ἡμῶν ἀνδρίᾳ, Ῥωμαίους τε ὄντας καὶ ταῖς ἀρεταῖς ἁπάντων ἀνθρώπων κεκρατηκότας, καὶ ταῖς ἐμπειρίαις — καὶ γὰρ αὐτοὺς τούτους τοὺς νῦν ἀντικαθεστῶτας ἡττήσαντες κεχειρώμεθα —, τῷ τε ἀξιώματι — οὐ γὰρ ἀντιπάλοις τισὶν ἀλλὰ δούλοις ἡμετέροις συμβαλοῦμεν, οὓς καὶ ἐλευθέρους καὶ αὐτονόμους ὄντας εἰάσαμεν· ἂν δὲ δὴ παρʼ ἐλπίδα τι συμβῇ — οὐδὲ γὰρ τοῦτʼ εἰπεῖν ὀκνήσω —, ἄμεινόν ἐστι μαχομένους ἡμᾶς ἀνδρείως πεσεῖν ἢ ἁλόντας ἀνασκολοπισθῆναι, τὰ σπλάγχνα τὰ ἑαυτῶν ἐκτμηθέντα ἰδεῖν, πασσάλοις διαπύροις ἀναπαρῆναι καὶ ὕδατι ζέοντι τηκομένους ἀπολέσθαι, καθάπερ ἐς θηρία τινὰ ἄγρια ἄνομα ἀνόσια ἐμπεπτωκότας. ἢ οὖν περιγενώμεθα αὐτῶν, ἢ ἐνταῦθα ἀποθάνωμεν. καλὸν τὸ μνημεῖον τὴν Βρεττανίαν ἕξομεν, κἂν πάντες οἱ λοιποὶ Ῥωμαῖοι ἐξ αὐτῆς ἐκπέσωσι· τοῖς γὰρ σώμασι τοῖς ἡμετέροις πάντως αὐτὴν ἀεὶ καθέξομεν».
τοιαῦτα καὶ παραπλήσια τούτοις εἰπὼν ἦρε τὸ σημεῖον τῆς μάχης· κἀκ τούτου συνῆλθον, οἱ μὲν βάρβαροι κραυγῇ τε πολλῇ καὶ ᾠδαῖς ἀπειλητικαῖς χρώμενοι, οἱ δὲ Ῥωμαῖοι σιγῇ καὶ κόσμῳ, μέχρις οὗ ἐς ἀκοντίου βολὴν ἀφίκοντο. ἐνταῦθα δὲ ἤδη βάδην τῶν πολεμίων προσιόντων σφίσιν ἐξᾴξαντες ἅμα ἀπὸ συνθήματος ἐπέδραμον αὐτοῖς ἀνὰ κράτος, καὶ ἐν μὲν τῇ προσμίξει ῥᾳδίως τὴν ἀντίταξίν σφων διέρρηξαν, περισχεθέντες δὲ τῷ πλήθει πανταχόθεν ἅμα ἐμάχοντο. καὶ ἦν ὁ ἀγωνισμὸς αὐτῶν πολύτροπος· τοῦτο μὲν γὰρ οἱ ψιλοὶ τοὺς ψιλοὺς ἀντέβαλλον, τοῦτο δὲ οἱ ὁπλῖται τοῖς ὁπλίταις ἀνθίσταντο, οἵ τε ἱππεῖς τοῖς ἱππεῦσι συνεφέροντο, καὶ πρὸς τὰ ἅρματα τῶν βαρβάρων οἱ τοξόται τῶν Ῥωμαίων ἀντηγωνίζοντο. τούς τε γὰρ Ῥωμαίους οἱ βάρβαροι ῥύμῃ τοῖς ἅρμασι προσπίπτοντες ἀνέτρεπον, καὶ αὐτοὶ ὑπὸ τῶν τοξευμάτων, ἅτε καὶ δίχα θωράκων μαχόμενοι, ἀνεστέλλοντο· ἱππεύς τε πεζὸν ἀνέτρεπε, καὶ πεζὸς ἱππέα κατέβαλλε· πρός τε τὰ ἅρματα συμφραξάμενοί τινες ἐχώρουν, καὶ ἄλλοι ὑπʼ αὐτῶν ἐσκεδάννυντο· τούς τε τοξότας οἱ μὲν ὁμόσε σφίσιν ἰόντες ἔτρεπον, οἱ δὲ πόρρωθεν ἐφυλάσσοντο. καὶ ταῦτα οὐ καθʼ ἓν ἀλλὰ τριχῇ πάνθʼ ὁμοίως ἐγίνετο. ἠγωνίσαντο δὲ ἐπὶ πολὺ ὑπὸ τῆς αὐτῆς ἀμφότεροι προθυμίας καὶ τόλμης. τέλος δὲ ὀψέ ποτε οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ πολλοὺς μὲν ἐν τῇ μάχῃ καὶ πρὸς ταῖς ἁμάξαις τῇ τε ὕλῃ κατεφόνευσαν, πολλοὺς δὲ καὶ ζῶντας εἷλον. συχνοὶ δʼ οὖν καὶ διέφυγον, καὶ παρεσκευάζοντο μὲν ὡς καὶ αὖθις μαχούμενοι, ἀποθανούσης δὲ ἐν τούτῳ τῆς Βουδουίκης νόσῳ ἐκείνην μὲν δεινῶς ἐπένθησαν καὶ πολυτελῶς ἔθαψαν, αὐτοὶ δʼ ὡς καὶ τότε ὄντως ἡττηθέντες διεσκεδάσθησαν.
καὶ τὰ μὲν Βρεττανικὰ ἐπὶ τοσοῦτον, ἐν δὲ τῇ Ῥώμῃ ὁ Νέρων Ὀκταβίαν τὴν Αὔγουσταν ἀπεπέμψατο μὲν πρότερον διὰ Σαβῖναν τὴν παλλακίδα, ὕστερον δὲ καὶ ἀπέκτεινε, καίτοι τοῦ Βούρρου ἐναντιουμένου αὐτῷ καὶ κωλύοντος ἀποπέμψασθαι, καί ποτε εἰπόντος «οὐκοῦν καὶ τὴν προῖκα αὐτῇ» τοῦτʼ ἔστι τὴν ἡγεμονίαν «ἀπόδος». οὕτω γάρ πως ἐρρωμένως αὐτῇ ἐχρῆτο ὥστε ποτὲ δεύτερον ἐρωτηθεὶς ὑπʼ αὐτοῦ γνώμην περὶ ὧν ἀπεφήνατο, εἶπεν ἄντικρυς ὅτι «περὶ ὧν ἂν ἅπαξ τι εἴπω, μηκέτι μου αὖθις πύθῃ».
τοῦτον μὲν οὖν φαρμάκῳ διώλεσε, Τιγελλῖνον δέ τινα Σωφρόνιον, ἀσελγείᾳ τε καὶ μιαιφονίᾳ πάντας τοὺς καθʼ ἑαυτὸν ἀνθρώπους ὑπεράραντα, σὺν ἑτέρῳ τινὶ ἐπὶ τὴν τῶν δορυφόρων ἀρχὴν κατέστησεν.
πρὸς τοῦτον καὶ τὸ τῆς Πυθιάδος ἀπόφθεγμα γενέσθαι λέγεται. ἐπεὶ γὰρ τῶν περὶ τὴν Ὀκταουίαν ὄντων οἱ ἄλλοι πάντες πλὴν Πυθιάδος συνεπέθεντο μετὰ τῆς Σαβίνης αὐτῇ, τῆς μέν, ὅτι ἐδυστύχει, καταφρονήσαντες, τὴν δέ, ὅτι ἴσχυε, κολακεύοντες, μόνη ἡ Πυθιὰς οὔτε τι κατεψεύσατο αὐτῆς, καίπερ πικρότατα βασανισθεῖσα, καὶ τέλος ὡς ὁ Τιγελλῖνος ἐνέκειτο αὐτῇ, προσέπτυσέ τε αὐτῷ καὶ εἶπε «καθαρώτερον ὦ Τιγελλῖνε τὸ αἰδοῖον ἡ δέσποινά μου τοῦ σοῦ στόματος ἔχει.»
ὁ δὲ δὴ Νέρων καὶ γέλωτα καὶ σκώμματα τὰ τῶν συγγενῶν κακὰ ἐποιεῖτο. τὸν γοῦν Πλαῦτον ἀποκτείνας, ἔπειτα τὴν κεφαλὴν αὐτοῦ προσενεχθεῖσάν οἱ ἰδών, «οὐκ ᾔδειν» ἔφη «ὅτι μεγάλην ῥῖνα εἶχεν,» ὥσπερ φεισάμενος ἂν αὐτοῦ εἰ τοῦτο προηπίστατο. πάντα δὲ ὡς εἰπεῖν τὸν βίον ἐν καπηλικῇ διαίτῃ ποιούμενος ἀπεῖπε τοῖς ἄλλοις μηδὲν ἑφθὸν ἐν καπηλείῳ, πλὴν λαχάνων καὶ ἔτνους, πιπράσκειν. τὸν δὲ Πάλλαντα διεχρήσατο, ὅτι καὶ πλοῦτον πολὺν ἐκέκτητο, ὥστε καὶ ἐς μυρίας μυριάδας αὐτὸν ἀριθμεῖσθαι· καὶ δυσκολίᾳ τρόπων πολλῇ ἐχρῆτο, ὥστε μήτε τοῖς οἰκέταις μήτε τοῖς ἐξελευθέροις διαλέγεσθαί τι, ἀλλʼ ἐς γραμματεῖα πάνθʼ ὅσα ἐβούλετο καὶ προσέτασσέ σφισιν ἐσγράφειν.
ὅτι ἐκ τῶν συναχθέντων ἐς τὸ Ἄντιον πολλῶν ἀπολομένων ὁ Νέρων ἐν ἑορτῆς μέρει τοῦτο ἐποιεῖτο.
ὅτι Θρασέας τις γνώμην ἀπεφήνατο ἀνδρὶ βουλευτῇ ἐσχάτην εἶναι τιμωρίαν τὴν φυγήν.
τοσαύτη δʼ ἦν ἡ τοῦ Νέρωνος ἀκολασία ὥστε καὶ ἅρματα δημοσίᾳ ἤλαυνε. καί ποτε θηρία ἀποκτείνας ὕδωρ τε εὐθὺς ἐς τὸ θέατρον ἐπωχέτευσε καὶ ναυμαχίαν ἐπετέλεσε, καὶ μετὰ τοῦτο τὸ ὕδωρ ἀφεὶς μονομαχίαν ἐπιδιέθηκε, καὶ τέλος ἐσαγαγὼν αὐτὸ αὖθις δεῖπνον δημοσίᾳ πολυτελὲς ἐδείπνισεν. ἑστιάτωρ μὲν ὁ Τιγελλῖνος ἀπεδέδεικτο, καὶ παρασκευὴ πᾶσα πολλὴ ἐπεπόριστο· ἐσκευάσθη δὲ τόνδε τὸν τρόπον. ἐν μὲν τῷ μέσῳ καὶ ἐπὶ τῷ ὕδατι τά τε σκεύη τὰ οἰνηρὰ τὰ ξύλινα τὰ μεγάλα προκαθεῖτο, καὶ ἐπʼ αὐτῶν σανίδες ἐπεπήγεσαν, πέριξ δὲ περὶ αὐτὸ καπηλεῖα καὶ οἰκήματα ἐπεποίητο, ὥστε τὸν Νέρωνα καὶ τὸν Τιγελλῖνον τούς τε συσσίτους αὐτῶν τὸ μέσον ἔχοντας ἐπί τε ταπήτων πορφυρῶν καὶ ἐπὶ στρωμάτων ἁπαλῶν ἐπευωχεῖσθαι, τοὺς δὲ δὴ ἄλλους πάντας ἐν τοῖς καπηλείοις εὐθυμεῖσθαι. ἔς τε τὰ πορνεῖα ἐσῄεσαν, καὶ συνεγίγνοντο πάσαις ἀνέδην ἁπλῶς ταῖς ἐνταῦθα καθημέναις· ἦσαν δὲ αἵ τε περικαλλέσταται καὶ ἐκφανέσταται, δοῦλαί τε καὶ ἐλεύθεραι, ἑταῖραι, παρθένοι, γαμεταί τινων, οὐχ ὅπως δημότιδες ἀλλὰ καὶ αὐταὶ αἱ εὐγενέσταται καὶ κόραι καὶ γυναῖκες. καὶ ἦν ἐξουσία παντὶ τῷ βουλομένῳ σχεῖν ἣν ἤθελεν· οὐ γὰρ ἐξῆν αὐταῖς οὐδένα ἀπαρνήσασθαι. ὥστε, οἷα συρφετώδης ὅμιλος, ἀπλήστως τε ἅμα ἔπινον καὶ ἀσελγῶς ὕβριζον, καί τις καὶ δοῦλος τῇ δεσποίνῃ παρόντος τοῦ δεσπότου καὶ μονομάχος εὐγενεῖ κόρῃ ὁρῶντος τοῦ πατρὸς συνεγίνοντο. ὠθισμοί τε καὶ πληγαὶ καὶ θόρυβοι, τοῦτο μὲν ἀπʼ αὐτῶν τῶν ἐσιόντων, τοῦτο δὲ καὶ ἐκ τῶν ἔξωθεν περιεστηκότων, αἰσχροὶ συνέβαινον, καὶ ἄνδρες τε ἐκ τούτων συχνοὶ ἐφθάρησαν καὶ γυναῖκες, αἱ μὲν ἀποπνιγεῖσαι αἱ δὲ διαρπαγεῖσαι.
μετὰ δὲ ταῦτα ἐπεθύμησεν ὅπερ που ἀεὶ ηὔχετο, τήν τε πόλιν ὅλην καὶ τὴν βασιλείαν ζῶν ἀναλῶσαι· τὸν γοῦν Πρίαμον καὶ αὐτὸς θαυμαστῶς ἐμακάριζεν ὅτι καὶ τὴν πατρίδα ἅμα καὶ τὴν ἀρχὴν ἀπολομένας εἶδεν. λάθρᾳ γάρ τινας ὡς καὶ μεθύοντας ἢ καὶ κακουργοῦντάς τι ἄλλως διαπέμπων, τὸ μὲν πρῶτον ἕν που καὶ δύο καὶ πλείονα ἄλλα ἄλλοθι ὑπεπίμπρα, ὥστε τοὺς ἀνθρώπους ἐν παντὶ ἀπορίας γενέσθαι, μήτʼ ἀρχὴν τοῦ κακοῦ ἐξευρεῖν μήτε τέλος ἐπαγαγεῖν δυναμένους ἀλλὰ πολλὰ μὲν ὁρῶντας πολλὰ δὲ ἀκούοντας ἄτοπα. οὔτε γὰρ θεάσασθαι ἄλλο τι ἦν ἢ πυρὰ πολλὰ ὥσπερ ἐν στρατοπέδῳ, οὔτε ἀκοῦσαι λεγόντων τινῶν ἢ ὅτι τὸ καὶ τὸ καίεται· ποῦ; πῶς; ὑπὸ τίνος; βοηθεῖτε. θόρυβός τε οὖν ἐξαίσιος πανταχοῦ πάντας κατελάμβανε, καὶ διέτρεχον οἱ μὲν τῇ οἱ δὲ τῇ ὥσπερ ἔμπληκτοι. καὶ ἄλλοις τινὲς ἐπαμύνοντες ἐπυνθάνοντο τὰ οἴκοι καιόμενα· καὶ ἕτεροι πρὶν καὶ ἀκοῦσαι ὅτι τῶν σφετέρων τι ἐμπέπρησται, ἐμάνθανον ὅτι ἀπόλωλεν. οἵ τε ἐκ τῶν οἰκιῶν ἐς τοὺς στενωποὺς ἐξέτρεχον ὡς καὶ ἔξωθεν αὐταῖς βοηθήσοντες, καὶ οἱ ἐκ τῶν ὁδῶν εἴσω ἐσέθεον ὡς καὶ ἔνδον τι ἀνύσοντες. καὶ ἦν ἥ τε κραυγὴ καὶ ὀλολυγὴ παίδων ὁμοῦ γυναικῶν ἀνδρῶν γερόντων ἄπλετος, ὥστε μήτε συνιδεῖν μήτε συνεῖναί τι ὑπὸ τοῦ καπνοῦ καὶ τῆς κραυγῆς δύνασθαι· καὶ διὰ ταῦθʼ ὁρᾶν ἦν τινας ἀφώνους ἑστῶτας ὥσπερ ἐνεοὺς ὄντας. κἀν τούτῳ πολλοὶ μὲν καὶ τὰ σφέτερα ἐκκομιζόμενοι, πολλοὶ δὲ καὶ τὰ ἀλλότρια ἁρπάζοντες ἀλλήλοις τε ἐνεπλάζοντο καὶ περὶ τοῖς σκεύεσιν ἐσφάλλοντο, καὶ οὔτε προϊέναι ποι οὔθʼ ἑστάναι εἶχον, ἀλλʼ ὤθουν ὠθοῦντο, ἀνέτρεπον ἀνετρέποντο. καὶ συχνοὶ μὲν ἀπεπνίγοντο συχνοὶ δὲ συνετρίβοντο, ὥστε σφίσι μηδὲν ὅ τι τῶν δυναμένων ἀνθρώποις ἐν τῷ τοιούτῳ πάθει κακῶν συμβῆναι μὴ συνενεχθῆναι. οὐδὲ γὰρ οὐδʼ ἀποφυγεῖν που ῥᾳδίως ἐδύναντο· κἂν ἐκ τοῦ παρόντος τις περιεσώθη, ἐς ἕτερον ἐμπεσὼν ἐφθείρετο. καὶ ταῦτα οὐκ ἐν μιᾷ μόνον ἀλλʼ ἐπὶ πλείους καὶ ἡμέρας καὶ νύκτας ὁμοίως ἐγίνετο. καὶ πολλοὶ μὲν οἶκοι ἔρημοι τοῦ βοηθήσοντός σφισιν ἀπώλοντο, πολλοὶ δὲ καὶ ὑπʼ αὐτῶν τῶν ἐπικουρούντων προσκατεπρήσθησαν· οἱ γὰρ στρατιῶται, οἵ τε ἄλλοι καὶ οἱ νυκτοφύλακες, πρὸς τὰς ἁρπαγὰς ἀφορῶντες οὐχ ὅσον οὐ κατεσβέννυσάν τινα ἀλλὰ καὶ προσεξέκαιον. τοιούτων δὲ δὴ ἄλλων ἄλλοθι συμβαινόντων, ὑπέλαβέ ποτε τὸ πῦρ ἄνεμος καὶ ἐπὶ τὰ λοιπὰ ὁμοῦ πάντα ἤγαγεν, ὥστε σκευῶν μὲν πέρι ἢ οἰκιῶν μηδένα μηδὲν ἔτι φροντίσαι, πάντας δὲ τοὺς λοιποὺς ἑστῶτάς που ἐν ἀσφαλεῖ τινι ὁρᾶν ὥσπερ νήσους τινὰς καὶ πόλεις ἅμα πολλὰς φλεγομένας, καὶ ἐπὶ μὲν τοῖς σφετέροις μηδὲν ἔτι λυπεῖσθαι, τὸ δὲ δημόσιον ὀδυρομένους ἀναμιμνήσκεσθαι ὅτι καὶ πρότερόν ποτε οὕτως ὑπὸ τῶν Γαλατῶν τὸ πλεῖον τῆς πόλεως διεφθάρη. πάντων δὲ δὴ τῶν ἄλλων οὕτω διακειμένων, καὶ πολλῶν καὶ ἐς αὐτὸ τὸ πῦρ ὑπὸ τοῦ πάθους ἐμπηδώντων, ὁ Νέρων ἔς τε τὸ ἄκρον τοῦ παλατίου, ὅθεν μάλιστα σύνοπτα τὰ πολλὰ τῶν καιομένων ἦν, ἀνῆλθε, καὶ τὴν σκευὴν τὴν κιθαρῳδικὴν λαβὼν ᾖσεν ἅλωσιν, ὡς μὲν αὐτὸς ἔλεγεν, Ἰλίου, ὡς δὲ ἑωρᾶτο, Ῥώμης.
τοιούτῳ μὲν δὴ πάθει τότε ἡ πόλις ἐχρήσατο οἵῳ οὔτε πρότερόν ποτε οὔθʼ ὕστερον, πλὴν τοῦ Γαλατικοῦ. τό τε γὰρ Παλάτιον τὸ ὄρος σύμπαν καὶ τὸ θέατρον τοῦ Ταύρου τῆς τε λοιπῆς πόλεως τὰ δύο που μέρη ἐκαύθη, καὶ ἄνθρωποι ἀναρίθμητοι διεφθάρησαν. ὁ μέντοι δῆμος οὐκ ἔστιν ὅ τι οὐ κατὰ τοῦ Νέρωνος ἠρᾶτο, τὸ μὲν ὄνομα αὐτοῦ μὴ ὑπολέγων, ἄλλως δὲ δὴ τοῖς τὴν πόλιν ἐμπρήσασι καταρώμενοι, καὶ μάλισθʼ ὅτι αὐτοὺς ἡ μνήμη τοῦ λογίου τοῦ κατὰ τὸν Τιβέριόν ποτε ᾀσθέντος ἐθορύβει. ἦν δὲ τοῦτο
«τρὶς δὲ τριηκοσίων περιτελλομένων ἐνιαυτῶν
Ῥωμαίους ἔμφυλος ὀλεῖ στάσις».
ἐπειδή τε ὁ Νέρων παραμυθούμενος αὐτοὺς οὐδαμοῦ ταῦτα τὰ ἔπη εὕρασθαι ἔλεγε, μεταβαλόντες ἕτερον λόγιον ὡς καὶ Σιβύλλειον ὄντως ὂν ᾖδον· ἔστι δὲ τοῦτο
«ἔσχατος Αἰνεαδῶν μητροκτόνος ἡγεμονεύσει».
καὶ ἔσχεν οὕτως, εἴτε καὶ ὡς ἀληθῶς θεομαντείᾳ τινὶ προλεχθέν, εἴτε καὶ τότε ὑπὸ τοῦ ὁμίλου πρὸς τὰ παρόντα θειασθέν· τελευταῖος γὰρ τῶν Ἰουλίων τῶν ἀπὸ Αἰνείου γενομένων ἐμονάρχησε. χρήματα δὲ ὁ Νέρων παμπληθῆ καὶ παρὰ τῶν ἰδιωτῶν καὶ παρὰ τῶν δήμων, τὰ μὲν βίᾳ ἐπὶ τῇ προφάσει τοῦ ἐμπρησμοῦ, τὰ δὲ καὶ παρʼ ἑκόντων δῆθεν ἠργυρολόγησεν, καὶ τῶν Ῥωμαίων αὐτῶν τὸ σιτηρέσιον παρεσπάσατο.
πράσσοντι δὲ αὐτῷ ταῦτα ἀγγελία ἐξ Ἀρμενίας καὶ δάφνη ἐπὶ τῇ νίκῃ αὖθις ἦλθεν. ὁ γάρ τοι Κορβούλων συστήσας τε τὰ στρατιωτικὰ ἐσκεδασμένα καὶ ἀσκήσας ἠμελημένα, τόν τε Οὐολόγαισον τὸν βασιλέα τῶν Πάρθων καὶ τὸν Τιριδάτην τὸν τῆς Ἀρμενίας ἡγούμενον καὶ ἀγγελθεὶς μόνον ἐξεφόβησεν. ὅμοια γὰρ δὴ τοῖς πρώτοις Ῥωμαίων, οὐχ ὅτι τῷ γένει λαμπρὸς ἢ τῷ σώματι ἰσχυρός, ἀλλὰ καὶ τῇ ψυχῇ ἀρτίφρων ἦν, καὶ πολὺ μὲν τὸ ἀνδρεῖον πολὺ δὲ καὶ τὸ δίκαιον τό τε πιστὸν ἐς πάντας καὶ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἶχεν. ὑφʼ οὗπερ καὶ ὁ Νέρων ἐπὶ τὸν πόλεμον αὐτὸν ἀνθʼ ἑαυτοῦ ἀπέστειλε, καὶ δύναμιν αὐτῷ ὅσην οὐδενὶ ἄλλῳ ἐπέτρεψε, πιστεύσας ὁμοίως καὶ τοὺς βαρβάρους αὐτὸν κατεργάσεσθαι καὶ αὑτῷ μὴ ἐπαναστήσεσθαι. καὶ ὁ μὲν οὐδέτερον τούτων ἐψεύσθη, τοὺς μέντοι ἄλλους ἀνθρώπους καθʼ ἓν τοῦτο μόνον ὁ Κορβούλων ἐλύπησεν, ὅτι τὴν πρὸς τὸν Νέρωνα πίστιν ἐτήρησεν· οὕτω γὰρ αὐτὸν αὐτοκράτορα ἀντʼ ἐκείνου λαβεῖν ἤθελον ὥστε καὶ κακὸν τὸ μέρος τοῦτο γενέσθαι μόνον ἠξίουν.
οὗτος οὖν ὁ Κορβούλων ἀκονιτὶ τὰ Ἀρτάξατα λαβὼν τὴν πόλιν κατέσκαψε. πράξας δὲ τοῦτο πρὸς τὰ Τιγρανόκερτα ἤλασε, πάσης μὲν τῆς τῶν ἐνδιδόντων σφᾶς χώρας φειδόμενος, πάντα δὲ τὰ τῶν ἀνθισταμένων πορθῶν, καὶ ἔλαβε καὶ ἐκεῖνα ἐθελούσια· ἄλλα τε ἔπραξε λαμπρὰ καὶ ἐπίδοξα, ἐφʼ οἷς καὶ τὸν Οὐολόγαισον, καίτοι φοβερὸν ὄντα, ἐς διαλλαγὰς ἁρμοζούσας τῷ Ῥωμαίων ἀξιώματι ὑπηγάγετο.
ὅτι ὁ Οὐολόγαισος ἀκούσας ὡς τὴν Ἀρμενίαν ὁ Νέρων ἄλλοις διένειμε καὶ τὴν Ἀδιαβηνὴν ὑπὸ τοῦ Τιγράνου πορθουμένην, αὐτὸς μὲν ὡς ἐς τὴν Συρίαν ἐπὶ τὸν Κορβούλωνα στρατεύσων ἡτοιμάζετο, τὸν δὲ τῶν Ἀδιαβηνῶν βασιλέα Μονόβαζον καὶ Μοναίσην Πάρθον ἐς τὴν Ἀρμενίαν ἔπεμψεν. οὗτοι δὲ τὸν Τιγράνην ἐς τὰ Τιγρανόκερτα καθεῖρξαν. καὶ ἐπεὶ ἐν τῇ προσεδρείᾳ οὐδὲν αὐτὸν ἐλύπουν, ἀλλὰ καὶ ὁσάκις προσμίξειάν οἱ ἀπεκρούοντο καὶ ὑπʼ ἐκείνου καὶ ὑπὸ τῶν Ῥωμαίων τῶν συνόντων αὐτῷ, καὶ ὁ Κορβούλων ἀκριβῆ φρουρὰν τῆς Συρίας ἐποιήσατο, ἐγνωσιμάχησε καὶ τὴν παρασκευὴν ἀφῆκε, καὶ πέμψας πρὸς τὸν Κορβούλωνα ἀνοχῆς ἔτυχεν ἐπὶ τῷ πρός τε τὸν Νέρωνα αὖθις πρεσβεύσασθαι καὶ τὴν πολιορκίαν λῦσαι καὶ τοὺς στρατιώτας ἐκ τῆς Ἀρμενίας ἐξαγαγεῖν. Νέρων δὲ ἐκείνῳ μὲν οὐδὲ τότε οὐδὲ ταχὺ οὐδὲ σαφὲς ἀπεκρίνατο, Λούκιον δὲ Καισέννιον Παῖτον ἐς τὴν Καππαδοκίαν, ὅπως μηδὲν περὶ τὴν Ἀρμενίαν νεοχμωθῇ, ἀπέστειλεν.
ὅτι ὁ Οὐολόγαισος τοῖς Τιγρανοκέρτοις προσέμιξε, καὶ τὸν Παῖτον ἐπιβοηθήσαντά σφισιν ἀπεώσατο, φεύγοντα δὲ αὐτὸν ἐπιδιώξας τήν τε ἐπὶ τοῦ Ταύρου καταλειφθεῖσαν ὑπʼ αὐτοῦ φρουρὰν ἐξέκοψε, καὶ ἐκεῖνον ἐς Ῥάνδειαν πρὸς τῷ Ἀρσανίᾳ ποταμῷ οὖσαν κατέκλεισε. κἂν ἀπανέστη μηδὲν περάνας — οὔτε γὰρ πελάσαι πῃ τῷ ἐρύματι ἅτε χωρὶς ὁπλιτῶν ὢν ἐδύνατο, οὔτε τῆς τροφῆς, ἄλλως τε καὶ πλήθει πολλῷ ἄνευ παρασκευῆς σιτίων ἀφιγμένος, εὐπόρει — εἰ μὴ ὁ Παῖτος τήν τε τοξείαν αὐτοῦ καὶ ἐς αὐτὸ τὸ στρατόπεδον ἀφικνουμένην καὶ τὴν ἵππον πανταχοῦ φαινομένην δείσας λόγους τε ὑπὲρ σπονδῶν αὐτῷ ἔπεμψε καὶ ὡμολόγησε, καὶ ὤμοσεν αὐτός τε τὴν Ἀρμενίαν ἅπασαν ἐκλείψειν καὶ τὸν Νέρωνα τῷ Τιριδάτῃ αὐτὴν δώσειν. ἀγαπήσας γὰρ ἐπὶ τούτοις ὁ Πάρθος ὡς καὶ τὴν χώραν ἀπονητὶ ληψόμενος καὶ εὐεργεσίαν ἐς τοὺς Ῥωμαίους μεγάλην καταθησόμενος, καὶ ἅμα καὶ τὸν Κορβούλωνα, ὃν ὁ Παῖτος πρὶν περιστοιχισθῆναι μετεπέμπετο, πλησιάζειν πυθόμενος, ἀφῆκεν αὐτούς, προδιομολογησάμενος ἵνα τὸν ποταμὸν αὐτῷ Ἀρσανίαν ζεύξωσιν, οὐχ ὅτι γεφύρας ἐδεῖτο — πεζῇ γὰρ αὐτὸν διεληλύθει —, ἀλλʼ ἵνα ἐνδείξηταί σφισιν ὅτι κρείττων αὐτῶν ἦν. ἀμέλει οὐδὲ τότε διὰ τοῦ ζεύγματος ἀνεχώρησεν, ἀλλʼ αὐτὸς μὲν ἐπʼ ἐλέφαντος, οἱ δὲ ἄλλοι ὥσπερ καὶ πρότερον. ἄρτι τε ἡ ὁμολογία ἐγεγόνει, καὶ ὁ Κορβούλων ἀμηχάνῳ τάχει πρὸς τὸν Εὐφράτην ἐλθὼν ἐνταῦθʼ ὑπέμεινεν. ὅτε δʼ οὖν συνεγένοντο ἀλλήλοις, πλεῖστον ἄν τις τὸ διάφορον τῶν στρατοπέδων καὶ τῶν στρατηγῶν, τῶν μὲν χαιρόντων τε καὶ λαμπρυνομένων ἐπὶ τῇ σπουδῇ, τῶν δὲ λυπουμένων τε καὶ αἰσχυνομένων ἐπὶ τῇ συνθήκῃ, κατενόησεν. ὁ δὲ Οὐολόγαισος Μοναίσην πρὸς Κορβούλωνα πέμψας ἠξίωσεν αὐτὸν τὸ ἔρυμα τὸ ἐν τῇ Μεσοποταμίᾳ ἐκλιπεῖν· καὶ διελέχθησαν ἐκεῖνοι πολλὰ ἀλλήλοις ἐν αὐτῇ τῇ τοῦ Εὐφράτου γεφύρᾳ, τὸ μέσον αὐτῆς λύσαντες. ὑποσχομένου δὲ τοῦ Κορβούλωνος ἀπαλλαγήσεσθαι ἐκ τῆς χώρας, ἂν καὶ ὁ Πάρθος τὴν Ἀρμενίαν ἐκλείπῃ, ἑκάτερον ἐγένετο, μέχρι οὗ ὁ Νέρων τὰ πραχθέντα πυθόμενος, καὶ τοῖς πρέσβεσι τοῦ Οὐολογαίσου, οὓς αὖθις ἔπεμψε, χρηματίσας, τούτοις μὲν ἀπεκρίνατο τὴν Ἀρμενίαν δώσειν τῷ Τιριδάτῃ, ἂν ἐς τὴν Ῥώμην ἀνέλθῃ, τὸν δὲ δὴ Παῖτον τῆς ἀρχῆς παύσας, τούς τε στρατιώτας τοὺς σὺν αὐτῷ γενομένους ἄλλοσέ ποι πέμψας, τὸν Κορβούλωνα αὖθις τῷ κατʼ αὐτῶν πολέμῳ προσέταξεν. ἐβουλεύσατο μὲν γὰρ αὐτὸς συστρατεῦσαι, ἐπεὶ δὲ θύων ἔπεσεν, οὐκ ἐτόλμησεν ἐξορμῆσαι, ἀλλὰ κατὰ τὴν χώραν ἔμεινεν.
ὅτι ὁ Κορβούλων ἐν μὲν τῷ φανερῷ τὸν πρὸς Οὐολόγαισον πόλεμον παρεσκευάζετο, καὶ πέμψας ἑκατοντάρχην ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς χώρας, ἰδίᾳ δὲ συνεβούλευέν οἱ τὸν ἀδελφὸν ἐς τὴν Ῥώμην πέμψαι, καὶ ἔπεισεν, ἐπειδὴ κρείττων αὐτοῦ τῇ δυνάμει ἐδόκει εἶναι. συνῆλθον οὖν ἐν αὐτῇ τῇ Ῥανδείᾳ ὅ τε Κορβούλων καὶ ὁ Τιριδάτης· τοῦτο γὰρ τὸ χωρίον ἀμφοτέροις ἤρεσε, τῷ μὲν ὅτι ἀπολαβόντες ἐς αὐτὸ τοὺς Ῥωμαίους ὑποσπόνδους ἀφῆκαν, πρὸς ἔνδειξιν ὧν εὐηργέτηντο, τῷ δὲ ὅτι τὴν δύσκλειαν τὴν ἐν αὐτῷ πρότερον συμβᾶσάν σφισιν ἀποτρίψεσθαι ἔμελλον. οὐδὲ γὰρ ἁπλῶς λόγους τινὰς ἐποιήσαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη καὶ ἐπʼ αὐτοῦ εἰκόνες τοῦ Νέρωνος ἐστάθησαν, ὅ τε Τιριδάτης πολλῶν μὲν Ἀρμενίων πολλῶν δὲ Πάρθων καὶ Ῥωμαίων παρόντων προσῆλθέ τε αὐταῖς καὶ προσεκύνησεν, θύσας τε καὶ ἐπευφημήσας τὸ διάδημα ἀπό τε τῆς κεφαλῆς ἀφεῖλε καὶ παρέθηκεν αὐταῖς· καὶ ὁ Μονόβαζος καὶ ὁ Οὐολόγαισος πρὸς τὸν Κορβούλωνα ἦλθον καὶ ὁμήρους αὐτῷ ἔδωκαν. καὶ ἐπὶ τούτοις ὁ Νέρων αὐτοκράτωρ τε πολλάκις ἐπεκλήθη, καὶ τὰ ἐπινίκια ἔπεμψε παρὰ τὸ νενομισμένον.
Κορβούλων μὲν οὖν, καίτοι καὶ ἰσχὺν μεγάλην καὶ δόξαν οὐκ ἐλαχίστην ἔχων, καὶ δυνηθεὶς ἂν ῥᾷστα καὶ αὐτοκράτωρ, ἅτε καὶ τῶν ἀνθρώπων τῷ τε Νέρωνι δεινῶς ἀχθομένων καὶ ἐκεῖνον ἐς πάντα δὴ πάντως θαυμαζόντων, ἀποδειχθῆναι, οὔτε ἐνεωτέρισέ τι οὔτε ᾐτιάθη. τά τε γὰρ ἄλλα ἔτι καὶ μᾶλλον ἐμετρίαζε, καὶ τὸν γαμβρὸν Ἄννιον ὑποστρατηγοῦντά οἱ ἐς τὴν Ῥώμην, πρόφασιν μὲν ὡς τὸν Τιριδάτην ἀνάξοντα, τὸ δʼ ἀληθὲς ἐφʼ ὁμηρείᾳ τῷ Νέρωνι ἑκὼν ἔπεμψεν. οὕτω γάρ που ἐπεπίστευτο μηδὲν νεοχμώσειν ὥστε καὶ τὸν γαμβρόν, καὶ πρὶν στρατηγῆσαι, ὕπαρχον λαβεῖν.
ὅτι Ἰούνιος Τορκουᾶτος ἀπόγονος τοῦ Αὐγούστου ὢν θαυμαστῷ δή τινι ἐγκλήματι παρεδόθη. ἐπειδὴ γὰρ ἀσωτότερον τῇ οὐσίᾳ, εἴτε ἐκ φύσεως εἴτε καὶ ἐξ ἐπιτηδεύσεως, ὅπως μὴ πάνυ πλουτοίη, κατεχρήσατο, τῶν τε ἀλλοτρίων αὐτὸν ἐπιθυμεῖν ἅτε καὶ πολλῶν δεόμενον ὁ Νέρων ἔφη, κἀκ τούτου ὡς καὶ τῆς αὐτοκράτορος ἀρχῆς ἐφιέμενον συκοφαντηθῆναι ἐποίησεν.
ὁ δὲ δὴ Σενέκας καὶ ὁ Ῥοῦφος ὁ ἔπαρχος ἄλλοι τέ τινες τῶν ἐπιφανῶν ἐπεβούλευσαν τῷ Νέρωνι· οὔτε γὰρ τὴν ἀσχημοσύνην οὔτε τὴν ἀσέλγειαν οὔτε τὴν ὠμότητα αὐτοῦ ἔτι φέρειν ἐδύναντο. αὐτοί τε οὖν ἅμα τῶν κακῶν τούτων ἀπαλλαγῆναι κἀκεῖνον ἐλευθερῶσαι ἠθέλησαν, ὥσπερ ἄντικρυς Σουλπίκιός τε Ἄσπρος ἑκατόνταρχος καὶ Σούβριος Φλάουιος χιλίαρχος, ἐκ τῶν σωματοφυλάκων ὄντες, καὶ πρὸς αὐτὸν τὸν Νέρωνα ὡμολόγησαν. ἐκεῖνός τε γὰρ ἐρωτηθεὶς ὑπʼ αὐτοῦ τὴν αἰτίαν τῆς ἐπιθέσεως εἶπεν ὅτι «ἄλλως σοι βοηθῆσαι οὐκ ἐδυνάμην», καὶ ὁ Φλάουιος «καὶ ἐφίλησά σε» εἶπε «παντὸς μᾶλλον καὶ ἐμίσησα. ἐφίλησα μὲν ἐλπίσας ἀγαθὸν αὐτοκράτορα ἔσεσθαι, ἐμίσησα δὲ ὅτι τὰ καὶ τὰ ποιεῖς· οὔτε γὰρ ἁρματηλάτῃ οὔτε κιθαρῳδῷ δουλεύειν δύναμαι». μηνύσεως οὖν γενομένης οὗτοί τε ἐκολάσθησαν καὶ ἄλλοι διʼ αὐτοὺς πολλοί. πᾶν γὰρ ὅ τι τις ἐγκαλέσαι τῳ ἐκ περιχαρείας καὶ λύπης ῥημάτων τε καὶ νευμάτων οἷός τε ἦν, καὶ ἐπεφέρετο καὶ ἐπιστεύετο· οὐδʼ ἔστιν ὅ τι τῶν ἐγκλημάτων, εἰ καὶ ἐπέπλαστο, ἀπιστεῖσθαι διὰ τὴν ἀλήθειαν τῶν τοῦ Νέρωνος ἔργων ἐδύνατο. καὶ διὰ τοῦτʼ ἐς τὰ μάλιστα οἵ τε φίλοι οἱ πονηροὶ καὶ οἰκέται τινῶν ἤνθησαν· τοὺς μὲν γὰρ ἀλλοτρίους τούς τε ἐχθροὺς ὑποπτεύοντες ἐφυλάσσοντο, πρὸς δὲ δὴ τοὺς συνόντας καὶ ἄκοντες ἐγυμνοῦντο.
περὶ μὲν οὖν τῶν ἄλλων τῶν ἀπολωλότων πολὺ ἔργον εἰπεῖν· ὁ δὲ δὴ Σενέκας ἠθέλησε μὲν καὶ τὴν γυναῖκα Παυλῖναν ἀποκτεῖναι, λέγων πεπεικέναι αὐτὴν τοῦ τε θανάτου καταφρονῆσαι καὶ τῆς σὺν αὐτῷ μεταλλαγῆς ἐπιθυμῆσαι, καὶ ἔσχασε καὶ τὰς ἐκείνης φλέβας, δυσθανατήσας δὲ δὴ καὶ πρὸς τὸν ὄλεθρον ὑπὸ τῶν στρατιωτῶν ἐπειχθεὶς προαπηλλάγη αὐτῆς, καὶ οὕτως ἡ Παυλῖνα περιεγένετο. οὐ μέντοι πρότερον ἑαυτοῦ ἥψατο πρὶν τό τε βιβλίον ὃ συνέγραφεν ἐπανορθῶσαι καὶ τἆλλα — ἐδεδίει γὰρ μὴ καὶ ἐς τὸν Νέρωνα ἐλθόντα φθαρῇ — παρακαταθέσθαι τισίν.
καὶ ὁ μὲν οὕτως ἐτελεύτησε, καίπερ τήν τε συνουσίαν τὴν πρὸς αὐτὸν ὡς καὶ ἀσθενῶν προειμένος, καὶ πᾶσαν αὐτῷ τὴν οὐσίαν ἐπὶ τῇ τῶν οἰκοδομουμένων προφάσει κεχαρισμένος, καὶ οἱ ἀδελφοὶ ὕστερον ἐπαπώλοντο· ὁ δὲ δὴ Θρασέας καὶ ὁ Σωρανός, καὶ γένους καὶ πλούτου τῆς τε συμπάσης ἀρετῆς ἐς τὰ πρῶτα ἀνήκοντες, ἐπιβουλῆς μὲν αἰτίαν οὐκ ἔσχον, ἀπέθανον δὲ καὶ αὐτοὶ τότε, ὅτι τοιοῦτοι ἦσαν. καὶ τοῦ γε Σωρανοῦ Πούπλιος Ἐγνάτιος Κέλερ φιλόσοφος κατεψευδομαρτύρησε. δύο γὰρ ἀνδρῶν συνόντων αὐτῷ, Κασσίου τε Ἀσκληπιοδότου Νικαέως καὶ ἐκείνου Βηρυτίου, ὁ μὲν Ἀσκληπιόδοτος οὐχ ὅπως κατεῖπέ τι αὐτοῦ, ἀλλὰ καὶ τοὐναντίον καλοκἀγαθίαν οἱ προσεμαρτύρησε, καὶ διὰ τοῦτο τότε μὲν ἔφυγεν, ὕστερον δὲ ἐπὶ Γάλβου κατήχθη· ὁ δὲ δὴ Πούπλιος ἐπὶ μὲν τῇ συκοφαντίᾳ καὶ χρήματα καὶ τιμὰς ἔλαβε καθάπερ οἱ ἄλλοι οἱ τοιοῦτόν τι ποιήσαντες, μετὰ δὲ τοῦτο ἐξωρίσθη. Σωρανὸς μὲν οὖν ὡς καὶ μαγεύματί τινι διὰ τῆς θυγατρὸς κεχρημένος, ἐπειδὴ νοσήσαντος αὐτοῦ θυσίαν τινὰ ἐθύσαντο, ἐσφάγη, Θρασέας δὲ ὅτι οὔτε ἐς τὸ βουλευτήριον συνεχῶς ὡς οὐκ ἀρεσκόμενος τοῖς ψηφιζομένοις ἀπήντα, οὔτʼ ἤκουσέ ποτε αὐτοῦ κιθαρῳδοῦντος, οὔτε ἔθυσε τῇ ἱερᾷ αὐτοῦ φωνῇ ὥσπερ οἱ ἄλλοι, οὔτε ἐπεδείξατο οὐδέν, καίτοι ἐν Παταουίῳ τῇ πατρίδι τραγῳδίαν κατά τι πάτριον ἐν ἑορτῇ τινι τριακονταετηρίδι ὑποκρινάμενος. ἐντεμὼν οὖν τὴν φλέβα ἀνέτεινε τὴν χεῖρα, καὶ ἔφη «σοὶ τοῦτο τὸ αἷμα, ὦ Ζεῦ Ἐλευθέριε, σπένδω.»
καὶ τί ἄν τις θαυμάσειεν εἰ τοιαῦτα ... ἐπήχθη, ὁπότε τις, ὅτι πρὸς τῇ ἀγορᾷ ᾤκει καὶ ἐργαστήρια ἐξεμίσθου ἢ καὶ φίλους τινὰς εἰς αὐτὰ ὑπεδέχετο, καὶ ἄλλος, ὅτι τοῦ Κασσίου τοῦ τὸν Καίσαρα ἀποκτείναντος εἰκόνα εἶχε, καὶ ἐκρίθησαν καὶ ἐφονεύθησαν.
ἄξιον δὲ μνησθῆναι καὶ γυναικός τινος Ἐπιχάριτος· αὕτη γὰρ ἔν τε τῇ συνωμοσίᾳ ἐξετασθεῖσα καὶ πᾶσαν αὐτὴν ἀκριβῶς πιστευθεῖσα οὐδὲν τὸ παράπαν, καίπερ πολλάκις ὑπὸ τῆς Τιγελλίνου δεινότητος βασανισθεῖσα, ἐξέφηνε. τί δʼ ἄν τις καταλέγοι ὅσα ἐπὶ τῇ ἐπιβουλῇ ταύτῃ ἢ τοῖς δορυφόροις ἐδόθη ἢ τῷ τε Νέρωνι καὶ τοῖς αὐτοῦ φίλοις ὑπέρογκα ἐψηφίσθη;
Ῥοῦφος μέντοι Μουσώνιος ὁ φιλόσοφος ἐπὶ τούτοις ἐφυγαδεύθη.
καὶ ἡ Σαβῖνα ὑπὸ τοῦ Νέρωνος τότε ἀπέθανε· κυούσῃ γὰρ αὐτῇ λάξ, εἴτε ἑκὼν εἴτε καὶ ἄκων, ἐνέθορεν. ἡ δὲ δὴ Σαβῖνα αὕτη οὕτως ὑπερετρύφησεν — ἐκ γὰρ τῶν βραχυτάτων πᾶν δηλωθήσεται — ὥστε τάς τε ἡμιόνους τὰς ἀγούσας αὐτὴν ἐπίχρυσα σπαρτία ὑποδεῖσθαι, καὶ ὄνους πεντακοσίας ἀρτιτόκους καθʼ ἡμέραν ἀμέλγεσθαι, ἵνʼ ἐν τῷ γάλακτι αὐτῶν λούηται· τήν τε γὰρ ὥραν καὶ τὴν λαμπρότητα τοῦ σώματος λαμπρῶς ἐσπουδάκει, καὶ διὰ τοῦτο οὐκ εὐπρεπῆ ποτε αὑτὴν ἐν κατόπτρῳ ἰδοῦσα ηὔξατο τελευτῆσαι πρὶν παρηβῆσαι. καὶ οὕτω γε αὐτὴν ὁ Νέρων ἐπόθησεν ὥστε μετὰ τὸν θάνατον αὐτῆς τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ οἱ μαθὼν οὖσαν μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα καὶ παῖδα ἀπελεύθερον, ὃν Σπόρον ὠνόμαζεν, ἐκτεμών, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ προσεῴκει, τά τε ἄλλα ὡς γυναικὶ αὐτῷ ἐχρῆτο καὶ προϊόντος τοῦ χρόνου καὶ ἔγημεν αὐτόν, καίπερ Πυθαγόρᾳ τινὶ ἐξελευθέρῳ γεγαμημένος, καὶ προῖκα αὐτῷ κατὰ συγγραφὴν ἔνειμε, καὶ τοὺς γάμους σφῶν δημοσίᾳ οἵ τε ἄλλοι καὶ αὐτοὶ οἱ Ῥωμαῖοι ἑώρτασαν.
ὅτι τὸν Σπόρον τὸν ἐκτομίαν ἔχοντος τοῦ Νέρωνος ὡς γυναῖκα εἷς τις τῶν ἐν Ῥώμῃ συνόντων αὐτῷ, καὶ πρὸς φιλοσοφίαν παρεσκευασμένος, ἐρωτηθεὶς εἰ ἀρέσκεται τοῖς γάμοις καὶ τῷ συνοικεσίῳ, «εὖ γε» ἔφη «ποιεῖς, ὦ Καῖσαρ, τοιαύταις συνοικῶν. αἴθε καὶ ὁ σὸς πατὴρ τὸν αὐτὸν ζῆλον ἔσχεν καὶ τοιαύτῃ συνῴκησε γαμετῇ», δεικνὺς ὡς εἰ τοῦτο ἐγεγόνει, οὐκ ἂν οὗτος ἐτέχθη καὶ μεγάλων κακῶν ἠλευθεροῦτο ἡ πολιτεία.
ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο· τότε δὲ πολλοὶ μέν, ὥσπερ εἶπον, ἐθανατώθησαν, πολλοὶ δὲ καὶ μεγάλων χρημάτων τὴν σωτηρίαν παρὰ τοῦ Τιγελλίνου ἐκπριάμενοι ἀπελύθησαν.
ὁ δὲ Νέρων ἄλλα τε γελοῖα ἔπραττε, καί ποτε καὶ ἐπὶ τὴν τοῦ θεάτρου ὀρχήστραν ἐν πανδήμῳ τινὶ θέᾳ κατέβη καὶ ἀνέγνω Τρωϊκά τινα ἑαυτοῦ ποιήματα· καὶ ἐπʼ αὐτοῖς θυσίαι πολλαί, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοις ἅπασιν οἷς ἔπραττεν, ἐγένοντο. παρεσκευάζετο δὲ ὡς καὶ τὰς τῶν Ῥωμαίων πράξεις ἁπάσας συγγράψων ἐν ἔπεσιν, καὶ περί γε τοῦ πλήθους τῶν βιβλίων, πρὶν καὶ ὁτιοῦν αὐτῶν συνθεῖναι, ἐσκέψατο, παραλαβὼν ἄλλους τε καὶ Ἀνναῖον Κορνοῦτον εὐδοκιμοῦντα τότε ἐπὶ παιδείᾳ. καὶ αὐτὸν ὀλίγου μὲν καὶ ἀπέκτεινεν, ἐς νῆσον δʼ οὖν ἐνέβαλεν, ὅτι τινῶν τετρακόσια ἀξιούντων αὐτὸν βιβλία γράψαι, πολλά τε αὐτὰ εἶναι ἔφη καὶ μηδένα αὐτὰ ἀναγνώσεσθαι, καί τινος εἰπόντος «καὶ μὴν Χρύσιππος, ὃν ἐπαινεῖς καὶ ζηλοῖς, πολὺ πλείω συνέθηκεν» ἀπεκρίνατο ὅτι «ἀλλʼ ἐκεῖνα χρήσιμα τῷ τῶν ἀνθρώπων βίῳ ἐστίν». ὁ μὲν οὖν Κορνοῦτος φυγὴν ἐπὶ τούτῳ ὦφλεν, ὁ δὲ δὴ Λουκανὸς ἐκωλύθη ποιεῖν, ἐπειδὴ ἰσχυρῶς ἐπὶ τῇ ποιήσει ἐπῃνεῖτο.
ἐπὶ δὲ Γαΐου Τελεσίνου καὶ ἐπὶ Σουητωνίου Παυλίνου ὑπάτων εὐδοξότατόν τε ἅμα ἔργον καὶ ἕτερον αἴσχιστον ἐγένετο. ὅ τε γὰρ Νέρων ἐν τοῖς κιθαρῳδοῖς ἠγωνίσατο, καὶ νικητήρια αὐτῷ Μενεκράτους τοῦ τῆς κιθαρῳδίας διδασκάλου ἐν τῷ ἱπποδρόμῳ ποιήσαντος ἡνιόχησε· καὶ ὁ Τιριδάτης ἐς τὴν Ῥώμην, οὐχ ὅτι τοὺς ἑαυτοῦ παῖδας ἀλλὰ καὶ τοὺς τοῦ Οὐολογαίσου τοῦ τε Πακόρου καὶ τοῦ Μονοβάζου ἄγων, ἀνήχθη, καὶ ἐγένετο αὐτῶν πομπὴ διὰ πάσης τῆς ἀπὸ τοῦ Εὐφράτου γῆς ὥσπερ ἐν ἐπινικίοις. αὐτός τε γὰρ ὁ Τιριδάτης καὶ ἡλικίᾳ καὶ κάλλει καὶ γένει καὶ φρονήματι ἤνθει, καὶ ἡ θεραπεία ἥ τε παρασκευὴ ἡ βασιλικὴ πᾶσα αὐτῷ συνηκολούθει, τρισχίλιοί τε ἱππεῖς τῶν Πάρθων καὶ χωρὶς ἕτεροι Ῥωμαίων συχνοὶ συνείποντο. καὶ αὐτοὺς αἵ τε πόλεις λαμπρῶς κεκοσμημέναι καὶ οἱ δῆμοι πολλὰ καὶ χαρίεντα ἀναβοῶντες ὑπεδέχοντο· τά τε ἐπιτήδεια πάντα προῖκα εἶχον, ὥστε εἴκοσι μυριάδας τὸ ἡμερήσιον ἀνάλωμα τῷ δημοσίῳ λογισθῆναι. καὶ τοῦτο ἐπʼ ἐννέα μῆνας, οἷς ὡδοιπόρησαν, ὁμοίως ἐγένετο. ἵππευσε δὲ πανταχῇ μέχρι τῆς Ἰταλίας, καὶ αὐτῷ καὶ γυνὴ συμπαρίππευε, κράνος χρυσοῦν ἀντὶ καλύπτρας ἔχουσα, ὥστε μὴ ὁρᾶσθαι παρὰ τὰ πάτρια. ἐν δὲ τῇ Ἰταλίᾳ ζεύγεσι πεμφθεῖσιν ὑπὸ τοῦ Νέρωνος ἐκομίσθη, καὶ διὰ Πικεντῶν ἐς Νέαν πόλιν πρὸς αὐτὸν ἀφίκετο. οὐ μέντοι καὶ τὸν ἀκινάκην, ὅτε προσῄει αὐτῷ, καταθέσθαι καίπερ κελευσθεὶς ἠθέλησεν, ἀλλʼ ἥλοις αὐτὸν τῷ κολεῷ προσέπηξε, καίτοι καὶ ἐς γῆν τὸ γόνυ καθεὶς καὶ τὰς χεῖρας ἐπαλλάξας, δεσπότην τε αὐτὸν ὀνομάσας καὶ προσκυνήσας. ὁ οὖν Νέρων καὶ ἐπὶ τούτῳ αὐτὸν θαυμάσας τοῖς τε ἄλλοις ἐδεξιώσατο καὶ μονομαχίας ἐν Πουτεόλοις ἔθετο. ἠγωνοθέτησε δὲ Πατρόβιος ἐξελεύθερος αὐτοῦ, καὶ τοσαύτῃ γε τῇ λαμπρότητι καὶ τῇ δαπάνῃ ἐχρήσατο ὥστε ἐν μιᾷ ἡμέρᾳ μηδένα ἄλλον πλὴν Αἰθιόπων καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων ἐς τὸ θέατρον ἐσελθεῖν. καὶ ἔδει γὰρ τῷ Πατροβίῳ τιμήν τινα διὰ ταῦτα γενέσθαι, ἐτόξευσεν ὁ Τιριδάτης ἄνωθεν ἐκ τῆς ἕδρας θηρία, καὶ δύο γε ταύρους μιᾷ ἅμα βολῇ, εἴ γέ τῳ πιστόν, διέτρωσε καὶ ἀπέκτεινε. μετὰ δὲ τοῦτο ἔς τε τὴν Ῥώμην αὐτὸν ὁ Νέρων ἀνήγαγε καὶ τὸ διάδημα αὐτῷ ἐπέθηκε. καὶ πᾶσα μὲν ἡ πόλις ἐκεκόσμητο καὶ φωσὶ καὶ στεφανώμασιν, οἵ τε ἄνθρωποι πολλοὶ πανταχοῦ ἑωρῶντο, μάλιστα δὲ ἡ ἀγορὰ ἐπεπλήρωτο· τὸ μὲν γὰρ μέσον αὐτῆς ὁ δῆμος λευχειμονῶν καὶ δαφνηφορῶν κατὰ τέλη εἶχε, τὰ δʼ ἄλλα οἱ στρατιῶται λαμπρότατα ὡπλισμένοι, ὥστε καὶ τὰ ὅπλα αὐτῶν καὶ τὰ σημεῖα ἀστράπτειν. οἵ τε κέραμοι καὶ αὐτοὶ πάντων τῶν τῇδε οἰκοδομημάτων ἐκρύπτοντο ὑπὸ τῶν ἀναβεβηκότων. τούτων δʼ οὕτως ἐκ νυκτὸς προπαρασκευασθέντων ἐσῆλθεν ἐς τὴν ἀγορὰν ὁ Νέρων ἅμα τῇ ἡμέρᾳ, τὴν ἐσθῆτα τὴν ἐπινίκιον ἐνδεδυκώς, σύν τε τῇ βουλῇ καὶ σὺν τοῖς δορυφόροις, καὶ ἐπί τε τὸ βῆμα ἀνέβη καὶ ἐπὶ δίφρου ἀρχικοῦ ἐκαθέζετο. καὶ μετὰ τοῦτο ὅ τε Τιριδάτης καὶ οἱ μετʼ αὐτοῦ διά τε στοίχων ὁπλιτῶν ἑκατέρωθεν παρατεταγμένων διῆλθον καὶ πρὸς τῷ βήματι προσστάντες προσεκύνησαν αὐτόν, ὥσπερ καὶ πρότερον. κραυγῆς τε ἐπὶ τούτῳ πολλῆς συμβάσης ἐξεπλάγη τε ὁ Τιριδάτης, καὶ ἄφωνος χρόνον τινὰ ὡς καὶ ἀπολούμενος ἐγένετο. ἔπειτα σιωπῆς κηρυχθείσης ἐπεθάρρησέ τε, καὶ ἐκβιασάμενος τὸ φρόνημα τῷ τε καιρῷ καὶ τῇ χρείᾳ ἐδούλευσε, μηδὲν φροντίσας εἴ τι ταπεινὸν φθέγξαιτο, πρὸς τὴν ἐλπίδα ὧν τεύξοιτο. εἶπε γὰρ οὕτως· «ἐγώ, δέσποτα, Ἀρσάκου μὲν ἔκγονος, Οὐολογαίσου δὲ καὶ Πακόρου τῶν βασιλέων ἀδελφός, σὸς δὲ δοῦλός εἰμι. καὶ ἦλθόν τε πρὸς σὲ τὸν ἐμὸν θεόν, προσκυνήσων σε ὡς καὶ τὸν Μίθραν, καὶ ἔσομαι τοῦτο ὅ τι ἂν σὺ ἐπικλώσῃς· σὺ γάρ μοι καὶ μοῖρα εἶ καὶ τύχη.» ὁ δὲ Νέρων ἠμείψατο αὐτὸν ὧδε· «ἀλλʼ εὖ τοι ἐποίησας αὐτὸς δεῦρο ἐλθών, ἵνα καὶ παρὼν παρόντος μου ἀπολαύσῃς· ἃ γάρ σοι οὔτε ὁ πατὴρ κατέλιπεν οὔτε οἱ ἀδελφοὶ δόντες ἐτήρησαν, ταῦτα ἐγὼ χαρίζομαι καὶ βασιλέα τῆς Ἀρμενίας ποιῶ, ἵνα καὶ σὺ καὶ ἐκεῖνοι μάθωσιν ὅτι καὶ ἀφαιρεῖσθαι βασιλείας καὶ δωρεῖσθαι δύναμαι.» ταῦτʼ εἰπὼν ἀνελθεῖν τε αὐτὸν κατὰ τὴν ἄνοδον τὴν ἐπʼ αὐτῷ τούτῳ ἔμπροσθεν τοῦ βήματος πεποιημένην ἐκέλευσε, καὶ καθιζηθέντι αὐτῷ ὑπὸ τὸν πόδα τὸ διάδημα ἐπέθηκε. βοαί τε καὶ ἐπὶ τούτῳ πολλαὶ καὶ παντοδαπαὶ ἐγένοντο. ἐγένετο δὲ κατὰ ψήφισμα καὶ πανήγυρις θεατρική. καὶ τὸ θέατρον, οὐχ ὅτι ἡ σκηνὴ ἀλλὰ καὶ ἡ περιφέρεια αὐτοῦ πᾶσα ἔνδοθεν ἐκεχρύσωτο, καὶ τἆλλα ὅσα ἐσῄει χρυσῷ ἐκεκόσμητο· ἀφʼ οὗ καὶ τὴν ἡμέραν αὐτὴν χρυσῆν ἐπωνόμασαν. τά γε μὴν παραπετάσματα τὰ διὰ τοῦ ἀέρος διαταθέντα, ὅπως τὸν ἥλιον ἀπερύκοι, ἁλουργὰ ἦν, καὶ ἐν μέσῳ αὐτῶν ἅρμα ἐλαύνων ὁ Νέρων ἐνέστικτο, πέριξ δὲ ἀστέρες χρυσοῖ ἐπέλαμπον.
ταῦτα μὲν οὕτως ἐγένετο, καὶ δῆλον ὅτι καὶ συμποσίῳ πολυτελεῖ ἐχρήσαντο· ὁ δὲ Νέρων ἐπὶ τούτοις καὶ ἐκιθαρῴδησε δημοσίᾳ καὶ ἡρματηλάτησε, τήν τε στολὴν τὴν πράσινον ἐνδεδυμένος καὶ τὸ κράνος τὸ ἡνιοχικὸν περικείμενος. ἐφʼ οἷς ὁ Τιριδάτης αὐτὸν μὲν δυσχεραίνων τὸν δὲ Κορβούλωνα ἐπαινῶν ἓν αὐτοῦ τοῦτο μόνον ᾐτιᾶτο, ὅτι τοιοῦτον δεσπότην ἔχων ἔφερεν. οὔκουν οὐδὲ πρὸς αὐτὸν τὸν Νέρωνα ἀπεκρύψατο, ἀλλʼ εἶπέ ποτε αὐτῷ «ἀγαθόν, ὦ δέσποτα, ἀνδράποδον Κορβούλωνα ἔχεις.» ταῦτα μὲν οὐδὲ συνιέντι αὐτῷ ἔλεγεν, ἐν δὲ δὴ τοῖς ἄλλοις καὶ ἐκολάκευσεν αὐτὸν καὶ ὑπέδραμε δεινότατα, καὶ διὰ τοῦτο δῶρά τε παντοδαπὰ πεντακισχιλίων μυριάδων ἄξια, ὥς φασιν, ἔλαβε, καὶ Ἀρτάξατα ἀνοικοδομῆσαι ἐπετράπη· δημιουργούς τε πρὸς τούτοις πολλούς, τοὺς μὲν παρʼ ἐκείνου λαβὼν τοὺς δὲ καὶ χρήμασι πείσας, ἐκ τῆς Ῥώμης ἐξήγαγεν. οὐ μέντοι καὶ πᾶσιν αὐτοῖς ὁ Κορβούλων ἐς τὴν Ἀρμενίαν διαβῆναι ἐφῆκεν, ἀλλὰ μόνοις τοῖς ὑπὸ τοῦ Νέρωνος αὐτῷ δοθεῖσιν· ὅθεν καὶ ἔτι μᾶλλον ὁ Τιριδάτης τοῦτόν τε ἐθαύμασε καὶ ἐκείνου κατέγνω. ἀνεκομίσθη δὲ οὐχ ᾗπερ ἦλθε διὰ τοῦ Ἰλλυρικοῦ καὶ ὑπὲρ τὸν Ἰόνιον, ἀλλʼ ἐς τὸ Δυρράχιον ἐκ τοῦ Βρεντεσίου πλεύσας· καὶ εἶδε καὶ τὰς ἐν τῇ Ἀσίᾳ πόλεις, ὥστε καὶ ἐξ ἐκείνων τὴν τῶν Ῥωμαίων ἀρχὴν καταπλαγῆναι καὶ ἰσχύος ἕνεκα καὶ κάλλους.
ὅτι θεώμενος Τιριδάτης ποτὲ παγκράτιον, ἐπειδὴ εἶδε θάτερον τῶν παγκρατιαστῶν πεσόντα καὶ τυπτόμενον ὑπὸ τοῦ ἀντιπάλου, ἔφη «ἄδικος ἡ μάχη· οὐ γὰρ δίκαιον τὸν πεσόντα τύπτεσθαι».
ὁ μὲν δὴ Τιριδάτης τὰ Ἀρτάξατα ἀνοικοδομήσας Νερώνεια προσηγόρευσεν· ὁ δὲ δὴ Οὐολόγαισος οὔτε ἐλθεῖν πρὸς τὸν Νέρωνα, καίτοι πολλάκις μεταπεμφθείς, ἠθέλησε, καὶ τέλος, ὡς ὀχληρὸς αὐτῷ ἐγίνετο, ἀντεπέστειλέν οἱ ὅτι πολύ σοι ῥᾷον ἢ ἐμοί ἐστι τοσαύτην θάλασσαν πλεῦσαι. ἂν οὖν ἐς τὴν Ἀσίαν ἔλθῃς, τότε συνθησόμεθα ποῦ δυνησόμεθα συμβαλεῖν ἀλλήλοις. τοιαῦτα τὸ τελευταῖον ὁ Πάρθος ἔγραψεν.
Νέρων δὲ ἐπὶ μὲν ἐκεῖνον οὐκ ἔπλευσε, καίπερ ὀργὴν αὐτῷ ἔχων, οὐ μὴν οὐδὲ ἐπὶ τοὺς Αἰθίοπας ἢ τὰς πύλας τὰς Κασπίας, ὥσπερ ἐνενόει· τά τε γὰρ ἄλλα καὶ κατασκόπους ἑκατέρωσε ἔπεμψεν, ἀλλὰ ταῦτα μὲν καὶ χρόνου καὶ πόνου ὁρῶν δεόμενα ἤλπιζεν αὐτόματά οἱ προσχωρήσειν, ἐς δὲ δὴ τὴν Ἑλλάδα ἐπεραιώθη, οὔτι γε ὡς Φλαμινῖνος οὐδʼ ὡς Μόμμιος ἢ καὶ Ἀγρίππας καὶ Αὔγουστος οἱ πρόγονοι αὐτοῦ, ἀλλʼ ἐπί τε ἡνιοχήσει καὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑποκρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, οὐδὲ τὸ τοῦ Πομπηίου θέατρον, οὐδʼ ὁ μέγας ἱππόδρομος, ἀλλʼ ἐδεήθη καὶ ἐκστρατείας τινός, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται. καὶ τοσοῦτόν γε πλῆθος οὐχ ὅτι τῶν Αὐγουστείων ἀλλὰ καὶ τῶν ἄλλων ἀνθρώπων ἐπηγάγετο ὅσον, εἴπερ ἐμπολέμιον ἦν, καὶ Πάρθους ἂν καὶ τὰ ἄλλα ἔθνη ἐχειρώσατο. ἀλλʼ ἦσαν οἷοι Νερώνειοι ἂν στρατιῶται γένοιντο, καὶ ὅπλα κιθάρας τε καὶ πλῆκτρα προσωπεῖά τε καὶ ἐμβάτας ἔφερον. καὶ ἐνίκησε νίκας οἵας στρατοπέδῳ τοιούτῳ ἔπρεπε, καὶ κατέλυσε Τέρπνον καὶ Διόδωρον καὶ Παμμένην ὡς Φίλιππον ἢ Περσέα ἢ Ἀντίοχον. καὶ διὰ τοῦτό γε, ὡς ἔοικε, καὶ τὸν Παμμένην ἐκεῖνον ἐπὶ τοῦ Γαΐου ἀκμάσαντα κατηνάγκασε, καίτοι γέροντα ὄντα, ἀγωνίσασθαι, ἵνα αὐτοῦ τοὺς ἀνδριάντας κρατήσας αἰκίσηται.
καὶ εἰ μὲν μόνα ταῦτα ἐπεπράχει, γέλωτα ἂν ὠφλήκει. καίτοι πῶς ἄν τις καὶ ἀκοῦσαι, μὴ ὅτι ἰδεῖν, ὑπομείνειεν ἄνδρα Ῥωμαῖον βουλευτὴν εὐπατρίδην ἀρχιερέα Καίσαρα αὐτοκράτορα Αὔγουστον ἔς τε τὸ λεύκωμα ἐν τοῖς ἀγωνισταῖς ἐγγραφόμενον καὶ τὴν φωνὴν ἀσκοῦντα, μελετῶντά τέ τινας ᾠδάς, καὶ τὴν μὲν κεφαλὴν κομῶντα τὸ δὲ γένειον ψιλιζόμενον, ἱμάτιον ἀναβαλλόμενον ἐν τοῖς δρόμοις, μεθʼ ἑνὸς ἢ δύο ἀκολούθων βαδίζοντα, τοὺς ἀντιπάλους ὑποβλέποντα καὶ ἀεί τι πρὸς αὐτοὺς μεθʼ ἁψιμαχίας λέγοντα, τοὺς ἀγωνοθέτας τούς τε μαστιγοφόρους φοβούμενον, καὶ χρήματα αὐτοῖς κρύφα ἅπασιν ἀναλίσκοντα μὴ καὶ ἐλεγχθεὶς μαστιγωθῇ, καὶ ταῦτα μέντοι πάντα ποιοῦντα ἵνα τὸν τῶν κιθαρῳδῶν καὶ τῶν τραγῳδῶν καὶ τῶν κηρύκων ἀγῶνα νικήσας ἡττηθῇ τὸν τῶν Καισάρων. τίς γὰρ ἂν προγραφὴ ταύτης χαλεπωτέρα γένοιτο, ἐν ᾗ οὐ Σύλλας μὲν ἄλλους Νέρων δὲ ἑαυτὸν προέγραψεν; τίς δὲ νίκη ἀτοπωτέρα. ἐν ᾗ τὸν κότινον ἢ τὴν δάφνην ἢ τὸ σέλινον ἢ τὴν πίτυν λαβὼν ἀπώλεσε τὸν πολιτικόν; καὶ τί ἄν τις ταῦτα αὐτοῦ μόνα ὀδύραιτο, ὁπότε καὶ ἐπὶ τοὺς ἐμβάτας ἀναβαίνων κατέπιπτεν ἀπὸ τοῦ κράτους, καὶ τὸ προσωπεῖον ὑποδύνων ἀπέβαλλε τὸ τῆς ἡγεμονίας ἀξίωμα, ἐδεῖτο ὡς δραπέτης, ἐποδηγεῖτο ὡς τυφλός, ἐκύει ἔτικτεν ἐμαίνετο ἠλᾶτο, τόν τε Οἰδίποδα καὶ τὸν Θυέστην τόν τε Ἡρακλέα καὶ τὸν Ἀλκμέωνα τόν τε Ὀρέστην ὡς πλήθει ὑποκρινόμενος. καὶ τά γε προσωπεῖα τοτὲ μὲν αὐτοῖς ἐκείνοις τοτὲ δὲ καὶ ἑαυτῷ εἰκασμένα ἔφερε· τὰ γὰρ τῶν γυναικῶν πάντα πρὸς τὴν Σαβῖναν ἐσκεύαστο, ὅπως κἀκείνη καὶ τεθνηκυῖα πομπεύῃ. καὶ πάντα ὅσα οἱ τυχόντες ὑποκρίνονται, κἀκεῖνος καὶ ἔλεγε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθʼ ὅσον χρυσαῖς ἁλύσεσιν ἐδεσμεύετο· καὶ γὰρ οὐκ ἔπρεπεν, ὡς ἔοικεν, αὐτοκράτορι Ῥωμαίων σιδηραῖς δεῖσθαι.
καὶ ταῦτα μέντοι πάντα οἵ τε ἄλλοι πάντες καὶ οἱ στρατιῶται ὁρῶντες ἔφερον ἐπῄνουν, Πυθιονίκην τε αὐτὸν καὶ Ὀλυμπιονίκην καὶ περιοδονίκην παντονίκην, πρὸς τοῖς ἄλλοις οἷς εἰώθεσαν, ἀπεκάλουν, συμμιγνύντες δῆλον ὅτι αὐτοῖς καὶ τὰ τῆς ἀρχῆς ὀνόματα, ὥστε ἐφʼ ἑκάστῳ τόν τε Καίσαρα καὶ τὸν Αὔγουστον ἀκροτελεύτιον εἶναι.
ὅτι ἀγανακτήσαντος αὐτοῦ πρός τινα ὅτι λέγοντος αὐτοῦ ἐσκυθρώπασε καὶ οὐ σφόδρα ὑπερεπῄνεσεν, ἀπεδίωξεν αὐτὸν ἐπιτρέψας μὴ ἐλθεῖν αὐτὸν εἰς ὀφθαλμοὺς αὐτοῦ· καὶ ὡς οὐκ ἐδέχετο αὐτόν, ἐκείνου εἰπόντος «καὶ ποῦ ἀπέλθω;» ὁ Φοῖβος ὁ ἀπελεύθερος τοῦ Νέρωνος ἀπεκρίνατο αὐτῷ «εἰς κόρακας».
οὐδὲ ἐτόλμησεν οὐδεὶς αὐτῶν οὔτε ἐλεῆσαι τὸν κακοδαίμονα οὔτε μισῆσαι, ἀλλʼ εἷς μέν τις στρατιώτης ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν, ἕτερος δὲ ἐρομένου τινὸς «τί ποιεῖ ὁ αὐτοκράτωρ» ἀπεκρίνατο ὅτι «τίκτει·» καὶ γὰρ τὴν Κανάκην ὑπεκρίνετο. ἔργον δʼ οὐδὲν ἄξιον Ῥωμαίων οὐδείς σφων ἐποίησε· τοσαῦτα γάρ που χρήματα διελάγχανον ὥστε καὶ εὔχεσθαι αὐτὸν πολλὰ τοιαῦτα δρᾶν, ἵνʼ ἔτι πλείονα λαμβάνωσιν.
ἀλλʼ εἰ μὲν ταῦτα μόνα οὕτως ἐγεγόνει, αἰσχύνη τε ἅμα καὶ χλευασία τὸ πρᾶγμα ἀκίνδυνος ἐνενόμιστο· νῦν δʼ ὡς ἀληθῶς, ὥσπερ ἐπὶ πολέμῳ σταλείς, πᾶσαν μὲν τὴν Ἑλλάδα ἐλεηλάτησε, καίπερ ἐλευθέραν ἀφείς, παμπληθεῖς δὲ ἐφόνευσεν ἄνδρας γυναῖκας παῖδας. καὶ πρότερον μὲν τὴν ἡμίσειαν τῆς οὐσίας ἐκέλευσέν οἱ καὶ τὰ τέκνα καὶ τοὺς ἀπελευθέρους τῶν θανατουμένων ἀποθνήσκοντας καταλείπειν, αὐτοῖς τε ἐκείνοις διαθήκας γράφειν ἐπέτρεπεν, ὅπως μὴ τῶν χρημάτων ἕνεκα αὐτοὺς ἀποκτείνειν δοκῇ — πάντως δὲ πάντα ἢ τά γε πλείω αὐτῶν ἐλάμβανεν· εἰ γοῦν τις ἔλαττόν τι αὐτῷ ἢ τῷ Τιγελλίνῳ ὧν ἤλπιζον κατέλειπεν, οὐδὲ τῶν διαθηκῶν ὠνίνατο· ὕστερον δὲ καὶ ὅλας τὰς οὐσίας ἀφῃρεῖτο, τούς τε παῖδάς σφων πάντας ἅμα διʼ ἑνὸς δόγματος ἐξήλασεν. οὐδὲ τοῦτο αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ συχνοὺς τῶν φευγόντων ἔφθειρεν. ἐπεὶ τάς γε οὐσίας ὅσας καὶ ζώντων τινῶν ἐδήμευσε, καὶ τὰ ἀναθήματα ὅσα καὶ ἐξ αὐτῶν τῶν ἐν τῇ Ῥώμῃ ναῶν ἐσύλησεν, οὐδὲ ἐξαριθμήσειεν ἄν τις. διέτρεχον γὰρ γραμματοφόροι μηδὲν ἄλλο διαγγέλλοντες ἢ ὅτι τόνδε ἀπόκτεινον, ὅδε τέθνηκεν· ἔξω γὰρ δὴ τῶν βασιλικῶν γραμμάτων οὐδὲν ἰδιωτικὸν διεπέμπετο. συχνοὺς γὰρ ἐς τὴν Ἑλλάδα τῶν πρώτων ἐξήγαγεν ὥς τι αὐτῶν δεόμενος, ἵνʼ ἐκεῖ ἀποθάνωσιν. τοὺς μέντοι ἐν τῇ Ῥώμῃ καὶ τῇ Ἰταλίᾳ πάντας Ἡλίῳ τινὶ Καισαρείῳ ἐκδότους παρέδωκε· πάντα γὰρ ἁπλῶς αὐτῷ ἐπετέτραπτο, ὥστε καὶ δημεύειν καὶ φυγαδεύειν καὶ ἀποκτιννύναι, καὶ πρὶν δηλῶσαι τῷ Νέρωνι, καὶ ἰδιώτας ὁμοίως καὶ ἱππέας καὶ βουλευτάς.
οὕτω μὲν δὴ τότε ἡ τῶν Ῥωμαίων ἀρχὴ δύο αὐτοκράτορσιν ἅμα ἐδούλευσε, Νέρωνι καὶ Ἡλίῳ. οὐδὲ ἔχω εἰπεῖν ὁπότερος αὐτῶν χείρων ἦν· τὰ μὲν γὰρ ἄλλα ἐκ τοῦ ὁμοίου πάντα ἔπραττον, ἐν ἑνὶ δὲ τούτῳ διήλλασσον, ὅτι ὁ μὲν τοῦ Αὐγούστου ἀπόγονος κιθαρῳδοὺς καὶ τραγῳδούς, ὁ δὲ τοῦ Κλαυδίου ἀπελεύθερος Καίσαρας ἐζήλου. τὸν γὰρ Τιγελλῖνον ἐν προσθήκης μέρει τοῦ Νέρωνος, ὅτι σὺν αὐτῷ ἦν, τίθημι. χωρὶς δὲ ὅ τε Πολύκλειτος καὶ Καλουία Κρισπινίλλα ἦγον ἐπόρθουν ἐσύλων πάνθʼ ὅσα ἐνεδέχετο, ἐκεῖνος μὲν μετὰ τοῦ Ἡλίου ἐν τῇ Ῥώμῃ, αὕτη δὲ μετά τε τοῦ Νέρωνος καὶ μετὰ τῆς Σαβίνης τοῦ Σπόρου. τήν τε γὰρ φυλακὴν αὐτοῦ καὶ τὴν ἐπιτροπείαν τὴν περὶ ἐσθῆτα, καίπερ γυνὴ καὶ ἐπιφανὴς οὖσα, ἐπεπίστευτο, καὶ διʼ αὐτῆς πάντες ἀπεδύοντο.
ὠνόμασε δὲ Σαβῖναν τὸν Σπόρον οὐ κατὰ τοῦτο μόνον ὅτι διὰ τὴν ὁμοιότητα αὐτῆς ἐξετέτμητο, ἀλλʼ ὅτι καὶ ἐγήματο αὐτῷ, ὥσπερ καὶ ἐκείνη, ἐν τῇ Ἑλλάδι κατὰ συμβόλαιον, ἐκδόντος αὐτὸν τοῦ Τιγελλίνου, ὥσπερ ὁ νόμος ἐκέλευε. καὶ τοὺς γάμους αὐτῶν πάντες οἱ Ἕλληνες ἑώρτασαν, τά τε ἄλλα οἷα εἰκὸς ἦν ἐπιλέγοντες, καὶ γνησίους σφίσι παῖδας γεννηθῆναι εὐχόμενοι. κἀκ τούτου συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς γυνή· πρὸς γὰρ τοῖς ἄλλοις καὶ κυρία καὶ βασιλὶς καὶ δέσποινα ὠνομάζετο. καὶ τί τοῦτο θαυμάσειεν ἄν τις, ὁπότε καὶ μειράκια καὶ κόρας σταυροῖς γυμνὰς προσδέων θηρίου τέ τινος δορὰν ἀνελάμβανε καὶ προσπίπτων σφίσιν ἠσέλγαινεν ὥσπερ τι ἐσθίων. τοιαῦτα μὲν ὁ Νέρων ἠσχημόνει, τοὺς δὲ βουλευτὰς χιτώνιόν τι ἐνδεδυκὼς ἄνθινον καὶ σινδόνιον περὶ τὸν αὐχένα ἔχων ἠσπάσατο· καὶ γὰρ καὶ ἐν τούτοις ἤδη παρηνόμει, ὥστε καὶ ἀζώστους χιτῶνας ἐν τῷ δημοσίῳ ἐνδύεσθαι. λέγεται δʼ ὅτι καὶ οἱ ἱππεῖς οἱ ἐκ τοῦ τέλους ἐπὶ αὐτοῦ πρῶτον ἐφιππίοις ἐν τῇ ἐτησίᾳ σφῶν ἐξετάσει ἐχρήσαντο.
ἐν δὲ τοῖς Ὀλυμπίοις ἅρμα ἐλάσας καὶ πεσὼν ἐξ αὐτοῦ καὶ ὀλίγου δεῖν συντριβεὶς ὅμως ἐστεφανώθη, καὶ διὰ τοῦτο καὶ τοῖς Ἑλλανοδίκαις τὰς πέντε καὶ εἴκοσι μυριάδας, ἃς ὕστερον Γάλβας παρʼ αὐτῶν ἀπῄτησεν, ἔδωκε.
ὅτι ὁ αὐτὸς τῇ Πυθίᾳ δέκα μυριάδας ἔδωκεν, ὅτι τινὰ κατὰ γνώμην αὐτοῦ ἐθέσπισεν· ἃς ὁ Γάλβας ἐκομίσατο. τοῦ δὲ δὴ Ἀπόλλωνος, εἴτʼ οὖν ἀγανακτήσας ὅτι λυπηρά τινα προεῖπεν αὐτῷ, εἴτε καὶ ἄλλως μανείς, τήν τε χώραν τὴν Κιρραίαν ἀφείλετο καὶ στρατιώταις ἔδωκε, καὶ τὸ μαντεῖον κατέλυσεν, ἀνθρώπους ἐς τὸ στόμιον ἐξ οὗ τὸ ἱερὸν πνεῦμα ἀνῄει σφάξας. ἠγωνίσατο δὲ ἐν πάσῃ ὁμοίως πόλει ἀγῶνα ἐχούσῃ, κήρυκι πρὸς πάντα τὰ κηρύξεως δεόμενα Κλουουίῳ Ῥούφῳ ἀνδρὶ ὑπατευκότι χρησάμενος, πλὴν Ἀθηνῶν καὶ Λακεδαίμονος· ταύταις γὰρ μόναις οὐδὲ ἐπεφοίτησε τὴν ἀρχήν, τῇ μὲν διὰ τοὺς Λυκούργου νόμους ὡς ἐναντίους τῇ προαιρέσει αὐτοῦ ὄντας, τῇ δὲ διὰ τὸν περὶ τῶν Ἐρινύων λόγον. τὸ δὲ δὴ κήρυγμα ἦν «Νέρων Καῖσαρ νικᾷ τόνδε τὸν ἀγῶνα, καὶ στεφανοῖ τόν τε τῶν Ῥωμαίων δῆμον καὶ τὴν ἰδίαν οἰκουμένην.» ἔχων γάρ, ὡς ἔλεγεν, οἰκουμένην, ἐκιθαρῴδει τε καὶ ἐκήρυττε καὶ ἐτραγῴδει.
τὴν δὲ γερουσίαν οὕτως δεινῶς ἐμίσει ὥστε καὶ τῷ Οὐατινίῳ ὡς μάλιστα χαίρειν, ὅτι ἔλεγεν ἀεί ποτε πρὸς αὐτόν «μισῶ σε, Καῖσαρ, ὅτι συγκλητικὸς εἶ»· χρήσομαι γὰρ αὐτῷ τῷ λεχθέντι ὑπʼ αὐτοῦ ῥήματι. ἐτηροῦντο δὲ ἀκριβῶς καὶ τούτων καὶ τῶν ἄλλων ἀεί ποτε καὶ αἱ ἔσοδοι καὶ αἱ ἔξοδοι τά τε σχήματα καὶ τὰ νεύματα καὶ τὰ ἐπιβοήματα, καὶ οἱ μὲν ἀεὶ συνόντες αὐτῷ καὶ σπουδαίως ἀκροώμενοι τορῶς τε ἐκβοῶντες ἐπῃνοῦντο καὶ ἐτιμῶντο, οἱ δὲ λοιποὶ καὶ ἠτιμάζοντο καὶ ἐκολάζοντο, ὥστε τινὰς μὴ δυναμένους ἐπὶ πολὺ ἀντέχειν — πολλάκις γὰρ καὶ μέχρι τῆς ἑσπέρας ἐξ ἑωθινοῦ παρετείνοντο — προσποιεῖσθαί τε ἐκθνήσκειν καὶ νεκρῶν δίκην ἐκ τῶν θεάτρων ἐκφέρεσθαι.
πάρεργον δὲ δὴ τῆς ἐπιδημίας τῆς ἐν τῇ Ἑλλάδι ἐποιήσατο τὸν ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι ἐπιθυμήσας, καὶ ἤρξατο τοῦ ἔργου καίπερ τῶν ἀνθρώπων ὀκνούντων· αἷμά τε γὰρ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς ἀνέβλυσεν, καὶ οἰμωγαὶ μυκηθμοί τέ τινες ἐξηκούοντο, καὶ εἴδωλα πολλὰ ἐφαντάζετο. λαβὼν δὲ αὐτὸς δίκελλαν καί τι καὶ ἀνασκάψας ἔπεισε καὶ τοὺς ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι, καὶ πολὺ πλῆθος ἀνθρώπων ἐπὶ τοῦτο τὸ ἔργον καὶ ἐκ τῶν ἄλλων ἐθνῶν μετεπέμψατο.
ἔς τε οὖν τἆλλα καὶ ἐς ταῦτα χρημάτων πολλῶν δεόμενος, καὶ μεγαλοπράγμων καὶ μεγαλόδωρος ὁμοίως ὤν, καὶ ἅμα φοβούμενος τοὺς δυνατωτάτους μὴ ἐπίθωνταί οἱ τοιαῦτα ποιοῦντι, πολλούς τε καὶ ἀγαθοὺς ἄνδρας ἔφθειρεν. ὧν ἐγὼ τοὺς μὲν ἄλλους ἐάσω — πᾶσί τε γὰρ παρʼ αὐτῷ δημόσιον ἔγκλημα ἦν ἀρετή τε καὶ πλοῦτος καὶ γένος, καὶ πάντες ἢ ἑαυτοὺς ἀπεκτίννυσαν ἢ ὑπʼ ἄλλων ἐφονεύοντο —, τοῦ δὲ δὴ Κορβούλωνος καὶ Σουλπικίων Σκριβωνίων, Ῥούφου τε καὶ Πρόκλου, μνημονεύσω, τούτων μὲν ὅτι ἀδελφοί τε καὶ ἡλικιῶται τρόπον τινὰ ὄντες, καὶ μηδὲν μηδέποτε ἄνευ ἀλλήλων πράξαντες, ἀλλʼ ὥσπερ τῷ γένει οὕτω καὶ τῇ προαιρέσει τῇ τε οὐσίᾳ συμπεφυκότες, καὶ τὰς Γερμανίας δὲ ἀμφοτέρας ἐπὶ πολὺ ἅμα διῴκησαν, ἦλθόν τε ἐς τὴν Ἑλλάδα μετάπεμπτοι ὥστε αὐτῶν τοῦ Νέρωνος δεομένου, καὶ ἐγκλήματα οἷα ὁ καιρὸς ἐκεῖνος ἔφερε λαβόντες, καὶ μήτε λόγου τυγχάνοντες μήτε ἐς ὀφθαλμοὺς τοῦ Νέρωνος ἀφικνούμενοι, καὶ διὰ τοῦθʼ ὑφʼ ἁπάντων ὁμοίως ἀτιμαζόμενοι, ἀποθανεῖν τε ἐπεθύμησαν καὶ ἐτελεύτησαν τὰς φλέβας αὑτῶν σχάσαντες, τοῦ δὲ δὴ Κορβούλωνος ὅτι καὶ ἐκεῖνον ἐντιμότατα μεταπεμψάμενος, καὶ τά τε ἄλλα καὶ πατέρα καὶ εὐεργέτην αὐτὸν ἀεὶ ὀνομάζων, ἔπειτʼ ἐπειδὴ τῇ Κεγχρείᾳ προσέσχε, σφαγῆναι, πρὶν καὶ ἐς ὄψιν αὐτῷ ἐλθεῖν, προσέταξε· κιθαρῳδήσειν γὰρ ἤμελλεν, ὥς τινες λέγουσι, καὶ οὐχ ὑπέμεινεν αὐτῷ τὸ ὀρθοστάδιον ἔχων ὀφθῆναι. καὶ ὃς ἐπειδὴ τάχιστα τὸ προστεταγμένον ἔγνω, ξίφος τε ἔλαβε, καὶ ἑαυτὸν ἐρρωμένως παίων ἔλεγεν «ἄξιος·» τότε γὰρ δή, τότε πρῶτον ἐπίστευσεν ὅτι κακῶς ἐπεποιήκει καὶ φεισάμενος τοῦ κιθαρῳδοῦ καὶ πρὸς αὐτὸν ἐλθὼν ἄνοπλος.
ἐν μὲν δὴ τῇ Ἑλλάδι ταῦτʼ ἐπράττετο· τί γὰρ δεῖ λέγειν ὅτι καὶ τὸν Πάριν τὸν ὀρχηστὴν ἀποθανεῖν ἐκέλευσεν, ὅτι ὀρχεῖσθαι παρʼ αὐτῷ μαθεῖν ἐθελήσας οὐκ ἠδυνήθη; τί δʼ ὅτι Καικίναν Τοῦσκον ὑπερώρισεν, ὅτι τῆς Αἰγύπτου ἄρχων ἐλούσατο ἐν τῷ βαλανείῳ ὃ ἐκείνῳ ὡς καὶ ἐς τὴν Ἀλεξάνδρειαν ἥξοντι ἐποιήθη; ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὸν αὐτὸν χρόνον ὁ Ἥλιος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο, καὶ Σουλπίκιον Καμερῖνον ἄνδρα τῶν πρώτων μετὰ τοῦ υἱέος ἀπέκτεινεν, ἐγκαλέσας σφίσιν ὅτι Πυθικοὶ ἐκ προγόνων ἐπικαλούμενοι οὐκ ἐπαύσαντο τὸ πρόσρημα τοῦτʼ ἔχοντες, ἀλλʼ ἐς τὰς τοῦ Νέρωνος νίκας τὰς Πυθικὰς ἐκ τῆς ὁμωνυμίας ἠσέβουν. τῶν δὲ Αὐγουστείων ἄγαλμα αὐτοῦ χιλίων λιτρῶν ποιήσειν ὑποσχομένων, πᾶν τὸ ἱππικὸν ἠναγκάσθη συντελέσαι σφίσι τὸ ἀνάλωμα. τὰ δὲ δὴ τῆς γερουσίας ἔργον καθʼ ἕκαστον ἐπεξελθεῖν· τοσαῦται γὰρ αἵ τε θυσίαι καὶ ἱερομηνίαι ἐπηγγέλθησαν ὥστε μηδʼ ὅλον τὸν ἐνιαυτὸν ἐξαρκέσαι.
ὁ δὲ Ἥλιος πολλάκις μὲν καὶ πρότερον ἐπιστείλας αὐτῷ, παραινῶν ὅτι τάχιστα ἀνακομισθῆναι, ὡς δʼ οὐκ ἐπείθετο, ἦλθεν αὐτὸς ἐς τὴν Ἑλλάδα ἑβδόμῃ ἡμέρᾳ, καὶ ἐξεφόβησεν αὐτὸν εἰπὼν μεγάλην τινὰ ἐπιβουλὴν ἐν τῇ Ῥώμῃ παρασκευάζεσθαι κατʼ αὐτοῦ, ὥστε παρευθὺς ἐς τὴν Ἰταλίαν ἀποπλεῦσαι. καὶ ἐγένετο μέν τις ἐλπὶς ὑπὸ χειμῶνος αὐτὸν φθαρήσεσθαι, μάτην δὲ πολλοὶ ἥσθησαν· ἐσώθη γάρ. καί τισι καὶ αὐτὸ τοῦτο ὀλέθρου αἴτιον ἐγένετο, ὅτι καὶ εὔξαντο καὶ ἤλπισαν αὐτὸν ἀπολεῖσθαι. ἐπεὶ δʼ οὖν ἐς τὴν Ῥώμην ἐσήλασε, τοῦ τε τείχους τι καθῃρέθη καὶ τῶν πυλῶν περιερράγη, νενομίσθαι τινῶν λεγόντων ἑκάτερον τοῖς ἐκ τῶν ἀγώνων στεφανηφόροις γίνεσθαι. καὶ ἐσεφοίτησαν πρῶτοι μὲν οἱ τοὺς στεφάνους οὓς ἀνῄρητο κομίζοντες, καὶ μετʼ αὐτοὺς ἕτεροι σανίδια ἐπὶ δοράτων ἀνατείνοντες, ἐφʼ οἷς ἐπεγέγραπτο τό τε ὄνομα τοῦ ἀγῶνος καὶ τὸ εἶδος τοῦ ἀγωνίσματος, ὅτι τε Νέρων Καῖσαρ πρῶτος πάντων τῶν ἀπὸ τοῦ αἰῶνος Ῥωμαίων ἐνίκησεν αὐτό, ἔπειτα αὐτὸς ἐφʼ ἅρματος ἐπινικίου, ἐν ᾧ ποτε ὁ Αὔγουστος τὰ πολλὰ ἐκεῖνα νικητήρια ἐπεπόμφει, ἁλουργίδα χρυσόπαστον ἔχων καὶ κότινον ἐστεφανωμένος, τὴν Πυθικὴν δάφνην προτείνων· καὶ αὐτῷ ὁ Διόδωρος ὁ κιθαρῳδὸς παρωχεῖτο. καὶ οὕτω διά τε τοῦ ἱπποδρόμου καὶ διὰ τῆς ἀγορᾶς μετά τε τῶν στρατιωτῶν καὶ μετὰ τῶν ἱππέων τῆς τε βουλῆς διελθὼν ἐς τὸ Καπιτώλιον ἀνέβη, καὶ ἐκεῖθεν ἐς τὸ Παλάτιον, πάσης μὲν τῆς πόλεως ἐστεφανωμένης καὶ λυχνοκαυτούσης καὶ θυμιώσης, πάντων δὲ τῶν ἀνθρώπων, καὶ αὐτῶν τῶν βουλευτῶν ὅτι μάλιστα, συμβοώντων «Ὀλυμπιονῖκα οὐᾶ, Πυθιονῖκα οὐᾶ, Αὔγουστε Αὔγουστε. Νέρωνι τῷ Ἡρακλεῖ, Νέρωνι τῷ Ἀπόλλωνι. ὡς εἷς περιοδονίκης, εἷς ἀπʼ αἰῶνος, Αὔγουστε Αὔγουστε. ἱερὰ φωνή· μακάριοι οἵ σου ἀκούοντες». τί γὰρ δεῖ περιπλέκειν καὶ οὐκ αὐτὰ τὰ λεχθέντα δηλοῦν; οὐδὲ γὰρ οὐδʼ αἰσχύνην τινὰ τῇ συγγραφῇ τὰ ῥηθέντα, ἀλλὰ καὶ κόσμον τὸ μηδὲν αὐτῶν ἀποκρυφθῆναι φέρει.
ἐκτελέσας δὲ ταῦτα ἱπποδρομίας ἐπήγγειλε, καὶ τοὺς στεφάνους, τούτους τε καὶ τοὺς ἄλλους πάντας ὅσους ἅρμασι νικήσας εἰλήφει, ἐς τὸν ἱππόδρομον ἐσήνεγκε καὶ τῷ ὀβελίσκῳ τῷ Αἰγυπτίῳ περιέθηκε· καὶ ἦσαν ὀκτὼ καὶ ὀκτακόσιοι καὶ χίλιοι. ποιήσας δὲ ταῦτα ἡνιόχησε. Λάρκιος δέ τις Λυδὸς προσῆλθεν αὐτῷ πέντε καὶ εἴκοσι μυριάδας προσφέρων ἵνα κιθαρῳδήσῃ· καὶ ὃς τὸ μὲν ἀργύριον οὐκ ἔλαβεν, ἀπαξιώσας μισθοῦ τι ποιῆσαι — καὶ διὰ τοῦτο Τιγελλῖνος αὐτὸ ἐσέπραξεν, ἵνα μὴ αὐτὸν ἀποκτείνῃ —, ἐς μέντοι τὸ θέατρον καὶ ὣς ἐσελθὼν καὶ ἐκιθαρῴδησε καὶ ἐτραγῴδησεν, ἐπεὶ τοῖς γε ἵπποις οὐκ ἔστιν ὅτε οὐχ ἡμιλλᾶτο. ἔστι δὲ ὅτε καὶ ἑκὼν ἡττᾶτο, ὅπως τά γε ἄλλα τὰ πλείω πιστεύηται ἐπʼ ἀληθείας κρατεῖν.
Δίων ξβʹ βιβλίῳ· «καὶ κακὰ ἀμύθητα πολλὰς πόλεις εἰργάζετο».
Ὁ μὲν οὖν Νέρων οὕτω τε ἔζη καὶ οὕτως ἐμονάρχει, λέξω δὲ καὶ ὅπως κατελύθη καὶ ἐκ τῆς ἀρχῆς ἐξέπεσεν.
ἔτι δʼ ἐν τῇ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι εἰς προῦπτον ἀπέστησαν, καὶ ἐπʼ αὐτοὺς τὸν Οὐεσπασιανὸν ἔπεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον.
ἦν τις Γαλάτης ἀνὴρ Γάιος Ἰούλιος Οὐίνδιξ, ἐκ μὲν προγόνων Ἀκυτανὸς τοῦ βασιλικοῦ φύλου, κατὰ δὲ τὸν πατέρα βουλευτὴς τῶν Ῥωμαίων, τό τε σῶμα ἰσχυρὸς καὶ τὴν ψυχὴν συνετός, τῶν τε πολεμικῶν ἔμπειρος καὶ πρὸς πᾶν ἔργον μέγα εὔτολμος· τό τε φιλελεύθερον καὶ τὸ φιλότιμον πλεῖστον εἶχεν· ὃς προέστη τῶν Γαλατῶν.
οὗτος ὁ Οὐίνδιξ συναθροίσας τοὺς Γαλάτας πολλὰ πεπονθότας τε ἐν ταῖς συχναῖς ἐσπράξεσι τῶν χρημάτων καὶ ἔτι πάσχοντας ὑπὸ Νέρωνος, καὶ ἀναβὰς ἐπὶ βῆμα μακρὰν διεξῆλθε κατὰ τοῦ Νέρωνος ῥῆσιν λέγων δεῖν ἀποστῆναί τε αὐτοῦ καὶ ἅμα οἷ ἐπιστῆναι αὐτῷ, «ὅτι» φησὶ «πᾶσαν τὴν τῶν Ῥωμαίων οἰκουμένην σεσύληκεν, ὅτι πᾶν τὸ ἄνθος τῆς βουλῆς αὐτῶν ἀπολώλεκεν, ὅτι τὴν μητέρα τὴν ἑαυτοῦ καὶ ᾔσχυνε καὶ ἀπέκτεινε, καὶ οὐδʼ αὐτὸ τὸ σχῆμα τῆς ἡγεμονίας σώζει. σφαγαὶ μὲν γὰρ καὶ ἁρπαγαὶ καὶ ὕβρεις καὶ ὑπʼ ἄλλων πολλαὶ πολλάκις ἐγένοντο· τὰ δὲ δὴ λοιπὰ πῶς ἄν τις κατʼ ἀξίαν εἰπεῖν δυνηθείη; εἶδον, ὦ ἄνδρες φίλοι καὶ σύμμαχοι, πιστεύσατέ μοι, εἶδον τὸν ἄνδρα ἐκεῖνον, εἴγε ἀνὴρ ὁ Σπόρον γεγαμηκώς, ὁ Πυθαγόρᾳ γεγαμημένος, ἐν τῷ τοῦ θεάτρου κύκλῳ καὶ ἐν τῇ ὀρχήστρᾳ ποτὲ μὲν κιθάραν ἔχοντα καὶ ὀρθοστάδιον καὶ κοθόρνους, ποτὲ δὲ ἐμβάτας καὶ προσωπεῖον. ἤκουσα αὐτοῦ πολλάκις ᾄδοντος, ἤκουσα κηρύττοντος, ἤκουσα τραγῳδοῦντος. εἶδον αὐτὸν δεδεμένον, εἶδον συρόμενον, κύοντα δή, τίκτοντα δή, πάντα ὅσα μυθολογεῖται καὶ λέγοντα καὶ ἀκούοντα καὶ πάσχοντα καὶ δρῶντα. εἶτά τις τὸν τοιοῦτον Καίσαρα καὶ αὐτοκράτορα καὶ Αὔγουστον ὀνομάσει; μηδαμῶς· μηδεὶς ὑβριζέτω τὰ ἱερὰ ἐκεῖνα ὀνόματα. ταῦτα μὲν γὰρ Αὔγουστος καὶ Κλαύδιος ἔσχον, οὗτος δὲ δὴ Θυέστης τε καὶ Οἰδίπους Ἀλκμέων τε καὶ Ὀρέστης δικαιότατʼ ἂν καλοῖτο· τούτους γὰρ ὑποκρίνεται, καὶ ταύτας ἀντʼ ἐκείνων τὰς ἐπωνυμίας ἀντεπιτέθειται. ἀνάστητε οὖν ἤδη ποτέ, καὶ ἐπικουρήσατε μὲν ὑμῖν αὐτοῖς, ἐπικουρήσατε δὲ τοῖς Ῥωμαίοις, ἐλευθερώσατε δὲ πᾶσαν τὴν οἰκουμένην».
τοιαῦτά τινα τοῦ Οὐίνδικος εἰπόντος ἅπαντες συνεφρόνησαν. οὐχ ἑαυτῷ δὲ τὴν ἀρχὴν πράττων
ὁ Οὐίνδιξ τὸν Γάλβαν τὸν Σέρουιον τὸν Σουλπίκιον ἐπιεικείᾳ τε καὶ ἐμπειρίᾳ πολέμων διαπρέποντα καὶ τῆς Ἰβηρίας ἄρχοντα, δύναμίν τε οὐ μικρὰν ἔχοντα, ἐς τὴν ἡγεμονίαν προεχειρίσατο· κἀκεῖνος ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ ἀνηγορεύθη.
τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγένετο· Ῥοῦφος δὲ ἄρχων τῆς Γερμανίας ὥρμησε μὲν ὡς καὶ τῷ Οὐίνδικι πολεμήσων, γενόμενος δὲ ἐν Οὐεσοντίωνι ταύτην ἐπολιόρκει, πρόφασιν ἐπεὶ μὴ ἐδέξατο αὐτόν. τοῦ δὲ Οὐίνδικος πρὸς βοήθειαν τῆς πόλεως ἀντεπιόντος αὐτῷ καὶ οὐ πόρρω στρατοπεδεύσαντος ἀντεπέστειλαν μὲν ἀλλήλοις τινά, καὶ τέλος καὶ ἐς λόγους ἦλθον μόνοι καὶ μηδενός σφισι τῶν ἄλλων παρόντος, καὶ κατὰ τοῦ Νέρωνος, ὡς εἰκάζετο, συνέθεντο πρὸς ἀλλήλους. μετὰ δὲ τοῦτο ὁ Οὐίνδιξ ὥρμησε μετὰ τοῦ στρατοῦ ὡς τὴν πόλιν καταληψόμενος· καὶ αὐτοὺς οἱ τοῦ Ῥούφου στρατιῶται προσιόντας αἰσθόμενοι, καὶ νομίσαντες ἐφʼ ἑαυτοὺς ἄντικρυς χωρεῖν, ἀντεξώρμησαν αὐτοκέλευστοι, καὶ προσπεσόντες σφίσιν ἀπροσδοκήτοις τε καὶ ἀσυντάκτοις οὖσι παμπόλλους κατέκοψαν. ἰδὼν δὲ τοῦτο καὶ περιαλγήσας ὁ Οὐίνδιξ αὐτὸς ἑαυτὸν ἔσφαξε.
— τῆς δʼ ἀποστασίας παρατεινομένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετʼ αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας —, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοσούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καθελεῖν καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό.
καὶ τὸ μὲν ἀληθὲς οὕτως ἔχει, πολλοὶ δὲ δὴ μετὰ ταῦτα, τὸ σῶμα αὐτοῦ κατατρώσαντες, δόξαν τισὶ μάτην ὡς καὶ αὐτοὶ ἀπεκτονότες αὐτὸν παρέσχον. Ῥοῦφος δὲ τοῦτον μὲν ἰσχυρῶς ἐπένθησε, τὴν δὲ αὐτοκράτορα ἀρχήν, καίτοι τῶν στρατιωτῶν πολλάκις αὐτῷ ἐγκειμένων, οὐκ ἠθέλησε δέξασθαι, δυνηθεὶς ἂν ῥᾳδίως ἐπιτυχὴς αὐτῆς γενέσθαι· δραστήριός τε γὰρ ἀνὴρ ἦν καὶ ἰσχὺν μεγάλην καὶ πρόθυμον εἶχε, καὶ οἱ στρατιῶται τὰς μὲν τοῦ Νέρωνος εἰκόνας καθεῖλον καὶ συνέτριψαν, αὐτὸν δὲ Καίσαρα καὶ Αὔγουστον ὠνόμαζον. ὡς δʼ οὐκ ἐπείθετο, ἐνταῦθα τῶν στρατιωτῶν τις ἑνὶ τῶν σημείων αὐτοῦ ταῦτα διὰ ταχέων ἐπέγραψε· καὶ ὃς ἐκεῖνά τε ἀπήλειψε, καὶ μόλις ποτὲ αὐτοὺς καταστήσας ἔπεισεν ἐπὶ τῇ βουλῇ καὶ τῷ δήμῳ ποιήσασθαι, εἴτʼ οὖν ὅτι οὐκ ἠξίου τοὺς στρατιώτας τινὶ τὸ κράτος διδόναι — τῇ τε γὰρ γερουσίᾳ καὶ τῷ δήμῳ προσήκειν τοῦτʼ ἔλεγεν —, εἴτε καὶ παντελῶς μεγαλογνωμονῶν, ὡς οὐδὲν τῆς αὐτοκρατορικῆς ἀρχῆς ὑπὲρ ἧς καὶ οἱ ἄλλοι πάντα ἔπραττον, καὶ αὐτὸς δεόμενος.
ὅτι ὁ Νέρων μαθὼν τὰ κατὰ τὸν Οὐίνδικα ἐν Νέᾳ πόλει τὸν γυμνικὸν ἀγῶνα ἀπʼ ἀρίστου θεωρῶν, οὐκ ἐλυπήθη, ἀλλὰ καταπηδήσας ἐκ τῆς ἕδρας ἀθλητῇ τινὶ συνεσπούδασεν· οὐδὲ ἐς τὴν Ῥώμην ἠπείχθη, ἀλλὰ καὶ γράμματα ἁπλῶς τῇ βουλῇ πέμψας παρῃτήσατο ὅτι οὐκ ἀφίκετο, λέγων βραγχᾶν, καθάπερ τι ᾆσαι καὶ τότε αὐτοῖς δεόμενος. καὶ τήν γε αὐτὴν φροντίδα καὶ ἐπιμέλειαν τῆς τε φωνῆς καὶ τῶν ᾀσμάτων τῶν τε κιθαρισμάτων, οὐχ ὅτι ἐν τῷ τότε παρόντι, ἀλλὰ καὶ μετὰ ταῦτα ἐποιεῖτο· καὶ οὔτε τι ἐξ ἐκείνων ἐξέκραξεν, εἴ τε καὶ ἠναγκάσθη τι οἷα ἐν τοιούτοις ὢν ἐκβοῆσαι, εὐθύς τις αὐτὸν ὡς καὶ κιθαρῳδήσειν μέλλοντα ἀνεχαίτιζεν καὶ ἀνελάμβανεν.
λέγεται δὲ ὅτι τοῦ Νέρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύξαντος τῷ Οὐίνδικι ἀκούσας ὁ Οὐίνδιξ ἔφη ὅτι «ὁ Νέρωνα ἀποκτείνας τήν τε κεφαλὴν αὐτοῦ κομίσας μοι τὴν ἐμὴν ἀντιλήψεται». — τοιοῦτος μέν τις ὁ Οὐίνδιξ ἐγένετο κ.τ.λ. —
τά τε ἄλλα ὅσα εἰώθει ὁμοίως ἐποίει, χαίρων τοῖς ἠγγελμένοις ὅτι ἄλλως τε κατακρατήσειν τοῦ Οὐίνδικος ἤλπιζεν καὶ ὑπόθεσιν ἀργυρισμοῦ καὶ φόνων εἰληφέναι ἐδόκει. καὶ ἐτρύφα, καὶ τὸ τῆς Σαβίνης ἡρῷον ἐκποιηθὲν καὶ κοσμηθὲν λαμπρῶς ὡσίωσεν, ἐπιγράψας αὐτῷ ὅτι Σαβίνῃ αὐτὸ θεᾷ Ἀφροδίτῃ αἱ γυναῖκες ἐποίησαν. καὶ τοῦτο μὲν ἠλήθευσεν· ἐκ γὰρ τῶν χρημάτων ἃ πολλὰ καὶ παρὰ τῶν γυναικῶν ἐσεσύλητο ἐξειργάσθη· συχνὰ δὲ δὴ καὶ ἤθυρεν, ὧν ἐγὼ τὰ μὲν ἄλλα παραλείψω, ἓν δὲ εἴπω. νύκτωρ ποτὲ τοὺς πρώτους τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐξαπίνης σπουδῇ, ὡς καὶ περὶ τῶν παρόντων τι κοινώσων σφίσι, μεταπέμψας «ἐξεύρηκα» ἔφη «πῶς ἡ ὕδραυλις» — αὐτὸ γὰρ τὸ ῥηθὲν γραφήσεται — «καὶ μεῖζον καὶ ἐμμελέστερον φθέγξεται». τοιαῦτα μὲν καὶ τότε ἔπαιζεν, οὐδὲ ἔμελεν αὐτῷ ὅτι αἱ θύραι ἀμφότεραι, αἵ τε τοῦ μνημείου τοῦ Αὐγουστείου καὶ αἱ τοῦ κοιτῶνος τοῦ ἐκείνου, αὐτόμαται ἐν τῇ αὐτῇ νυκτὶ ἀνεῴχθησαν, οὐδʼ ὅτι ἐν τῷ Ἀλβανῷ τοσούτῳ δή τινι αἵματι ὗσεν ὥστε καὶ ποταμοὺς ῥυῆναι, οὐδʼ ὅτι ἐκ τῆς Αἰγύπτου ὑπαναχωρήσασα ἐπὶ πολὺ ἡ θάλασσα μέρος μέγα τῆς Λυκίας κατέλαβεν· ἐπεὶ δὲ περί τε τοῦ Γάλβα ἤκουσεν ὅτι αὐτοκράτωρ ὑπὸ τῶν στρατιωτῶν ἀνερρήθη, περί τε τοῦ Ῥούφου ὅτι αὐτοῦ ἀπέστη, ἐν δέει τε μεγάλῳ ἐγένετο, καὶ αὐτός τε ἐν Ῥώμῃ παρεσκευάζετο καὶ ἐπʼ ἐκείνους Ῥούβριον Γάλλον καὶ ἄλλους τινὰς ἔπεμψεν.
ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτʼ οὐδεμίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλʼ — ἐβουλεύσατο τούς τε βουλευτὰς κ.τ.λ. —
ὑπὸ πάντων δὲ ὁμοίως ἐγκαταλειφθεὶς ἐβουλεύσατο μὲν τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν καταπρῆσαι ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι, ὑπειπὼν ὅτι «ἂν καὶ ἐκ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς ἐκεῖ διαθρέψει·» ἐς τοῦτο γὰρ ἀνοίας ἐληλύθει ὥστε καὶ πιστεῦσαι ὅτι ἄλλως τε ἰδιωτεῦσαι καὶ προσέτι καὶ κιθαρῳδεῖν δυνήσεται.
μέλλοντος δὲ ταῦτα πράσσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα.
ἐπεὶ δὲ ᾔσθετο ὅτι καὶ ὑπὸ τῶν σωματοφυλάκων ἐγκαταλέλειπται, — ἐν κήποις δέ τισιν ἐτύγχανε καθεύδων —
φυγεῖν ἐπεχείρησεν.
ἐσθῆτά τε οὖν φαύλην ἔλαβε καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ ἐπʼ αὐτοῦ κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου, μετά τε αὐτοῦ ἐκείνου καὶ μετὰ Ἐπαφροδίτου τοῦ τε Σπόρου, νυκτὸς ἔτι οὔσης ἤλασε. καὶ αὐτοῦ ταῦτα πράσσοντος σεισμὸς ἐξαίσιος ἐγένετο, ὥστε καὶ δόκησιν παρασχεῖν ὅτι ἥ τε γῆ πᾶσα διαρρήγνυται καὶ αἱ τῶν πεφονευμένων ὑπʼ αὐτοῦ ψυχαὶ πᾶσαι ἅμα ἐπʼ αὐτὸν ἀναθορνύουσι. γνωρισθεὶς οὖν καὶ ὣς ὑπό τινος, ὥς φασι, τῶν ἀπαντησάντων, καὶ αὐτοκράτωρ προσαγορευθεὶς ἔκ τε τῆς ὁδοῦ ἀπετράπη καὶ ἐς καλαμώδη τόπον τινὰ κατεκρύφθη. καὶ ἐνταῦθα μέχρι τῆς ἡμέρας ὑπέμεινεν ἐρριμμένος, ὅπως ὡς ἥκιστα διορῷτο. καὶ πάντα μὲν τὸν παριόντα ὡς καὶ ἐφʼ ἑαυτὸν ἥκοντα ὑποπτεύων, πᾶσαν δὲ φωνὴν ὡς καὶ ἀναζητοῦσαν αὑτὸν ὑποτρέμων, εἴ τέ που κυνίδιον ὕλαξεν ἢ καὶ ὀρνίθιον ἐφθέγξατο ῥωπίον τε καὶ κλάδος ὑπʼ αὔρας ἐσείσθη, δεινῶς ἐταράττετο, καὶ οὔθʼ ἡσυχάζειν ὑπʼ αὐτῶν ἐδύνατο, οὔτʼ αὖ λαλεῖν τινι τῶν παρόντων, μὴ καὶ ἕτερός τις ἀκούσῃ, ἐτόλμα, ἀλλʼ αὐτὸς καθʼ ἑαυτὸν τὴν τύχην καὶ ἐθρήνει καὶ ὠλοφύρετο. ἐλογίζετο γὰρ τά τε ἄλλα, καὶ προσέτι ὅτι πολυανθρωποτάτῃ ποτὲ θεραπείᾳ γαυρωθεὶς μετὰ τριῶν ἐξελευθέρων ἐκύπταζε. τοιοῦτον γὰρ δρᾶμα τότε τὸ δαιμόνιον αὐτῷ παρεσκεύασεν, ἵνα μηκέτι τοὺς ἄλλους μητροφόνους καὶ ἀλήτας ἀλλʼ ἤδη καὶ ἑαυτὸν ὑποκρίνηται· καὶ τότε μετεγίνωσκεν ἐφʼ οἷς ἐτετολμήκει, καθάπερ ἄπρακτόν τι αὐτῶν ποιῆσαι δυνάμενος. Νέρων μὲν δὴ τοιαῦτα ἐτραγῴδει, καὶ τὸ ἔπος ἐκεῖνο συνεχῶς ἐνενόει, «οἰκτρῶς θανεῖν μʼ ἄνωγε σύγγαμος πατήρ·» ὀψὲ δʼ οὖν ποτε, ἐπειδὴ μηδεὶς αὐτὸν ἀναζητῶν ἑωρᾶτο, μετῆλθεν ἐς τὸ ἄντρον, κἀνταῦθα καὶ ἔφαγε πεινήσας ἄρτον ὁποῖον οὐδεπώποτε ἐβεβρώκει, καὶ ἔπιε διψήσας ὕδωρ ὁποῖον οὐδεπώποτε ἐπεπώκει. ἐφʼ ᾧ δυσανασχετήσας εἶπε «τοῦτό ἐστιν ἐκεῖνο τὸ ποτὸν τὸ ἐμὸν τὸ ἄφθονον».
καὶ ὁ μὲν ἐν τούτοις ἦν, ὁ δὲ δῆμος τῶν Ῥωμαίων
ἐβουθύτει καὶ ὑπερέχαιρε
καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον. καὶ τῷ Γάλβᾳ τὰ τῇ αὐτοκράτορι ἀρχῇ προσήκοντα ἐψηφίσαντο.
παρὰ πάντα δὲ ζήτησιν αὐτοῦ τοῦ Νέρωνος ἐποιοῦντο, καὶ χρόνον μέν τινα ἠπόρησαν ὅπου ποτὲ ἀπεληλυθὼς εἴη, ἔπειτα μαθόντες ἔπεμψαν ἐπʼ αὐτὸν ἱππέας. καὶ οὕτως ἐκεῖνος προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσιν ἑαυτὸν
ἀποκτεῖναι. ἐπεί τε οὐχ ὑπήκουσαν, ἀνεστέναξέ τε καὶ
ἔφη «ἐγὼ μόνος οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω». κἀν τούτῳ πελασάντων αὐτῷ τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἀπέκτεινε, τὸ θρυλούμενον ἐκεῖνο εἰπών, «ὦ Ζεῦ, οἷος τεχνίτης παραπόλλυμαι». καὶ αὐτὸν δυσθανατοῦντα ὁ Ἐπαφρόδιτος προσκατειργάσατο.
ἐβίω δὲ ἔτη τριάκοντα καὶ μῆνας ἐννέα,
ἀφʼ ὧν ἦρξεν ἔτη δεκατρία καὶ μῆνας ὀκτώ,
ἔσχατος τῶν ἀπὸ τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Αὐγούστου γεγονότων, καθάπερ που σαφῶς καὶ αἱ δάφναι αἱ ὑπὸ τῆς Λιουίας φυτευθεῖσαι τό τε γένος τῶν λευκῶν ὀρνίθων προδιαφθαρέντα αὐτοῦ ἐσήμανεν.
ὅτι οὐδενὶ ἀνέλπιστος ἦν ἡ ἐγχείρησις τῆς βασιλείας ἐν τηλικαύτῃ γενομένη ταραχῇ.
ὅτι ὁ Ῥοῦφος πρὸς Γάλβαν ἦλθε, καὶ παρὰ μὲν ἐκείνου οὐδὲν ὅ τι ἄξιον εἰπεῖν εὕρετο, εἰ μή τις αὐτὸ τοῦτʼ ἐκλογίσαιτο ὅτι πολλάκις αὐτοκράτωρ ὀνομασθεὶς ἔζησε· παρὰ δὲ δὴ τῶν ἄλλων ἀνθρώπων ὄνομα μέγα, καὶ μεῖζον ἢ εἴπερ ὑπεδέδεκτο τὴν ἡγεμονίαν, ἐκτήσατο, ὅτι οὐκ ἠθέλησεν αὐτὴν λαβεῖν.
Γάλβας δʼ, ἐπεὶ ὅ τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ Ῥοῦφος αὐτῷ προσεχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν. ἀλλʼ οὐδὲ τὸ τοῦ αὐτοκράτορος πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει.
οὕτω μὲν οὖν ὁ Γάλβας αὐτοκράτωρ ἀπεδείχθη, ὥσπερ που προεῖπε μὲν αὐτῷ καὶ ὁ Τιβέριος, φήσας ὅτι καὶ αὐτὸς τῆς ἡγεμονίας παραγεύσεται, προεῖπε δὲ καὶ σημεῖα ἐναργέστατα. τήν τε γὰρ Τύχην ἔδοξεν αὑτῷ λέγειν ὅτι χρόνον ἤδη συχνὸν αὐτῷ παραμένοι καὶ ὅτι οὐδεὶς αὐτὴν ἐς τὴν οἰκίαν αὐτοῦ ἐσδέχοιτο, καὶ δὴ ἐὰν ἐπὶ πλεῖον εἰρχθῇ, πρὸς ἕτερόν τινα μεταστήσεται· καὶ πλοῖα ὅπλων μεστὰ πρὸς Ἰβηρίαν ὑπʼ αὐτὰς ἐκείνας τὰς ἡμέρας αὐτόματα, μηδενὸς ἀνθρώπων ἄγοντος αὐτά, προσωρμίσθη. ἡμίονός τε ἔτεκεν, ὅπερ αὐτῷ σύμβολον τοῦ κράτους ἔσεσθαι ἐτεθέσπιστο. καὶ παῖς λιβανωτὸν αὐτῷ θύοντι προσφέρων πολιὰς ἐξαίφνης ἔφυσεν, καὶ οἱ μάντεις τὴν τοῦ νεωτέρου ἀρχὴν πρὸς τὸ γῆρας αὐτοῦ μεταστήσεσθαι ἔφησαν.
ταῦτα μὲν ἐς τὴν ἡγεμονίαν αὐτῷ φέροντα προεδείχθη· αὐτὸς δὲ τὰ μὲν ἄλλα μετρίως ἦρχε καὶ ἀνεπαχθὴς ἦν, νομίζων οὐκ εἰληφέναι τὴν ἀρχὴν ἀλλὰ δεδόσθαι αὐτᾷ — τοῦτο γὰρ συνεχῶς ἔλεγε —, πλὴν ὅτι χρήματά τε ἀπλήστως, ἅτε καὶ πολλῶν δεόμενος, ἤθροιζε, καὶ ἀπʼ αὐτῶν ἐλάχιστα ἀνήλισκεν, ὥστε μηδὲ δραχμὰς ἔστιν οἷς ἀλλʼ ὀβολοὺς χαρίζεσθαι, οἱ δὲ ἐξελεύθεροι αὐτοῦ πάμπολλα ἐπλημμέλουν, ὥστε καὶ ἐς ἐκεῖνον αὐτὰ ἀναφέρεσθαι. τοῖς μὲν γὰρ ἰδιώταις ἀπόχρη μηδὲν ἀδικεῖν, τοῖς δὲ δὴ τὰς ἡγεμονίας ἔχουσιν ἀνάγκη προνοεῖν ὅπως μηδʼ ἄλλος κακουργῇ· οὐδὲ γὰρ διαφέρει τι τοῖς κακῶς πάσχουσιν ὑφʼ ὅτου ἂν καὶ κακῶνται. ὥστʼ εἰ καὶ ἔξω τοῦ τι δεινὸν ποιεῖν ὁ Γάλβας ἦν, ἀλλʼ ὅτι ἐκείνοις ἀδικεῖν ἐπέτρεπεν ἢ ὅτι ἠγνόει τὰ γινόμενα, οὐ καλῶς ἤκουε. Νυμφίδιος δέ τις καὶ Καπίτων οὕτως ἐξεφρόνησαν ὑπʼ αὐτοῦ ὥστε ὁ Καπίτων, ἐφέντος τινὸς ἀπʼ αὐτοῦ ποτε δικάζοντος, μετεπήδησε τε ἐπὶ δίφρον ὑψηλὸν καὶ ἔφη «λέγε τὴν δίκην παρὰ τῷ Καίσαρι,» διαγνούς τε ἀπέκτεινεν αὐτόν. τούτοις μὲν δὴ διὰ ταῦτα ὁ Γάλβας ἐπεξῆλθεν· ὡς δʼ ἐπλησίασε τῇ πόλει, ἀπήντησαν αὐτῷ οἱ δορυφόροι τοῦ Νέρωνος, καὶ ἠξίουν ἐν τῇ αὐτῇ στρατείᾳ φυλαχθῆναι. καὶ ὃς τὰ μὲν πρῶτα ἀνεβάλετο ὡς καὶ σκεψόμενος περὶ τούτου, ὡς δʼ οὐκ ἐπείθοντο ἀλλʼ ἐθορύβουν, ἐφῆκέ σφισι τὸ στράτευμα, καὶ οἱ μὲν παραχρῆμα ἐς ἑπτακισχιλίους ἀπέθανον, οἱ δὲ καὶ μετὰ τοῦτο δεκατευθέντες. οὕτως, εἰ καὶ τῇ ἡλικίᾳ τῇ τε νόσῳ ἐκεκμήκει, ἀλλὰ τῇ διανοίᾳ ἤκμαζεν, οὐδʼ ἠξίου τὸν αὐτοκράτορα ἀναγκαζόμενόν τι ποιεῖν. ἀμελεῖ καὶ τοῖς δορυφόροις ἀπαιτοῦσι τὰ χρήματα ἃ ὑπέσχετο ὁ Νυμφίδιος, οὐκ ἔδωκε, καὶ ἔφη γε ὅτι «καταλέγειν στρατιώτας ἀλλʼ οὐκ ἀγοράζειν εἴωθα.» τῷ δὲ δήμῳ σφόδρα ἀξιοῦντι τόν τε Τιγελλῖνον καὶ ἄλλους τινὰς τῶν πρότερον ὑβρισάντων ἀποθανεῖν οὐχ ὑπεῖξε, τάχα ἂν ἀποκτείνας αὐτοὺς εἰ μὴ ἐκεῖνοι τοῦτʼ ᾐτήκεσαν. τὸν μέντοι Ἥλιον καὶ τὸν Νάρκισσον τόν τε Πατρόβιον καὶ τὴν Λουκοῦσταν τὴν φαρμακίδα καὶ ἄλλους τινὰς τῶν ἐπὶ τοῦ Νέρωνος ἐπιπολασάντων κατά τε τὴν πόλιν πᾶσαν δεδεμένους περιαχθῆναι καὶ μετὰ τοῦτο κολασθῆναι ἐκέλευσε.
τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδομαρτυρήσαντας ἐκόλασε,καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν.
ὅτι τινὲς τῶν ἰδίων δούλων κατεφρόνησαν βουλόμενοι κακῶν δούλων ἀπαλλαγῆναι.
καὶ τὰ χρήματα δὲ καὶ τὰ κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπʼ ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας αὐτῶν ἀποκατέστησεν.
καὶ ἐπὶ μὲν τούτοις ἐπῃνεῖτο, ὅτι δὲ ξίφος μέγα διὰ πάσης τῆς ὁδοῦ ἐξηρτᾶτο καὶ γέρων καὶ ἀσθενὴς τὰ νεῦρα ὤν, καὶ πάνυ πολὺν γέλωτα ὠφλίσκανε.
λέξω δὲ καὶ ὅπως αὐτῷ τὸ τέλος συνέβη. οἱ ἐν ταῖς Γερμανίαις στρατιῶται, οὓς εἶχε Ῥοῦφος, μηδεμίαν εὐεργεσίαν ὑπὸ τοῦ Γάλβα εὑρόμενοι ἐπὶ πλεῖον ἐφλέγμηναν. τοῦ δὲ δὴ τέλους τῆς ἐπιθυμίας σφῶν ἁμαρτόντες ἐπὶ τοῦ Ῥούφου, ἐζήτουν αὐτὴν ἐφʼ ἑτέρου τινὸς ἀποπληρῶσαι, καὶ ἐποίησαν τοῦτο· προστησάμενοι γὰρ Αὖλον Οὐιτέλλιον τῆς κάτω Γερμανίας ἄρχοντα ἐπανέστησαν, πρὸς μόνην τὴν εὐγένειαν αὐτοῦ ἀπιδόντες, ἐπεὶ ὅτι γε παιδικὰ τοῦ Τιβερίου ἐγεγόνει καὶ ὅτι ἀκολούθως τῇ ἀσελγείᾳ ταύτῃ ἔζη οὐκ ἐνενόησαν, ἢ καὶ μᾶλλον διʼ αὐτὸ τοῦτο ἁρμόζειν σφίσιν αὐτὸν ἐνόμισαν. ἀμέλει οὕτως οὐδʼ αὐτὸς λόγου τινὸς ἄξιον ἑαυτὸν ἔκρινεν εἶναι ὥστε διασκώπτων τοὺς ἀστρολόγους τεκμηρίῳ κατʼ αὐτῶν ἐχρῆτο, λέγων ὅτι «οὐδὲν ἐπίστανται οἵ γε καὶ ἐμὲ αὐτοκράτορά φασι γενήσεσθαι». καὶ αὐτὸ καὶ ὁ Νέρων ἀκούσας ἐγέλασε καὶ κατεφρόνησεν αὐτοῦ, ὥστε μηδὲν δεινὸν αὐτὸν ἐργάσασθαι. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν αὐτοῦ πυθόμενος Λούκιον Πίσωνα, νεανίσκον εὐγενῆ ἐπιεικῆ φρόνιμον, ἐποιήσατο καὶ Καίσαρα ἀπέδειξεν. ὁ δὲ δὴ Ὄθων ὁ Μᾶρκος ὁ Σάλουιος, ἀγανακτήσας ὅτι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλβα ἐπεποίητο, ἀρχὴν αὖθις μυρίων τοῖς Ῥωμαίοις κακῶν παρέσχε. καὶ οὕτως ὑπʼ αὐτοῦ ἐτιμᾶτο ὥστε καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἐν ᾗ ἀπέθανε, θυομένῳ τι αὐτῷ μόνος τῶν βουλευτῶν παρέστη· ὑφʼ οὗπερ καὶ τὰ μάλιστα συνετύγχανεν. ἐπεὶ γὰρ ὁ ἱερόπτης ἐπιβουλευθήσεσθαι αὐτὸν ἔφη, καὶ διὰ τοῦτʼ αὐτὸν μηδαμῇ μηδαμῶς προελθεῖν παρῄνεσεν, ἀκούσας τοῦτʼ ἐκεῖνος κατέδραμέ τε εὐθὺς ὡς καὶ ἐπʼ ἄλλο τι, καὶ ὑπό τινων στρατιωτῶν ὀλίγων, οἳ συνωμωμόκεσαν αὐτῷ, ἐς τὸ τεῖχος ἐσήχθη, κἀνταῦθα καὶ τοὺς ἄλλους ἅτε καὶ ἀχθομένους τῷ Γάλβᾳ προσαναπείσας, μᾶλλον δὲ ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρά τε ἐκείνων τὴν ἀρχὴν παραχρῆμα ἔλαβε καὶ μετὰ τοῦτο καὶ παρὰ τῶν ἄλλων. μαθὼν δὲ ὁ Γάλβας τὰ πρασσόμενα ἔπεμψέ τινας ἐς τὸ στρατόπεδον ὡς καὶ μεταπεῖσαί σφας δυνησόμενος. κἀν τούτῳ στατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, καὶ ἔφη «θάρσει, αὐτοκράτορ· Ὄθωνα γὰρ ἀπέκτεινα, καὶ ἔστι σοι δεινὸν ἔτι οὐδέν.» πιστεύσας οὖν ὁ Γάλβας πρὸς μὲν ἐκεῖνον εἶπε «καὶ τίς σοι τοῦτο ποιῆσαι ἐκέλευσεν;» αὐτὸς δὲ ἐς τὸ Καπιτώλιον ὡς καὶ θύσων ὥρμησε. καὶ αὐτῷ ἐν μέσῃ τῇ Ῥωμαίων ἀγορᾷ ἀπαντήσαντες ἱππεῖς καὶ πεζοὶ ἐνταῦθα τὸν γέροντα τὸν ὕπατον τὸν ἀρχιερέα τὸν Καίσαρα τὸν αὐτοκράτορα, πολλῶν μὲν βουλευτῶν παμπόλλων δὲ δημοτῶν παρόντων, κατέκοψαν, καὶ τά τε ἄλλα τῷ σώματι αὐτοῦ ἐλυμήναντο, καὶ τὴν κεφαλὴν ἀποκόψαντες περὶ κοντὸν ἀνέπειραν. καὶ ὁ μὲν οὕτως, ἀκοντισθεὶς ἐς αὐτὸν τὸν δίφρον ἐν ᾧ ἐφέρετο καὶ προκύψας ἐξ αὐτοῦ, ἐτρώθη τοῦτο μόνον εἰπών, «καὶ τί κακὸν ἐποίησα;» καὶ αὐτῷ Σεμπρώνιος Δῆνσος ἑκατόνταρχος ἐπαμύνας ἐς ὅσον ἠδυνήθη, τέλος, ὡς οὐδὲν ἤνυσεν, ἐπεσφάγη. καὶ διὰ τοῦτό γε καὶ τὸ ὄνομα αὐτοῦ ἐνέγραψα, ὅτι ἀξιώτατός ἐστι μνημονεύεσθαι· ἀπέθανε μὲν γὰρ καὶ ὁ Πίσων καὶ ἄλλοι συχνοί, οὐ μέντοι καὶ ἐπικουροῦντες τῷ αὐτοκράτορι.
ἡ μέντοι βουλὴ πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ἐψηφίσατο· βεβιάσθαι μὲν γὰρ καὶ ἐς τὸ τεῖχος ἄκων ἐσῆχθαι κἀνταῦθα ἀντιλέγων κεκινδυνευκέναι ἔλεγε, καὶ τά τε ἄλλα ἐπιεικῶς ἐφθέγγετο, καὶ τῇ ὑποκρίσει τοῦ σχήματος ἐμετρίαζε, φιλήματά τε ὡς ἑκάστοις διὰ τῶν δακτύλων ἔπεμπε, καὶ ὑπισχνεῖτο πολλά. οὐκ ἐλάνθανε δὲ
ὡς καὶ ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε· τὸ γοῦν ὄνομα αὐτοῦ αὑτῷ εὐθὺς ἐπέθετο.
ἔζησε δὲ Γάλβας ἔτη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἀφʼ ὧν ἦρξε μῆνας ἐννέα καὶ ἡμέρας δεκατρεῖς. καὶ αὐτῷ καὶ ὁ Πίσων προσαπώλετο, τιμωρίαν ὑποσχὼν ὅτι Καῖσαρ ἀπεδείχθη.
Γάλβᾳ μὲν δὴ τοῦτο τὸ τέλος ἐγένετο, ἔμελλε δὲ ἄρα καὶ τὸν Ὄθωνα ἡ δίκη οὐκ ἐς μακρὰν μεθήξειν, ὥς που παραχρῆμα ἔμαθε. θύοντί τε γὰρ αὐτῷ τὴν θυσίαν τὴν πρώτην τὰ ἱερὰ πονηρὰ ὤφθη, ὥστʼ αὐτὸν μεταγνόντα ἐπὶ τοῖς πεπραγμένοις εἰπεῖν «τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;» ἔστι δὲ τοῦτο δημῶδες, ἐς παροιμίαν φέρον, ἐπὶ τῶν ἔξω τι τοῦ προσφόρου σφίσι ποιούντων. καὶ μετὰ τοῦτο τῆς νυκτὸς οὕτω δή τι ἐν τοῖς ὕπνοις ἐταράχθη ὥστε καὶ ἐκ τῆς εὐνῆς ἐκπεσεῖν τούς τε προκοιτοῦντας ἐκπλῆξαι· ἐσπηδήσαντες οὖν εὗρον αὐτὸν χαμαὶ κείμενον. ἀλλʼ οὐ γὰρ εἶχεν ἅπαξ ἐς τὴν ἀρχὴν ἐσελθὼν ἀναδῦναι, καὶ ἐνέμεινεν ἐν αὐτῇ καὶ δίκην ἔδωκε, καίτοι πολλὰ καὶ μέτρια πρὸς θεραπείαν τῶν ἀνθρώπων ποιήσας, οὐχ ὅτι οὕτως ἐπεφύκει, ἀλλʼ ὅτι οἰδούντων αὐτῷ διὰ τὸν Οὐιτέλλιον τῶν πραγμάτων οὐκ ἤθελε καὶ τοὺς ἄλλους ἐκπολεμῶσαι.
πλὴν τότε καὶ τῶν βουλευτῶν συχνοῖς τοῖς μὲν καταδίκας ἀνίει τοῖς δὲ ἄλλʼ ἄττα ἐχαρίζετο, καὶ ἐς τὰ θέατρα συνεχῶς ἐσεφοίτα θωπεύων τὸ πλῆθος, τοῖς τε ξένοις πολιτείαν ἐδίδου καὶ ἄλλα πολλὰ ἐπηγγέλλετο.
οὐ μὴν καὶ οἰκειώσασθαι οὐδένα πλὴν ὀλίγων τινῶν ἠδυνήθη ὁμοίων αὐτῷ. τό τε γὰρ τὰς τῶν ἐπαιτίων εἰκόνας ἀποκαταστῆσαι, καὶ ὁ βίος αὐτοῦ καὶ ἡ δίαιτα, τό τε τῷ Σπόρῳ συνεῖναι καὶ τὸ τοῖς λοιποῖς τοῖς Νερωνείοις χρῆσθαι πάνυ πάντας ἐξεφόβει. μάλιστα δὲ αὐτοῦ ἐμίσουν ὅτι τήν τε ἀρχὴν ὤνιόν ἀπεδεδείχει καὶ τὴν πόλιν ἐπὶ τοῖς θρασυτάτοις ἐπεποιήκει, καὶ τὴν μὲν βουλὴν καὶ τὸν δῆμον παρʼ οὐδὲν ἦγε, τοὺς δὲ δὴ στρατιώτας ἐπεπείκει καὶ τοῦθʼ, ὅτι καὶ ἀποκτεῖναι Καίσαρα καὶ ποιῆσαι δύνανται. τοὺς μέντοι στρατιώτας ἐς τοσοῦτον τόλμης καὶ παρανομίας προήγαγεν ἔκ τε ὧν ἐδίδου καὶ ὧν καθʼ ὑπερβολὴν ἐκολάκευεν, ὥστε καὶ ἐς τὸ παλάτιόν ποτε, ὥσπερ εἶχον, ἐσεβιάσαντο, ἐπειδὴ συχνοὶ τῶν βουλευτῶν ἐνταῦθα τῷ Ὄθωνι συνεδείπνουν, καὶ τέλος καὶ ἐς αὐτὸ τὸ συμπόσιον, προαποκτείναντες τοὺς εἴργοντάς σφας, ἐσεπήδησαν· καὶ πάντας ἂν τοὺς ἔνδον ὄντας ἐφόνευσαν εἰ μὴ φθάσαντες ἐξανέστησαν καὶ κατεκρύφθησαν. καὶ οἱ μὲν καὶ ἐπὶ τούτῳ χρήματα, ὡς καὶ διʼ εὔνοιαν αὐτὸ τοῦ Ὄθωνος πεποιηκότες, ἔλαβον· ἑάλω δέ τις καὶ Νέρων εἶναι πλασάμενος κατὰ τόνδε τὸν καιρόν, οὗ τὸ ὄνομα τῷ Δίωνι ἠγνόηται, καὶ τὸ τέλος καὶ δίκην ἔδωκεν.
ὁ δὲ Ὄθων ἐπειδὴ καὶ μὴ ἔπειθε τὸν Οὐιτέλλιον, ἐς κοινωνίαν αὐτὸν τῆς ἀρχῆς πολλάκις παρακαλῶν,
ἐς πόλεμον λοιπὸν φανερὸν καθίστατο καὶ στρατιώτας ἔπεμπεν,
ἡγεμόσιν αὐτοὺς πλείοσι παραδούς· ὃ δὴ καὶ αἰτιώτατον τῶν σφαλμάτων αὐτῷ ἐγένετο.
ὅτι ὁ Οὐάλης οὕτω περὶ τὰ χρήματα ἐσπούδαζεν καὶ οὕτως ἐξ ἅπαντος τρόπου ἤθροιζεν ὥστε καὶ τὸν δέκαρχον τὸν κατακρύψαντά τε αὐτὸν καὶ διασώσαντα ἀποσφάξαι διὰ χιλίας δραχμάς, ἃς ἐκ τῶν σκευῶν αὐτοῦ ὑφῃρῆσθαι ἔδοξεν. ὅτι ὁ Ὄθων ἀνεχώρησεν ἐκ τῆς μάχης, λέγων μὴ δύνασθαι μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν, ὥσπερ ἐκ δικαίας τινὸς πράξεως αὐταρχήσας, ἀλλʼ οὐ τούς τε ὑπάτους καὶ τὸν Καίσαρα τόν τε αὐτοκράτορα ἐν αὐτῇ τῇ Ῥώμῃ φονεύσας.
ἔπεσον δὲ τέσσαρες μυριάδες ἀνδρῶν ἑκατέρωθεν ἐν ταῖς μάχαις ταῖς πρὸς τῇ Κρεμῶνι γενομέναις· ὅπου γέ φασι πρὸ τῆς μάχης ἄλλα τε φανῆναι σημεῖα, καί τινα ὄρνιν ἐξαίσιον, ὁποῖον οὐπώποτε ἑωράκεσαν, ἐπὶ πολλὰς ἡμέρας ὀφθῆναι.
ἐπεὶ δὲ οἱ τοῦ Ὄθωνος ἐκρατήθησαν, ἤγγειλε μὲν ἱππεύς τις τὸ πάθος τῷ Ὄθωνι· καὶ ἐπειδή γε ἠπιστεῖτο πρὸς τῶν παρόντων — ἔτυχον γὰρ πολλοὶ κατὰ τύχην ἠθροισμένοι — καὶ οἱ μὲν δραπέτην οἱ δὲ καὶ πολέμιον αὐτὸν ἀπεκάλουν, «εἴθε γάρ» ἔφη «ψευδῆ ταῦτα, Καῖσαρ, ἦν· ἥδιστα γὰρ ἂν νικῶντός σου ἐτελεύτησα. νῦν δὲ ἐγὼ μὲν πάντως οἰχήσομαι, ἵνα μή μέ τις ἐπὶ σωτηρίᾳ καταπεφευγέναι δόξῃ, σὺ δὲ βουλεύου, ὡς τῶν πολεμίων οὐκ ἐς μακρὰν ἡξόντων, ὅ τι χρὴ πρᾶξαι». καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἑαυτὸν διεχρήσατο· πιστευσάντων δʼ αὐτῷ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων ἀναμαχέσασθαι — αὐτοί τε γὰρ συχνοὶ ἦσαν καὶ ἕτεροι οὐκ ὀλίγοι ἐκ Παννονίας παρῆσαν· ὅ τε μέγιστον ἐν τοῖς τοιούτοις ἐστίν, ἐφίλουν τε τὸν Ὄθωνα καὶ πᾶσαν αὐτῷ εὔνοιαν οὐκ ἀπὸ τῆς γλώττης μόνον ἀλλὰ καὶ ἀπὸ τῆς ψυχῆς εἶχον —, καὶ ἱκετευόντων αὐτὸν μήθʼ ἑαυτὸν μήτε σφᾶς προδοῦναι, ἐπέσχε μέχρις οὗ καὶ οἱ λοιποὶ πρὸς τὴν ἀγγελίαν συνέδραμον, καί τι πρὸς ἑαυτὸν διαλαλήσας ἔπειτα πρὸς τοὺς στρατιώτας ἐδημηγόρησεν ἄλλα τε πολλὰ καὶ ταῦτα· «ἀρκεῖ τὰ γεγονότα, ἀρκεῖ. μισῶ πόλεμον ἐμφύλιον, κἂν κρατῶ· φιλῶ πάντας Ῥωμαίους, κἂν μὴ ὁμολογῶσί μοι. νικάτω Οὐιτέλλιος, ἐπεὶ τοῦτο τοῖς θεοῖς ἔδοξε· σωζέσθωσαν καὶ οἱ ἐκείνου στρατιῶται, ἐπεὶ τοῦτʼ ἐμοὶ δοκεῖ. πολὺ γάρ που καὶ κρεῖττον καὶ δικαιότερόν ἐστιν ἕνα ὑπὲρ πάντων ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι, καὶ μὴ βούλεσθαι διʼ ἕνα ἄνδρα τὸν δῆμον τῶν Ῥωμαίων στασιάζειν καὶ τοσοῦτον ὄχλον ἀνθρώπων φθείρεσθαι. καὶ γὰρ ἐγὼ Μούκιος καὶ Δέκιος καὶ Κούρτιος καὶ Ῥήγουλος μᾶλλον ἂν ἑλοίμην ἢ Μάριος καὶ Κίννας καὶ Σύλλας, ἵνα μὴ καὶ τοὺς ἄλλους εἴπω, γενέσθαι. μήτʼ οὖν βιάσησθέ με ἕνα τούτων ὧν μισῶ γενέσθαι, μήτε φθονήσητέ μοι ἕνα ἐκείνων ὧν ἐπαινῶ μιμήσασθαι· ἀλλʼ ὑμεῖς μὲν ἐπὶ τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον θεραπεύετε, ἐγὼ δʼ αὐτὸς ἐμαυτὸν ἐλευθερώσω, ὅπως καὶ τῷ ἔργῳ ἅπαντες ἄνθρωποι μάθωσιν ὅτι τοιοῦτον αὐτοκράτορα εἵλεσθε ὅστις οὐχ ὑμᾶς ὑπὲρ ἑαυτοῦ ἀλλʼ ἑαυτὸν ὑπὲρ ὑμῶν δέδωκε».
τοιαῦτα μὲν Ὄθων εἶπεν· οἱ δὲ δὴ στρατιῶται, ἐξ ὧν ἤκουον, καὶ ἐθαύμαζον ἅμα καὶ ἠλέουν εἴ τι πείσοιτο, καὶ δάκρυσί τε ἔκλαιον καὶ ἐθρήνουν, πατέρα τε ἀνακαλοῦντες καὶ παίδων καὶ γονέων φίλτερον ὀνομάζοντες. «ἐν σοί» τε «καὶ ἡμεῖς σωζόμεθα» ἔλεγον, «καὶ ὑπὲρ σοῦ πάντες ἀποθανούμεθα». καὶ ταῦτα μὲν οὕτως ἐπὶ πλεῖστον τῆς ἡμέρας ἐλέχθη, τοῦ τε Ὄθωνος τελευτῆσαι δεομένου καὶ ἐκείνων μὴ ἐφιέντων αὐτῷ τοῦτο ποιῆσαι, πρὶν δὴ σιγάσας αὐτοὺς ἔφη «ἐγὼ μὲν οὐκ ἔστιν ὅπως χείρων τοῦ στρατιώτου τούτου γενήσομαι, ὃν αὐτοὶ ἑωράκατε ὅπως ἑαυτὸν διὰ τοῦτο μόνον ἀπέσφαξεν, ὅτι τὴν ἧτταν τῷ ἑαυτοῦ αὐτοκράτορι ἤγγειλεν· ἀλλʼ ἀκολουθήσω πάντως αὐτῷ, ἵνα μηδὲν ἔτι τοιοῦτον μήτε ἴδω μήτε ἀκούσω. ὑμεῖς δέ, εἴπερ ὄντως φιλεῖτέ με, ἐάσατέ με ἀποθανεῖν ὡς βούλομαι, καὶ μή με ζῆσαι ἄκοντα ἀναγκάσητε, ἀλλὰ πρός τε τὸν κεκρατηκότα ἄπιτε καὶ ἐκεῖνον κολακεύετε». ταῦτʼ εἰπὼν ἔς τε τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, τά τε γράμματα ὅσα τινὲς αὐτῷ κατʼ ἐκείνου ἐγεγράφεσαν ἔκαυσεν, ὥστε μηδένα ἐξ αὐτῶν φωραθέντα κινδυνεῦσαι, καὶ καλῶν ἕνα ἕκαστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς ἄλλους ἀλλαχοῦ πέμψαι. καὶ οὕτως ἐπεὶ μηδὲν ἔτι ταραχῶδες ἐγίνετο, τι ξιφίδιον λαβὼν ἑαυτὸν διεχρήσατο. καὶ αὐτοῦ τὸ σῶμα οἱ στρατιῶται ἀνείλοντο πενθοῦντες καὶ ἔθαψαν, καί τινες ἑαυτοὺς ἐπέσφαξαν αὐτῷ. τοῦτο τὸ τέλος τῷ Ὄθωνι ἐγένετο ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἕνδεκα ἡμερῶν δέοντα, ἄρξαντι δὲ ἡμέρας ἐνενήκοντα. ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε. κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανε, καὶ κακουργότατα τὴν ἀρχὴν ἁρπάσας ἄριστα αὐτῆς ἀπηλλάγη.
οἱ δὲ στρατιῶται εὐθὺς μὲν ἐταράχθησαν καὶ ὑπʼ ἀλλήλων πολλοὶ ἀνῃρέθησαν, ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρατηκόσιν.
οἱ δʼ ἐν τῇ Ῥώμῃ ὡς ἤκουσαν τὸ τοῦ Ὄθωνος πάθος, παραχρῆμα, ὥσπερ εἰκὸς ἦν, μετεβάλοντο· τόν τε γὰρ Ὄθωνα, ὃν πρότερον ἐπῄνουν καὶ νικᾶν ηὔχοντο, ἐλοιδόρουν ὡς πολέμιον, καὶ τὸν Οὐιτέλλιον, ᾧ κατηρῶντο, καὶ ἐπῄνουν καὶ αὐτοκράτορα ἀνηγόρευον. οὕτω που οὐδὲν πάγιόν ἐστι τῶν ἀνθρωπίνων, ἀλλʼ ὁμοίως οἵ τε ἐς τὰ μάλιστα ἀνθοῦντες καὶ οἱ ἐν τῷ ταπεινοτάτῳ ὄντες ἀστάθμητά τε αἱροῦνται, καὶ πρὸς τὰς τύχας σφῶν καὶ τοὺς ἐπαίνους καὶ τοὺς ψόγους τάς τε τιμὰς καὶ τὰς ἀτιμίας λαμβάνουσι.
ὄντι δʼ ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν.
ὅτι ὁ Οὐιτέλλιος εἶδεν ἐν Λουγδούνῳ μονομάχων ἀγῶνας καὶ ἐν Κρεμῶνι, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ πλήθους τῶν ἐν ταῖς μάχαις ἀπολωλότων καὶ τότε καὶ ἔτι ἀτάφων ἐρριμμένων, ὡς καὶ αὐτὸς ἐθεάσατο· διεξῆλθε γὰρ διὰ παντὸς τοῦ χωρίου ἐν ᾧ ἔκειντο, ἐμπιμπλάμενος τῆς θέας ὥσπερ τότε νικῶν, καὶ οὐκ ἐκέλευσέ σφας οὐδʼ ὣς ταφῆναι.
Οὐιτέλλιος δὲ ἐπεὶ ἐν τῇ Ῥώμῃ ἐγένετο, τἆλλά τε διῴκει ὥς που καὶ ἐδόκει αὐτῷ, καὶ πρόγραμμα ἔθετο διʼ οὗ τοὺς ἀστρολόγους ἐξήλασε, προειπών σφισιν ἐντὸς τῆσδε τῆς ἡμέρας, ῥητήν τινα τάξας, ἐξ ἁπάσης τῆς Ἰταλίας χωρῆσαι. καὶ αὐτῷ ἐκεῖνοι νυκτὸς ἀντιπροθέντες γράμματα ἀντιπαρήγγειλαν ἀπαλλαγῆναι ἐκ τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησε. καὶ οἱ μὲν οὕτως ἀκριβῶς τὸ γενησόμενον προέγνωσαν.
αὐτὸς δὲ τῇ τε τρυφῇ καὶ τῇ ἀσελγείᾳ προσκείμενος οὐδὲν ἔτι τῶν ἄλλων οὔτε τῶν ἀνθρωπίνων οὔτε τῶν θείων ἐφρόντιζεν. ἦν μὲν γὰρ καὶ ἀπʼ ἀρχῆς τοιοῦτος οἷος περί τε τὰ καπηλεῖα καὶ περὶ τὰ κυβευτήρια τούς τε ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε, καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον, ἅτε καὶ ἐν τοσαύτῃ ἐξουσίᾳ καθεστώς, ὕβριζε, καὶ τὸ πλεῖστον καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς ἐδαπάνα ἀπλήστως τε ἐμφορούμενος καὶ συνεχῶς πάντα ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφʼ οὗπερ καὶ ἀνταρκεῖν ἐδύνατο, ἐπεὶ οἵ γε συνδειπνοῦντες αὐτῷ πάνυ κακῶς ἀπήλλασσον. πολλοὺς γὰρ ἀεὶ τοὺς πρώτους ὁμοσίτους ἐποιεῖτο, καὶ πολλάκις καὶ παρʼ αὐτοῖς εἱστιᾶτο· ὅθεν χαριέστατον λόγον εἷς τις αὐτῶν Οὐίβιος Κρίσπος ἀρρωστήσας, καὶ διὰ τοῦτο ἡμέρας τινὰς ἀπολειφθεὶς τοῦ συσσιτίου, εἶπεν, ὅτι «εἰ μὴ ἐνενοσήκειν, πάντως ἂν ἀπωλώλειν». καὶ ἐγένετο ὁ χρόνος ὁ τῆς ἀρχῆς αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ μέθαι τε καὶ κῶμοι· πάντα τε γὰρ τὰ τιμιώτατα καὶ ἀπʼ αὐτοῦ τοῦ ὠκεανοῦ, ἵνα μηδὲν εἴπω πλέον, καὶ ἐκ τῆς γῆς καὶ ἐκ τῆς θαλάσσης συνήγετο, καὶ πολυτελῶς οὕτως ἐσκευάζετο ὥστε Οὐιτελλιανὰ καὶ νῦν ἐξ ἐκείνου καὶ πέμματα καὶ ἄλλα τινὰ βρώματα ὀνομάζεσθαι. καὶ τί ἄν τις καθʼ ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὁμοίως ὡμολόγηται δύο τε αὐτὸν μυριάδας μυριάδων καὶ δισχιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς χρόνῳ ἐς τὰ δεῖπνα δεδαπανηκέναι. ἐπέλιπέ τε γὰρ πάντα τὰ πολυτίμητα διʼ ὀλίγου, καὶ ἔδει πάντως αὐτὰ εἶναι. μίαν γοῦν ποτε λοπάδα πέντε καὶ εἴκοσι μυριάδων ἐσκεύασε, γλώττας τε καὶ ἐγκεφάλους καὶ ἥπατα καὶ ἰχθύων καὶ ὀρνίθων τινῶν ἐμβαλών. καὶ ἐπειδὴ ἀδύνατον ἦν κεραμεᾶν τηλικαύτην γενέσθαι, ἀργύρου τε ἐποιήθη καὶ ἔμεινε πολὺν χρόνον ὥσπερ τι ἀνάθημα, μέχρις οὗ Ἀδριανὸς αὐτὴν ἰδὼν συνεχώνευσεν.
ἐπειδὴ δʼ ἅπαξ τούτων ἐμνημόνευσα, καὶ ἐκεῖνο προσθήσω ὅτι οὐδὲ τῇ οἰκίᾳ τῇ τοῦ Νέρωνος τῇ χρυσῇ ἠρκεῖτο, ἀλλὰ καίτοι σφόδρα καὶ τὸ ὄνομα καὶ τὸν βίον τά τε ἐπιτηδεύματα αὐτοῦ πάντα καὶ ἀγαπῶν καὶ ἐπαινῶν, ὅμως ᾐτιᾶτο αὐτὸν κακῶς τε ᾠκηκέναι καὶ κατασκευῇ καὶ ὀλίγῃ καὶ ταπεινῇ κεχρῆσθαι λέγων· νοσήσας γοῦν ποτε ἐζήτησεν οἴκημα ἐν ᾧ κατοικήσει. οὕτως αὐτὸν οὐδὲ τῶν ἐκείνου τι ἤρεσεν. ἡ γυνὴ δὲ αὐτοῦ Γαλερία ὡς ὀλίγου ἐν τῷ βασιλικῷ κόσμου εὑρεθέντος κατεγέλα. ἀλλʼ οὗτοι μὲν ἐκ τῶν ἀλλοτρίων ἀναλίσκοντες οὐδʼ ἠρίθμουν τι ἐκ τῶν δαπανωμένων, οἱ δὲ δὴ δειπνίζοντές σφας ἐν μεγάλῳ κακῷ ἐγίγνοντο, πλὴν ὀλίγων οἷς τι ἀνταπεδίδου. καίπερ οὐδʼ ὅλης τῆς ἡμέρας οἱ αὐτοὶ εἱστίων αὐτόν, ἀλλʼ ἄλλοι μὲν ἀκρατίσασθαι παρεῖχον, ἄλλοι δὲ ἀριστῆσαι, ἕτεροι δὲ δεῖπνον, ἕτεροι μεταδόρπιά τινα πλησμονῆς παραμύθια· πάντες γὰρ οἱ δυνάμενοι ἑστιᾶν αὐτὸν ἐσπούδαζον· ὥστε ὀλίγων ἡμερῶν διελθουσῶν ἑκατὸν ἐς τὸν δεῖπνον μυριάδας ἀναλῶσαι. καὶ τὰ γενέθλια αὐτοῦ ἐπὶ δύο ἡμέρας ἑωρτάζετο, καὶ θηρία. καὶ ἄνδρες πολλοὶ ἀπεκτάνθησαν.
οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν· καὶ ὅσα τισὶν ἐδεδώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος. καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντάς σφων ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέντων ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕρητο. ἀλλʼ οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγόρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονομαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο.
ὅτι τοιούτου τοῦ Οὐιτελλίου ὄντος οὐδʼ οἱ στρατιῶται ἐσωφρόνουν, ἀλλὰ καὶ ὕβρεις καὶ ἀσέλγειαι ὑπʼ αὐτῶν πολλαὶ πανταχοῦ ὁμοίως ἐγίγνοντο.
ὅτι Βιτέλλιος ἀνέβη εἰς τὸ Καπιτώλιον καὶ τὴν μητέρα αὐτοῦ ἠσπάσατο. ἐκείνη δὲ ἐπιεικὴς ἦν, καὶ ὅτε πρῶτον ἤκουσεν ὅτι Γερμανικὸς ἐπεκλήθη ὁ υἱὸς αὐτῆς, εἶπεν «ἐγὼ μὲν Βιτέλλιον ἀλλʼ οὐ Γερμανικὸν τέτοκα».
γέλωτα μέντοι ὁ Οὐιτέλλιος πολλοῖς παρεῖχεν· ὁρῶντες γὰρ ἄνδρα σεμνοπροσωποῦντα ἐν ταῖς δημοσίαις προσόδοις ὃν ᾔδεσαν πεπορνευκότα, καὶ ἐφʼ ἵππου βασιλικοῦ καὶ ἐν χλαμύδι πορφυρᾷ ὃν ἠπίσταντο τοὺς ἀγωνιστὰς ἵππους ἐν τῇ οὐενετίῳ ἐσθῆτι ψήχοντα, μετά τε ὄχλου στρατιωτῶν τοσούτου ἐς τὸ Καπιτώλιον ἀνιόντα ὃν οὐδεὶς οὐδʼ ἐν τῇ ἀγορᾷ πρότερον διὰ τὸ τῶν δανειστῶν πλῆθος ἰδεῖν ἐδύνατο, καὶ προσκυνούμενον πρὸς πάντων ὃν οὐδεὶς οὐδὲ φιλῆσαί ποτε ἡδέως ἠθέλησεν, οὐκ εἶχον ὅπως τὸν γέλωτα κατάσχωσιν. οἵ γε μὴν δεδανεικότες τι αὐτῷ ἐξορμῶντος μὲν αὐτοῦ ἐς τὴν Γερμανίαν ἐπελάβοντο, καὶ μόλις ποτὲ κατεγγυηθέντα αὐτὸν ἀπέλυσαν· τότε δὲ οὐχ ὅσον οὐ κατεγέλων ἀλλὰ καὶ ἐθρήνουν καὶ κατεκρύπτοντο, καὶ αὐτοὺς ἀναζητῶν τήν τε σωτηρίαν σφίσιν ἐς τὸ ὀφειλόμενον ἀποδιδόναι ἔλεγε καὶ τὰ συμβόλαια ἀπῄτει.
ἐπεφοίτα δὲ καὶ τοῖς θεάτροις συνεχῶς, ὥστε καὶ τὸν ὅμιλον ἀπʼ αὐτῶν ἀναρτᾶσθαι. συνεσίτει δὲ καὶ τοῖς δυνατωτάτοις ἁπλοϊζόμενος, ὥστε αὐτοὺς ἔτι καὶ μᾶλλον προσεταιρίζεσθαι· τῶν τε ἀρχαίων συμβιωτῶν ἰσχυρῶς ἐμέμνητο, καὶ πάνυ αὐτοὺς ἐτίμα, οὐκ ἀπαξιῶν γνωρίζειν τινὰ αὐτῶν δοκεῖν, ὥσπερ ἕτεροι· πολλοὶ γὰρ ἐπὶ μέγα παραλόγως ἀρθέντες μισοῦσι τοὺς συνειδότας σφίσι τὴν ἐν τῷ πρὶν ταπεινότητα.
ὅτι ὁ Οὐιτέλλιος, Πρίσκου ἀντειπόντος τι αὐτῷ ἐν τῷ συνεδρίῳ καί τινα καὶ τῶν στρατιωτῶν καταδραμόντος, ἐπεκαλέσατο μὲν τοὺς δημάρχους ὡς καὶ τῆς παρʼ αὐτῶν ἐπικουρίας δεόμενος, οὔτε δὲ αὐτός τι κακὸν τὸν Πρίσκον ἠργάσατο οὔθʼ ὑπʼ ἐκείνων παθεῖν εἴασεν, ἀλλὰ καὶ ἔφη ὅτι «μὴ ταράττεσθε, πατέρες, μηδʼ ἀγανακτεῖτε, εἰ δύο ἄνδρες ἐξ ὑμῶν διηνέχθημέν τι πρὸς ἀλλήλους». καὶ τοῦτο μὲν ἐξ ἐπιεικείας πεποιηκέναι ἔδοξεν· ὅτι μέντοι τὸν Νέρωνα μιμεῖσθαι ἤθελε καὶ ἐνήγισε αὐτῷ, καὶ ὅτι τοσαῦτα ἐς τὰ δεῖπνα ἀνήλισκεν, οἱ μὲν ἄλλοι καὶ κατὰ τοῦτʼ ἔχαιρον, οἱ δὲ δὴ νοῦν ἔχοντες ἤχθοντο, εὖ ἐπιστάμενοι ὅτι οὐδὲ τὰ ἐξ ἁπάσης τῆς οἰκουμένης χρήματα ἀρκέσει.
πράττοντι δʼ αὐτῷ ταῦτα σημεῖα πονηρὰ ἐγένετο. καὶ γὰρ κομήτης ἀστὴρ ἐφαντάσθη καὶ ἡ σελήνη παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι ἔδοξε· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. καὶ ἡλίους δύο ἅμα, ἔκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυσμῶν, τοῦτον μὲν ἀσθενῆ καὶ ὠχρὸν ἐκεῖνον δὲ λαμπρὸν καὶ ἰσχυρόν, εἶδον. ἔν τε τῷ Καπιτωλίῳ ἴχνη πολλὰ καὶ μεγάλα δαιμόνων τινῶν ὡς καὶ κατεληλυθότων ἀπʼ αὐτοῦ ἑωράθη· καὶ ἔλεγον οἱ στρατιῶται οἱ τὴν νύκτα ἐκείνην αὐτῷ ἐγκεκοιτηκότες ὅτι ὁ τοῦ Διὸς ναὸς αὐτόματος σὺν πολλῷ κτύπῳ ἠνεῴχθη, ὥστε τινὰς τῶν φυλάκων ἐκπλαγέντας ἀποψῦξαι.
ἐπράχθη δὲ ταῦτα, καὶ ὁ Οὐεσπασιανὸς Ἰουδαίοις πολεμῶν, πυθόμενος τήν τε τοῦ Οὐιτελλίου καὶ τὴν τοῦ Ὄθωνος ἐπανάστασιν, ἐβουλεύετο ὅ τι χρὴ πρᾶξαι.
ὅτι ὁ Οὐεσπασιανὸς οὔτʼ ἄλλως προπετὴς ἦν, καὶ ἐς ταραχώδη οὕτω πράγματα καὶ πάνυ ὤκνει ἑαυτὸν καθεῖναι.
ἥ τε γὰρ τῶν ἀνθρώπων εὔνοια πολλὴ ἦν πρὸς αὐτόν — ἡ γὰρ ἐκ τῆς Βρεττανίας δόξα καὶ ἡ ἐκ τοῦ ἐν χερσὶ πολέμου εὔκλεια τό τε ἐπιεικὲς καὶ φρόνιμον αὐτοῦ πρὸς ἐπιθυμίαν σφᾶς ἦγε τῆς παρʼ αὐτοῦ προστατείας —, καὶ ὁ Μουκιανὸς ἰσχυρῶς προσέκειτο, ἐλπίσας τὸ μὲν ὄνομα τῆς ἀρχῆς ἐκεῖνον ἕξειν, αὐτὸς δὲ διὰ τὴν ἐπιείκειαν αὐτοῦ ἰσομοιρήσειν. αἰσθόμενοι δὲ οἱ στρατιῶται τούτων, καὶ περιστάντες τὴν σκηνὴν αὐτοῦ, ἀνεῖπον αὐτὸν αὐτοκράτορα. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὄνειροι τῷ Οὐεσπασιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ δηλοῦντα, ἃ καὶ ἐν τῷ αὐτοῦ βίῳ λελέξεται· τηνικαῦτα δὲ τὸν μὲν Μουκιανὸν ἐς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψεν, αὐτὸς δὲ τά τε ἐν τῇ Συρίᾳ ἐπιδὼν καὶ τὸν πόλεμον τὸν πρὸς Ἰουδαίους ἄλλοις τισὶ προστάξας ἐς τὴν Αἴγυπτον ἐκομίσθη καὶ συνέλεγε χρήματα, ὧν που καὶ τὰ μάλιστα ἔχρῃζε, καὶ σῖτον, ἵνʼ ὅτι πλεῖστον ἐς τὴν Ῥώμην ἀποστείλῃ. οἱ δʼ ἐν τῇ Μυσίᾳ στρατιῶται τὰ κατʼ αὐτὸν πεπυσμένοι οὐδʼ ἀνέμειναν τὸν Μουκιανόν — ἐπυνθάνοντο γὰρ ἐν ὁδῷ εἶναι —, ἀλλʼ Ἀντώνιον Πρῖμον, φυγόντα μὲν ἐκ καταδίκης ἐπὶ τοῦ Νέρωνος, καταχθέντα δὲ ὑπὸ τοῦ Γάλβα καὶ τοῦ Παννονικοῦ στρατοπέδου ἄρχοντα, εἵλοντο στρατηγόν. καὶ ἔσχεν οὗτος τὴν αὐτοτελῆ ἀρχὴν μήθʼ ὑπὸ τοῦ αὐτοκράτορος μήθʼ ὑπὸ τῆς γερουσίας αἱρεθείς. τοσαύτη τῶν στρατιωτῶν ἦν πρός τε τὸν Οὐιτέλλιον ὀργὴ καὶ πρὸς τὰς ἁρπαγὰς ὁρμή· οὐ γάρ που καὶ ἐπʼ ἄλλο τι ταῦτα ἔπραττον ἢ ἵνα τὴν Ἰταλίαν διαρπάσωσιν. ὃ καὶ ἐγένετο.
ἀκούσας δὲ ταῦτα ὁ Οὐιτέλλιος αὐτὸς μὲν κατὰ χώραν ἔμεινε, τῇ τε ἄλλῃ τρυφῇ καὶ τότε χρώμενος καὶ ἀγῶνας μονομαχίας τιθείς — ἐν οἷς καὶ ὁ Σπόρος μέλλων ἐν κόρης ἁρπαζομένης σχήματι ἐς τὸ θέατρον ἐσαχθήσεσθαι οὐκ ἤνεγκε τὴν ὕβριν ἀλλʼ ἑαυτὸν προαπέσφαξε —, τῷ δὲ δὴ Ἀλιηνῷ τὸν πόλεμον μεθʼ ἑτέρων προσέταξεν. Ἀλιηνὸς δὲ ἐς μὲν τὴν Κρεμῶνα ἀφίκετο καὶ προκατέσχεν αὐτήν, ὁρῶν δὲ τοὺς στρατιώτας τοὺς μὲν ἑαυτοῦ ἔκ τε τῆς τρυφῆς τῆς ἐν τῇ Ῥώμῃ ἐκδεδιῃτημένους καὶ ἐκ τῆς ἀγυμνασίας διατεθρυμμένους, τοὺς δὲ ἑτέρους καὶ τοῖς σώμασι γεγυμνασμένους καὶ ταῖς ψυχαῖς ἐρρωμένους, ἐφοβεῖτο· καὶ μετὰ τοῦτο ἐπειδὴ καὶ λόγοι αὐτῷ παρὰ τοῦ Πρίμου φίλιοι ἦλθον, συνεκάλεσε τοὺς στρατιώτας, καὶ τήν τε τοῦ Οὐιτελλίου ἀσθένειαν καὶ τὴν τοῦ Οὐεσπασιανοῦ ἰσχὺν τόν τε ἑκατέρου τρόπον εἰπὼν μεταστῆναι ἔπεισε. καὶ τότε μὲν τάς τε τοῦ Οὐιτελλίου εἰκόνας ἀπὸ τῶν σημείων καθεῖλον καὶ ὑπὸ τοῦ Οὐεσπασιανοῦ ἀρχθήσεσθαι ὤμοσαν, διαλυθέντες δὲ καὶ ἐς τὰς σκηνὰς ἀναχωρήσαντες μετενόησαν, καὶ ἐξαίφνης σπουδῇ καὶ θορύβῳ πολλῷ συστραφέντες τὸν Οὐιτέλλιον αὐτοκράτορα αὖθις ἀνεκάλουν καὶ τὸν Ἀλιηνὸν ὡς καὶ προδιδόντα σφᾶς ἔδησαν, οὐδὲν οὐδὲ τῆς ὑπατείας αὐτοῦ προτιμήσαντες· τοιαῦτα γὰρ τὰ τῶν πολέμων τῶν ἐμφυλίων μάλιστα ἔργα ἐστίν.
ταραχῆς οὖν καὶ κατὰ τοῦτο πολλῆς ἐν τῷ τοῦ Οὐιτελλίου στρατοπέδῳ οὔσης, ἐπηύξησεν αὐτὴν ἡ σελήνη τῆς νυκτὸς ἐκλιποῦσα, οὐχ ὅτι καὶ ἐσκιάσθη — καίτοι τοῖς θορυβουμένοις καὶ τὰ τοιαῦτα φόβον φέρει — ἀλλʼ ὅτι καὶ αἱματώδης καὶ μέλαινα ἄλλα τέ τινα χρώματα φοβερὰ ἀφιεῖσα ὤφθη. οὐ μέντοι καὶ παρὰ τοῦτο οὔτε μετέθεντο οὔτε ἐνέδοσαν, — ἀλλʼ ἐς χεῖρας ἀλλήλοις ἐλθόντες προθυμότατα ἠγωνίσαντο, καίπερ ἄναρκτοι, ὥσπερ εἶπον, οἱ Οὐιτελλίειοι ὄντες· ὁ γὰρ Ἀλιηνὸς ἐν τῇ Κρεμῶνι ἐδέδετο.
ὅτι οἱ στρατιῶται τοῦ Οὐιτελλίου τῷ Πρίμῳ τῇ ὑστεραίᾳ, ὑπαγομένῳ σφᾶς διʼ ἀγγέλων ὁμολογῆσαι, ἀντέπεμψαν ἀντιπαραινοῦντες τὰ τοῦ Οὐιτελλίου προελέσθαι, καὶ ἐς χεῖρας ἐλθόντες τοῖς στρατιώταις αὐτοῦ προθυμότατα ἠγωνίσαντο. ἡ δὲ δὴ μάχη οὐκ ἐκ παρασκευῆς ἐγένετο, ἀλλʼ αἰφνίδιον ὀλίγοι τινὲς τῶν ἱππέων, οἷα παρὰ τοῖς ἀντιστρατοπεδευομένοις γίγνεται, τοῖς προνομεύουσι τῶν ἑτέρων ἐπέθεντο, καὶ μετὰ τοῦτο προσβοηθούντων ἑκατέροις ἀμφοτέρωθεν, ὥς που ἐτύγχανον αἰσθόμενοι, τοτὲ μὲν τοῖς τοτὲ δὲ τοῖς ἄλλων, εἶτʼ ἄλλων, καὶ πεζῶν καὶ ἱππέων, καὶ ταῖς μάχαις αἱ τροπαὶ συνεγίγνοντο, μέχρις οὗ πάντες συνέδραμον. τότε δὲ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν καίπερ ἄναρκτοι· ὁ γὰρ Ἀλιηνὸς ἐδέδετο.
κἀκ τούτου καὶ ἴση καὶ ἀντίρροπος οὐκ ἐν τῇ ἡμέρᾳ μόνον ἀλλὰ καὶ ἐν τῇ νυκτὶ ἡ μάχη αὐτῶν ἐγένετο. καὶ γὰρ νὺξ αὐτὴν ἐπέλαβε, καὶ οὐδὲ ἐκείνη σφᾶς διέλυσε· τοσαύτῃ που καὶ ὀργῇ καὶ προθυμίᾳ, καίπερ καὶ γνωρίζοντες ἀλλήλους καὶ λαλοῦντες σφίσιν, ἐχρήσαντο. ὅθεν οὔθʼ ὁ λιμὸς αὐτοὺς οὔτε ὁ κάματος οὔτε τὸ ψῦχος οὔθʼ ὁ σκότος, οὐ τὰ τραύματα, οὐχ οἱ φόνοι, οὐ τὰ λείψανα τῶν προτέρων νεκρῶν, οὐχ ἡ μνήμη τοῦ πάθους, οὐ τὸ πλῆθος τῶν μάτην ἀπολομένων ἐπράυνε· τοιαύτη τις μανία ἀμφοτέρους ὁμοίως κατέσχε, καὶ οὕτως ἐπεθύμουν, καὶ ἐξ αὐτῆς τῆς τοῦ χωρίου μνήμης παροξυνόμενοι, οἱ μὲν καὶ τότε νικῆσαι, οἱ δὲ μὴ καὶ τότε ἡττηθῆναι, ὥσπερ ἀλλοφύλοις τισὶν ἀλλʼ οὐκ οἰκείοις πολεμοῦντες, καὶ μέλλοντες ἐξ ἑκατέρου πάντες ὁμοίως ἢ αὐτίκα ἀπολέσθαι ἢ μετὰ ταῦτα δουλεύειν. οὔκουν οὐδὲ τῆς νυκτὸς ἐπελθούσης, ὥσπερ εἶπον, ἐνέδοσαν, ἀλλὰ καὶ ἐκκαμόντες, καὶ διὰ τοῦτο πολλάκις καὶ ἀναπαυόμενοι καὶ ἐς λόγους ἀλλήλοις ἰόντες, ὅμως ἠγωνίζοντο. καὶ ἦν ἰδεῖν, ὁσάκις γε καὶ ἡ σελήνη διέλαμψε — νέφη γὰρ αὐτὴν πολλὰ καὶ ποικίλα διαθέοντα συνεχῶς συνέκρυπτεν —, ἔστι μὲν ὅτε μαχομένους αὐτούς, ἔστι δʼ ὅτε ἑστηκότας καὶ ἐπὶ τὰ δόρατα ἐπερηρεισμένους ἢ καὶ καθημένους. καὶ τοτὲ μὲν κοινῇ τε συνεβόων, οἱ μὲν τὸν Οὐεσπασιανὸν οἱ δὲ τὸν Οὐιτέλλιον ὀνομάζοντες, καὶ ἀντιπροεκαλοῦντο ἀλλήλους, λοιδοροῦντές τε καὶ ἐπαινοῦντες ἑκάτερον· τοτὲ δὲ καὶ ἰδίᾳ ἄλλος ἄλλῳ διελάλει· «συστρατιῶτα, πολῖτα, τί ποιοῦμεν; τί μαχόμεθα; δεῦρʼ ἧκε πρὸς ἐμέ». «μὴ δῆτα, ἀλλὰ σὺ πρὸς ἐμέ». καὶ τί ἄν τις τοῦτο θαυμάσειεν, ὁπότε καὶ σιτία καὶ ποτὰ αἵ τε γυναῖκες ἐκ τῆς πόλεως τοῖς τοῦ Οὐιτελλίου στρατιώταις τῆς νυκτὸς ἐνεγκοῦσαι ἔδωκαν, καὶ ἐκεῖνοι αὐτοί τε ἔφαγον καὶ ἔπιον καὶ τοῖς ἀντιμαχομένοις ὤρεγον. καί τις αὐτῶν ὀνομαστὶ τὸν ἀντίπαλον ἀνακαλέσας — πάντες γὰρ ὡς εἰπεῖν καὶ ᾔδεσαν ἀλλήλους καὶ ἐγνώριζον — «λαβὲ» ἔφη, «συστρατιῶτα, καὶ φάγε· οὐ γὰρ ξίφος ἀλλὰ ἄρτον σοι δίδωμι. λαβὲ καὶ πίε· οὐ γὰρ ἀσπίδα ἀλλὰ κύλικά σοι προτείνω, ἵνα, ἄν τε σὺ ἀποκτείνῃς ἐμὲ ἄν τε καὶ ἐγὼ σέ, ῥᾷον ἀπαλλάξωμεν, μηδὲ ἐκλελυμένῃ καὶ ἀσθενεῖ τῇ χειρὶ μήτε σὺ ἐμὲ κατακόψῃς μήτε ἐγὼ σέ. ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα καὶ Οὐιτέλλιος καὶ Οὐεσπασιανὸς διδοῦσιν, ἵνʼ ἡμᾶς τοῖς πάλαι νεκροῖς καταθύσωσι». τοιαῦτα ἄν τινες πρὸς ἀλλήλους εἰπόντες, καὶ ἀναπαυσάμενοι χρόνον τινὰ καὶ ἐμφαγόντες, πάλιν ἂν ἐμαχέσαντο· εἶτʼ ἀνασχόντες αὖθις αὖ συνέβαλον. καὶ ταῦθʼ οὕτω διʼ ὅλης τῆς νυκτὸς μέχρι τῆς ἕω ἐγένετο.
ἔνθα δὴ καὶ τοιόνδε τι δύο ἄνδρες τῶν Οὐεσπασιανείων ἔπραξαν· ἐπειδὴ γὰρ ἰσχυρῶς ἐκ μηχανήματός τινος ἐβλάπτοντο, ἀσπίδας τε ἐκ τῶν Οὐιτελλιείων σκύλων ἥρπασαν, καὶ τοῖς ἀντικαθεστηκόσι μιχθέντες ἔλαθον μέχρι τῆς μηχανῆς ἐλθόντες ὡς καὶ ἐκείνων ὄντες, καὶ τὰ σχοινία αὐτῆς διέκοψαν ὥστε μηδὲν ἔτι βέλος αὐτῆς ἀφεῖναι δυνηθῆναι. ἀνατείλαντος δὲ τοῦ ἡλίου, καὶ τῶν στρατιωτῶν ἐκ τοῦ τρίτου στρατοπέδου τοῦ Γαλατικοῦ καλουμένου καὶ ἐν τῇ Συρίᾳ χειμάζοντος, τότε δὲ κατὰ τύχην ἐν τῇ τοῦ Οὐεσπασιανοῦ μερίδι ὄντος, ἀσπασαμένων αὐτὸν ἐξαίφνης ὥσπερ εἰώθεσαν, ὑποτοπήσαντες οἱ τοῦ Οὐιτελλίου τὸν Μουκιανὸν παρεῖναι ἠλλοιώθησαν καὶ ἡττηθέντες ὑπὸ τῆς βοῆς ἔφυγον· οὕτω που καὶ τὰ βραχύτατα μεγάλως τοὺς προκεκμηκότας ἐκπλήσσει. καὶ ἐς τὸ τεῖχος ἀναχωρήσαντες χεῖράς τε προετείνοντο καὶ ἱκέτευον. καὶ ἐπεὶ μηδεὶς αὐτῶν ἐσήκουεν, ἔλυσαν τὸν ὕπατον, καὶ αὐτὸν τῇ τε ἐσθῆτι τῇ ἀρχικῇ καὶ ταῖς ῥάβδοις κοσμήσαντες ἔπεμψαν ἀνθʼ ἱκετηρίας, καὶ ἔτυχον τῶν σπονδῶν· ὁ γὰρ Ἀλιηνὸς διὰ τὸ ἀξίωμα καὶ διὰ τὴν συμφορὰν ἔπεισε ῥᾳδίως τὸν Πρῖμον τὴν ὁμολογίαν σφῶν δέξασθαι.
ὡς μέντοι αἵ τε πύλαι ἠνεῴχθησαν καὶ ἐν ἀδείᾳ πάντες ἐγένοντο, τότε δὴ ἐξαίφνης πανταχόθεν τε ἅμα ἐσέδραμον καὶ διήρπασαν πάντα καὶ ἐνέπρησαν. καὶ ἐγένετο καὶ τοῦτο τὸ πάθος οὐδενὸς τῶν δεινοτάτων σμικρότερον· ἥ τε γὰρ πόλις καὶ μεγέθεσι καὶ κάλλεσιν οἰκοδομημάτων ἤσκητο, καὶ χρήματα παμπληθῆ καὶ τῶν ἐπιχωρίων καὶ τῶν ξένων ἐς αὐτὴν συνεληλύθει. καὶ τά γε πλείω κακὰ οἱ Οὐιτελλίειοι ἔδρασαν, ἅτε καὶ τὰς οἰκίας τῶν πλουσιωτάτων καὶ τὰς διεξόδους τῶν στενωπῶν ἀκριβῶς εἰδότες· οὐδὲ ἔμελεν αὐτοῖς εἰ ὧν ὑπερεμαχέσαντο, τούτους ἀπώλεσαν, ἀλλʼ ὡς καὶ αὐτοὶ καὶ ἠδικημένοι καὶ κεκρατηκότες ἔπαιον ἔσφαττον, ὥστε καὶ πέντε μυριάδας σὺν τοῖς ἐν τῇ μάχῃ πεσοῦσιν ἀπολέσθαι.
Οὐιτέλλιος δὲ ὡς ἐπύθετο τῆς ἥττης, τέως μὲν ἐθορυβεῖτο, τὸ μέν τι καὶ ὑπὸ σημείων ταραχθείς — θύσαντος γὰρ αὐτοῦ θυσίαν τινά, καὶ ἐπʼ αὐτῇ δημηγοροῦντος τοῖς στρατιώταις, γῦπες πολλοὶ προσπεσόντες τά τε ἱερὰ διεσκέδασαν καὶ ἐκεῖνον ἀπὸ τοῦ βήματος ὀλίγου δεῖν κατέβαλον —, τὸ δὲ δὴ πλέον διὰ τὴν ἀγγελίαν τῆς ἥττης· καὶ τὸν μὲν ἀδελφὸν διὰ ταχέων ἐς Ταρρακῖναν ἔπεμψε, καὶ διʼ αὐτοῦ τὴν πόλιν κατέσχεν ὀχυρὰν οὖσαν, τῶν δὲ δὴ τοῦ Οὐεσπασιανοῦ στρατηγῶν ἐπιόντων τῇ Ῥώμῃ ἐξεπλάγη τε καὶ ἐξέστη. ἓν μὲν γὰρ οὐδὲν οὔτε ἔπραττεν οὔτε ἐφρόνει, ἐμπλήκτως δὲ ἄνω καὶ κάτω ἐφέρετο ὥσπερ ἐν κλύδωνι. καὶ γὰρ ἀντείχετο τῆς ἡγεμονίας καὶ πάντως ὡς καὶ πολεμήσων παρεσκευάζετο, καὶ ἑκὼν αὐτὴν ἠφίει καὶ πάντως ὡς καὶ ἰδιωτεύσων ἡτοιμάζετο. καὶ ἔστι μὲν ὅτε τὴν χλαμύδα τὴν πορφυρᾶν ἐφόρει καὶ ξίφος παρεζώννυτο, ἔστι δʼ ὅτε ἐσθῆτα φαιὰν ἀνελάμβανεν. ἐδημηγόρει τε καὶ ἐν τῷ παλατίῳ καὶ ἐν τῇ ἀγορᾷ ἄλλοτε ἄλλα, ἐπί τε μάχην καὶ ἐπὶ διαλλαγὰς αὐτοὺς προτρεπόμενος· καὶ τοτὲ μὲν καὶ ἑαυτὸν ὑπὲρ τοῦ κοινοῦ δὴ ἐπεδίδου, τοτὲ δὲ καὶ τὸ παιδίον κατέχων καὶ φιλῶν προέβαλλεν αὐτοῖς ὡς ἐλεηθησόμενος. τούς τε δορυφόρους ἀπήλλαττε καὶ πάλιν μετεπέμπετο, τό τε παλάτιον ἐκλιπὼν ἂν καὶ ἐς τὴν τοῦ ἀδελφοῦ οἰκίαν ἀπιὼν εἶτα ἀνεκομίζετο, ὥστε ἐκ τούτων καὶ τοὺς ἄλλους τοὺς πλείστους τῆς σπουδῆς παραλῦσαι. ὁρῶντες γὰρ αὐτὸν δεῦρο καὶ ἐκεῖσε ἐμμανῶς ᾄττοντα οὔτε τι τῶν προστασσομένων σφίσιν ὁμοίως ἔπραττον, οὔτε τὰ ἐκείνου μᾶλλον ἢ τὰ σφῶν διεσκόπουν. καὶ τά τε ἄλλα αὐτὸν ἐκερτόμουν, καὶ μάλιστα ὁπότε τὸ ξίφος ἐν ταῖς ἐκκλησίαις τοῖς τε ὑπάτοις καὶ τοῖς ἄλλοις βουλευταῖς ὤρεγεν ὡς καὶ τὴν αὐτοκράτορα ἀρχὴν διʼ αὐτοῦ ἀποτεθειμένος· οὔτε γὰρ ἐκείνων τις λαβεῖν αὐτὸ ἐτόλμα, καὶ οἱ προσεστηκότες ἐχλεύαζον.
πρὸς οὖν ταῦτα, ἄλλως τε καὶ πελάζοντος ἤδη τοῦ Πρίμου, συνελθόντες οἵ τε ὕπατοι Γάιος Κυΐντιος Ἀττικὸς καὶ Γναῖος Καικίλιος Σίμπλιξ καὶ Σαβῖνος — συγγενὴς οὗτος Οὐεσπασιανοῦ — τῶν τε ἄλλων οἱ πρῶτοι γνώμας ἐποιήσαντο, καὶ ἐς τὸ παλάτιον ὥρμησαν σὺν τοῖς ὁμογνωμονοῦσί σφισι στρατιώταις ὡς ἢ πείσοντες ἢ καὶ καταναγκάσοντες τὸν Οὐιτέλλιον τὴν ἀρχὴν ἀπειπεῖν. καὶ περιπεσόντες τοῖς Κελτοῖς τοῖς φρουροῦσιν αὐτὸν κακῶς ἀπήλλαξαν, κἀκ τούτου ἔς τε τὸ Καπιτώλιον ἀνέφυγον, κἀνταῦθα τὸν Δομιτιανὸν τὸν τοῦ Οὐεσπασιανοῦ υἱὸν καὶ τοὺς συγγενεῖς αὐτοῦ μεταπεμψάμενοι ἐν φυλακῇ ἐποιήσαντο. τῇ δʼ ὑστεραίᾳ προσβαλόντων σφίσι τῶν ἐναντίων χρόνον μέν τινα ἀπεκρούσαντο αὐτούς, ἐμπρησθέντων δὲ τῶν περὶ τὸ Καπιτώλιον ἀνεκόπησαν ὑπὸ τοῦ πυρός. καὶ οὕτως ἐπαναβάντες οἱ τοῦ Οὐιτελλίου στρατιῶται ἐκείνων τε συχνοὺς ἐφόνευσαν, καὶ διαρπάσαντες πάντα τὰ ἀνακείμενα κατέπρησαν ἄλλα τε καὶ τὸν ναὸν τὸν μέγαν, τόν τε Σαβῖνον καὶ τὸν Ἀττικὸν συλλαβόντες πρὸς τὸν Οὐιτέλλιον ἔπεμψαν. Δομιτιανὸς δὲ καὶ Σαβῖνος ὁ τοῦ Σαβίνου παῖς ἐν τῷ πρώτῳ θορύβῳ διαφυγόντες ἐκ τοῦ Καπιτωλίου καὶ ἐς οἰκίας τινὰς κατακρυφθέντες ἐλελήθεσαν.
ὡς δὲ οἱ Οὐεσπασιάνειοι στρατιῶται πλησίον ἐγένοντο, οὓς ὅ τε Κύιντος Πετίλιος Κερεάλιος βουλευτὴς τῶν πρώτων καὶ τῷ Οὐεσπασιανῷ κατʼ ἐπιγαμίαν τινὰ προσήκων καὶ ὁ Πρῖμος ὁ Ἀντώνιος ἦγον — ὁ γὰρ Μουκιανὸς οὔπω ἐπεφθάκει —, ἐν παντὶ δέους ὁ Οὐιτέλλιος ἐγεγόνει. οὗτοι γὰρ πρῶτον μὲν διʼ ἀγγέλων τινῶν, ἔς τε λάρνακας μετὰ τῶν νεκρῶν καὶ ἐς ἀρρίχους ὀπώραν ἐχούσας ἢ καὶ καλάμους ὀρνιθευτῶν τὰ γράμματα ἐμβάλλοντες, πάντα τὰ ἐν τῇ πόλει δρώμενα ἐμάνθανον καὶ πρὸς ἐκεῖνα ἐβουλεύοντο· τότε δʼ ἰδόντες τὸ πῦρ τὸ ἐκ τοῦ Καπιτωλίου ὥσπερ ἐκ φρυκτωρίας αἰρόμενον ἠπείχθησαν. καὶ πρότερος τῇ πόλει μετὰ τοῦ ἱππικοῦ ὁ Κερεάλιος προσμίξας ἡττήθη μὲν κατʼ αὐτὴν τὴν ἔσοδον, ἅτε ἐν στενῷ μεθʼ ἱππέων ἀποληφθείς, ἐπέσχε δʼ οὖν τό τι κακὸν ὑπὸ τῶν ἐναντίων γενέσθαι· ὁ γὰρ Οὐιτέλλιος καταλλαγήσεσθαι ἐκ τῆς ἐπικρατείας ἐλπίσας τοὺς στρατιώτας ἀνεχαίτισεν, καὶ τὴν βουλὴν συναγαγὼν πρέσβεις παρʼ αὐτῶν μετὰ τῶν ἀειπαρθένων πρὸς τὸν Κερεάλιον ἔπεμψεν. ὡς δʼ οὐδεὶς αὐτῶν ἐσήκουσεν, ἀλλʼ ὀλίγου καὶ ἀπέθανον, πρός τε τὸν Πρῖμον καὶ αὐτὸν ἤδη προσπελάζοντα ἦλθον, καὶ λόγου μὲν ἔτυχον, ἔπραξαν δὲ οὐδέν. οἱ γὰρ στρατιῶται ἐπʼ αὐτὸν ὀργῇ ἐχώρησαν, καὶ τήν τε φυλακὴν τῆς τοῦ Τιβέριδος γεφύρας ῥᾳδίως ἔλυσαν — ἐπειδὴ γὰρ ἐνστάντες ἐς αὐτὴν ἐκώλυσάν σφας διελθεῖν, διενήξαντο τὸν ποταμὸν οἱ ἱππεῖς καὶ κατὰ τοῦ νώτου σφίσιν ἐπέπεσον —, καὶ μετὰ τοῦτο ἄλλοι ἄλλῃ ἐσβαλόντες οὐδὲν ὅ τι τῶν δεινοτάτων οὐκ ἐποίησαν· πάντα γὰρ ὅσα τῷ Οὐιτελλίῳ καὶ τοῖς σὺν αὐτῷ οὖσιν ἐπεκάλουν, καὶ διʼ ἃ καὶ πολεμεῖν σφισιν ἐσκήπτοντο, ἔδρασαν, καὶ ἀπέκτειναν πολλούς. συχνοὶ δὲ καὶ αὐτῶν ἀπό τε τῶν στεγῶν τῷ κεράμῳ βαλλόμενοι καὶ ἐν ταῖς στενοχωρίαις ὑπὸ τοῦ πλήθους τῶν ἀνθισταμένων ὠθούμενοι ἐκόπτοντο, ὥστε ἐς πέντε μυριάδας ἀνθρώπων ὅλας ἐν ταῖς ἡμέραις ἐκείναις φθαρῆναι.
τῆς οὖν πόλεως πορθουμένης, καὶ τῶν ἀνθρώπων τῶν μὲν μαχομένων τῶν δὲ φευγόντων, καὶ ἤδη καὶ αὐτῶν ἐκείνων, ὅπως τῶν ἐσεληλυθότων δόξαντες εἶναι σωθῶσι, καὶ ἁρπαζόντων τινὰ καὶ φονευόντων, ὁ Οὐιτέλλιος φοβηθεὶς χιτωνίσκον τε ῥακώδη καὶ ῥυπαρὸν ἐνέδυ, καὶ ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ ἐτρέφοντο κύνες, ἐκρύφθη, γνώμην ἔχων τῆς νυκτὸς ἐς τὴν Ταρρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. καὶ αὐτὸν ἀναζητήσαντες οἱ στρατιῶται καὶ ἐξευρόντες — οὐ γάρ που καὶ ἐπὶ πολὺ λαθεῖν ἀκριβῶς ἐδύνατο ἅτε αὐτοκράτωρ γεγονώς — συνέλαβον φορυτοῦ καὶ αἵματος ἀναπεπλησμένον — ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο —, κἀκ τούτου τὴν ἐσθῆτα αὐτοῦ περιρρήξαντες καὶ τὼ χεῖρε ἐς τοὐπίσω δήσαντες, τῷ τε αὐχένι σχοινίον περιθέντες, κατήγαγον ἐκ τοῦ παλατίου τὸν Καίσαρα τὸν ἐν αὐτῷ ἐντρυφήσαντα, καὶ διὰ τῆς ἱερᾶς ὁδοῦ ἔσυραν τὸν αὐτοκράτορα τὸν ἐν τῷ βασιλικῷ δίφρῳ πολλάκις σοβήσαντα, ἔς τε τὴν ἀγορὰν ἐσεκόμισαν τὸν Αὔγουστον ἐν ᾗ πολλάκις ἐδημηγόρησε. καὶ οἱ μὲν ἐρράπιζον αὐτόν, οἱ δὲ τοῦ γενείου ἔτιλλον· πάντες δὲ ἔσκωπτον καὶ πάντες ὕβριζον, τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ ἐπιλέγοντες, ἐπειδὴ καὶ γαστροπίων ἦν. αἰσχυνομένου τε ἐπὶ τούτοις αὐτοῦ καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. ἰδὼν δὲ τοῦτο Κελτός τις οὐκ ἤνεγκεν, ἀλλʼ ἐλεήσας αὐτόν «ἐγώ σοι» ἔφη «βοηθήσω, ὡς μόνως δύναμαι». καὶ ὁ μὲν ἐκεῖνόν τε ἔτρωσε καὶ ἑαυτὸν ἔσφαξεν, οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλʼ ἐσύρετο ἐς τὸ δεσμωτήριον ὥσπερ καὶ οἱ ἀνδριάντες αὐτοῦ, πολλῶν μὲν γελοίων πολλῶν δὲ καὶ αἰσχρῶν ἐπιλεγομένων σφίσιν. ἐπειδή τε καὶ ὑπεραλγήσας καὶ οἷς ἔπαθε καὶ οἷς ἤκουεν «ἀλλʼ ἔγωγε» ἔφη «αὐτοκράτωρ ποτὲ ὑμῶν ἐγενόμην», ὀργισθέντες οἱ στρατιῶται πρός τε τοὺς ἀναβαθμοὺς αὐτὸν ἤγαγον, κἀνταῦθα κατέκοψαν, τήν τε κεφαλὴν αὐτοῦ ἀποτεμόντες κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον.
καὶ τοῦτον μὲν ὕστερον ἡ γυνὴ ἔθαψε, ζήσαντα μὲν ἐπὶ τέσσαρα ἔτη καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγδοήκοντα, ἄρξαντα δὲ ἐνιαυτὸν ἡμερῶν δέκα ἀποδέοντα· ὁ δὲ ἀδελφὸς αὐτοῦ ὥρμησε μὲν ἐκ τῆς Ταρρακίνης ὡς καὶ βοηθήσων αὐτῷ, μαθὼν δὲ κατὰ τὴν ὁδὸν ὅτι τέθνηκε, καὶ περιπεσὼν ἅμα τοῖς ἐπʼ αὐτὸν πεμφθεῖσιν, ὡμολόγησε μέν σφισιν ὡς καὶ σωθησόμενος, ἐσφάγη δʼ οὐ πολλῷ ὕστερον. καὶ αὐτῷ καὶ ὁ τοῦ Οὐιτελλίου παῖς ἐπαπώλετο, καίτοι τοῦ Οὐιτελλίου μηδένα μήτε τῶν τοῦ Ὄθωνος μήτε τῶν τοῦ Οὐεσπασιανοῦ συγγενῶν ἀποκτείναντος. πεπραγμένων δὲ τούτων ἤδη ὡς ἑκάστων ὁ Μουκιανὸς ἐπῆλθε, καὶ τά τε ἄλλα συνδιῴκει τῷ Δομιτιανῷ, καὶ ἐς τοὺς στρατιώτας αὐτὸν παραγαγὼν δημηγορῆσαι ἐποίησε καίπερ καὶ παιδίσκον ὄντα. καὶ πέντε καὶ εἴκοσι δραχμὰς τῶν στρατιωτῶν ἕκαστος ἔλαβεν.
ταῦτα μὲν οὕτως ἔσχεν, αὐτοκράτωρ δὲ ἐπʼ αὐτοῖς ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς ἀπεδείχθη, καὶ Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομιτιανὸς ἐπεκλήθησαν, τήν τε ὕπατον ἀρχὴν ὁ Οὐεσπασιανὸς καὶ ὁ Τίτος ἔλαβον, ὁ μὲν ἐν τῇ Αἰγύπτῳ ὁ δὲ ἐν τῇ Παλαιστίνῃ ὤν. ἐγεγόνει μὲν οὖν καὶ σημεῖα καὶ ὀνείρατα τῷ Οὐεσπασιανῷ τὴν μοναρχίαν ἐκ πολλοῦ προδηλοῦντα. βοῦς τε γὰρ ἐν τῷ ἀγρῷ ἐν ᾧ τὴν δίαιταν ὡς πλήθει ἐποιεῖτο, δειπνοῦντι προσελθὼν ὤκλασε καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς πόδας ὑπέθηκε· καὶ κύων αὖθις, σῖτον αὐτοῦ καὶ τότε αἱρουμένου, χεῖρα ἀνθρωπίνην ὑπὸ τὴν τράπεζαν ὑπέβαλε. κυπάρισσός τε περιφανὴς πρόρριζος ὑπὸ σφοδροῦ πνεύματος ἀνατραπεῖσα, ἔπειτα τῇ ὑστεραίᾳ ὑφʼ ἑαυτῆς ἀνέστη καὶ ἀκμάζουσα διετέλεσε. καὶ παρʼ ὀνείρατος ἔμαθεν ὅτι, ὅταν ὁ Καῖσαρ Νέρων ὀδόντα ἀποβάλῃ, αὐταρχήσει· καὶ τοῦτό τε τὸ κατὰ τὸν ὀδόντα τῇ ἐπιούσῃ ἡμέρᾳ συνηνέχθη, καὶ αὐτὸς ὁ Νέρων ἔδοξέ ποτε ἐν τοῖς ὕπνοις τὸν τοῦ Διὸς ὄχον ἐς τὴν τοῦ Οὐεσπασιανοῦ οἰκίαν ἐσαγαγεῖν. ἀλλὰ ταῦτα μὲν ἑρμηνεύσεως ἔχρῃζεν, Ἰώσηπος δὲ ἀνὴρ Ἰουδαῖος ἀχθείς τε ὑπʼ αὐτοῦ πρότερον καὶ δεθεὶς ἐγέλασε καὶ ἔφη «νῦν μέν με δήσεις, μετʼ ἐνιαυτὸν δὲ λύσεις αὐτοκράτωρ γενόμενος».
οὕτω μὲν οὖν καὶ ὁ Οὐεσπασιανὸς ἐς τὴν ἀρχήν, ὡς καὶ ἄλλοι τινές, ἐγεγέννητο, ἀπόντος δὲ αὐτοῦ ἔτι ἐν τῇ Αἰγύπτῳ ὁ Μουκιανὸς τὰ τοῦ κράτους πάντα μετὰ τοῦ Δομιτιανοῦ διῴκει. μέγα γάρ τι, ὡς καὶ αὐτὸς τὴν ἡγεμονίαν τῷ Οὐεσπασιανῷ δεδωκώς, ἠγάλλετο διά τε τἆλλα καὶ ὅτι ἀδελφὸς ὑπʼ αὐτοῦ ὠνομάζετο, καὶ ὅτι ἐξουσίαν εἶχε πάνθʼ ὅσα ἐβούλετο καὶ ἄνευ τῆς αὐτοῦ προστάξεως διοικεῖν καὶ γράφειν, τὸ ὄνομα αὐτοῦ μόνον ἐπιγραφόμενος. καὶ διὰ τοῦτό γε καὶ δακτύλιον πεμφθέντα οἱ ἐφόρει, ἵνα τὸ αὐτοκρατορικὸν σφράγισμα τὰ σημαινόμενα λαμβάνῃ. πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομιτιανὸς ἔδοσαν, καὶ ἐπάρχους ἄλλους ἐπʼ ἄλλοις καὶ ὑπάτους ἀπέδειξαν. τό τε σύμπαν οὕτω πάντα αὐτοὶ ὡς αὐταρχοῦντες ἐποίουν ὥστε τὸν Οὐεσπασιανὸν ἐπιστεῖλαί ποτε τῷ Δομιτιανῷ ὅτι «χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας».
ὁ δὲ Μουκιανὸς καὶ χρήματα ἀμύθητα πανταχόθεν, ὅθεν ἐνεδέχετο, ἐς τὸ δημόσιον ἤθροιζεν ἑτοιμότατα, τὴν ἐπʼ αὐτῷ ἐπηγορίαν ἐς ἑαυτὸν ἀντὶ τοῦ Οὐεσπασιανοῦ ἀναδεχόμενος. νεῦρα γὰρ τῆς ἡγεμονίας τὰ χρήματα ἀεί ποτε εἶναι ἔλεγε, καὶ κατὰ τοῦτο καὶ ἐκείνῳ πανταχόθεν πορίζειν παρῄνει καὶ αὐτὸς ἀπʼ ἀρχῆς ἀργυρολογῶν διετέλεσε, καὶ μεγάλα μὲν καὶ τῇ βασιλείᾳ χρήματα παρεσκεύασε, μεγάλα δὲ καὶ αὐτὸς ἐκτήσατο.
ἐν δὲ τῇ Γερμανίᾳ ἄλλαι τε κατὰ Ῥωμαίων ἐπαναστάσεις ἐγένοντο, οὐδὲν ἐς μνήμην ἐμοὶ γοῦν ὄφελος φέρουσαι, καί τι συνηνέχθη καὶ θαύματος ἄξιον. Ἰούλιος γάρ τις Σαβῖνος, ἀνὴρ πρῶτος τῶν Λιγγόνων, δύναμιν καὶ αὐτὸς ἰδίαν ἤθροισε καὶ Καῖσαρ ἐπωνομάσθη, λέγων ἔγγονος τοῦ Καίσαρος τοῦ Ἰουλίου εἶναι. ἡττηθεὶς δὲ μάχαις τισὶν ἔφυγεν ἐς ἀγρόν τινα, κἀνταῦθα ἐς μνημεῖον ὑπόγειον, προκαταπρήσας αὐτό, κατέδυ· καὶ οἱ μὲν ᾤοντο κἀκεῖνον ἀπολωλέναι, ὁ δὲ ἐκρύφθη τε ἐν αὐτῷ ἐννέα ἔτη μετὰ τῆς γυναικός, καὶ παῖδας ἐξ αὐτῆς δύο ἄρρενας ἐκύησε. καὶ τὰ μὲν ἐν Γερμανίᾳ Κερεάλιος μάχαις πολλαῖς κατεστήσατο, ὧν ἐν μιᾷ τοσοῦτον πλῆθος τῶν τε Ῥωμαίων καὶ τῶν βαρβάρων κατεκόπη ὥστε τὸν παραρρέοντα ποταμὸν ὑπὸ τῶν πεπτωκότων ἐπισχεθῆναι. ὁ δὲ Δομιτιανός, ἐξ ὧν ἔδρασε καὶ πολλῷ μᾶλλον ἐξ ὧν ἐπεχείρησεν — οὐδὲν γὰρ μικρὸν ἐπενόει — φοβηθεὶς τὸν πατέρα, πρός τε τῷ Ἀλβανῷ τῷ ὄρει τὰ πολλὰ διατρίβων καὶ τῷ ἔρωτι τῆς Δομιτίας τῆς Κορβούλωνος θυγατρὸς προσέχων ἐτύγχανε· ταύτην γὰρ Λουκίου Λαμίου Αἰλιανοῦ τοῦ ταύτης ἀνδρὸς ἀποσπάσας τότε μὲν ἐν ταῖς ἐρωμέναις ἐποιήσατο, ὕστερον δὲ καὶ ἔγημεν.
ὁ δὲ Τίτος τῷ πρὸς Ἰουδαίους πολέμῳ ἐπιταχθεὶς ἐπεχείρησε μὲν αὐτοὺς λόγοις τισὶ καὶ ἐπαγγελίαις προσποιήσασθαι, μὴ πεισθεῖσι δὲ ἐπολέμει. καὶ μάχαις ταῖς μὲν πρώταις ἀγχώμαλα ἀγωνισάμενος, εἶτα κρατήσας ἐπολιόρκει τὰ Ἱεροσόλυμα. ἦν δὲ τρία αὐτοῖς σὺν τῷ τοῦ νεὼ περιβόλῳ τείχη. οἵ τε οὖν Ῥωμαῖοι χώματά τε πρὸς τὸ τεῖχος ἐχώννυσαν καὶ μηχανήματα προσῆγον, τούς τε ἐπεκθέοντας ὁμόσε ἰόντες ἀνέστελλον, καὶ τοὺς ἐπὶ τοῦ τείχους ἐπόντας σφενδόναις καὶ τοξεύμασιν ἀνεῖργον· συχνοὺς γὰρ καὶ παρὰ βαρβάρων τινῶν βασιλέων πεμφθέντας εἶχον· καὶ οἱ Ἰουδαῖοι πολλοὶ μὲν αὐτόθεν πολλοὶ δὲ καὶ παρὰ τῶν ὁμοήθων, οὐχ ὅτι ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀλλὰ καὶ ἐκ τῶν πέραν Εὐφράτου, προσβεβοηθηκότες βέλη τε καὶ αὐτοὶ καὶ λίθους, τοὺς μὲν ἐκ χειρὸς τοὺς δὲ καὶ μηχαναῖς, σφοδρότερον ἅτε καὶ ἀφʼ ὑψηλοῦ, ἔπεμπον, καὶ ἐπεξιόντες, ᾗ καιρὸς ἦν, νυκτός τε καὶ ἡμέρας τὰς μηχανὰς ἐνεπίμπρασαν, συχνοὺς ἀπεκτίννυσαν, τόν τε χοῦν ὑπορύσσοντες ὑπὸ τὸ τεῖχος ὑφεῖλκον, καὶ τοὺς κριοὺς τοὺς μὲν βρόχοις ἀνέκλων τοὺς δὲ ἁρπάγαις ἀνέσπων· ἑτέρων τὰς προσβολὰς σανίσι παχείαις συμπεπηγμέναις τε καὶ σεσιδηρωμέναις, ἃς πρὸ τοῦ τείχους καθίεσαν, ἀπέστρεφον. τὸ δὲ δὴ πλεῖστον οἱ Ῥωμαῖοι τῇ ἀνυδρίᾳ ἐκακοπάθουν, καὶ φαῦλον καὶ πόρρωθεν ὕδωρ ἐπαγόμενοι. οἱ δὲ Ἰουδαῖοι διὰ τῶν ὑπονόμων ἴσχυον· ὀρωρυγμένους τε γὰρ αὐτοὺς ἔνδοθεν ὑπὸ τὰ τείχη μέχρι πόρρω τῆς χώρας εἶχον, καὶ διʼ αὐτῶν διεξιόντες τοῖς τε ὑδρευομένοις ἐπετίθεντο καὶ τοὺς ἀποσκεδαννυμένους ἐλυμαίνοντο· οὓς ὁ Τίτος πάντας ἀπέφραξε. κἀν τοῖς ἔργοις τούτοις πολλοὶ ἐτιτρώσκοντο ἑκατέρων καὶ ἔθνησκον, καὶ ὁ Τίτος αὐτὸς λίθῳ τὸν ἀριστερὸν ὦμον ἐπλήγη, καὶ ἀπʼ αὐτοῦ τὴν χεῖρα ἀσθενεστέραν εἶχεν. χρόνῳ δʼ οὖν ποτε τοῦ ἔξω περιβόλου οἱ Ῥωμαῖοι ἐπέβησαν, ἐν μέσῳ δὲ τῶν δύο περιβόλων στρατοπεδευσάμενοι πρὸς τὸ ἕτερον τεῖχος προσέβαλλον. οὐ μέντοι καὶ ὁμοία ἡ πρόσμιξίς σφισιν ἐγίγνετο· ἀναχωρήσαντες γὰρ ἐς ἐκεῖνο πάντες ῥᾷον, ἅτε καὶ ἐκ βραχυτέρας τῆς τοῦ κύκλου περιβολῆς, ἠμύνοντο. ὁ οὖν Τίτος κήρυγμα αὖθις, ἄδειαν αὐτοῖς διδούς, ἐποιήσατο. ἐκεῖνοί τε οὖν καὶ ὣς ἐκαρτέρουν, καὶ οἱ ἁλισκόμενοι οἵ τε αὐτομολοῦντές σφων τὸ ὕδωρ τῶν Ῥωμαίων λανθανόντως ἔφθειρον, καὶ τῶν ἀνθρώπων οὕς που μόνους ἀπολάβοιεν ἔσφαζον. ὁ δὲ Τίτος οὐκέτʼ οὐδένα αὐτῶν ἐδέχετο. κἀν τούτῳ καὶ τῶν Ῥωμαίων τινὲς ἀδημονήσαντες οἷα ἐν χρονίῳ πολιορκίᾳ, καὶ προσυποτοπήσαντες ὅπερ ἐθρυλεῖτο, ἀπόρθητον ὄντως τὴν πόλιν εἶναι, μετέστησαν· καὶ αὐτοὺς ἐκεῖνοι, καίπερ σπανίζοντες τῆς τροφῆς, περιεῖπον ἐς ἐπίδειξιν τοῦ καὶ αὐτοὶ αὐτομόλους ἔχειν. διακοπέντος δὲ τοῦ τείχους μηχαναῖς κατὰ μὲν τοῦτο οὐδʼ ὣς ἑάλωσαν, ἀλλὰ καὶ πάνυ πολλοὺς ἐσβιαζομένους ἀπέκτειναν· ἐμπρήσαντες δέ τινα τῶν ἐγγὺς οἰκοδομημάτων ὡς καὶ ἐκ τούτου τοὺς Ῥωμαίους περαιτέρω, κἂν τοῦ κύκλου κρατήσωσι, προελθεῖν κωλύσοντες, τό τε τεῖχος ἐλυμήναντο καὶ τὸν περίβολον τὸν περὶ τὸ τεμένισμα ἄκοντες συγκατέφλεξαν, καὶ ἀνεῴχθη ἡ ἔσοδος ἡ ἐπὶ τὸν νεὼν τοῖς Ῥωμαίοις. οὐ μὴν καὶ παραχρῆμα διὰ τὸ δεισιδαιμονῆσαι ἐσέδραμον, ἀλλʼ ὀψέ ποτε, τοῦ Τίτου σφᾶς καταναγκάσαντος, εἴσω προεχώρησαν. καὶ αὐτοὺς οἱ Ἰουδαῖοι πολὺ προθυμότερον, ὥσπερ τι ἕρμαιον τὸ πρός τε τῷ ναῷ καὶ ὑπὲρ αὐτοῦ μαχόμενοι πεσεῖν εὑρηκότες, ἠμύνοντο, ὁ μὲν δῆμος κάτω ἐν τῷ προνάῳ, οἱ δὲ βουλευταὶ ἐν τοῖς ἀναβασμοῖς, οἵ θʼ ἱερῆς ἐν αὐτῷ τῷ μεγάρῳ τεταγμένοι. καὶ οὐ πρότερόν γε ἐνικήθησαν, καίπερ ὀλίγοι πρὸς πολλῷ πλείους μαχόμενοι, πρὶν ὑποπρησθῆναί τι τοῦ νεώ· τότε γὰρ ἐθελούσιοι οἱ μὲν ξίφεσί σφας τοῖς τῶν Ῥωμαίων περιέπειρον, οἱ δὲ ἀλλήλους ἐφόνευον, ἄλλοι ἑαυτοὺς κατεχρῶντο, οἱ δὲ ἐς τὸ πῦρ ἐσεπήδων. καὶ ἐδόκει πᾶσι μέν, μάλιστα δὲ ἐκείνοις, οὐχ ὅτι ὄλεθρος ἀλλὰ καὶ νίκη καὶ σωτηρία εὐδαιμονία τε εἶναι, ὅτι τῷ ναῷ συναπώλλυντο. ἑάλωσαν δʼ οὖν καὶ ὣς ἄλλοι τε καὶ ὁ Βαργιορᾶς ὁ ἄρχων αὐτῶν· καὶ μόνος γε οὗτος ἐν τοῖς ἐπινικίοις ἐκολάσθη.
οὕτω μὲν τὰ Ἱεροσόλυμα ἐν αὐτῇ τῇ τοῦ Κρόνου ἡμέρᾳ, ἣν μάλιστα ἔτι καὶ νῦν Ἰουδαῖοι σέβουσιν, ἐξώλετο. καὶ ἀπʼ ἐκείνου δίδραχμον ἐτάχθη τοὺς τὰ πάτρια αὐτῶν ἔθη περιστέλλοντας τῷ Καπιτωλίῳ Διὶ κατʼ ἔτος ἀποφέρειν. καὶ ἐπʼ αὐτοῖς τὸ μὲν τοῦ αὐτοκράτορος ὄνομα ἀμφότεροι ἔλαβον, τὸ δὲ δὴ τοῦ Ἰουδαϊκοῦ οὐδέτερος ἔσχε· καίτοι τά τε ἄλλα αὐτοῖς, ὅσα ἐπὶ τηλικαύτῃ νίκῃ εἰκὸς ἦν, καὶ ἁψῖδες τροπαιοφόροι ἐψηφίσθησαν.
τοῦ Οὐεσπασιανοῦ δὲ ἐς τὴν Ἀλεξάνδρειαν ἐσελθόντος ὁ Νεῖλος παλαιστῇ πλέον παρὰ τὸ καθεστηκὸς ἐν μιᾷ ἡμέρᾳ ἐπελάγισεν· ὅπερ οὐπώποτε πλὴν ἅπαξ γεγονέναι ἐλέγετο. καὶ Οὐεσπασιανὸς δὲ αὐτὸς τυφλόν τέ τινα καὶ ἕτερον οὐκ ἀρτίχειρα, προσελθόντας οἱ ἐξ ὄψεως ὀνειράτων, τοῦ μὲν τὴν χεῖρα πατήσας τοῦ δὲ τοῖν ὀφθαλμοῖν προσπτύσας, ὑγιεῖς ἀπέφηνε. τὸ μὲν θεῖον τούτοις αὐτὸν ἐσέμνυνεν, οὐ μέντοι καὶ οἱ Ἀλεξανδρεῖς ἔχαιρον αὐτῷ, ἀλλὰ καὶ πάνυ ἤχθοντο, ὥστε μὴ μόνον ἰδίᾳ ἀλλὰ καὶ δημοσίᾳ καὶ σκώπτειν αὐτὸν καὶ λοιδορεῖν. προσδοκήσαντες γὰρ μέγα τι παρʼ αὐτοῦ λήψεσθαι, ὅτι πρῶτοι αὐτὸν αὐτοκράτορα ἐπεποιήκεσαν, οὐ μόνον οὐδὲν εὕροντο ἀλλὰ καὶ προσεπράσσοντο χρήματα. πολλὰ μὲν γὰρ καὶ ἄλλως παρʼ αὐτῶν ἐξέλεξε, μηδένα πόρον, μηδὲ τὸν τυχόντα μηδʼ εἰ ἐπαίτιός τις ἦν, παραλείπων, ἀλλὰ καὶ ἐκ τῶν ὁσίων πάντων καὶ ἐκ τῶν ἱερῶν ὁμοίως χρηματιζόμενος· πολλὰ δὲ καὶ τέλη τὰ μέν τινα ἐκλελειμμένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε ἕτερα προσκατεστήσατο. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ τῇ τε Ἰταλίᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ μετὰ ταῦτα ἐποίησεν. οἱ δʼ οὖν Ἀλεξανδρεῖς διά τε ἐκεῖνα, καὶ ὅτι καὶ τῶν βασιλείων τὸ πλεῖστον ἀπέδοτο, χαλεπῶς φέροντες ἄλλα τε ἐς αὐτὸν ἀπερρίπτουν καὶ ὅτι «ἓξ ὀβολοὺς προσαιτεῖς», ὥστε καὶ τὸν Οὐεσπασιανὸν καίπερ ἐπιεικέστατον ὄντα χαλεπῆναι, καὶ κελεῦσαι μὲν καὶ τοὺς ἓξ ὀβολοὺς κατʼ ἄνδρα ἐσπραχθῆναι, βουλεύσασθαι δὲ καὶ τιμωρίαν αὐτῶν ποιήσασθαι· αὐτά τε γὰρ τὰ λεγόμενα προπηλακισμὸν εἶχε, καὶ ἐκ τοῦ κατακεκλασμένου τοῦ τε ἀναπαίστου σφῶν οὐκ ἔστιν ὅ τι οὐκ ὀργήν οἱ ἐνεποίει. τοῦ δʼ οὖν Τίτου ἐξαιτησαμένου αὐτοὺς τούτων ὁ Οὐεσπασιανὸς ἐφείσατο. ἐκεῖνοι δʼ αὐτοῦ οὐκ ἀπέσχοντο ἀλλὰ μέγα πάνυ ἀθρόοι ἐν συνόδῳ τινὶ κοινῇ πρὸς τὸν Τίτον ἐξεβόησαν, εἰπόντες αὐτὸ τοῦτο «συγγινώσκομεν αὐτῷ· οὐ γὰρ οἶδε καισαρεύειν».
καὶ οἱ μὲν οὕτω τότʼ ἐρριψοκινδύνουν, καὶ τῆς ἀσελγείας, ὑφʼ ἧς ἀεί ποτε κακῶς ἀπαλλάσσουσιν, ἄδην ἐνεφοροῦντο, τῇ τοῦ αὐτοκράτορος ἐπιεικείᾳ ἀποχρώμενοι· ὁ δὲ ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Ῥώμην ἐπέστειλε, τήν τε ἀτιμίαν τῶν καταψηφισθέντων ἐπὶ ταῖς λεγομέναις ἀσεβείαις ὑπὸ Νέρωνος καὶ τῶν μετὰ ταῦτα ἀρξάντων, τῶν τε ζώντων καὶ τῶν τεθνεώτων ὁμοίως, ἀπαλείφων, καὶ τὰς γραφὰς τὰς ἐπὶ τοιούτοις ἐγκλήμασι καταλύων. τούς τε ἀστρολόγους ἐκ τῆς Ῥώμης ἐξώρισε, καίτοι πᾶσι τοῖς ἀρίστοις αὐτῶν χρώμενος οὕτως, ὥστε καὶ διὰ Βάρβιλλόν τινα ἄνδρα τοιουτότροπον ἀγῶνα τοῖς Ἐφεσίοις ἱερὸν ἄγειν συγχωρῆσαι· ὅπερ οὐδεμιᾷ ἄλλῃ πόλει ἔνειμεν.
τὴν μὲν οὖν Αἴγυπτον διʼ ὀλίγου κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπʼ αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς Ἱεροσόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμεινεν ἅλωσιν, ἵνα μετὰ τοῦ υἱέος ἐπανέλθῃ πρὸς τὴν Ῥώμην. τριβομένου δὲ χρόνου ἐν τῇ πολιορκίᾳ τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατέλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν ἔπλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ τὰ δὲ ναυτιλλόμενος ἐς τὸ Βρεντέσιον ἐκομίσθη.
ὁ δὲ Οὐεσπασιανὸς μετὰ ταῦτα ἐς τὴν Ῥώμην ἐσεληλύθει, καὶ Μουκιανῷ μὲν ἄλλοις τε τῶν πρώτων ἐν τῷ Βρεντεσίῳ ἐνέτυχε, Δομιτιανῷ δὲ ἐν Βενεουεντῷ. ὑπὸ γὰρ τοῦ συνειδότος ὧν τε ἐφρόνει καὶ ὧν ἐπεποιήκει οὔτε ἐθάρσει, καὶ προσέτι καὶ μωρίαν ἔστιν ὅτε προσεποιεῖτο. ἐν γοῦν τῷ Ἀλβανῷ χωρίῳ τὰ πλεῖστα διάγων ἄλλα τε πολλὰ καὶ γελοῖα ἔπραττε, καὶ τὰς μυίας γραφείοις κατεκέντει. τοῦτο γὰρ εἰ καὶ ἀνάξιον τοῦ τῆς ἱστορίας ὄγκου ἐστίν, ἀλλʼ ὅτι γε ἱκανῶς τὸν τρόπον αὐτοῦ ἐνδείκνυται, ἀναγκαίως ἔγραψα, καὶ μάλισθʼ ὅτι καὶ μοναρχήσας ὁμοίως αὐτὸ ἐποίει. ὅθεν οὐκ ἀχαρίτως τις εἶπε πρὸς τὸν ἐρωτήσαντα «τί πράττει Δομιτιανός», ὅτι «ἰδιάζει τε, καὶ οὐδὲ μυῖα αὐτῷ παρακάθηται». ὁ δὲ Οὐεσπασιανὸς ἐκείνου μὲν ἐταπείνου τὸ φρόνημα, τοὺς δὲ ἄλλους πάντας οὐχ ὡς αὐτοκράτωρ ἀλλʼ ὡς ἰδιώτης, μνήμῃ τῆς προτέρας αὐτοῦ τύχης, ἐδεξιοῦτο.
ἐλθὼν δʼ ἐς τὴν Ῥώμην καὶ τοῖς στρατιώταις καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ἔργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ ἤδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ὄνομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων.
τόν τε νεὼν τὸν ἐν τῷ Καπιτωλίῳ εὐθὺς οἰκοδομεῖν ἤρξατο, αὐτός τε τοῦ χοῦ πρῶτος ἐκφορήσας καὶ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῖς ἐπιφανεστάτοις τὸ αὐτὸ τοῦτο ποιῆσαι κελεύσας, ἵνα καὶ τῷ λοιπῷ πλήθει ἀπαραίτητον τὸ διακόνημα γένηται.
τάς τε οὐσίας τῶν ἐναντιωθέντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων ἢ τοῖς ἄλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε.
μεγαλοφρονέστατα δὲ ἀεί ποτε ἐς τὸ κοινὸν ὅσα ἐχρῆν ἀναλώσας, καὶ τὰς πανηγύρεις πολυτελέστατα διαθείς, εὐτελέστατα διῃτᾶτο καὶ οὐδὲν ἔξω τῶν πάνυ ἀναγκαίων ἐδαπάνα, καὶ διὰ τοῦτο οὐδὲ ἐν τοῖς καπηλείοις ἑφθόν τι πλὴν ὀσπρίων πιπράσκεσθαι ἐπέτρεπε. κἀκ τούτου καὶ τὰ μάλιστα διέδειξεν ὅτι τὰς συλλογὰς τῶν χρημάτων οὐκ ἐς τὰς ἑαυτοῦ ἡδονὰς ἀλλʼ ἐς τὰς τοῦ δήμου χρείας ἐποιεῖτο.
ὅτι Βεσπασιανὸς γέλωτα ὠφλίσκανεν ὁσάκις ἀναλίσκων ἔλεγεν ὅτι «ἐκ τῶν ἐμαυτοῦ αὐτὰ δαπανῶ».
ἦν δὲ οὔτε ἐξ εὐγενῶν οὔτε πλούσιος.
καταστάσει δὲ τοῦ βίου τοιᾷδε ἐχρῆτο. ὀλίγα μὲν ἐν τῷ παλατίῳ ᾤκει, τὸ δὲ δὴ πλεῖστον ἐν τοῖς κήποις τοῖς καλουμένοις Σαλουστιείοις διέτριβε, κἀνταῦθα τὸν βουλόμενον οὐχ ὅτι τῶν βουλευτῶν ἀλλὰ καὶ τῶν ἄλλων ἐσεδέχετο, καὶ τοῖς πάνυ φίλοις καὶ πρὸ τῆς ἕω ἔν τε τῇ εὐνῇ κείμενος συνεγίνετο, καὶ ἕτεροι ἐν ταῖς ὁδοῖς αὐτὸν ἠσπάζοντο. αἵ τε θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, καὶ φρουρὸς οὐδεὶς ἐν αὐταῖς ἐγκαθειστήκει. ἔς τε τὸ συνέδριον διὰ παντὸς ἐφοίτα, καὶ περὶ πάντων αὐτοῖς ἐπεκοίνου, κἀν τῇ ἀγορᾷ πολλάκις ἐδίκαζεν. ὅσα τε μὴ ἐδύνατο αὐτὸς ὑπὸ τοῦ γήρως ἀναλέγεσθαι, ἢ καὶ ὅσα ἀπὼν ἐπέστελλε τῇ βουλῇ, διὰ τῶν υἱέων αὐτοῦ ὡς τὸ πολὺ ἐκέλευεν ἀναγινώσκεσθαι, τιμῶν κἀν τούτῳ αὐτήν. συσσίτους τε ἔκ τε αὐτῶν ἐκείνων καὶ ἐκ τῶν ἄλλων καθʼ ἑκάστην ἡμέραν συχνοὺς ἐποιεῖτο, καὶ πολλάκις καὶ αὐτὸς παρὰ τοῖς πάνυ φίλοις ἐδείπνει. τό τε σύμπαν τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ ἐνομίζετο, ἐς δὲ δὴ τἆλλα πάντα κοινὸς καὶ ἰσοδίαιτός σφισιν ἦν. καὶ γὰρ ἔσκωπτε δημοτικῶς καὶ ἀντεσκώπτετο ἡδέως· εἴ τέ τινα γράμματα, οἷα εἴωθεν ἀνώνυμα ἐς τοὺς αὐτοκράτορας, προπηλακισμὸν αὐτῷ φέροντα ἐξετέθη ποτέ, ἀντεξετίθει τὰ πρόσφορα μηδὲν ταραττόμενος. τοῦ τε Φοίβου προσελθόντος αὐτῷ καὶ ἀπολογουμένου ὅτι ἐπὶ τοῦ Νέρωνος ἐσκυθρωπακότα ποτὲ αὐτὸν ἐπὶ τοῦ θεάτρου ἐν τῇ Ἑλλάδι, ἐφʼ οἷς ἀσχημονοῦντα ἑώρα τὸν αὐτοκράτορα, ἐκέλευσε πρὸς ὀργὴν ἀπελθεῖν, τοῦ δὲ ἐρομένου ὅποι «ἐς κόρακας» εἶπεν, ὑπὲρ τούτου οὖν ἀπολογουμένου τοῦ Φοίβου οὔτε τι κακὸν αὐτὸν εἰργάσατο, οὔτε ἀπεκρίνατο αὐτῷ ἄλλο οὐδὲν πλὴν αὐτὸ τοῦτο ὅτι «ἐς κόρακας ἄπελθε». τοῦ δὲ Οὐολογαίσου ἐπιστείλαντος αὐτῷ οὕτως «βασιλεὺς βασιλέων Ἀρσάκης Φλαουίῳ Οὐεσπασιανῷ χαίρειν», οὔτε τι αὐτὸν ᾐτιάσατο, καὶ ἀντέγραψε τὸν αὐτὸν τρόπον, μηδὲν τῶν τῆς ἀρχῆς ὀνομάτων προσθείς.
ἐπεὶ δὲ Πρίσκος Ἑλουίδιος ὁ τοῦ Θρασέου γαμβρός, τοῖς τε στωικοῖς δόγμασιν ἐντραφεὶς καὶ τὴν τοῦ Θρασέου παρρησίαν οὐ σὺν καιρῷ μιμούμενος, στρατηγῶν δὲ τηνικαῦτα, οὔτε τι πρὸς τιμὴν τοῦ αὐτοκράτορος ἔδρα καὶ προσέτι καὶ βλασφημῶν αὐτὸν οὐκ ἐπαύετο, καί ποτε διὰ τοῦτο οἱ δήμαρχοι συλλαβόντες αὐτὸν τοῖς ὑπηρέταις παρέδοσαν, συνεχύθη τε ὁ Οὐεσπασιανὸς καὶ δακρύσας ἐκ τοῦ βουλευτηρίου ἐξῆλθε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι «ἐμὲ μὲν υἱὸς διαδέξεται, ἢ οὐδεὶς ἄλλος».
τῶν δʼ Ἱεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν Ἰταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφʼ ἅρματος ἔπεμψαν· συνέπεμπε δέ σφισιν αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος. μετὰ τοῦτο διδασκάλους ἐν τῇ Ῥώμῃ καὶ τῆς Λατίνων καὶ τῆς Ἑλληνικῆς παιδείας κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας.
ὡς δʼ οὖν καὶ ἄλλοι πολλοὶ ἐκ τῶν στωικῶν καλουμένων λόγων προαχθέντες, μεθʼ ὧν καὶ Δημήτριος ὁ κυνικός, συχνὰ καὶ οὐκ ἐπιτήδεια τοῖς παροῦσι δημοσίᾳ, τῷ τῆς φιλοσοφίας προσχήματι καταχρώμενοι, διελέγοντο, κἀκ τούτου καὶ ὑποδιέφθειρόν τινας, ἔπεισεν ὁ Μουκιανὸς τὸν Οὐεσπασιανὸν πάντας τοὺς τοιούτους ἐκ τῆς πόλεως ἐκβαλεῖν, εἰπὼν ὀργῇ μᾶλλον ἢ φιλολογίᾳ τινὶ πολλὰ κατʼ αὐτῶν.
ὅτι ὁ Μουκιανὸς τιμᾶσθαι ὑφʼ ἁπάντων ὑπὲρ πάντας ἤθελεν, καὶ ἤχθετο εἰ καὶ ὁστισοῦν οὐχ ὅτι ὑβρίσειεν αὐτόν, ἀλλʼ οὐ μὴ οὐ μεγάλως ἀγήλειε. καὶ διὰ τοῦτο, ὥσπερ ἄπληστος ἐν ταῖς τιμαῖς πρὸς τοὺς ὑπουργοῦντάς τι αὐτῷ καὶ τὸ βραχύτατον ἦν, οὕτω καὶ μίσει ἀγριωτάτῳ πρὸς τοὺς μὴ τοιούτους ἐχρῆτο.
ὅτι Μουκιανὸς πρὸς Βεσπασιανὸν κατὰ τῶν στωικῶν πλεῖστά τε εἶπε καὶ θαυμάσια, ὡς ὅτι αὐχήματος κενοῦ εἰσι πεπληρωμένοι, κἂν τὸν πώγωνά τις αὐτῶν καθῇ καὶ τὰς ὀφρύας ἀνασπάσῃ τό τε τριβώνιον ἀναβάληται καὶ ἀνυπόδητος βαδίσῃ, σοφὸς εὐθὺς ἀνδρεῖος δίκαιός φησιν εἶναι, καὶ πνεῖ ἐφʼ ἑαυτῷ μέγα, κἂν τὸ λεγόμενον δὴ τοῦτο μήτε γράμματα μήτε νεῖν ἐπίστηται. καὶ πάντας ὑπερορῶσι, καὶ τὸν μὲν εὐγενῆ τηθαλλαδοῦν τὸν δὲ ἀγενῆ σμικρόφρονα, καὶ τὸν μὲν καλὸν ἀσελγῆ τὸν δὲ αἰσχρὸν εὐφυᾶ, τὸν δὲ πλούσιον πλεονέκτην τὸν δὲ πένητα δουλοπρεπῆ καλοῦσι.
καὶ πάντας αὐτίκα τοὺς φιλοσόφους ὁ Οὐεσπασιανός, πλὴν τοῦ Μουσωνίου, ἐκ τῆς Ῥώμης ἐξέβαλε, τὸν δὲ δὴ Δημήτριον καὶ τὸν Ὁστιλιανὸν καὶ ἐς νήσους κατέκλεισε. καὶ ὁ μὲν Ὁστιλιανὸς εἰ καὶ τὰ μάλιστα μὴ ἐπαύσατο περὶ τῆς φυγῆς ἀκούσας — ἔτυχε γὰρ διαλεγόμενός τινι —, ἀλλὰ καὶ πολλῷ πλείω κατὰ τῆς μοναρχίας κατέδραμεν, ὅμως παραχρῆμα μετέστη· τῷ δὲ Δημητρίῳ μηδʼ ὣς ὑπείκοντι ἐκέλευσεν ὁ Οὐεσπασιανὸς λεχθῆναι ὅτι «σὺ μὲν πάντα ποιεῖς ἵνα σε ἀποκτείνω, ἐγὼ δὲ κύνα ὑλακτοῦντα οὐ φονεύω».
ὅτι οὐχ ἥκιστα ἔνδηλον ἐγένετο ὅτι Πρίσκον τὸν Ἑλουίδιον οὐ μᾶλλόν τι διʼ ἑαυτὸν ἢ διὰ τοὺς φίλους αὐτοῦ οὓς ὕβρισεν, ἐμίσησεν ὁ Οὐεσπασιανός, ἀλλʼ ὅτι ταραχώδης τε ἦν καὶ τῷ ὄχλῳ προσέκειτο, βασιλείας τε ἀεὶ κατηγόρει καὶ δημοκρατίαν ἐπῄνει, καὶ ἔπραττεν ἀκόλουθα τούτοις καὶ συνίστη τινάς, ὥσπερ που φιλοσοφίας ἔργον ὂν τό τε τοὺς κρατοῦντας προπηλακίζειν καὶ τὸ τὰ πλήθη ταράττειν τό τε τὰ καθεστηκότα συγχεῖν καὶ τὸ νεώτερα αὐτοῖς πράγματα ἐπεσάγειν. ἦν γὰρ τοῦ Θρασέου γαμβρὸς καὶ ζηλοῦν αὐτὸν ἐπλάττετο, πολὺ δʼ αὐτοῦ ἡμάρτανε. Θρασέας μὲν γὰρ ἐπὶ Νέρωνος ὢν οὐκ ἠρέσκετο αὐτῷ, καὶ οὐδὲν μέντοι οὐδʼ ὣς ὑβριστικὸν ἔλεγεν ἐς αὐτὸν οὐδὲ ἔπραττεν, πλὴν καθʼ ὅσον προσκοινωνεῖν οἱ τῶν δρωμένων οὐκ ἠξίου· οὗτος δὲ Οὐεσπασιανῷ ἤχθετο, καὶ οὔτʼ ἰδίᾳ οὔτε ἐν τῷ κοινῷ αὐτοῦ ἀπείχετο, ἀλλʼ ἐξ ὧν ἐποίει ἐθανάτα, καὶ πολλὰ πράττων ἔμελλέ ποτε δίκην αὐτῶν δώσειν·
τότε δὲ καὶ Καινὶς ἡ τοῦ Οὐεσπασιανοῦ παλλακὴ μετήλλαξεν. ἐμνημόνευσα δὲ αὐτῆς ὅτι τε πιστοτάτη ἦν καὶ ὅτι μνήμης ἄριστα ἐπεφύκει. πρὸς γοῦν τὴν δέσποιναν τὴν Ἀντωνίαν τὴν τοῦ Κλαυδίου μητέρα, κρύφα τι διʼ αὐτῆς τῷ Τιβερίῳ περὶ τοῦ Σεϊανοῦ γράψασαν, καὶ αὐτὸ ἀπαλειφθῆναι εὐθύς, ὅπως μηδεὶς αὐτοῦ ἔλεγχος ὑπολειφθῇ, κελεύσασαν, «μάτην, ὦ δέσποινα», ἔφη «τοῦτο προσέταξας· πάντα γὰρ καὶ ταῦτα, καὶ τὰ ἄλλα ὅσα ἂν ὑπαγορεύσῃς μοι, ἔν τε τῇ ψυχῇ ἀεὶ φέρω καὶ οὐδέποτε ἐξαλειφθῆναι δύναται». τοῦτό τε οὖν αὐτῆς ἐθαύμασα, καὶ προσέτι ὅτι καὶ ὁ Οὐεσπασιανὸς αὐτῇ ὑπερέχαιρε, πλεῖστόν τε διὰ τοῦτο ἴσχυσε, καὶ πλοῦτον ἀμύθητον ἤθροισεν, ὥστε καὶ νομισθῆναι ὅτι διʼ αὐτῆς ἐκείνης ἐχρηματίζετο· πάμπολλα γὰρ παρὰ πολλῶν ἐλάμβανε, τοῖς μὲν ἀρχὰς τοῖς δὲ ἐπιτροπείας στρατείας ἱερωσύνας, ἤδη δέ τισι καὶ ἀποφάσεις αὐτοῦ πιπράσκουσα. ἀπέκτεινε μὲν γὰρ Οὐεσπασιανὸς χρημάτων ἕνεκα οὐδένα, ἔσωσε δὲ πολλοὺς τῶν διδόντων· καὶ ἡ μὲν λαμβάνουσα ἐκείνη ἦν, ὑπωπτεύετο δὲ ὁ Οὐεσπασιανὸς ἑκὼν αὐτῇ ἐπιτρέπειν τοῦτο ποιεῖν ἐκ τῶν ἄλλων ὧν ἔπραττεν, ὧν ὀλίγα δείγματος ἕνεκα διηγήσομαι. ἀνδριάντα γὰρ πέντε καὶ εἴκοσι μυριάδων στῆσαί οἱ ψηφισαμένων τινῶν προέτεινε τὴν χεῖρα καὶ ἔφη «δότε μοι τὸ ἀργύριον· ἡ γὰρ βάσις αὐτοῦ αὕτη ἐστί». καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τῷ τοῦ οὔρου τέλει, ὃ καὶ αὐτὸ μετὰ τῶν ἄλλων κατεδείχθη, εἶπε, λαβὼν ἐξ αὐτοῦ χρυσοῦς πεπορισμένους καὶ δείξας αὐτῷ, «ἰδού, τέκνον, εἴ τι ὄζουσιν».
ἐπὶ δὲ τοῦ Οὐεσπασιανοῦ ἕκτον καὶ ἐπὶ τοῦ Τίτου τέταρτον ἀρχόντων τὸ τῆς Εἰρήνης τέμενος καθιερώθη, ὅ τε κολοσσὸς ὠνομασμένος ἐν τῇ ἱερᾷ ὁδῷ ἱδρύθη· φασὶ δὲ αὐτὸν τό τε ὕψος ἑκατὸν ποδῶν καὶ τὸ εἶδος οἱ μὲν τὸ τοῦ Νέρωνος οἱ δὲ τὸ τοῦ Τίτου ἔχειν. σφαγὰς δὲ ὁ Οὐεσπασιανὸς θηρίων μὲν ἐποιεῖτο ἐν τοῖς θεάτροις, μονομαχίαις δὲ ἀνδρῶν οὐ πάνυ τι ἔχαιρε, καίτοι τοῦ Τίτου ἐν ταῖς τῶν νεανίσκων παιδιαῖς ταῖς ἐν τῇ πατρίδι αὐτοῦ τελουμέναις σκιαμαχήσαντός ποτε πρὸς τὸν Ἀλιηνὸν ὅπλοις. τοῖς δὲ Πάρθοις πολεμωθεῖσι πρός τινας καὶ τῆς παρʼ αὐτοῦ συμμαχίας δεηθεῖσιν οὐκ ἐβοήθησεν, εἰπὼν ὅτι οὐ προσήκει αὐτῷ τὰ ἀλλότρια πολυπραγμονεῖν. Βερενίκη δὲ ἰσχυρῶς τε ἤνθει καὶ διὰ τοῦτο καὶ ἐς τὴν Ῥώμην μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀγρίππα ἦλθε· καὶ ὁ μὲν στρατηγικῶν τιμῶν ἠξιώθη, ἡ δὲ ἐν τῷ παλατίῳ ᾤκησε καὶ τῷ Τίτῳ συνεγίγνετο. προσεδόκα δὲ γαμηθήσεσθαι αὐτῷ, καὶ πάντα ἤδη ὡς καὶ γυνὴ αὐτοῦ οὖσα ἐποίει, ὥστʼ ἐκεῖνον δυσχεραίνοντας τοὺς Ῥωμαίους ἐπὶ τούτοις αἰσθόμενον ἀποπέμψασθαι αὐτήν. ἄλλως τε γὰρ πολλὰ ἐθρυλεῖτο, καί τινες καὶ τότε σοφισταὶ κύνειοι ἐς τὸ ἄστυ πως παραδύντες, Διογένης μὲν πρότερος ἐς τὸ θέατρον πλῆρες ἀνδρῶν ἐσῆλθε καὶ πολλὰ αὐτοὺς λοιδορήσας ἐμαστιγώθη, Ἡρᾶς δὲ μετʼ αὐτόν, ὡς οὐδὲν πλεῖον πεισόμενος, πολλὰ καὶ ἄτοπα κυνηδὸν ἐξέκραγε, καὶ διὰ τοῦτο καὶ τὴν κεφαλὴν ἀπετμήθη.
καθʼ ὃν δὴ καιρὸν καὶ ταῦτα ἐγένετο· οἶνός τε γὰρ ἐν καπηλείῳ τινὶ τοσοῦτος ὑπὲρ τὸ ἀγγεῖον ὑπερεχύθη ὥστε καὶ ἐς τὴν ὁδὸν προχωρῆσαι, καὶ ὁ Σαβῖνος ἐκεῖνος ὁ Γαλάτης ὁ Καίσαρά ποτε ἑαυτὸν ὀνομάσας καὶ ἐς ὅπλα χωρήσας ἡττηθείς τε καὶ ἐς τὸ μνημεῖον κατακρυφθεὶς ἐφωράθη τε καὶ ἐς τὴν Ῥώμην ἀνήχθη. συναπέθανε δὲ αὐτῷ καὶ ἡ γυνὴ Πεπονίλα, ἥπερ που καὶ διεσέσωστο αὐτόν, καίτοι καὶ τὰ παιδία τῷ Οὐεσπασιανῷ προβαλοῦσα καὶ ἐλεεινότατον ἐπʼ αὐτοῖς λόγον εἰποῦσα, ὅτι «ταῦτα, Καῖσαρ, καὶ ἐγέννησα ἐν τῷ μνημείῳ καὶ ἔθρεψα, ἵνα σε πλείονες ἱκετεύσωμεν». δακρῦσαι μὲν γὰρ καὶ αὐτὸν καὶ τοὺς ἄλλους ἐποίησεν, οὐ μέντοι καὶ ἠλεήθησαν. κἀν τούτῳ ἐπεβουλεύθη μὲν ὑπό τε τοῦ Ἀλιηνοῦ καὶ ὑπὸ τοῦ Μαρκέλλου, καίπερ φίλους τε αὐτοὺς ἐν τοῖς μάλιστα νομίζων καὶ πάσῃ ἐς αὐτοὺς ἀφθονωτάτῃ τιμῇ χρώμενος, οὐ μὴν καὶ ὑπʼ ἐκείνων ἀπέθανε· φωραθέντες γὰρ Ἀλιηνὸς μὲν αὐτοῦ ἐν τῷ βασιλείῳ, ἐξαναστὰς ἐκ τοῦ συσσιτίου, εὐθὺς ἀπεσφάγη τοῦ Τίτου κελεύσαντος, μὴ καὶ φθάσῃ τι τῆς νυκτὸς νεοχμῶσαι — τῶν γὰρ στρατιωτῶν συχνοὺς προπαρεσκεύαστο —, Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς ἀπέτεμε τὸν λαιμὸν αὐτὸς ἑαυτῷ ξυρῷ. οὕτω που τοὺς φύσει κακοὺς οὐδʼ αἱ εὐεργεσίαι νικῶσιν, ὁπότε κἀκεῖνοι τῷ τοσαῦτα εὐηργετηκότι σφᾶς ἐπεβούλευσαν.
ταῦτα μὲν οὕτως ἔσχεν, Οὐεσπασιανὸς δέ, ὡς μὲν ἡ ἀλήθεια ἔχει, νοσήσας οὐ τῇ ποδάγρᾳ τῇ συνήθει ἀλλὰ πυρετοῖς μετήλλαξεν ἐν τοῖς ὕδασι τῶν Σαβίνων τοῖς Κουτιλίοις ὠνομασμένοις, ὡς δέ τινες καταψευδόμενοι τοῦ Τίτου, ἄλλοι τε καὶ Ἁδριανὸς ὁ αὐτοκράτωρ, ἐφήμισαν, φάρμακον ἐν συμποσίῳ τινὶ λαβών. ἐγεγόνει δὲ σημεῖα αὐτῷ φέροντα ἐς τοῦτο ὅ τε ἀστὴρ ὁ κομήτης ἐπὶ πολὺ φαντασθεὶς καὶ τὸ μνημεῖον τὸ τοῦ Αὐγούστου αὐτόματον ἀνοιχθέν. τῶν δὲ ἰατρῶν ἐπιτιμώντων αὐτῷ ὅτι τῇ τε ἄλλῃ διαίτῃ ὁμοίᾳ νοσῶν ἐχρῆτο καὶ πάντα τὰ προσήκοντα τῇ ἀρχῇ ἔπραττε, «τὸν αὐτοκράτορα» ἔφη «ἑστῶτα δεῖ ἀποθνήσκειν». καὶ πρὸς τοὺς περὶ τοῦ κομήτου τι διαλαλοῦντας «οὐκ ἔμοιγε» εἶπεν «ἀλλὰ τῷ τῶν Πάρθων βασιλεῖ προσημαίνει· ἐκεῖνος μὲν γὰρ κομᾷ, ἐγὼ δὲ φαλακρός εἰμι». ἐπειδή τε ἐπίστευσεν ὅτι τελευτήσει, ἔφη «θεὸς ἤδη γίνομαι». ἔζησε δὲ ἔτη ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτώ, ἐμονάρχησε δὲ ἔτη δέκα ἡμερῶν ἓξ δέοντα. κἀκ τούτου συμβαίνει ἐνιαυτόν τε καὶ δύο καὶ εἴκοσιν ἡμέρας ἀπὸ τοῦ θανάτου τοῦ Νέρωνος μέχρι τῆς τοῦ Οὐεσπασιανοῦ ἀρχῆς διελθεῖν. ἔγραψα δὲ τοῦτο τοῦ μή τινας ἀπατηθῆναι, τὴν ἐξαρίθμησιν τοῦ χρόνου πρὸς τοὺς τὴν ἡγεμονίαν ἔχοντας ποιουμένους. ἐκεῖνοι μὲν γὰρ οὐ διεδέξαντο ἀλλήλους, ἀλλὰ ζῶντός τε καὶ ἔτι ἄρχοντος ἑτέρου ἕκαστος αὐτῶν ἐπίστευσεν αὐτοκράτωρ, ἀφʼ οὗ γε καὶ ἐς τοῦτο παρέκυψεν, εἶναι· δεῖ δʼ οὐ πάσας σφῶν τὰς ἡμέρας ὡς καὶ ἐφεξῆς ἀλλήλαις ἐκ διαδοχῆς γενομένας ἀριθμεῖν, ἀλλʼ ἐφάπαξ πρὸς τὴν ἀκρίβειαν τοῦ χρόνου, καθάπερ εἴρηταί μοι, λογίζεσθαι.
τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν διεδέξατο.
ὁ δὲ δὴ Τίτος οὐδὲν οὔτε φονικὸν οὔτε ἐρωτικὸν μοναρχήσας ἔπραξεν, ἀλλὰ χρηστὸς καίπερ ἐπιβουλευθεὶς καὶ σώφρων καίτοι καὶ τῆς Βερενίκης ἐς Ῥώμην αὖθις ἐλθούσης ἐγένετο. τάχα μὲν γὰρ ὅτι καὶ μετεβάλετο — οὐ γὰρ ὁμοίως ἄλλῳ τέ τινες παραδυναστεύουσι καὶ αὐτοὶ αὐταρχοῦσιν, ἀλλʼ ἐκεῖνοι μὲν ἀφροντιστοῦντες τῆς τοῦ κράτους δόξης τῇ τε ἐξουσίᾳ αὐτοῦ ἀπλήστως ἀποχρῶνται καὶ πολλὰ ἐπί τε φθόνῳ καὶ διαβολῇ αὐτοῦ ποιοῦσιν, οἱ δὲ ἐς αὑτοὺς πάντα ἀνακείμενα εἰδότες προνοοῦνταί τι καὶ τῆς εὐδοξίας· ὥσπερ που καὶ ὁ Τίτος πρός τινα, ὃν πρότερον ἐσπουδάκει, εἶπεν ὅτι οὐχ ὅμοιόν ἐστιν ἑτέρου τι δεῖσθαι καὶ αὐτὸν δικάζειν, οὐδὲ παρʼ ἄλλου τι αἰτεῖν καὶ αὐτὸν διδόναι τινί —, ἤδη δὲ καὶ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω, ὥστε μηδʼ ἁμαρτίαν τινὰ αὐτῷ ἐγγενέσθαι. δύο τε γὰρ ἔτη μετὰ τοῦτο καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν ἔζησεν ἐπʼ ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. καὶ αὐτὸν ἐξ ἴσου κατὰ τοῦτο τῇ τοῦ Αὐγούστου πολυετίᾳ ἄγουσι, λέγοντες ὅτι οὔτʼ ἂν ἐκεῖνος ἐφιλήθη ποτὲ εἰ ἐλάττω χρόνον ἐζήκει, οὔτʼ ἂν οὗτος εἰ πλείονα, ὁ μὲν ὅτι τραχύτερος κατʼ ἀρχὰς διά τε τοὺς πολέμους καὶ διὰ τὰς στάσεις γενόμενος ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ χρόνῳ λαμπρύνεσθαι, ὁ δʼ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχα ἂν ἐλεγχθείς, εἴγε ἐπὶ μακρὸν ἐβεβιώκει, ὅτι εὐτυχίᾳ πλείονι ἢ ἀρετῇ ἐχρήσατο.
οὐ μὴν ἀλλʼ ὁ Τίτος οὐδένα τῶν βουλευτῶν ἐν τῇ αὑτοῦ ἡγεμονίᾳ ἀπέκτεινεν, ἀλλʼ οὐδὲ ἄλλος τις αὐτῷ ἐπὶ τῆς αὐτοῦ ἀρχῆς ἐτελεύτησε. τάς τε δίκας τὰς τῆς ἀσεβείας οὔτʼ αὐτός ποτε ἐδέξατο οὔτʼ ἄλλοις ἐπέτρεψεν, λέγων ὅτι «ἐγὼ μὲν οὐδὲν οὔθʼ ὑβρισθῆναι οὔτε προπηλακισθῆναι δύναμαι· οὔτε γὰρ ἄξιόν τι ἐπηγορίας ποιῶ, οὔτε μοι μέλει τῶν ψευδῶς λεγομένων· οἱ δὲ μετηλλαχότες τῶν αὐτοκρατόρων αὐτοὶ ἑαυτοῖς, ἄνπερ ὡς ἀληθῶς ἥρωές τε ὦσι καὶ δύναμίν τινα ἔχωσι, τιμωρήσουσιν ἄν τί τις αὐτοὺς ἀδικήσῃ» πολλὰ δὲ καὶ ἄλλα πρός τε τὸ ἀσφαλὲς καὶ πρὸς τὸ ἄλυπον τῶν ἀνθρώπων κατεστήσατο· καὶ γὰρ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν προτέρων αὐτοκρατόρων δοθέντα τισίν, ὥστε μὴ καθʼ ἑκάστους σφῶν αἰτοῦντας αὐτὸν πράγματα ἔχειν, τούς τε μηνυτὰς ἐξήλασεν ἐκ τῆς πόλεως.
ἦν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν, οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν.
ἐπὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ὃς Ἀσιανὸς ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ εἶδος καὶ τὴν φωνήν — καὶ γὰρ καὶ ἐκιθαρῴδει.
ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο
καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν Πάρθων κατέφυγεν ἀρχηγόν, ὃς καὶ διʼ ὀργῆς τὸν Τίτον ποιούμενος
καὶ ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς Ῥώμην παρεσκευάζετο.
κἀν τούτῳ πολέμου αὖθις ἐν τῇ Βρεττανίᾳ γενομένου τά τε τῶν ἐκεῖ πολεμίων Γναῖος Ἰούλιος Ἀγρικόλας πάντα κατέδραμε, καὶ πρῶτός γε Ῥωμαίων ὧν ἡμεῖς ἴσμεν ἔγνω τοῦθʼ ὅτι ἡ Βρεττανία περίρρυτός ἐστιν. στρατιῶται γάρ τινες στασιάσαντες, καὶ ἑκατοντάρχους χιλίαρχόν τε φονεύσαντες, ἐς πλοῖα κατέφυγον καὶ ἐξαναχθέντες περιέπλευσαν τὰ πρὸς ἑσπέραν αὐτῆς, ὥς που τό τε κῦμα καὶ ὁ ἄνεμος αὐτοὺς ἔφερε, καὶ ἔλαθον ἐκ τοῦ ἐπὶ θάτερα πρὸς τὰ στρατόπεδα τὰ ταύτῃ ὄντα προσσχόντες. κἀκ τούτου καὶ ἄλλους ὁ Ἀγρικόλας πειράσοντας τὸν περίπλουν πέμψας ἔμαθε καὶ παρʼ ἐκείνων ὅτι νῆσός ἐστιν.
ἐν μὲν τῇ Βρεττανίᾳ ταῦτʼ ἐγένετο, καὶ ἀπʼ αὐτῶν ὁ μὲν Τίτος αὐτοκράτωρ τὸ πεντεκαιδέκατον ἐπεκλήθη, ὁ δὲ Ἀγρικόλας ἔν τε ἀτιμίᾳ τὸ λοιπὸν τοῦ βίου καὶ ἐν ἐνδείᾳ, ἅτε καὶ μείζονα ἢ κατὰ στρατηγὸν καταπράξας, ἔζησε, καὶ τέλος ἐσφάγη διʼ αὐτὰ ταῦτα ὑπὸ Δομιτιανοῦ, καίπερ τὰς ἐπινικίους τιμὰς παρὰ τοῦ Τίτου λαβών.
ἐν δὲ τῇ Καμπανίᾳ φοβερά τινα καὶ θαυμαστὰ συνηνέχθη· πῦρ γὰρ μέγα κατʼ αὐτὸ τὸ φθινόπωρον ἐξαπιναίως ἐξήφθη. τὸ γὰρ ὄρος τὸ Βέσβιον ἔστι μὲν πρὸς τῇ θαλάσσῃ κατὰ Νέαν πόλιν, ἔχει δὲ πυρὸς πηγὰς ἀφθόνους. καὶ ἦν μέν ποτε πᾶν ὁμοίως ὑψηλόν, καὶ ἀπʼ αὐτοῦ μέσου τὸ πῦρ ἀνέτελλε· ταύτῃ γὰρ πεπύρωται μόνον, τὰ δὲ ἔξωθεν αὐτοῦ πάντα ἄπυρα καὶ νῦν ἔτι διαμένει. ἐκ δὲ τούτου, ἐκείνων μὲν ἀκαύστων ἀεὶ ὄντων, τῶν δὲ ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ μὲν πέριξ κορυφαὶ τὸ ἀρχαῖον ὕψος ἐς δεῦρο ἔχουσι, τὸ δὲ ἔμπυρον πᾶν δαπανηθὲν ἐν τῷ χρόνῳ κοῖλον ἐκ τοῦ συνίζειν γέγονεν, ὥστε κυνηγετικῷ τινι θεάτρῳ τὸ ὄρος σύμπαν, ὡς μικρὰ μεγάλοις εἰκάσαι, ἐοικέναι. καὶ αὐτοῦ τὰ μὲν ἄκρα καὶ δένδρα καὶ ἀμπέλους πολλὰς ἔχει, ὁ δὲ δὴ κύκλος ἀνεῖται τῷ πυρί, καὶ ἀναδίδωσι τῆς μὲν ἡμέρας καπνὸν τῆς δὲ νυκτὸς φλόγα, ὥστε δόξαι πολλὰ ἐν αὐτῷ καὶ παντοδαπὰ θυμιᾶσθαι θυμιάματα. καὶ τοῦτο μὲν οὕτως ἀεί, ποτὲ μὲν ἐπὶ μᾶλλον ποτὲ δὲ ἐπὶ ἧττον, γίνεται· πολλάκις δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον τι ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ. ἠχεῖ τε καὶ βοᾷ, ἅτε μὴ συμπεπιλημένας ἀλλʼ ἀραιὰς καὶ λαθραίας τὰς ἀναπνοὰς ἔχων.
τοιοῦτον μὲν τὸ Βέσβιόν ἐστι, καὶ ταῦτα ἐν αὐτῷ κατʼ ἔτος ὡς πλήθει γίγνεται. ἀλλὰ τὰ μὲν ἄλλα ὅσα ἐκείνῳ ἐν τῷ χρόνῳ συνηνέχθη, εἰ καὶ μεγάλα παρὰ τὸ καθεστηκὸς τοῖς ἀεὶ ὁρῶσιν αὐτὰ εἶναι ἔδοξε, σμικρὰ ἂν πρὸς τὰ τότε συμβάντα, καὶ τὰ πάντα ἐς ἓν συναχθέντα, νομισθείη. ἔσχε γὰρ οὕτως. ἄνδρες πολλοὶ καὶ μεγάλοι, πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ὑπερβεβληκότες, οἷοι οἱ γίγαντες γράφονται, τοῦτο μὲν ἐν τῷ ὄρει τοῦτο δʼ ἐν τῇ περὶ αὐτὸ χώρᾳ ταῖς τε πόλεσι μεθʼ ἡμέραν καὶ νύκτωρ ἐν τῇ γῇ περινοστοῦντες καὶ ἐν τῷ ἀέρι διαφοιτῶντες ἐφαντάζοντο. καὶ μετὰ τοῦτʼ αὐχμοί τε δεινοὶ καὶ σεισμοὶ ἐξαίφνης σφοδροὶ ἐγίγνοντο, ὥστε καὶ τὸ πεδίον ἐκεῖνο πᾶν ἀναβράττεσθαι καὶ τὰ ἄκρα ἀναπηδᾶν. ἠχαί τε αἱ μὲν ὑπόγειοι βρονταῖς ἐοικυῖαι αἱ δὲ καὶ ἐπίγειοι μυκηθμοῖς ὅμοιαι συνέβαινον, καὶ ἥ τε θάλασσα συνέβρεμε καὶ ὁ οὐρανὸς συνεπήχει. κἀκ τούτου κτύπος τε ἐξαίσιος ἐξαπιναίως ὡς καὶ τῶν ὀρῶν συμπιπτόντων ἐξηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερμεγέθεις, ὥστε καὶ ἐς αὐτὰ τὰ ἄκρα ἐξικέσθαι, ἔπειτα πῦρ πολὺ καὶ καπνὸς ἄπλετος, ὥστε πάντα μὲν τὸν ἀέρα συσκιασθῆναι, πάντα δὲ τὸν ἥλιον συγκρυφθῆναι καθάπερ ἐκλελοιπότα. νύξ τε οὖν ἐξ ἡμέρας καὶ σκότος ἐκ φωτὸς ἐγένετο· καὶ ἐδόκουν οἱ μὲν τοὺς γίγαντας ἐπανίστασθαι — πολλὰ γὰρ καὶ τότε εἴδωλα αὐτῶν ἐν τῷ καπνῷ διεφαίνετο, καὶ προσέτι καὶ σαλπίγγων τις βοὴ ἠκούετο —, οἱ δὲ καὶ ἐς χάος ἢ καὶ πῦρ τὸν κόσμον πάντα ἀναλίσκεσθαι. καὶ διὰ ταῦτʼ ἔφυγον οἱ μὲν ἐκ τῶν οἰκιῶν ἐς τὰς ὁδοὺς οἱ δὲ ἔξωθεν εἴσω, ἔκ τε τῆς θαλάσσης ἐς τὴν γῆν καὶ ἐξ ἐκείνης ἐς τὴν θάλασσαν, οἷα τεταραγμένοι καὶ πᾶν τὸ ἀπὸ σφῶν ἀπὸν ἀσφαλέστερον τοῦ παρόντος ἡγούμενοι. ταῦτά τε ἅμα ἐγίγνετο, καὶ τέφρα ἀμύθητος ἀνεφυσήθη καὶ τήν τε γῆν τήν τε θάλασσαν καὶ τὸν ἀέρα πάντα κατέσχε, καὶ πολλὰ μὲν καὶ ἄλλα, ὥς που καὶ ἔτυχε, καὶ ἀνθρώποις καὶ χώραις καὶ βοσκήμασιν ἐλυμήνατο, τοὺς δὲ δὴ ἰχθύας τά τε ὄρνεα πάντα διέφθειρε, καὶ προσέτι καὶ πόλεις δύο ὅλας, τό τε Ἑρκουλάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ ὁμίλου αὐτῆς καθημένου, κατέχωσε. τοσαύτη γὰρ ἡ πᾶσα κόνις ἐγένετο ὥστʼ ἀπʼ αὐτῆς ἦλθε μὲν καὶ ἐς Ἀφρικὴν καὶ ἐς Συρίαν καὶ ἐς Αἴγυπτον, ἦλθε δὲ καὶ ἐς τὴν Ῥώμην, καὶ τόν τε ἀέρα τὸν ὑπὲρ αὐτῆς ἐπλήρωσε καὶ τὸν ἥλιον ἐπεσκίασε. καὶ συνέβη κἀνταῦθα δέος οὐ μικρὸν ἐπὶ πολλὰς ἡμέρας οὔτʼ εἰδόσι τοῖς ἀνθρώποις τὸ γεγονὸς οὔτʼ εἰκάσαι δυναμένοις, ἀλλʼ ἐνόμιζον καὶ ἐκεῖνοι πάντα ἄνω τε καὶ κάτω μεταστρέφεσθαι, καὶ τὸν μὲν ἥλιον ἐς τὴν γῆν ἀφανίζεσθαι, τὴν δὲ γῆν ἐς τὸν οὐρανὸν ἀνιέναι.
ἡ μὲν οὖν τέφρα αὕτη οὐδὲν μέγα τότε κακὸν αὐτοὺς εἰργάσατο — ὕστερον γὰρ νόσον σφίσι λοιμώδη δεινὴν ἐνέβαλε —, πῦρ δὲ δὴ ἕτερον ἐπίγειον τῷ ἑξῆς ἔτει πολλὰ πάνυ τῆς Ῥώμης, τοῦ Τίτου πρὸς τὸ πάθημα τὸ ἐν τῇ Καμπανίᾳ γενόμενον ἐκδημήσαντος, ἐπενείματο· καὶ γὰρ τὸ Σεραπεῖον καὶ τὸ Ἰσεῖον τά τε σέπτα καὶ τὸ Ποσειδώνιον τό τε βαλανεῖον τὸ τοῦ Ἀγρίππου καὶ τὸ πάνθειον τό τε διριβιτώριον καὶ τὸ τοῦ Βάλβου θέατρον καὶ τὴν τοῦ Πομπηίου σκηνήν, καὶ τὰ Ὀκταουίεια οἰκήματα μετὰ τῶν βιβλίων, τόν τε νεὼν τοῦ Διὸς τοῦ Καπιτωλίου μετὰ τῶν συννάων αὐτοῦ κατέκαυσεν. οὕτω τὸ κακὸν οὐκ ἀνθρώπινον ἀλλὰ δαιμόνιον ἐγένετο· πάρεστι γὰρ ἐκ τούτων ὧν κατέλεξα παντί τῳ τεκμήρασθαι καὶ τἆλλα τὰ ἀπολλύμενα. ὁ δʼ οὖν Τίτος τοῖς μὲν Καμπανοῖς δύο ἄνδρας ἐκ τῶν ὑπατευκότων οἰκιστὰς ἔπεμψε, καὶ χρήματα ἄλλα τε καὶ τὰ τῶν ἄνευ κληρονόμων τεθνηκότων ἐδωρήσατο· αὐτὸς δὲ οὐδὲν οὔτε παρʼ ἰδιώτου οὔτε παρὰ πόλεως οὔτε παρὰ βασιλέως, καίτοι πολλῶν πολλὰ διδόντων αὐτῷ καὶ ὑπισχνουμένων, ἔλαβεν, ἀνέστησε μέντοι καὶ ἐκ τῶν ὑπαρχόντων πάντα. καὶ ἐπὶ μὲν τοῖς ἄλλοις οὐδὲν ἐξαίρετον ἔπραξε, τὸ δὲ δὴ θέατρον τὸ κυνηγετικὸν τό τε βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ ἱερώσας πολλὰ καὶ θαυμαστὰ ἐποίησε. γέρανοί τε γὰρ ἀλλήλοις ἐμαχέσαντο καὶ ἐλέφαντες τέσσαρες, ἄλλα τε ἐς ἐνακισχίλια καὶ βοτὰ καὶ θηρία ἀπεσφάγη, καὶ αὐτὰ καὶ γυναῖκες, οὐ μέντοι ἐπιφανεῖς, συγκατειργάσαντο. ἄνδρες τε πολλοὶ μὲν ἐμονομάχησαν, πολλοὶ δὲ καὶ ἀθρόοι ἔν τε πεζομαχίαις καὶ ἐν ναυμαχίαις ἠγωνίσαντο. τὸ γὰρ θέατρον αὐτὸ ἐκεῖνο ὕδατος ἐξαίφνης πληρώσας ἐσήγαγε μὲν καὶ ἵππους καὶ ταύρους καὶ ἄλλα τινὰ χειροήθη, δεδιδαγμένα πάνθʼ ὅσα ἐπὶ τῆς γῆς πράττειν καὶ ἐν τῷ ὑγρῷ, ἐσήγαγε δὲ καὶ ἀνθρώπους ἐπὶ πλοίων. καὶ οὗτοι μὲν ἐκεῖ, ὡς οἱ μὲν Κερκυραῖοι οἱ δὲ Κορίνθιοι ὄντες, ἐναυμάχησαν, ἄλλοι δὲ ἔξω ἐν τῷ ἄλσει τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου, ὅ ποτε ὁ Αὔγουστος ἐπʼ αὐτὸ τοῦτʼ ὠρύξατο. καὶ γὰρ ἐνταῦθα τῇ μὲν πρώτῃ ἡμέρᾳ μονομαχία τε καὶ θηρίων σφαγή, κατοικοδομηθείσης σανίσι τῆς κατὰ πρόσωπον τῶν εἰκόνων λίμνης καὶ ἰκρία πέριξ λαβούσης, τῇ δὲ δευτέρᾳ ἱπποδρομία καὶ τῇ τρίτῃ ναυμαχία τρισχιλίων ἀνδρῶν καὶ μετὰ τοῦτο καὶ πεζομαχία ἐγένετο· νικήσαντες γὰρ οἱ Ἀθηναῖοι τοὺς Συρακουσίους — τούτοις γὰρ τοῖς ὀνόμασι χρησάμενοι ἐναυμάχησαν — ἐπεξῆλθον ἐς τὸ νησίδιον, καὶ προσβαλόντες τείχει τινὶ περὶ τὸ μνημεῖον πεποιημένῳ εἷλον αὐτό. ταῦτα μὲν ἐς ὄψιν ἥκοντα καὶ ἐφʼ ἑκατὸν ἡμέρας ἐγένετο, παρέσχε δέ τινα καὶ ἐς ὠφέλειαν φέροντα αὐτοῖς· σφαιρία γὰρ ξύλινα μικρὰ ἄνωθεν ἐς τὸ θέατρον ἐρρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινὸς τὸ δὲ ἐσθῆτος τὸ δὲ ἀργυροῦ σκεύους, ἄλλο χρυσοῦ ἵππων ὑποζυγίων βοσκημάτων ἀνδραπόδων, ἃ ἁρπάσαντάς τινας ἔδει πρὸς τοὺς δοτῆρας αὐτῶν ἀπενεγκεῖν καὶ λαβεῖν τὸ ἐπιγεγραμμένον.
διατελέσας δὲ ταῦτα, καὶ τῇ γε τελευταίᾳ ἡμέρᾳ καταδακρύσας ὥστε πάντα τὸν δῆμον ἰδεῖν, οὐδὲν ἔτι μέγα ἔπραξεν, ἀλλὰ τῷ ἐπιγιγνομένῳ ἔτει, ἐπί τε τοῦ Φλαουίου καὶ ἐπὶ τοῦ Πωλίωνος τῶν ὑπάτων, καθιερώσας ὅσα εἴρηται, μετήλλαξεν ἐν τοῖς ὕδασιν ἐν οἷς καὶ ὁ πατὴρ αὐτοῦ, ὡς μὲν ἡ φήμη λέγει, πρὸς τοῦ ἀδελφοῦ ἀναλωθείς, ὅτι καὶ πρότερον ἐπεβεβούλευτο ὑπʼ αὐτοῦ, ὡς δέ τινες γράφουσι, νοσήσας· ἔμπνουν γάρ τοι αὐτὸν ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα χιόνος πολλῆς γέμουσαν ὁ Δομιτιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως ἵνα θᾶσσον ἀποθάνῃ. ἔτι γοῦν ζῶντος αὐτοῦ ἔς τε τὴν Ῥώμην ἀφίππευσε καὶ ἐς τὸ στρατόπεδον ἐσῆλθε, τήν τε ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ αὐτοκράτορος ἔλαβε, δοὺς αὐτοῖς ὅσονπερ καὶ ὁ ἀδελφὸς αὐτοῦ ἐδεδώκει. ὁ δʼ οὖν Τίτος ἀποψύχων εἶπε μὲν ὅτι «ἓν μόνον ἐπλημμέλησα», τί δὲ δὴ τοῦτο εἴη οὐ διεσάφησεν, ἀλλʼ οὐδʼ ἄλλος οὐδεὶς ἀκριβῶς ἀνέγνω. οἱ μὲν γὰρ τὸ οἱ δὲ τὸ κατείκασαν· κρατεῖ δʼ οὖν, ὡς μέν τινες λέγουσιν, ὅτι τὴν Δομιτίαν τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἔσχεν, ὡς δʼ ἕτεροι, οἷς ἐγὼ πείθομαι, ὅτι τὸν Δομιτιανὸν σαφῶς ἐπιβουλεύσαντά οἱ λαβὼν οὐκ ἀπέκτεινεν, ἀλλʼ αὐτός τε ὑπʼ ἐκείνου παθεῖν τοῦτο μᾶλλον εἵλετο, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν οἷον ἡ διέξοδος τοῦ λόγου δηλώσει. ἦρξε δὲ δύο ἔτη καὶ μῆνας δύο ἡμέρας τε εἴκοσιν, ὡς προείρηται.
Δομιτιανὸς δὲ ἦν μὲν καὶ θρασὺς καὶ ὀργίλος, ἦν δὲ καὶ ἐπίβουλος καὶ κρυψίνους, ὥστε ἀφʼ ἑκατέρων τῶν μὲν τὸ προπετὲς τῶν δὲ τὸ δόλιον ἔχων, πολλὰ μὲν ὥσπερ σκηπτὸς ὀξέως ἐμπίπτων τισὶν ἐλυμαίνετο, πολλὰ δὲ καὶ ἐκ παρασκευῆς ἐκακούργει. θεῶν μὲν γὰρ τὴν Ἀθηνᾶν ἐς τὰ μάλιστα ἤγαλλε, καὶ διὰ τοῦτο καὶ τὰ Παναθήναια μεγάλως ἑώρταζε, καὶ ἐν αὐτοῖς ἀγῶνας καὶ ποιητῶν καὶ λογογράφων μονομάχων τε κατʼ ἔτος ὡς εἰπεῖν ἐν τῷ Ἀλβανῷ ἐποίει· τοῦτο γὰρ τὸ χωρίον ὑπὸ τὸ ὄρος τὸ Ἀλβανόν, ἀφʼ οὗπερ οὕτως ὠνομάσθη, ὂν ὥσπερ τινὰ ἀκρόπολιν ἐξείλετο· ἀνθρώπων δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλὴν γυναικῶν τινων, ἐπλάττετο δὲ ἀγαπᾶν ἀεὶ ὃν ἀεὶ μάλιστα ἀποσφάξαι ἤθελεν. οὕτω γὰρ ἄπιστος καὶ πρὸς αὐτοὺς τοὺς χαριζομένους τι ἔς τε τὰ δεινότατα ὑπηρετοῦντάς οἱ ἐγένετο ὥσθʼ, ὁπότε τινὲς ἢ χρήματα αὐτῷ πολλὰ πορίσειαν ἢ ἀνθρώπους πολλοὺς συκοφαντήσειαν, πάντως αὐτοὺς ἔφθειρε, καὶ μάλιστα τοὺς δούλους τοὺς κατὰ δεσποτῶν τι μηνύσαντας. καὶ οὕτω καὶ ἐκεῖνοι, καίπερ ἀργύριον καὶ τιμὰς καὶ ἀρχὰς ὁμοῦ οἱ λαμβάνοντες, οὔτʼ ἐντιμότερον τῶν ἑτέρων οὔτʼ ἀσφαλέστερον διῆγον, ἀλλʼ ἐπʼ αὐτοῖς οἷς ὑπὸ τοῦ Δομιτιανοῦ παρακαλούμενοι ἔπραττον ἀπώλλυντο, ἵνα δὴ καὶ τὰ ἀδικήματα ὑπʼ αὐτῶν μόνων γεγονέναι δοκῇ. τῇ δʼ αὐτῇ ταύτῃ διανοίᾳ καὶ προέγραψέ ποτε ὅτι αὐτοκράτωρ ὅταν μὴ κολάζῃ τοὺς συκοφάντας, αὐτός σφας ποιεῖ τοιούτους.
τοιοῦτος δὲ δὴ πρὸς πάντας παρʼ ὅλην τὴν ἡγεμονίαν γενόμενος πολὺ καὶ ἑαυτὸν ὑπερεβάλετο ἐν τῇ τῶν τοῦ πατρὸς τοῦ τε ἀδελφοῦ φίλων ἀτίμῳ τε καὶ ὀλεθρίῳ μεταχειρίσει. καίτοι καὶ αὐτὸς γράμμα ἐξέθηκεν τηρῶν πάντα τὰ πρός τε ἐκείνων καὶ πρὸς τῶν ἄλλων αὐτοκρατόρων δοθέντα τισίν. ἀλλὰ τοῦτο μὲν καλλώπισμα ἄλλως ἦν. ἐμίσει γὰρ αὐτούς, ὅτι τε μὴ πάνθʼ ὅσα ᾔτει, πολλά τε καὶ οὐ προσήκοντα ὄντα, παρέσχον αὐτῷ, καὶ ὅτι ἐν τιμῇ τινι ἐγεγένηντο· πᾶν γὰρ τὸ ὑπὲρ τοὺς πολλοὺς ἀγαπηθέν τε ὑπʼ αὐτῶν καὶ δυνηθὲν ἐν ἐχθροῦ μοίρᾳ ἐτίθετο. καὶ διὰ τοῦτο, καίπερ καὶ αὐτὸς Ἐαρίνου τινὸς εὐνούχου ἐρῶν, ὅμως, ἐπειδὴ καὶ ὁ Τίτος ἰσχυρῶς περὶ τοὺς ἐκτομίας ἐσπουδάκει, ἀπηγόρευσεν ἐπὶ ἐκείνου ὕβρει μηδένα ἔτι ἐν τῇ τῶν Ῥωμαίων ἀρχῇ ἐκτέμνεσθαι. τὸ δʼ ὅλον ἔλεγε τοὺς αὐτοκράτορας τοὺς μὴ πολλοὺς κολάζοντας οὐκ ἀγαθοὺς ἀλλʼ εὐτυχεῖς εἶναι.
ὅτι ὁ αὐτὸς οὐκ ἐφρόντιζεν οὔτε τῶν τὸν Τίτον ἐπαινούντων ὅτι μηδένα βουλευτὴν ἀπέκτεινεν, οὔθʼ ὅτι ἡ γερουσία πολλάκις ἠξίου ψηφισθῆναι μὴ ἐξεῖναι τῷ αὐτοκράτορι τῶν ὁμοτίμων τινὰ ἀπολέσαι· πάνυ γὰρ οὖν σφισι πολὺ διέφερεν εἴτε ἰδίᾳ τινὰ αὐτῶν εἴτε καὶ διʼ ἐκείνων καταχρήσαιτο, ὥσπερ τι ἀντειπεῖν ἢ καὶ μὴ καταψηφίσασθαί τινος δυναμένοις. ἐπῄνουν δὲ τὸν Τίτον τινὲς οὐχ ὅτι καὶ ἀκούοντος τοῦ Δομιτιανοῦ — ἴσον γὰρ ἂν ἡμάρτανον ὥσπερ ἂν εἰ αὐτὸν ἐκεῖνον παρόντα καὶ ἀκούοντα ἐλοιδόρουν —, ἀλλʼ ........ ...... ὅτι ἠπίστατο αὐτοὺς λάθρᾳ τοῦτο ποιοῦντας. ἐπεί τοι καὶ ἕτερον σκηνοποιίᾳ τινὶ ἐοικὸς ἐγίγνετο. αὐτός τε γὰρ καὶ φιλεῖν τὸν ἀδελφὸν καὶ πενθεῖν προσεποιεῖτο, καὶ τούς τε ἐπαίνους τοὺς ἐπʼ αὐτῷ μετὰ δακρύων ἔλεξε καὶ ἐς τοὺς ἥρωας αὐτὸν σπουδῇ ἐσέγραψε, πάντα τὰ ἐναντιώτατα ὧν ἐβούλετο σκηπτόμενος — ἀμέλει καὶ τὴν ἱπποδρομίαν τὴν τῶν γενεσίων αὐτοῦ κατέλυσε· καὶ οἱ ἄλλοι οὔθʼ ὅπως συνάχθοιντο οὔθʼ ὅπως συνήδοιντο ἀσφαλῶς εἶχον, τὸ μὲν ὅτι τὴν γνώμην αὐτοῦ λυπεῖν, τὸ δὲ ὅτι τὴν προσποίησιν ἐλέγχειν ἔμελλον.
τὴν δὲ γυναῖκα τὴν Δομιτίαν ἐβουλεύσατο μὲν σφάξαι ἐπὶ μοιχείᾳ, παρακληθεὶς δὲ ὑπὸ τοῦ Οὔρσου ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ διʼ αὐτὴν φονεύσας. ἐπειδὴ δὲ πολλοὶ καὶ ἄνθεσι καὶ μύροις τὸν τόπον ἐκεῖνον ἐτίμων, ἐκέλευσε τούτους σφάττεσθαι. κἀκ τούτου τῇ ἀδελφιδῇ τῇ ἰδίᾳ, ἤγουν τῇ Ἰουλίᾳ, ἀπαρακαλυπτότερον ὡς γαμετῇ συνῴκει. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, ἐχρῆτο δʼ οὐδὲν ἧττον τῇ Ἰουλίᾳ.
πολλοὺς δὲ τῶν πρώτων ἀνδρῶν κατὰ πολλὰς προφάσεις φόνοις τε καὶ ὑπερορίαις ἐκποδὼν ποιούμενος — οὐδὲ τῶν ἀειπαρθένων κ.τ.λ. —
ὅτι καὶ συχνοὺς μεθιστάς που κατεχρήσατο, καὶ οὐκ ὀλίγους γε αὐτοὺς ὑφʼ ἑαυτῶν παρεσκεύαζε τρόπον τινὰ ἀποθνήσκειν, ἵνα ἐθελοντηδὸν ἀλλʼ οὐχ ὑπʼ ἀνάγκης δοκῶσι τοῦτο πάσχειν.
οὐδὲ τῶν ἀειπαρθένων ἐφείσατο ἀλλʼ ὡς καὶ ἠνδρωμένας ἐτιμωρήσατο, ὅτε καὶ λέγεται, σκληρᾶς καὶ τραχείας τῆς περὶ αὐτὰς ἐξετάσεως γενομένης καὶ πολλῶν αἰτιαθέντων καὶ κολαζομένων, οὐκ ἐνεγκὼν εἷς τῶν ποντιφίκων Ἕλουιος Ἀγρίππας ἀλλʼ ἐκπλαγεὶς αὐτοῦ ἐν τῷ συνεδρίῳ, ὥσπερ εἶχεν, ἀποψῦξαι.
ὅτι καὶ ἐπὶ τούτῳ ἠγάλλετο, ὅτι τὰς ἀειπαρθένους ὡς ἠνδρωμένας οὐ κατώρυξεν, ὡς ἦν ἔθος, ἀλλὰ ἄλλως ἀποθνήσκειν ἐκέλευσε.
καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τῶν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκώς, καὶ τοῖς στρατιώταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην· πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβάνοντος ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθʼ ἱκανοὺς τοὺς ἀμύνοντας αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας.
ἐκστρατεύσας δὲ ἐς τὴν Γερμανίαν καὶ μηδʼ ἑορακώς που πόλεμον ἐπανῆκε.
τί γὰρ δεῖ καὶ λέγειν ἃ διὰ τοῦτο καὶ ἐκείνῳ τότε καὶ τοῖς ἄλλοις τοῖς ὁμοίοις αὐτῷ αὐτοκράτορσιν ἀεὶ ἐδόθη, ἵνα μὴ προσυποπτεύοντες ἔκ τε τῆς ὀλιγότητος καὶ ἐκ τῆς σμικρότητος τῶν τιμῶν ἐλέγχεσθαι χαλεπαίνωσι; καίτοι καὶ τοῦτο δεινότατον ἔσχεν, ὅτι καὶ κολακεύεσθαι ἤθελε, καὶ ἀμφοτέροις ὁμοίως ἤχθετο καὶ τοῖς θεραπεύουσι καὶ τοῖς μή, τοῖς μὲν ὅτι θωπεύειν τοῖς δὲ ὅτι καταφρονεῖν ἐδόκουν. οὐ μὴν ἀλλὰ τῇ μὲν βουλῇ χαίρειν ἐφʼ οἷς ἐψηφίζοντο προσεποιεῖτο, τὸν δὲ δὴ Οὖρσον ὀλίγου ἀπέκτεινεν, ὅτι μὴ τοῖς πρασσομένοις ὑπʼ αὐτοῦ ἠρέσκετο, καὶ τῆς Ἰουλίας αἰτησαμένης ὕπατον ἀπέδειξεν.
οὐ μὴν ἀλλʼ ἐπὶ πλεῖον ἐπαρθεὶς ὑπʼ ἀνοίας ὕπατος μὲν ἔτη δέκα ἐφεξῆς, τιμητὴς δὲ διὰ βίου πρῶτος δὴ καὶ μόνος καὶ ἰδιωτῶν καὶ αὐτοκρατόρων ἐχειροτονήθη, ῥαβδούχοις τε τέσσαρσι καὶ εἴκοσι καὶ τῇ στολῇ τῇ ἐπινικίῳ, ὅταν ἐς τὸ βουλευτήριον ἐσίῃ, χρῆσθαι ἔλαβε. τόν τε Ὀκτώβριον Δομιτιανὸν ἀντωνόμασεν, ὅτι ἐν αὐτῷ ἐγεγέννητο. τοῖς δὲ ἁρματηλάταις δύο γένη ἕτερα, τὸ μὲν χρυσοῦν τὸ δὲ πορφυροῦν ὀνομάσας, προσκατέστησε. τοῖς τε θεωμένοις συχνὰ διὰ τῶν σφαιρίων ἐδίδου, καί ποτε καὶ ἐδείπνισεν αὐτοὺς κατὰ χώραν καθημένους, οἶνόν τέ σφισι πολλαχῇ ῥέοντα νυκτὸς παρέσχεν. ἃ δὴ τοῖς μὲν πολλοῖς ἐν ἡδονῇ, ὡς εἰκός, ἦν, τοῖς δὲ δυνατοῖς ὀλέθρου αἴτια καθίστατο· οὐ γὰρ ἔχων ὁπόθεν ἀναλώσει, συχνοὺς ἐφόνευε, τοὺς μὲν ἐσάγων ἐς τὸ βουλευτήριον, τῶν δὲ καὶ ἀπόντων κατηγορῶν. ἤδη δὲ καὶ ἐξ ἐπιβουλῆς ἐνίους λαθραίοις φαρμάκοις ἀπήλλασσε.
πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες· τούς τε γὰρ τῶν χρημάτων πράκτορας ἔφθειραν, καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τἆλλά τε ἐπιτήδεια καὶ οἶνον ἐμπλησθέντες ὕπνωσαν, καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπομάχους διέφθειρεν ἅπαντας. ἐφʼ ᾧ ὁ Δομιτιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι «Νασαμῶνας ἐκώλυσα εἶναι».
ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο ἀλλὰ καὶ ἐγράφετο.
μέγιστος δὲ δὴ πόλεμος Ῥωμαίοις τότε πρὸς τοὺς Δακοὺς ἐγένετο, ὧν τότε Δεκέβαλος ἐβασίλευε, δεινὸς μὲν συνεῖναι τὰ πολέμια δεινὸς δὲ καὶ πρᾶξαι, ἐπελθεῖν εὔστοχος ἀναχωρῆσαι καίριος, ἐνέδρας τεχνίτης μάχης ἐργάτης, καὶ καλῶς μὲν νίκῃ χρήσασθαι καλῶς δὲ καὶ ἧτταν διαθέσθαι εἰδώς· ἀφʼ οὗ δὴ καὶ ἀνταγωνιστὴς ἀξιόμαχος ἐπὶ πολὺ τοῖς Ῥωμαίοις ἐγένετο. Δακοὺς δὲ αὐτοὺς προσαγορεύω, ὥσπερ που καὶ αὐτοὶ ἑαυτοὺς καὶ οἱ Ῥωμαῖοί σφας ὀνομάζουσιν, οὐκ ἀγνοῶν ὅτι Ἑλλήνων τινὲς Γέτας αὐτοὺς λέγουσιν, εἴτʼ ὀρθῶς εἴτε καὶ μὴ λέγοντες· ἐγὼ γὰρ οἶδα Γέτας τοὺς ὑπὲρ τοῦ Αἵμου παρὰ τὸν Ἴστρον οἰκοῦντας. ὁ Δομιτιανὸς μὲν οὖν ἐξεστρατεύσατο μὲν ἐπʼ αὐτούς, οὐ μέντοι καὶ τοῦ πολέμου προσήψατο, ἀλλʼ ἐν πόλει τινὶ Μυσίας ὑπομείνας ὕβριζεν ὥσπερ εἰώθει· οὐ γὰρ ὅτι τό τε σῶμα ἄπονος καὶ τὴν ψυχὴν ἄτολμος, ἀλλὰ καὶ ἀσωτότατος καὶ ἀσελγέστατος καὶ πρὸς γυναῖκας καὶ πρὸς μειράκια ἦν. ἄλλους δὲ πέμπων ἐς τὸν πόλεμον στρατηγοὺς τὰ πλείω κακῶς ἀπήλλασσεν.
ὅτι Δεκέβαλος ὁ Δακῶν βασιλεὺς ἐπεκηρυκεύετο πρὸς Δομιτιανὸν εἰρήνην ὑπισχνούμενος· ἐφʼ οὗ ἔπεμψε Δομιτιανὸς Φοῦσκον μετὰ πολλῆς δυνάμεως. ὅπερ μαθὼν ὁ Δεκέβαλος ἔπεμψε πρὸς αὐτὸν πρεσβείαν αὖθις ἐν χλευασμῷ λέγων ὡς, εἰ ἕλοιτο ἕκαστος Ῥωμαίων δύο ὀβολοὺς Δεκεβάλῳ ἑκάστου ἔτους τελεῖν, εἰρήνην πρὸς αὐτὸν τίθεσθαι· εἰ δὲ μὴ τοῦτο ἕλοιτο, πολεμήσειν καὶ μεγάλα αὐτοῖς προστρίψεσθαι κακά.
Δίων ...... ξζʹ βιβλίῳ ....· «ἐπείδη οἱ μετὰ τοῦ Φούσκου στρατευσάμενοι ἡγήσασθαι σφῶν αὐτῶν ἠξίωσαν».
ὅτι ὁ Δομιτιανὸς Κουάδους καὶ Μαρκομάνους ἀμύνασθαι, ὅτι μὴ ἐβοήθησάν οἱ κατὰ Δακῶν, ἠθέλησε, καὶ ἦλθεν ἐς Παννονίαν σφίσι πολεμήσων, καὶ τοὺς πρεσβευτὰς τοὺς δευτέρους, οὓς ἔπεμψαν ὑπὲρ εἰρήνης, ἀπέκτεινεν.
ὅτι ὁ αὐτὸς πταίσας τοῖς στρατιάρχαις ἐπεκάλει. τὰ μὲν γὰρ ἀμείνω πάντα, καίτοι μηδὲν αὐτῶν πράττων, προσεποιεῖτο, τῶν δὲ δὴ χειρόνων ἑτέρους, εἰ καὶ ἐκ τῆς ἐκείνου τι κελεύσεως συνεβεβήκει, ᾐτιᾶτο. καὶ ἐμίσει μὲν τοὺς κατορθώσαντάς τι, ἐμέμφετο δὲ τοὺς πταίσαντας.
ὅτι ὁ Δομιτιανὸς ἡττηθεὶς ὑπὸ Μαρκομάνων καὶ φυγὼν ἔπεμψε διὰ ταχέων πρὸς τὸν Δεκέβαλον τὸν Δακῶν βασιλέα, καὶ ἐς σπονδὰς αὐτὸν ὑπηγάγετο, ἃς πολλάκις αἰτήσαντι αὐτῷ πρότερον οὐκ ἐδεδώκει. καὶ ὃς ἐδέξατο μὲν τὴν σύμβασιν — δεινῶς γὰρ ἐτεταλαιπώρητο —, οὐ μέντοι καὶ αὐτὸς ἠθέλησεν ἐς λόγους αὐτῷ ἐλθεῖν, ἀλλʼ ἔπεμψε τὸν Διῆγιν μετὰ τῶν ἀνδρῶν, τά τε ὅπλα καὶ αἰχμαλώτους τινάς, ὡς καὶ μόνους ἐκείνους ἔχων, δώσοντα. γενομένου δὲ τούτου ὁ Δομιτιανὸς τῷ Διήγιδι διάδημα ἐπέθηκε καθάπερ ὡς ἀληθῶς κεκρατηκὼς καὶ βασιλέα τινὰ τοῖς Δακοῖς δοῦναι δυνάμενος, καὶ τοῖς στρατιώταις καὶ τιμὰς καὶ ἀργύριον ἐχαρίσατο, καὶ ἐς τὴν Ῥώμην ὡς νενικηκὼς ἐπέστειλε τά τε ἄλλα καὶ πρέσβεις παρὰ τοῦ Δεκεβάλου ἐπιστολήν τε, ὥς γε ἔφασκεν, ἣν ἐλέγετο πεπλακέναι καὶ πολλοῖς τὴν ἑορτὴν πομπείοις ἐκόσμησεν οὐκ ἐξ ὧν εἷλε — πᾶν γὰρ τοὐναντίον καὶ προσανάλωσε ταῖς σπονδαῖς, συχνὰ μὲν καὶ αὐτίκα χρήματα καὶ δημιουργοὺς παντοίας τέχνης καὶ εἰρηνικῆς καὶ πολεμικῆς τῷ Δεκεβάλῳ δούς, συχνὰ δὲ καὶ ἀεὶ δώσειν ὑποσχόμενος — ἀλλʼ ἐκ τῶν βασιλικῶν ἐπίπλων· τούτοις γὰρ ὡς καὶ αἰχμαλώτοις ἀεί ποτε ἐχρῆτο, ἅτε καὶ τὴν ἀρχὴν αὐτὴν δεδουλωμένος.
— ἐς δὲ τὴν Ῥώμην ὡς καὶ κεκρατηκὼς ἐπέστειλε, —, καὶ τοσαῦτα αὐτῷ ἐψηφίσθη ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν οἰκουμένην τὴν ὑπʼ αὐτὸν οὖσαν εἰκόνων αὐτοῦ καὶ ἀνδριάντων καὶ ἀργυρῶν καὶ χρυσῶν ἐμπλησθῆναι. ἐποίησε δὲ καὶ θέαν πολυτελῆ, ἐν ᾗ ἄλλο μὲν οὐδὲν ἐς ἱστορίαν ἐπίσημον παρελάβομεν, πλὴν ὅτι καὶ παρθένοι τῷ δρομικῷ ἠγωνίσαντο· μετὰ δὲ ταῦτα ἑορτάς τινας νικητηρίους δῆθεν ἐπιτελῶν ἀγῶνας συχνοὺς ἐποίησε. τοῦτο μὲν γὰρ ἐν τῷ ἱπποδρόμῳ μάχας καὶ πεζῶν πρὸς ἀλλήλους καὶ ἱππέων αὖ συνέβαλε, τοῦτο δὲ καὶ ἐν καινῷ τινι χωρίῳ ναυμαχίαν ἐπετέλεσε. καὶ ἀπέθανον ἐν αὐτῇ πάντες μὲν ὀλίγου δεῖν οἱ ναυμαχήσαντες, συχνοὶ δὲ καὶ ἐκ τῶν θεωμένων· ὑετοῦ γὰρ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδενὶ ἐπέτρεψεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλʼ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνους οὐδὲν εἴασε μεταβαλεῖν, καὶ ἐκ τούτου ἐνόσησαν οὐκ ὀλίγοι καὶ ἐτελεύτησαν. ἐφʼ ᾧ που παραμυθούμενος αὐτοὺς δεῖπνόν σφισι δημοσίᾳ διὰ πάσης τῆς νυκτὸς παρέσχε. πολλάκις δὲ καὶ τοὺς ἀγῶνας νύκτωρ ἐποίει, καὶ ἔστιν ὅτε καὶ νάνους καὶ γυναῖκας συνέβαλλε.
τὸ μὲν οὖν πλῆθος οὕτως τότε ἐδείπνισεν, αὖθις δὲ τοὺς πρώτους τῆς γερουσίας καὶ τῶν ἱππέων τόνδε τὸν τρόπον. οἶκον μελάντατον ἁπανταχόθεν ἔκ τε τῆς ὀροφῆς καὶ ἐκ τῶν τοίχων τοῦ τʼ ἐδάφους παρασκευάσας, καὶ κλισίας ἐπʼ αὐτοῦ τοῦ δαπέδου γυμνὰς ὁμοίας ἑτοιμάσας, ἐσεκάλεσεν αὐτοὺς μόνους νυκτὸς ἄνευ τῶν ἀκολούθων. καὶ πρῶτον μὲν στήλην ταφοειδῆ ἑκάστῳ σφῶν παρέστησε, τό τε ὄνομα αὐτοῦ ἔχουσαν καὶ λυχνοῦχον μικρόν, οἷος ἐν τοῖς μνημείοις κρεμάννυται· ἔπειτα παῖδες εὐπρεπεῖς γυμνοί, μέλανι καὶ αὐτοὶ κεχρισμένοι, ἐσῆλθον ὥσπερ εἴδωλα, καὶ περιελθόντες αὐτοὺς μετʼ ὀρχήσεώς τινος φοβερᾶς πρὸ ποδῶν ἱδρύθησαν· καὶ μετὰ τοῦτο πάνθʼ ὅσαπερ ἐν τοῖς ἐναγίσμασι καθαγίζεται, καὶ ἐκείνοις μέλανα ἐν σκεύεσιν ὁμοίοις προσηνέχθη, ὥστε καὶ φοβεῖσθαι καὶ τρέμειν καθʼ ἕκαστον αὐτῶν πάντας, ἀεί τε ὅσον οὐκ ἤδη σφαγήσεσθαι προσδέχεσθαι, ἄλλως τε καὶ ὅτι παρά τε τῶν ἄλλων σιωπὴ πολλὴ ὥσπερ ἐν τεθνηκόσιν ἤδη ἦν, καὶ αὐτὸς ὁ Δομιτιανὸς πάντα ἔς τε θανάτους καὶ ἐς σφαγὰς φέροντα διελάλει. τέλος δὲ ἀφῆκε μὲν αὐτούς, προαπαλλάξας δὲ δὴ τοὺς οἰκέτας σφῶν τοὺς ἐν τοῖς προθύροις ἑστηκότας, διʼ ἑτέρων τινῶν ἀγνώστων τοὺς μὲν ὀχήμασι τοὺς δὲ φορείοις παραδοὺς πολὺ πλέον δέος αὐτοῖς ἐνέβαλε. ἄρτι δὲ ἕκαστός σφων οἴκαδε ἐσεληλύθει καὶ τρόπον τινὰ ἀναπνεῖν ἤρχετο, καὶ αὐτῷ ἐσηγγέλθη ὅτι παρὰ τοῦ Αὐγούστου τις ἥκοι. προσδοκώντων τε ἐκ τούτου τότε δὴ πάντως ἀπολεῖσθαι, ἐσεκόμισέ τις τὴν στήλην ἀργυρᾶν οὖσαν, εἶτʼ ἄλλος ἄλλο τι καὶ ἕτερος ἕτερον τῶν σκευῶν τῶν ἐν τῷ δείπνῳ παρατεθέντων, πολυτελεστάτου τινὸς γένους πεποιημένα· καὶ τέλος ὁ παῖς ἐκεῖνος, τὸ δαιμόνιον ἑκάστῳ, λελουμένος τε καὶ κεκοσμημένος ... καὶ οὕτω διὰ πάσης τῆς νυκτὸς φοβούμενοι τὰ δῶρα ἔλαβον.
ὁ μὲν οὖν Δομιτιανὸς τοιαῦτα νικητήρια, ἢ ὥς γε ὁ ὅμιλος ἔλεγε, τοιούτους ἐναγισμοὺς ἐπί τε τοῖς ἐν τῇ Δακίᾳ καὶ ἐπὶ τοῖς ἐν τῇ Ῥώμῃ τεθνηκόσιν ἐποίησε, καί τινας καὶ τότε τῶν πρώτων ἀπέσφαξε, τοῦ τε θάψαντος τὸ σῶμα ἑνὸς αὐτῶν, ὅτι ἐν τοῖς ἐκείνου χωρίοις ἐτεθνήκει, τὴν οὐσίαν ἀφείλετο· ἐν δὲ τῷ Δακικῷ πολέμῳ καὶ τάδε συνεκύρησεν ἀξιόλογα. ὁ γὰρ Ἰουλιανὸς ἐπιταχθεὶς ὑπὸ τοῦ αὐτοκράτορος τῷ πολέμῳ τἆλλά τε παρεσκευάσατο εὖ, καὶ τοὺς στρατιώτας τά τε ἑαυτῶν ὀνόματα καὶ τὰ τῶν ἑκατοντάρχων ἐπὶ τὰς ἀσπίδας ἐπιγράψαι ἐκέλευσεν, ἵνα ἐκφανέστεροι οἵ τι ἀγαθὸν αὐτῶν ἢ κακὸν ποιοῦντες γένωνται. συμβαλὼν δὲ ἐν ταῖς Τάπαις τοῖς πολεμίοις πλείστους αὐτῶν ἀπέκτεινεν· ἐν οἷς καὶ Οὐεζίνας, τὰ δεύτερα μετὰ Δεκέβαλον ἔχων, ἐπειδὴ οὐκ ἠδυνήθη διαφυγεῖν ζῶν, πέπτωκεν ἐξεπίτηδες ὡς καὶ τετελευτηκώς, κἀκ τούτου λαθὼν τῆς νυκτὸς ἔφυγε. δείσας οὖν ὁ Δεκέβαλος μὴ καὶ ἐπὶ τὰ βασίλεια αὐτοῦ οἱ Ῥωμαῖοι ἅτε κεκρατηκότες ὁρμήσωσι, τά τε δένδρα τὰ ἐπʼ αὐτοῖς ὄντα ἔκοψε καὶ ὅπλα τοῖς στελέχεσι περιέθηκεν, ἵνα φοβηθέντες ὡς καὶ στρατιωτῶν ὄντων ἀναχωρήσωσιν· ὃ καὶ ἐγένετο.
ὅτι Χαριόμηρος ὁ τῶν Χερούσκων βασιλεύς, ὑπὸ Χάττων ἐκ τῆς ἀρχῆς διὰ τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν ἐκπεσών, τὸ μὲν πρῶτον ἑτέρους τινὰς παρέλαβε καὶ κρείττων ἐν τῇ καθόδῳ ἐγένετο, ἔπειτα ἐγκαταλειφθεὶς ὑπʼ αὐτῶν ἐπειδὴ ὁμήρους τοῖς Ῥωμαίοις ἔπεμψε, τὸν Δομιτιανὸν ἱκέτευσε καὶ συμμαχίας μὲν οὐκ ἔτυχε, χρήματα δὲ ἔλαβεν.
Ἀντώνιος δέ τις ἐν Γερμανίᾳ ἄρχων κατὰ τοῦτον τὸν χρόνον τῷ Δομιτιανῷ ἐπανέστη, ὃν Λούκιος Μάξιμος κατηγωνίσατο καὶ καθεῖλεν· ὃς ἐπὶ μὲν τῇ νίκῃ οὐδὲν μέγα ἄξιός ἐστιν ἐπαινεῖσθαι — πολλοὶ γάρ που καὶ ἄλλοι παρὰ δόξαν ἐνίκησαν, οἵ τε στρατιῶται αὐτῷ συνηγωνίσαντο· ὅτι δὲ τὰ γράμματα ὅσα ἐν τοῖς τοῦ Ἀντωνίου κιβωτίοις εὑρέθη, παρὰ βραχὺ τὴν ἑαυτοῦ ἀσφάλειαν πρὸς τὸ μηδένα ἐξ αὐτῶν συκοφαντηθῆναι θέμενος ἔκαυσεν, οὐχ ὁρῶ πῶς ἂν αὐτὸν ἀξίως ὑμνήσαιμι.
ὁ δὲ Δομιτιανὸς ἀφορμῆς ἐντεῦθεν εὐπορήσας, ἐπὶ τοὺς φόνους καὶ τῶν γραμμάτων χωρὶς ὁρμήσας, οὐδʼ ἂν εἴποι τις ὅσους ἀπέκτεινεν.
εἷς δʼ οὖν τις νεανίσκος Ἰούλιος Κάλουαστρος, κεχιλιαρχηκὼς ἐς βουλείας ἐλπίδα, παραδοξότατα ἐσώθη. ἐπειδὴ γὰρ πολλάκις κατὰ μόνας συμμεμιχὼς ἠλέγχετο, καὶ οὐκ εἶχεν ὅπως ἄλλως τὴν αἰτίαν τῆς συνωμοσίας ἀπολύσηται, ἔφη κατʼ ἐρωτικὴν χρείαν αὐτῷ συγγεγονέναι· καὶ γὰρ ἦν οἷος ἐρᾶσθαι δύνασθαι. καὶ ὁ μὲν οὕτως ἀφείθη, ἐγὼ δʼ ἓν ἔτι τοῦτο εἰπὼν περὶ τῶν τότε γενομένων παύσομαι. Λουσιανὸς Πρόκλος βουλευτὴς γέρων, ἐν ἀγρῷ τὰ πολλὰ διατρίβων, συνεξῆλθε μὲν αὐτῷ ἐκ τῆς Ῥώμης καταναγκάσαντι, ἵνα μὴ δόξῃ κινδυνεύοντα αὐτὸν προλιπεῖν καὶ διὰ τοῦτο καὶ ἀποθάνῃ, τῆς δʼ ἀγγελίας ἐλθούσης ἔφη τε «ἐνίκησας, αὐτοκράτορ, ὥσπερ ηὐχόμην· ἀπόδος οὖν με τῷ ἀγρῷ», καὶ ἐγκαταλιπὼν αὐτὸν ἀπῆλθεν ἐς τὸ χωρίον, καὶ οὐκέτι μετὰ τοῦτο, καίτοι πολὺν ἐπιζήσας χρόνον, προσῆλθεν αὐτῷ.
ἐν δὲ τῷ χρόνῳ τούτῳ ἐπετήδευσάν τινες, φαρμάκῳ βελόνας χρίοντες, κεντεῖν αὐταῖς οὓς ἐβούλοντο· καὶ πολλοὶ μὲν ἐκείνων μηδὲ αἰσθόμενοι ἔθνησκον, πολλοὶ δὲ καὶ μηνυθέντες ἐτιμωρήθησαν. καὶ τοῦτο οὐκ ἐν τῇ Ῥώμῃ μόνον ἀλλὰ καὶ ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ ἐγένετο.
Τραϊανῷ δὲ δὴ τῷ Οὐλπίῳ καὶ Ἀκιλίῳ Γλαβρίωνι ὑπατεύσασι τότε τὰ αὐτὰ σημεῖα λέγεται γενέσθαι· καὶ ἀπʼ αὐτῶν τῷ μὲν Γλαβρίωνι ὄλεθρος, τῷ δὲ Τραϊανῷ ἡ τῆς αὐτοκρατορίας ἀρχὴ προερρέθη.
συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν, ὧν ἔνιαι καὶ ὑπʼ αὐτοῦ ἐμοιχεύθησαν. καὶ ἄλλαις δʼ αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον· γυνὴ γάρ τις ὅτι ἀπεδύσατο ἐναντίον εἰκόνος αὐτοῦ ἐκρίθη τε καὶ ἀπώλετο, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. ἐν δὲ τοῖς τότε τελευτήσασι πολλοῖς οὖσι καὶ Μέττιος Πομπουσιανὸς ἐγένετο, ὃν ὁ μὲν Οὐεσπασιανὸς μαθὼν ἐκ φήμης τινὸς ὅτι μοναρχήσει οὐδὲν κακὸν εἰργάσατο, ἀλλὰ καὶ ἐτίμα, λέγων ὅτι «πάντως μου μνημονεύσει καὶ πάντως με ἀντιτιμήσει», ἐκεῖνος δὲ πρότερον μὲν ἐς Κύρνον ἐξώρισε, τότε δὲ καὶ ἐφόνευσεν, ἐγκληθέντα ἄλλα τε καὶ ὅτι τὴν οἰκουμένην ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχεν ἐγγεγραμμένην, καὶ τὰς δημηγορίας τὰς τῶν βασιλέων τῶν τε ἄλλων ἀνδρῶν τῶν πρώτων, τὰς παρὰ τῷ Λιουίῳ γεγραμμένας, ἐξειλόχει τε καὶ ἀνεγίνωσκε. Μάτερνον δὲ σοφιστήν, ὅτι κατὰ τυράννων εἶπέ τι ἀσκῶν, ἀπέκτεινε. συνεγίνετο δὲ καὶ αὐτὸς τοῖς κατηγορήσουσι καὶ τοῖς καταμαρτυρήσουσι, καὶ συνέπλαττε καὶ συνετίθει πάνθʼ ὅσα λεχθῆναι ἔδει. καὶ πολλάκις καὶ τοῖς δεσμώταις κατὰ μόνας ἐλάλει, τὰ δεσμὰ αὐτῶν ἐν ταῖς χερσὶ κατέχων· οὔτε γὰρ ἄλλοις τὰ λεχθησόμενα ἐπίστευε, καὶ ἐκείνους καὶ δεδεμένους ἐδεδίει.
ὅτι ἐν τῇ Μυσίᾳ Λύγιοι Σουήβοις τισὶ πολεμωθέντες πρέσβεις ἔπεμψαν, αἰτοῦντες συμμαχίαν παρὰ Δομιτιανοῦ, καὶ ἔλαβον οὐ τῷ πλήθει ἰσχυρὰν ἀλλὰ τῷ ἀξιώματι· ἑκατὸν γὰρ ἱππεῖς μόνοι αὐτοῖς ἐδόθησαν. ἀγανακτήσαντες ἐπὶ τούτῳ οἱ Σουῆβοι προσπαρέλαβον Ἰάζυγας, καὶ προπαρεσκευάζοντο ὡς καὶ μετʼ αὐτῶν τὸν Ἴστρον διαβησόμενοι.
ὅτι Μάσυος ὁ Σεμνόνων βασιλεὺς καὶ Γάννα — παρθένος ἦν μετὰ τὴν Οὐελήδαν ἐν τῇ Κελτικῇ θειάζουσα — ἦλθον πρὸς τὸν Δομιτιανόν, καὶ τιμῆς παρʼ αὐτοῦ τυχόντες ἀνεκομίσθησαν.
ἔπραξε δέ τι καὶ ὡς τιμητὴς ἀξιόλογον· Καικίλιον γὰρ Ῥουφῖνον ἀπήλασεν ἐκ τοῦ συνεδρίου, ὅτι ὠρχεῖτο, Κλαύδιόν τε Πακᾶτον τῷ δεσπότῃ καίπερ ἑκατονταρχηκότα ἀπέδωκεν, ὅτι ἠλέγχθη δοῦλος ὤν. οὐ μὴν καὶ τὸ μέλλον ῥηθῆναι τούτοις ὅμοιόν ἐστιν, ὅπερ ὡς αὐτοκράτωρ ἐπεποιήκει· τὸν γὰρ δὴ Ῥούστικον τὸν Ἀρουλῆνον ἀπέκτεινεν ὅτι ἐφιλοσόφει καὶ ὅτι τὸν Θρασέαν ἱερὸν ὠνόμαζε, καὶ Ἑρέννιον Σενεκίωνα ὅτι τε οὐδεμίαν ἀρχὴν ἐν πολλῷ βίῳ μετὰ τὴν ταμιείαν ᾐτήκει καὶ ὅτι τοῦ Πρίσκου τοῦ Ἑλουιδίου τὸν βίον συνέγραψεν. ἄλλοι τε ἐκ τῆς αὐτῆς ταύτης τῆς κατὰ τὴν φιλοσοφίαν αἰτίας συχνοὶ διώλοντο, καὶ οἱ λοιποὶ πάντες ἐξηλάθησαν αὖθις ἐκ τῆς Ῥώμης. Ἰουουέντιος μέντοι τις Κέλσος συνομόσας τε ἀνὰ πρώτους μετά τινων ἐπʼ αὐτῷ καὶ κατηγορηθεὶς ἐπὶ τούτῳ θαυμαστῶς ἐσώθη. μέλλων γὰρ ἁλίσκεσθαι ᾐτήσατο διʼ ἀπορρήτων εἰπεῖν τι αὐτῷ, κἀν τούτῳ προσκυνήσας αὐτῷ, δεσπότην τε καὶ θεόν, ἃ παρὰ τῶν ἄλλων ἤδη προσηγορεύετο, πολλάκις ὀνομάσας, «οὐδὲν μέν» ἔφη «πεποίηκα τοιοῦτον, ἂν δʼ ἀναβολὴν λάβω, πολυπραγμονήσω πάντα, καὶ συχνούς σοι καὶ μηνύσω καὶ ἐξελέγξω». ἀφεθείς τε ἐπὶ τούτῳ οὔτε ἐνέδειξέ τινα, καὶ ἄλλοτε ἄλλας προφάσεις προτείνων διήγαγε μέχρις οὗ Δομιτιανὸς ἀπέθανεν.
ἐν τούτῳ τῷ χρόνῳ ἡ ὁδὸς ἡ ἀπὸ Σινοέσσης ἐς Πουτεόλους ἄγουσα λίθοις ἐστορέσθη. κἀν τῷ αὐτῷ ἔτει ἄλλους τε πολλοὺς καὶ τὸν Φλάουιον τὸν Κλήμεντα ὑπατεύοντα, καίπερ ἀνεψιὸν ὄντα καὶ γυναῖκα καὶ αὐτὴν συγγενῆ ἑαυτοῦ Φλαουίαν Δομιτίλλαν ἔχοντα, κατέσφαξεν ὁ Δομιτιανός. ἐπηνέχθη δὲ ἀμφοῖν ἔγκλημα ἀθεότητος, ὑφʼ ἧς καὶ ἄλλοι ἐς τὰ τῶν Ἰουδαίων ἤθη ἐξοκέλλοντες πολλοὶ κατεδικάσθησαν, καὶ οἱ μὲν ἀπέθανον, οἱ δὲ τῶν γοῦν οὐσιῶν ἐστερήθησαν· ἡ δὲ Δομιτίλλα ὑπερωρίσθη μόνον ἐς Πανδατερίαν. τὸν δὲ δὴ Γλαβρίωνα τὸν μετὰ τοῦ Τραϊανοῦ ἄρξαντα, κατηγορηθέντα τά τε ἄλλα καὶ οἷα οἱ πολλοὶ καὶ ὅτι καὶ θηρίοις ἐμάχετο, ἀπέκτεινεν. ἐφʼ ᾧ που καὶ τὰ μάλιστα ὀργὴν αὐτῷ ὑπὸ φθόνου ἔσχεν, ὅτι ὑπατεύοντα αὐτὸν ἐς τὸ Ἀλβανὸν ἐπὶ τὰ Νεανισκεύματα ὠνομασμένα καλέσας λέοντα ἀποκτεῖναι μέγαν ἠνάγκασε, καὶ ὃς οὐ μόνον οὐδὲν ἐλυμάνθη ἀλλὰ καὶ εὐστοχώτατα αὐτὸν κατειργάσατο.
ὑποπτεύων οὖν ἐκ τούτων πάντας ἀνθρώπους οὐκέτι οὐδὲ ἐν τοῖς ἐξελευθέροις, ὥσπερ οὐδὲ ἐν τοῖς ἐπάρχοις, οὕς γε καὶ παρʼ αὐτὴν τὴν ἡγεμονίαν κρίνεσθαι ἐποίει, ἐλπίδα ἀσφαλείας εἶχε. καὶ τὸν Ἐπαφρόδιτον δὲ τὸν Νέρωνος πρότερον μὲν ἐξεδίωξε τότε δὲ καὶ ἔσφαξεν, ἐπικαλέσας αὐτῷ ὅτι μὴ ἤμυνε τῷ Νέρωνι, ἵνʼ ἐκ τῆς τιμωρίας, ἣν ὑπὲρ ἐκείνου ἐποιεῖτο, πόρρωθεν τοὺς ἰδίους ἐξελευθέρους ἐκφοβήσῃ μηδὲν τοιοῦτο τολμῆσαι. οὐ μὴν ὠφελήθη τι ἐκ τούτου, ἀλλὰ καὶ ἐπεβουλεύθη τῷ ἑξῆς ἔτει ἐπί τε Γαΐου Οὐάλεντος, ὃς ἐνενηκοστῷ ἔτει ὑπατεύσας ἐτελεύτησε, καὶ ἐπὶ Γαΐου Ἀντιστίου ὑπάτων, καὶ ἀπώλετο.
ἐπέθεντο δὲ αὐτῷ καὶ συνεσκευάσαντο τὴν πρᾶξιν Παρθένιός τε ὁ πρόκοιτος αὐτοῦ, καίπερ οὕτω τιμώμενος παρʼ αὐτοῦ ὡς καὶ ξιφηφορεῖν, καὶ Σιγηρὸς ἐν τῇ προκοιτίᾳ καὶ αὐτὸς ὤν, Ἔντελλός τε ὁ τὰ τῆς ἀρχῆς βιβλία διέπων μετὰ Στεφάνου ἀπελευθέρου. καὶ αὐτὸ οὔτε ἡ Δομιτία ἡ γυνὴ αὐτοῦ οὔτε δὲ ὁ Νωρβανὸς ὁ ἔπαρχος οὐδʼ ὁ συνάρχων Πετρώνιος Σεκοῦνδος ἠγνόησαν, ὥς γε καὶ λέγονται· ἥ τε γὰρ Δομιτία ἀεί ποτε ὑπʼ αὐτοῦ ἐμισεῖτο καὶ διὰ τοῦτʼ ἐφοβεῖτο μὴ καὶ ἀποθάνῃ, καὶ οἱ ἄλλοι οὐκέτʼ αὐτὸν ἐφίλουν, οἱ μὲν ὅτι ἐνεκαλοῦντό τινα, οἱ δʼ ὅτι προσεδέχοντο. ἤκουσα δὲ ἔγωγε καὶ ἐκεῖνο, ὅτι πάντας ἅμα αὐτοὺς ὁ Δομιτιανὸς ὑποπτεύσας ἀποκτεῖναι ἠθέλησε, καί σφων τὰ ὀνόματα ἐς σανίδιον φιλύρινον δίθυρον ἐσγράψας ὑπὸ τὸ προσκεφάλαιον ἐν τῇ κλίνῃ ἐν ᾗ ἀνεπαύετο ὑπέθηκε, καὶ αὐτὸ παιδίον τι τῶν γυμνῶν τῶν ψιθύρων καθεύδοντος αὐτοῦ μεθʼ ἡμέραν ἀφελόμενον εἶχεν, οὐκ εἰδὸς ὅ τι φέροι, προστυχοῦσα δὲ αὐτῷ ἡ Δομιτία τά τε γεγραμμένα ἀνέγνω καὶ ἐμήνυσε καὶ ἐκείνοις, κἀκ τούτου καὶ ἄλλως διανοούμενοι συνετάχυναν τὴν ἐπιβουλήν. οὐ μέντοι πρότερον ἐπεχείρησαν ἔργῳ πρὶν τὸν διαδεξόμενον τὴν ἀρχὴν αὐτοῦ βεβαιώσασθαι. διελέξαντο μὲν δὴ καὶ ἄλλοις τισί, μηδενὸς δὲ ἐκείνων δεξαμένου — πάντες γὰρ αὐτοὺς ὡς διαπειρωμένους σφῶν ἐφοβήθησαν — ἐπὶ τὸν Νέρουαν ἦλθον, ἐπειδὴ καὶ εὐγενέστατος καὶ ἐπιεικέστατος ἦν, καὶ προσέτι καὶ ἐκινδύνευσε διαβληθεὶς ὑπʼ ἀστρολόγων, ὅτι μοναρχήσει φησάντων· ἐξ οὗπερ ῥᾷον ἔπεισαν αὐτὸν ἀναδέξασθαι τὴν ἡγεμονίαν. πάντως γὰρ καὶ ὁ Δομιτιανὸς τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους οὐδὲ ἐκ τούτων ἐλπιζόντων ἐν δυνάμει τινὶ ἔσεσθαι προανήλισκε· καὶ τόν γε Νέρουαν ἀπέσφαξεν ἄν, εἰ μή τις τῶν ἀστρολόγων εὔνοιαν αὐτῷ ἔχων ἔφη ὅτι ἐντὸς ὀλίγων ἡμερῶν τελευτήσει. πιστεύσας γὰρ ὄντως τοῦτʼ ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον.
καὶ οὐ γάρ ἐστιν οὐδὲν τῶν τηλικούτων ἀπρόοπτον, ἄλλα τε αὐτῷ σημεῖα ἐγένετο οὐκ αἴσια, καὶ αὐτὸς ἐν τῷ ὕπνῳ τόν τε Ῥούστικον ξίφει προσιέναι οἱ, καὶ τὴν Ἀθηνᾶν, ἣν ἐν τῷ κοιτῶνι ἱδρυμένην εἶχε, τὰ ὅπλα ἀποβεβληκέναι καὶ ἐπὶ ἅρματος ἵππων μελάνων ἐς χάσμα ἐσπίπτειν ἔδοξεν. ὃ δὲ δὴ μάλιστα διὰ πάντων ἄξιον θαυμάσαι ἐστί, Λαργῖνός τις Πρόκλος δημοσίᾳ προειπὼν ἐν Γερμανίᾳ ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ ἀπέθανε τελευτήσει, ἀνεπέμφθη τε ἐς τὴν Ῥώμην ὑπὸ τοῦ ἄρχοντος, καὶ ἐσαχθεὶς πρὸς τὸν Δομιτιανὸν ἔφη καὶ τότε τοῦθʼ οὕτως ἕξειν, καὶ καταδικασθεὶς τὴν ἐπὶ θανάτῳ ἀνεβλήθη τε ὅπως διαφυγόντος αὐτοῦ τὸν κίνδυνον ἀποθάνῃ, κἀν τούτῳ τοῦ Δομιτιανοῦ σφαγέντος ἐσώθη καὶ δέκα μυριάδας δραχμῶν παρὰ τοῦ Νέρουα ἔλαβεν. ἕτερός τέ τις πρότερόν ποτε εἰπὼν αὐτῷ καὶ ὁπότε καὶ ὅπως φθαρήσεται, ἔπειτα ἐρωτηθεὶς ὁποίῳ αὐτὸς τέλει τοῦ βίου χρήσεται, καὶ ἀποκρινάμενος ὅτι ὑπὸ κυνῶν ἀναλωθήσεται, ἐκελεύσθη μὲν ζῶν κατακαυθῆναι καὶ τὸ πῦρ αὐτῷ προσήχθη, ὑετοῦ δὲ ἐν τούτῳ πολλοῦ καταρρυέντος ἥ τε πυρὰ ἐσβέσθη καὶ ἐκεῖνον κύνες ὀπίσω τὼ χεῖρε δεδεμένον καὶ ἐπικείμενον ἐπʼ αὐτῆς εὑρόντες διεσπάραξαν.
ἔχω δὲ καὶ ἄλλο τι εἰπεῖν παραδοξότατον, ὃ ἐπειδὰν περὶ τῆς τελευτῆς αὐτοῦ φράσω, σημανῶ. ἐπειδὴ γὰρ τάχιστα ἐκ τοῦ δικαστηρίου ἀνέστη καὶ ἀναπαύσεσθαι τὸ μεθημερινόν, ὥσπερ εἰώθει, ἔμελλε, πρῶτον μὲν τοῦ ξίφους, ὃ ἀεί ποτε ὑπὸ τῷ προσκεφαλαίῳ αὐτοῦ ἔκειτο, τὸ σιδήριον ὁ Παρθένιος ἐξεῖλεν, ὅπως μὴ χρήσηται, ἔπειτα τὸν Στέφανον ἐρρωμενέστερον τῶν ἄλλων ὄντα ἐσέπεμψε· καὶ ἐκεῖνος ἔπληξε μὲν τὸν Δομιτιανόν, οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπʼ αὐτοῦ ἔκειτο. οὕτω δὲ δείσας μὴ διαφύγῃ, ἐπεσεπήδησεν, ἢ ὥς γέ τισι δοκεῖ, Μάξιμον ἐξελεύθερον ἐπεσέπεμψε. καὶ ὅ τε Δομιτιανὸς οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος παραχρῆμα συνδραμόντων ἐπʼ αὐτὸν τῶν οὐ συμμετεσχηκότων τῆς συνωμοσίας προσαπώλετο.
ὃ δʼ εἶπον ὅτι ὑπὲρ πάντα τἆλλα θαυμάσας ἔχω, τόδʼ ἐστίν. Ἀπολλώνιός τις Τυανεὺς ἔν τε τῇ ἡμέρα ἐκείνῃ καὶ τῇ ὥρᾳ αὐτῇ ἐκείνῃ ἐν ᾗ ὁ Δομιτιανὸς ἐσφάττετο — τοῦτο γὰρ ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη — ἀναβὰς ἐπί τινα λίθον ὑψηλὸν ἐν Ἐφέσῳ, ἢ καὶ ἑτέρωθι, καὶ συγκαλέσας τὸ πλῆθος ταῦτα εἶπε· «καλῶς Στέφανε, εὖ γε Στέφανε· παῖε τὸν μιαιφόνον. ἔπληξας, ἔτρωσας, ἀπέκτεινας». τοῦτο μὲν οὕτως ἐγένετο, κἂν μυριάκις τις ἀπιστήσῃ· Δομιτιανὸς δὲ ἔζησε μὲν ἔτη τέσσαρα καὶ τεσσαράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ ἔτη πεντεκαίδεκα καὶ ἡμέρας πέντε. καὶ αὐτοῦ τὸ σῶμα Φυλλὶς ἡ τροφὸς κλέψασα ἔθαψεν.
μετὰ δὲ Δομιτιανὸν Νέρουαν Κοκκήιον οἱ Ῥωμαῖοι ἀπέδειξαν αὐτοκράτορα. μίσει δὲ τοῦ Δομιτιανοῦ αἱ εἰκόνες αὐτοῦ, πολλαὶ μὲν ἀργυραῖ πολλαὶ δὲ καὶ χρυσαῖ οὖσαι, συνεχωνεύθησαν, καὶ ἐξ αὐτῶν μεγάλα χρήματα συνελέγη· καὶ αἱ ἁψῖδες πλεῖσται δὴ ἑνὶ ἀνδρὶ ποιούμεναι καθῃρέθησαν. καὶ ὁ Νέρουας τούς τε κρινομένους ἐπʼ ἀσεβείᾳ ἀφῆκε καὶ τοὺς φεύγοντας κατήγαγε, τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τοὺς τοῖς δεσπόταις σφῶν ἐπιβουλεύσαντας πάντας ἀπέκτεινε. καὶ τοῖς μὲν τοιούτοις οὐδʼ ἄλλο τι ἔγκλημα ἐπιφέρειν ἐπὶ τοὺς δεσπότας ἐφῆκε, τοῖς δὲ δὴ ἄλλοις οὔτʼ ἀσεβείας οὔτʼ Ἰουδαϊκοῦ βίου καταιτιᾶσθαί τινας συνεχώρησε. πολλοὶ δὲ καὶ τῶν συκοφαντησάντων θάνατον κατεδικάσθησαν· ἐν οἷς καὶ Σέρας ἦν ὁ φιλόσοφος. ταραχῆς οὖν γενομένης οὐ τῆς τυχούσης ἐκ τοῦ πάντας πάντων κατηγορεῖν, λέγεται Φρόντωνα τὸν ὕπατον εἰπεῖν ὡς κακὸν μέν ἐστιν αὐτοκράτορα ἔχειν ἐφʼ οὗ μηδενὶ μηδὲν ἔξεστι ποιεῖν, χεῖρον δὲ ἐφʼ οὗ πᾶσι πάντα· καὶ ὁ Νέρουας ἀκούσας ταῦτα ἀπηγόρευσε τοῦ λοιποῦ γίνεσθαι τὰ τοιαῦτα. ἦν δὲ ὁ Νέρουας ὑπό τε τοῦ γήρως καὶ ὑπʼ ἀρρωστίας, ἀφʼ ἧς καὶ τὴν τροφὴν ἀεί ποτε ἤμει, ἀσθενέστερος. ἀπεῖπε δὲ καὶ ἀνδριάντας αὑτῷ χρυσοῦς ἢ ἀργυροῦς γίνεσθαι. τοῖς δὲ τῶν οὐσιῶν ἐπὶ τοῦ Δομιτιανοῦ μάτην ἐστερημένοις πάντα ἀπέδωκεν ὅσα ἐν τῷ βασιλείῳ ἔτι ὄντα εὑρέθη. τοῖς τε πάνυ πένησι τῶν Ῥωμαίων ἐς χιλιάδα καὶ πεντακοσίας μυριάδας γῆς κτῆσιν ἐχαρίσατο, βουλευταῖς τισι τήν τε ἀγορασίαν αὐτῶν καὶ τὴν διανομὴν προστάξας. χρημάτων δὲ ἀπορῶν πολλὰ μὲν ἱμάτια καὶ σκεύη καὶ ἀργυρᾶ καὶ χρυσᾶ, ἄλλα τε ἔπιπλα καὶ ἐκ τῶν ἰδίων καὶ ἐκ τῶν βασιλικῶν, πολλὰ δὲ καὶ χωρία καὶ οἰκίας, μᾶλλον δὲ πάντα πλὴν τῶν ἀναγκαίων, ἀπέδοτο· οὐ μέντοι καὶ περὶ τὰς τιμὰς αὐτῶν ἐμικρολογήσατο, ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ πολλοὺς εὐηργέτησε. καὶ πολλὰς μὲν θυσίας πολλὰς δὲ ἱπποδρομίας ἄλλας τέ τινας θέας κατέλυσε, συστέλλων ὡς οἷόν τε τὰ δαπανήματα. ὤμοσε δὲ καὶ ἐν τῷ συνεδρίῳ μηδένα τῶν βουλευτῶν φονεύσειν, ἐβεβαίωσέ τε τὸν ὅρκον καίπερ ἐπιβουλευθείς. ἔπραττε δὲ οὐδὲν ὅ τι μὴ μετὰ τῶν πρώτων ἀνδρῶν. ἐνομοθέτησε δὲ ἄλλα τε καὶ περὶ τοῦ μὴ εὐνουχίζεσθαί τινα μηδὲ ἀδελφιδῆν γαμεῖν. τὸν δὲ Ῥοῦφον τὸν Οὐεργίνιον, καίπερ πολλάκις αὐτοκράτορα ὀνομασθέντα, οὐκ ὤκνησεν ὑπατεύσας συνάρχοντα προσλαβεῖν· ἐφʼ οὗ τῷ μνήματι τελευτήσαντος ἐπεγράφη ὅτι νικήσας Οὐίνδικα τὸ κράτος οὐχ ἑαυτῷ περιεποιήσατο ἀλλὰ τῇ πατρίδι.
Νέρουας δὲ οὕτως ἦρχε καλῶς ὥστε ποτὲ εἰπεῖν «οὐδὲν τοιοῦτον πεποίηκα ὥστε μὴ δύνασθαι τὴν ἀρχήν τε καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι». Κράσσου τε Καλπουρνίου, τῶν Κράσσων ἐκείνων ἐγγόνου, ἐπιβεβουλευκότος μετὰ καὶ ἄλλων αὐτῷ, παρεκαθίσατό τε αὐτοὺς ἔν τινι θέᾳ ἀγνοοῦντας ἔτι ὅτι καταμεμήνυνται, καὶ ἔδωκεν αὐτοῖς ξίφη, λόγῳ μὲν ἵνʼ ἐπισκέψωνται αὐτά, ὅπερ εἴωθε γίνεσθαι, εἰ ὀξέα ἐστίν, ἔργῳ δὲ ἐπιδεικνύμενος ὅτι οὐδὲν αὐτῷ μέλει κἂν αὐτοῦ παραχρῆμα ἀποθάνῃ.
Αἰλιανὸς δὲ ὁ Κασπέριος ἄρχων καὶ ὑπʼ αὐτοῦ, καθάπερ ὑπὸ τοῦ Δομιτιανοῦ, τῶν δορυφόρων γενόμενος τοὺς στρατιώτας ἐστασίασε κατʼ αὐτοῦ, παρασκευάσας ἐξαιτῆσαί τινας ὥστε θανατωθῆναι. πρὸς οὓς ὁ Νέρουας τοσοῦτον ἀντέσχεν ὥστε καὶ τὴν κλεῖν ἀπογυμνῶσαι καὶ τὴν σφαγὴν αὐτοῦ προδεῖξαι. οὐ μήν τι καὶ ἤνυσεν, ἀλλʼ ἀνῃρέθησαν οὓς ὁ Αἰλιανὸς ἐβουλήθη. ὅθεν ὁ Νέρουας διὰ τὸ γῆρας οὕτω καταφρονούμενος ἀνέβη τε ἐς τὸ Καπιτώλιον, καὶ ἔφη γεγωνήσας «ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων καὶ ἐμοῦ αὐτοῦ Μᾶρκον Οὔλπιον Νέρουαν Τραϊανὸν ποιοῦμαι».
καὶ μετὰ ταῦτα ἐν τῷ συνεδρίῳ Καίσαρά τε αὐτὸν ἀπέδειξε, καὶ ἐπέστειλεν αὐτῷ αὐτοχειρίᾳ — ἦρχε δὲ τῆς Γερμανίας ἐκεῖνος —
τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
οὕτω μὲν ὁ Τραϊανὸς Καῖσαρ καὶ μετὰ τοῦτο αὐτοκράτωρ ἐγένετο, καίτοι συγγενῶν τοῦ Νέρουα ὄντων τινῶν. ἀλλʼ οὐ γὰρ τῆς τῶν κοινῶν σωτηρίας ὁ ἀνὴρ τὴν συγγένειαν προετίμησεν, οὐδʼ αὖ ὅτι Ἴβηρ ὁ Τραϊανὸς ἀλλʼ οὐκ Ἰταλὸς οὐδʼ Ἰταλιώτης ἦν, ἧττόν τι παρὰ τοῦτο αὐτὸν ἐποιήσατο, ἐπειδὴ μηδεὶς πρόσθεν ἀλλοεθνὴς τὸ τῶν Ῥωμαίων κράτος ἐσχήκει· τὴν γὰρ ἀρετὴν ἀλλʼ οὐ τὴν πατρίδα τινὸς ἐξετάζειν δεῖν ᾤετο. πράξας δὲ ταῦτα μετήλλαξεν, ἄρξας ἔτει ἑνὶ καὶ μησὶ τέσσαρσι καὶ ἡμέραις ἐννέα· προεβεβιώκει δὲ πέντε καὶ ἑξήκοντα ἔτη καὶ μῆνας δέκα καὶ ἡμέρας δέκα.
Τραϊανῷ δὲ ὄναρ ἐγεγόνει, πρὶν αὐταρχῆσαι, τοιόνδε· ἐδόκει ἄνδρα πρεσβύτην ἐν ἱματίῳ καὶ ἐσθῆτι περιπορφύρῳ, ἔτι δὲ καὶ στεφάνῳ ἐστολισμένον, οἷά που καὶ τὴν γερουσίαν γράφουσι, δακτυλίῳ τινὶ σφραγῖδα αὐτῷ ἔς τε τὴν ἀριστερὰν σφαγὴν καὶ μετὰ τοῦτο καὶ ἐς τὴν δεξιὰν ἐπιβεβληκέναι. ὡς δὲ αὐτοκράτωρ ἐγένετο, ἐπέστειλε τῇ βουλῇ αὐτοχειρίᾳ ἄλλα τε καὶ ὡς οὐδένα ἄνδρα ἀγαθὸν ἀποσφάξοι ἢ ἀτιμάσοι, καὶ ταῦτα καὶ ὅρκοις οὐ τότε μόνον ἀλλὰ καὶ ὕστερον ἐπιστώσατο.
Αἰλιανὸν δὲ καὶ τοὺς δορυφόρους τοὺς κατὰ Νέρουα στασιάσαντας, ὡς καὶ χρησόμενός τι αὐτοῖς, μεταπεμψάμενος ἐκποδὼν ἐποιήσατο. ἐς δὲ τὴν Ῥώμην ἐσελθὼν πολλὰ ἐποίει πρός τε διόρθωσιν τῶν κοινῶν καὶ πρὸς χάριν τῶν ἀγαθῶν, ἐκείνων τε διαφερόντως ἐπιμελούμενος, ὡς καὶ ταῖς πόλεσι ταῖς ἐν Ἰταλίᾳ πρὸς τὴν τῶν παίδων τροφὴν πολλὰ χαρίσασθαι, καὶ τούτους εὐεργετῶν. Πλωτῖνα δὲ ἡ γυνὴ αὐτοῦ ὅτε πρῶτον ἐς τὸ παλάτιον ἐσῄει, ἐπὶ τοὺς ἀναβαθμοὺς καὶ πρὸς τὸ πλῆθος μεταστραφεῖσα εἶπε «τοιαύτη μέντοι ἐνταῦθα ἐσέρχομαι οἵα καὶ ἐξελθεῖν βούλομαι». καὶ οὕτω γε ἑαυτὴν διὰ πάσης τῆς ἀρχῆς διήγαγεν ὥστε μηδεμίαν ἐπηγορίαν σχεῖν.
ὅτι ὁ Τραϊανὸς τοὺς πρεσβευτὰς τοὺς παρὰ τῶν βασιλέων ἀφικνουμένους ἐν τῷ βουλευτικῷ θεάσασθαι ἐποίει.
διατρίψας δὲ ἐν τῇ Ῥώμῃ χρόνον τινὰ ἐστράτευσεν ἐπὶ Δακούς, τά τε πραχθέντα αὐτοῖς λογιζόμενος, τοῖς τε χρήμασιν ἃ κατʼ ἔτος ἐλάμβανον βαρυνόμενος; τάς τε δυνάμεις αὐτῶν αὐξανομένας καὶ τὰ φρονήματα ὁρῶν. πυθόμενος δὲ ὁ Δεκέβαλος τὴν ὁρμὴν αὐτοῦ ἐφοβήθη, ἅτε καὶ εὖ εἰδὼς ὅτι πρότερον μὲν οὐ Ῥωμαίους ἀλλὰ Δομιτιανὸν ἐνενικήκει, τότε δὲ ὡς πρός τε Ῥωμαίους καὶ πρὸς Τραϊανὸν αὐτοκράτορα πολεμήσοι.
πλεῖστον γὰρ ἐπί τε δικαιότητι καὶ ἐπʼ ἀνδρείᾳ τῇ τε ἁπλότητι τῶν ἠθῶν διέπρεπε. τῷ τε γὰρ σώματι ἔρρωτο — δεύτερον γὰρ καὶ τεσσαρακοστὸν ἄγων ἔτος ἦρξεν — ὡς ἐξ ἴσου πάντα τοῖς ἄλλοις τρόπον τινὰ πονεῖσθαι, καὶ τῇ ψυχῇ ἤκμαζεν ὡς μήθʼ ὑπὸ νεότητος θρασύνεσθαι μήθʼ ὑπὸ γήρως ἀμβλύνεσθαι. καὶ οὔτʼ ἐφθόνει οὔτε καθῄρει τινά, ἀλλὰ καὶ πάνυ πάντας τοὺς ἀγαθοὺς ἐτίμα καὶ ἐμεγάλυνε, καὶ διὰ τοῦτο οὔτε ἐφοβεῖτό τινα αὐτῶν οὔτε ἐμίσει. διαβολαῖς τε ἥκιστα ἐπίστευε, καὶ ὀργῇ ἥκιστα ἐδουλοῦτο, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καὶ ἐδαπάνα πάμπολλα μὲν ἐς τοὺς πολέμους πάμπολλα δὲ ἐς τὰ τῆς εἰρήνης ἔργα, καὶ πλεῖστα καὶ ἀναγκαιότατα καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν οἰκοδομήμασι δημοσίοις κατασκευάσας οὐδενὸς αἷμα ἐς οὐδὲν αὐτῶν ἀνάλωσεν. οὕτως γάρ που καὶ μεγαλόφρων καὶ μεγαλογνώμων ἔφυ ὥστε καὶ τῷ ἱπποδρόμῳ ἐπιγράψαι ὅτι ἐξαρκοῦντα αὐτὸν τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησεν, ἐπειδὴ διαφθαρέντα πῃ καὶ μείζω καὶ περικαλλέστερον ἐξειργάσατο. φιλούμενός τε οὖν ἐπʼ αὐτοῖς μᾶλλον ἢ τιμώμενος ἔχαιρε, καὶ τῷ τε δήμῳ μετʼ ἐπιεικείας συνεγίνετο καὶ τῇ γερουσίᾳ σεμνοπρεπῶς ὡμίλει, ἀγαπητὸς μὲν πᾶσι, φοβερὸς δὲ μηδενὶ πλὴν πολεμίοις ὤν. καὶ γὰρ θήρας καὶ συμποσίων ἔργων τε καὶ βουλευμάτων σκωμμάτων τε συμμετεῖχε σφίσι, καὶ πολλάκις καὶ τέταρτος ὠχεῖτο, ἔς τε τὰς οἰκίας αὐτῶν καὶ ἄνευ γε φρουρᾶς ἔστιν ὧν ἐσιὼν εὐθυμεῖτο. παιδείας μὲν γὰρ ἀκριβοῦς, ὅση ἐν λόγοις, οὐ μετέσχε, τό γε μὴν ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ ἐποίει. οὐδὲ ἔστιν ὅ τι οὐκ ἄριστον εἶχε. καὶ οἶδα μὲν ὅτι καὶ περὶ μειράκια καὶ περὶ οἶνον ἐσπουδάκει· ἀλλʼ εἰ μέν τι ἐκ τούτων ἢ αἰσχρὸν ἢ κακὸν ἢ ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν ἂν εἶχε, νῦν δὲ τοῦ τε οἴνου διακόρως ἔπινε καὶ νήφων ἦν, ἔν τε τοῖς παιδικοῖς οὐδένα ἐλύπησεν. εἰ δὲ καὶ φιλοπόλεμος ἦν, ἀλλὰ τῇ τε κατορθώσει καὶ τοῦ ἐχθίστου μὲν καθαιρέσει τοῦ οἰκείου δὲ αὐξήσει ἠρκεῖτο. οὐδὲ γὰρ οὐδʼ ὅπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, τὸ τοὺς στρατιώτας ἐξογκοῦσθαί τε καὶ ὑπερφρονεῖν, συνέβη ποτὲ ἐπʼ αὐτοῦ· οὕτως ἐγκρατῶς αὐτῶν ἦρχε. ἀμβλύνω, ἤκμαζεν, καθῄρει, μήθʼ ὑπὸ νεότητος, πονεῖσθαι.
διὰ ταῦτα μὲν οὖν οὐκ ἀπεικότως ὁ Δεκέβαλος αὐτὸν ἐδεδίει· στρατεύσαντι δὲ τῷ Τραϊανῷ κατὰ τῶν Δακῶν καὶ ταῖς Τάπαις, ἔνθα ἐστρατοπέδευον οἱ βάρβαροι, πλησιάσαντι μύκης μέγας προσεκομίσθη, γράμμασι Λατίνοις λέγων ὅτι ἄλλοι τε τῶν συμμάχων καὶ Βοῦροι παραινοῦσι Τραϊανῷ ὀπίσω ἀπιέναι καὶ εἰρηνῆσαι. συμβαλὼν δὲ αὐτοῖς ὁ Τραϊανὸς πολλοὺς μὲν τῶν οἰκείων τραυματίας ἐπεῖδε, πολλοὺς δὲ τῶν πολεμίων ἀπέκτεινεν· ὅτε καὶ ἐπιλιπόντων τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος λέγεται φείσασθαι, ἀλλʼ ἐς τὰ λαμπάδια ταύτην κατατεμεῖν, τοῖς δὲ τελευτήσασι τῶν στρατιωτῶν ἐν τῇ μάχῃ βωμόν τε στῆσαι καὶ κατʼ ἔτος ἐναγίζειν κελεῦσαι.
ὅτι ὁ Δεκέβαλος ἐπεπόμφει μὲν καὶ πρὸ τῆς ἥττης πρέσβεις, οὐκέτι τῶν κομητῶν ὥσπερ πρότερον, ἀλλὰ τῶν πιλοφόρων τοὺς ἀρίστους. καὶ ἐκεῖνοι τά τε ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐς τὴν γῆν καταβαλόντες ἐδεήθησαν τοῦ Τραϊανοῦ μάλιστα μὲν αὐτῷ τῷ Δεκεβάλῳ καὶ ἐς ὄψιν καὶ ἐς λόγους αὐτοῦ ἐλθεῖν, ὡς καὶ πάντα τὰ κελευσθησόμενα ποιήσοντι, ἐπιτραπῆναι, εἰ δὲ μή, σταλῆναί γέ τινα τὸν συμβησόμενον αὐτῷ. καὶ ἐπέμφθη ὁ Σούρας καὶ Κλαύδιος Λιουιανὸς ὁ ἔπαρχος. ἐπράχθη δὲ οὐδέν· ὁ γὰρ Δεκέβαλος οὐδὲ ἐκείνοις ἐτόλμησε συμμῖξαι, ἔπεμψε δὲ καὶ τότε. ὁ δὲ Τραϊανὸς ὄρη τε ἐντετειχισμένα ἔλαβε, καὶ ἐν αὐτοῖς τά. τε ὅπλα τά τε μηχανήματα τὰ αἰχμάλωτα τό τε σημεῖον τὸ ἐπὶ τοῦ Φούσκου ἁλὸν εὗρε.
διʼ οὖν ταῦτα ὁ Δεκέβαλος, ἄλλως τε καὶ ἐπειδὴ ὁ Μάξιμος ἐν τῷ αὐτῷ χρόνῳ τήν τε ἀδελφὴν αὐτοῦ καὶ χωρίον τι ἰσχυρὸν εἷλεν, οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταχθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμενεῖν αὐτοῖς ἔμελλεν, ἀλλʼ ἵνʼ ἐκ τῶν παρόντων ἀναπνεύσῃ. τὰ γὰρ ὅπλα καὶ τὰ μηχανήματα τούς τε μηχανοποιοὺς παραδοῦναι καὶ τοὺς αὐτομόλους ἀποδοῦναι, τά τε ἐρύματα καθελεῖν καὶ τῆς χώρας τῆς ἑαλωκυίας ἀποστῆναι, καὶ προσέτι τούς τε αὐτοὺς ἐχθροὺς καὶ φίλους τοῖς Ῥωμαίοις νομίζειν, καὶ μήτʼ αὐτομόλων τινὰ ὑποδέχεσθαι μήτε στρατιώτῃ τινὶ ἐκ τῆς τῶν Ῥωμαίων ἀρχῆς χρῆσθαι — τοὺς γὰρ πλείστους τούς τε ἀρίστους ἐκεῖθεν ἀναπείθων προσεποιεῖτο — καὶ ἄκων ὡμολόγησε, πρός τε τὸν Τραϊανὸν ἐλθὼν καὶ ἐς τὴν γῆν πεσὼν καὶ προσκυνήσας αὐτὸν καὶ τὰ ὅπλα ἀπορρίψας. καὶ πρέσβεις ἐπὶ τούτοις ἐς τὸ βουλευτήριον ἔπεμψεν, ὅπως καὶ παρʼ ἐκείνου τὴν εἰρήνην βεβαιώσηται. ταῦτα συνθέμενος καὶ τὸ στρατόπεδον ἐν Ζερμιζεγεθούσῃ καταλιπών, τήν τε ἄλλην χώραν φρουραῖς διαλαβών, ἐς τὴν Ἰταλίαν ἀνεκομίσθη.
καὶ οἱ παρὰ τοῦ Δεκεβάλου πρέσβεις ἐς τὸ συνέδριον ἐσήχθησαν, τά τε ὅπλα καταθέντες συνῆψαν τὰς χεῖρας ἐν αἰχμαλώτων σχήματι καὶ εἶπόν τέ τινα καὶ ἱκέτευσαν, καὶ οὕτω τήν τε εἰρήνην ἐσπείσαντο καὶ τὰ ὅπλα ἀπέλαβον. Τραϊανὸς δὲ τά τε νικητήρια ἤγαγε καὶ Δακικὸς ἐπωνομάσθη, ἔν τε τῷ θεάτρῳ μονομάχους συνέβαλε — καὶ γὰρ ἔχαιρεν αὐτοῖς —, καὶ τοὺς ὀρχηστὰς ἐς τὸ θέατρον ἐπανήγαγε — καὶ γὰρ ἑνὸς αὐτῶν τοῦ Πυλάδου ἤρα —, οὐ μέντοι, οἷα πολεμικὸς ἀνήρ, τἆλλα ἧττον διῆγεν ἢ καὶ ἧττον ἐδίκαζεν, ἀλλὰ τοτὲ μὲν ἐν τῇ ἀγορᾷ τοῦ Αὐγούστου, τοτὲ δʼ ἐν τῇ στοᾷ τῇ Λιουίᾳ ὠνομασμένῃ, πολλάκις δὲ καὶ ἄλλοθι ἔκρινεν ἐπὶ βήματος.
ἐπεὶ δὲ ὁ Δεκέβαλος πολλὰ παρὰ τὰς συνθήκας ἀπηγγέλλετο αὐτῷ ποιῶν, καὶ ὅπλα τε κατεσκευάζετο, καὶ τοὺς αὐτομολοῦντας ἐδέχετο, τά τε ἐρύματα ἐπεσκεύαζε, παρά τε τοὺς ἀστυγείτονας ἐπρεσβεύετο, καὶ τοῖς τἀναντία οἱ φρονήσασι πρότερον ἐλυμαίνετο, καὶ τῶν Ἰαζύγων καὶ χώραν τινὰ ἀπετέμετο — ἣν μετὰ ταῦτα ἀπαιτήσασιν αὐτοῖς Τραϊανὸς οὐκ ἀπέδωκεν —, οὕτω δὴ καὶ αὖθις πολέμιον αὐτὸν ἡ βουλὴ ἐψηφίσατο, καὶ ὁ Τραϊανὸς διʼ ἑαυτοῦ καὶ αὖθις, ἀλλʼ οὐ διʼ ἑτέρων στρατηγῶν, τὸν πρὸς ἐκεῖνον πόλεμον ἐποιήσατο.
ὅτι τῶν Δακῶν συχνῶν μεθισταμένων πρὸς Τραϊανόν, καὶ διʼ ἄλλα τινά, ἐδεήθη αὖθις ὁ Δεκέβαλος εἰρήνης. ὡς δʼ οὐκ ἐπείσθη τά τε ὅπλα καὶ ἑαυτὸν παραδοῦναι, τὰς δυνάμεις φανερῶς ἤθροιζε καὶ τοὺς περιχώρους προσπαρεκάλει, λέγων ὅτι ἐὰν αὐτὸν προῶνται καὶ αὐτοὶ κινδυνεύσουσι, καὶ ὅτι ἀσφαλέστερον καὶ ῥᾷον μεθʼ ἑαυτοῦ, πρίν τι κακὸν παθεῖν, ἀγωνισάμενοι τὴν ἐλευθερίαν φυλάξουσιν ἢ ἂν σφᾶς τε ἀπολλυμένους περιίδωσι καὶ αὐτοὶ ὕστερον, ἐρημωθέντες τῶν συμμάχων, χειρωθῶσιν.
καὶ ὁ Δεκέβαλος κατὰ μὲν τὸ ἰσχυρὸν κακῶς ἔπραττε, δόλῳ δὲ δὴ καὶ ἀπάτῃ ὀλίγου μὲν καὶ τὸν Τραϊανὸν ἀπέκτεινε, πέμψας ἐς τὴν Μυσίαν αὐτομόλους τινάς, εἴ πως αὐτὸν εὐπρόσοδον ὄντα καὶ ἄλλως, τότε δὲ καὶ διὰ τὴν τοῦ πολέμου χρείαν πάντα ἁπλῶς τὸν βουλόμενον ἐς λόγους δεχόμενον κατεργάσαιντο. ἀλλὰ τοῦτο μὲν οὐκ ἠδυνήθησαν πρᾶξαι, συλληφθέντος τινὸς ἐξ ὑποψίας καὶ πᾶν τὸ ἐπιβούλευμα αὐτοῦ ἐκ βασάνων ὁμολογήσαντος· Λογγῖνον δέ τινα στρατοπέδου Ῥωμαϊκοῦ ἐξηγούμενον καὶ δεινὸν ἐν τοῖς πολέμοις αὐτῷ γεγενημένον προσκαλεσάμενος, καὶ ἀναπείσας συμμῖξαί οἱ ὡς καὶ τὰ προσταχθησόμενα ποιήσων, συνέλαβε καὶ ἀνέκρινε δημοσίᾳ περὶ τῶν τοῦ Τραϊανοῦ βουλευμάτων, ἐπειδή τε μηδὲν ὁμολογῆσαι ἠθέλησεν, ἐν ἀδέσμῳ φυλακῇ περιῆγε. καὶ πρέσβιν τινὰ πέμψας πρὸς τὸν Τραϊανὸν ἠξίου τήν τε χώραν μέχρι τοῦ Ἴστρου κομίσασθαι καὶ τὰ χρήματα, ὅσα ἐς τὸν πόλεμον ἐδεδαπανήκει, ἀπολαβεῖν ἐπὶ τῷ τὸν Λογγῖνόν οἱ ἀποδοῦναι. ἀποκριναμένου δέ τινα αὐτῷ μέσα, ἐξ ὧν οὔτε ἐν μεγάλῳ οὔτε ἐν σμικρῷ λόγῳ τὸν Λογγῖνον ποιεῖσθαι δόξειν ἔμελλε, τοῦ μήτʼ ἀπολέσθαι αὐτὸν μήτʼ ἐπὶ πολλῷ σφίσιν ἀνασωθῆναι, Δεκέβαλος μὲν ἔτι διασκοπῶν ὅ τι πράξῃ ἀνεῖχε, Λογγῖνος δὲ ἐν τούτῳ φαρμάκου διὰ τοῦ ἀπελευθέρου εὐπορήσας ὑπέσχετό τε αὐτῷ τὸν Τραϊανὸν καταλλάξειν, ἵνα ὡς ἥκιστα ὑποτοπήσῃ τὸ γενησόμενον, μὴ καὶ φυλακὴν αὐτοῦ ἀκριβεστέραν ποιήσηται, καὶ γράμματά τινα ἱκετείαν ἔχοντα γράψας ἔδωκε τῷ ἐξελευθέρῳ πρὸς τὸν Τραϊανὸν ἀποκομίσαι, ἵνʼ ἐν ἀσφαλείᾳ γένηται. καὶ οὕτως ἀπελθόντος αὐτοῦ τὸ φάρμακον νυκτὸς ἔπιε καὶ ἀπέθανε. γενομένου δὲ τούτου ὁ Δεκέβαλος ἐξῄτησε παρὰ τοῦ Τραϊανοῦ τὸν ἀπελεύθερον, τό τε σῶμα τοῦ Λογγίνου καὶ δέκα αἰχμαλώτους ἀντιδώσειν οἱ ὑποσχόμενος, καὶ εὐθύς γε τὸν ἑκατοντάρχην τὸν ἁλόντα μετʼ αὐτοῦ ἔπεμψεν ὡς καὶ ταῦτα διαπράξοντα· παρʼ οὗ πάντα τὰ κατὰ τὸν Λογγῖνον ἐγνώσθη. οὐ μέντοι οὔτε ἐκεῖνον ὁ Τραϊανὸς ἀπέπεμψεν οὔτε τὸν ἐξελεύθερον ἐξέδωκε, προτιμοτέραν τὴν σωτηρίαν αὐτοῦ πρὸς τὸ τῆς ἀρχῆς ἀξίωμα τῆς τοῦ Λογγίνου ταφῆς ποιησάμενος.
Τραϊανὸς δὲ γέφυραν λιθίνην ἐπὶ τοῦ Ἴστρου κατεσκευάσατο, περὶ ἧς οὐκ ἔχω πῶς ἂν ἀξίως αὐτὸν θαυμάσω· ἔστι μὲν γὰρ καὶ τἆλλα αὐτοῦ ἔργα διαπρεπέστατα, τοῦτο δὲ καὶ ὑπὲρ ἐκεῖνα. ὡς γὰρ κρηπῖδές εἰσι λίθου τετραπέδου εἴκοσι, τὸ μὲν ὕψος πεντήκοντα καὶ ἑκατὸν ποδῶν πλὴν τῶν θεμελίων, τὸ δὲ πλάτος ἑξήκοντα· καὶ αὗται ἑβδομήκοντα καὶ ἑκατὸν ἀπʼ ἀλλήλων πόδας ἀπέχουσαι ἁψῖσι συνῳκοδόμηνται. πῶς οὐκ ἄν τις τὸ ἀνάλωμα τὸ ἐς αὐτὰς δαπανηθὲν θαυμάσειε; πῶς δʼ οὐκ ἄν τὸν τρόπον ὃν ἕκαστα αὐτῶν ἔν τε ποταμῷ πολλῷ καὶ ἐν ὕδατι δινώδει δαπέδῳ τε ἰλυώδει ἐγένετο; οὐ γάρ τοι καὶ παρατρέψαι ποι τὸ ῥεῦμα ἠδυνήθη. τὸ δὲ δὴ πλάτος τοῦ ποταμοῦ εἶπον οὐχ ὅτι διὰ τοσούτου ῥεῖ — καὶ γὰρ ἐπὶ διπλάσιον ἔστιν οὗ καὶ ἐπὶ τριπλάσιον αὐτοῦ πελαγίζει —, ἀλλʼ ὅτι τό τε στενώτατον καὶ τὸ ἐπιτηδειότατον ἐς τὸ γεφυρωθῆναι τῶν ἐκείνῃ χωρίων τοσοῦτόν ἐστιν. ὅσῳ δὲ δὴ ἐς στενὸν ταύτῃ ἐκ πελάγους μεγάλου καταβαίνων καὶ ἐς πέλαγος αὖθις μεῖζον προχωρῶν κατακλείεται, τόσῳ που καὶ ῥοωδέστατος καὶ βαθύτατος γίγνεται, ὥστε καὶ τοῦτο ἐς τὴν χαλεπότητα τῆς κατασκευῆς τῆς γεφύρας τεῖναι. ἡ μὲν οὖν μεγαλόνοια τοῦ Τραϊανοῦ καὶ ἐκ τούτων δείκνυται· οὐ μέντοι καὶ ὠφέλειάν τινα ἡμῖν ἡ γέφυρα παρέχεται, ἀλλʼ ἑστᾶσιν αἱ κρηπῖδες ἄλλως, δίοδον οὐκ ἔχουσαι, καθάπερ ἐπʼ αὐτῷ τούτῳ μόνον γενόμεναι ἵνʼ ἐπιδείξωσι τὴν ἀνθρωπίνην φύσιν οὐδὲν ὅ τι οὐ δυναμένην ἐξεργάσασθαι. ὁ μὲν γὰρ Τραϊανὸς δείσας μή ποτε παγέντος τοῦ Ἴστρου πόλεμος τοῖς πέραν Ῥωμαίοις γένηται, ἐποίησε τὴν γέφυραν ἵνα αἱ ἐπιβασίαι ῥᾳδίως διʼ αὐτῆς διεξίωσιν· Ἁδριανὸς δὲ τοὐναντίον φοβηθεὶς μὴ καὶ τοῖς βαρβάροις τοὺς φρουροὺς αὐτῆς βιαζομένοις ῥᾳδία διάβασις ἐς τὴν Μυσίαν ᾖ, ἀφεῖλε τὴν ἐπιπολῆς κατασκευήν.
Τραϊανὸς δὲ διὰ ταύτης τῆς γεφύρας τὸν Ἴστρον περαιωθείς, καὶ διʼ ἀσφαλείας μᾶλλον ἢ διὰ σπουδῆς τὸν πόλεμον ποιούμενος, σὺν χρόνῳ καὶ μόλις ἐκράτησε τῶν Δακῶν, πολλὰ μὲν αὐτὸς στρατηγίας ἔργα καὶ ἀνδρίας ἐπιδειξάμενος, πολλὰ δὲ καὶ τῶν στρατιωτῶν αὐτῷ κινδυνευσάντων καὶ ἀριστευσάντων. ἔνθα δὴ καὶ ἱππεύς τις κακῶς πληγεὶς ἐξήχθη μὲν ἐκ τῆς μάχης ὡς καὶ θεραπευθῆναι δυνάμενος, αἰσθόμενος δὲ ὡς ἀνιάτως ἔχοι ἔκ τε τοῦ σκηνώματος ἐξεπήδησεν — οὐ γάρ πω τὸ κακὸν αὐτοῦ καθῖκτο — καὶ ἐς τάξιν αὖθις καθιστὰς ἑαυτὸν ἀπέθανε, μεγάλα ἐπιδειξάμενος. Δεκέβαλος δέ, ὡς καὶ τὸ βασίλειον αὐτοῦ καὶ ἡ χώρα κατείληπτο σύμπασα καὶ αὐτὸς ἐκινδύνευεν ἁλῶναι, διεχρήσατο ἑαυτόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐς τὴν Ῥώμην ἀπεκομίσθη· καὶ οὕτως ἡ Δακία Ῥωμαίων ὑπήκοος ἐγένετο, καὶ πόλεις ἐν αὐτῇ ὁ Τραϊανὸς κατῴκισεν. εὑρέθησαν δὲ καὶ οἱ τοῦ Δεκεβάλου θησαυροί, καίτοι ὑπὸ τὸν ποταμὸν τὸν Σαργετίαν τὸν παρὰ τοῖς βασιλείοις αὐτοῦ κεκρυμμένοι. διὰ γὰρ αἰχμαλώτων τινῶν τόν τε ποταμὸν ἐξέτρεψε καὶ τὸ ἔδαφος αὐτοῦ ὤρυξε, καὶ ἐς αὐτὸ πολὺν μὲν ἄργυρον πολὺν δὲ χρυσόν, τά τε ἄλλα τὰ τιμιώτατα καὶ ὑγρότητά τινα ἐνεγκεῖν δυνάμενα, ἐμβαλὼν λίθους τε ἐπʼ αὐτοῖς ἐπέθηκε καὶ χοῦν ἐπεφόρησε καὶ μετὰ τοῦτο τὸν ποταμὸν ἐπήγαγε· καὶ ἐς τὰ σπήλαια διὰ τῶν αὐτῶν ἐκείνων τά τε ἱμάτια καὶ τὰ ἄλλα τὰ ὁμοιότροπα κατέθετο. ποιήσας δὲ ταῦτα διέφθειρεν αὐτούς, ἵνα μηδὲν ἐκλαλήσωσι. Βίκιλις δέ τις ἑταῖρος αὐτοῦ, τὸ γεγονὸς εἰδώς, ἑάλω τε καὶ κατεμήνυσε ταῦτα.
κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Πάλμας τῆς Συρίας ἄρχων τὴν Ἀραβίαν τὴν πρὸς τῇ Πέτρᾳ ἐχειρώσατο καὶ Ῥωμαίων ὑπήκοον ἐποιήσατο.
πρὸς δὲ τὸν Τραϊανὸν ἐς τὴν Ῥώμην ἐλθόντα πλεῖσται ὅσαι πρεσβεῖαι παρὰ βαρβάρων ἄλλων τε καὶ Ἰνδῶν ἀφίκοντο. καὶ θέας ἐν τρισὶ καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέραις ἐποίησεν, ἐν αἷς θηρία τε καὶ βοτὰ χίλιά που καὶ μύρια ἐσφάγη καὶ μονομάχοι μύριοι ἠγωνίσαντο.
καὶ κατὰ τοὺς αὐτοὺς χρόνους τά τε ἕλη τὰ Πομπτῖνα ὡδοποίησε λίθῳ, καὶ τὰς ὁδοὺς παροικοδομήμασι καὶ γεφύραις μεγαλοπρεπεστάταις ἐξεποίησε. τό τε νόμισμα πᾶν τὸ ἐξίτηλον συνεχώνευσε.
ὅτι οὗτος ὤμοσεν ὡς οὐ μιαιφονήσει, καὶ τοῦτο ἔργῳ ἐνεπέδωσε καίπερ ἐπιβουλευθείς. τῇ τε γὰρ φύσει οὐδὲν οὔτε διπλοῦν οὔτε δόλιον οὔτε τραχὺ εἶχεν, ἀλλὰ τοὺς μὲν ἀγαθοὺς ἐφίλει καὶ ἐδεξιοῦτο καὶ ἐτίμα, τῶν δὲ ἄλλων ἠμέλει· τὸ δὲ καὶ ὑπὸ τῆς ἡλικίας πεπαίτερος ἐγεγόνει.
τῷ δὲ Σούρᾳ τῷ Λικινίῳ καὶ ταφὴν δημοσίαν καὶ ἀνδριάντα ἔδωκε τελευτήσαντι· ὅστις ἐς τοῦτο καὶ πλούτου καὶ αὐχήματος ἀφίκετο ὥστε καὶ γυμνάσιον Ῥωμαίοις οἰκοδομῆσαι. τοσαύτῃ δὲ φιλίᾳ καὶ πίστει ὅ τε Σούρας πρὸς τὸν Τραϊανὸν ἐχρήσατο καὶ Τραϊανὸς πρὸς ἐκεῖνον ὥστε πολλάκις αὐτόν, οἷά που περὶ πάντας τούς τι παρὰ τοῖς αὐτοκράτορσι δυναμένους γίνεσθαι πέφυκε, διαβληθέντα οὔτε ὑπώπτευσέ ποτε οὔτε ἐμίσησεν, ἀλλὰ καὶ ἐγκειμένων οἱ ἐπὶ πολὺ τῶν φθονούντων αὐτῷ οἴκαδέ τε ἄκλητος πρὸς αὐτὸν ἐπὶ δεῖπνον ἦλθε, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπέμψας ἐκάλεσε πρῶτον μὲν τὸν ἰατρὸν αὐτοῦ, καὶ διʼ ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα τὸν κουρέα, καὶ διʼ ἐκείνου τὸ γένειον ἐξύρατο — τοῦτο γὰρ ἐκ παλαιοῦ πάντες οἱ ἄλλοι καὶ αὐτοὶ οἱ αὐτοκράτορες ἐποίουν· Ἁδριανὸς γὰρ πρῶτος γενειᾶν κατέδειξε· πράξας δὲ ταῦτα, καὶ μετὰ τοῦτο καὶ λουσάμενος καὶ δειπνήσας, ἔπειτα τοῖς φίλοις τοῖς εἰωθόσιν ἀεί τι περὶ αὐτοῦ φαῦλον λέγειν ἔφη τῇ ὑστεραίᾳ ὅτι «εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπεκτόνει». μέγα μὲν οὖν ἐποίησε καὶ τὸ ἀποκινδυνεῦσαι πρὸς διαβεβλημένον ἄνθρωπον, πολὺ δὲ δὴ μεῖζον ὅτι ἐπίστευσε μηδὲν ἄν ποτε ὑπʼ αὐτοῦ παθεῖν. οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον ἐβεβαιοῦτο.
ἀλλὰ καὶ ὅτε πρῶτον τῷ μέλλοντι τῶν δορυφόρων ἐπάρξειν τὸ ξίφος, ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, ὤρεξεν, ἐγύμνωσέ τε αὐτὸ καὶ ἀνατείνας ἔφη «λαβὲ τοῦτο τὸ ξίφος, ἵνα, ἂν μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, ἂν δὲ κακῶς, κατʼ ἐμοῦ αὐτῷ χρήσῃ».
ἔστησε δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Πάλμου καὶ τοῦ Κέλσου εἰκόνας· οὕτω που αὐτοὺς τῶν ἄλλων προετίμησε. τοὺς μέντοι ἐπιβουλεύοντας αὐτῷ, ἐν οἷς ἦν καὶ Κράσσος, ἐτιμωρεῖτο ἐσάγων ἐς τὴν βουλήν.
κατεσκεύασε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ ἔστησεν ἐν τῇ ἀγορᾷ καὶ κίονα μέγιστον, ἅμα μὲν ἐς ταφὴν ἑαυτῷ, ἅμα δὲ ἐς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀγορὰν ἔργου· παντὸς γὰρ τοῦ χωρίου ἐκείνου ὀρεινοῦ ὄντος κατέσκαψε τοσοῦτον ὅσον ὁ κίων ἀνίσχει, καὶ τὴν ἀγορὰν ἐκ τούτου πεδινὴν κατεσκεύασε.
μετὰ δὲ ταῦτα ἐστράτευσεν ἐπʼ Ἀρμενίους καὶ Πάρθους, πρόφασιν μὲν ὅτι μὴ τὸ διάδημα ὑπʼ αὐτοῦ εἰλήφει, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως, ὁ τῶν Ἀρμενίων βασιλεύς, τῇ δʼ ἀληθείᾳ δόξης ἐπιθυμίᾳ.
ὅτι τοῦ Τραϊανοῦ ἐπὶ Πάρθους στρατεύσαντος καὶ ἐς Ἀθήνας ἀφικομένου πρεσβεία αὐτῷ ἐνταῦθα παρὰ τοῦ Ὀρρόου ἐνέτυχε, τῆς εἰρήνης δεομένη καὶ δῶρα φέρουσα. ἐπειδὴ γὰρ ἔγνω τήν τε ὁρμὴν αὐτοῦ, καὶ ὅτι τοῖς ἔργοις τὰς ἀπειλὰς ἐτεκμηρίου, κατέδεισε, καὶ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι, τήν τε Ἀρμενίαν Παρθαμασίριδι Πακόρου καὶ αὐτῷ υἱεῖ ᾔτει, καὶ ἐδεῖτο τὸ διάδημα αὐτῷ πεμφθῆναι· τὸν γὰρ Ἐξηδάρην ὡς οὐκ ἐπιτήδειον οὔτε τοῖς Ῥωμαίοις οὔτε τοῖς Πάρθοις ὄντα πεπαυκέναι ἔλεγεν. καὶ ὃς οὔτε τὰ δῶρα ἔλαβεν, οὔτʼ ἄλλο τι ἀπεκρίνατο ἢ καὶ ἐπέστειλε πλὴν ὅτι ἡ φιλία ἔργοις καὶ οὐ λόγοις κρίνεται, καὶ διὰ τοῦτʼ, ἐπειδὰν ἐς τὴν Συρίαν ἔλθῃ, πάντα τὰ προσήκοντα ποιήσει. καὶ οὕτω διανοίας ὢν ἐπί τε τῆς Ἀσίας καὶ ἐπὶ Λυκίας τῶν τε ἐχομένων ἐθνῶν ἐς Σελεύκειαν ἐκομίσθη. γενομένῳ δὲ αὐτῷ ἐν Ἀντιοχείᾳ Αὔγαρος ὁ Ὀρροηνὸς αὐτὸς μὲν οὐκ ὤφθη, δῶρα δὲ δὴ καὶ λόγους φιλίους ἔπεμψεν· ἐκεῖνόν τε γὰρ ὁμοίως καὶ τοὺς Πάρθους φοβούμενος ἐπημφοτέριζε, καὶ διὰ τοῦτʼ οὐκ ἠθέλησέν οἱ συμμῖξαι.
ὅτι Κυῆτος Λούσιος Μαῦρος μὲν ἦν, καὶ αὐτὸς τῶν Μαύρων ἄρχων καὶ ἐν ἱππεῦσιν ἴλης ἐξήταστο, καταγνωσθεὶς δὲ ἐπὶ πονηρίᾳ τότε μὲν τῆς στρατείας ἀπηλλάγη καὶ ἠτιμώθη, ὕστερον δὲ τοῦ Δακικοῦ πολέμου ἐνστάντος καὶ τοῦ Τραϊανοῦ τῆς τῶν Μαύρων συμμαχίας δεηθέντος ἦλθέ τε πρὸς αὐτὸν αὐτεπάγγελτος καὶ μεγάλα ἔργα ἀπεδείξατο. τιμηθεὶς δὲ ἐπὶ τούτῳ πολὺ πλείω καὶ μείζω ἐν τῷ δευτέρῳ πολέμῳ ἐξειργάσατο, καὶ τέλος ἐς τοσοῦτον τῆς τε ἀνδραγαθίας ἅμα καὶ τῆς τύχης ἐν τῷδε τῷ πολέμῳ προεχώρησεν ὥστε ἐς τοὺς ἐστρατηγηκότας ἐσγραφῆναι καὶ ὑπατεῦσαι τῆς τε Παλαιστίνης ἄρξαι· ἐξ ὧν που καὶ τὰ μάλιστα ἐφθονήθη καὶ ἐμισήθη καὶ ἀπώλετο.
ἐπεὶ δὲ ἐνέβαλεν ἐς τὴν πολεμίαν, ἀπήντων αὐτῷ οἱ τῇδε σατράπαι καὶ βασιλεῖς μετὰ δώρων, ἐν οἷς καὶ ἵππος ἦν δεδιδαγμένος προσκυνεῖν· τοῖς τε γὰρ ποσὶ τοῖς προσθίοις ὤκλαζε, καὶ τὴν κεφαλὴν ὑπὸ τοὺς τοῦ πέλας πόδας ὑπετίθει.
ὅτι ὁ Παρθαμάσιρις βίαιόν τι ἐποίησε. γράψας δὲ δὴ τὰ πρῶτα τῷ Τραϊανῷ ὡς βασιλεύς, ἐπειδὴ μηδὲν ἀντεγράφη, ἐπέστειλέ τε αὖθις τὸ ὄνομα τοῦτο περικόψας, καὶ ᾔτησε Μᾶρκον Ἰούνιον τὸν τῆς Καππαδοκίας ἄρχοντα πεμφθῆναί οἱ ὡς καὶ διʼ αὐτοῦ τι αἰτησόμενος. ὁ οὖν Τραϊανὸς ἐκείνῳ μὲν τὸν τοῦ Ἰουνίου υἱὸν ἔπεμψεν, αὐτὸς δὲ μέχρις Ἀρσαμοσάτων προχωρήσας καὶ ἀμαχεὶ αὐτὰ παραλαβὼν ἐς τὰ Σάταλα ἦλθε, καὶ Ἀγχίαλον τὸν Ἡνιόχων τε καὶ Μαχελόνων βασιλέα δώροις ἠμείψατο. ἐν δὲ Ἐλεγείᾳ τῆς Ἀρμενίας τὸν Παρθαμάσιριν προσεδέξατο. καθῆστο δὲ ἐπὶ βήματος ἐν τῷ ταφρεύματι· καὶ ὃς ἀσπασάμενος αὐτὸν τό τε διάδημα ἀπὸ τῆς κεφαλῆς ἀφεῖλε καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε, σιγῇ τε εἱστήκει, καὶ προσεδόκα αὐτὸ ἀπολήψεσθαι. συμβοησάντων δὲ ἐπὶ τούτῳ τῶν στρατιωτῶν, καὶ αὐτοκράτορα τὸν Τραϊανὸν ὡς καὶ ἐπὶ νίκῃ τινὶ ἐπικαλεσάντων — νίκην γὰρ ἀσέλινον ἄναιμον ὠνόμαζον ὅτι τὸν βασιλέα τὸν Ἀρσακίδην, τὸν Πακόρου παῖδα, τὸν Ὀρρόου ἀδελφιδοῦν, προσεστηκότα αὐτῷ ἄνευ διαδήματος εἶδον ὥσπερ αἰχμάλωτον —, ἐξεπλάγη τε καὶ ἐνόμισεν ἐπὶ ὕβρει καὶ ὀλέθρῳ αὑτοῦ γεγονέναι. καὶ μετεστράφη μὲν ὡς καὶ φευξόμενος, ἰδὼν δὲ ὅτι περιεστοίχισται ἐξῃτήσατο τὸ μὴ ἐν τῷ ὄχλῳ τι εἰπεῖν. καὶ οὕτως ἐς τὴν σκηνὴν ἐσαχθεὶς οὐδενὸς ἔτυχεν ὧν ἐβούλετο. ἐκπηδήσαντος οὖν ὀργῇ καὶ ἐκεῖθεν ἐκ τοῦ στρατοπέδου μετεπέμψατο αὐτὸν ὁ Τραϊανός, καὶ ἀναβὰς αὖθις ἐπὶ τὸ βῆμα ἐκέλευσεν αὐτῷ πάντων ἀκουόντων εἰπεῖν ὅσα ἤθελεν, ἵνα μὴ ἀγνοήσαντές τινες τὰ κατὰ μόνας σφίσιν εἰρημένα λογοποιήσωσί τινα διάφορα. ἀκούσας τοῦτο ὁ Παρθαμάσιρις οὐκέτι τὴν ἡσυχίαν ἦγεν, ἀλλὰ μετὰ πολλῆς παρρησίας ἄλλα τέ τινα εἶπε καὶ ὅτι οὐχ ἡττηθεὶς οὐδὲ ζωγρηθεὶς ἀλλʼ ἑκὼν ἀφίκετο, πιστεύσας ὅτι οὔτε τι ἀδικηθήσεται καὶ τὴν βασιλείαν ἀπολήψεται ὥσπερ καὶ ὁ Τιριδάτης παρὰ τοῦ Νέρωνος. καὶ αὐτῷ ὁ Τραϊανὸς πρός τε τἆλλα ἀντέλεξεν ὅσα ἥρμοζεν, καὶ Ἀρμενίαν μὲν οὐδενὶ προήσεσθαι ἔφη — Ῥωμαίων τε γὰρ εἶναι καὶ ἄρχοντα Ῥωμαῖον ἕξειν —, ἐκείνῳ μέντοι ἀπελθεῖν ὅποι βούλεται ἐπιτρέψειν. καὶ τὸν μὲν Παρθαμάσιριν μετὰ τῶν Πάρθων τῶν συνόντων οἱ ἀπέπεμψεν, ἀγωγούς σφισιν ἱππέας, ὅπως μήτε τινὶ συγγένωνται μήτε τι νεοχμώσωσι, δούς· τοὺς δὲ Ἀρμενίους πάντας τοὺς μετʼ αὐτοῦ ἐλθόντας προσέταξε κατὰ χώραν, ὡς καὶ αὑτοῦ ἤδη ὄντας, μεῖναι.
ἐπεὶ δὲ πᾶσαν τὴν Ἀρμενίων χώραν εἷλε, καὶ πολλοὺς τῶν βασιλέων τοὺς μὲν ὑποπεσόντας ἐν τοῖς φίλοις ἦγε, τοὺς δέ τινας καὶ ἀπειθοῦντας ἀμαχεὶ ἐχειροῦτο, τά τε ἄλλα ἐψηφίζετο αὐτῷ πολλὰ ἡ βουλή, καὶ ὄπτιμον, εἴτʼ οὖν ἄριστον, ἐπωνόμασεν. ἐβάδιζεν ἀεὶ μετὰ παντὸς τοῦ στρατοῦ πεζῇ, διεκόσμει τε αὐτοὺς κατὰ πᾶσαν τὴν πορείαν καὶ διέταττεν ἄλλοτε ἄλλως ἄγων, τούς τε ποταμούς, ὅσους γε καὶ ἐκεῖνοι, πεζῇ διέβαινε. καὶ ἔστιν ὅτε καὶ ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἐποίει, ἵνʼ ἅμα τε τὰ τακτικὰ μελετῷεν καὶ ἕτοιμοι πρὸς πάντα καὶ ἀνέκπληκτοι εἶεν. καὶ ὠνομάσθη μέν, ἐπειδὴ καὶ τὴν Νίσιβιν εἷλε καὶ τὰς Βάτνας, Παρθικός, πολλῷ δὲ μᾶλλον ἐπὶ τῇ τοῦ ὀπτίμου προσηγορίᾳ ἢ ταῖς ἄλλαις συμπάσαις, ἅτε καὶ τῶν τρόπων αὐτοῦ μᾶλλον ἢ τῶν ὅπλων οὔσῃ, ἐσεμνύνετο.
ὅτι ὁ Τραϊανὸς φρουρὰς ἐν τοῖς ἐπικαίροις καταλιπὼν ἦλθεν ἐς Ἔδεσσαν, κἀνταῦθα πρῶτον Αὔγαρον εἶδεν. πρότερον μὲν γὰρ καὶ πρέσβεις καὶ δῶρα τῷ βασιλεῖ πολλάκις ἔπεμψεν, αὐτὸς δὲ ἄλλοτε κατʼ ἄλλας προφάσεις οὐ παρεγένετο, ὥσπερ οὐδὲ ὁ Μάννος ὁ τῆς Ἀραβίας τῆς πλησιοχώρου οὐδὲ ὁ Σποράκης ὁ τῆς Ἀνθεμουσίας φύλαρχος. τότε δὲ τὰ μὲν καὶ ὑπὸ τοῦ υἱέος Ἀρβάνδου καλοῦ καὶ ὡραίου ὄντος καὶ διὰ τοῦτο τῷ Τραϊανῷ ᾠκειωμένου πεισθείς, τὰ δὲ καὶ τὴν παρουσίαν αὐτοῦ φοβηθείς, ἀπήντησέ τε αὐτῷ προσιόντι καὶ ἀπελογήσατο, συγγνώμης τε ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν. καὶ ὁ μὲν φίλος τε ἐκ τούτου τῷ Τραϊανῷ ἐγένετο καὶ εἱστίασεν αὐτόν, ἔν τε τῷ δείπνῳ παῖδα ἑαυτοῦ ὀρχησόμενον βαρβαρικῶς πως παρήγαγεν.
ὅτι τοῦ Τραϊανοῦ ἐς Μεσοποταμίαν ἐλθόντος, καὶ τοῦ Μάννου ἐπικηρυκευσαμένου, καὶ τοῦ Μανισάρου πρέσβεις ὑπὲρ εἰρήνης διὰ τὸ τὸν Ὀρρόην ἐπιστρατεύειν αὐτῷ πέμψαντος καὶ τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας ἑαλωκυίας ἀποστῆναι ἑτοίμως ἔχοντος, οὔτε ἐκείνῳ πιστεύσειν τι ἔφη πρὶν ἂν ἐλθὼν πρὸς αὐτόν, ὥσπερ ὑπισχνεῖτο, τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσῃ, καὶ τὸν Μάννον ὑπώπτευεν ἄλλως τε καὶ ὅτι συμμαχίαν Μηβαρσάπῃ τῷ τῆς Ἀδιαβηνῆς βασιλεῖ πέμψας πᾶσαν αὐτὴν ὑπὸ τῶν Ῥωμαίων ἀπεβεβλήκει· διόπερ οὐδὲ τότε ἐπιόντας αὐτοὺς ὑπέμεινεν, ἀλλʼ ἐς τὴν Ἀδιαβηνὴν πρὸς ἐκείνους ἐξεχώρησε. καὶ οὕτω τά τε Σίγγαρα καὶ ἄλλα τινὰ ἀμαχεὶ διὰ τοῦ Λουσίου κατεσχέθη.
διατρίβοντος δὲ αὐτοῦ ἐν Ἀντιοχείᾳ σεισμὸς ἐξαίσιος γίνεται· καὶ πολλαὶ μὲν ἔκαμον πόλεις, μάλιστα δὲ ἡ Ἀντιόχεια ἐδυστύχησεν. ἅτε γὰρ τοῦ Τραϊανοῦ ἐκεῖ χειμάζοντος, καὶ πολλῶν μὲν στρατιωτῶν πολλῶν δὲ ἰδιωτῶν κατά τε δίκας καὶ κατὰ πρεσβείας ἐμπορίαν τε καὶ θεωρίαν πανταχόθεν συμπεφοιτηκότων, οὔτε ἔθνος οὐδὲν οὔτε δῆμος οὐδεὶς ἀβλαβὴς ἐγένετο, καὶ οὕτως ἐν τῇ Ἀντιοχείᾳ πᾶσα ἡ οἰκουμένη ἡ ὑπὸ τοῖς Ῥωμαίοις οὖσα ἐσφάλη. ἐγένοντο μὲν οὖν καὶ κεραυνοὶ πολλοὶ καὶ ἀλλόκοτοι ἄνεμοι· ἀλλʼ οὔτι καὶ προσεδόκησεν ἄν τις ἐκ τούτων τοσαῦτα κακὰ γενήσεσθαι. πρῶτον μὲν γὰρ μύκημα ἐξαπίνης μέγα ἐβρυχήσατο, ἔπειτα βρασμὸς ἐπʼ αὐτῷ βιαιότατος ἐπεγένετο, καὶ ἄνω μὲν ἡ γῆ πᾶσα ἀνεβάλλετο, ἄνω δὲ καὶ τὰ οἰκοδομήματα ἀνεπήδα, καὶ τὰ μὲν ἀνέκαθεν ἐπαιρόμενα συνέπιπτε καὶ κατερρήγνυτο, τὰ δὲ καὶ δεῦρο καὶ ἐκεῖσε κλονούμενα ὥσπερ ἐν σάλῳ περιετρέπετο, καὶ ἐπὶ πολὺ καὶ τοῦ ὑπαίθρου προσκατελάμβανεν. ὅ τε κτύπος θραυομένων καὶ καταγνυμένων ξύλων ὁμοῦ κεράμων λίθων ἐκπληκτικώτατος ἐγίνετο, καὶ ἡ κόνις πλείστη ὅση ἠγείρετο, ὥστε μήτε ἰδεῖν τινα μήτε εἰπεῖν μήτʼ ἀκοῦσαί τι δύνασθαι. τῶν δὲ δὴ ἀνθρώπων πολλοὶ μὲν καὶ ἐκτὸς τῶν οἰκιῶν ὄντες ἐπόνησαν· ἀναβαλλόμενοί τε γὰρ καὶ ἀναρριπτούμενοι βιαίως, εἶθʼ ὥσπερ ἀπὸ κρημνοῦ φερόμενοι προσηράσσοντο, καὶ οἱ μὲν ἐπηροῦντο οἱ δὲ ἔθνησκον. καί τινα καὶ δένδρα αὐταῖς ῥίζαις ἀνέθορε. τῶν δὲ ἐν ταῖς οἰκίαις καταληφθέντων ἀνεξεύρετος ἀριθμὸς ἀπώλετο· παμπόλλους μὲν γὰρ καὶ αὐτὴ ἡ τῶν συμπιπτόντων ῥύμη ἔφθειρε, παμπληθεῖς δὲ καὶ τὰ χώματα ἔπνιξεν. ὅσοι δὲ δὴ μέρους τοῦ σώματός σφων ὑπὸ λίθων ἢ ξύλων κρατούμενοι ἔκειντο, δεινῶς ἐταλαιπώρησαν, μήτε ζῆν ἔτι μήτʼ ἀποθανεῖν αὐτίκα δυνάμενοι. καὶ ἐσώθησαν γὰρ ὅμως καὶ ἐκ τούτων, ἅτε καὶ ἐν ἀμυθήτῳ πλήθει, συχνοί, οὐδὲ ἐκεῖνοι πάντες ἀπαθεῖς ὑπεχώρησαν. συχνοὶ μὲν γὰρ σκελῶν συχνοὶ δὲ ὤμων ἐστερήθησαν, ἄλλοι κεφαλῆς ....... ἄλλοι αἷμα ἤμουν, ὧν εἷς καὶ ὁ Πέδων ὁ ὕπατος ἐγένετο· καὶ εὐθύς τε γὰρ ἀπέθανε. συνελόντι δὲ εἰπεῖν, οὐδὲν τὸ παράπαν βιαίου πάθους τότε τοῖς ἀνθρώποις ἐκείνοις οὐ συνηνέχθη. καὶ ἐπὶ πολλὰς μὲν ἡμέρας καὶ νύκτας σείοντος τοῦ θεοῦ ἐν ἀπόροις καὶ ἀμηχάνοις ἦσαν οἱ ἄνθρωποι, οἱ μὲν ὑπὸ τῶν ἐρειπομένων οἰκοδομημάτων καταχωννύμενοι καὶ φθειρόμενοι, οἱ δὲ καὶ λιμῷ ἀπολλύμενοι, ὅσοις συνέβη ἐν διακένῳ τινί, τῶν ξύλων οὕτω κλιθέντων, ἢ καὶ ἐν ἁψιδοειδεῖ τινι μεταστυλίῳ σωθῆναι. καταστάντος δέ ποτε τοῦ κακοῦ θαρσήσας τις ἐπιβῆναι τῶν πεπτωκότων γυναικὸς ζώσης ᾔσθετο. αὕτη δὲ ἦν οὐ μόνη, ἀλλὰ καὶ βρέφος εἶχε, καὶ τρέφουσα τῷ γάλακτι καὶ ἑαυτὴν καὶ τὸ παιδίον ἀντήρκεσεν. ἐκείνην τε οὖν ἀνορύξαντες ἀνεσώσαντο μετὰ τοῦ τέκνου, κἀκ τούτου καὶ τἆλλα ἀνηρεύνων, ἐν οἷς ζῶντα μὲν οὐδένα ἔτι, πλὴν παιδίου πρὸς μαστῷ τὴν μητέρα καὶ τεθνηκυῖαν θηλάζοντος, εὑρεῖν ἠδυνήθησαν, τοὺς δὲ νεκροὺς ἐξέλκοντες οὐκέτʼ οὐδὲ ἐπὶ τῇ σφετέρᾳ σωτηρίᾳ ἔχαιρον.
τοσαῦτα μὲν τότε πάθη τὴν Ἀντιόχειαν κατειλήφει· Τραϊανὸς δὲ διέφυγε μὲν διὰ θυρίδος ἐκ τοῦ οἰκήματος ἐν ᾧ ἦν, προσελθόντος αὐτῷ μείζονός τινος ἢ κατὰ ἄνθρωπον καὶ ἐξαγαγόντος αὐτόν, ὥστε μικρὰ ἄττα πληγέντα περιγενέσθαι, ὡς δʼ ἐπὶ πλείους ἡμέρας ὁ σεισμὸς ἐπεῖχεν, ὑπαίθριος ἐν τῷ ἱπποδρόμῳ διῆγεν. ἐσείσθη δὲ καὶ αὐτὸ τὸ Κάσιον οὕτως ὥστε τὰ ἄκρα αὐτοῦ καὶ ἐπικλίνεσθαι καὶ ἀπορρήγνυσθαι καὶ ἐς αὐτὴν τὴν πόλιν ἐσπίπτειν δοκεῖν. ὄρη τε ἄλλα ὑφίζησε, καὶ ὕδωρ πολὺ μὲν οὐκ ὂν πρότερον ἀνεφάνη, πολὺ δὲ καὶ ῥέον ἐξέλιπε.
Τραϊανὸς δὲ ἐς τὴν τῶν πολεμίων ὑπὸ τὸ ἔαρ ἠπείχθη. ἐπεὶ δὲ ἡ χώρα ἡ πρὸς τῷ Τίγριδι ἄφορος ναυπηγησίμων ξύλων ἐστί, τὰ πλοῖα, ἃ ἐν ταῖς ὕλαις ταῖς περὶ τὴν Νίσιβιν ἐπεποίητο, ἐπὶ τὸν ποταμὸν ἤγαγεν ἐφʼ ἁμάξαις· οὕτω γάρ πως κατεσκεύαστο ὥστε διαλύεσθαι καὶ συμπήγνυσθαι. καὶ ἔζευξεν αὐτὸν κατὰ τὸ Καρδύηνον ὄρος ἐπιπονώτατα· οἱ γὰρ βάρβαροι ἀντικαταστάντες ἐκώλυον. ἀλλʼ ἦν γὰρ πολλὴ τῷ Τραϊανῷ καὶ τῶν νεῶν καὶ τῶν στρατιωτῶν περιουσία, αἱ μὲν ἐζεύγνυντο πολλῷ τάχει, αἱ δὲ πρὸ ἐκείνων ἀνεκώχευον ὁπλίτας τε καὶ τοξότας φέρουσαι, ἕτεραι δὲ ἔνθεν καὶ ἔνθεν ὡς διαβησόμεναι ἐπείρων. ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς ἐκπλήξεως τοῦ τοσαύτας ἅμα ναῦς ἀθρόας ἐξ ἠπείρου ἀξύλου ἀναφανῆναι ἐνέδοσαν οἱ βάρβαροι.
καὶ ἐπεραιώθησαν οἱ Ῥωμαῖοι, καὶ τήν τε Ἀδιαβηνὴν ἅπασαν παρεστήσαντο — ἔστι δὲ τῆς Ἀσσυρίας τῆς περὶ Νίνον μέρος αὕτη, καὶ τά τε Ἄρβηλα καὶ τὰ Γαυγάμηλα, παρʼ οἷς ὁ Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε, ταῦτα τῆσδέ ἐστι· καί που καὶ Ἀτυρία διὰ τοῦτο βαρβαριστί, τῶν σίγμα ἐς τὸ ταῦ μεταπεσόντων, ἐκλήθη.
ὅτι Ἀδήνυστραι τεῖχος ἦν ἰσχυρόν, πρὸς ὃ Σέντιός τις ἑκατόνταρχος πεμφθεὶς πρὸς τὸν Μηβαρσάπην πρεσβευτὴς καὶ δεθεὶς ὑπʼ αὐτοῦ, ἔν τε τῷ χωρίῳ ἐκείνῳ ὤν, ἔπειτʼ ἐπειδὴ οἱ Ῥωμαῖοι ἐπλησίασαν αὐτῷ, τῶν τε συνδεσμωτῶν τινας παρεσκεύασε, καὶ μετʼ αὐτῶν ἔκ τε τῶν δεσμῶν διαδρὰς καὶ τὸν φρούραρχον ἀποκτείνας ἀνέῳξε τὰς πύλας τοῖς ὁμοφύλοις.
καὶ μετὰ ταῦτα καὶ μέχρι τῆς Βαβυλῶνος αὐτῆς ἐχώρησαν κατὰ πολλὴν τῶν κωλυσόντων αὐτοὺς ἐρημίαν, ἅτε καὶ τῆς τῶν Πάρθων δυνάμεως ἐκ τῶν ἐμφυλίων πολέμων ἐφθαρμένης καὶ τότε ἔτι στασιαζούσης.
Κοκκειανὸς δὲ Κάσιος Δίων, γραφαῖς Λατίνων τετρακοσίων ἔγραψε ταύτην σταδίων εἶναι.
ἔνθα μέντοι τήν τε ἄσφαλτον εἶδε Τραϊανὸς ἐξ ἧς τὰ τείχη Βαβυλῶνος ᾠκοδόμητο — τοσαύτην γὰρ ἀσφάλειαν πλίνθοις ὀπταῖς ἢ καὶ λίθοις λεπτοῖς συμμιχθεῖσα παρέχεται ὥστε καὶ πέτρας καὶ σιδήρου παντὸς ἰσχυρότερα αὐτὰ ποιεῖν —, καὶ τὸ στόμιον ἐθεάσατο ἐξ οὗ πνεῦμα δεινὸν ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῷον πᾶν δὲ πετεινὸν ἀποφθείρειν, εἰ καὶ ἐφʼ ὁποσονοῦν ὄσφροιτό τι αὐτοῦ. καὶ εἴπερ ἐπὶ πολὺ ἄνω ἐχώρει ἢ καὶ πέριξ ἐσκεδάννυτο, οὐδʼ ἂν ᾠκεῖτο ὁ χῶρος· νῦν δὲ αὐτὸ ἐν ἑαυτῷ ἀνακυκλούμενον κατὰ χώραν μένει. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα σώζεται καὶ τὰ πέριξ νεμόμενα. εἶδον ἐγὼ τοιοῦτον ἕτερον ἐν Ἱεραπόλει τῆς Ἀσίας, καὶ ἐπειράθην αὐτοῦ διʼ ὀρνέων, αὐτός τε ὑπερκύψας καὶ αὐτὸς ἰδὼν τὸ πνεῦμα· κατακέκλειταί τε γὰρ ἐν δεξαμενῇ τινι, καὶ θέατρον ὑπὲρ αὐτοῦ ᾠκοδόμητο, φθείρει τε πάντα τὰ ἔμψυχα πλὴν τῶν ἀνθρώπων τῶν τὰ αἰδοῖα ἀποτετμημένων. οὐ μὴν καὶ τὴν αἰτίαν αὐτοῦ συννοῆσαι ἔχω, λέγω δὲ ἅ τε εἶδον ὡς εἶδον καὶ ἃ ἤκουσα ὡς ἤκουσα.
Τραϊανὸς δὲ ἐβουλεύσατο μὲν τὸν Εὐφράτην κατὰ διώρυχα ἐς τὸν Τίγριν ἐσαγαγεῖν, ἵνα τὰ πλοῖα διʼ αὐτῆς κατελθόντα τὴν γέφυραν αὐτῷ ποιῆσαι παράσχῃ· μαθὼν δὲ ὅτι πολὺ ὑψηλότερος τοῦ Τίγριδός ἐστι, τοῦτο μὲν οὐκ ἔπραξε, φοβηθεὶς μὴ καὶ ἄπλουν τὸν Εὐφράτην ἀπεργάσηται ἀθρόου τοῦ ῥεύματος ἐς τὸ κάταντες φερομένου, ὑπερενεγκὼν δὲ τὰ πλοῖα ὁλκοῖς διὰ τοῦ μέσου τῶν ποταμῶν ἐλαχίστου ὄντος — τὸ γὰρ ῥεῦμα τὸ τοῦ Εὐφράτου πᾶν ἔς θʼ ἕλος ἐκπίπτει καὶ ἐκεῖθέν πως τῷ Τίγριδι συμμίγνυται — τὸν Τίγριν ἐπεραιώθη, καὶ ἐς τὴν Κτησιφῶντα ἐσῆλθε, παραλαβών τε αὐτὴν αὐτοκράτωρ ἐπωνομάσθη καὶ τὴν ἐπίκλησιν τοῦ Παρθικοῦ ἐβεβαιώσατο. ἐψηφίσθη δὲ αὐτῷ παρὰ τῆς βουλῆς τά τε ἄλλα, καὶ νικητήρια ὅσα ἐθελήσει διεορτάσαι. ἑλὼν δὲ τὴν Κτησιφῶντα ἐπεθύμησεν ἐς τὴν Ἐρυθρὰν θάλασσαν καταπλεῦσαι. αὕτη δὲ τοῦ τε ὠκεανοῦ μοῖρά ἐστι, καὶ ἀπό τινος ἐνδυναστεύσαντός ποτε ἐν αὐτῇ οὕτω κέκληται. καὶ τὴν μὲν νῆσον τὴν ἐν τῷ Τίγριδι τὴν Μεσήνην, ἧς Ἀθάμβηλος ἐβασίλευεν, ἀπόνως ᾠκειώσατο, ὑπὸ δὲ δὴ χειμῶνος τῆς τε τοῦ Τίγριδος ὀξύτητος καὶ τῆς τοῦ ὠκεανοῦ ἀναρροίας ἐκινδύνευσε.
ὅτι ὁ Ἀθάμβηλος ὁ τῆς νήσου ἄρχων τῆς ἐν τῷ Τίγριδι οὔσης πιστὸς διέμεινεν τῷ Τραϊανῷ, καίπερ ὑποτελεῖν προσταχθείς, καὶ οἱ τὸν Χάρακα τὸν Σπασίνου καλούμενον οἰκοῦντες — ἐν δὲ δὴ τῇ τοῦ Ἀθαμβήλου ἐπικρατείᾳ ἦσαν — καὶ φιλικῶς αὐτὸν ὑπεδέξαντο.
κἀντεῦθεν ἐπʼ αὐτὸν τὸν ὠκεανὸν ἐλθών, τήν τε φύσιν αὐτοῦ καταμαθὼν καὶ πλοῖόν τι ἐς Ἰνδίαν πλέον ἰδών, εἶπεν ὅτι «πάντως ἂν καὶ ἐπὶ τοὺς Ἰνδούς, εἰ νέος ἔτι ἦν, ἐπεραιώθην». Ἰνδούς τε γὰρ ἐνενόει, καὶ τὰ ἐκείνων πράγματα ἐπολυπραγμόνει, τόν τε Ἀλέξανδρον ἐμακάριζε. καίτοι ἔλεγε καὶ ἐκείνου περαιτέρω προκεχωρηκέναι, καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλε, μὴ δυνηθεὶς μηδὲ ἃ ἐκεχείρωτο σῶσαι. καὶ ἐπʼ αὐτῷ ἄλλα τε ἔλαβε, καὶ ἐπινίκια ὅσων ἂν ἐθελήσῃ ἐθνῶν πέμψαι· διὰ γὰρ τὸ πλῆθος τῶν ἀεί σφισι γραφομένων οὔτε συνεῖναί τινα αὐτῶν οὔτε ὀνομάσαι καλῶς ἐδύναντο. καὶ οἱ μὲν ἁψῖδα αὐτῷ τροπαιοφόρον πρὸς πολλοῖς ἄλλοις ἐν αὐτῇ τῇ ἀγορᾷ αὐτοῦ παρεσκεύαζον, καὶ ἡτοιμάζοντο ὡς πορρωτέρω ἀπαντήσοντες εἰ ἐπανίοι· ἔμελλε δʼ ἄρα μήτε ἐς τὴν Ῥώμην ἔτι ἀφίξεσθαι μήτε ἄξιόν τι τῶν προκατειργασμένων πράξειν, καὶ προσέτι καὶ αὐτὰ ἐκεῖνα ἀπολέσειν. ἐν γὰρ τῷ χρόνῳ ἐν ᾧ ἐπὶ τὸν ὠκεανὸν κατέπλει καὶ ἐκεῖθεν αὖθις ἀνεκομίζετο, πάντα τὰ ἑαλωκότα ἐταράχθη καὶ ἀπέστη, καὶ τοὺς παρὰ σφίσιν ἕκαστοι φρουροὺς οἱ μὲν ἐξέβαλλον οἱ δʼ ἀπεκτίννυσαν.
μαθὼν δὲ ταῦτα ὁ Τραϊανὸς ἐν Βαβυλῶνι — καὶ γὰρ ἐκεῖσε ἦλθε κατά τε τὴν φήμην, ἧς οὐδὲν ἄξιον εἶδεν ὅ τι μὴ χώματα καὶ λίθους καὶ ἐρείπια, καὶ διὰ τὸν Ἀλέξανδρον, ᾧ καὶ ἐνήγισεν ἐν τῷ οἰκήματι ἐν ᾧ ἐτετελευτήκει—μαθὼν δὲ ταῦτα τόν τε Λούσιον καὶ τὸν Μάξιμον ἐπὶ τοὺς ἀφεστηκότας ἔπεμψε. καὶ οὗτος μὲν ἀπέθανεν ἡττηθεὶς μάχῃ, Λούσιος δὲ ἄλλα τε πολλὰ κατώρθωσε καὶ τὴν Νίσιβιν ἀνέλαβε, τήν τε Ἔδεσσαν ἐξεπολιόρκησε καὶ διέφθειρε καὶ ἐνέπρησεν. ἑάλω δὲ καὶ ἡ Σελεύκεια πρός τε Ἐρυκίου Κλάρου καὶ πρὸς Ἰουλίου Ἀλεξάνδρου ὑποστρατήγων, καὶ ἐκαύθη. Τραϊανὸς δὲ φοβηθεὶς μὴ καὶ οἱ Πάρθοι τι νεοχμώσωσι, βασιλέα αὐτοῖς ἴδιον δοῦναι ἠθέλησε, καὶ ἐς Κτησιφῶντα ἐλθὼν συνεκάλεσεν ἐς πεδίον τι μέγα πάντας μὲν τοὺς Ῥωμαίους πάντας δὲ τοὺς Πάρθους τοὺς ἐκεῖ τότε ὄντας, καὶ ἐπὶ βῆμα ὑψηλὸν ἀναβάς, καὶ μεγαληγορήσας ὑπὲρ ὧν καὶ κατειργάσατο, Παρθαμασπάτην τοῖς Πάρθοις βασιλέα ἀπέδειξε, τὸ διάδημα αὐτῷ ἐπιθείς.
ὅτι τῷ Οὐολογαίσῳ τῷ Σανατρούκου παιδὶ ἀντιπαραταξαμένῳ τοῖς περὶ Σεουῆρον, καὶ διοκωχὴν πρὶν συμμῖξαί σφισιν αἰτήσαντι καὶ λαβόντι, πρέσβεις τε πρὸς αὐτὸν ἀπέστειλε καὶ μέρος τι τῆς Ἀρμενίας ἐπὶ τῇ εἰρήνῃ ἐχαρίσατο.
μετὰ δὲ ταῦτα ἐς τὴν Ἀραβίαν ἦλθε, καὶ τοῖς Ἀτρηνοῖς, ἐπειδὴ καὶ αὐτοὶ ἀφειστήκεσαν, ἐπεχείρησε. καὶ ἔστι μὲν οὔτε μεγάλη οὔτε εὐδαίμων ἡ πόλις· ἥ τε πέριξ χώρα ἔρημος ἐπὶ πλεῖστόν ἐστι, καὶ οὔθʼ ὕδωρ, ὅ τι μὴ βραχὺ καὶ τοῦτο δυσχερές, οὔτε ξύλον οὔτε χιλὸν ἴσχει. καὶ πρός τε αὐτῶν τούτων, ἀδύνατον τὴν προσεδρείαν πλήθει ποιούντων, πρός τε τοῦ Ἡλίου, ᾧπέρ που καὶ ἀνάκειται, ῥύεται· οὔτε γὰρ ὑπὸ Τραϊανοῦ τότε οὔτε ὑπὸ Σεουήρου ὕστερον ἥλω, καίτοι καὶ καταβαλόντων μέρη τινὰ τοῦ τείχους αὐτῆς . . Τραϊανὸς δὲ τούς τε ἱππέας πρὸς τὸ τεῖχος προπέμψας ἐσφάλη, ὥστε καὶ ἐς τὸ στρατόπεδον αὐτοὺς ἐσαραχθῆναι, καὶ αὐτὸς παριππεύσας βραχυτάτου ἐδέησε τρωθῆναι, καίπερ τὴν βασιλικὴν στολὴν ἀποθέμενος ἵνα μὴ γνωρισθῇ. τῆς δὲ πολιᾶς αὐτοῦ τὸ γαῦρον καὶ τὸ σεμνοπρεπὲς τοῦ προσώπου ἰδόντες ὑπετόπησάν τε εἶναι ὃς ἦν, καὶ ἐπετόξευσαν αὐτῷ, καὶ ἱππέα τινὰ τῶν συνόντων οἱ ἀπέκτειναν. ἐγίνοντο δὲ βρονταί, καὶ ἴριδες ὑπεφαίνοντο, ἀστραπαί τε καὶ ζάλη χάλαζά τε καὶ κεραυνοὶ τοῖς Ῥωμαίοις ἐνέπιπτον, ὁπότε προσβάλοιεν. καὶ ὁπότε οὖν δειπνοῖεν, μυῖαι τοῖς βρώμασι καὶ τοῖς πώμασι προσιζάνουσαι δυσχερείας ἅπαντα ἐνεπίμπλων.
καὶ Τραϊανὸς μὲν ἐκεῖθεν οὕτως ἀπῆλθε, καὶ οὐ πολλῷ ὕστερον ἀρρωστεῖν ἤρχετο· καὶ ἐν τούτῳ οἱ κατὰ Κυρήνην Ἰουδαῖοι, Ἀνδρέαν τινὰ προστησάμενοί σφων, τούς τε Ῥωμαίους καὶ τοὺς Ἕλληνας ἔφθειρον, καὶ τάς τε σάρκας αὐτῶν ἐσιτοῦντο καὶ τὰ ἔντερα ἀνεδοῦντο τῷ τε αἵματι ἠλείφοντο καὶ τὰ ἀπολέμματα ἐνεδύοντο, πολλοὺς δὲ καὶ μέσους ἀπὸ κορυφῆς διέπριον· θηρίοις ἑτέρους ἐδίδοσαν, καὶ μονομαχεῖν ἄλλους ἠνάγκαζον, ὥστε τὰς πάσας δύο καὶ εἴκοσι μυριάδας ἀπολέσθαι. ἔν τε Αἰγύπτῳ πολλὰ ἔδρασαν ὅμοια καὶ ἐν τῇ Κύπρῳ, ἡγουμένου τινός σφισιν Ἀρτεμίωνος· καὶ ἀπώλοντο καὶ ἐκεῖ μυριάδες τέσσαρες καὶ εἴκοσι. καὶ διὰ τοῦτʼ οὐδενὶ Ἰουδαίῳ ἐπιβῆναι αὐτῆς ἔξεστιν, ἀλλὰ κἂν ἀνέμῳ τις βιασθεὶς ἐς τὴν νῆσον ἐκπέσῃ θανατοῦται. ἀλλʼ Ἰουδαίους μὲν ἄλλοι τε καὶ Λούσιος ὑπὸ Τραϊανοῦ πεμφθεὶς κατεστρέψατο.
Τραϊανὸς δὲ παρεσκευάζετο μὲν αὖθις ἐς τὴν Μεσοποταμίαν στρατεῦσαι, ὡς δὲ τῷ νοσήματι ἐπιέζετο, αὐτὸς μὲν ἐς τὴν Ἰταλίαν ὥρμησε πλεῖν, Πούπλιον δὲ Αἴλιον Ἁδριανὸν ἐν τῇ Συρίᾳ κατέλιπε μετὰ τοῦ στρατοῦ. οὕτω μὲν οἱ Ῥωμαῖοι τῆς τε Ἀρμενίας καὶ τῆς Μεσοποταμίας τῆς πλείονος τῶν τε Πάρθων κρατήσαντες μάτην ἐπόνησαν καὶ μάτην ἐκινδύνευσαν· καὶ γὰρ καὶ οἱ Πάρθοι τὸν Παρθαμασπάτην ἀπαξιώσαντες ἐν τῷ σφετέρῳ τρόπῳ ἤρξαντο βασιλεύεσθαι. ἐνόσησε δʼ ὁ Τραϊανός, ὡς μὲν αὐτὸς ὑπώπτευσεν, ἐκ φαρμάκου λήψεως, ὡς δέ τινες λέγουσιν, ἐπισχεθέντος αὐτῷ τοῦ αἵματος ὃ κατʼ ἔτος κάτω διεχώρει· ἐγένετο μὲν γὰρ καὶ ἀπόπληκτος, ὥστε καὶ τοῦ σώματός τι παρεθῆναι, τὸ δʼ ὅλον ὑδρωπίασε. καὶ ἐς Σελινοῦντα τῆς Κιλικίας ἐλθών, ἣν δὴ καὶ Τραϊανούπολιν καλοῦμεν, ἐξαίφνης ἀπέψυξε, μοναρχήσας ἔτη δεκαεννέα καὶ μῆνας ἓξ ἡμέρας τε πεντεκαίδεκα.
Ἁδριανὸς δὲ ὑπὸ μὲν Τραϊανοῦ οὐκ ἐσεποιήθη· ἦν μὲν γὰρ πολίτης αὐτοῦ καὶ ἐπετροπεύθη ὑπʼ αὐτοῦ, γένους θʼ οἱ ἐκοινώνει καὶ ἀδελφιδῆν αὐτοῦ ἐγεγαμήκει, τό τε σύμπαν συνῆν αὐτῷ καὶ συνδιῃτᾶτο, τῇ τε Συρίᾳ ἐπὶ τῷ Παρθικῷ πολέμῳ προσετάχθη, οὐ μέντοι οὔτʼ ἄλλο τι ἐξαίρετον παρʼ αὐτοῦ ἔλαβεν οὔθʼ ὕπατος ἐν πρώτοις ἐγένετο, ἀλλὰ καὶ Καίσαρα αὐτὸν καὶ αὐτοκράτορα τοῦ Τραϊανοῦ ἄπαιδος μεταλλάξαντος ὅ τε Ἀττιανὸς πολίτης αὐτοῦ ὢν καὶ ἐπίτροπος γεγονώς, καὶ ἡ Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας, πλησίον τε ὄντα καὶ δύναμιν πολλὴν ἔχοντα ἀπέδειξαν. ὁ γὰρ πατήρ μου Ἀπρωνιανός, τῆς Κιλικίας ἄρξας, πάντα τὰ κατʼ αὐτὸν ἐμεμαθήκει σαφῶς, ἔλεγε δὲ τά τε ἄλλα ὡς ἕκαστα, καὶ ὅτι ὁ θάνατος τοῦ Τραϊανοῦ ἡμέρας τινὰς διὰ τοῦτο συνεκρύφθη ἵνʼ ἡ ποίησις προεκφοιτήσοι. ἐδηλώθη δὲ τοῦτο καὶ ἐκ τῶν πρὸς τὴν βουλὴν γραμμάτων αὐτοῦ· ταῖς γὰρ ἐπιστολαῖς οὐκ αὐτὸς ἀλλʼ ἡ Πλωτῖνα ὑπέγραψεν, ὅπερ ἐπʼ οὐδενὸς ἄλλου ἐπεποιήκει.
ἦν δέ, ὅτε ἀνηγορεύθη αὐτοκράτωρ, Ἁδριανὸς ἐν τῇ μητροπόλει Συρίας Ἀντιοχείᾳ, ἧς ἦρχεν· ἐδόκει δὲ ὄναρ πρὸ τῆς ἡμέρας ἐκείνης πῦρ ἐκ τοῦ οὐρανοῦ, ἔν τε αἰθρίᾳ καὶ ἐν εὐδίᾳ πολλῇ, ἐς τὴν ἀριστερὰν αὐτοῦ σφαγὴν ἐμπεσεῖν, ἔπειτα καὶ ἐπὶ τὴν δεξιὰν παρελθεῖν, μήτε ἐκφοβῆσαν αὐτὸν μήτε βλάψαν. ἔγραψε δὲ πρὸς τὴν βουλὴν ὁ Ἁδριανὸς ἀξιῶν βεβαιωθῆναι αὑτῷ τὴν ἡγεμονίαν καὶ παρʼ ἐκείνης, καὶ ἀπαγορεύων μηδὲν αὐτῷ μήτε τότε μήτε ἄλλοτε τιμὴν δή τινα φέρον, οἷα εἰώθει γίγνεσθαι, ψηφισθῆναι, πλὴν ἄν τι αὐτός ποτε ἀξιώσῃ. τὰ δὲ τοῦ Τραϊανοῦ ὀστᾶ ἐν τῷ κίονι αὐτοῦ κατετέθη, καὶ αἱ θέαι αἱ Παρθικαὶ ὀνομασθεῖσαι ἐπὶ πολλὰ ἔτη ἐγένοντο· ὕστερον γὰρ καὶ αὕτη, ὥσπερ καὶ ἄλλα πολλά, κατελύθη.
ὅτι ὁ Ἁδριανὸς ἐν ἐπιστολῇ τινι ἔγραψε τά τε ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι ἔξω τῶν τῷ δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· — ἀλλʼ ὅμως διεβλήθη ἐς πολλά. —
Ἁδριανὸς δέ, καίτοι φιλανθρωπότατα ἄρξας, ὅμως διά τινας φόνους ἀρίστων ἀνδρῶν, οὓς ἐν ἀρχῇ τε τῆς ἡγεμονίας καὶ πρὸς τῇ τελευτῇ τοῦ βίου ἐπεποίητο, διεβλήθη, καὶ ὀλίγου διὰ ταῦτʼ οὐδὲ ἐς τοὺς ἥρωας ἀνεγράφη. καὶ οἱ μὲν ἐν τῇ ἀρχῇ φονευθέντες Πάλμας τε καὶ Κέλσος Νιγρῖνός τε καὶ Λούσιος ἦσαν, οἱ μὲν ὡς ἐν θήρᾳ δῆθεν ἐπιβεβουλευκότες αὐτῷ, οἱ δὲ ἐφʼ ἑτέροις δή τισιν ἐγκλήμασιν, οἷα μεγάλα δυνάμενοι καὶ πλούτου καὶ δόξης εὖ ἥκοντες· ἐφʼ οἷς Ἁδριανὸς οὕτω τῶν λογοποιουμένων ᾔσθετο ὥστε καὶ ἀπελογήσατο καὶ ἐπώμοσε μὴ κεκελευκέναι ἀποθανεῖν αὐτούς. οἱ δὲ ἐν τῇ τελευτῇ Σερουιανός τε ὑπῆρχον καὶ ὁ ἔγγονος αὐτοῦ Φοῦσκος.
ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις.
ἦν δὲ Ἁδριανὸς γένος μὲν βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἁδριανοῦ Ἄφρου — οὕτω γὰρ ὠνομάζετο —, φύσει δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα καὶ πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ καταλέλοιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστῳ ἐχρῆτο, καὶ κατὰ τοῦτο καὶ τἆλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὅ τι οὐκ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν, ὁ δὲ δὴ φθόνος αὐτοῦ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε συχνοὺς δὲ καὶ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαουωρῖνον τὸν Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστάς σφων ἐξαίρειν, τοὺς μὲν μηδενὸς τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας· ὅτε Διονύσιος πρὸς τὸν Ἀουίδιον Ἡλιόδωρον, τὸν τὰς ἐπιστολὰς αὐτοῦ διαγαγόντα, εἰπεῖν λέγεται ὅτι «Καῖσαρ χρήματα μέν σοι καὶ τιμὴν δοῦναι δύναται, ῥήτορα δέ σε ποιῆσαι οὐ δύναται», καὶ ὁ Φαουωρῖνος μέλλων παρʼ αὐτῷ περὶ τῆς ἀτελείας ἣν ἐν τῇ πατρίδι ἔχειν ἠξίου δικάσασθαι, ὑποτοπήσας καὶ ἐλαττωθήσεσθαι καὶ προσυβρισθήσεσθαι, ἐσῆλθε μὲν ἐς τὸ δικαστήριον, εἶπε δὲ οὐδὲν ἄλλο ἢ ὅτι «ὁ διδάσκαλός μου ὄναρ τῆς νυκτὸς ταύτης ἐπιστάς μοι ἐκέλευσε λειτουργεῖν τῇ πατρίδι ὡς καὶ ἐκείνῃ γεγεννημένον».
Ἁδριανὸς δὲ τούτων μέν, καίπερ ἀχθεσθείς σφισιν, ἐφείσατο, μηδεμίαν εὔλογον ὀλέθρου κατʼ αὐτῶν ἀφορμὴν λαβών· τὸν δʼ Ἀπολλόδωρον τὸν ἀρχιτέκτονα τὸν τὴν ἀγορὰν καὶ τὸ ᾠδεῖον τό τε γυμνάσιον, τὰ τοῦ Τραϊανοῦ ποιήματα, ἐν τῇ Ῥώμῃ κατασκευάσαντα τὸ μὲν πρῶτον ἐφυγάδευσεν, ἔπειτα δὲ καὶ ἀπέκτεινε, λόγῳ μὲν ὡς πλημμελήσαντά τι, τὸ δʼ ἀληθὲς ὅτι τοῦ Τραϊανοῦ κοινουμένου τι αὐτῷ περὶ τῶν ἔργων εἶπε τῷ Ἁδριανῷ παραλαλήσαντί τι ὅτι «ἄπελθε καὶ τὰς κολοκύντας γράφε· τούτων γὰρ οὐδὲν ἐπίστασαι». ἐτύγχανε δὲ ἄρα τότε ἐκεῖνος τοιούτῳ τινὶ γράμματι σεμνυνόμενος. αὐτοκρατορεύσας οὖν τότε ἐμνησικάκησε καὶ τὴν παρρησίαν αὐτοῦ οὐκ ἤνεγκεν. αὐτὸς μὲν γὰρ τοῦ τῆς Ἀφροδίτης τῆς τε Ῥώμης ναοῦ τὸ διάγραμμα αὐτῷ πέμψας, διʼ ἔνδειξιν ὅτι καὶ ἄνευ ἐκείνου μέγα ἔργον γίγνεσθαι δύναται, ἤρετο εἰ εὖ ἔχοι τὸ κατασκεύασμα· ὁ δʼ ἀντεπέστειλε περί τε τοῦ ναοῦ ὅτι καὶ μετέωρον αὐτὸν καὶ ὑπεκκεκενωμένον γενέσθαι ἐχρῆν, ἵνʼ ἔς τε τὴν ἱερὰν ὁδὸν ἐκφανέστερος ἐξ ὑψηλοτέρου εἴη καὶ ἐς τὸ κοῖλον τὰ μηχανήματα ἐσδέχοιτο, ὥστε καὶ ἀφανῶς συμπήγνυσθαι καὶ ἐξ οὐ προειδότος ἐς τὸ θέατρον ἐσάγεσθαι, καὶ περὶ τῶν ἀγαλμάτων ὅτι μείζονα ἢ κατὰ τὸν τοῦ ὕψους τοῦ μεγάρου λόγον ἐποιήθη· « ἂν γὰρ αἱ θεαί» ἔφη «ἐξαναστήσεσθαί τε καὶ ἐξελθεῖν ἐθελήσωσιν, οὐ δυνηθήσονται». ταῦτα γὰρ ἄντικρυς αὐτοῦ γράψαντος καὶ ἠγανάκτησε καὶ ὑπερήλγησεν ὅτι καὶ ἐς ἀδιόρθωτον ἁμαρτίαν ἐπεπτώκει, καὶ οὔτε τὴν ὀργὴν οὔτε τὴν λύπην κατέσχεν, ἀλλʼ ἐφόνευσεν αὐτόν. καὶ οὕτω γε τῇ φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τελευτήσασι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντʼ αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο.
ᾐτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ τὸ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὸς χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλά, καὶ δήμοις καὶ ἰδιώταις καὶ βουλευταῖς τε καὶ ἱππεῦσι, χαρίσασθαι. οὐδὲ γὰρ ἀνέμενεν αἰτηθῆναί τι, ἀλλὰ πάνυ πάντα πρὸς τὴν ἑκάστου χρείαν ἐποίει. καὶ τά τε στρατιωτικὰ ἀκριβέστατα ἤσκησεν, ὥστʼ ἰσχύοντα μήτʼ ἀπειθεῖν μήτε ὑβρίζειν, καὶ τὰς πόλεις τάς τε συμμαχίδας καὶ τὰς ὑπηκόους μεγαλοπρεπέστατα ὠφέλησε. πολλὰς μὲν γὰρ καὶ εἶδεν αὐτῶν, ὅσας οὐδεὶς ἄλλος αὐτοκράτωρ, πάσαις δὲ ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ ταῖς δὲ λιμένας σῖτόν τε καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς ἄλλαις ἄλλας διδούς.
ἦγε δὲ καὶ τὸν δῆμον τῶν Ῥωμαίων ἐμβριθῶς μᾶλλον ἢ θωπευτικῶς· καί ποτε ἰσχυρῶς αἰτοῦντί τι ἐν ὁπλομαχίᾳ οὔτε ἔνειμε, καὶ προσέτι ἐκέλευσε τοῦτο δὴ τὸ τοῦ Δομιτιανοῦ κηρυχθῆναι «σιωπήσατε». οὐκ ἐλέχθη μὲν γάρ· ὁ γὰρ κῆρυξ ἀνατείνας τὴν χεῖρα καὶ ἐξ αὐτοῦ τούτου ἡσυχάσας, ὥσπερ εἰώθασι ποιεῖν — οὐ γὰρ ἔστιν ὁπότε ὑπὸ κηρύγματος σιγάζονται —, ἐπειδὴ ἐσιώπησαν, ἔφη «τοῦτʼ ἐθέλει». καὶ οὐχ ὅτι τινὰ ὀργὴν τῷ κήρυκι ἔσχεν, ἀλλὰ καὶ ἐτίμησεν αὐτὸν ὅτι τὴν δυσχέρειαν τοῦ κελεύσματος οὐκ ἐξέφησεν. ἔφερε γὰρ τὰ τοιαῦτα, καὶ οὐκ ἠγανάκτει εἴ τι καὶ παρὰ γνώμην καὶ πρὸς τῶν τυχόντων ὠφελοῖτο. ἀμέλει γυναικὸς παριόντος αὐτοῦ ὁδῷ τινι δεομένης, τὸ μὲν πρῶτον εἶπεν αὐτῇ ὅτι «οὐ σχολάζω», ἔπειτα ὡς ἐκείνη ἀνακραγοῦσα ἔφη «καὶ μὴ βασίλευε», ἐπεστράφη τε καὶ λόγον αὐτῇ ἔδωκεν.
ἔπραττε δὲ καὶ διὰ τοῦ βουλευτηρίου πάντα τὰ μεγάλα καὶ ἀναγκαιότατα, καὶ ἐδίκαζε μετὰ τῶν πρώτων τοτὲ μὲν ἐν τῷ παλατίῳ τοτὲ δὲ ἐν τῇ ἀγορᾷ τῷ τε Πανθείῳ καὶ ἄλλοθι πολλαχόθι, ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γιγνόμενα. καὶ τοῖς ὑπάτοις ἔστιν ὅτε δικάζουσι συνεγίγνετο, ἔν τε ταῖς ἱπποδρομίαις αὐτοὺς ἐτίμα. καὶ οἴκαδε ἀνακομιζόμενος ἐν φορείῳ ἐφέρετο, ὅπως μηδένα συνακολουθοῦντά οἱ ἐνοχλοίη. ἐν δὲ ταῖς μήτε ἱεραῖς μήτε δημοσίοις ἡμέραις οἴκοι ἔμενε, καὶ οὐδένα οὐδʼ ὅσον ἀσπάσασθαι προσεδέχετο, εἰ μή τι ἀναγκαῖον εἴη, ἵνα μὴ πάνυ ταλαιπωροῖντο. ἀεί τε περὶ ἑαυτὸν καὶ ἐν τῇ Ῥώμῃ καὶ ἔξω τοὺς ἀρίστους εἶχε, καὶ συνῆν σφισι καὶ ἐν τοῖς συμποσίοις, καὶ διὰ τοῦτο καὶ τέταρτος πολλάκις ὠχεῖτο. ἐθήρα δὲ ὁσάκις ἐνεδέχετο, καὶ ἠρίστα ἄνευ οἴνου· καὶ πλείονα ἐσιτεῖτο· πολλάκις δὲ καὶ δικάζων μεταξὺ τροφῆς μετελάμβανεν· ἔπειτα μετὰ πάντων τῶν πρώτων καὶ ἀρίστων ἐδείπνει, καὶ ἦν αὐτῷ τὸ συσσίτιον παντοδαπῶν λόγων πλῆρες. τούς τε πάνυ νοσοῦντας φίλους ἐπεσκέπτετο, καὶ ἑορτάζουσί σφισι συνδιῃτᾶτο, τοῖς τε ἀγροῖς καὶ ταῖς οἰκίαις αὐτῶν ἡδέως ἐχρῆτο· ὅθεν καὶ εἰκόνας πολλοῖς μὲν ἀποθανοῦσι πολλοῖς δὲ καὶ ζῶσιν ἐς τὴν ἀγορὰν ἔστησεν. οὐ μέντοι οὔτε ἐξύβρισέ τις αὐτῶν οὔτʼ ἀπέδοτό τι οὔθʼ ὧν ἔλεγεν οὔθʼ ὧν ἔπραττεν, οἷα οἵ τε Καισάρειοι καὶ οἱ ἄλλοι οἱ περὶ τοὺς αὐτοκράτορας ἔχοντες ποιεῖν εἰώθασι.
ταῦτα περί γε τοῦ τρόπου, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, προείρηκα· λέξω δὲ καὶ τὰ καθʼ ἕκαστον, ὅσα ἀναγκαῖόν ἐστι μνημονεύεσθαι.
ὅτι Ἀλεξανδρέων στασιασάντων οὐκ ἄλλως ἐπαύσαντο, ἕως οὗ ἐπιστολὴν Ἀδριανοῦ ἐδέξαντο ἐπιτιμῶσαν αὐτοῖς· οὕτω που πλέον ἰσχύσει αὐτοκράτορος λόγος τῶν ὅπλων.
ἐλθὼν γὰρ ἐς τὴν Ῥώμην ἀφῆκε τὰ ὀφειλόμενα τῷ τε βασιλικῷ καὶ τῷ δημοσίῳ τῷ τῶν Ῥωμαίων, ἑκκαιδεκαετῆ ὁρίσας χρόνον ἀφʼ οὗ τε καὶ μέχρις οὗ τηρηθήσεσθαι τοῦτʼ ἔμελλεν. ἔν τε τοῖς ἑαυτοῦ γενεθλίοις προῖκα τῷ δήμῳ τὴν θέαν ἀπένειμε καὶ θηρία πολλὰ ἀπέκτεινεν, ὥστε ἐφάπαξ καὶ λέοντας ἑκατὸν καὶ λεαίνας ἴσας πεσεῖν, καὶ δῶρα διὰ σφαιρίων καὶ ἐν τῷ θεάτρῳ καὶ ἐν τῷ ἱπποδρόμῳ χωρὶς μὲν τοῖς ἀνδράσι χωρὶς δὲ ταῖς γυναιξὶ διέρριψε· καὶ γὰρ καὶ λοῦσθαι χωρὶς ἀλλήλων αὐτοῖς προσέταξεν.
ἐν μὲν τῷ ἔτει ἐκείνῳ ταῦτά τε ἐγένετο καὶ ὁ Εὐφράτης ὁ φιλόσοφος ἀπέθανεν ἐθελοντής, ἐπιτρέψαντος αὐτῷ καὶ τοῦ Ἁδριανοῦ κώνειον καὶ διὰ τὸ γῆρας καὶ διὰ τὴν νόσον πιεῖν. Ἁδριανὸς δὲ ἄλλην ἀπʼ ἄλλης διαπορευόμενος ἐπαρχίαν, τάς τε χώρας καὶ τὰς πόλεις ἐπισκεπτόμενος, καὶ πάντα τὰ φρούρια καὶ τὰ τείχη περισκοπῶν τὰ μὲν ἐς ἐπικαιροτέρους τόπους μεθίστη, τὰ δὲ ἔπαυε, τὰ δὲ προσκαθίστατο, αὐτὸς πάντα ἁπλῶς, οὐχ ὅπως τὰ κοινὰ τῶν στρατοπέδων, ὅπλα λέγω καὶ μηχανὰς καὶ τάφρους καὶ περιβόλους καὶ χαρακώματα, ἀλλὰ καὶ τὰ ἴδια ἑνὸς ἑκάστου, καὶ τῶν ἐν τῷ τεταγμένῳ στρατευομένων καὶ τῶν ἀρχόντων αὐτῶν, τοὺς βίους τὰς οἰκήσεις τοὺς τρόπους, καὶ ἐφορῶν καὶ ἐξετάζων· καὶ πολλά γε ἐς τὸ ἁβρότερον ἐκδεδιῃτημένα καὶ κατεσκευασμένα καὶ μετερρύθμισε καὶ μετεσκεύασεν. ἐγύμναζέ τε αὐτοὺς πρὸς πᾶν εἶδος μάχης, καὶ τοὺς μὲν ἐτίμα τοὺς δὲ ἐνουθέτει, πάντας δὲ ἐδίδασκεν ἃ χρὴ ποιεῖν. καὶ ὅπως γε καὶ ὁρῶντες αὐτὸν ὠφελοῖντο, σκληρᾷ τε πανταχοῦ τῇ διαίτῃ ἐχρῆτο, καὶ ἐβάδιζεν ἢ καὶ ἵππευε πάντα, οὐδʼ ἔστιν ὁπότε εἴτε ὀχήματος τότε γε εἴτε τετρακύκλου ἐπέβη· οὐδὲ τὴν κεφαλὴν οὐκ ἐν θάλπει, οὐκ ἐν ῥίγει ἐκαλύφθη, ἀλλὰ καὶ ἐν ταῖς χιόσι ταῖς Κελτικαῖς καὶ ἐν τοῖς καύμασι τοῖς Αἰγυπτιακοῖς γυμνῇ αὐτῇ περιῄει. συνελόντι τε εἰπεῖν, οὕτω καὶ τῷ ἔργῳ καὶ τοῖς παραγγέλμασι πᾶν τὸ στρατιωτικὸν διʼ ὅλης τῆς ἀρχῆς ἤσκησε καὶ κατεκόσμησεν ὥστε καὶ νῦν τὰ τότε ὑπʼ αὐτοῦ ταχθέντα νόμον σφίσι τῆς στρατείας εἶναι. καὶ διὰ τοῦτο καὶ μάλιστα ἐν εἰρήνῃ τὸ πλεῖστον πρὸς τοὺς ἀλλοφύλους διεγένετο· τήν τε γὰρ παρασκευὴν αὐτοῦ ὁρῶντες, καὶ μήτε τι ἀδικούμενοι καὶ προσέτι καὶ χρήματα λαμβάνοντες, οὐδὲν ἐνεόχμωσαν. οὕτω γὰρ καλῶς ἤσκητο τὸ στρατιωτικὸν αὐτῷ ὥστε καὶ τὸ ἱππικὸν τῶν καλουμένων Βατάουων τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξαντο· ἃ ὁρῶντες οἱ βάρβαροι τοὺς μὲν Ῥωμαίους κατεπλήττοντο, τρεπόμενοι δὲ ἐπὶ σφᾶς αὐτοὺς ἐχρῶντο αὐτῷ διαιτητῇ τῶν πρὸς ἀλλήλους διαφορῶν.
ἐποίει δὲ καὶ θέατρα καὶ ἀγῶνας, περιπορευόμενος τὰς πόλεις, ἄνευ τῆς βασιλικῆς μέντοι παρασκευῆς· οὐδὲ γὰρ ἔξω τῆς Ῥώμης ἐχρήσατό ποτε αὐτῇ. τὴν δὲ πατρίδα καίπερ μεγάλα τιμήσας καὶ πολλὰ καὶ ὑπερήφανα αὐτῇ δούς, ὅμως οὐκ εἶδε. περὶ μέντοι τὰς θήρας ἐσπουδακέναι λέγεται· καὶ γὰρ καὶ τὴν κλεῖν ἐν ταύταις κατέαξε καὶ τὸ σκέλος μικροῦ ἐπηρώθη, καὶ πόλιν ἐν τῇ Μυσίᾳ οἰκίσας Ἁδριανοῦ θήρας αὐτὴν ὠνόμασεν. οὐ μέντοι τι παρὰ τοῦτʼ ἄπρακτον τῶν τῇ ἀρχῇ προσηκόντων κατέλιπε. τῆς δὲ περὶ τὰς θήρας σπουδῆς αὐτοῦ καὶ ὁ Βορυσθένης ὁ ἵππος, ᾧ μάλιστα θηρῶν ἠρέσκετο, σημεῖόν ἐστιν· ἀποθανόντι γὰρ αὐτῷ καὶ τάφον κατεσκεύασε καὶ στήλην ἔστησε καὶ ἐπιγράμματα ἐπέγραψεν. ὅθεν οὐ θαυμαστὸν εἰ καὶ τὴν Πλωτῖναν ἀποθανοῦσαν, διʼ ἧς ἔτυχε τῆς ἀρχῆς ἐρώσης αὐτοῦ, διαφερόντως ἐτίμησεν, ὡς καὶ ἐπὶ ἡμέρας ἐννέα μελανειμονῆσαι καὶ ναὸν αὐτῇ οἰκοδομῆσαι καὶ ὕμνους τινὰς ἐς αὐτὴν ποιῆσαι.
ὅτι τῆς Πλωτίνης ἀποθανούσης ἐπῄνει αὐτὴν Ἀδριανός, λέγων ὅτι «πολλὰ παρʼ ἐμοῦ αἰτήσασα οὐδενὸς ἀπέτυχεν». τοῦτο δὲ οὐκ ἄλλως ἔλεγεν, ἀλλʼ ὅτι τοιαῦτα ᾔτει οἷα οὔτε ἐβάρει με οὔτε συνεχώρει ἀντειπεῖν.
οὕτω δὲ περὶ τὴν θήραν ἐπιδέξιος ἦν ὡς καὶ μέγαν ποτὲ σῦν μιᾷ πληγῇ καθελεῖν.
ἀφικόμενος δὲ ἐς τὴν Ἑλλάδα ἐπώπτευσε τὰ μυστήρια.
διὰ δὲ τῆς Ἰουδαίας μετὰ ταῦτα ἐς Αἴγυπτον παριὼν καὶ ἐνήγισε τῷ Πομπηίῳ· πρὸς ὃν καὶ τουτὶ τὸ ἔπος ἀπορρῖψαι λέγεται
τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου. καὶ τὸ μνῆμα αὐτοῦ διεφθαρμένον ἀνῳκοδόμησεν. ἐν δὲ τῇ Αἰγύπτῳ καὶ τὴν Ἀντινόου ὠνομασμένην ἀνῳκοδόμησε πόλιν. ὁ γὰρ Ἀντίνοος ἦν μὲν ἐκ Βιθυνίου πόλεως Βιθυνίδος, ἣν καὶ Κλαυδιούπολιν καλοῦμεν, παιδικὰ δὲ αὐτοῦ ἐγεγόνει, καὶ ἐν τῇ Αἰγύπτῳ ἐτελεύτησεν, εἴτʼ οὖν ἐς τὸν Νεῖλον ἐκπεσών, ὡς Ἁδριανὸς γράφει, εἴτε καὶ ἱερουργηθείς, ὡς ἡ ἀλήθεια ἔχει· τά τε γὰρ ἄλλα περιεργότατος Ἁδριανός, ὥσπερ εἶπον, ἐγένετο, καὶ μαντείαις μαγγανείαις τε παντοδαπαῖς ἐχρῆτο. καὶ οὕτω γε τὸν Ἀντίνοον, ἤτοι διὰ τὸν ἔρωτα αὐτοῦ ἢ ὅτι ἐθελοντὴς ἐθανατώθη — ἑκουσίου γὰρ ψυχῆς πρὸς ἃ ἔπραττεν ἐδεῖτο —, ἐτίμησεν ὡς καὶ πόλιν ἐν τῷ χωρίῳ, ἐν ᾧ τοῦτʼ ἔπαθε, καὶ συνοικίσαι καὶ ὀνομάσαι ἀπʼ αὐτοῦ. καὶ ἐκείνου ἀνδριάντας ἐν πάσῃ ὡς εἰπεῖν τῇ οἰκουμένῃ, μᾶλλον δὲ ἀγάλματα, ἀνέθηκε. καὶ τέλος ἀστέρα τινὰ αὐτός τε ὁρᾶν ὡς καὶ τοῦ Ἀντινόου ὄντα ἔλεγε, καὶ τῶν συνόντων οἱ μυθολογούντων ἡδέως ἤκουεν ἔκ τε τῆς ψυχῆς τοῦ Ἀντινόου ὄντως τὸν ἀστέρα γεγενῆσθαι καὶ τότε πρῶτον ἀναπεφηνέναι.
διὰ ταῦτά τε οὖν ἐσκώπτετο, καὶ ὅτι Παυλίνῃ τῇ ἀδελφῇ ἀποθανούσῃ παραχρῆμα μὲν οὐδεμίαν τιμὴν ἔνειμεν ...
ἐς δὲ τὰ Ἱεροσόλυμα πόλιν αὐτοῦ ἀντὶ τῆς κατασκαφείσης οἰκίσαντος, ἣν καὶ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἐς τὸν τοῦ ναοῦ τοῦ θεοῦ τόπον ναὸν τῷ Διὶ ἕτερον ἀντεγείραντος πόλεμος οὔτε μικρὸς οὔτʼ ὀλιγοχρόνιος ἐκινήθη. Ἰουδαῖοι γὰρ δεινόν τι ποιούμενοι τὸ ἀλλοφύλους τινὰς ἐς τὴν πόλιν σφῶν οἰκισθῆναι καὶ τὸ ἱερὰ ἀλλότρια ἐν αὐτῇ ἱδρυθῆναι, παρόντος μὲν ἔν τε τῇ Αἰγύπτῳ καὶ αὖθις ἐν τῇ Συρίᾳ τοῦ Ἁδριανοῦ ἡσύχαζον, πλὴν καθʼ ὅσον τὰ ὅπλα τὰ ἐπιταχθέντα σφίσιν ἧττον ἐπιτήδεια ἐξεπίτηδες κατεσκεύασαν ὡς ἀποδοκιμασθεῖσιν αὐτοῖς ὑπʼ ἐκείνων χρήσασθαι, ἐπεὶ δὲ πόρρω ἐγένετο, φανερῶς ἀπέστησαν. καὶ παρατάξει μὲν φανερᾷ οὐκ ἐτόλμων διακινδυνεῦσαι πρὸς τοὺς Ῥωμαίους, τὰ δὲ τῆς χώρας ἐπίκαιρα κατελάμβανον καὶ ὑπονόμοις καὶ τείχεσιν ἐκρατύνοντο, ὅπως ἀναφυγάς τε ὁπόταν βιασθῶσιν ἔχωσι καὶ παρʼ ἀλλήλους ὑπὸ γῆν διαφοιτῶντες λανθάνωσι, διατιτράντες ἄνω τὰς ὑπογείους ὁδοὺς ἵνα καὶ ἄνεμον καὶ φέγγος ἐσδέχοιντο. καὶ τὸ μὲν πρῶτον ἐν οὐδενὶ αὐτοὺς λόγῳ οἱ Ῥωμαῖοι ἐποιοῦντο· ἐπεὶ δʼ ἥ τε Ἰουδαία πᾶσα ἐκεκίνητο, καὶ οἱ ἁπανταχοῦ γῆς Ἰουδαῖοι συνεταράττοντο καὶ συνῄεσαν, καὶ πολλὰ κακὰ ἐς τοὺς Ῥωμαίους τὰ μὲν λάθρᾳ τὰ δὲ καὶ φανερῶς ἐνεδείκνυντο, πολλοί τε ἄλλοι καὶ τῶν ἀλλοφύλων ἐπιθυμίᾳ κέρδους σφίσι συνελαμβάνοντο, καὶ πάσης ὡς εἰπεῖν κινουμένης ἐπὶ τούτῳ τῆς οἰκουμένης, τότε δὴ τότε τοὺς κρατίστους τῶν στρατηγῶν ὁ Ἁδριανὸς ἐπʼ αὐτοὺς ἔπεμψεν, ὧν πρῶτος Ἰούλιος Σεουῆρος ὑπῆρχεν, ἀπὸ Βρεττανίας ἧς ἦρχεν ἐπὶ τοὺς Ἰουδαίους σταλείς. ὃς ἄντικρυς μὲν οὐδαμόθεν ἐτόλμησε τοῖς ἐναντίοις συμβαλεῖν, τό τε πλῆθος καὶ τὴν ἀπόγνωσιν αὐτῶν ὁρῶν· ἀπολαμβάνων δʼ ὡς ἑκάστους πλήθει τῶν στρατιωτῶν καὶ τῶν ὑπάρχων, καὶ τροφῆς ἀπείργων καὶ κατακλείων, ἠδυνήθη βραδύτερον μὲν ἀκινδυνότερον δὲ κατατρῖψαι καὶ ἐκτρυχῶσαι καὶ ἐκκόψαι αὐτούς. ὀλίγοι γοῦν κομιδῇ περιεγένοντο. καὶ φρούρια μὲν αὐτῶν πεντήκοντα τά γε ἀξιολογώτατα, κῶμαι δὲ ἐνακόσιαι καὶ ὀγδοήκοντα καὶ πέντε ὀνομαστόταται κατεσκάφησαν, ἄνδρες δὲ ὀκτὼ καὶ πεντήκοντα μυριάδες ἐσφάγησαν ἔν τε ταῖς καταδρομαῖς καὶ ταῖς μάχαις — τῶν τε γὰρ λιμῷ καὶ νόσῳ καὶ πυρὶ φθαρέντων τὸ πλῆθος ἀνεξερεύνητον ἦν —, ὥστε πᾶσαν ὀλίγου δεῖν τὴν Ἰουδαίαν ἐρημωθῆναι, καθάπερ που καὶ πρὸ τοῦ πολέμου αὐτοῖς προεδείχθη· τὸ γὰρ μνημεῖον τοῦ Σολομῶντος, ὃν ἐν τοῖς σεβασμίοις οὗτοι ἄγουσιν, ἀπὸ ταὐτομάτου διελύθη τε καὶ συνέπεσε, καὶ λύκοι ὕαιναί τε πολλαὶ ἐς τὰς πόλεις αὐτῶν ἐσέπιπτον ὠρυόμεναι. πολλοὶ μέντοι ἐν τῷ πολέμῳ τούτῳ καὶ τῶν Ῥωμαίων ἀπώλοντο· διὸ καὶ ὁ Ἁδριανὸς γράφων πρὸς τὴν βουλὴν οὐκ ἐχρήσατο τῷ προοιμίῳ τῷ συνήθει τοῖς αὐτοκράτορσιν, ὅτι «εἰ αὐτοί τε καὶ οἱ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· ἐγὼ καὶ τὰ στρατεύματα ὑγιαίνομεν».
τὸν δὲ Σεουῆρον ἐς Βιθυνίαν ἔπεμψεν, ὅπλων μὲν οὐδέν, ἄρχοντος δὲ καὶ ἐπιστάτου καὶ δικαίου καὶ φρονίμου καὶ ἀξίωμα ἔχοντος δεομένην· ἃ πάντα ἐν ἐκείνῳ ἦν. καὶ ὁ μὲν διήγαγε καὶ διῴκησε καὶ τὰ ἴδια καὶ τὰ κοινὰ αὐτῶν οὕτως ὥσθʼ ἡμᾶς καὶ ἐς δεῦρο ἀεὶ αὐτοῦ μνημονεύειν, τῇ δὲ δὴ βουλῇ καὶ τῷ κλήρῳ ἡ Παμφυλία ἀντὶ τῆς Βιθυνίας ἐδόθη.
ὁ μὲν οὖν τῶν Ἰουδαίων πόλεμος ἐς τοῦτο ἐτελεύτησεν, ἕτερος δὲ ἐξ Ἀλανῶν — εἰσὶ δὲ Μασσαγέται — ἐκινήθη ὑπὸ Φαρασμάνου, καὶ τὴν μὲν Ἀλβανίδα καὶ τὴν Μηδίαν ἰσχυρῶς ἐλύπησε, τῆς δʼ Ἀρμενίας τῆς τε Καππαδοκίας ἁψάμενος, ἔπειτα τῶν Ἀλανῶν τὰ μὲν δώροις ὑπὸ τοῦ Οὐολογαίσου πεισθέντων, τὰ δὲ καὶ Φλάουιον Ἀρριανὸν τὸν τῆς Καππαδοκίας ἄρχοντα φοβηθέντων, ἐπαύσατο.
ὅτι πρεσβευτὰς πεμφθέντας παρὰ τοῦ Οὐολογαίσου καὶ παρὰ τῶν Ἰαζύγων, ἐκείνου μὲν κατηγοροῦντός τινα Φαρασμάνου, τούτων δὲ τὴν εἰρήνην πιστουμένων, ἐς τὸ βουλευτήριον ἐσήγαγε, καὶ παρʼ αὐτοῦ τὰς ἀποκρίσεις ποιήσασθαι ἐπιτραπεὶς συνέγραψέ τε αὐτὰς καὶ ἀνέγνω σφίσιν.
Ἁδριανὸς δὲ τό τε Ὀλύμπιον τὸ ἐν ταῖς Ἀθήναις, ἐν ᾧ καὶ αὐτὸς ἵδρυται, ἐξεποίησε, καὶ δράκοντα ἐς αὐτὸ ἀπὸ Ἰνδίας κομισθέντα ἀνέθηκε· τά τε Διονύσια, τὴν μεγίστην παρʼ αὐτοῖς ἀρχὴν ἄρξας, ἐν τῇ ἐσθῆτι τῇ ἐπιχωρίῳ λαμπρῶς ἐπετέλεσε. τόν τε σηκὸν τὸν ἑαυτοῦ, τὸ Πανελλήνιον ὠνομασμένον, οἰκοδομήσασθαι τοῖς Ἕλλησιν ἐπέτρεψε, καὶ ἀγῶνα ἐπʼ αὐτῷ κατεστήσατο, χρήματά τε πολλὰ καὶ σῖτον ἐτήσιον τήν τε Κεφαλληνίαν ὅλην τοῖς Ἀθηναίοις ἐχαρίσατο. ἐνομοθέτησε δὲ ἄλλα τε πολλά, καὶ ἵνα μηδεὶς βουλευτὴς μήτʼ αὐτὸς μήτε διʼ ἑτέρου τέλος τι μισθῶται. ἐς δὲ τὴν Ῥώμην ἐλθών, ἐπεὶ ἔν τινι θέᾳ βοῶν ὁ δῆμος ἁρματηλάτην τινὰ ἐλευθερωθῆναι ἐδεῖτο, ἀντεῖπε διὰ πινακίου γραφῆς, εἰπὼν ὅτι «οὐ προσήκει ὑμῖν οὔτε παρʼ ἐμοῦ αἰτεῖν ἵνα ἀλλότριον δοῦλον ἐλευθερώσω, οὔτε τὸν δεσπότην αὐτοῦ βιάζεσθαι τοῦτο ποιῆσαι».
ἀρξάμενος δὲ νοσεῖν — αἷμα γὰρ εἰώθει μὲν αὐτῷ καὶ πρότερον διὰ τῆς ῥινὸς προχεῖσθαι, τότε δὲ ἰσχυρῶς ἐπλεόνασεν — ἀπεγνώσθη μὲν βιώσεσθαι, καὶ διὰ τοῦτο Κόμμοδον μὲν Λούκιον, καίτοι αἷμα ἐμοῦντα, Καίσαρα Ῥωμαίοις ἀπέδειξε, Σερουιανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον αὐτοῦ ὡς καὶ ἀγανακτήσαντας ἐπὶ τούτῳ ἐφόνευσε, τὸν μὲν ἐνενηκοντούτην ὄντα τὸν δὲ ὀκτωκαιδεκέτην. πρὶν δὲ ἀποσφαγῆναι, ὁ Σερουιανὸς πῦρ ᾔτησε, καὶ θυμιῶν ἅμα «ὅτι μὲν οὐδὲν ἀδικῶ» ἔφη «ὑμεῖς ὦ θεοὶ ἴστε· περὶ δὲ Ἁδριανοῦ τοσοῦτον μόνον εὔχομαι, ἵνα ἐπιθυμήσας ἀποθανεῖν μὴ δυνηθῇ». καὶ μέντοι καὶ διετέλεσεν Ἁδριανὸς ἐπὶ πλεῖστον νοσῶν, πολλάκις μὲν ἀποσβῆναι εὐξάμενος, πολλάκις δὲ καὶ ἀποκτανεῖν ἑαυτὸν ἐθελήσας. ἔστι γε αὐτοῦ καὶ ἐπιστολὴ αὐτὸ τοῦτο ἐνδεικνυμένη, ὅσον κακόν ἐστιν ἐπιθυμοῦντά τινα ἀποθανεῖν μὴ δύνασθαι. τὸν δὲ Σερουιανὸν τοῦτον Ἁδριανὸς καὶ τῆς αὐταρχίας ἄξιον ἐνόμισεν εἶναι· εἰπὼν γοῦν ποτε ἐν συμποσίῳ τοῖς φίλοις ἵνα αὐτῷ δέκα ἄνδρας μοναρχεῖν δυναμένους ὀνομάσωσιν, εἶτʼ ὀλίγον ἐπισχὼν ἔφη ὅτι «ἐννέα δέομαι μαθεῖν· τὸν γὰρ ἕνα, τοῦτʼ ἔστι Σερουιανόν, ἔχω».
γεγόνασι δὲ καὶ ἄλλοι τότε ἄριστοι ἄνδρες, ὧν ἐπιφανέστατοι Τούρβων τε καὶ Σίμιλις ἤστην, οἳ καὶ ἀνδριᾶσιν ἐτιμήθησαν, Τούρβων μὲν στρατηγικώτατος ἀνήρ, ὃς καὶ ἔπαρχος γεγονώς, εἴτʼ οὖν ἄρχων τῶν δορυφόρων, οὔτε τι ἁβρὸν οὔτε τι ὑπερήφανον ἔπραξεν, ἀλλʼ ὡς εἷς τῶν πολλῶν διεβίω. τά τε γὰρ ἄλλα καὶ τὴν ἡμέραν πᾶσαν πρὸς τῷ βασιλείῳ διέτριβε, καὶ πολλάκις καὶ πρὸ μέσων νυκτῶν πρὸς αὐτὸ ᾔει, ὅτε τινὲς τῶν ἄλλων καθεύδειν ἤρχοντο. ἀμέλει καὶ Κορνήλιος Φρόντων ὁ τὰ πρῶτα τῶν τότε Ῥωμαίων ἐν δίκαις φερόμενος, ἑσπέρας ποτὲ βαθείας ἀπὸ δείπνου οἴκαδε ἐπανιών, καὶ μαθὼν παρά τινος ᾧ συνηγορήσειν ὑπέσχετο δικάζειν αὐτὸν ἤδη, ἔν τε τῇ στολῇ τῇ δειπνίτιδι, ὥσπερ εἶχεν, ἐς τὸ δικαστήριον αὐτοῦ ἐσῆλθε καὶ ἠσπάσατο, οὔτι γε τῷ ἑωθινῷ προσρήματι τῷ χαῖρε, ἀλλὰ τῷ ἑσπερινῷ τῷ ὑγίαινε χρησάμενος. οἴκοι δὲ ὁ Τούρβων οὔποτε ἡμέρας, οὐδὲ νοσήσας, ὤφθη, ἀλλὰ καὶ πρὸς τὸν Ἁδριανὸν συμβουλεύοντα αὐτῷ ἀτρεμῆσαι, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα ἀποθνήσκειν δεῖ. ὁ δὲ δὴ Σίμιλις ἡλικίᾳ μὲν καὶ τάξει προήκων αὐτοῦ ἐν τρόποις οὐδενὸς τῶν πάνυ, ὥς γε ἐγὼ νομίζω, δεύτερος ἦν. ἔξεστι δὲ καὶ ἐξ ὀλιγιστῶν τεκμήρασθαι. τῷ τε γὰρ Τραϊανῷ ἑκατονταρχοῦντα ἔτι αὐτὸν ἐσκαλέσαντί ποτε εἴσω πρὸ τῶν ἐπάρχων ἔφη «αἰσχρόν ἐστι, Καῖσαρ, ἑκατοντάρχῳ σε τῶν ἐπάρχων ἔξω ἑστηκότων διαλέγεσθαι», καὶ τὴν τῶν δορυφόρων ἀρχὴν ἄκων τε ἔλαβε καὶ λαβὼν ἐξίστατο, μόλις τε ἀφεθεὶς ἐν ἀγρῷ ἥσυχος ἐπτὰ ἔτη τὰ λοιπὰ τοῦ βίου διήγαγε, καὶ ἐπί γε τὸ μνῆμα αὑτοῦ τοῦτο ἐπέγραψεν ὅτι «Σίμιλις ἐνταῦθα κεῖται βιοὺς μὲν ἔτη τόσα, ζήσας δὲ ἔτη ἑπτά».
ὅτι ὁ Φάβιος Ἰούλιος μὴ φέρων τὴν τοῦ υἱέος μαλακίαν, ῥῖψαι ἑαυτὸν ἐς τὸν ποταμὸν ἠθέλησεν.
Ἁδριανὸς δὲ φθόῃ τε ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως ἐχρῆτο, καὶ ἀπʼ αὐτῆς καὶ ὑδρωπίασεν. ἐπεὶ δὲ συνέβη τὸν Λούκιον τὸν Κόμμοδον ἐξαίφνης ἐγκαταλειφθῆναι ὑπὸ τοῦ αἵματος πολλοῦ τε καὶ ἀθρόου ἐκπεσόντος, συνεκάλεσε τοὺς πρώτους καὶ ἀξιολόγους τῶν βουλευτῶν οἴκαδε, καὶ κατακείμενος εἶπεν αὐτοῖς τάδε· « ἐμοί, ὦ ἄνδρες φίλοι, γόνον μὲν οὐκ ἔδωκεν ἡ φύσις ποιήσασθαι, νόμῳ δὲ ὑμεῖς ἐδώκατε. διαφέρει δὲ τοῦτο ἐκείνου, ὅτι τὸ μὲν γεννώμενον, ὁποῖον ἂν δόξῃ τῷ δαιμονίῳ, γίγνεται, τὸ δὲ δὴ ποιούμενον αὐθαίρετόν τις αὐτὸς ἑαυτῷ προστίθεται, ὥστε παρὰ μὲν τῆς φύσεως ἀνάπηρον καὶ ἄφρονα πολλάκις δίδοσθαί τινι, παρὰ δὲ τῆς κρίσεως καὶ ἀρτιμελῆ καὶ ἀρτίνουν πάντως αἱρεῖσθαι. καὶ διὰ τοῦτο πρότερον μὲν τὸν Λούκιον ἐξ ἁπάντων ἐξελεξάμην, οἷον οὐδʼ ἂν εὔξασθαι παῖδα ἠδυνήθην ἐμαυτῷ γενέσθαι· ἐπεὶ δὲ ἐκεῖνον τὸ δαιμόνιον ἡμῶν ἀφείλετο, εὗρον ἀντʼ ἐκείνου αὐτοκράτορα ὑμῖν, ὃν δίδωμι, εὐγενῆ πρᾷον εὔεικτον φρόνιμον, μήθʼ ὑπὸ νεότητος προπετὲς μήθʼ ὑπὸ γήρως ἀμελὲς ποιῆσαί τι δυνάμενον, ἠγμένον κατὰ τοὺς νόμους, ἡγεμονευκότα κατὰ τὰ πάτρια, ὥστε μήτε τι ἀγνοεῖν τῶν ἐς τὴν ἀρχὴν φερόντων καὶ πᾶσιν αὐτοῖς καλῶς δύνασθαι χρήσασθαι. λέγω δὲ Αὐρήλιον Ἀντωνῖνον τουτονί· ὃν εἰ καὶ τὰ μάλιστα οἶδα ἀπραγμονέστατόν τε ἀνδρῶν ὄντα καὶ πόρρω τοιαύτης ἐπιθυμίας καθεστηκότα, ἀλλʼ οὔτι γε καὶ ἀφροντιστήσειν οἴομαι οὔτε ἐμοῦ οὔτε ὑμῶν, ἀλλὰ καὶ ἄκοντα τὴν ἀρχὴν ὑποδέξεσθαι».
οὕτω μὲν ὁ Ἀντωνῖνος αὐτοκράτωρ ἐγένετο· ἐπεὶ δὲ ἦν ἄπαις ἀρρένων παίδων, τόν τε Κομμόδου υἱὸν Κόμμοδον ἐσεποίησεν αὐτῷ καὶ ἔτι πρὸς τούτῳ Μᾶρκον Ἄννιον Οὐῆρον, βουληθεὶς ἐπὶ πλεῖστον καὶ τοὺς μετὰ ταῦτα αὐταρχήσοντας ἀποδεῖξαι. ἦν δὲ οὗτος ὁ Ἄννιος Μᾶρκος, ὁ Κατίλιος πρότερον ὀνομαζόμενος, Ἀννίου Οὐήρου τοῦ τρὶς ὑπατεύσαντος καὶ πολιαρχήσαντος ἔγγονος. καὶ ἀμφοτέρους μὲν ἐσποιήσασθαι τῷ Ἀντωνίνῳ ἐκέλευε, προετίμησε δὲ τὸν Οὐῆρον διά τε τὴν συγγένειαν αὐτοῦ καὶ διὰ τὴν ἡλικίαν, καὶ ὅτι φύσιν ψυχῆς ἐρρωμενεστάτην ἤδη ὑπέφαινεν· ἀφʼ οὗ καὶ Οὐηρίσσιμον αὐτόν, πρὸς τὴν τοῦ Ῥωμαϊκοῦ ῥήματος ἔννοιαν κομψευόμενος, ἀπεκάλει.
Ἁδριανὸς δὲ μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκενοῦτό ποτε τοῦ ὑγροῦ, πάλιν δʼ αὐτοῦ διὰ ταχέος ἐπίμπλατο. ἐπεὶ οὖν πρὸς τὸ χεῖρον ἀεὶ ἐπεδίδου καὶ καθʼ ἑκάστην τρόπον τινὰ ἡμέραν ἀπώλλυτο, ἀποθανεῖν ἐπεθύμησε, καὶ ᾔτει μὲν πολλάκις καὶ φάρμακον καὶ ξίφος, ἐδίδου δὲ οὐδείς. ὡς δʼ οὖν οὐδεὶς αὐτῷ καίτοι χρήματα καὶ ἄδειαν ὑπισχνουμένῳ ὑπήκουε, μετεπέμψατο Μάστορα ἄνδρα βάρβαρον Ἰάζυγα, ᾧ αἰχμαλώτῳ γενομένῳ πρὸς τὰς θήρας διά τε ἰσχὺν καὶ διʼ εὐτολμίαν ἐκέχρητο, καὶ τὰ μὲν ἀπειλῶν αὐτῷ τὰ δὲ ὑπισχνούμενος ἠνάγκασεν αὐτὸν ἐπαγγείλασθαι τὴν σφαγήν. καί τι καὶ χωρίον ὑπὸ τὸν μαστόν, πρὸς Ἑρμογένους τοῦ ἰατροῦ ὑποδειχθέν, χρώματί τινι περιέγραψεν, ὅπως κατʼ αὐτὸ πληγεὶς καιρίαν ἀλύπως τελευτήσῃ. ἐπεὶ δʼ οὐδὲ τοῦτο αὐτῷ προεχώρησεν — ὁ γὰρ Μάστωρ φοβηθεὶς τὸ πρᾶγμα καὶ ἐκπλαγεὶς ὑπεχώρησε —, πολλὰ μὲν ἑαυτὸν ἐπὶ τῇ νόσῳ ὠδύρατο πολλὰ δὲ καὶ ἐπὶ τῇ οὐκ ἐξουσίᾳ, ὅτι μὴ οἷός τʼ ἦν ἑαυτὸν ἀναχρήσασθαι, καίτοι τοὺς ἄλλους ἔτι καὶ τότε δυνάμενος· καὶ τέλος τῆς τε ἀκριβείας τῆς κατὰ τὴν δίαιταν ἀπέσχετο, καὶ ταῖς μὴ προσηκούσαις ἐδωδαῖς καὶ ποτοῖς χρώμενος ἐτελεύτησε, λέγων καὶ βοῶν τὸ δημῶδες, ὅτι πολλοὶ ἰατροὶ βασιλέα ἀπώλεσαν.
ἔζησε δὲ ἔτη μὲν δύο καὶ ἑξήκοντα μῆνας δὲ πέντε καὶ ἡμέρας ἐννεακαίδεκα, καὶ ἐμονάρχησεν ἔτη εἴκοσι καὶ μῆνας ἕνδεκα. ἐτάφη δὲ πρὸς αὐτῷ τῷ ποταμῷ, πρὸς τῇ γεφύρᾳ τῇ Αἰλίᾳ· ἐνταῦθα γὰρ τὸ μνῆμα κατεσκευάσατο. τὸ γὰρ τοῦ Αὐγούστου ἐπεπλήρωτο, καὶ οὐκέτι οὐδεὶς ἐν αὐτῷ ἐτέθη.
οὗτος ἐμισήθη μὲν ὑπὸ τοῦ δήμου, καίτοι τἆλλα ἄριστα αὐτῶν ἄρξας, διά τε τοὺς πρώτους καὶ τοὺς τελευταίους φόνους ἅτε καὶ ἀδίκως καὶ ἀνοσίως γενομένους, ἐπεὶ οὕτω γε ἥκιστα φονικὸς ἐγένετο ὥστε καὶ προσκρουσάντων αὐτῷ τινων ἀρκοῦν νομίζειν τὸ ταῖς πατρίσιν αὐτῶν αὐτὸ τοῦτο γράψαι, ὅτι αὐτῷ οὐκ ἀρέσκουσιν. εἴ τέ τινα τῶν τέκνα ἐχόντων ὀφλῆσαι πάντως τι ἔδει, ἀλλʼ οὖν πρός γε τὸν ἀριθμὸν τῶν παίδων καὶ τὰς τιμωρίας αὐτῶν ἐπεκούφιζεν. οὐ μέντοι ἀλλʼ ἡ γερουσία ἐπὶ πολὺ ἀντέσχε, τὰς τιμὰς μὴ ψηφίσασθαι ἐθέλουσα, καὶ αἰτιωμένη τινὰς τῶν ἐπʼ αὐτοῦ πλεονασάντων καὶ διὰ τοῦτο τιμηθέντων, οὓς καὶ κολασθῆναι ἔδει.
Ἰστέον ὅτι τὰ περὶ τοῦ Ἀντωνίνου τοῦ Εὐσεβοῦς ἐν τοῖς ἀντιγράφοις τοῦ Δίωνος οὐχ εὑρίσκεται, παθόντων τι ὡς εἰκὸς τῶν βιβλίων, ὥστε ἀγνοεῖσθαι τὴν κατʼ αὐτὸν ἱστορίαν σχεδὸν σύμπασαν, πλὴν ὅτι τοῦ Λουκίου Κομόδου, ὃν ὁ Ἀδριανὸς ἐποιήσατο, πρὸ τοῦ Ἀδριανοῦ τελευτήσαντος οὗτος παρʼ ἐκείνου καὶ ἐποιήθη καὶ αὐτοκράτωρ ἐγένετο καὶ ὅτι μὴ βουλομένης τῆς γερουσίας τὰς ἡρωικὰς τιμὰς δοῦναι τῷ Ἁδριανῷ τελευτήσαντι διά τινας φόνους ἐπιφανῶν ἀνδρῶν, ὁ Ἀντωνῖνος ἄλλα τε πολλὰ δακρύων καὶ ὀδυρόμενος αὐτοῖς διελέχθη, καὶ τέλος εἶπεν «οὐδὲ ἐγὼ ἄρα ὑμῶν ἄρξω, εἴγε ἐκεῖνος καὶ κακὸς καὶ ἐχθρὸς ὑμῖν καὶ πολέμιος ἐγένετο· πάντα γὰρ δῆλον ὅτι τὰ πραχθέντα ὑπʼ αὐτοῦ, ὧν ἓν καὶ ἡ ἐμὴ ποίησίς ἐστι, καταλύσετε». ἀκούσασα δὲ τοῦτο ἡ γερουσία καὶ αἰδεσθεῖσα τὸν ἄνδρα, τὸ δέ τι καὶ τοὺς στρατιώτας φοβηθεῖσα, ἀπέδωκε τᾷ Ἁδριανῷ τὰς τιμάς.
ταῦτα μόνα περὶ τοῦ Ἀντωνίνου ἐν τῷ Δίωνι σώζεται, καὶ ὅτι Αὔγουστον αὐτὸν καὶ Εὐσεβῆ διὰ τοιαύτην αἰτίαν ἐπωνόμασεν ἡ βουλή, ἐπειδὴ ἐν τῇ ἀρχῇ τῆς αὐτοκρατορίας αὐτοῦ πολλῶν αἰτιαθέντων καί τινων καὶ ὀνομαστὶ ἐξαιτηθέντων ὅμως οὐδένα ἐκόλασεν, εἰπὼν ὅτι «οὐ δεῖ με ἀπὸ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι».
ὅτι Φαρασμάνῃ τῷ Ἴβηρι ἐς τὴν Ῥώμην μετὰ τῆς γυναικὸς ἐλθόντι τήν τε ἀρχὴν ἐπηύξησε καὶ θῦσαι ἐν τῷ Καπιτωλίῳ ἐφῆκεν, ἀνδριάντα τε ἐπὶ ἵππου ἐν τῷ Ἐνυείῳ ἔστησε, καὶ γυμνασίαν αὐτοῦ τε καὶ τοῦ υἱέος τῶν τε ἄλλων πρώτων Ἰβήρων ἐν ὅπλοις εἶδεν.
οὐ σώζεται δὲ οὐδὲ τοῦ μετὰ Ἀντωνῖνον ἄρξαντος Μάρκου Βήρου τὰ πρῶτα τῶν ἱστορουμένων, ὅσα περὶ τὸν Λούκιον τὸν τοῦ Κομόδου υἱόν, ὃν ὁ Μάρκος γαμβρὸν ἐποιήσατο, ἔπραξεν οὗτος αὐτός, καὶ ὅσα οὗτος εἰς τὸν κατὰ Οὐολογαίσου πόλεμον ὑπὸ τοῦ πενθεροῦ πεμφθεὶς ἔδρασε. διὸ βραχέα περὶ τούτων ἐξ ἑτέρων ἀναλεξάμενος βιβλίων ἐρῶ· εἶθʼ οὕτως ἐπὶ τὰ ἑξῆς τοῦ Δίωνος μεταβήσομαι.
ὁ γὰρ Ἀντωνῖνος ὁμολογεῖται παρὰ πάντων καλός τε καὶ ἀγαθὸς γενέσθαι, καὶ οὔτε τῶν ἄλλων ὑπηκόων τισὶ βαρὺς οὔτε Χριστιανοῖς ἐπαχθής, ἀλλὰ πολλήν τινα τούτοις νέμων αἰδώ, καὶ τῇ τοῦ Ἀδριανοῦ τιμῇ, ἣν ἐκεῖνος ἐτίμα Χριστιανούς, προστιθείς. ὁ γὰρ τοῦ Παμφίλου Εὐσέβιος καὶ ἐπιστολάς τινας τοῦ Ἀδριανοῦ ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ παρατίθεται, ἐν αἷς ἐκεῖνος δείκνυται τοῖς λυποῦσί τι ἢ κατηγοροῦσι τῶν Χριστιανῶν δεινὰ ἀπειλῶν, καὶ τὸν Ἡρακλέα ἐπομνύμενος ὡς τεύξονται τιμωρίας. λέγεται δὲ ὁ Ἀντωνῖνος ζητητικὸς γενέσθαι, καὶ μηδὲ περὶ τὰ μικρὰ καὶ τὰ τυχόντα τῆς ἀκριβολογίας ἀφίστασθαι· ὅθεν αὐτὸν οἱ σκώπτοντες καὶ κυμινοπρίστην ἐκάλουν. Κοδρᾶτος δὲ γηραιὸν μέν φησιν αὐτὸν τελευτῆσαι, τὴν δὲ τελευτὴν ἡδίστην αὐτῷ κατʼ ἴσον ὕπνῳ τῷ μαλακωτάτῳ γενέσθαι.
ἐπὶ τοῦ Ἀντωνίνου λέγεται καὶ φοβερώτατος περὶ τὰ μέρη τῆς Βιθυνίας καὶ τοῦ Ἑλλησπόντου σεισμὸς γενέσθαι, καὶ ἄλλας τε πόλεις καμεῖν ἰσχυρῶς καὶ πεσεῖν ὁλοσχερῶς, καὶ ἐξαιρέτως τὴν Κύζικον, καὶ τὸν ἐν αὐτῇ ναὸν μέγιστόν τε καὶ κάλλιστον ναῶν ἁπάντων καταρριφῆναι, ᾧ τετράοργοι μὲν πάχος οἱ κίονες ἦσαν, ὕψος δὲ πεντήκοντα πηχέων, ἕκαστος πέτρας μιᾶς, καὶ τἆλλα τὰ ἐν αὐτῷ ἕκαστον θαυμάσαι πλέον ἢ ἐπαινέσαι. περὶ δὲ τὴν μεσόγειον ἄνω κορυφῆς ὄρους διαστάσης θαλάσσιόν φασιν ἐκχυθῆναι κῦμα, ἐπὶ πολύ τε τῆς γῆς ἐλθεῖν ῥιπιζομένην τὴν ἄχνην ἀκράτου καὶ διαυγοῦς θαλάσσης.
περὶ μὲν οὖν τοῦ Ἀντωνίνου τό γε νῦν ἔχον τοσαῦτα, ἦρξε δὲ εἴκοσι καὶ τέσσαρα ἔτη.
Μάρκος δὲ Ἀντωνῖνος ὁ φιλόσοφος ἐπειδὴ τοῦ ποιησαμένου αὐτὸν τελευτήσαντος Ἀντωνίνου τὴν ἀρχὴν ἔσχε, προσειλήφει ἐς κοινωνίαν τοῦ κράτους εὐθὺς τὸν τοῦ Λουκίου Κομόδου υἱὸν Λούκιον Βῆρον. αὐτὸς μὲν γὰρ ἀσθενὴς ἦν τῷ σώματι καὶ τὰ πολλὰ λόγοις ἐσχόλαζε — λέγεται γὰρ καὶ αὐτοκράτωρ ὢν μὴ αἰδεῖσθαι μηδὲ ὀκνεῖν ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ προσιέναι τῷ ἐκ Βοιωτῶν φιλοσόφῳ, καὶ ἐς ἀκρόασιν τῶν ῥητορικῶν Ἑρμογένους λόγων μὴ ὀκνῆσαι παραγενέσθαι· προσέκειτο δὲ τοῖς ἐκ τῆς στοᾶς μάλιστα δόγμασιν —, ὁ δὲ Λούκιος ἔρρωτό τε καὶ νεώτερος ἦν, τοῖς στρατιωτικοῖς τε ἔργοις καταλληλότερος. ὅθεν καὶ γαμβρὸν αὐτὸν ἐπὶ τῇ θυγατρὶ Λουκίλλᾳ ὁ Μάρκος ποιήσας εἰς τὸν πρὸς Πάρθους ἔπεμψε πόλεμον. ὁ γὰρ Οὐολόγαισος πολέμου ἦρξε, καὶ στρατόπεδόν τε ὅλον Ῥωμαϊκὸν τὸ ὑπὸ Σεβηριανῷ τεταγμένον ἐν τῇ Ἐλεγείᾳ, χωρίῳ τινὶ τῆς Ἀρμενίας, περισχὼν πάντοθεν αὐτοῖς ἡγεμόσι κατετόξευσε καὶ διέφθειρε, καὶ τῆς Συρίας ταῖς πόλεσι πολὺς ἐπῄει καὶ φοβερός. ὁ οὖν Λούκιος ἐλθὼν ἐς Ἀντιόχειαν καὶ πλείστους στρατιώτας συλλέξας, καὶ τοὺς ἀρίστους τῶν ἡγεμόνων ὑφʼ ἑαυτὸν ἔχων, αὐτὸς μὲν ἐν τῇ πόλει ἐκάθητο διατάττων ἕκαστα καὶ τὰς τοῦ πολέμου χορηγίας ἀθροίζων, Κασσίῳ δὲ τὰ στρατεύματα ἐπέτρεψεν. καὶ ὃς ἐπιόντα τε τὸν Οὐολόγαισον γενναίως ὑπέμεινε, καὶ τέλος ἐγκαταλειφθέντα ὑπὸ τῶν συμμάχων καὶ ὀπίσω ἀναχωρήσαντα ἐπεδίωξε, μέχρι τε Σελευκείας καὶ Κτησιφῶντος ἤλασε, καὶ τήν τε Σελεύκειαν διέφθειρεν ἐμπρήσας, καὶ τὰ τοῦ Οὐολογαίσου βασίλεια τὰ ἐν τῇ Κτησιφῶντι κατέσκαψεν. ἔν γε μὴν τῇ ὑποστροφῇ πλείστους τῶν στρατιωτῶν ὑπὸ λιμοῦ καὶ νόσου ἀπέβαλεν, ἀπενόστησε δʼ ὅμως ἐς τὴν Συρίαν μετὰ τῶν λοιπῶν στρατιωτῶν. καὶ ὁ μὲν Λούκιος τούτοις ἐπεκυδαίνετο καὶ μέγα ἐφρόνει, οὐ μὴν αὐτῷ καὶ τὰ τῆς ἄκρας εὐτυχίας ἐς ἀγαθόν τι ἀπέβη· λέγεται γὰρ μετὰ ταῦτα καὶ τῷ πενθερῷ Μάρκῳ ἐπιβεβουλευκώς, πρίν τι καὶ δρᾶσαι, φαρμάκῳ διαφθαρῆναι.
τὸν μέντοι Κάσσιον ὁ Μᾶρκος τῆς Ἀσίας ἁπάσης ἐπιτροπεύειν ἐκέλευσεν. αὐτὸς δὲ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάνοις, ἄλλοτε ἄλλοις χρόνον συχνὸν ὡς εἰπεῖν διʼ ὅλου τοῦ βίου, τὴν Παννονίαν ἔχων ὁρμητήριον, ἐπολέμησε.
ὅτι Λαγγιοβάρδων καὶ Ὀβίων ἑξακισχιλίων τὸν Ἴστρον περαιωθέντων τῶν περὶ Βίνδικα ἱππέων ἐξελασάντων καὶ τῶν ἀμφὶ Κάνδιδον πεζῶν ἐπιφθασάντων, εἰς παντελῆ φυγὴν οἱ βάρβαροι ἐτράποντο, ἐφʼ οἷς οὕτω πραχθεῖσιν ἐν δέει καταστάντες ἐκ πρώτης ἐπιχειρήσεως οἱ βάρβαροι, πρέσβεις παρὰ Ἰάλλιον Βάσσον τὴν Παννονίαν διέποντα στέλλουσι, Βαλλομάριόν τε τὸν βασιλέα Μαρκομάνων καὶ ἑτέρους δέκα, κατʼ ἔθνος ἐπιλεξάμενοι ἕνα. καὶ ὅρκοις τὴν εἰρήνην οἱ πρέσβεις πιστωσάμενοι οἴκαδε χωροῦσιν.
πολλοὶ δὲ καὶ τῶν ὑπὲρ τὸν Ῥῆνον Κελτῶν μέχρι τῆς Ἰταλίας ἤλασαν, καὶ πολλὰ ἔδρασαν ἐς τοὺς Ῥωμαίους δεινά· οἷς ὁ Μᾶρκος ἀντεπιὼν Πομπηιανόν τε καὶ Περτίνακα τοὺς ὑποστρατήγους ἀντικαθίστη. καὶ ἠρίστευσεν ὁ Περτίναξ, ὅστις καὶ ὕστερον αὐτοκράτωρ ἐγένετο. ἐν μέντοι τοῖς νεκροῖς τῶν βαρβάρων καὶ γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. καίτοι δὲ ἰσχυροτάτου ἀγῶνος καὶ λαμπρᾶς νίκης γεγενημένης, ὅμως ὁ αὐτοκράτωρ αἰτηθεὶς παρὰ τῶν στρατιωτῶν οὐκ ἔδωκε χρήματα, αὐτὸ τοῦτο εἰπὼν ὅτι ὅσῳ ἂν πλεῖόν τι παρὰ τὸ καθεστηκὸς λάβωσι, τοῦτʼ ἐκ τοῦ αἵματος τῶν τε γονέων σφῶν καὶ τῶν συγγενῶν ἐσπεπράξεται· περὶ γάρ τοι τῆς αὐταρχίας ὁ θεὸς μόνος κρίνειν δύναται. οὕτω καὶ σωφρόνως καὶ ἐγκρατῶς αὐτῶν ἦρχεν, ὥστε καίπερ ἐν τοσούτοις καὶ τηλικούτοις πολέμοις ὢν μηδὲν ἔξω τοῦ προσήκοντος μήτʼ ἐκ κολακείας μήτʼ ἐκ φόβου ποιῆσαι.
ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος ἐν τῇ Παννονίᾳ κατέμεινεν, ἵνα καὶ ταῖς τῶν βαρβάρων πρεσβείαις χρηματίζῃ. πολλοὶ γὰρ καὶ τότε πρὸς αὐτὸν ἦλθον, οἱ μὲν συμμαχίας ὑπισχνούμενοι, ὧν ἡγεῖτο Βαττάριος παῖς ἐτῶν δώδεκα, καὶ χρήματά τε ἔλαβον, καὶ Τάρβον δυνάστην πλησιόχωρόν σφων, ἔς τε τὴν Δακίαν ἐλθόντα καὶ ἀργύριον αἰτοῦντα, ἀπειλοῦντά τε πολεμήσειν εἰ μὴ λάβοι, ἀνεῖρξαν· οἱ δὲ εἰρήνην αἰτούμενοι, ὥσπερ οἱ Κούαδοι, καὶ ἔτυχόν γε αὐτῆς, ἵνα τε ἀπὸ τῶν Μαρκομάνων ἀποσπασθῶσι, καὶ ὅτι ἵππους καὶ βοῦς πολλὰς ἔδωκαν, τούς τε αὐτομόλους πάντας καὶ τοὺς αἰχμαλώτους, πρότερον μὲν ἐς μυρίους καὶ τρισχιλίους, ὕστερον δὲ καὶ τοὺς λοιποὺς ἀποδώσειν ὑπέσχοντο. οὐ μέντοι καὶ τῆς ἐπιμιξίας τῆς ἐν ταῖς ἀγοραῖς ἔτυχον, ἵνα μὴ καὶ οἱ Μαρκομάνοι οἵ τε Ἰάζυγες, οὓς οὔτε δέξεσθαι οὔτε διήσειν διὰ τῆς χώρας ὠμωμόκεσαν, ἅμα μιγνύωνταί σφισι καὶ ὡς Κούαδοι καὶ αὐτοὶ ὄντες τά τε τῶν Ῥωμαίων κατασκέπτωνται καὶ τὰ ἐπιτήδεια ἀγοράζωσιν. οὗτοί τε οὖν πρὸς τὸν Μᾶρκον ἀφίκοντο, καὶ ἕτεροι συχνοὶ παραδώσοντες ἑαυτοὺς οἱ μὲν κατὰ γένη οἱ δὲ καὶ κατὰ ἔθνη ἐπρεσβεύσαντο. καὶ αὐτῶν οἱ μὲν ἐστρατεύσαντο ἄλλοσέ ποι πεμφθέντες, ὥσπερ καὶ τῶν ἁλισκομένων τῶν τε αὐτομολούντων οἱ δυνάμενοι, οἱ δὲ καὶ γῆν οἱ μὲν ἐν Δακίᾳ οἱ δὲ ἐν Παννονίᾳ οἱ δὲ Μυσίᾳ καὶ Γερμανίᾳ τῇ τε Ἰταλίᾳ αὐτῇ ἔλαβον. καὶ αὐτῶν ἐν Ῥαβέννῃ τινὲς οἰκοῦντες ἐνεωτέρισαν, ὥστε καὶ τὴν πόλιν κατασχεῖν τολμῆσαι. καὶ διὰ τοῦτʼ οὐκέτʼ ἐς τὴν Ἰταλίαν οὐδένα τῶν βαρβάρων ἐσήγαγεν, ἀλλὰ καὶ τοὺς προαφιγμένους ἐξῴκισεν.
ὅτι ἦλθον καὶ Ἄστιγγοι καὶ Λάκριγγοι εἰς βοήθειαν τοῦ Μάρκου.
ὅτι Ἄστιγγοι, ὧν Ῥᾶός τε καὶ Ῥάπτος ἡγοῦντο, ἦλθον μὲν ἐς τὴν Δακίαν οἰκῆσαι ἐλπίδι τοῦ καὶ χρήματα καὶ χώραν ἐπὶ συμμαχίᾳ λήψεσθαι, μὴ τυχόντες δὲ αὐτῶν παρακατέθεντο τὰς γυναῖκας καὶ τοὺς παῖδας τῷ Κλήμεντι ὡς καὶ τὴν τῶν Κοστουβώκων χώραν τοῖς ὅπλοις κτησόμενοι, νικήσαντες δὲ ἐκείνους καὶ τὴν Δακίαν οὐδὲν ἧττον ἐλύπουν. δείσαντες δὲ οἱ Λάκριγγοι μὴ καὶ ὁ Κλήμης φοβηθείς σφας ἐς τὴν γῆν ἣν αὐτοὶ ἐνῴκουν ἐσαγάγῃ, ἐπέθεντο αὐτοῖς μὴ προσδεχομένοις καὶ πολὺ ἐκράτησαν, ὥστε μηδὲν ἔτι πολέμιον τοὺς Ἀστίγγους πρὸς τοὺς Ῥωμαίους πρᾶξαι, πολλὰ δὲ δὴ τὸν Μᾶρκον ἱκετεύσαντας χρήματά τε παρʼ αὐτοῦ λαβεῖν καὶ χώραν γε ἀπαιτῆσαι, ἄν γέ τι κακὸν τοὺς τότε πολεμοῦντάς οἱ δράσωσι. καὶ οὗτοι μὲν ἔπραξάν τι ὧν ὑπέσχοντο, Κοτινοὶ δὲ ἐπηγγείλαντο μὲν αὐτοῖς ὅμοια, Ταρρουτήνιον δὲ Πάτερνον τὸν τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διὰ χειρὸς ἔχοντα παραλαβόντες ὡς καὶ ἐπὶ τοὺς Μαρκομάνους αὐτῷ συστρατεύσοντες οὐ μόνον οὐκ ἐποίησαν τοῦτο, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον δεινῶς ἐκάκωσαν, καὶ μετὰ ταῦτα ἀπώλοντο.
τῶν δὲ Μαρκομάνων εὐτυχησάντων ἔν τινι μάχῃ καὶ τὸν Οὐίνδικα τὸν Μᾶρκον ἔπαρχον ὄντα ἀποκτεινάντων, τούτῳ μὲν τρεῖς ἀνδριάντας ἔστησε, κρατήσας δὲ αὐτῶν Γερμανικὸς ὠνομάσθη· Γερμανοὺς γὰρ τοὺς ἐν τοῖς ἄνω χωρίοις οἰκοῦντας ὀνομάζομεν.
καὶ οἱ καλούμενοι δὲ Βουκόλοι κατὰ τὴν Αἴγυπτον κινηθέντες καὶ τοὺς ἄλλους Αἰγυπτίους προσαποστήσαντες ὑπὸ ἱερεῖ τινι Ἰσιδώρῳ, πρῶτον μὲν ἐν γυναικείοις στολαῖς τὸν ἑκατόνταρχον τῶν Ῥωμαίων ἠπατηκότες ὡς δὴ γυναῖκες τῶν Βουκόλων καὶ χρυσία δώσουσαι αὐτῷ ὑπὲρ τῶν ἀνδρῶν προσιόντα σφίσι κατέκοψαν, καὶ τὸν συνόντα αὐτῷ καταθύσαντες ἐπί τε τῶν σπλάγχνων αὐτοῦ συνώμοσαν καὶ ἐκεῖνα κατέφαγον· ἦν δὲ Ἰσίδωρος ἀνδρίᾳ πάντων τῶν καθʼ ἑαυτὸν ἄριστος· ἔπειτα ἐκ παρατάξεως τοὺς ἐν Αἰγύπτῳ Ῥωμαίους νικήσαντες μικροῦ καὶ τὴν Ἀλεξάνδρειαν εἷλον, εἰ μὴ Κάσσιος ἐκ Συρίας πεμφθεὶς ἐπʼ αὐτούς, καὶ στρατηγήσας ὥστε τὴν πρὸς ἀλλήλους σφῶν ὁμόνοιαν λῦσαι καὶ ἀπʼ ἀλλήλων ἀποχωρίσαι — διὰ γὰρ τὴν ἀπόνοιαν καὶ τὸ πλῆθος αὐτῶν οὐκ ἐθάρρησε συμβαλεῖν ἀθρόοις αὐτοῖς —, οὕτω δὴ στασιάσαντας ἐχειρώσατο.
ἐν δὲ τῷ πολέμῳ τοῦ Μάρκου τῷ πρὸς τοὺς Γερμανούς, ἵνα καὶ ταῦτα μνήμης ἀξιωθείη, μειράκιον μὲν αἰχμάλωτον ἐρωτηθέν τι ὑπʼ αὐτοῦ «οὐ δύναμαι» ἔφη «ἀποκρίνασθαί σοι ὑπὸ τοῦ ῥίγους· ὥστε εἴ τι μαθεῖν ἐθέλεις, κέλευσόν μοι ἱματίδιόν τι, εἴγε ἔχεις, δοθῆναι·» στρατιώτης δέ τις νυκτὸς φυλακὴν τοῦ Ἴστρου ποιούμενος, καί τινα βοὴν ἐκ τῆς περαίας συστρατιωτῶν ἑαλωκότων ἀκούσας, διενήξατό τε εὐθὺς ὥσπερ εἶχε, καὶ λύσας αὐτοὺς ἀνεκομίσθη.
ἦν δὲ τῷ Μάρκῳ ὁ Ῥοῦφος ὁ Βασσαῖος ἔπαρχος, τὰ μὲν ἄλλα ἀγαθός, ἀπαίδευτος δὲ ὑπʼ ἀγροικίας, καὶ τὰ πρῶτά γε τοῦ βίου ἐν πενίᾳ τραφείς· ἀναδενδράδα δέ ποτε αὐτὸν κλῶντα ἀνέλαβέ τις, καὶ ἐπειδή γε μὴ εὐθὺς ἅμα τῷ πρώτῳ κελεύσματι κατέβη, ἐπετίμησεν αὐτῷ καὶ ἔφη «ἄγε, ἔπαρχε, κατάβηθι». τοῦτο γὰρ ὡς καὶ πρὸς ὑπερηφανοῦντα καὶ τεταπεινωμένον αὐτὸν εἶπεν· ὅπερ ἡ τύχη μετὰ ταῦτα αὐτῷ ἔδωκεν.
ὁ δʼ αὐτοκράτωρ ὁσάκις ἀπὸ τοῦ πολέμου σχολὴν ἦγεν, ἐδίκαζε, καὶ ὕδωρ πλεῖστον τοῖς ῥήτορσι μετρεῖσθαι ἐκέλευε, τάς τε πύστεις καὶ τὰς ἀνακρίσεις ἐπὶ μακρότερον ἐποιεῖτο, ὥστε πανταχόθεν τὸ δίκαιον ἀκριβοῦν. καὶ κατὰ τοῦτο καὶ ἕνδεκα πολλάκις καὶ δώδεκα ἡμέραις τὴν αὐτὴν δίκην, καίπερ νυκτὸς ἔστιν ὅτε δικάζων, ἔκρινε. φιλόπονος γὰρ ἦν, καὶ ἀκριβῶς πᾶσι τοῖς τῇ ἀρχῇ προσήκουσι προσεφέρετο, καὶ οὐδὲν ἐν παρέργῳ οὔτε ἔλεγεν οὔτε ἔγραφεν οὔτε ἐποίει, ἀλλʼ ἔστιν ὅτε καὶ περὶ τοῦ βραχυτάτου ἡμέρας ὅλας ἀνήλισκεν, οὐκ ἀξιῶν τὸν αὐτοκράτορα ἐξ ἐπιδρομῆς τι πράττειν· καὶ γὰρ ἐνόμιζεν ὅτι κἂν ἐλάχιστόν τι παρίδῃ, διαβολὴν αὐτῷ τοῦτο καὶ ἐπὶ τὰ ἄλλα πάντα οἴσει. καίτοι οὕτως ἀσθενὴς τῷ σώματι ἐγένετο ὥστε μήτε τὸ ψῦχος τήν γε πρώτην ὑπομεῖναι, ἀλλὰ καὶ πρὶν διαλεχθῆναι τοῖς στρατιώταις συνεληλυθόσιν ἤδη κατὰ τὸ παρηγγελμένον ἀναχωρῆσαι, καὶ τροφὴν βραχυτάτην, καὶ ταύτην ἐν νυκτὶ ἀεί, λαμβάνειν. οὐ γὰρ ἔστιν ὅ τι μεθʼ ἡμέραν πλὴν τοῦ φαρμάκου τοῦ θηριακοῦ καλουμένου ἐσιτεῖτο. ἐλάμβανε δὲ τοῦ φαρμάκου οὐχ οὕτως ὅτι ἐδεδίει τι, ὡς ὅτι τοῦ τε στομάχου καὶ τοῦ θώρακος φαύλως εἶχε· καί φασιν ὅτι διʼ ἐκεῖνο ἀνταρκεῖν πρός τε τἆλλα καὶ πρὸς τοῦτο ἐδύνατο.
τοὺς δὲ Ἰάζυγας οἱ Ῥωμαῖοι ἔν τε τῇ γῇ τότε καὶ μετὰ τοῦτο καὶ ἐν τῷ ποταμῷ ἐνίκησαν. λέγω δὲ οὐχ ὅτι ναυμαχία τις ἐγένετο, ἀλλʼ ὅτι διὰ τοῦ Ἴστρου πεπηγότος φεύγουσί σφισιν ἐπακολουθήσαντες καὶ ἐκεῖ ὡς ἐν ἠπείρῳ ἐμαχέσαντο. αἰσθόμενοι γὰρ οἱ Ἰάζυγες ὅτι ἐπιδιώκονται, ὑπέστησαν αὐτοὺς ἐλπίσαντες ῥᾳδίως ἅτε καὶ ἀήθεις τοῦ κρυστάλλου ὄντας κατεργάσεσθαι, καὶ οἱ μὲν κατὰ πρόσωπον αὐτοῖς συνέρραξαν, οἱ δὲ ἐκ τῶν πλαγίων παριππεύσαντες· οἱ γὰρ ἵπποι σφῶν δεδιδαγμένοι καὶ ἐν τῷ τοιούτῳ θεῖν ἀσφαλῶς ἦσαν. ἰδόντες δὲ τοῦτο οἱ Ῥωμαῖοι οὐκ ἐφοβήθησαν ἀλλὰ συστραφέντες καὶ πᾶσιν ἅμα αὐτοῖς ἀντιμέτωποι γενόμενοι τάς τε ἀσπίδας οἱ πλείους ἔθηκαν, καὶ τὸν ἕτερον πόδα ἐπʼ αὐτῶν, ὅπως ἧττον ὀλισθαίνωσιν, ἀπερείσαντες ἐδέξαντό σφας προσπεσόντας, καὶ ἀντιλαμβανόμενοι οἱ μὲν τῶν χαλινῶν οἱ δὲ τῶν ἀσπίδων τῶν τε κοντῶν ἐπεσπῶντο αὐτούς, κἀκ τούτου συμπλεκόμενοι κατέβαλλον καὶ τοὺς ἄνδρας καὶ τοὺς ἵππους· ἐκ γάρ τοι τῆς βίας οὐκέτʼ ἀντέχειν πρὸς τὸν ὄλισθον ἐδύναντο. ὠλίσθαινον μὲν γὰρ καὶ οἱ Ῥωμαῖοι· ἀλλʼ εἴθʼ ὕπτιός τις αὐτῶν ἔπεσε, συνεφείλκετο τὸν ἀντίπαλον καὶ τοῖς ποσὶν ἐς τοὐπίσω ἀνερρίπτει ὥσπερ ἐν πάλῃ, καὶ οὕτως ἐπάνωθεν αὐτοῦ ἐγίγνετο· εἴτε καὶ ἐπὶ στόμα, κατελάμβανεν αὐτὸν προκαταπίπτοντα αὐτῷ τῷ στόματι. οἱ γὰρ βάρβαροι καὶ ἄπειροι τοιουτοτρόπου ἀγωνίας καὶ κουφότεροι ὄντες οὐχ οἷοί τε ἦσαν ἀντέχειν, ὥστε καὶ ἀπὸ πολλῶν ὀλίγοι διέφυγον.
ὅτι ἐπρεσβεύσαντο οἱ Ἰάζυγες εἰρήνης δεόμενοι πρὸς Μᾶρκον, οὐ μέντοι καὶ ἔτυχόν τινος· ἄπιστόν τε γὰρ τὸ φῦλον αὐτῶν ὁ Μᾶρκος εἰδὼς ὄν, καὶ προσέτι καὶ ὑπὸ τῶν Κουάδων ἀπατηθείς, ἐπίπαν ἐξελεῖν ἠθέλησεν. οἱ γὰρ Κούαδοι οὐχ ὅτι ἐκείνοις τότε συνεμάχησαν, ἀλλὰ καὶ τοὺς Μαρκομάνους πρότερον, ὡς ἔτι ἐπολέμουν, καταφεύγοντας ἐς τὴν σφετέραν ὅτε βιασθεῖεν ἐδέχοντο, καὶ οὔτʼ ἄλλο τι ὧν ὡμολογήκεσαν ἐποίουν, οὔτε τοὺς αἰχμαλώτους πάντας ἀπέδοσαν ἀλλʼ ὀλίγους, καὶ τούτους οἷς οὔτε ἐς πρᾶσιν οὔτε ἐς ὑπηρεσίαν τινὰ χρήσασθαι ἐδύναντο. εἰ δʼ οὖν τινας καὶ τῶν ἀκμαζόντων ἀπεδίδοσαν, ἀλλὰ τούς γε συγγενεῖς αὐτῶν οἴκοι κατεῖχον, ἵνα καὶ ἐκεῖνοι πρὸς αὐτοὺς αὐτομολῶσι. καὶ τὸν βασιλέα σφῶν Φούρτιον ἐκβαλόντες Ἀριόγαισον αὐτοὶ ἐφʼ ἑαυτῶν βασιλέα σφίσιν ἐστήσαντο. καὶ τούτοις διὰ ταῦτα ὁ αὐτοκράτωρ οὔτε ἐκεῖνον ὡς καὶ νόμῳ τινὶ γεγονότα ἐβεβαίωσεν, οὔτε τὰς σπονδάς, καίπερ πέντε μυριάδας αἰχμαλώτων ἀποδώσειν ὑπισχνουμένοις, ἀνενεώσατο.
ὅτι τῷ Ἀριογαίσῳ ὁ Μᾶρκος οὕτω χαλεπῶς ἔσχεν ὥστε καὶ ἐπικηρῦξαι ἵνα, ἂν μέν τις ζῶντα αὐτὸν ἀγάγῃ, χιλίους, ἂν δὲ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ ἀποδείξῃ, πεντακοσίους χρυσοῦς λάβῃ, καίτοι τά τε ἄλλα ἀεί ποτε φιλανθρώπως καὶ τοῖς πολεμιωτάτοις χρώμενος, καὶ Τιριδάτην σατράπην τά τε ἐν τῇ Ἀρμενίᾳ ταράξαντα καὶ τὸν τῶν Ἡνιόχων βασιλέα ἀποσφάξαντα, τῷ τε Οὐήρῳ ἐπιτιμῶντί οἱ περὶ τούτων τὸ ξίφος ἐπανατεινάμενον, μὴ κτείνας ἀλλʼ ἐς Βρεττανίαν πέμψας. οὕτω μὲν οὖν τότε ἐπʼ αὐτὸν παρωξύνθη, οὐ μέντοι καὶ κακόν τι ἁλόντα μετὰ ταῦτα ἔδρασεν, ἀλλʼ ἐς Ἀλεξάνδρειαν ἀπέστειλεν.
Μαρκομάνους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ μεγάλοις ἀγῶσι καὶ κινδύνοις Μᾶρκος ὑπέταξεν· ἐπὶ δὲ τοὺς καλουμένους Κουάδους καὶ πόλεμος αὐτῷ συνέστη μέγας καὶ νίκη παράδοξος εὐτυχήθη, μᾶλλον δὲ παρὰ θεοῦ ἐδωρήθη. κινδυνεύσαντας γὰρ ἐν τῇ μάχῃ τοὺς Ῥωμαίους παραδοξότατα τὸ θεῖον ἐξέσωσε. κυκλωσάντων γὰρ αὐτοὺς τῶν Κουάδων ἐν τόποις ἐπιτηδείοις συνασπίσαντες οἱ Ῥωμαῖοι προθύμως ἠγωνίζοντο, καὶ οἱ βάρβαροι τὴν μὲν μάχην ἐπέσχον, προσδοκήσαντές σφας ῥᾳδίως ὑπό τε τοῦ καύματος καὶ ὑπὸ τοῦ δίψους αἱρήσειν, πάντα δὲ τὰ πέριξ διαλαβόντες ἀπέφραξαν, ὅπως μηδαμόθεν ὕδωρ λάβωσι· πολὺ γὰρ καὶ τῷ πλήθει περιῆσαν. τῶν οὖν Ῥωμαίων ἐν παντὶ κακοῦ καὶ ἐκ τοῦ καμάτου καὶ ἐκ τῶν τραυμάτων τοῦ τε ἡλίου καὶ τοῦ δίψους γενομένων, καὶ μήτε μάχεσθαι διὰ ταῦτα μήτε χωρῆσαί πῃ δυναμένων, ἀλλʼ ἔν τε τῇ τάξει καὶ τοῖς τόποις ἑστηκότων καὶ κατακαιομένων, νέφη πολλὰ ἐξαίφνης συνέδραμε καὶ ὑετὸς πολὺς οὐκ ἀθεεὶ κατερράγη· καὶ γάρ τοι λόγος ἔχει Ἀρνοῦφίν τινα μάγον Αἰγύπτιον συνόντα τῷ Μάρκῳ ἄλλους τέ τινας δαίμονας καὶ τὸν Ἑρμῆν τὸν ἀέριον ὅτι μάλιστα μαγγανείαις τισὶν ἐπικαλέσασθαι καὶ διʼ αὐτῶν τὸν ὄμβρον ἐπισπάσασθαι.
ταῦτα μὲν περὶ τούτων ὁ Δίων φησίν, ἔοικε δὲ ψεύδεσθαι, εἴτε ἑκὼν εἴτε ἄκων. οἶμαι δὲ τὸ πλέον ἑκών· καὶ πῶς γὰρ οὔ, ὅστις οὐκ ἠγνόει τὸ τάγμα τῶν στρατιωτῶν τὸ κεραυνοβόλον ἰδίως καλούμενον — ἐν γὰρ τῷ τῶν λοιπῶν καταλόγῳ καὶ αὐτοῦ μνημονεύει —, ὅπερ ἀπʼ οὐδεμιᾶς ἑτέρας αἰτίας — οὐδὲ γὰρ ἄλλη τις λέγεται — ἢ ἀπὸ τοῦ κατὰ τόνδε συμβάντος τὸν πόλεμον οὕτω προσηγορεύθη. ὃ καὶ αἴτιον τότε τοῖς τε Ῥωμαίοις τῆς σωτηρίας ἐγένετο καὶ τοῖς βαρβάροις τῆς ἀπωλείας, ἀλλʼ οὐχ ὁ Ἀρνοῦφις ὁ μάγος· οὐδὲ γὰρ μάγων συνουσίαις καὶ γοητείαις ὁ Μάρκος χαίρειν ἱστόρηται. ἔστι δὲ ὃ λέγω τοιοῦτον. τάγμα ἦν τῷ Μάρκῳ — καλοῦσι δὲ τὸ τάγμα οἱ Ῥωμαῖοι λεγεῶνα — τῶν ἀπὸ Μελιτηνῆς στρατιωτῶν· εἰσὶ δὲ τὸν Χριστὸν πρεσβεύοντες ἅπαντες. ἐν οὖν τῇ μάχῃ ἐκείνῃ προσιόντα τῷ Μάρκῳ τὸν ἔπαρχον, ἀμηχανοῦντι πρὸς τὴν περίστασιν καὶ δεδιότι περὶ σύμπαντι τῷ στρατῷ, εἰπεῖν λέγεται ὡς οἱ καλούμενοι Χριστιανοὶ οὐκ ἔστιν ὅ τι οὐ δύνανται ταῖς εὐχαῖς, καὶ ὅτι παρὰ σφίσι τάγμα ὅλον τυγχάνει ὂν τούτου τοῦ γένους. τὸν οὖν Μάρκον ἀκούσαντα παρακλήσει χρήσασθαι πρὸς αὐτοὺς ὡς ἂν εὔξωνται τῷ σφετέρῳ θεῷ, εὐξαμένων δὲ αὐτῶν παραχρῆμα ἐπακούσαντα τὸν θεὸν τοὺς μὲν πολεμίους κεραυνῷ βαλεῖν, τοὺς δὲ Ῥωμαίους ὄμβρῳ παραμυθήσασθαι· ἐφʼ οἷς καταπλαγέντα τὸν Μάρκον ἰσχυρῶς τούς τε Χριστιανοὺς κατὰ δόγμα τιμῆσαι καὶ τὴν λεγεῶνα κεραυνοβόλον προσαγορεῦσαι. λέγεται δὲ καὶ ἐπιστολήν τινα περὶ τούτων εἶναι τοῦ Μάρκου. ἀλλʼ οἱ Ἕλληνες, ὅτι μὲν τὸ τάγμα κεραυνοβόλον λέγεται, ἴσασι καὶ αὐτοὶ μαρτυροῦσι, τὴν δὲ αἰτίαν τῆς προσηγορίας ἥκιστα λέγουσι.
προστίθησι δὲ ὁ Δίων ὅτι τοῦ ὄμβρου καταρραγέντος πρῶτον μὲν ἄνω πάντες ἀνέκυπτον καὶ ἐς τὰ στόματα αὐτὸν ἐδέχοντο, ἔπειτα οἱ μὲν τὰς ἀσπίδας οἱ δὲ καὶ τὰ κράνη ὑποβάλλοντες αὐτοί τε χανδὸν ἔσπων καὶ τοῖς ἵπποις πίνειν ἐδίδοσαν, καὶ τῶν βαρβάρων σφίσιν ἐπιδραμόντων ἔπινόν τε ὁμοῦ καὶ ἐμάχοντο, καὶ ἤδη γέ τινες τιτρωσκόμενοι τό τε αἷμα περιχεόμενον ἐς τὰ κράνη καὶ τὸ ὕδωρ ἅμα ἀνερρόφουν. κἂν ἔπαθόν τι δεινὸν ὑπὸ τῶν πολεμίων ἐπικειμένων αὐτοῖς, περὶ τὸ πίνειν οἱ πλείους ἠσχολημένοι, εἰ μὴ χάλαζα ἰσχυρὰ καὶ κεραυνοὶ οὐκ ὀλίγοι τοῖς πολεμίοις ἐνέπεσον. ἦν οὖν ὁρᾶν ἐν τῷ αὐτῷ χωρίῳ ὕδωρ τε ἅμα καὶ πῦρ ἐκ τοῦ οὐρανοῦ φερόμενα· καὶ οἱ μὲν ὑγραίνοντό τε καὶ ἔπινον, οἱ δὲ ἐπυροῦντο καὶ ἔθνησκον. καὶ οὔτε τῶν Ῥωμαίων τὸ πῦρ ἥπτετο, ἀλλʼ εἴ που καὶ προσέμιξέ σφισιν, εὐθὺς ἐσβέννυτο· οὔτε τοὺς βαρβάρους ὁ ὑετὸς ὠφέλει, ἀλλὰ καὶ ἐπὶ μᾶλλον τὴν φλόγα αὐτῶν ὥσπερ ἔλαιον ἤγειρεν, ὕδωρ τε ὑόμενοι ἐζήτουν. καὶ οἱ μὲν ἑαυτοὺς ἐτίτρωσκον ὡς καὶ τῷ αἵματι τὸ πῦρ κατασβέσοντες, οἱ δὲ καὶ πρὸς τοὺς Ῥωμαίους προσέτρεχον ὡς καὶ μόνους σωτήριον ὕδωρ ἔχοντας· ἠλέησε γοῦν αὐτοὺς καὶ ὁ Μᾶρκος. παρὰ δὲ τῶν στρατιωτῶν τὸ ἕβδομον αὐτοκράτωρ προσηγορεύθη. καίπερ δὲ οὐκ εἰωθώς, πρὶν τὴν βουλὴν ψηφίσασθαι, τοιοῦτόν τι προσίεσθαι, ὅμως ἐδέξατό τε αὐτὸ ὡς καὶ παρὰ θεοῦ λαμβάνων, καὶ τῇ γερουσίᾳ ἐπέστειλεν.
ἡ μέντοι Φαυστῖνα μήτηρ τῶν στρατοπέδων ἐπεκλήθη.
τοῦ δὲ Περτίνακος ἐπὶ ταῖς ἀνδραγαθίαις ὑπατείαν λαβόντος, ὅμως ἦσαν οἳ νεμεσῶντες ἐπὶ τῷ εἶναι αὐτὸν τὸ γένος ἐξ ἀφανῶν τὸ τῆς τραγῳδίας ἐπέλεγον, «τοιαῦθʼ ὁ τλήμων πόλεμος ἐξεργάζεται», οὐκ εἰδότες ὅτι καὶ μοναρχήσει.
ὅτι τοῖς Μαρκομάνοις πρεσβεύσασιν, ὅτι πάντα τὰ προσταχθέντα σφίσι χαλεπῶς μὲν καὶ μόλις, ἐποίησαν δʼ οὖν, τό τε ἥμισυ τῆς χώρας τῆς μεθορίας ἀνῆκεν, ὥστε αὐτοὺς ὀκτώ που καὶ τριάκοντα σταδίους ἀπὸ τοῦ Ἴστρου ἀποικεῖν, καὶ τὰ χωρία τάς τε ἡμέρας τῆς ἐπιμιξίας ἀφώρισε — πρότερον γὰρ οὐ διεκέκριντο —, τούς τε ὁμήρους ἠλλάξατο.
ὅτι οἱ Ἰάζυγες κακωθέντες ἐς ὁμολογίαν ἦλθον, αὐτοῦ Ζαντικοῦ τὸν Ἀντωνῖνον ἱκετεύσαντος. πρότερον μὲν γὰρ τὸν Βανάδασπον τὸν δεύτερόν σφων βασιλέα ἔδησαν, ὅτι διεκηρυκεύσατο αὐτῷ· τότε δὲ πάντες οἱ πρῶτοι μετὰ τοῦ Ζαντικοῦ ἦλθον, καὶ συνέθεντο τὰ αὐτὰ τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις, πλὴν καθʼ ὅσον τὸ διπλάσιον αὐτῶν ἀπὸ τοῦ Ἴστρου ἀποικήσειν ἤμελλον. ὁ γὰρ αὐτοκράτωρ ἤθελε μὲν αὐτοὺς καὶ παντάπασιν ἐκκόψαι· ὅτι γὰρ καὶ τότε ἔτι ἔρρωντο καὶ ὅτι μεγάλα τοὺς Ῥωμαίους κακὰ ἔδρασαν, ἐξ ἐκείνου κατεφάνη ὅτι τῶν τε αἰχμαλώτων μυριάδας δέκα ἀπέδοσαν, οὓς μετὰ πολλοὺς μὲν πραθέντας πολλοὺς δὲ τελευτήσαντας πολλοὺς δὲ καὶ φυγόντας εἶχον, καὶ ἱππέας εὐθὺς ὀκτακισχιλίους ἐς συμμαχίαν οἱ παρέσχον, ἀφʼ ὧν πεντακισχιλίους καὶ πεντακοσίους ἐς Βρεττανίαν ἔπεμψεν.
ὅτι ὁ Κάσσιος καὶ ἡ Συρία νεοχμώσαντες ἠνάγκασαν καὶ παρὰ γνώμην τὸν Μᾶρκον Ἀντωνῖνον τοῖς Ἰάζυξι συμβῆναι· οὕτω γὰρ πρὸς τὰ ἀγγελθέντα ἐξεπλάγη ὥστε μηδὲ ἐπιστεῖλαι τῷ συνεδρίῳ τὰς αἱρέσεις ἐφʼ αἷς αὐτοῖς συνηλλάγη, καθάπερ ἐπὶ τῶν ἄλλων ἐποίει.
τοῦ δὲ Κασσίου κατὰ τὴν Συρίαν νεωτερίσαντος σφόδρα ἐκπλαγεὶς ὁ Μᾶρκος τὸν Κόμμοδον τὸν υἱὸν ἐκ τῆς Ῥώμης, ὡς καὶ ἐς ἐφήβους ἤδη τελεῖν δυνάμενον, μετεπέμψατο. ὁ δὲ δὴ Κάσσιος Σύρος μὲν ἐκ τῆς Κύρου ἦν, ἀνὴρ δὲ ἄριστος ἐγένετο, καὶ ὁποῖον ἄν τις αὐτοκράτορα ἔχειν εὔξαιτο, πλὴν καθʼ ὅσον Ἡλιοδώρου τινὸς ἀγαπητῶς ἐς τὴν τῆς Αἰγύπτου ἡγεμονίαν ἐξ ἐμπειρίας ῥητορικῆς προχωρήσαντος υἱὸς ἦν. τοῦτο δὲ δὴ δεινῶς ἥμαρτεν ὑπὸ Φαυστίνης ἀπατηθείς· αὕτη γὰρ τὸν ἄνδρα ἀρρωστήσαντα — ἦν δὲ τοῦ Εὐσεβοῦς Ἀντωνίνου θυγάτηρ — προσδοκήσασα ὅσον οὐκ ἤδη τελευτήσειν, ἐφοβήθη μὴ τῆς ἀρχῆς ἐς ἄλλον τινά, ἅτε τοῦ Κομμόδου καὶ νέου καὶ ἁπλουστέρου τοὺς τρόπους ὄντος, περιελθούσης ἰδιωτεύσῃ, καὶ ἔπεισε τὸν Κάσσιον διʼ ἀπορρήτων παρασκευάσασθαι ἵνʼ, ἄν τι ὁ Ἀντωνῖνος πάθῃ, καὶ αὐτὴν καὶ τὴν αὐταρχίαν λάβῃ. ταῦτʼ οὖν αὐτῷ διανοουμένῳ ἀγγελία ἦλθε τὸν Μᾶρκον τεθνηκέναι, οἷά που φιλεῖ τοιαῦτα ἐπὶ τὸ χεῖρον ἀεὶ θρυλεῖσθαι· καὶ εὐθύς, οὐκ ἀναμείνας αὐτὴν ἀκριβῶσαι, ἔφεσιν τῆς ἀρχῆς ἐποιήσατο ὡς καὶ πρὸς τῶν στρατιωτῶν τῶν ἐν τῇ Παννονίᾳ τότε ὄντων προκεχειρισμένος. καὶ ὁ μέν, εἰ καὶ τὰ μάλιστα μὴ ἐς μακρὰν τἀληθὲς ἔμαθεν, ὅμως ἐπειδήπερ ἅπαξ ὑπεκεκινήκει οὐ μετεβάλετο, ἀλλὰ τά τε ἐντὸς τοῦ Ταύρου πάντα διὰ βραχέος προσεποιήσατο καὶ παρεσκευάζετο ὡς καὶ πολέμῳ τὸ κράτος ἕξων· ὁ δὲ δὴ Μᾶρκος παρὰ τοῦ Οὐήρου τοῦ τῆς Καππαδοκίας ἄρχοντος τὴν ἐπανάστασιν αὐτοῦ μαθὼν τέως μὲν συνέκρυπτεν αὐτά, ἐπεὶ δὲ οἱ στρατιῶται τῇ τε φήμῃ ἰσχυρῶς ἐταράσσοντο καὶ ἐλογοποίουν πολλά, συνεκάλεσεν αὐτοὺς καὶ ἀνέγνω τοιάδε·
«οὐκ ἀγανακτήσων, ὦ συστρατιῶται, ἢ ὀδυρούμενος παρελήλυθα. χαλεπαίνειν μὲν γὰρ τί δεῖ πρὸς τὸ δαιμόνιον, ᾧ πάντα ἔξεστιν; ὀλοφύρεσθαι δὲ ἴσως ἀνάγκη τοὺς ἀδίκως δυστυχοῦντας· ὃ καὶ ἐμοὶ νῦν συμβέβηκε. πῶς γὰρ οὐ δεινὸν πολέμοις ἡμᾶς ἐκ πολέμων συμφέρεσθαι; πῶς δʼ οὐκ ἄτοπον καὶ ἐμφυλίῳ συμπλακῆναι; πῶς οὐκ ἀμφότερα καὶ δεινότητι καὶ ἀτοπίᾳ νικᾷ τὸ μηδὲν πιστὸν ἐν ἀνθρώποις εἶναι, ἀλλʼ ἐπιβεβουλεῦσθαί τέ με ὑπὸ τοῦ φιλτάτου καὶ ἐς ἀγῶνα ἀκούσιον καθίστασθαι μήτε τι ἠδικηκότα μήτε τι πεπλημμεληκότα; τίς μὲν γὰρ ἀρετὴ ἀσφαλής, τίς δὲ φιλία ἔτι νομισθήσεται ἐμοῦ ταῦτα πεπονθότος; πῶς δʼ οὐκ ἀπόλωλε μὲν πίστις, ἀπόλωλε δὲ ἐλπὶς ἀγαθή; ἀλλʼ εἰ μὲν μόνος ἐγὼ ἐκινδύνευον, παρʼ οὐδὲν ἂν τὸ πρᾶγμα ἐποιησάμην — οὐ γάρ που καὶ ἀθάνατος ἐγεννήθην· ἐπεὶ δὲ δημοσία τε ἀπόστασις, μᾶλλον δὲ ἐπανάστασις γέγονε. καὶ ὁ πόλεμος πάντων ὁμοίως ἡμῶν ἅπτεται, ἐβουλόμην, εἰ οἷόν τε ἦν, προσκαλέσασθαι τὸν Κάσσιον καὶ δικαιολογήσασθαι πρὸς αὐτὸν παρʼ ὑμῖν ἢ παρὰ τῇ γερουσίᾳ· καὶ ἡδέως ἂν ἀμαχεὶ παρεχώρησα αὐτῷ τῆς ἡγεμονίας, εἰ τοῦτο τῷ κοινῷ συμφέρειν ἐδεδόχει. ὑπὲρ τοῦ κοινοῦ γὰρ καὶ πονῶν καὶ κινδυνεύων διατελῶ, τοσοῦτόν τε ἐνταυθοῖ χρόνον ἔξω τῆς Ἰταλίας πεποίηκα, ἄνθρωπος καὶ γέρων ἤδη καὶ ἀσθενὴς καὶ οὔτε τροφὴν ἄλυπον οὔθʼ ὕπνον ἄφροντιν λαβεῖν δυνάμενος. ἐπεὶ δʼ οὐκ ἄν ποτε συγκαθεῖναι ἐς τοῦτο ὁ Κάσσιος ἐθελήσειε — πῶς γὰρ ἂν πιστεύσειέ μοι, ἄπιστος οὕτω περὶ ἐμὲ γεγενημένος —, ὑμᾶς γε ὦ συστρατιῶται χρὴ θαρρεῖν. οὐ γάρ που κρείττους Κίλικες καὶ Σύροι καὶ Ἰουδαῖοι καὶ Αἰγύπτιοι ὑμῶν οὔτε ἐγένοντό ποτε οὔτε ἔσονται, οὐδʼ ἂν μυριάκις πλείους ὑμῶν, ὅσῳ νῦν ἐλάττους εἰσίν, ἀθροισθῶσιν. οὐ μὴν οὐδʼ αὐτὸς ὁ Κάσσιος, εἰ καὶ τὰ μάλιστα καὶ στρατηγικὸς εἶναι καὶ πολλὰ κατωρθωκέναι δοκεῖ, λόγου τινὸς ἄξιος νῦν ἂν φανείη· οὔτε γὰρ ἀετὸς κολοιῶν ἢ καὶ λέων νεβρῶν ἡγησάμενος ἀξιόμαχος γίγνεται, καὶ τὸν Ἀραβικὸν τόν τε Παρθικὸν ἐκεῖνον πόλεμον οὐ Κάσσιος ἀλλʼ ὑμεῖς κατειργάσασθε. ἄλλως τε, εἰ καὶ ἐκεῖνος ἐκ τῶν πρὸς Πάρθους πραχθέντων εὐδόκιμός ἐστιν, ἔχετε καὶ ὑμεῖς Οὐῆρον, ὃς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον αὐτοῦ καὶ ἐνίκησε πλείω καὶ κατεκτήσατο. ἀλλὰ τάχα μὲν καὶ ἤδη μετανενόηκε, ζῶντά με μεμαθηκώς· οὐ γάρ που καὶ ἄλλως ἢ ὡς τετελευτηκότος μου τοῦτʼ ἐποίησεν. ἂν δὲ καὶ ἐπὶ πλεῖον ἀντίσχῃ, ἀλλʼ ὅταν γε καὶ προσιόντας ἡμᾶς πύθηται, πάντως γνωσιμαχήσει, καὶ ὑμᾶς φοβηθεὶς καὶ ἐμὲ αἰδεσθείς. ἐγὼ γοῦν ἓν μόνον ὦ συστρατιῶται δέδοικα — εἰρήσεται γὰρ πᾶσα πρὸς ὑμᾶς ἡ ἀλήθεια —, μὴ ἤτοι αὐτὸς ἑαυτὸν ἀποκτείνῃ, αἰσχυνθεὶς ἐς τὴν ἡμετέραν ὄψιν ἐλθεῖν, ἢ ἕτερός τις μαθὼν ὅτι τε ἥξω καὶ ὅτι ἐπʼ αὐτὸν ὁρμῶμαι τοῦτο ποιήσῃ. μέγα γάρ μου ἆθλον καὶ τοῦ πολέμου καὶ τῆς νίκης, καὶ ἡλίκον οὐδεὶς πώποτε ἀνθρώπων ἔλαβεν, ἀφαιρήσεται. τί δὲ τοῦτό ἐστιν; ἀδικήσαντα ἄνθρωπον ἀφεῖναι, πρὸς φιλίαν ὑπερβάντα φίλον μεῖναι, πίστιν καταλύσαντι πιστὸν διαγενέσθαι. παράδοξα μὲν ἴσως ταῦθʼ ὑμῖν φαίνεται, ἀλλʼ οὐκ ἀπιστεῖν ὑμᾶς αὐτοῖς δεῖ· οὐ γάρ που καὶ ἁπλῶς πάντα τὰ ἀγαθὰ ἐκ τῶν ἀνθρώπων ἀπόλωλεν, ἀλλʼ ἔστι καὶ παρʼ ἡμῖν ἔτι τῆς ἀρχαίας ἀρετῆς λείψανον. ἂν δέ που ἀπιστῇ τις, καὶ διὰ τοῦτο μεῖζόν ἐστί μοι τὸ ἐπιθύμημα, ἵνα ὃ μηδεὶς ἂν πιστεύσειε γενέσθαι δύνασθαι, τοῦτο ἴδῃ γενόμενον. ὡς ἔγωγε τοῦτʼ ἂν μόνον ἐκ τῶν παρόντων κακῶν κερδάναιμι, εἰ δυνηθείην καλῶς θέσθαι τὸ πρᾶγμα καὶ δεῖξαι πᾶσιν ἀνθρώποις ὅτι καὶ ἐμφυλίοις πολέμοις ἔστιν ὀρθῶς χρήσασθαι».
ταῦτα μὲν ὁ Μᾶρκος καὶ πρὸς τοὺς στρατιώτας εἶπε καὶ πρὸς τὴν γερουσίαν ἔγραψεν, οὐδὲν οὐδαμοῦ τὸν Κάσσιον κακηγορήσας, πλὴν ὅτι ἀχάριστον αὐτὸν συνεχῶς ἀπεκάλει. οὐ μὴν οὐδὲ ἐκεῖνος ὑβριστικόν τι οὔτε εἶπέ ποτε ἐς τὸν Μᾶρκον οὔτʼ ἔγραψε.
ὅτι παρασκευαζομένου τοῦ Μάρκου εἰς τὸν κατὰ Κασσίου πόλεμον, οὐδεμίαν βαρβαρικὴν συμμαχίαν ἐδέξατο, καίτοι πολλῶν· συνδραμόντων αὐτῷ, λέγων μὴ χρῆναι τοὺς βαρβάρους εἰδέναι τὰ μεταξὺ Ῥωμαίων κινούμενα κακά.
παρασκευαζομένῳ δὲ Μάρκῳ πρὸς τὸν ἐμφύλιον πόλεμον ἄλλαι τε πολλαὶ νῖκαι κατὰ διαφόρων βαρβάρων ἐν ταὐτῷ καὶ ὁ Κασσίου θάνατος ἀπηγγέλθη. προσπεσὼν γὰρ βαδίζοντι τῷ Κασσίῳ Ἀντώνιος ἑκατόνταρχος ἐξαίφνης ἔτρωσε κατὰ τοῦ αὐχένος οὐ πάνυ πληγῇ καιρίᾳ. καὶ ὁ μὲν τῇ ῥύμῃ τοῦ ἵππου ἐξαχθεὶς ἀτελὲς τὸ τόλμημα κατέλιπεν, ὥστʼ ὀλίγου διαφυγεῖν αὐτόν, ὁ δὲ δέκαρχος ἐν τούτῳ τὸ λοιπὸν προσκατειργάσατο· καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμόντες πρὸς τὸν αὐτοκράτορα ὥρμησαν.
ὅτι ὁ Μᾶρκος Ἀντωνῖνος τοσοῦτον ἤχθετο τῷ τοῦ Κασσίου ὀλέθρῳ ὥστε ἀποκεφαλισθέντος οὐδὲ τὴν κεφαλὴν αὐτοῦ ἰδεῖν ὑπέμεινεν, ἀλλὰ πρὶν πλησιάσαι τοὺς αὐτόχειρας ταφῆναί που ἐκέλευσεν.
καὶ ὁ μὲν οὕτω μῆνάς τε τρεῖς καὶ ἡμέρας ἓξ τὴν ἀρχὴν ὀνειρώξας ἐσφάγη, καὶ ὁ υἱὸς αὐτοῦ ἑτέρωθι ὢν ἐφονεύθη· καὶ ὁ Μᾶρκος, ἐπιὼν τὰ ἔθνη τὰ τῷ Κασσίῳ συνεξαναστάντα, πάνυ φιλανθρώπως πᾶσιν ἐχρήσατο, καὶ οὐδένα οὔτε τῶν ἐλαττόνων οὔτε τῶν ἐπιφανεστέρων διεχρήσατο.
ὅτι ὁ αὐτὸς τῶν βουλευτῶν τινα τῶν σὺν τῷ Κασσίῳ οὔτʼ ἀπέσφαξεν οὔτε ἔδησεν οὔτε ἐν ἄλλῃ τινὶ φρουρᾷ οὐδένα ἐποιήσατο, οὐ μὴν οὐδὲ ἐς τὸ δικαστήριον αὑτοῦ ἐσήγαγεν, ἀλλʼ ἁπλῶς ὡς καὶ ἄλλο τι ἐγκαλουμένους πρὸς τὴν γερουσίαν ἔπεμψεν, ἡμέραν αὐτοῖς ῥητὴν δίκης προθείς. τῶν δʼ ἄλλων ὀλίγους πάνυ, ὅσοι καὶ ἔργῳ τι οὐ μόνον τῷ Κασσίῳ συνεπεπράχεσαν ἀλλὰ καὶ καθʼ ἑαυτοὺς ἐκεκακουργήκεσαν, ἐδικαίωσεν. τεκμήριον δὲ ὅτι Φλάουιον Καλουίσιον τὸν τῆς Αἰγύπτου ἄρχοντα οὔτε ἐφόνευσεν οὔτε τὴν οὐσίαν ἀφείλετο, ἀλλʼ ἐς νῆσον ἁπλῶς ἐνέβαλεν. τὰ δὲ ὑπομνήματα τὰ περὶ αὐτοῦ γενόμενα κατέκαυσεν, ἵνα μηδʼ ὀνείδισμά τι ἐξ αὐτῶν σχῇ, καὶ πάντας τοὺς συγγενομένους αὐτῷ ἀφῆκεν.
κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον μετήλλαξε καὶ ἡ Φαυστῖνα, εἴτε ὑπὸ τῆς ποδάγρας ἣν εἶχεν, εἴτε ἄλλως, ἵνα μὴ ἐλεγχθῇ ἐφʼ οἷς πρὸς τὸν Κάσσιον συνετέθειτο. καίτοι ὁ Μᾶρκος πάντα τὰ γράμματα τὰ ἐν τοῖς κιβωτίοις εὑρεθέντα τοῦ Πούδεντος διέφθειρε μηδὲν ἀναγνούς, ἵνα μηδʼ ὄνομά τινων τῶν ἐπιβούλων μάθῃ τῶν τι κατʼ αὐτοῦ γεγραφότων, κἀκ τούτου καὶ ἄκων αὐτοὺς ἀναγκασθῇ μισῆσαι. λέγεται δὲ καὶ ὅτι Οὐῆρος ἐς τὴν Συρίαν, ἧς καὶ τὴν ἀρχὴν ἔλαβε, προπεμφθείς, καὶ εὑρὼν αὐτὰ ἐν τοῖς σκεύεσι τοῦ Κασσίου ἠφάνισεν, εἰπὼν ὅτι μάλιστα μὲν ἐκείνῳ τοῦτʼ ἔσται κεχαρισμένον, ἂν δὲ καὶ χαλεπήνῃ τι, ἄμεινόν γε ἔσται ἕνα ἑαυτὸν ἀντὶ πολλῶν ἀπολέσθαι. Μᾶρκος γε μὴν οὕτω τι φόνοις οὐκ ἔχαιρεν ὥστε καὶ τοὺς μονομάχους ἐν τῇ Ῥώμῃ ὥσπερ ἀθλητὰς ἀκινδύνως ἑώρα μαχομένους· σιδήριον γὰρ οὐδέποτε οὐδενὶ αὐτῶν ὀξὺ ἔδωκεν, ἀλλὰ καὶ ἀμβλέσιν ὥσπερ ἐσφαιρωμένοις πάντες ἐμάχοντο. καὶ οὕτω γε πόρρω παντὸς φόνου καθειστήκει ὥστε καὶ λέοντά τινα δεδιδαγμένον ἀνθρώπους ἐσθίειν ἐκέλευσε μὲν ἐσαχθῆναι αἰτησαμένου τοῦ δήμου, οὔτε δὲ ἐκεῖνον εἶδεν οὔτε τὸν διδάσκαλον αὐτοῦ ἠλευθέρωσε, καίπερ ἐπὶ πολὺ τῶν ἀνθρώπων ἐγκειμένων οἱ, ἀλλὰ καὶ κηρυχθῆναι προσέταξεν ὅτι οὐδὲν ἄξιον ἐλευθερίας πεποίηκεν.
τὴν δὲ Φαυστῖναν ἀποθανοῦσαν ἰσχυρῶς πενθήσας
ἔγραψε τῇ βουλῇ μηδένα τῶν Κασσίῳ συναραμένων τεθνάναι, ὡς καὶ ἐκ μόνου τούτου παραμυθίου τινὸς ἐπὶ τῇ Φαυστίνῃ τυχεῖν δυνησόμενος.
«μὴ γὰρ γένοιτο» ἔφη «μηδένα ὑμῶν ὑπʼ ἐμοὶ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι». καὶ τέλος ἔφη ὅτι «ἂν μὴ τούτου τύχω, σπεύσω πρὸς τὸν θάνατον». οὕτω τι καθαρὸς διὰ πάντων καὶ χρηστὸς καὶ εὐσεβὴς ἐγένετο, καὶ οὐδὲν αὐτὸν ἐξεβιάσατο ἔξω τι τῶν ἑαυτοῦ ἠθῶν πρᾶξαι, οὐχ ἡ ἀνοσιουργία τῶν τετολμημένων
οὐχ ἡ προσδοκία τῶν ὁμοίων ἐκ τῆς πρὸς ἐκείνους συγγνώμης. τοσοῦτον γὰρ ἄπεσχε συμπλάσαι τινὰ ἐπιβουλὴν ἐψευσμένην καὶ σκευωρήσασθαί τινα τραγῳδίαν μὴ γεγενημένην, ὥστε καὶ τοὺς φανερώτατα ἐπαναστάντας αὐτῷ καὶ ὅπλα κατά τε αὐτοῦ καὶ κατὰ τοῦ υἱέος αὐτοῦ λαβόντας, καὶ στρατηγοὺς καὶ δημάρχους καὶ βασιλέας, ἀφεῖναι, καὶ μηδένα αὐτῶν μήτε διʼ ἑαυτοῦ μήτε διὰ τῆς γερουσίας μήτε διʼ ἄλλης προφάσεως μηδεμιᾶς ἀποκτεῖναι. ἐξ οὗπερ καὶ πάνυ τι πιστεύω ὅτι καὶ τὸν Κάσσιον αὐτόν, εἴπερ ἐζωγρήκει, πάντως ἂν ἐσεσώκει. καὶ γὰρ πολλοὺς καὶ εὐηργέτησε τῶν σφαγέων, ὅσον τὸ ἐπʼ αὐτοῖς, αὐτοῦ τε καὶ τοῦ υἱέος αὐτοῦ.
ἐνομοθετήθη δὲ τότε μηδένα ἐν τῷ ἔθνει ὅθεν τὸ ἀρχαῖον ἔστιν ἄρχειν, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ τὴν πατρίδα αὐτοῦ ἐχούσῃ ἡγεμονεύων ἐνεόχμωσε. τῷ δὲ Μάρκῳ καὶ τῇ Φαυστίνῃ ἐψηφίσατο ἡ βουλὴ ἔν τε τῷ Ἀφροδισίῳ τῷ τε Ῥωμαίῳ εἰκόνας ἀργυρᾶς ἀνατεθῆναι καὶ βωμὸν ἱδρυθῆναι, καὶ ἐπʼ αὐτοῦ πάσας τὰς κόρας τὰς ἐν τῷ ἄστει γαμουμένας μετὰ τῶν νυμφίων θύειν, καὶ ἐς τὸ θέατρον χρυσῆν εἰκόνα τῆς Φαυστίνης ἐπὶ δίφρου ἀεί, ὁσάκις γʼ ἂν ἐκεῖνος θεωρῇ, ἐσφέρεσθαί τε καὶ ἐν τῇ προεδρίᾳ ἐξ ἧς ζῶσα ἐθεᾶτο τίθεσθαι, καὶ περὶ αὐτὴν τὰς γυναῖκας τὰς δυνάμει προεχούσας συγκαθίζεσθαι.
ὁ δὲ Μᾶρκος ἐλθὼν ἐς τὰς Ἀθήνας καὶ μυηθεὶς ἔδωκε μὲν τοῖς Ἀθηναίοις τιμάς, ἔδωκε δὲ καὶ πᾶσιν ἀνθρώποις διδασκάλους ἐν ταῖς Ἀθήναις ἐπὶ πάσης λόγων παιδείας μισθὸν ἐτήσιον φέροντας. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὸν δῆμον διαλεγόμενος, ἐπειδὴ μεταξὺ λέγοντος αὐτοῦ τά τε ἄλλα καὶ ὅτι πολλοῖς ἔτεσιν ἀποδεδημηκὼς ἦν, ἀνεβόησαν «ὀκτώ» καὶ τοῦτο καὶ ταῖς χερσίν, ἵνα δὴ καὶ χρυσοῦς τοσούτους ἐς τὸ δεῖπνον λάβωσι, προσενεδείξαντο, διεμειδίασε καὶ ἔφη καὶ αὐτὸς «ὀκτώ», καὶ μετὰ ταῦτα ἀνὰ διακοσίας δραχμὰς αὐτοῖς κατένειμεν, ὅσον οὔπω πρότερον εἰλήφεσαν. ταῦτά τε ἔπραξε, καὶ τοῖς ὀφείλουσί τι τῷ βασιλικῷ καὶ τῷ δημοσίῳ πᾶσι πάντα τὰ ὀφειλόμενα ἀφῆκεν ἀπὸ ἐτῶν ἓξ καὶ τεσσαράκοντα, χωρὶς τῶν ἑκκαίδεκα τοῦ Ἁδριανοῦ· καὶ πάντα τὰ περὶ αὐτῶν γράμματα ἐν τῇ ἀγορᾷ καυθῆναι ἐκέλευσε. χρήματά τε πολλαῖς πόλεσιν ἔδωκεν, ἐν αἷς καὶ τῇ Σμύρνῃ δεινῶς ὑπὸ σεισμοῦ φθαρείσῃ· καὶ αὐτὴν καὶ βουλευτῇ ἐστρατηγηκότι ἀνοικοδομῆσαι προσέταξεν. ἀφʼ οὗπερ καὶ νῦν θαυμάζω τῶν αἰτιωμένων αὐτὸν ὡς οὐ μεγαλόφρονα γενόμενον· τὰ μὲν γὰρ ἄλλα οἰκονομικώτατος ὡς ἀληθῶς ἦν, τῶν δʼ ἀναγκαίων ἀναλωμάτων οὐδὲ ἓν ἐξίστατο, καίπερ μήτε τινὰ ἐσπράξει χρημάτων, ὥσπερ εἶπον, λυπῶν, καὶ πλεῖστα ὅσα ἐξ ἀνάγκης ἔξω τῶν ἐγκυκλίων δαπανῶν.
ἐπειδὴ δὲ τὰ Σκυθικὰ αὖθις αὐτοῦ ἐδεήθη, γυναῖκα τῷ υἱεῖ θᾶττον διʼ αὐτὰ ἢ ἐβούλετο Κρισπῖναν συνῴκισεν· οἱ γὰρ Κυιντίλιοι οὐκ ἠδυνήθησαν, καίπερ δύο τε ὄντες καὶ φρόνημα καὶ ἀνδρίαν ἐμπειρίαν τε πολλὴν ἔχοντες, τὸν πόλεμον παῦσαι, καὶ διὰ τοῦτʼ ἀναγκαίως αὐτοὶ οἱ αὐτοκράτορες ἐξεστράτευσαν. ὁ δὲ Μᾶρκος καὶ χρήματα ἐκ τοῦ δημοσίου ᾔτησε τὴν βουλήν, οὐχ ὅτι μὴ ἔκειντο ἐπὶ τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλʼ ὅτι ὁ Μᾶρκος πάντα τῆς βουλῆς καὶ τοῦ δήμου καὶ αὐτὰ καὶ τἆλλα ἔλεγεν εἶναι· «ἡμεῖς γάρ» ἔφη πρὸς τὴν βουλὴν λέγων «οὕτως οὐδὲν ἴδιον ἔχομεν ὥστε καὶ ἐν τῇ ὑμετέρᾳ οἰκίᾳ οἰκοῦμεν». ταῦτά τε εἰπών, καὶ τὸ δόρυ τὸ αἱματῶδες παρὰ τῷ Ἐνυείῳ ἐς τὸ πολέμιον δὴ χωρίον, ὥς γε καὶ τῶν συγγενομένων αὐτῷ ἤκουσα, ἀκοντίσας ἐξωρμήθη, καὶ τῷ Πατέρνῳ δοὺς χεῖρα μεγάλην ἔπεμψεν αὐτὸν ἐς τὸν τῆς μάχης ἀγῶνα. καὶ οἱ βάρβαροι ἀντέτειναν μὲν διὰ τῆς ἡμέρας ἁπάσης, κατεκόπησαν δὲ ὑπὸ τῶν Ῥωμαίων πάντες, καὶ ὁ Μᾶρκος τὸ δέκατον αὐτοκράτωρ προσηγορεύθη.
ὅτι οἱ Ἰάζυγες ἐπρεσβεύσαντο, καὶ ᾔτησάν τινα ἀφεθῆναί σφισιν ἐκ τῶν ὡμολογημένων· καὶ συνεχωρήθη τινὰ αὐτοῖς, ἵνα μὴ καὶ παντελῶς ἀλλοτριωθῶσιν. οὐ μέντοι πρότερον οὔτε οὗτοι οὔτε οἱ Βοῦροι συμμαχῆσαι τοῖς Ῥωμαίοις ἠθέλησαν, πρὶν πίστεις παρὰ Μάρκου λαβεῖν ἦ μὴν μέχρι παντὸς τῷ πολέμῳ χρήσεσθαι· ἐφοβοῦντο γὰρ μὴ καταλλαγεὶς τοῖς Κουάδοις, ὥσπερ καὶ πρότερον, προσοίκους σφίσι πολεμίους ὑπολείπηται.
ὅτι ὁ Μᾶρκος τοὺς πρεσβευομένους τῶν ἐθνῶν ἐδέχετο οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντας, ἀλλʼ ὥς που ἕκαστοι αὐτῶν ἢ πολιτείαν ἢ ἀτέλειαν ἢ ἀίδιον ἢ καὶ πρὸς χρόνον τινὰ ἄνεσιν τοῦ φόρου λαβεῖν ἢ καὶ τὴν τροφὴν ἀθάνατον ἔχειν ἄξιοι ἦσαν. καὶ ἐπειδὴ οἱ Ἰάζυγες χρησιμώτατοι αὐτῷ ἐγίγνοντο, πολλὰ καὶ ἐκ τῶν ἐπιτεταγμένων σφίσιν ἀφῆκε, μᾶλλον δὲ πάντα πλὴν τῶν κατά τε τὰς συνόδους αὐτῶν καὶ κατὰ τὰς ἐπιμιξίας συγκειμένων, τοῦ τε μὴ ἰδίοις πλοίοις σφᾶς χρῆσθαι καὶ τοῦ τῶν νήσων τῶν ἐν τῷ Ἴστρῳ ἀπέχεσθαι. καὶ ἐφῆκεν αὐτοῖς πρὸς τοὺς Ῥοξολάνους διὰ τῆς Δακίας ἐπιμίγνυσθαι, ὁσάκις ἂν ὁ ἄρχων αὐτῆς ἐπιτρέψῃ σφίσιν.
ὅτι τοῖς Κουάδοις καὶ τοῖς Μαρκομάνοις πρεσβευσαμένοις δύο μυριάδες ἑκατέροις στρατιωτῶν ἐν τείχεσιν ὄντες οὔτε νέμειν οὔτε γεωργεῖν οὔτʼ ἄλλο τι μετὰ ἀδείας ποιεῖν ..., ἀλλὰ καὶ αὐτομόλους παρʼ αὐτῶν καὶ αἰχμαλώτους τῶν σφετέρων πολλοὺς ὑπεδέχοντο, μὴ πάνυ τι αὐτοὶ ταλαιπωρούμενοι διὰ τὸ καὶ βαλανεῖα καὶ πάντα ἀφθόνως ἔχειν τὰ ἐπιτήδεια, ὥστε τοὺς Κουάδους μὴ φέροντας τὸν ἐπιτειχισμὸν μεταναστῆναι πανδημεὶ πρὸς Σεμνόνας ἐπιχειρῆσαι. ὁ δὲ Ἀντωνῖνος προμαθὼν τὴν διάνοιαν αὐτῶν, τὰς διόδους ἀποφράξας ἐκώλυσεν. οὕτως οὐ τὴν χώραν αὐτῶν προσκτήσασθαι ἀλλὰ τοὺς ἀνθρώπους τιμωρήσασθαι ἐπεθύμει.
ὅτι καὶ Ναρισταὶ ταλαιπωρήσαντες τρισχίλιοι ἅμα ηὐτομόλησαν καὶ γῆν ἐν τῇ ἡμετέρᾳ ἔλαβον.
καὶ εἴγε πλέον ἐβεβιώκει, πάντα τὰ ἐκεῖ ἂν ἐκεχείρωτο· νῦν δὲ τῇ ἑπτακαιδεκάτῃ τοῦ Μαρτίου μετήλλαξεν, οὐχ ὑπὸ τῆς νόσου ἣν καὶ τότε ἐνόσησεν, ἀλλʼ ὑπὸ τῶν ἰατρῶν, ὡς ἐγὼ σαφῶς ἤκουσα, τῷ Κομμόδῳ χαριζομένων. μέλλων οὖν ἀποθνήσκειν τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο — οὐ γὰρ ἤθελε δοκεῖν ὑπʼ αὐτοῦ θνήσκειν — καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι ἔφη «ἄπελθε πρὸς τὸν ἀνατέλλοντα· ἐγὼ γὰρ ἤδη δύομαι». τελευτήσας δὲ ἄλλα τε πολλὰ ἐς τιμὴν ἔλαβε καὶ χρυσοῦς ἐς αὐτὸ τὸ συνέδριον ἔστη. ὁ μὲν οὖν Μᾶρκος οὕτω μετήλλαξεν.
ὅτι οὕτω θεοσεβὴς ἦν ὁ Μᾶρκος ὥστε καὶ ἐν ταῖς ἀποφράσιν οἴκοι θύειν.
ὅτι εἶχε μὲν καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας, καὶ ἄριστα διὰ πάντων τῶν ἐν κράτει τινὶ γενομένων ἦρξε, πλὴν καθʼ ὅσον οὐ πολλὰ τῷ σώματι ἀνδρίζεσθαι ἐδύνατο· καὶ τοῦτο ἐξ ἀσθενεστάτου καρτερικώτατον ἀπέδειξε. πλεῖστον δὲ ἐν εὐεργεσίᾳ διῆγεν· ὅθεν που καὶ νεὼν αὐτῆς ἐν τῷ Καπιτωλίῳ ἱδρύσατο, ὀνόματί τινι ἰδιωτάτῳ καὶ μήπω ἀκουσθέντι προσκαλέσας αὐτήν. αὐτὸς μὲν γὰρ ἁπάντων τῶν ἁμαρτημάτων ἀπείχετο, καὶ οὔτε ἑκὼν οὔτʼ ἄκων ἐπλημμέλει. τὰ δὲ δὴ τῶν ἄλλων ἁμαρτήματα, καὶ μάλιστα τὰ τῆς γυναικός, ἔφερε καὶ οὔτε ἐπολυπραγμόνει οὔτε ἐκόλαζεν, ἀλλʼ εἰ μέν τις χρηστόν τι ἔπραττεν, ἐπῄνει καὶ ἐχρῆτο ἐς ἐκεῖνο αὐτῷ, τῶν δὲ ἑτέρων οὐ προσεποιεῖτο, λέγων ὅτι ποιῆσαι μέν τινι ἀνθρώπους ὁποίους βούλεται ἔχειν ἀδύνατόν ἐστι, τοῖς δὲ δὴ οὖσι προσήκει, ἐς ὅ τι ἄν τις αὐτῶν τῷ κοινῷ χρήσιμος ᾖ, χρῆσθαι. καὶ ὅτι οὐ προσποιητῶς ἀλλʼ ἐξ ἀρετῆς πάντα ἔπραττε, πρόδηλον· ἔτη γὰρ ὀκτὼ καὶ πεντήκοντα καὶ μῆνας δέκα ἡμέρας τε εἴκοσι καὶ δύο ζήσας, κἀν τούτοις τῷ τε πρὶν Ἀντωνίνῳ συχνὸν χρόνον ὑπάρξας καὶ αὐτὸς ἐννέα καὶ δέκα ἔτη καὶ ἕνδεκα ἡμέρας αὐταρχήσας, ὅμοιος διὰ πάντων ἐγένετο καὶ ἐν οὐδενὶ ἠλλοιώθη. οὕτως ὡς ἀληθῶς ἀγαθὸς ἀνὴρ ἦν καὶ οὐδὲν προσποιητὸν εἶχε. πάμπολλα μὲν γὰρ καὶ ὑπὸ παιδείας ὠφελήθη, ἔν τε τοῖς ῥητορικοῖς ἔν τε τοῖς ἐκ φιλοσοφίας λόγοις ἀσκηθείς· τῶν μὲν γὰρ τόν τε Φρόντωνα τὸν Κορνήλιον καὶ τὸν Ἡρώδην τὸν Κλαύδιον διδασκάλους εἶχε, τῶν δὲ τόν τε Ῥούστικον τὸν Ἰούνιον καὶ Ἀπολλώνιον τὸν Νικομηδέα, τοὺς Ζηνωνείους λόγους μελετῶντας, ἀφʼ οὗ δὴ παμπληθεῖς φιλοσοφεῖν ἐπλάττοντο, ἵνʼ ὑπʼ αὐτοῦ πλουτίζωνται. πλεῖστον δὲ ὅμως ὑπὸ τῆς φύσεως ἐξήρθη· καὶ γὰρ πρὶν ἐκείνοις ὁμιλῆσαι, ἰσχυρῶς πρὸς ἀρετὴν ὥρμητο. τοῖς τε γὰρ συγγενέσι πᾶσι, πολλοῖς καὶ δυνατοῖς πλουσίοις τε οὖσιν, οὕτω τι ἔτι παῖς ὢν ἤρεσεν ὥσθʼ ὑπὸ πάντων αὐτῶν ἀγαπηθῆναι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ Ἁδριανοῦ ὅτι μάλιστα ἐς τὸ γένος ποιηθεὶς οὐχ ὑπερεφρόνησεν, ἀλλὰ καίτοι νέος ὢν καὶ Καῖσαρ τῷ τε Ἀντωνίνῳ παρὰ πᾶσαν τὴν ἀρχὴν ἐμμελέστατα ἐδούλευσε καὶ τοὺς ἄλλους τοὺς πρώτους ἀνεπαχθῶς ἐτίμησεν. ἠσπάζετό τε τοὺς ἀξιωτάτους ἐν τῇ Τιβεριανῇ οἰκίᾳ ἐν ᾗ ᾤκει, πρὶν τὸν πατέρα ἰδεῖν, οὐχ ὅπως τὴν στολὴν τὴν καθήκουσαν ἐνδεδυκώς, ἀλλὰ καὶ ἰδιωτικῶς ἐσταλμένος, καὶ ἐν αὐτᾷ γε τῷ δωματίῳ ἐν ᾧ ἐκάθευδε. καὶ πολλοὺς νοσοῦντας ἐπεσκέπτετο, καὶ πρὸς τοὺς διδασκάλους οὐκ ἔστιν ὅτε οὐκ ἐφοίτα. μανδύας τε φαιάς, ὁσάκις γε καὶ ἄνευ τοῦ πατρὸς προῄει, ἐνεδύετο, καὶ τῷ φωτὶ τῷ προηγουμένῳ οὐκ ἔστιν ὅτε καθʼ ἑαυτὸν ἐχρήσατο. καὶ πρόκριτος τῆς ἱππάδος ἀποδειχθεὶς ἐσῆλθεν ἐς τὴν ἀγορὰν μετὰ τῶν λοιπῶν, καίπερ Καῖσαρ ὤν. οὕτω μὲν οὖν ἄλλως τε καλῶς ἐπεφύκει καὶ ἐκ τῆς παιδείας ἐπὶ πλεῖστον ὠφελήθη, Ἑλληνικῶν τε καὶ Λατίνων ῥητορικῶν καὶ φιλοσόφων λόγων, καίπερ ἐς ἄνδρας ἤδη τελῶν καὶ ἐλπίδα αὐταρχήσειν ἔχων, ἀεὶ διεπίμπλατο. καὶ πρὸ τοῦ Καῖσαρ ἀποδειχθῆναι ὄναρ ἔδοξεν ὤμους τε καὶ χεῖρας ἐλεφαντίνους ἔχειν καὶ αὐταῖς πάντα ὅσα τοῖς ἄλλοις χρῆσθαι. ἐκ δʼ οὖν τῆς πολλῆς ἀσχολίας τε καὶ ἀσκήσεως ἀσθενέστατον τὸ σῶμα ἔσχε, καίτοι τοσαύτῃ εὐεξίᾳ ἀπʼ ἀρχῆς χρησάμενος ὥστε καὶ ὁπλομαχεῖν καὶ σῦς ἀγρίους ἐν θήρᾳ καταβάλλειν ἀπὸ ἵππου, τάς τε ἐπιστολὰς τὰς πλείστας οὐ μόνον ἐν τῇ πρώτῃ ἡλικίᾳ ἀλλὰ καὶ μετὰ ταῦτα αὐτοχειρίᾳ τοῖς πάνυ φίλοις γράφειν. οὐ μέντοι καὶ ἐπαξίως ἑαυτοῦ εὐδαιμόνησεν· οὔτε γὰρ τὸ σῶμα ἔρρωτο, καὶ κακοῖς πλείστοις παρὰ πᾶσαν ὡς εἰπεῖν τὴν ἡγεμονίαν περιέπεσεν. ἀλλʼ ἔγωγε ἐξ αὐτῶν τούτων μᾶλλον αὐτὸν τεθαύμακα, ὅτι ἔν τε ἀλλοκότοις καὶ ἐν ἐξαισίοις πράγμασι αὐτός τε διεγένετο καὶ τὴν ἀρχὴν διεσώσατο. ἓν δʼ οὖν τοῦτο ἐς τὴν οὐκ εὐδαιμονίαν αὐτοῦ συνηνέχθη, ὅτι τὸν υἱὸν καὶ θρέψας καὶ παιδεύσας ὡς οἷόν τε ἦν ἄριστα, πλεῖστον αὐτοῦ ὅσον διήμαρτε. περὶ οὗ ἤδη ῥητέον, ἀπὸ χρυσῆς τε βασιλείας ἐς σιδηρᾶν καὶ κατιωμένην τῶν τε πραγμάτων τοῖς τότε Ῥωμαίοις καὶ ἡμῖν νῦν καταπεσούσης τῆς ἱστορίας.
οὗτος πανοῦργος μὲν οὐκ ἔφυ, ἀλλʼ εἰ καί τις ἄλλος ἀνθρώπων ἄκακος, ὑπὸ δὲ δὴ τῆς πολλῆς ἁπλότητος καὶ προσέτι καὶ δειλίας ἐδούλευσε τοῖς συνοῦσι, καὶ ὑπʼ αὐτῶν ἀγνοίᾳ τὸ πρῶτον τοῦ κρείττονος ἁμαρτὼν ἐς ἔθος κἀκ τούτου καὶ ἐς φύσιν ἀσελγῆ καὶ μιαιφόνον προήχθη. καί μοι δοκεῖ καὶ τοῦτο καὶ ὁ Μᾶρκος σαφῶς προγνῶναι.
ἦν δὲ ἐννεακαιδεκαέτης ὅτε μετήλλαξεν ὁ πατὴρ αὐτοῦ, πολλοὺς αὐτῷ καὶ τοὺς κρατίστους τῶν βουλευτῶν ἐπιτρόπους καταλιπών· ὧν ὁ Κόμμοδος ταῖς ὑποθήκαις καὶ συμβουλίαις χαίρειν εἰπών, καὶ τοῖς βαρβάροις σπεισάμενος, ἐς τὴν Ῥώμην ἠπείχθη, μισόπονός τε ὢν καὶ τῆς ἀστικῆς ῥᾳστώνης ἐπιθυμῶν.
ὅτι οἱ Μαρκομάνοι οὔτε τροφὴν οὔτʼ ἄνδρας συχνοὺς ὑπό τε τοῦ πλήθους τῶν ἀπολλυμένων καὶ ὑπὸ τῆς ἀεὶ τῶν χωρίων κακώσεως ἔτι εἶχον· δύο γοῦν μόνους τῶν πρώτων καὶ δύο ἄλλους τῶν καταδεεστέρων πρέσβεις πρὸς αὐτὸν ὑπὲρ τῆς εἰρήνης ἔπεμψαν. καὶ ἐξεργάσασθαι αὐτοὺς δυνάμενος ῥᾳδίως, μισόπονος δὲ δὴ ὢν καὶ πρὸς τὰς ἀστικὰς ῥᾳστώνας ἐπειγόμενος ἐσπείσατο αὐτοῖς ἐπί τε τοῖς ἄλλοις ἐφʼ οἷς ὁ πατὴρ αὐτοῦ συνετέθειτο, καὶ ἵνα τούς τε αὐτομόλους καὶ τοὺς αἰχμαλώτους, οὓς μετὰ ταῦτα ἔλαβον, ἀποδῶσιν αὐτῷ, καὶ σῖτόν τινα κατʼ ἔτος τακτὸν τελῶσιν, ὃν ὕστερον αὐτοῖς ἀφῆκεν. ὅπλα τέ τινα παρʼ αὐτῶν ἔλαβε, καὶ στρατιώτας παρὰ μὲν τῶν Κουάδων μυρίους καὶ τρισχιλίους, παρὰ δὲ τῶν Μαρκομάνων ἐλάττους· ἀνθʼ ὧν ἀνῆκεν αὐτοῖς τῶν κατʼ ἔτος διδόναι τινάς. προσεπέταξε μέντοι σφίσιν ἵνα μήτε πολλάκις μήτε πολλαχοῦ τῆς χώρας ἀθροίζωνται, ἀλλʼ ἅπαξ ἐν ἑκάστῳ μηνὶ καὶ ἐς τόπον ἕνα ἑκατοντάρχου τινὸς Ῥωμαίου παρόντος, πρὸς δὲ καὶ ἵνα μήτε τοῖς Ἰάζυξι μήτε τοῖς Βούροις μήτε τοῖς Οὐανδίλοις πολεμῶσιν. ἐπὶ μὲν τούτοις συνηλλάγη, καὶ τά τε φρούρια πάντα τὰ ἐν τῇ χώρᾳ αὐτῶν ὑπὲρ τὴν μεθορίαν τὴν ἀποτετμημένην ὄντα ἐξέλιπεν ......
ὅτι τοῖς Βούροις ὁ Κόμμοδος εἰρήνην ἔδωκε πρεσβεύσασι. πρότερον μὲν γάρ, καίτοι πολλάκις αὐτὴν αἰτηθείς, οὐκ ἐποιήσατο, ὅτι τε ἔρρωντο καὶ ὅτι οὐκ εἰρήνην ἀλλὰ ἀνοχὴν ἐς τὸ παρασκευάσασθαι λαβεῖν ἤθελον· τότε δέ, ἐπειδὴ ἐξετρυχώθησαν, συνηλλάγη σφίσιν ὁμήρους λαβὼν καὶ αἰχμαλώτους παρά τε τῶν Βούρων πολλοὺς καὶ παρὰ τῶν ἄλλων μυρίους καὶ πεντακισχιλίους κομισάμενος, καὶ ἀναγκάσας τοὺς ἄλλους ὀμόσαι ὥστε μήτʼ ἐνοικήσειν ποτὲ μήτʼ ἐννεμεῖν τεσσαράκοντα στάδια τῆς χώρας σφῶν τῆς πρὸς τῇ Δακίᾳ οὔσης. ὁ αὐτὸς Σαβινιανὸς καὶ Δακῶν τῶν προσόρων μυρίους καὶ δισχιλίους ἐκ τῆς οἰκείας ἐκπεσόντας καὶ μέλλοντας τοῖς ἄλλοις βοηθήσειν ὑπηγάγετο, γῆν τινα αὐτοῖς ἐν τῇ Δακίᾳ τῇ ἡμετέρᾳ δοθήσεσθαι ὑποσχόμενος.
καὶ ἐπεβουλεύθη μὲν πολλάκις ὑπό τινων, πλείστους δὲ ἐφόνευσε καὶ ἄνδρας καὶ γυναῖκας, τοὺς μὲν φανερῶς τοὺς δὲ λάθρᾳ φαρμάκοις, καὶ ὡς εἰπεῖν πάντας τοὺς ἐπὶ τοῦ πατρὸς αὐτοῦ καὶ ἐπʼ αὐτοῦ ἐκείνου ἀνθήσαντας, πλὴν τοῦ τε Πομπηιανοῦ καὶ τοῦ Περτίνακος καὶ τοῦ Οὐικτωρίνου· τούτους γὰρ οὐκ οἶδʼ ὅπως οὐκ ἀπέκτεινε. λέγω δὲ ταῦτά τε καὶ τὰ λοιπὰ οὐκ ἐξ ἀλλοτρίας ἔτι παραδόσεως ἀλλʼ ἐξ οἰκείας ἤδη τηρήσεως. ἐλθὼν δὲ ἐς τὴν Ῥώμην καὶ πρὸς τὴν γερουσίαν διαλεχθεὶς ἄλλα τέ τινα ἀπελήρησε, καί τι καὶ τοιοῦτον ἐν τοῖς αὑτοῦ ἐπαίνοις εἶπεν, ὅτι τὸν πατέρα ποτὲ ἐς πηλὸν βαθὺν ἐμπεσόντα ἱππεύων ἐρρύσατο. τοιαῦτα μὲν τὰ σεμνολογήματα αὐτοῦ ἦν, ἐσιόντι δὲ αὐτῷ ἐς τὸ θέατρον τὸ κυνηγετικὸν Κλαύδιος Πομπηιανὸς ἐπεβούλευσε· ξίφος γάρ τι ἐν αὐτῇ τῇ τῆς ἐσόδου στενοχωρίᾳ ἀνατείνας, «ἰδού» ἔφη, «τοῦτό σοι ἡ βουλὴ πέπομφεν». οὗτος ἠγγύητο μὲν τὴν θυγατέρα Λουκίλλης, ἐχρῆτο δὲ καὶ αὐτῇ ταύτῃ καὶ τῇ τῆς κόρης μητρί, καὶ διὰ ταῦτα τῷ Κομμόδῳ ᾠκείωτο ὡς καὶ συνεστιᾶσθαι καὶ συννεανιεύεσθαι αὐτῷ. ἡ γὰρ Λουκίλλα οὐδὲν ἐπιεικεστέρα οὐδὲ σωφρονεστέρα τοῦ ἀδελφοῦ Κομμόδου ὑπάρχουσα ἤχθετο μὲν τῷ ἀνδρὶ αὑτῆς τῷ Πομπηιανῷ· ὅθεν καὶ ἀνέπεισε τὸν εἰρημένον ἐπιθέσθαι τῷ Κομμόδῳ, καὶ αὐτόν τε ἀπώλεσε καὶ αὐτὴ φωραθεῖσα ἐπανῃρέθη. ἀπέκτεινε δὲ καὶ τὴν Κρισπῖναν ὁ Κόμμοδος, ἐπὶ μοιχείᾳ δή τινι ὀργισθεὶς αὐτῇ. πρὸ δὲ τοῦ ἀναιρεθῆναι καὶ ἀμφότεραι ἐς τὴν νῆσον τὴν Καπρίαν ὑπερωρίσθησαν. Μαρκία δέ τις Κουαδράτου τῶν τότε φονευθέντων ἑνὸς παλλακή, καὶ Ἔκλεκτος πρόκοιτος, ὁ μὲν καὶ τοῦ Κομμόδου πρόκοιτος ἡ δὲ παλλακὴ ἐγένετο, καὶ τοῦ Ἐκλέκτου μετὰ ταῦτα γυνή· καὶ ἐπεῖδε καὶ ἐκείνους βιαίως ἀποθνήσκοντας. ἱστορεῖται δὲ αὕτη πολλά τε ὑπὲρ τῶν Χριστιανῶν σπουδάσαι καὶ πολλὰ αὐτοὺς εὐηργετηκέναι, ἅτε καὶ παρὰ τῷ Κομμόδῳ πᾶν δυναμένη.
ὅτι ὁ Κόμμοδος καὶ Ἰουλιανὸν τὸν Σάλουιον καὶ Πάτερνον Ταρρουτήνιον ἐς τοὺς ὑπατευκότας κατειλεγμένον, ἄλλους τε μετʼ αὐτῶν καί τινα καὶ γυναῖκα εὐπατρίδα ἀπέσφαξεν. καίτοι καὶ Ἰουλιανὸς δυνηθεὶς ἂν μετὰ τὴν Μάρκου τελευτὴν πᾶν εὐθὺς κατʼ αὐτοῦ ὅ τι καὶ ἐβούλετο, ἅτε καὶ ἐλλογιμώτατος ὢν καὶ στρατιὰν μεγάλην ἐπιτετραμμένος τούς τε στρατιώτας ἀνηρτημένος, πρᾶξαι, οὐδὲν ἠθέλησε διά τε τὴν ἑαυτοῦ ἐπιείκειαν καὶ διὰ τὴν ἐκείνου καὶ τεθνηκότος εὔνοιαν νεοχμῶσαι· καὶ ὁ Πάτερνος ῥᾳδίως ἂν αὐτόν, εἴπερ ἐπεβεβουλεύκει οἱ, ὥσπερ ᾐτιάθη, φονεύσας ἕως ἔτι τῶν δορυφόρων ἦρχεν, οὐκ ἐποίησεν.
ἐφόνευσε δὲ καὶ τοὺς Κυιντιλίους, τόν τε Κονδιανὸν καὶ τὸν Μάξιμον· μεγάλην γὰρ εἶχον δόξαν ἐπὶ παιδείᾳ καὶ ἐπὶ στρατηγίᾳ καὶ ὁμοφροσύνῃ καὶ πλούτῳ. ἐκ γὰρ δὴ τῶν προσόντων σφίσιν ὑπωπτεύοντο καλῶν, εἰ καὶ μηδὲν νεώτερον ἐνενόουν, ἄχθεσθαι τοῖς παροῦσι. καὶ οὕτως αὐτοί, ὥσπερ ἔζησαν ἅμα, οὕτω καὶ ἀπέθανον μεθʼ ἑνὸς τέκνου· διαπρεπέστατα γὰρ τῶν πώποτε ἐφίλησαν ἀλλήλους, καὶ οὐκ ἔστιν ὅτε οὐδὲ ἐν ταῖς ἀρχαῖς διεχωρίσθησαν. ἐγένοντο δὲ καὶ πολυκτήμονες καὶ παμπλούσιοι, καὶ ἦρχον ὁμοῦ καὶ παρήδρευον ἀλλήλοις.
Κονδιανὸς δὲ Σέξτος ὁ τοῦ Μαξίμου υἱός, φύσει τε καὶ παιδείᾳ τῶν ἄλλων διαφέρων, ἐπειδὴ ᾔσθετο καὶ τῆς ἐς αὐτὸν φερούσης θανατηφόρου ψήφου — διέτριβε δὲ ἐν Συρίᾳ —, αἷμα λαγὼ ἔπιε, καὶ μετὰ τοῦτʼ ἐπί τε ἵππον ἀνέβη καὶ κατέπεσεν ἀπʼ αὐτοῦ ἐπίτηδες, τό τε αἷμα ἤμεσεν ὡς ἴδιον, καὶ ἀρθεὶς ὡς καὶ παραχρῆμα τελευτήσων ἐς οἴκημα ἐκομίσθη, καὶ αὐτὸς μὲν ἀφανὴς ἐγένετο, κριοῦ δὲ σῶμα ἐς λάρνακα ἀντʼ αὐτοῦ ἐμβληθὲν ἐκαύθη. καὶ ἐκ τούτου ὁ μὲν ἀμείβων ἀεὶ τὸ σχῆμα καὶ τὴν ἐσθῆτα ἄλλοτε ἄλλῃ ἐπλανᾶτο, διαδοθέντος δὲ τοῦ λόγου τούτου — οὐ γὰρ οἷόν τʼ ἐστὶ τὰ τηλικαῦτα ἐπὶ πολὺν χρόνον λανθάνειν — ζήτησις αὐτοῦ μεγάλη πανταχοῦ ὁμοίως ἐγένετο, καὶ πολλοὶ μὲν ἀντʼ αὐτοῦ διʼ ὁμοιότητα πολλοὶ δὲ ὡς καὶ συνεγνωκότες τι αὐτῷ ἢ καὶ ὑποδεδεγμένοι πῃ αὐτὸν ἐκολάσθησαν, ἔτι δὲ πλείους οὐδὲ ἑορακότες ποτὲ ἴσως αὐτὸν τῶν οὐσιῶν ἐστερήθησαν. καὶ ὁ μὲν εἴτε ὄντως ἐσφάγη — πλεῖσται γὰρ κεφαλαὶ ὡς ἐκείνου οὖσαι ἐς τὴν Ῥώμην ἐκομίσθησαν — εἴτε καὶ ἀπέφυγεν, οὐδεὶς οἶδεν· ἕτερος δέ τις ἐτόλμησε μετὰ τὸν τοῦ Κομμόδου θάνατον Σέξτος τε εἶναι φῆσαι καὶ πρὸς ἀνάληψιν τοῦ τε πλούτου καὶ τοῦ ἀξιώματος αὐτοῦ ὁρμῆσαι. καὶ πολλά γε ὑπὸ πολλῶν ἀνακριθεὶς ἐκομψεύσατο, ὡς μέντοι καὶ τῶν Ἑλληνικῶν τι αὐτὸν ὁ Περτίναξ, ὧν ἐκεῖνος διεπεφύκει, ἀνήρετο, πλεῖστον ἐσφάλη, μηδὲ συνεῖναι τὸ λεγόμενον δυνηθείς. οὕτω που τὸ μὲν εἶδος ἐκ φύσεως καὶ τἆλλα ἐξ ἐπιτηδεύσεως αὐτῷ ἐῴκει, τῆς δὲ δὴ παιδείας αὐτοῦ οὐ μετεσχήκει.
τοῦτό τε οὖν αὐτὸς ἤκουσα παρών, καὶ ἕτερον τοιόνδε εἶδον. ἔστιν ἐν Μαλλῷ πόλει τῆς Κιλικίας Ἀμφιλόχου χρηστήριον, καὶ χρᾷ διʼ ὀνειράτων. ἔχρησεν οὖν καὶ τῷ Σέξτῳ, ὃ διὰ γραφῆς ἐκεῖνος ἐδήλωσε· παιδίον γὰρ τῷ πίνακι ἐνεγέγραπτο δύο δράκοντας ἀποπνῖγον καὶ λέων νεβρὸν διώκων. οὐδὲ ἔσχον αὐτὰς συμβαλεῖν, τῷ πατρὶ συνὼν ἄρχοντι τῆς Κιλικίας, πρὶν πυθέσθαι τούς τε ἀδελφοὺς ὑπὸ τοῦ Κομμόδου, ὃς μετὰ ταῦτα τὸν Ἡρακλέα ἐζήλωσε, τρόπον τινὰ πνιγέντας, ὥσπερ καὶ ὁ Ἡρακλῆς ἔτι νήπιος ὢν ἱστόρηται τοὺς ὑπὸ τῆς Ἥρας ἐπιπεμφθέντας αὐτῷ δράκοντας ἀποπνῖξαι — καὶ γὰρ καὶ οἱ Κυιντίλιοι ἀπηγχονήθησαν —, καὶ τὸν Σέξτον φεύγοντα καὶ διωκόμενον ὑπὸ τοῦ κρείττονος.
πάμπολυν ἂν ὄχλον τῇ συγγραφῇ παράσχοιμι, εἰ ἀκριβῶς καθʼ ἕκαστον τοὺς θανατωθέντας ὑπʼ αὐτοῦ γράφοιμι, ὁπόσους ἐκεῖνος ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ διʼ ὑποψίας οὐκ ἀληθεῖς ἢ διὰ πλοῦτον λαμπρὸν ἢ διὰ γένος εὐδόκιμον ἢ διὰ παιδείας ὑπεροχὴν ἢ διʼ ἄλλην τινὰ ἀρετὴν διεχρήσατο.
ὅτι ὁ Κόμμοδος πολλὰ μὲν πλούτου ἐπιδείγματα, πολλῷ δὲ πλείω καὶ φιλοκαλίας ἐν αὐτῇ τῇ Ῥώμῃ παρέσχετο. ἔστι δέ τι καὶ δημωφελὲς ὑπʼ αὐτοῦ πραχθέν· Μανιλίου γὰρ τῷ Κασσίῳ συγγενομένου καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς Λατίνας διοικήσαντος, καὶ μέγιστον παρʼ αὐτῷ δυνηθέντος καὶ φυγόντος, εἶτα φωραθέντος, οὔτε τι ἀκοῦσαι καίτοι πολλὰ μηνύσειν ὑπισχνουμένου ἠθέλησε, καὶ τὰ γράμματα αὐτοῦ πάντα κατέκαυσε πρὶν ἀναγνωσθῆναι.
ἐγένοντο δὲ καὶ πόλεμοί τινες αὐτῷ πρὸς τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους, ἐν οἷς ὅ τε Ἀλβῖνος καὶ ὁ Νίγρος οἱ τῷ αὐτοκράτορι Σεουήρῳ μετὰ ταῦτα ἀντιπολεμήσαντες εὐδοκίμησαν, μέγιστος δὲ ὁ Βρεττανικός. τῶν γὰρ ἐν τῇ νήσῳ ἐθνῶν ὑπερβεβηκότων τὸ τεῖχος τὸ διορίζον αὐτούς τε καὶ τὰ τῶν Ῥωμαίων στρατόπεδα, καὶ πολλὰ κακουργούντων, στρατηγόν τέ τινα μετὰ τῶν στρατιωτῶν οὓς εἶχε κατακοψάντων, φοβηθεὶς ὁ Κόμμοδος Μάρκελλον Οὔλπιον ἐπʼ αὐτοὺς ἔπεμψεν. οὑτοσὶ δὲ ὁ ἀνὴρ μέτριος καὶ εὐτελὴς ὤν, στρατιωτικῶς τε ἀεὶ καὶ περὶ τὴν τροφὴν καὶ περὶ πάντα τἆλλα ζῶν, ὅτε ἐπολέμει, ὑψηλόφρων καὶ φρονηματώδης ἐγίγνετο, χρημάτων τε διαφανῶς ἀδωρότατος ἦν, οὐ μὴν καὶ ἡδὺς τὸ ἦθος ἢ φιλάνθρωπος. ἀυπνότατος δὲ τῶν στρατηγῶν γενόμενος, καὶ τοὺς ἄλλους τοὺς συνόντας αὐτῷ ἐγρηγορέναι βουλόμενος, δώδεκα γραμματεῖα, οἷά γε ἐκ φιλύρας ποιεῖται, καθʼ ἑκάστην ἑσπέραν ὡς εἰπεῖν συνέγραφε, καὶ προσέταττέ τινι ἄλλο ἄλλῃ ὥρᾳ κομίζειν τισίν, ἵνʼ ἐγρηγορέναι τὸν στρατηγὸν ἀεὶ νομίζοντες μηδὲ αὐτοὶ ἄδην καθεύδοιεν. ἦν μὲν γὰρ καὶ ἄλλως ὑπνομαχεῖν πεφυκώς, ἐπὶ πλέον δὲ τοῦτο ἐκ τῆς ἀσιτίας ἠσκήκει. τά τε γὰρ ἄλλα ἥκιστα ἄδην ἐσιτεῖτο, καὶ ὅπως μηδὲ τῶν ἄρτων διαπιμπλᾶται, ἐκ τῆς Ῥώμης αὐτοὺς μετεπέμπετο, οὐχ ὡς οὐ δυνάμενος τῶν ἐπιχωρίων ἐσθίειν, ἀλλʼ ἵνʼ ὑπὸ τῆς παλαιότητος αὐτῶν μὴ δύνηται μηδὲ σμικρῷ πλέον τοῦ πάνυ ἀναγκαίου φαγεῖν· τὰ γὰρ οὖλα αὐτοῦ κακῶς ἔχοντα ῥᾳδίως ὑπὸ τῆς τῶν ἄρτων ξηρότητος ᾑμάσσετο. ἐπετήδευε δʼ οὖν ἐπὶ μεῖζον αὐτὸ πλάττεσθαι, ἵνʼ ὡς μάλιστα διαγρυπνεῖν δοκῇ.
Μάρκελλος μὲν δὴ τοιοῦτος ὢν τούς τε βαρβάρους τοὺς ἐν Βρεττανίᾳ δεινῶς ἐκάκωσε, καὶ μικροῦ δεῖν ὑπὸ τοῦ Κομμόδου μετὰ ταῦτα διὰ τὴν ἰδίαν ἀρετὴν ἀποθανεῖν μελλήσας ὅμως ἀφείθη· Περέννιον δὲ τῶν δορυφόρων μετὰ τὸν Πάτερνον ἄρχοντα συνέβη διὰ τοὺς στρατιώτας στασιάσαντας ἀναιρεθῆναι. τοῦ γὰρ Κομμόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐκδεδωκότος ἑαυτόν, καὶ τῶν τῇ ἀρχῇ προσηκόντων οὐδὲν ὡς εἰπεῖν πράττοντος, ὁ Περέννιος ἠναγκάζετο οὐχ ὅτι τὰ στρατιωτικὰ ἀλλὰ καὶ τἆλλα διὰ χειρὸς ἔχειν καὶ τοῦ κοινοῦ προστατεῖν. οἱ οὖν στρατιῶται, ὁπότε τι σφίσι μὴ καταθύμιον ἀπαντήσαι, τὴν αἰτίαν ἐπὶ τὸν Περέννιον ἀναφέροντες ἐμήνιον αὐτῷ.
ὅτι οἱ ἐν Βρεττανίᾳ στρατιῶται Πρίσκον ὑποστράτηγον εἵλοντο αὐτοκράτορα· ὁ δὲ παρῃτήσατο εἰπὼν ὅτι «τοιοῦτος ἐγώ εἰμι αὐτοκράτωρ οἷοι ὑμεῖς στρατιῶταί ἐστε».
καὶ οἱ ἐν Βρεττανίᾳ τοίνυν ὑπάρχοντες, ἐπειδή τι καὶ ἐπετιμήθησαν ἐφʼ οἷς ἐστασίαζον — οὐ γὰρ πρὶν ἡσύχασαν ἢ αὐτοὺς τὸν Περτίνακα παῦσαι —, χιλίους καὶ πεντακοσίους ἀκοντιστὰς ἀπὸ σφῶν ἀπολέξαντες ἐς τὴν Ἰταλίαν ἔπεμψαν· ὧν μηδενὸς κωλύοντος τῇ Ῥώμῃ πλησιασάντων, ὁ Κόμμοδος ἀπήντησέ τε αὐτοῖς καὶ ἐπύθετο «τί ταῦτα, ὦ συστρατιῶται; τί βουλόμενοι πάρεστε;» εἰπόντων δὲ αὐτῶν «ἥκομεν· Περέννιος γάρ σοι ἐπιβουλεύει, ἵνα αὐτοκράτορα τὸν υἱὸν ἀποδείξῃ» ἐπείσθη τε αὐτοῖς, ἄλλως τε καὶ τοῦ Κλεάνδρου ἐνάγοντος, ὃς κωλυόμενος ὑπὸ τοῦ Περεννίου ποιεῖν ὅσα ἠβούλετο δεινῶς αὐτὸν ἐμίσει, καὶ ἐξέδωκε τὸν ἔπαρχον τοῖς στρατιώταις ὧν ἦρχεν, οὐδὲ ἐτόλμησε καταφρονῆσαι χιλίους καὶ πεντακοσίους, πολλαπλασίους αὐτῶν δορυφόρους ἔχων. καὶ αὐτὸν ἐκεῖνοι καὶ ᾐκίσαντο καὶ κατέκοψαν, καὶ ἡ γυνὴ αὐτοῦ καὶ ἡ ἀδελφὴ καὶ υἱεῖς δύο προσδιεφθάρησαν.
ὁ μὲν οὖν οὕτως ἐσφάγη, ἥκιστα δὴ τοῦτο παθεῖν καὶ διʼ ἑαυτὸν καὶ διὰ τὴν πᾶσαν τῶν Ῥωμαίων ἀρχὴν ὀφείλων, πλὴν καθʼ ὅσον διὰ τὴν φιλαρχίαν αἰτιώτατος τῷ Πατέρνῳ τῷ συνάρχοντι τοῦ ὀλέθρου ἐγένετο· ἰδίᾳ μὲν γὰρ οὐδὲν πώποτε οὔτε πρὸς δόξαν οὔτε πρὸς πλοῦτον περιεβάλετο, ἀλλὰ καὶ ἀδωρότατα καὶ σωφρονέστατα διήγαγε, τοῦ δὲ Κομμόδου καὶ τῆς ἀρχῆς αὐτοῦ πᾶσαν ἀσφάλειαν ἐποιεῖτο.
ὅτι ὁ Κόμμοδος εὐθυμίαις τε πάνυ προσέκειτο καὶ ἁρματηλασίᾳ προσεῖχε, καὶ οὔτʼ ἀρχὴν τῶν τοιούτων τι αὐτῷ ἔμελεν, οὔτʼ εἰ καὶ σφόδρα ἐπεφροντίκει, διαθέσθαι γε αὐτὰ ὑπὸ τῆς ἁβρότητος καὶ τῆς ἀπειρίας ἐδύνατο.
καὶ οἱ Καισάρειοι τούτου ἀπαλλαγέντες — ἦν δὲ αὐτῶν κορυφαῖος ὁ Κλέανδρος — οὐδὲν ὅ τι κακὸν οὐκ ἔδρων, πωλοῦντες πάντα, ὑβρίζοντες, ἀσελγαίνοντες.
Κόμμοδος δὲ τὸ πλεῖστον τοῦ βίου περί τε τὰς ῥᾳστώνας καὶ τοὺς ἵππους περί τε τὰς μάχας τῶν τε θηρίων καὶ τῶν ἀνδρῶν εἶχεν. ἄνευ γὰρ ὧν οἴκοι ἔδρα, πολλοὺς μὲν ἄνδρας ἐν τῷ δημοσίῳ πολλὰ δὲ καὶ θηρία πολλάκις ἔφθειρε· καὶ πέντε γοῦν ἵππους ποταμίους ἅμα καὶ δύο ἐλέφαντας ἄλλῃ καὶ ἄλλῃ ἡμέρᾳ χωρὶς αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ κατεχρήσατο, καὶ προσέτι καὶ ῥινοκέρωτας ἀπέκτεινε καὶ καμηλοπάρδαλιν. ταῦτα μέν μοι κατὰ παντὸς τοῦ περὶ αὐτὸν λόγου γέγραπται.
ὅτι τῷ Οὐικτωρίνῳ πολιαρχήσαντι ἀνδριὰς ἔστη. ἀπέθανε δὲ οὐκ ἐξ ἐπιβουλῆς, καὶ δή ποτε πολλῆς μὲν φήμης πολλῶν δὲ καὶ λόγων ὡς εἰπεῖν περὶ τοῦ ὀλέθρου αὐτοῦ γιγνομένων ἀπεθρασύνατο, καὶ πρὸς τὸν Περέννιον προσελθὼν «ἀκούω» ἔφη «ὅτι με ἀποκτεῖναι ἐθέλετε· τί οὖν μέλλετε; τί δὲ ἀναβάλλεσθε, ἐξὸν ὑμῖν ἤδη καὶ τήμερον αὐτὸ δρᾶσαι;» ἀλλʼ οὐδὲν οὐδὲ ἐκ τούτου δεινὸν ὑπʼ ἄλλου τινὸς ἔπαθεν, ἀλλʼ αὐτομάτῳ θανάτῳ ἐχρήσατο, καίπερ καὶ ὑπὸ τοῦ Μάρκου ἐν τοῖς πάνυ τιμηθείς, καὶ τῇ τῆς ψυχῆς ἀρετῇ καὶ τῇ τῶν λόγων παρασκευῇ οὐδενὸς τῶν καθʼ ἑαυτὸν δεύτερος γενόμενος. ἀμέλει δύο ταῦτʼ εἰπὼν πάντα τὸν τρόπον αὐτοῦ δηλώσω. τῆς τε Γερμανίας ποτὲ ἄρχων τὸ μὲν πρῶτον οἴκοι καθʼ ἑαυτὸν ἐπειράθη τὸν ὑποστράτηγον πεῖσαι μὴ δωροδοκεῖν, ἐπεὶ δʼ οὐκ ἐσήκουεν αὐτοῦ, ἀνέβη τε ἐπὶ τὸ βῆμα καὶ σιωπὴν τῷ κήρυκι κηρῦξαι προστάξας ὤμοσε μήτʼ εἰληφέναι δῶρά ποτε μήτε λήψεσθαι, ἔπειτα καὶ ἐκεῖνον ὀμόσαι ἐκέλευσεν, ὡς δʼ οὐκ ἠθέλησεν ἐπιορκῆσαι, ἐκέλευσεν αὐτὸν ἀπαλλαγῆναι τῆς ἀρχῆς· καὶ μετὰ τοῦτο τῆς Ἀφρικῆς ἡγεμονεύσας ἕνα τῶν παρέδρων ὁμοιότροπόν πως ἐκείνῳ ὄντα τοῦτο μὲν οὐκ ἐποίησεν, ἐπὶ πλοῖον δέ τι ἐπιθεὶς ἐς τὴν Ῥώμην ἀπέπεμψεν.
τοιοῦτος μέν τις ὁ Οὐικτωρῖνος ἦν, ὁ δὲ δὴ Κλέανδρος ὁ μετὰ τὸν Περέννιον μέγιστον δυνηθεὶς καὶ ἐπράθη μετὰ τῶν ὁμοδούλων, μεθʼ ὧν καὶ ἀχθοφορήσων ἐς τὴν Ῥώμην ἐκεκόμιστο, χρόνου δὲ προϊόντος οὕτως ηὐξήθη ὥστε καὶ τοῦ Κομμόδου προκοιτῆσαι, τήν τε παλλακίδα αὐτοῦ Δαμοστρατίαν γῆμαι, καὶ τὸν Σαώτερον τὸν Νικομηδέα τὸν πρὸ αὐτοῦ τὴν τιμὴν ἔχοντα ταύτην ἀποκτεῖναι πρὸς πολλοῖς καὶ ἄλλοις· καίτοι καὶ ἐκεῖνος μέγιστον ἠδυνήθη, καὶ διὰ τοῦτο καὶ οἱ Νικομηδεῖς καὶ ἀγῶνα ἄγειν καὶ νεὼν τοῦ Κομμόδου ποιήσασθαι παρὰ τῆς βουλῆς ἔλαβον. ὁ δʼ οὖν Κλέανδρος μέγας ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας στρατείας ἐπιτροπείας ἡγεμονίας, πάντα πράγματα. καὶ ἤδη τινὲς πάντα τὰ ὑπάρχοντά σφισιν ἀναλώσαντες βουλευταὶ ἐγένοντο, ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίου Σόλωνος ἀνδρὸς ἀφανεστάτου ὅτι ἐς τὸ συνέδριον τῆς οὐσίας στερηθεὶς ἐξωρίσθη. ταῦτά τε ὁ Κλέανδρος ἐποίει, καὶ ὑπάτους ἐς ἕνα ἐνιαυτὸν πέντε καὶ εἴκοσιν ἀπέδειξεν· ὃ μήτε πρότερόν ποτε μήθʼ ὕστερον ἐγένετο· καὶ ἐν αὐτοῖς καὶ Σεουῆρος ὁ μετὰ ταῦτα αὐταρχήσας ὑπάτευσεν. ἠργυρολόγει μὲν οὖν πανταχόθεν, καὶ ἐκτήσατο πλεῖστα τῶν πώποτε ὀνομασθέντων προκοίτων, καὶ ἀπʼ αὐτῶν πολλὰ μὲν τῷ Κομμόδῳ ταῖς τε παλλακαῖς αὐτοῦ ἐδίδου, πολλὰ δὲ καὶ ἐς οἰκίας καὶ ἐς βαλανεῖα ἄλλα τέ τινα χρήσιμα καὶ ἰδιώταις καὶ πόλεσιν ἐδαπάνα.
οὗτος οὖν ὁ Κλέανδρος ἐς τοσοῦτον ὄγκον ἀρθεὶς ἔπεσε καὶ αὐτὸς ἐξαίφνης καὶ ἀπώλετο μετὰ ἀτιμίας. ἀπέκτειναν δὲ αὐτὸν οὐχ οἱ στρατιῶται ὥσπερ τὸν Περέννιον, ἀλλʼ ὁ δῆμος. ἐγένετο μὲν γὰρ καὶ ἄλλως ἰσχυρὰ σιτοδεία, ἐπὶ πλεῖστον δʼ αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπηύξησεν, ἵνʼ ὡς αἰτιώτατον αὐτῆς τὸν Κλέανδρον ἀπὸ τῶν κλεμμάτων ὄντα καὶ μισήσωσιν οἱ Ῥωμαῖοι καὶ διαφθείρωσι. καὶ ἔσχεν οὕτως. ἱπποδρομία τις ἦν, μελλόντων δὲ τὸ ἕβδομον τῶν ἵππων ἀγωνιεῖσθαι πλῆθός τι παιδίων ἐς τὸν ἱππόδρομον ἐσέδραμε, καὶ αὐτῶν παρθένος τις μεγάλη καὶ βλοσυρὰ ἡγεῖτο, ἣν δαίμονα ἐκ τῶν μετὰ ταῦτα συμβάντων ἐνόμισαν γεγονέναι. τά τε γὰρ παιδία συνεβόησαν πολλὰ καὶ δεινά, καὶ ὁ δῆμος παραλαβὼν αὐτὰ οὐδὲν ὅ τι οὐκ ἐξέκραγε, καὶ τέλος καταπηδήσας ὥρμησε πρὸς τὸν Κόμμοδον ἐν τῷ Κυιντιλίῳ προαστείῳ ὄντα, πολλὰ μὲν ἐκείνῳ κἀγαθὰ ἐπευχόμενος, πολλὰ δὲ καὶ κατὰ τοῦ Κλεάνδρου καταρώμενος. καὶ ὃς στρατιώτας τινὰς ἐπʼ αὐτοὺς ἔπεμψε, καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν· οὐ μέντοι καὶ ἀνείρχθη διὰ τοῦτο ὁ δῆμος, ἀλλὰ τῷ τε πλήθει σφῶν καὶ τῇ τῶν δορυφόρων ἰσχύι θαρρήσας ἐπὶ μᾶλλον ἠπείχθη. πλησιαζόντων δὲ αὐτῶν τῷ Κομμόδῳ, καὶ μηδενός οἱ μηνύοντος τὸ γινόμενον, Μαρκία ἐκείνη ἡ τοῦ Κουαδράτου ἐσήγγειλε τὸ πραττόμενον· καὶ ὁ Κόμμοδος οὕτως ἔδεισεν, ἄλλως τε καὶ δειλότατος ὤν, ὥστε αὐτίκα καὶ τὸν Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ, ὃ καὶ ἐν ταῖς τοῦ Κομμόδου χερσὶν ἐτρέφετο, σφαγῆναι κελεῦσαι. καὶ τὸ μὲν παιδίον προσουδίσθη καὶ διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα παραλαβόντες οἱ Ῥωμαῖοι ἔσυραν καὶ ᾐκίσαντο, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ πάσης τῆς πόλεως ἐπὶ κοντοῦ περιήνεγκαν, καί τινας καὶ ἄλλους τῶν μέγα ἐπʼ αὐτοῦ δυναμένων ἐφόνευσαν.
Κόμμοδος δὲ ἀπὸ τῶν εὐθυμιῶν καὶ παιδιῶν ἀνανεύων ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο· ὧν ἦν καὶ Ἰουλιανὸς ὁ ἔπαρχος, ὃν καὶ δημοσίᾳ περιελάμβανέ τε καὶ κατεφίλει καὶ πατέρα ὠνόμαζεν, Ἰούλιός τε Ἀλέξανδρος, οὗτος μὲν ὡς καὶ λέοντα ἀπὸ τοῦ ἵππου κατακοντίσας· ὅστις ἐπειδὴ καὶ τοὺς σφαγέας παρόντας ᾔσθετο, ἐκείνους τε τῆς νυκτὸς ἐφόνευσε, καὶ τῶν Ἐμεσηνῶν, ὅθεν ἦν, τοὺς ἐχθροὺς τοὺς ἑαυτοῦ πάντας προσκατεχρήσατο, ποιήσας δὲ ταῦτα ἵππον τε ἀνέβη καὶ πρὸς τοὺς βαρβάρους ὥρμησε. κἂν ἐξέφυγεν, εἰ μὴ παιδικά τινα συνεπῆκτο· αὐτὸς μὲν γὰρ κράτιστα ἵππευε, τὸ δὲ μειράκιον καμὸν οὐχ ὑπέμεινε καταλιπεῖν, ἀλλʼ ὡς κατελαμβάνετο, ἀπέκτεινε καὶ ἐκεῖνον καὶ ἑαυτόν. ἀνῃρέθη δὲ καὶ Διονύσιος πρὸς τοῦ Κομμόδου, ὁ ἐπὶ τοῦ σίτου ταχθείς.
γέγονε δὲ καὶ νόσος μεγίστη ὧν ἐγὼ οἶδα· δισχίλιοι γοῦν πολλάκις ἡμέρας μιᾶς ἐν τῇ Ῥώμῃ ἐτελεύτησαν. πολλοὶ δὲ καὶ ἄλλως οὐκ ἐν τῷ ἄστει μόνον ἀλλὰ καὶ ἐν ὅλῃ ὡς εἰπεῖν τῇ ἀρχῇ ὑπʼ ἀνδρῶν κακούργων ἀπέθανον· βελόνας γὰρ μικρὰς δηλητηρίοις τισὶ φαρμάκοις ἐγχρίοντες ἐνίεσαν διʼ αὐτῶν ἐς ἑτέρους ἐπὶ μισθῷ τὸ δεινόν· ὅπερ που καὶ ἐπὶ τοῦ Δομιτιανοῦ ἐγεγόνει.
καὶ οὗτοι μὲν ἐν οὐδενὶ λόγῳ ἀπώλλυντο, ἦν δὲ ἁπάντων νοσημάτων καὶ ἁπάντων κακουργημάτων χαλεπώτερος Ῥωμαίοις ὁ Κόμμοδος, διά τε τἆλλα καὶ ὅτι ἠναγκάζοντο, ἃ τῷ πατρὶ αὐτοῦ κατʼ εὔνοιαν ἐψηφίζοντο, ταῦτʼ ἐκείνῳ διὰ φόβον ἀπονέμειν ἐξ ἐπιτάγματος. Κομμοδιανὴν γοῦν τήν τε Ῥώμην αὐτὴν καὶ τὰ στρατόπεδα Κομμοδιανά, τήν τε ἡμέραν ἐν ᾗ ταῦτα ἐψηφίζετο Κομμοδιανὰ καλεῖσθαι προσέταξεν. ἑαυτῷ δὲ ἄλλας τε παμπόλλους ἐπωνυμίας καὶ τὴν Ἡρακλέους ἀπήνεγκε. τὴν δὲ Ῥώμην ἀθάνατον εὐτυχῆ κολωνίαν οἰκουμένην τῆς γῆς — καὶ γὰρ ἄποικον αὐτὴν ἑαυτοῦ δοκεῖν ἐβούλετο — ἐπωνόμασεν. καὶ ἀνδριάς τε αὐτῷ χρυσοῦς χιλίων λιτρῶν μετά τε ταύρου καὶ βοὸς θηλείας ἐγένετο, καὶ τέλος καὶ οἱ μῆνες ἀπʼ αὐτοῦ πάντες ἐπεκλήθησαν, ὥστε καταριθμεῖσθαι αὐτοὺς οὕτως, Ἀμαζόνιος Ἀνίκητος Εὐτυχὴς Εὐσεβὴς Λούκιος Αἴλιος Αὐρήλιος Κόμμοδος Αὔγουστος Ἡράκλειος Ῥωμαῖος Ὑπεραίρων. αὐτὸς μὲν γὰρ ἄλλοτε ἄλλα μετελάμβανε τῶν ὀνομάτων, τὸν δʼ Ἀμαζόνιον καὶ τὸν Ὑπεραίροντα παγίως ἑαυτῷ ἔθετο ὡς καὶ ἐν πᾶσιν ἁπλῶς πάντας ἀνθρώπους καθʼ ὑπερβολὴν νικῶν· οὕτω καθʼ ὑπερβολὴν ἐμεμήνει τὸ κάθαρμα. καὶ τῇ βουλῇ οὕτως ἐπέστελλεν «αὐτοκράτωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος. Κόμμοδος Αὔγουστος εὐσεβὴς εὐτυχής, Σαρματικὸς Γερμανικὸς μέγιστος Βρεττανικός, εἰρηνοποιὸς τῆς οἰκουμένης ἀνίκητος, Ῥωμαῖος Ἡρακλῆς, ἀρχιερεύς, δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις στρατηγοῖς δημάρχοις, γερουσίᾳ Κομμοδιανῇ εὐτυχεῖ χαίρειν». καὶ ἀνδριάντες αὐτοῦ παμπληθεῖς ἐν Ἡρακλέους σχήματι ἔστησαν. καὶ τὸν αἰῶνα τὸν ἐπʼ αὐτοῦ χρυσοῦν τε ὀνομάζεσθαι καὶ ἐς τὰ γράμματα πάντα ὁμοίως ἐσγράφεσθαι ἐψηφίσθη.
οὗτος οὖν ὁ χρυσοῦς, οὗτος ὁ Ἡρακλῆς, οὗτος ὁ θεός — καὶ γὰρ καὶ τοῦτʼ ἤκουεν — ἐξαίφνης ποτὲ μετὰ μεσημβρίαν ἐκ τοῦ προαστείου σπουδῇ ἐς τὴν Ῥώμην ἐλάσας τριάκοντα ἵππων ἁμίλλας ἐν δυσὶν ὥραις ἐποίησεν. ὅθεν οὐχ ἥκιστα καὶ τὰ χρήματα αὐτὸν ἐπέλιπεν. ἦν μὲν γὰρ καὶ φιλόδωρος, καὶ πολλάκις τῷ δήμῳ κατὰ δραχμὰς ἑκατὸν καὶ τεσσαράκοντα ἔδωκεν· τὸ δὲ πλεῖστον ἐς ἐκεῖνα ἃ εἶπον ἐδαπάνα.
ὅθεν καὶ ἐγκλήματα καὶ γυναιξὶ καὶ ἀνδράσιν
ἐπιφέρων οὓς μὲν ἐφόνευεν, οἷς δὲ τὴν σωτηρίαν τῆς οὐσίας αὐτῶν ἐπίπρασκε.
καὶ τέλος ἐν τοῖς γενεθλίοις τοῖς ἑαυτοῦ ἡμᾶς τε καὶ τὰς γυναῖκας ἡμῶν καὶ τοὺς παῖδας δύο χρυσοῦς ἕκαστον, ὥσπερ τινὰ ἀπαρχήν, κατʼ ἔτος ἐκέλευσέν οἱ ἀποφέρειν, τούς τε ἐν ταῖς ἄλλαις ἁπάσαις πόλεσι βουλευτὰς κατὰ πέντε δραχμάς. καὶ οὐδὲν ἐκ τούτων περιεποιεῖτο, ἀλλὰ πάντα κακῶς ἐς τὰ θηρία καὶ τοὺς μονομάχους ἀνήλισκε. καὶ ἐν μὲν τῷ δημοσίῳ οὐδαμόθεν ἅρματα ἤλασε, πλὴν εἰ μή που ἐν ἀσελήνῳ νυκτί, ἐπιθυμήσας μὲν καὶ δημοσίᾳ ἁρματηλατῆσαι, αἰσχυνθεὶς δὲ καὶ ὀφθῆναι τοῦτο ποιῶν· οἴκοι δὲ συνεχῶς τοῦτʼ ἔπραττε, τῇ πρασίνῳ σκευῇ χρώμενος. θηρία μέντοι πολλὰ μὲν οἴκοι ἀπέσφαξε, πολλὰ δὲ καὶ ἐν τῷ δημοσίῳ. καὶ μέντοι καὶ ἐμονομάχει, οἴκοι μὲν ὥστε καὶ φονεύειν τινά — ἐν ξυρῷ τε ἑτέρων, ὡς καὶ τὰς τρίχας ἀφαιρῶν, παρέτεμνε τῶν μὲν ῥῖνα τῶν δὲ οὖς τῶν δὲ ἄλλο τι —, ἐν δὲ τῷ κοινῷ ἄνευ σιδήρου καὶ ἄνευ αἵματος ἀνθρωπείου. ἐνέδυνε δέ, πρὶν μὲν ἐς τὸ θέατρον ἐσιέναι, χιτῶνα χειριδωτὸν σηρικὸν λευκὸν διάχρυσον — καὶ ἐν τούτῳ γε αὐτὸν τῷ σχήματι ὄντα ἠσπαζόμεθα —, ἐσιὼν δὲ ὁλοπόρφυρον χρυσῷ κατάπαστον, χλαμύδα τε ὁμοίαν τὸν Ἑλληνικὸν τρόπον λαμβάνων, καὶ στέφανον ἔκ τε λίθων Ἰνδικῶν καὶ ἐκ χρυσοῦ πεποιημένον, κηρύκειόν τε τοιοῦτον φέρων ὁποῖον ὁ Ἑρμῆς. ἡ γὰρ λεοντῆ τό τε ῥόπαλον ἔν τε ταῖς ὁδοῖς προεφέρετο αὐτοῦ, καὶ ἐν τοῖς θεάτροις ἐπὶ δίφρου ἐπιχρύσου, εἴτε παρείη εἴτε καὶ ἀπείη, ἐτίθετο· αὐτὸς δὲ ἐν τῷ τοῦ Ἑρμοῦ σχήματι ἐσῄει τε ἐς τὸ θέατρον, καὶ ἀπορρίψας τὰ ἄλλα οὕτως ἐν τῷ χιτῶνι ἀνυπόδητος ἔργου εἴχετο. καὶ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ ἄρκτους τε ἑκατὸν αὐτὸς μόνος, ἄνωθεν ἀπὸ τῆς περιβολῆς τῆς κρηπῖδος ἀκοντίζων, ἀπέκτεινε· διείληπτο γὰρ τὸ θέατρον πᾶν συμπήκτοις τισὶ διαμέτροις, τήν τε στέγην περίδρομον ἔχουσι καὶ διχῇ τέμνουσιν ἄλληλα, ἵνʼ ἐξ ὀλίγου πανταχόθεν τετραχῇ τὰ θηρία μεμερισμένα ῥᾷον ἀκοντίζηται. καὶ ἔπιεν ἐν μέσῃ τῇ ἀγωνίᾳ καμών, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸς γλυκὺν οἶνον ἐψυγμένον λαβών, ἀμυστί· ἐφʼ ᾧ καὶ ὁ δῆμος καὶ ἡμεῖς παραχρῆμα πάντες τοῦτο δὴ τὸ ἐν τοῖς συμποσίοις εἰωθὸς λέγεσθαι ἐξεβοήσαμεν, «ζήσειας».
καὶ μή μέ τις κηλιδοῦν τὸν τῆς ἱστορίας ὄγκον, ὅτι καὶ τὰ τοιαῦτα συγγράφω, νομίσῃ. ἄλλως μὲν γὰρ οὐκ ἂν εἶπον αὐτά· ἐπειδὴ δὲ πρός τε τοῦ αὐτοκράτορος ἐγένετο καὶ παρὼν αὐτὸς ἐγὼ καὶ εἶδον ἕκαστα καὶ ἤκουσα καὶ ἐλάλησα, δίκαιον ἡγησάμην μηδὲν αὐτῶν ἀποκρύψασθαι, ἀλλὰ καὶ αὐτά, ὥσπερ τι ἄλλο τῶν μεγίστων καὶ ἀναγκαιοτάτων, τῇ μνήμῃ τῶν ἐσέπειτα ἐσομένων παραδοῦναι. καὶ μέντοι καὶ τἆλλα πάντα τὰ ἐπʼ ἐμοῦ πραχθέντα καὶ λεπτουργήσω καὶ λεπτολογήσω μᾶλλον ἢ τὰ πρότερα, ὅτι τε συνεγενόμην αὐτοῖς, καὶ ὅτι μηδένα ἄλλον οἶδα τῶν τι δυναμένων ἐς συγγραφὴν ἀξίαν λόγου καταθέσθαι διηκριβωκότα αὐτὰ ὁμοίως ἐμοί.
ἐν μὲν οὖν τῇ πρώτῃ ἡμέρᾳ ταῦτʼ ἐγένετο· ἐν δὲ ταῖς ἄλλαις τοτὲ μὲν βοτά, κάτω ἐς τὸ τοῦ κύκλου ἔδαφος καταβαίνων ἄνωθεν, ὅσα ἐπλησίαζε, τὰ δὲ καὶ προσαγόμενα ἢ καὶ ἐν δικτύοις αὐτῷ προσφερόμενα, κατέκοπτε, καὶ τίγριν ἔσφαξεν ἵππον τε ποτάμιον καὶ ἐλέφαντα. πράξας δὲ ταῦτα ἀπηλλάττετο, καὶ μετὰ τοῦτο ἐξ ἀρίστου ἐμονομάχει. ἤσκει δὲ καὶ ἐχρῆτο τῇ ὁπλίσει τῇ τοῦ σεκούτορος καλουμένου, τὴν μὲν ἀσπίδα ἐν τῇ δεξιᾷ τὸ δὲ ξίφος τὸ ξύλινον ἐν τῇ ἀριστερᾷ ἔχων· καὶ πάνυ καὶ ἐπὶ τούτῳ μέγα ἐφρόνει ὅτι ἦν ἐπαρίστερος. ἀντηγωνίζετο δὲ αὐτῷ γυμναστής τις ἢ καὶ μονομάχος νάρθηκα ἔχων, ἔστι μὲν ὅτε ὃν αὐτὸς προεκαλεῖτο, ἔστι δὲ ὅτε ὃν ὁ δῆμος ᾑρεῖτο· καὶ γὰρ τοῦτο καὶ τἆλλα ἐξ ἴσου τοῖς ἄλλοις μονομάχοις ἐποίει, πλὴν καθʼ ὅσον ἐκεῖνοι μὲν ὀλίγον τι λαμβάνοντες ἐσίασι, τῷ δὲ δὴ Κομμόδῳ πέντε καὶ εἴκοσι μυριάδες καθʼ ἑκάστην ἡμέραν ἐκ τῶν μονομαχικῶν χρημάτων ἐδίδοντο. παρειστήκεσαν δὲ αὐτῷ μαχομένῳ Αἰμίλιός τε Λαῖτος ὁ ἔπαρχος καὶ Ἔκλεκτος ὁ πρόκοιτος, οὓς καὶ σκιαμαχήσας καὶ νικήσας δῆλον ὅτι ἐφίλει ὥσπερ εἶχε διὰ τοῦ κράνους. καὶ μετὰ τοῦτο καὶ οἱ ἄλλοι ἐμάχοντο. καὶ τῇ γε πρώτῃ ἡμέρᾳ αὐτὸς πάντας σφᾶς κάτωθεν, τό τε τοῦ Ἑρμοῦ σχῆμα πᾶν μετʼ ἐπιχρύσου ῥάβδου λαβὼν καὶ ἐπὶ βῆμα ὅμοιον ἀναβάς, συνέβαλεν· ὅπερ που καὶ ἐν τέρατος λόγῳ ἔσχομεν. καὶ μετὰ τοῦτο ἐπί τε τὴν συνήθη ἕδραν ἀνῄει καὶ ἐκεῖθεν τὰ λοιπὰ μεθʼ ἡμῶν ἐθεώρει· ἐπράττετο δʼ οὐδὲν ἔτι παιδιᾶς ἐχόμενον, ἀλλʼ ὥστε πάνυ πολλοὺς ἀποθνήσκειν. καὶ δή ποτε βραδυνάντων τινῶν περὶ τὰς σφαγὰς τούς τε ἀντιπάλους συνέδησεν ἀλλήλοις καὶ πάντας ἅμα μάχεσθαι ἐκέλευσε. κἀκ τούτου ἠγωνίσαντο μὲν εἷς πρὸς ἕνα οἱ συνδεδεμένοι, ἔσφαξαν δέ τινες καὶ τοὺς οὐδὲν προσήκοντάς σφισιν, ὑπό τε τοῦ ὄχλου καὶ τῆς στενοχωρίας ἐμπελασθέντες αὐτοῖς.
τοιαύτη μὲν τὸ σύμπαν ἡ θέα ἐκείνη τέσσαρσι καὶ δέκα ἡμέραις ἐγένετο· ἀγωνιζομένου δʼ αὐτοῦ ἡμεῖς μὲν οἱ βουλευταὶ ἀεὶ μετὰ τῶν ἱππέων συνεφοιτῶμεν, χωρὶς ἢ ὅτι Πομπηιανὸς Κλαύδιος ὁ γέρων οὐκ ἔστιν ὅτε ἀπήντησεν, ἀλλὰ τοὺς μὲν υἱεῖς ἔπεμπεν, αὐτὸς δὲ οὐδέποτε ἀφίκετο, αἱρούμενος ἀποσφαγῆναι ἐπὶ τούτῳ μᾶλλον ἢ τὸν αὐτοκράτορα τὸν τοῦ Μάρκου παῖδα ἐπιδεῖν τοιαῦτα ποιοῦντα. πρὸς γὰρ τοῖς ἄλλοις καὶ ἐπεβοῶμεν τά τε ἄλλα ὅσα ἐκελευόμεθα, καὶ αὐτὸ τοῦτο συνεχῶς, «καὶ κύριος εἶ καὶ πρῶτος εἶ καὶ πάντων εὐτυχέστατος. νικᾷς, νικήσεις. ἀπʼ αἰῶνος, Ἀμαζόνιε, νικᾷς». τοῦ δὲ δὴ λοιποῦ δήμου πολλοὶ μὲν οὐδὲ ἐσῆλθον ἐς τὸ θέατρον, εἰσὶ δʼ οἳ παρακύψαντες ἀπηλλάττοντο τὸ μέν τι αἰσχυνόμενοι τοῖς ποιουμένοις, τὸ δὲ καὶ δεδιότες, ἐπειδὴ λόγος διῆλθεν ὅτι τοξεῦσαί τινας ἐθελήσει ὥσπερ ὁ Ἡρακλῆς τὰς Στυμφαλίδας. καὶ ἐπιστεύθη γε οὗτος ὁ λόγος, ἐπειδή ποτε πάντας τοὺς τῶν ποδῶν ἐν τῇ πόλει ὑπὸ νόσου ἢ καὶ ἑτέρας τινὸς συμφορᾶς ἐστερημένους ἀθροίσας δρακόντων τέ τινα αὐτοῖς εἴδη περὶ τὰ γόνατα περιέπλεξε, καὶ σπόγγους ἀντὶ λίθων βάλλειν δοὺς ἀπέκτεινέ σφας ῥοπάλῳ παίων ὡς γίγαντας.
οὗτος μὲν ὁ φόβος πᾶσι κοινὸς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις ἦν· ἔπραξε δὲ καὶ ἕτερόν τι τοιόνδε πρὸς ἡμᾶς τοὺς βουλευτάς, ἐξ οὗ οὐχ ἥκιστα ἀπολεῖσθαι προσεδοκήσαμεν. στρουθὸν γὰρ ἀποκτείνας καὶ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμὼν προσῆλθεν ἔνθα ἐκαθήμεθα, τῇ τε ἀριστερᾷ χειρὶ ἐκείνην καὶ τῇ δεξιᾷ τὸ ξίφος ᾑματωμένον ἀνατείνας, καὶ εἶπε μὲν οὐδέν, τὴν δὲ κεφαλὴν τὴν ἑαυτοῦ σεσηρὼς ἐκίνησεν, ἐνδεικνύμενος ὅτι καὶ ἡμᾶς τὸ αὐτὸ τοῦτο δράσει. κἂν συχνοὶ παραχρῆμα ἐπʼ αὐτῷ γελάσαντες ἀπηλλάγησαν τῷ ξίφει — γέλως γὰρ ἡμᾶς ἀλλʼ οὐ λύπη ἔλαβεν —, εἰ μὴ δάφνης φύλλα, ἃ ἐκ τοῦ στεφάνου εἶχον, αὐτός τε διέτραγον καὶ τοὺς ἄλλους τοὺς πλησίον μου καθημένους διατραγεῖν ἔπεισα, ἵνʼ ἐν τῇ τοῦ στόματος συνεχεῖ κινήσει τὸν τοῦ γελᾶν ἔλεγχον ἀποκρυψώμεθα.
τοιούτων δʼ οὖν τούτων γενομένων παρεμυθήσατο ἡμᾶς ὅτι μέλλων αὖθις μονομαχῆσαι παρήγγειλεν ἡμῖν ἔν τε τῇ στολῇ τῇ ἱππάδι καὶ ἐν ταῖς μανδύαις ἐς τὸ θέατρον ἐσελθεῖν, ὅπερ οὐκ ἄλλως ποιοῦμεν ἐσιόντες ἐς τὸ θέατρον εἰ μὴ τῶν αὐτοκρατόρων τις μεταλλάξειε, καὶ ὅτι ἐν τῇ τελευταίᾳ ἡμέρᾳ τὸ κράνος αὐτοῦ κατὰ τὰς πύλας καθʼ ἃς οἱ τελευτῶντες ἐκφέρονται ἐξεκομίσθη. ἐκ γὰρ τούτων καὶ πάνυ πᾶσι πάντως ἀπαλλαγή τις αὐτοῦ γενήσεσθαι ἐνομίζετο. ἀπέθανέ γέ τοι, μᾶλλον δὲ ἀνῃρέθη, οὐκ ἐς μακράν. ὁ γὰρ Λαῖτος καὶ ὁ Ἔκλεκτος ἀχθόμενοι αὐτῷ διʼ ἃ ἐποίει, καὶ προσέτι καὶ φοβηθέντες — ἠπείλει γάρ σφισιν, ὅτι ἐκωλύετο ταῦτα ποιεῖν —, ἐπεβούλευσαν αὐτῷ. ὁ γὰρ Κόμμοδος ἀμφοτέρους ἀνελεῖν ἐβούλετο τοὺς ὑπάτους, Ἐρύκιόν τε Κλᾶρον καὶ Σόσσιον Φάλκωνα, καὶ ὕπατός τε ἅμα καὶ σεκούτωρ ἐν τῇ νουμηνίᾳ ἐκ τοῦ χωρίου ἐν ᾧ οἱ μονομάχοι τρέφονται προελθεῖν· καὶ γὰρ τὸν οἶκον τὸν πρῶτον παρʼ αὐτοῖς, ὡς καὶ εἷς ἐξ αὐτῶν ὤν, εἶχε. καὶ μηδεὶς ἀπιστήσῃ· καὶ γὰρ τοῦ κολοσσοῦ τὴν κεφαλὴν ἀποτεμὼν καὶ ἑτέραν ἑαυτοῦ ἀντιθείς, καὶ ῥόπαλον δοὺς λέοντά τέ τινα χαλκοῦν ὑποθεὶς ὡς Ἡρακλεῖ ἐοικέναι, ἐπέγραψε πρὸς τοῖς δηλωθεῖσιν αὐτοῦ ἐπωνύμοις καὶ τοῦτο, «πρωτόπαλος σεκουτόρων, ἀριστερὸς μόνος νικήσας δωδεκάκις» οἶμαι «χιλίους».
διὰ μὲν δὴ ταῦτα ὅ τε Λαῖτος καὶ ὁ Ἔκλεκτος ἐπέθεντο αὐτῷ, κοινωσάμενοι καὶ τῇ Μαρκίᾳ τὸ βούλευμα. ἐν γοῦν τῇ τελευταίᾳ τοῦ ἔτους ἡμέρᾳ, ἐν τῇ νυκτί, τῶν ἀνθρώπων ἀσχολίαν περὶ τὴν ἑορτὴν ἐχόντων, φάρμακον διὰ τῆς Μαρκίας ἐν κρέασι βοείοις αὐτῷ ἔδωκαν. ἐπεὶ δʼ οὐκ ἠδυνήθη παραχρῆμα ὑπό τε τοῦ οἴνου ὑπό τε τῶν λουτρῶν, οἷς ἀεὶ ἀπλήστως ἐχρῆτο, φθαρῆναι, ἀλλὰ καὶ ἐξήμεσέ τι κἀκ τούτου ὑποτοπήσας αὐτὸ ἠπείλει τινά, οὕτω δὴ Νάρκισσόν τινα γυμναστὴν ἐπέπεμψαν αὐτῷ, καὶ διʼ ἐκείνου λούμενον αὐτὸν ἀπέπνιξαν. τῷ μὲν οὖν Κομμόδῳ τοῦτο τὸ τέλος ἐγένετο ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα ἄρξαντι, ἐβίω δὲ ἔτη τριάκοντα ἓν καὶ μῆνας τέσσαρας· καὶ ἐς αὐτὸν ἡ οἰκία ἡ τῶν ὡς ἀληθῶς Αὐρηλίων αὐταρχοῦσα ἐπαύσατο.
πόλεμοι δὲ μετὰ τοῦτο καὶ στάσεις μέγισται συνέβησαν, συνέθηκα δʼ ἐγὼ τούτων τὴν συγγραφὴν ἐξ αἰτίας τοιᾶσδε. βιβλίον τι περὶ τῶν ὀνειράτων καὶ τῶν σημείων διʼ ὧν ὁ Σεουῆρος τὴν αὐτοκράτορα ἀρχὴν ἤλπισε, γράψας ἐδημοσίευσα· καὶ αὐτῷ καὶ ἐκεῖνος πεμφθέντι παρʼ ἐμοῦ ἐντυχὼν πολλά μοι καὶ καλὰ ἀντεπέστειλε. ταῦτʼ οὖν ἐγὼ τὰ γράμματα πρὸς ἑσπέραν ἤδη λαβὼν κατέδαρθον, καί μοι καθεύδοντι προσέταξε τὸ δαιμόνιον ἱστορίαν γράφειν. καὶ οὕτω δὴ ταῦτα περὶ ὧν νῦν καθίσταμαι ἔγραψα. καὶ ἐπειδή γε τοῖς τε ἄλλοις καὶ αὐτῷ τῷ Σεουήρῳ μάλιστα ἤρεσε, τότε δὴ καὶ τἆλλα πάντα τὰ τοῖς Ῥωμαίοις προσήκοντα συνθεῖναι ἐπεθύμησα· καὶ διὰ τοῦτο οὐκέτι ἰδίᾳ ἐκεῖνο ὑπολιπεῖν ἀλλʼ ἐς τήνδε τὴν συγγραφὴν ἐμβαλεῖν ἔδοξέ μοι, ἵνʼ ἐν μιᾷ πραγματείᾳ ἀπʼ ἀρχῆς πάντα, μέχρις ἂν καὶ τῇ Τύχῃ δόξῃ, γράψας καταλίπω. τὴν δὲ δὴ θεὸν ταύτην ἐπιρρωννύουσάν με πρὸς τὴν ἱστορίαν εὐλαβῶς πρὸς αὐτὴν καὶ ὀκνηρῶς διακείμενον, καὶ πονούμενον ἀπαγορεύοντά τε ἀνακτωμένην διʼ ὀνειράτων, καὶ καλὰς ἐλπίδας περὶ τοῦ μέλλοντος χρόνου διδοῦσάν μοι ὡς ὑπολειψομένου τὴν ἱστορίαν καὶ οὐδαμῶς ἀμαυρώσοντος, ἐπίσκοπον τῆς τοῦ βίου διαγωγῆς, ὡς ἔοικεν, εἴληχα, καὶ διὰ τοῦτο αὐτῇ ἀνάκειμαι. συνέλεξα δὲ πάντα τὰ ἀπʼ ἀρχῆς τοῖς Ῥωμαίοις μέχρι τῆς Σεουήρου μεταλλαγῆς πραχθέντα ἐν ἔτεσι δέκα, καὶ συνέγραψα ἐν ἄλλοις δώδεκα· τὰ γὰρ λοιπά, ὅπου ἂν καὶ προχωρήσῃ, γεγράψεται.
πρὸ δὲ τῆς τοῦ Κομμόδου τελευτῆς σημεῖα τάδε ἐγένετο· ἀετοί τε γὰρ περὶ τὸ Καπιτώλιον πολλοὶ καὶ ἔξεδροι ἐπλανῶντο, προσεπιφθεγγόμενοι οὐδὲν εἰρηναῖον, καὶ βύας ἀπʼ αὐτοῦ ἔβυξε, πῦρ τε νύκτωρ ἀρθὲν ἐξ οἰκίας τινὸς καὶ ἐς τὸ Εἰρηναῖον ἐμπεσὸν τὰς ἀποθήκας τῶν τε Αἰγυπτίων καὶ τῶν Ἀραβίων φορτίων ἐπενείματο, ἔς τε τὸ παλάτιον μετεωρισθὲν ἐσῆλθε καὶ πολλὰ πάνυ αὐτοῦ κατέκαυσεν, ὥστε καὶ τὰ γράμματα τὰ τῇ ἀρχῇ προσήκοντα ὀλίγου δεῖν πάντα φθαρῆναι. ἀφʼ οὗ δὴ καὶ τὰ μάλιστα δῆλον ἐγένετο ὅτι οὐκ ἐν τῇ πόλει τὸ δεινὸν στήσεται, ἀλλὰ καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην αὐτῆς ἀφίξεται. οὐδὲ γὰρ κατασβεσθῆναι ἀνθρωπίνῃ χειρὶ ἠδυνήθη, καίτοι παμπόλλων μὲν ἰδιωτῶν παμπόλλων δὲ στρατιωτῶν ὑδροφορούντων, καὶ αὐτοῦ τοῦ Κομμόδου ἐπελθόντος ἐκ τοῦ προαστείου καὶ ἐπισπέρχοντος. ἀλλʼ ἐπειδὴ πάντα ὅσα κατέσχε διέφθειρεν, ἐξαναλωθὲν ἐπαύσατο.
Περτίναξ δὲ ἦν μὲν τῶν καλῶν κἀγαθῶν, ἦρξε δὲ πάνυ βραχύν τινα χρόνον, εἶτα πρὸς τῶν στρατιωτῶν ἀνῃρέθη. λανθάνοντος γὰρ ἔτι τοῦ γεγενημένου περὶ τὸν Κόμμοδον ἦλθον πρὸς αὐτὸν οἱ περὶ τὸν Ἔκλεκτον καὶ Λαῖτον, καὶ τὸ πραχθὲν ἐμήνυσαν· διὰ τὴν ἀρετὴν γὰρ καὶ τὸ ἀξίωμα αὐτοῦ ἡδέως αὐτὸν ἐπελέξαντο. ἰδὼν δὲ αὐτοὺς ἐκεῖνος, καὶ ἀκούσας ὧν ἔλεγον, ἔπεμψε τὸν πιστότατον τῶν ἑταίρων τὸ σῶμα τὸ τοῦ Κομμόδου ὀψόμενον. ὡς δὲ τὸ πραχθὲν ἐβεβαιώσατο, οὕτω δὴ ἐς τὸ στρατόπεδον κρύφα ἐσεκομίσθη, καὶ ἔκπληξιν μὲν τοῖς στρατιώταις παρέσχε, τῇ δὲ δὴ παρουσίᾳ τῶν περὶ τὸν Λαῖτον, καὶ ἐξ ὧν ὑπέσχετο — τρισχιλίας γὰρ αὐτοῖς δραχμὰς κατʼ ἄνδρα δώσειν ἐπηγγείλατο —, προσεποιήσατο αὐτούς. κἂν πάντως ἡσύχασαν, εἰ μὴ τελευτῶν τὸν λόγον ὧδέ πως εἶπε, «πολλὰ μέν, ὦ ἄνδρες συστρατιῶται, καὶ δυσχερῆ τῶν παρόντων ἐστίν, ἀλλὰ τὰ μὲν ἄλλα αὖθις σὺν ὑμῖν ἐπανορθώσεται·» ἀκούσαντες γὰρ τοῦτο ὑπετόπησαν πάντα τὰ ἑαυτοῖς ὑπὸ τοῦ Κομμόδου παρὰ τὸ καθεστηκὸς δεδομένα καταλυθήσεσθαι, καὶ ἐδυσκόλαναν μέν, ἡσύχασαν δὲ ὅμως ἐπικρύπτοντες τὴν ὀργήν. ἐξελθὼν δὲ ἐκ τοῦ τείχους πρὸς τὸ συνέδριον νυκτὸς ἔτι οὔσης ἀφίκετο, καὶ ἀσπασάμενος ἡμᾶς ὅπως τις, οἷα ἐν ὁμίλῳ καὶ ἐν ὠθισμῷ τοσούτῳ, προσελθεῖν αὐτῷ ἠδυνήθη, ἔπειτα ἐκ τοῦ αὐτοσχεδίου εἶπεν ὅτι «ὠνόμασμαι μὲν ὑπὸ τῶν στρατιωτῶν αὐτοκράτωρ, οὐδὲν μέντοι τῆς ἀρχῆς δέομαι, ἀλλʼ ἐξίσταμαι ἤδη καὶ τήμερον αὐτῆς διά τε τὴν ἐμαυτοῦ ἡλικίαν καὶ ἀρρωστίαν καὶ διὰ τὴν τῶν πραγμάτων δυσχέρειαν». λεχθέντων δὲ καὶ ἐπῃνοῦμεν αὐτὸν ἀπὸ γνώμης καὶ ὡς ἀληθῶς ᾑρούμεθα· τήν τε γὰρ ψυχὴν ἄριστος ἦν καὶ τῷ σώματι ἔρρωτο, πλὴν καθʼ ὅσον βραχύ τι ὑπὸ τῶν ποδῶν ἐνεποδίζετο. καὶ οὕτως ὅ τε Περτίναξ αὐτοκράτωρ καὶ ὁ Κόμμοδος πολέμιος ἀπεδείχθη, πολλά γε ἐς αὐτὸν καὶ δεινὰ καὶ τῆς βουλῆς καὶ τοῦ δήμου συμβοησάντων. ἠθέλησαν μὲν γὰρ καὶ τὸ σῶμα αὐτοῦ σῦραι καὶ διασπάσαι ὥσπερ καὶ τὰς εἰκόνας, εἰπόντος δὲ τοῦ Περτίνακος τῇ γῇ ἤδη τὸν νεκρὸν κεκρύφθαι, τοῦ μὲν σώματος ἀπέσχοντο, τῶν δʼ ἄλλων ἐνεφοροῦντο, οὐδὲν ὅ τι οὐκ ἐπιλέγοντες· Κόμμοδον μὲν γὰρ οὐδεὶς οὐδʼ αὐτοκράτορα αὐτὸν ὠνόμαζεν, ἀλιτήριον δέ τινα καὶ τύραννον ἀποκαλοῦντες προσετίθεσαν ἐπισκώπτοντες τὸν μονομάχον, τὸν ἁρματηλάτην, τὸν ἀριστερόν, τὸν κηλήτην. τοῖς τε βουλευταῖς, ὅσοις καὶ μάλιστα ἐκ τοῦ Κομμόδου φόβος ἐπήρτητο, ὁ ὄχλος ἐπέλεγεν «εὖγε εὖγε, ἐσώθης, ἐνίκησας». ὅσα τε εἰώθεσαν ἐν τοῖς θεάτροις ἐπὶ τῇ τοῦ Κομμόδου θεραπείᾳ εὐρύθμως πως ἐκβοᾶν, ταῦτα τότε μετασχηματίζοντες ἐς τὸ γελοιότατον ἐξῇδον. τοῦ μὲν γὰρ ἀπηλλαγμένοι, τὸν δὲ οὐδέπω φοβούμενοι, τό τε διὰ μέσου αὐτῶν ὡς ἐλεύθεροι ἐκαρποῦντο, καὶ ἀξίωμα παρρησίας ἐν τῷ ἀδεεῖ αὐτοῦ ἐλάμβανον· οὐ γὰρ ἐξήρκει σφίσι τὸ μηκέτι φοβεῖσθαι, ἀλλʼ ἐν τῷ θαρσοῦντι καὶ ἐξυβρίζειν ἤθελον.
ἦν δὲ ὁ Περτίναξ Λίγυς ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, γράμματα ὅσον ἀποζῆν ἐξ αὐτῶν ἠσκημένος. καὶ κατὰ τοῦτο καὶ τῷ Πομπηιανῷ τῷ Κλαυδίῳ συνεγεγόνει, καὶ διʼ αὐτὸν ἐν τοῖς ἱππεῦσι χιλιαρχήσας ἐς τοῦτο προεχώρησεν ὥστε καὶ ἐκείνου αὐτοῦ αὐταρχῆσαι. καὶ ἔγωγε τότε ἐπὶ τοῦ Περτίνακος καὶ πρῶτον καὶ ἔσχατον ἐν τῷ βουλευτηρίῳ τὸν Πομπηιανὸν εἶδον· ἐν γὰρ τοῖς ἀγροῖς τὰ πλεῖστα διὰ τὸν Κόμμοδον διῆγε, καὶ ἐς τὸ ἄστυ ἐλάχιστα κατέβαινε, τό τε γῆρας καὶ τὸ τῶν ὀφθαλμῶν νόσημα προβαλλόμενος, οὐδὲ ἔστιν ὅτε πρότερον ἐμοῦ παρόντος ἐς τὴν γερουσίαν ἐσῆλθε. καὶ μέντοι καὶ μετὰ τὸν Περτίνακα πάλιν ἐνόσει· ἐπὶ γὰρ ἐκείνου καὶ ἔβλεπε καὶ ἑώρα καὶ ἐβούλευε, καὶ αὐτὸν ὁ Περτίναξ τά τε ἄλλα ἰσχυρῶς ἐτίμα καὶ ἐπὶ τοῦ βάθρου ἐν τῷ συνεδρίῳ παρεκάθιζεν. καὶ τοῦτο καὶ τὸν Γλαβρίωνα τὸν Ἀκίλιον ἐποίει· καὶ γὰρ ἐκεῖνος τότε καὶ ἤκουεν καὶ ἔβλεπε. τούτους μὲν οὖν ἐς ὑπερβολὴν ἐτίμα, ἐχρῆτο δὲ καὶ ἡμῖν δημοτικώτατα· καὶ γὰρ εὐπροσήγορος ἦν, ἤκουέ τε ἑτοίμως ὅ τι τις ἀξιοίη, καὶ ἀπεκρίνετο ἀνθρωπίνως ὅσα αὐτῷ δοκοίη. εἱστία τε ἡμᾶς σωφρόνως· καὶ ὁπότε μὴ τοῦτο ποιοίη, διέπεμπεν ἄλλοις ἄλλα καὶ τὰ εὐτελέστατα. καὶ αὐτὸν ἐπὶ τούτῳ οἱ μὲν πλούσιοι καὶ μεγάλαυχοι διεγέλων, οἱ δὲ ἄλλοι, οἷς ἀρετὴ ἀσελγείας προτιμοτέρα ἦν, ἐπῃνοῦμεν.
ὅτι τοσοῦτον τὸ διάφορον τῆς περὶ Περτίνακος δόξης πρὸς τὸν Κόμμοδον πάντες εἶχον, ὥστε τοὺς ἀκούοντας τὰ γεγονότα ὑποπτεύειν ὑπὸ τοῦ Κομμόδου τὸν λόγον τοῦτον ἐπὶ πείρᾳ καθεῖσθαι, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τοῖς ἔθνεσιν ἀρχόντων τοὺς ἀγγείλαντάς σφισιν αὐτὰ καταδῆσαι, οὐχ ὅτι οὐκ ἤθελον ἀληθῆ εἶναι, ἀλλʼ ὅτι μᾶλλον ἐφοβοῦντο δόξαι τὸν Κόμμοδον ἀπολωλέναι ἢ τῷ Περτίνακι μὴ προστίθεσθαι, διότι τὸν μὲν καὶ ἁμαρτών τι τοιοῦτο πᾶς ἐθάρσει, τὸν δὲ οὐδεὶς οὐδʼ ἀναμάρτητος ὤν.
ἔτι δὲ ὄντος αὐτοῦ ἐν Βρεττανίᾳ μετὰ τὴν μεγάλην ἐκείνην στάσιν ἣν ἔπαυσε, καὶ ἐπαίνων παρὰ πᾶσιν ἀξιουμένου, ἵππος τις ὄνομα Περτίναξ ἐνίκησεν ἐν τῇ Ῥώμῃ· ἦν δὲ τῶν πρασίων καὶ ὑπὸ τοῦ Κομμόδου ἐσπουδάζετο. τῶν οὖν στασιωτῶν αὐτοῦ μέγα ἀναβοησάντων, καὶ εἰπόντων αὐτὸ τοῦτο, «Περτίναξ ἐστίν», οἱ ἕτεροι οἱ ἀντιστασιωταί σφων, οἷά που ἀχθόμενοι τῷ Κομμόδῳ, προσεπεύξαντο, εἰπόντες οὐ πρὸς τὸν ἵππον ἀλλὰ πρὸς τὸν ἄνδρα «εἰ γὰρ ὤφειλεν εἶναι». ὕστερον δὲ τὸν αὐτὸν τοῦτον ἵππον ἀπαλλαγέντα τε τῶν δρόμων ὑπὸ τοῦ γήρως καὶ ἐν ἀγρῷ ὄντα μετεπέμψατο ὁ Κόμμοδος, καὶ ἐσήγαγεν ἐς τὸν ἱππόδρομον τάς τε ὁπλὰς αὐτοῦ καταχρυσώσας καὶ τὰ νῶτα δέρματι ἐπιχρύσῳ κοσμήσας· καὶ αὐτὸν οἱ ἄνθρωποι ἐξαπίνης ἰδόντες ἀνεβόησαν αὖθις «Περτίναξ ἐστί». καὶ ἦν μέν που μαντικὸν αὐτὸ καθʼ ἑαυτὸ τὸ λεχθέν, ἐπειδὴ τῇ ἐσχάτῃ ἐν τῷ ἔτει ἐκείνῳ ἱπποδρομίᾳ ἐγένετο, καὶ εὐθὺς ἐπʼ αὐτῇ τὸ κράτος ἐς τὸν Περτίνακα περιῆλθεν· ἐλογοποιήθη δὲ καὶ ἐπὶ τοῦ ῥοπάλου τὰ ὅμοια, ἐπειδὴ τῷ Περτίνακι αὐτὸ ὁ Κόμμοδος μονομαχήσειν τῇ τελευταίᾳ ἡμέρᾳ μέλλων ἔδωκεν.
οὕτω μὲν ἐς τὴν ἀρχὴν ὁ Περτίναξ κατέστη, καὶ ἔλαβε τάς τε ἄλλας ἐπικλήσεις τὰς προσηκούσας καὶ ἑτέραν ἐπὶ τῷ δημοτικὸς εἶναι βούλεσθαι· πρόκριτος γὰρ τῆς γερουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. καὶ εὐθὺς ἐς κόσμον, ὅσα πρὶν πλημμελῶς εἶχε καὶ ἀτάκτως, καθίστατο· φιλανθρωπία τε γὰρ καὶ χρηστότης καὶ οἰκονομία βελτίστη καὶ πρόνοια τοῦ κοινοῦ ἐπιμελεστάτη περὶ τὸν αὐτοκράτορα διεδείκνυτο. τά τε γὰρ ἄλλα, ὅσα ἂν ἀγαθὸς αὐτοκράτωρ, ἔπραττεν ὁ Περτίναξ, καὶ τὴν ἀτιμίαν ἀφεῖλε τῶν ἀδίκως πεφονευμένων, καὶ προσέτι καὶ ἐπώμοσε μηδέποτε τοιαύτην δίκην προσδέξεσθαι. καὶ αὐτίκα οἱ μὲν τοὺς συγγενεῖς οἱ δὲ τοὺς φίλους ἀνεκάλουν μετὰ δακρύων ὁμοῦ καὶ χαρᾶς· οὐδὲ γὰρ οὐδὲ τοῦτο πρὶν ἐξῆν ποιεῖν· καὶ μετὰ ταῦτα ἀνορύττοντες τὰ σώματα, οἱ μὲν ὁλόκληρα οἱ δὲ μέρη, ὥς που ἕκαστον αὐτῶν ἢ τοῦ ὀλέθρου ἢ τοῦ χρόνου εἶχεν, εὐθέτουν καὶ ἐς τὰ προγονικὰ μνημεῖα ἀπετίθεντο. τοσαύτη δʼ ἄρα τότε τὸ βασίλειον εἶχεν ἀχρηματία ὥστε πέντε καὶ εἴκοσι μυριάδες δραχμῶν μόναι εὑρέθησαν. χαλεπῶς δʼ οὖν ὁ Περτίναξ ἔκ τε τῶν εἰκόνων καὶ τῶν ὅπλων τῶν τε ἵππων καὶ ἐπίπλων καὶ τῶν παιδικῶν τῶν τοῦ Κομμόδου ἀγείρας ἀργύριον, τοῖς τε δορυφόροις ἔδωκεν ὅσα ὑπέσχητο, καὶ τῷ δήμῳ καθʼ ἑκατὸν δραχμάς. σύμπαντα γὰρ ὅσα ὁ Κόμμοδος ἐπί τε τῇ τρυφῇ καὶ ἐς ὁπλομαχίαν ἢ καὶ ἐς ἁρματηλασίαν ἐκέκτητο, ἐς τὸ πωλητήριον ἐξετέθη, τὸ μὲν πλεῖστον πράσεως ἕνεκα, ἤδη δὲ καὶ ἐς ἐπίδειξιν τῶν τε ἔργων αὐτοῦ καὶ τῶν διαιτημάτων, καὶ προσέτι καὶ ἐς ἔλεγχον τῶν ὠνησομένων αὐτά.
ὁ δὲ Λαῖτος τὸν Περτίνακα διʼ εὐφημίας ἦγε καὶ τὸν Κόμμοδον ὕβριζε.
βαρβάρους γοῦν τινας χρυσίον παρʼ αὐτοῦ πολὺ ἐπʼ εἰρήνῃ εἰληφότας μεταπεμψάμενος — ἔτι γὰρ ἐν ὁδῷ ἦσαν — ἀπῄτησεν αὐτό, εἰπὼν αὐτοῖς ὅτι «λέγετε τοῖς οἴκοι Περτίνακα ἄρχειν·» ᾔδεσαν γὰρ καὶ πάνυ τὸ ὄνομα αὐτοῦ ἐξ ὧν ἐπεπόνθεσαν ὅτε μετὰ τοῦ Μάρκου ἐστρατεύετο. καὶ ἕτερον δέ τι τοιόνδε ἐπὶ τῇ τοῦ Κομμόδου διαβολῇ ὁμοίως ἔπραξε. κοπρίας τινὰς καὶ γελωτοποιοὺς αἴσχιστα μὲν τὰ εἴδη αἰσχίω δὲ τά τε ὀνόματα καὶ τὰ ἐπιτηδεύματα ἔχοντας καὶ διὰ τὴν ὕβριν τήν τε ἀσέλγειαν ὑπὸ τοῦ Κομμόδου ὑπερπλουτοῦντας εὑρών, ἐδημοσίευσε τάς τε προσηγορίας αὐτῶν καὶ τὸ πλῆθος ὧν ἐκέκτηντο, καὶ ἦν ἐπὶ μὲν τοῖς γέλως, ἐπὶ δὲ τοῖς ὀργή τε καὶ λύπη· τοσαῦτα γάρ τινες αὐτῶν ἔχοντες ἦσαν ἐφʼ ὅσοις ἐκεῖνος πολλοὺς καὶ τῶν βουλευτῶν ἐσφάκει. οὐ μέντοι γε καὶ διʼ ὅλου ὁ Λαῖτος πιστὸς ἔμεινε τῷ Περτίνακι, μᾶλλον δὲ οὐδʼ ἐν ἀκαρεῖ· ὧν γὰρ ἤθελε μὴ τυγχάνων προσπαρώξυνε τοὺς στρατιώτας, ὡς λελέξεται, κατʼ αὐτοῦ.
τὸν μὲν οὖν πενθερὸν αὑτοῦ ὁ Περτίναξ τὸν Σουλπικιανὸν τὸν Φλάουιον πολιαρχεῖν ἔταξε, καὶ ἄλλως ἄξιον ὄντα τούτου τυχεῖν· οὔτε δὲ τὴν γυναῖκα Αὔγουσταν οὔτε τὸν υἱὸν Καίσαρα, καίπερ ψηφισαμένων ἡμῶν, ποιῆσαι ἠθέλησεν, ἀλλʼ ἑκάτερον ἰσχυρῶς διεκρούσατο, εἴτʼ οὖν ὅτι μηδέπω τὴν ἀρχὴν ἐρριζώκει, εἴτε καὶ ὅτι ἐκείνην τε ἀκολασταίνουσαν οὐκ ἠβουλήθη τὸ τῆς Αὐγούστης ὄνομα μιᾶναι, καὶ τὸν υἱὸν παιδίον ἔτι ὄντα οὐκ ἠθέλησε, πρὶν παιδευθῆναι, τῷ τε ὄγκῳ καὶ τῇ ἐλπίδι τῇ ἐκ τοῦ ὀνόματος διαφθαρῆναι. ἀλλʼ οὐδʼ ἐν τῷ παλατίῳ αὐτὸν ἔτρεφεν, ἀλλὰ καὶ πάντα τὰ ὑπάρχοντα αὑτῷ πρότερον ἐν τῇ πρώτῃ εὐθὺς ἡμέρᾳ ἀποθέμενος, ταῦτά τε τοῖς τέκνοις διένειμε — καὶ γὰρ καὶ θυγατέρα εἶχε — καὶ παρὰ τῷ πάππῳ διαιτᾶσθαι αὐτὰ ἐκέλευσεν, ὀλίγα ἄττα αὐτοῖς, ὡς πατὴρ καὶ οὐχ ὡς αὐτοκράτωρ, συγγινόμενος.
ἐπεὶ οὖν οὔτε τοῖς στρατιώταις ἁρπάζειν οὔτε τοῖς Καισαρείοις ἀσελγαίνειν ἔτι ἐξῆν, δεινῶς οὗτοι ἐμίσουν αὐτόν. ἀλλʼ οἱ μὲν Καισάρειοι οὐδέν, ἅτε καὶ ἄοπλοι ὄντες, ἐνεωτέρισαν, οἱ δὲ δὴ στρατιῶται οἱ δορυφόροι καὶ ὁ Λαῖτος ἐπεβούλευσαν αὐτῷ. καὶ πρῶτα μὲν τὸν ὕπατον Φάλκωνα, ὅτι καὶ γένει καὶ χρήμασιν ἤκμαζεν, αὐτοκράτορα ἐπιλέγονται, καὶ ἐς τὸ στρατόπεδον αὐτὸν ἐσάξειν, τοῦ Περτίνακος ἐπὶ τῇ θαλάσσῃ τὴν τοῦ σίτου παρασκευὴν ἐξετάζοντος, ἤμελλον. μαθὼν δὲ τοῦτʼ ἐκεῖνος σπουδῇ ἐς τὴν πόλιν ἦλθε, καὶ παρελθὼν ἐς τὴν γερουσίαν ἔφη «οὐ χρὴ ὑμᾶς ἀγνοεῖν, ὦ πατέρες, ὅτι πέντε που καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρὼν τοσοῦτον τοῖς στρατιώταις διένειμα ὅσον Μᾶρκός τε καὶ Λούκιος, οἷς ἑξακισμύριαι καὶ ἑπτακισχίλιαι καὶ πεντακόσιαι μυριάδες κατελείφθησαν. ἀλλʼ αἴτιοι τῆς ἀχρηματίας ταύτης οἱ θαυμαστοὶ Καισάρειοι γεγόνασι». καὶ ἐψεύσατο μὲν ὁ Περτίναξ ὅτι ἐπʼ ἴσης τῷ Λουκίῳ καὶ τῷ Μάρκῳ τοῖς στρατιώταις ἐδωρήσατο — οἱ μὲν γὰρ ἐς πεντακισχιλίας ὁ δὲ ἐς τρισχιλίας αὐτοῖς ἐδεδώκει —, οἱ δὲ δὴ στρατιῶται καὶ οἱ Καισάρειοι παρόντες ἐν τῷ συνεδρίῳ — πάμπολλοι δὲ ἦσαν — δεινῶς ἠγανάκτησαν καὶ φοβερόν τι διετονθόρυσαν. μελλόντων δὲ ἡμῶν καταψηφιεῖσθαι τοῦ Φάλκωνος, καὶ ἤδη γε αὐτὸν πολέμιον ὀνομαζόντων, ἀναστὰς ὁ Περτίναξ καὶ ἀνακραγών «μὴ γένοιτο» ἔφη «μηδένα βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δικαίως θανατωθῆναι». καὶ ὁ μὲν οὕτως ἐσώθη, καὶ εὐλαβηθεὶς καὶ αἰδεσθεὶς τὸν λειπόμενον χρόνον ἐν ἀγρῷ διῆγεν, ὁ δὲ Λαῖτος παραλαβὼν τὴν κατὰ τὸν Φάλκωνα ἀφορμήν, πολλοὺς τῶν στρατιωτῶν ὡς καὶ ἐκείνου κελεύοντος διέφθειρεν. οἱ δὲ λοιποὶ τοῦτο αἰσθόμενοι, καὶ φοβηθέντες μὴ καὶ αὐτοὶ προσαπόλωνται, ἐθορύβησαν. διακόσιοι δὲ οἱ τῶν ἄλλων θρασύτεροι καὶ ἐς τὸ παλάτιον τὰ ξίφη ἀνατετακότες ὥρμησαν. οὐδὲ ἔγνω πρότερον προσιόντας ὁ Περτίναξ αὐτοὺς πρὶν ἄνω γενέσθαι· τότε δὲ ἡ γυνὴ αὐτοῦ ἐσδραμοῦσα ἐμήνυσεν αὐτῷ τὸ γενόμενον. μαθὼν οὖν ταῦτʼ ἐκεῖνος πρᾶγμα εἴτʼ οὖν γενναῖον εἴτε ἀνόητον, εἴθʼ ὅπως τις αὐτὸ ὀνομάσαι ἐθέλει, ἔπραξε. δυνηθεὶς γὰρ ἂν μάλιστα μὲν ἀποκτεῖναι τοὺς ἐπελθόντας — τῇ τε γὰρ νυκτερινῇ φυλακῇ καὶ τοῖς ἱππεῦσιν ὥπλιστο, καὶ ἦσαν καὶ ἄλλοι ἐν τῷ παλατίῳ τότε ἄνθρωποι πολλοί —, εἰ δὲ μή, κατακρυφθῆναί γε καὶ διαφυγεῖν ποι τάς τε πύλας τοῦ παλατίου καὶ τὰς ἄλλας τὰς διὰ μέσου θύρας κλείσας, τούτων μὲν οὐδέτερον ἐποίησεν, ἐλπίσας δὲ καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν ἀκουσθεὶς ἀπήντησε τοῖς προσιοῦσιν ἐν τῇ οἰκίᾳ ἤδη οὖσιν· οὔτε γὰρ τῶν συστρατιωτῶν τις αὐτοὺς εἶρξε, καὶ οἱ πυλωροὶ οἵ τε ἄλλοι Καισάρειοι οὐχ ὅτι τι συνέκλεισαν, ἀλλὰ καὶ πάντα ἁπλῶς προσανέῳξαν. ἰδόντες δʼ οὖν οἱ στρατιῶται τὸ μὲν πρῶτον ᾐδέσθησαν, πλὴν ἑνός, καὶ τούς τε ὀφθαλμοὺς ἐς τὸ δάπεδον ἤρεισαν καὶ τὰ ξίφη ἐς τοὺς κουλεοὺς ἐναπέθεντο· ἐπεὶ δὲ ἐκεῖνος προπηδήσας εἶπέ τε ὅτι «τοῦτό σοι τὸ ξίφος οἱ στρατιῶται πεπόμφασι», καὶ προσπεσὼν εὐθὺς ἔπληξεν αὐτόν, οὐκ ἐπέσχον ἀλλὰ τόν τε αὐτοκράτορά σφων κατέκοψαν καὶ τὸν Ἔκλεκτον. μόνος γὰρ δὴ οὗτος οὔτʼ ἐγκατέλιπεν αὐτὸν καὶ ἐπήμυνεν αὐτῷ ὅσον ἠδυνήθη, ὥστε καὶ τρῶσαί τινας· ὅθεν ἐγὼ καὶ πρὸ τοῦ ἄνδρα αὐτὸν ἀγαθὸν γεγονέναι νομίζων, τότε δὴ καὶ πάνυ ἐθαύμασα. ἀποτεμόντες δὲ οἱ στρατιῶται τὴν κεφαλὴν τοῦ Περτίνακος περί τε δόρυ περιέπειραν, τῷ ἔργῳ ἐλλαμπρυνόμενοι. οὕτω μὲν ὁ Περτίναξ ἐπιχειρήσας ἐν ὀλίγῳ πάντα ἀνακαλέσασθαι ἐτελεύτησεν, οὐδὲ ἔγνω, καίπερ ἐμπειρότατος πραγμάτων ὤν, ὅτι ἀδύνατόν ἐστιν ἀθρόα τινὰ ἀσφαλῶς ἐπανορθοῦσθαι, ἀλλʼ εἴπερ τι ἄλλο, καὶ πολιτικὴ κατάστασις καὶ χρόνου καὶ σοφίας χρῄζει. ἐβίω δὲ ἔτη ἑπτὰ καὶ ἑξήκοντα τεσσάρων μηνῶν καὶ τριῶν ἡμερῶν δέοντα, ἦρξε δὲ ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά.
διαγγελλομένου δὲ τοῦ κατὰ τὸν Περτίνακα πάθους οἱ μὲν ἐς τὰς οἰκίας ἔτρεχον οἱ δὲ ἐς τὰς τῶν στρατιωτῶν, καὶ τῆς ἑαυτῶν ἀσφαλείας πρόνοιαν ἐποιοῦντο. Σουλπικιανὸς δέ — ἔτυχε γὰρ παρὰ τοῦ Περτίνακος ἀποσταλεὶς ἐς τὸ στρατόπεδον, ἵνα τὰ ἐκεῖ καταστήσηται — ἔμεινέ τε ἐν αὐτῷ, καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος,
χρηματιστής τε ἄπληστος καὶ ἀναλωτὴς ἀσελγής, νεωτέρων τε ἀεὶ πραγμάτων ἐπιθυμῶν, διὸ καὶ πρὸς τοῦ Κομμόδου ἐς τὴν ἑαυτοῦ πατρίδα τὸ Μεδιόλανον ἐξελήλατο—οὗτος οὖν ἀκούσας τὸν θάνατον τοῦ Περτίνακος σπουδῇ ἐς τὸ στρατόπεδον παρεγένετο, καὶ πρὸς ταῖς πύλαις τοῦ τείχους ἑστὼς παρεκάλει τοὺς στρατιώτας ὑπὲρ τῆς τῶν Ῥωμαίων ἡγεμονίας. ὅτε δὴ καὶ πρᾶγμα αἴσχιστόν τε καὶ ἀνάξιον τῆς Ῥώμης ἐγένετο· ὥσπερ γὰρ ἐν ἀγορᾷ καὶ ἐν πωλητηρίῳ τινὶ καὶ αὐτὴ καὶ ἡ ἀρχὴ αὐτῆς πᾶσα ἀπεκηρύχθη. καὶ αὐτὰς ἐπίπρασκον μὲν οἱ τὸν αὐτοκράτορά σφων ἀπεκτονότες, ὠνητίων δὲ ὅ τε Σουλπικιανὸς καὶ ὁ Ἰουλιανὸς ὑπερβάλλοντες ἀλλήλους, ὁ μὲν ἔνδοθεν ὁ δὲ ἔξωθεν. καὶ μέχρι γε πεντακισχιλίων δραχμῶν κατʼ ἄνδρα κατὰ βραχὺ προστιθέντες προῆλθον, διαγγελλόντων τινῶν καὶ λεγόντων τῷ τε Ἰουλιανῷ ὅτι «Σουλπικιανὸς τοσοῦτον δίδωσι· τί οὖν σὺ προστίθης;» καὶ τῷ Σουλπικιανῷ ὅτι «Ἰουλιανὸς τοσοῦτον ἐπαγγέλλεται· τί οὖν σὺ προσυπισχνῇ;» κἂν ἐπεκράτησεν ὁ Σουλπικιανὸς ἔνδον τε ὢν καὶ πολιαρχῶν, τάς τε πεντακισχιλίας πρότερος ὀνομάσας, εἰ μὴ ὁ Ἰουλιανὸς οὐκέτι κατʼ ὀλίγον ἀλλὰ χιλίαις καὶ διακοσίαις καὶ πεντήκοντα ἅμα δραχμαῖς ὑπερέβαλε, καὶ τῇ φωνῇ μέγα βοῶν καὶ ταῖς χερσὶν ἐνδεικνύμενος. τῇ τε γὰρ ὑπερβολῇ αὐτοῦ δουλωθέντες, καὶ ἅμα καὶ τὸν Σουλπικιανὸν ὡς καὶ τιμωρήσοντα τῷ Περτίνακι φοβηθέντες, ὅπερ ὁ Ἰουλιανὸς αὐτοῖς ὑπέτεινεν, ἐσεδέξαντό τε αὐτὸν καὶ αὐτοκράτορα ἀπέδειξαν.
καὶ ὁ μὲν οὕτω πρὸς ἑσπέραν ἔς τε τὴν ἀγορὰν καὶ πρὸς τὸ βουλευτήριον ἠπείχθη, παμπληθεῖς δορυφόρους μετὰ σημείων συχνῶν ὥσπερ ἐς παράταξίν τινα ἄγων, ἵνα καὶ ἡμᾶς καὶ τὸν δῆμον προκαταπλήξας πρόσθηται· καὶ αὐτὸν οἱ στρατιῶται τά τε ἄλλα ἐμεγάλυνον καὶ Κόμμοδον ἐπωνόμαζον. ἡμεῖς δὲ πυνθανόμενοι ταῦτα, ὥς που ἑκάστῳ διηγγέλλετο, ἐφοβούμεθα μὲν τὸν Ἰουλιανὸν καὶ τοὺς στρατιώτας, καὶ μάλιστα ὅσοι τι ἢ πρὸς τὸν Περτίνακα ἐπιτήδειον ... — καὶ γὰρ ἐγὼ εἷς ἐξ αὐτῶν ἦν, ἐπειδὴ ὑπό τε τοῦ Περτίνακος τά τε ἄλλα ἐτετιμήμην καὶ στρατηγὸς ἀπεδεδείγμην, καὶ ἐκεῖνον πολλὰ πολλάκις ἐν δίκαις συναγορεύων τισὶν ἀδικοῦντα ἐπεδεδείχειν· ὅμως δʼ οὖν καὶ διὰ ταῦτα — οὐ γὰρ ἐδόκει ἡμῖν ἀσφαλὲς εἶναι οἴκοι, μὴ καὶ ἐξ αὐτοῦ τούτου ὑποπτευθῶμεν, καταμεῖναι — προήλθομεν, οὐχ ὅτι λελουμένοι ἀλλὰ καὶ δεδειπνηκότες, καὶ ὠσάμενοι διὰ τῶν στρατιωτῶν ἐς τὸ βουλευτήριον ἐσήλθομεν, καὶ ἠκούσαμεν αὐτοῦ τά τε ἄλλα ἀξίως ἑαυτοῦ λέγοντος, καὶ ὅτι «ὑμᾶς τε ὁρῶ ἄρχοντος δεομένους, καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ὑμῶν ἡγεμονεῦσαι. καὶ εἶπον ἂν πάντα τὰ προσόντα μοι ἀγαθά, εἰ μὴ καὶ ᾔδειτε καὶ πεπειραμένοι μου ἦτε. διὸ οὐδὲ ἐδεήθην πολλοὺς στρατιώτας ἐπάγεσθαι, ἀλλʼ αὐτὸς μόνος πρὸς ὑμᾶς ἀφῖγμαι, ἵνα μοι τὰ ὑπʼ ἐκείνων δοθέντα ἐπικυρώσητε». « μόνος» τε «γὰρ ἥκω» ἔλεγε, πᾶν μὲν ἔξωθεν τὸ βουλευτήριον ὁπλίταις περιεστοιχισμένος, πολλοὺς δὲ καὶ ἐν αὐτῷ τῷ συνεδρίῳ στρατιώτας ἔχων, καὶ τοῦ συνειδότος ἡμᾶς τοῦ περὶ αὐτὸν ἀνεμίμνησκεν, ἐξ οὗ καὶ ἐμισοῦμεν αὐτὸν καὶ ἐφοβούμεθα.
καὶ ὁ μὲν οὕτω τὴν αὐταρχίαν καὶ ἐκ τῶν τῆς βουλῆς δογμάτων βεβαιωσάμενος ἀνῆλθεν ἐς τὸ παλάτιον, καὶ εὑρὼν τὸ δεῖπνον τὸ τῷ Περτίνακι παρεσκευασμένον πολλά τε αὐτοῦ κατεγέλασε, καὶ μεταπεμψάμενος ὅθεν τι καὶ ὁπωσοῦν εὑρεθῆναι τότε ἠδυνήθη πολυτίμητον, διεπίμπλατο ἔνδον ἔτι τοῦ νεκροῦ κειμένου, καὶ ἐκύβευεν, ἄλλους τε καὶ Πυλάδην τὸν ὀρχηστὴν παραλαβών. τῇ δὲ δὴ ὑστεραίᾳ ἡμεῖς μὲν ἀνῄειμεν ὡς αὐτόν, πλαττόμενοι τρόπον τινὰ καὶ σχηματιζόμενοι ὅπως μὴ κατάφωροι ἐπὶ τῇ λύπῃ γενώμεθα· ὁ δὲ δῆμος ἐσκυθρώπαζε φανερῶς, καὶ διελάλουν ὅσα ἤθελον, καὶ παρεσκευάζοντο πρᾶξαι ὅσα ἐδύναντο. καὶ τέλος, ἐπειδὴ πρὸς τὸ συνέδριον ἦλθε καὶ τῷ Ἰανῷ τῷ πρὸ τῶν θυρῶν αὐτοῦ θύσειν ἔμελλεν, ἐξέκραγον πάντες ὥσπερ ἐκ συγκειμένου τινός, τῆς τε ἀρχῆς ἅρπαγα αὐτὸν καὶ πατροφόνον ὀνομάζοντες. ὡς δὲ προσποιησάμενος μὴ χαλεπαίνειν ἀργύριόν τι αὐτοῖς ὑπέσχετο, ἀγανακτήσαντες ὡς καὶ δεκαζόμενοι ἀνεβόησαν ἅμα πάντες «οὐ θέλομεν, οὐ λαμβάνομεν». καὶ αὐτοῖς καὶ τὰ πέριξ οἰκοδομήματα φρικῶδές τι συνεπήχησεν. ἀκούσας δὲ ταῦτα ὁ Ἰουλιανὸς οὐκέτʼ ἐκαρτέρησεν, ἀλλὰ τοὺς ἐγγὺς προσεστηκότας κτείνεσθαι προσέταξε. καὶ ὁ δῆμος ἔτι καὶ μᾶλλον ἐπιπαρωξύνθη, καὶ οὐκ ἐπαύσατο οὔτε τὸν Περτίνακα ποθῶν οὔτε τὸν Ἰουλιανὸν λοιδορῶν οὔτε τοὺς θεοὺς ἐπιβοώμενος οὔτε τοῖς στρατιώταις ἐπαρώμενος, ἀλλὰ καίτοι πολλοὶ πολλαχοῦ τῆς πόλεως καὶ τιτρωσκόμενοι καὶ φονευόμενοι ἀντεῖχον. καὶ τέλος ὅπλα ἁρπάσαντες συνέδραμον ἐς τὸν ἱππόδρομον, κἀνταῦθα διετέλεσαν τὴν νύκτα καὶ τὴν μετʼ αὐτὴν ἡμέραν ἄσιτοι καὶ ἄποτοι βοῶντες, τούς τε λοιποὺς στρατιώτας καὶ μάλιστα τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετʼ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας ἐπαμῦναί σφισι δεόμενοι. καὶ μετὰ τοῦτο τῇ τε κραυγῇ καὶ τῷ λιμῷ τῇ τε ἀγρυπνίᾳ κακωθέντες διελύθησαν καὶ ἡσυχίαν ἦγον, τὰς ἔξωθεν ἐλπίδας ἀναμένοντες.
«οὐ βοηθῶ τῷ δήμῳ· οὐ γάρ με ἐπεβοήσατο».
Ἰουλιανὸς δὲ οὕτω τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως τοῖς πράγμασιν ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους καὶ τὰ μὲν ἐπαγγελλόμενος τὰ δὲ χαριζόμενος, προσεγέλα τε καὶ προσέπαιζε πρὸς τοὺς τυχόντας, ἔς τε τὰ θέατρα συνεχῶς ἐσεφοίτα, καὶ συμπόσια πολλὰ συνεκρότει, τό τε σύμπαν οὐδὲν ὅ τι οὐκ ἐπὶ θεραπείᾳ ἡμῶν ἐποίει. οὐ μέντοι καὶ πιθανὸς ἦν, ἀλλʼ ὡς ἀκράτῳ τῇ θωπείᾳ χρώμενος ὑπωπτεύετο· πᾶν γὰρ τὸ ἔξωθεν τοῦ εἰκότος, κἂν χαρίζεσθαί τισι δοκῇ, δολερὸν τοῖς νοῦν ἔχουσι νομίζεται.
ψηφισαμένης δὲ τῆς βουλῆς χρυσοῦν ἀνδριάντα αὐτοῦ οὐ προσεδέξατο, εἰπὼν ὅτι «χαλκοῦν μοι δότε ἵνα καὶ μείνῃ· καὶ γὰρ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων τοὺς μὲν χρυσοῦς καὶ ἀργυροῦς ὁρῶ καθαιρεθέντας, τοὺς δὲ χαλκοῦς μένοντας», οὐκ ὀρθῶς τοῦτο εἰπών· ἀρετὴ γὰρ ἡ διαφυλάττουσα τὴν μνήμην τῶν κρατούντων· ὁ γὰρ δοθεὶς αὐτῷ χαλκοῦς ἀναιρεθέντος αὐτοῦ καθῃρέθη.
ἐν μὲν δὴ τῇ Ῥώμῃ ταῦτα ἐγένετο, περὶ δὲ τῶν ἔξω ταύτης γενομένων καὶ νεωτερισθέντων ἤδη ἐρῶ. τρεῖς γὰρ δὴ τότε ἄνδρες, τριῶν ἕκαστος πολιτικῶν στρατοπέδων καὶ ἄλλων ξενικῶν συχνῶν ἄρχοντες, ἀντελάβοντο τῶν πραγμάτων, ὅ τε Σεουῆρος καὶ ὁ Νίγρος καὶ ὁ Ἀλβῖνος, οὗτος μὲν τῆς Βρεττανίας ἄρχων, Σεουῆρος δὲ τῆς Παννονίας, Νίγρος δὲ τῆς Συρίας. καὶ τούτους ἄρα οἱ ἀστέρες οἱ τρεῖς οἱ ἐξαίφνης φανέντες καὶ τὸν ἥλιον περισχόντες, ὅτε τὰ ἐσιτήρια πρὸ τοῦ βουλευτηρίου ἔθυεν ὁ Ἰουλιανὸς παρόντων ἡμῶν, ὑπῃνίττοντο. οὕτω γὰρ ἐκφανέστατοι ἦσαν ὥστε καὶ τοὺς στρατιώτας συνεχῶς τε αὐτοὺς ὁρᾶν καὶ ἀλλήλοις ἀντεπιδεικνύειν, καὶ προσέτι καὶ διαθροεῖν ὅτι δεινὸν αὐτῷ συμβήσεται. ἡμεῖς γὰρ εἰ καὶ τὰ μάλιστα καὶ ηὐχόμεθα ταῦθʼ οὕτω γενέσθαι καὶ ἠλπίζομεν, ἀλλʼ ὑπό γε τοῦ παρόντος δέους οὐδʼ ἀναβλέπειν ἐς αὐτούς, εἰ μὴ παρορῶντές πως, ἐτολμῶμεν. καὶ τοιοῦτο μὲν τοῦτο οἶδα γενόμενον· τῶν δὲ δὴ τριῶν ἡγεμόνων ὧν εἴρηκα δεινότατος ὁ Σεουῆρος ὤν, καὶ προγνοὺς ὅτι μετὰ τὸ καταλῦσαι τὸν Ἰουλιανὸν καὶ σφίσιν αὐτοῖς οἱ τρεῖς συναράξουσι καὶ ἀντιπολεμήσουσιν ὑπὲρ τῆς ἀρχῆς, ἐγνώκει τὸν ἕνα τὸν ἐγγύτερον αὐτῷ προσποιήσασθαι, καὶ γράμματά τινι τῶν πιστῶν δοὺς τῷ Ἀλβίνῳ ἐπεπόμφει, Καίσαρα αὐτὸν ποιῶν· τὸν γὰρ δὴ Νίγρον φρόνημα ἔχοντα ἐκ τοῦ ἐπίκλητον ὑπὸ τοῦ δήμου γεγονέναι ἀπέγνω. καὶ ὁ μὲν Ἀλβῖνος ὡς καὶ κοινωνὸς τῆς ἀρχῆς τῷ Σεουήρῳ ἐσόμενος κατὰ χώραν ἔμεινεν, ὁ δὲ Σεουῆρος τὰ ἐν τῇ Εὐρώπῃ πάντα πλὴν τοῦ Βυζαντίου προσποιησάμενος ἐπὶ τὴν Ῥώμην ἠπείγετο, οὐδέποτε ἔξω τῶν ὅπλων γινόμενος, ἀλλʼ ἑξακοσίους τοὺς ἀρίστους ἐπιλεξάμενος ἐν μέσοις αὐτοῖς μεθʼ ἡμέραν καὶ νύκτωρ διῆγεν· οὐδὲ ἀπεδύσαντό ποτε ἐκεῖνοι τοὺς θώρακας πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι.
ὅτι οὗτος ἐπὶ πονηρίᾳ καὶ ἀπληστίᾳ ἀσελγείᾳ τε ὑπὸ τοῦ Περτίνακος, ὅτε τῆς Ἀφρικῆς ἦρχε, κατεδεδίκαστο, τότε δὲ ἐν τοῖς πρώτοις ὑπʼ αὐτοῦ ἐκείνου τῇ τοῦ Σεουήρου χάριτι ἀπεδέδεικτο.
καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε τὸν Σεουῆρον διὰ τῆς βουλῆς ἐποιήσατο, καὶ παρεσκευάζετο κατʼ αὐτοῦ· καὶ γὰρ τάφρευμα ἐν τῷ προαστείῳ διετάφρευσε καὶ πύλας ἐπʼ αὐτῷ ἐπέστησεν ὡς καὶ ἐνταῦθα ἐκστρατεύσων καὶ ἐκεῖθεν πολεμήσων. καὶ ἐγένετο ἡ πόλις ἐν ταῖς ἡμέραις ταύταις οὐδὲν ἄλλο ἢ στρατόπεδον, ὥσπερ ἐν πολεμίᾳ. πολλὴ μὲν γὰρ ταραχὴ καὶ αὐλιζομένων καὶ γυμναζομένων ὡς ἑκάστων, ἀνδρῶν ἵππων ἐλεφάντων, πολὺς δὲ καὶ φόβος ἐς τοὺς λοιποὺς ἐκ τῶν ὡπλισμένων, ἅτε καὶ μισούντων σφᾶς, ἐγίγνετο. ἔστι δὲ ὅτε καὶ γέλως ἡμᾶς ἐλάμβανεν· οὔτε γὰρ οἱ δορυφόροι ἄξιόν τι τοῦ τε ὀνόματος καὶ τῆς ἐπαγγελίας σφῶν, ἅτε καὶ ἁβρῶς διαιτᾶσθαι μεμαθηκότες, ἐποίουν, καὶ οἱ ἐκ τοῦ ναυτικοῦ τοῦ ἐν τῷ Μισηνῷ ναυλοχοῦντος μεταπεμφθέντες οὐδʼ ὅπως γυμνάσωνται ᾔδεσαν, οἵ τε ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδʼ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον, ἀλλὰ καὶ ἐκείνους κατέβαλλον. μάλιστα δὲ ἐγελῶμεν ὅτι τὸ παλάτιον κιγκλίσι τε καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ἐπεὶ γὰρ τὸν Περτίνακα οὐκ ἄν ποτε οἱ στρατιῶται ῥᾳδίως οὕτως, εἴπερ συνεκέκλειτο, πεφονευκέναι ἐδόκουν, ἐπίστευεν ὅτι δυνήσεται κατακλεισθεὶς ἐς αὐτό, ἂν ἡττηθῇ, περιγενέσθαι.
ἔσφαξε μὲν οὖν καὶ τὸν Λαῖτον καὶ τὴν Μαρκίαν, ὥστε σύμπαντας τοὺς ἐπιβουλεύσαντας τῷ Κομμόδῳ φθαρῆναι — καὶ γὰρ τὸν Νάρκισσον ὕστερον ὁ Σεουῆρος θηρίοις ἔδωκεν, αὐτὸ τοῦτο κηρύξας ὅτι οὗτός ἐστιν ὁ Κόμμοδον ἀποπνίξας —, ἔκτεινε δὲ καὶ παῖδας συχνοὺς ἐπὶ μαγγανεύμασιν, ὡς καὶ ἀποστρέψαι τι τῶν μελλόντων, εἰ προμάθοι αὐτά, δυνησόμενος. ἐπί τε τὸν Σεουῆρον ἀεί τινας ὡς δολοφονήσοντας αὐτὸν ἀπέστειλεν. ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἰταλίαν ἀφίκετο καὶ τὴν Ῥάβενναν ἀκονιτὶ παρέλαβε, καὶ οὓς ἐκεῖνος ἐπʼ αὐτὸν ἔπεμπεν ἢ πείσοντας ὑποστρέψαι ἢ εἴρξοντας τῶν παρόδων, προσεχώρουν αὐτῷ, οἵ τε δορυφόροι, οἷς μάλιστα ὁ Ἰουλιανὸς ἐθάρρει, τῇ τε συνεχείᾳ τῶν πόνων ἀπεκναίοντο καὶ πρὸς τὴν φήμην τῆς τοῦ Σεουήρου παρουσίας δεινῶς ἐξεπλήττοντο, συγκαλέσας ἡμᾶς ὁ Ἰουλιανὸς κοινωνὸν αὑτῷ τῆς ἀρχῆς ἐκέλευε τὸν Σεουῆρον ψηφίσασθαι. οἱ δὲ δὴ στρατιῶται ἐκ γραμμάτων τοῦ Σεουήρου πεισθέντες ὅτι οὐδὲν κακόν, ἂν τοὺς σφαγέας τοῦ Περτίνακος ἐκδῶσι καὶ αὐτοὶ τὴν ἡσυχίαν ἄγωσι, πείσονται, τούς τε ἀποκτείναντας τὸν Περτίνακα συνέλαβον, καὶ αὐτὸ τοῦτο Σιλίῳ Μεσσάλᾳ τῷ ὑπατεύοντι τότε ἐμήνυσαν. καὶ ὃς συναγαγὼν ἡμᾶς ἐς τὸ Ἀθήναιον καλούμενον ἀπὸ τῆς ἐν αὐτῷ τῶν παιδευομένων ἀσκήσεως, τὰ παρὰ τῶν στρατιωτῶν ἐδήλωσε· καὶ τοῦ τε Ἰουλιανοῦ θάνατον κατεψηφισάμεθα καὶ τὸν Σεουῆρον αὐτοκράτορα ὠνομάσαμεν, τῷ τε Περτίνακι ἡρωικὰς τιμὰς ἀπεδώκαμεν. ὁ μὲν οὖν Ἰουλιανὸς οὕτως ἐν αὐτῷ τῷ παλατίῳ κατακείμενος ἐφονεύθη, τοσοῦτον μόνον εἰπών, «καὶ τί δεινὸν ἐποίησα; τίνα ἀπέκτεινα»; ἔζησε δὲ ἑξήκοντά τε ἔτη καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἴσας, ἀφʼ ὧν ἓξ καὶ ἑξήκοντα ἦρξεν ἡμέρας.
Δίων οδʹ βιβλίῳ· «ἀνδρῶν γάρ ἐστι φρονίμων μήτʼ ἄρχειν πολέμου μήτʼ ἐπιφερόμενον αὐτὸν ἀναδύεσθαι, ἀλλὰ τῷ μὲν ἐθελοντὶ σωφρονήσαντι συγγνώμην, κἂν προαμάρτῃ τι, ποιεῖσθαι» .....
Σεουῆρος μὲν δὴ αὐτοκράτωρ οὕτω γενόμενος τοὺς μὲν δορυφόρους τοὺς χειρουργήσαντας τὸ κατὰ τὸν Περτίνακα ἔργον θανάτῳ ἐζημίωσε, τοὺς δὲ ἄλλους, πρὶν ἐν τῇ Ῥώμῃ γενέσθαι μεταπεμψάμενος καὶ ἐν πεδίῳ περισχὼν οὐκ εἰδότας τὸ μέλλον σφίσι συμβήσεσθαι, πολλά τε καὶ πικρὰ ὑπὲρ τῆς ἐς τὸν αὐτοκράτορά σφων παρανομίας ὀνειδίσας αὐτοῖς, τῶν τε ὅπλων ἀπέλυσε τούς τε ἵππους ἀφείλετο καὶ τῆς Ῥώμης ἀπήλασεν. ἔνθα δὴ οἱ μὲν ἄλλοι καὶ ἄκοντες τά τε ὅπλα ἀπερρίπτουν καὶ τοὺς ἵππους ἠφίεσαν, ἔν τε τοῖς χιτῶσιν ἄζωστοι ἐσκεδάννυντο· εἷς δέ τις, οὐκ ἐθελήσαντος τοῦ ἵππου ἀποστῆναι ἀλλʼ ἐπακολουθοῦντος αὐτῷ καὶ χρεμετίζοντος, καὶ ἐκεῖνον καὶ ἑαυτὸν κατεχρήσατο· καὶ ἐδόκει τοῖς ὁρῶσι καὶ ὁ ἵππος ἡδέως ἀποθνήσκειν. πράξας δὲ ὁ Σεουῆρος ταῦτα ἐς τὴν Ῥώμην ἐσῄει, μέχρι μὲν τῶν πυλῶν ἐπί τε τοῦ ἵππου καὶ ἐν ἐσθῆτι ἱππικῇ ἐλθών, ἐντεῦθεν δὲ τήν τε πολιτικὴν ἀλλαξάμενος καὶ βαδίσας· καὶ αὐτῷ καὶ ὁ στρατὸς πᾶς, καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς, ὡπλισμένοι παρηκολούθησαν. καὶ ἐγένετο ἡ θέα πασῶν ὧν ἑόρακα λαμπροτάτη· ἥ τε γὰρ πόλις πᾶσα ἄνθεσί τε καὶ δάφναις ἐστεφάνωτο καὶ ἱματίοις ποικίλοις ἐκεκόσμητο, φωσί τε καὶ θυμιάμασιν ἔλαμπε, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες καὶ γανύμενοι πολλὰ ἐπευφήμουν, οἵ τε στρατιῶται ἐν τοῖς ὅπλοις ὥσπερ ἐν πανηγύρει τινὶ πομπῆς ἐκπρεπόντως ἀνεστρέφοντο, καὶ προσέτι ἡμεῖς ἐν κόσμῳ περιῄειμεν. ὁ δʼ ὅμιλος ἰδεῖν τε αὐτὸν καί τι φθεγγομένου ἀκοῦσαι, ὥσπερ τι ὑπὸ τῆς τύχης ἠλλοιωμένου, ποθοῦντες ἠρεθίζοντο· καί τινες καὶ ἐμετεώριζον ἀλλήλους, ὅπως ἐξ ὑψηλοτέρου αὐτὸν κατίδωσιν.
ἐσελθὼν δὲ οὕτως ἐνεανιεύσατο μὲν οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες πρὸς ἡμᾶς, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ· καὶ ὤμοσε περὶ τούτου, καὶ τό γε μεῖζον, ψηφίσματι κοινῷ αὐτὸ κυρωθῆναι προσετετάχει, πολέμιον καὶ τὸν αὐτοκράτορα καὶ τὸν ὑπηρετήσοντα αὐτῷ ἔς τι τοιοῦτον, αὐτούς τε καὶ τοὺς παῖδας αὐτῶν, νομίζεσθαι δογματίσας. πρῶτος μέντοι αὐτὸς τὸν νόμον τουτονὶ παρέβη καὶ οὐκ ἐφύλαξε, πολλοὺς ἀνελών· καὶ γὰρ καὶ αὐτὸς ὁ Σόλων ὁ Ἰούλιος, ὁ καὶ τὸ δόγμα τοῦτο κατὰ πρόσταξιν αὐτοῦ συγγράψας, οὐ πολλῷ ὕστερον ἐσφάγη. καὶ πολλὰ μὲν ἡμῖν οὐ καταθύμια ἔπραττεν, αἰτίαν τε ἔσχεν ἐπὶ τῷ πλήθει στρατιωτῶν ὀχλώδη τὴν πόλιν ποιῆσαι καὶ δαπάνῃ χρημάτων περιττῇ τὸ κοινὸν βαρῦναι, καὶ τὸ μέγιστον ὅτι μὴ ἐν τῇ τῶν συνόντων οἱ εὐνοίᾳ ἀλλʼ ἐν τῇ ἐκείνων ἰσχύι τὴν ἐλπίδα τῆς σωτηρίας ἐποιεῖτο· μάλιστα δὲ ἐπεκάλουν αὐτῷ τινες ὅτι καθεστηκότος ἔκ τε τῆς Ἰταλίας καὶ τῆς Ἰβηρίας τῆς τε Μακεδονίας καὶ τοῦ Νωρικοῦ μόνον τοὺς σωματοφύλακας εἶναι, κἀκ τούτου καὶ τοῖς εἴδεσιν αὐτῶν ἐπιεικεστέρων καὶ τοῖς ἤθεσιν ἁπλουστέρων ὄντων, τοῦτο μὲν κατέλυσεν, ἐκ δὲ δὴ τῶν στρατοπέδων ὁμοίως πάντων τὸ ἀεὶ ἐνδεὲς ὂν ἀντικαθίστασθαι τάξας, αὐτὸς μὲν ὡς καὶ ἐπιστησομένοις διὰ τοῦτο τὰ στρατιωτικὰ μᾶλλον αὐτοῖς χρησόμενος, καί τι καὶ ἆθλον τοῖς ἀγαθοῖς τὰ πολέμια προθήσων ἐποίησεν αὐτό, τῷ δὲ δὴ ἔργῳ σαφέστατα τήν τε ἡλικίαν τὴν ἐκ τῆς Ἰταλίας παραπώλεσε πρὸς λῃστείας καὶ μονομαχίας ἀντὶ τῆς πρὶν στρατείας τραπομένην, καὶ τὸ ἄστυ ὄχλου στρατιωτῶν συμμίκτου καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων ὁμιλῆσαί τε ἀγροικοτάτων ἐπλήρωσε.
σημεῖα δὲ αὐτῷ ἐξ ὧν τὴν ἡγεμονίαν ἤλπισε, ταῦτα ἐγένετο. ὅτε γὰρ ἐς τὸ βουλευτήριον ἐσεγράφη, ὄναρ ἔδοξε λύκαινάν τινα κατὰ ταὐτὰ τῷ Ῥωμύλῳ θηλάζειν. μέλλοντί τε αὐτῷ τὴν Ἰουλίαν ἄγεσθαι ἡ Φαυστῖνα ἡ τοῦ Μάρκου γυνὴ τὸν θάλαμόν σφισιν ἐν τῷ Ἀφροδισίῳ τῷ κατὰ τὸ παλάτιον παρεσκεύασεν. ὕδωρ τε ἐκ τῆς χειρὸς αὐτῷ καθεύδοντί ποτε, ὥσπερ ἐκ πηγῆς, ἀνεδόθη. καὶ ἐν Λουγδούνῳ ἄρχοντι πᾶσα αὐτῷ ἡ τῶν Ῥωμαίων δύναμις προσῆλθέ τε καὶ ἠσπάσατο, ὄναρ φημί. καὶ ἄλλοτε ἀνήχθη ἐς περιωπὴν ὑπό τινος, καὶ καθορῶν ἀπʼ αὐτῆς πᾶσαν μὲν τὴν γῆν πᾶσαν δὲ τὴν θάλατταν ἐφήπτετο αὐτῶν ὥσπερ παναρμονίου τινὸς ὀργάνου, καὶ ἐκεῖνα συνεφθέγγετο. καὶ αὖθις ἵππον ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ τὸν μὲν Περτίνακα ἀναβεβηκότα ἀπορρῖψαι, ἑαυτὸν δὲ ἑκόντα ἀναλαβεῖν ἐνόμισε. ταῦτα μὲν ἐκ τῶν ὀνειράτων ἔμαθεν, ὕπαρ δὲ ἐς τὸν βασιλικὸν δίφρον ἔφηβος ὢν ἔτι ἀγνοίᾳ ἐνιδρύθη.
τὴν μὲν οὖν ἡγεμονίαν μετὰ τῶν ἄλλων καὶ ταῦτα αὐτῷ προεδήλωσε· καταστὰς δὲ ἐς αὐτὴν ἡρῷον τῷ Περτίνακι κατεσκεύασε, τό τε ὄνομα αὐτοῦ ἐπί τε ταῖς εὐχαῖς ἁπάσαις καὶ ἐπὶ τοῖς ὅρκοις ἅπασι προσέταξεν ἐπιλέγεσθαι, καὶ χρυσῆν εἰκόνα αὐτοῦ ἐφʼ ἅρματος ἐλεφάντων ἐς τὸν ἱππόδρομον ἐσάγεσθαι, καὶ ἐς τὰ λοιπὰ ἐκέλευσε θέατρα θρόνους τρεῖς καταχρύσους αὐτῷ ἐσκομίζεσθαι. ἡ δὲ δὴ ταφὴ καίτοι πάλαι τεθνηκότος αὐτοῦ τοιάδε ἐγένετο. ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ βῆμα ξύλινον ἐν χρῷ τοῦ λιθίνου κατεσκευάσθη, καὶ ἐπʼ αὐτοῦ οἴκημα ἄτοιχον περίστυλον, ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ πεποικιλμένον, ἐτέθη, καὶ ἐν αὐτῷ κλίνη ὁμοία, κεφαλὰς πέριξ θηρίων χερσαίων τε καὶ θαλασσίων ἔχουσα, ἐκομίσθη στρώμασι πορφυροῖς καὶ διαχρύσοις κεκοσμημένη, καὶ ἐς αὐτὴν εἴδωλόν τι τοῦ Περτίνακος κήρινον, σκευῇ ἐπινικίῳ εὐθετημένον, ἀνετέθη, καὶ αὐτοῦ τὰς μυίας παῖς εὐπρεπής, ὡς δῆθεν καθεύδοντος, πτεροῖς ταῶνος ἀπεσόβει. προκειμένου δʼ αὐτοῦ ὅ τε Σεουῆρος καὶ ἡμεῖς οἱ βουλευταὶ αἵ τε γυναῖκες ἡμῶν προσῄειμεν πενθικῶς ἐσταλμένοι· καὶ ἐκεῖναι μὲν ἐν ταῖς στοαῖς, ἡμεῖς δὲ ὑπαίθριοι ἐκαθεζόμεθα. κἀκ τούτου πρῶτον μὲν ἀνδριάντες πάντων τῶν ἐπιφανῶν Ῥωμαίων τῶν ἀρχαίων, ἔπειτα χοροὶ παίδων καὶ ἀνδρῶν θρηνώδη τινὰ ὕμνον ἐς τὸν Περτίνακα ᾄδοντες παρῆλθον· καὶ μετὰ τοῦτο τὰ ἔθνη πάντα τὰ ὑπήκοα ἐν εἰκόσι χαλκαῖς, ἐπιχωρίως σφίσιν ἐσταλμένα, καὶ τὰ ἐν τῷ ἄστει αὐτῷ γένη, τό τε τῶν ῥαβδούχων καὶ τὸ τῶν γραμματέων τῶν τε κηρύκων καὶ ὅσα ἄλλα τοιουτότροπα, ἐφείπετο. εἶτʼ εἰκόνες ἧκον ἀνδρῶν ἄλλων, οἷς τι ἔργον ἢ ἐξεύρημα ἢ καὶ ἐπιτήδευμα λαμπρὸν ἐπέπρακτο, καὶ μετʼ αὐτοὺς οἵ τε ἱππεῖς καὶ οἱ πεζοὶ ὡπλισμένοι οἵ τε ἀθληταὶ ἵπποι καὶ τὰ ἐντάφια, ὅσα ὅ τε αὐτοκράτωρ καὶ ἡμεῖς αἵ τε γυναῖκες ἡμῶν καὶ οἱ ἱππεῖς οἱ ἐλλόγιμοι οἵ τε δῆμοι καὶ τὰ ἐν τῇ πόλει συστήματα ἐπέμψαμεν· καὶ αὐτοῖς βωμὸς περίχρυσος, ἐλέφαντί τε καὶ λίθοις Ἰνδικοῖς ἠσκημένος, ἠκολούθει. ὡς δὲ παρεξῆλθε ταῦτα, ἀνέβη ὁ Σεουῆρος ἐπὶ τὸ βῆμα τὸ τῶν ἐμβόλων, καὶ ἀνέγνω ἐγκώμιον τοῦ Περτίνακος. ἡμεῖς δὲ πολλὰ μὲν καὶ διὰ μέσου τῶν λόγων αὐτοῦ ἐπεβοῶμεν, τὰ μὲν ἐπαινοῦντες τὰ δὲ καὶ θρηνοῦντες τὸν Περτίνακα, πλεῖστα δὲ ἐπειδὴ ἐπαύσατο. καὶ τέλος, μελλούσης τῆς κλίνης κινηθήσεσθαι, πάντες ἅμα ὠλοφυράμεθα καὶ πάντες ἐπεδακρύσαμεν. κατεκόμισαν δὲ αὐτὴν ἀπὸ τοῦ βήματος οἵ τε ἀρχιερεῖς καὶ αἱ ἀρχαὶ αἵ τε ἐνεστῶσαι καὶ αἱ ἐς νέωτα ἀποδεδειγμέναι, καὶ ἱππεῦσί τισι φέρειν ἔδοσαν. οἱ μὲν οὖν ἄλλοι πρὸ τῆς κλίνης προῄειμεν, καί τινες ἐκόπτοντο ἑτέρων πένθιμόν τι ὑπαυλούντων· ὁ δʼ αὐτοκράτωρ ἐφʼ ἅπασιν εἵπετο, καὶ οὕτως ἐς τὸ Ἄρειον πεδίον ἀφικόμεθα. ἐπεσκεύαστο δὲ ἐν αὐτῷ πυρὰ πυργοειδὴς τρίβολος, ἐλέφαντι καὶ χρυσῷ μετὰ ἀνδριάντων τινῶν κεκοσμημένη, καὶ ἐπʼ αὐτῆς τῆς ἄκρας ἅρμα ἐπίχρυσον, ὅπερ ὁ Περτίναξ ἤλαυνεν. ἐς οὖν ταύτην τὰ ἐντάφια ἐνεβλήθη καὶ ἡ κλίνη ἐνετέθη, καὶ μετὰ τοῦτο τὸ εἴδωλον ὅ τε Σεουῆρος καὶ οἱ συγγενεῖς τοῦ Περτίνακος ἐφίλησαν. καὶ ὁ μὲν ἐπὶ βῆμα ἀνέβη, ἡμεῖς δὲ ἡ βουλὴ πλὴν τῶν ἀρχόντων ἐπὶ ἰκρία, ὅπως ἀσφαλῶς τε ἅμα καὶ ἐπιτηδείως τὰ γινόμενα θεωρήσωμεν. οἱ δὲ ἄρχοντες καὶ ἡ ἱππὰς τὸ τέλος προσφόρως σφίσιν ἐσκευασμένοι, οἵ τε ἱππεῖς οἱ στρατιῶται καὶ οἱ πεζοὶ περὶ τὴν πυρὰν πολιτικάς τε ἅμα καὶ ποιητικὰς διεξόδους διελίττοντες διεξῆλθον· εἶθʼ οὕτως οἱ ὕπατοι πῦρ ἐς αὐτὴν ἐνέβαλον. γενομένου δὲ τούτου ἀετός τις ἐξ αὐτῆς ἀνέπτατο. καὶ ὁ μὲν Περτίναξ οὕτως ἠθανατίσθη.
ὅτι ὁ Περτίναξ, τὸ μὲν εὐπόλεμον ἄγροικον τὸ δὲ εἰρηναῖον δειλὸν ὡς τὸ πολὺ ἐκβαῖνον, ἀμφότερα κράτιστος ὁμοίως ἐγένετο, φοβερὸς μὲν πολεμῆσαι σοφὸς δὲ εἰρηνεῦσαι ὤν· καὶ τὸ μὲν θρασύ, οὗ τὸ ἀνδρεῖον μετέχει, πρός τε τὸ ἀλλόφυλον καὶ πρὸς τὸ στασιάζον, τὸ δὲ ἐπιεικές, οὗ τὸ δίκαιον μεταλαμβάνει, πρός τε τὸ οἰκεῖον καὶ πρὸς τὸ σῶφρον ἐνεδείκνυτο. προαχθεὶς δὲ ἐς τὴν τῆς οἰκουμένης προστασίαν οὐκ ἠλέγχθη ποτὲ ὑπὸ τῆς τοῦ μείζονος αὐξήσεως, ὥστε ἐν μὲν τοῖς ταπεινότερος ἐν δὲ τοῖς ὀγκωδέστερος τοῦ καθήκοντος γενέσθαι, ἀλλʼ ὁμοίως ἀπʼ ἀρχῆς διὰ πάντων μέχρι τῆς τελευτῆς διετέλεσεν σεμνὸς ἔξω τοῦ σκυθρωποῦ, πρᾷος ἔξω τοῦ ταπεινοῦ, φρόνιμος ἄνευ κακουργίας, δίκαιος ἄνευ ἀκριβολογίας, οἰκονομικὸς χωρὶς ῥυπαρίας, μεγαλόνους χωρὶς αὐχήματος.
ὁ δὲ Σεουῆρος ἐξεστράτευσε κατὰ τοῦ Νίγρου. οὗτος δὲ Ἰταλὸς μὲν ἦν, ἐξ ἱππέων, οὔτε δὲ ἐς τὸ κρεῖττον οὔτε ἐς τὸ χεῖρον ἐπίσημος, ὥστε τινὰ ἢ πάνυ αὐτὸν ἐπαινεῖν ἢ πάνυ ψέγειν· διὸ καὶ τῇ Συρίᾳ ὑπὸ Κομμόδου προσετάχθη. ἐχρῆτο δὲ ὑποστρατήγῳ μετὰ καὶ τῶν ἄλλων τῷ Αἰμιλιανῷ, ὅτι τε μεσεύων καὶ ἐφεδρεύων τοῖς πράγμασι πάντων τῶν τότε βουλευόντων καὶ συνέσει καὶ ἐμπειρίᾳ πραγμάτων προφέρειν ἐδόκει — ἐπὶ πολλῶν γὰρ ἐθνῶν ἐξήταστο, ὑφʼ ὧνπερ καὶ ἐξώγκωτο —, ὅτι τε τοῦ Ἀλβίνου προσήκων ἦν.
ὅτι ὁ Νίγρος ἦν μὲν οὐδʼ ἄλλως ἀρτίφρων, ἀλλὰ καὶ πάνυ πολλὰ δυνηθεὶς ἐπλημμέλησε· τότε δὲ καὶ μᾶλλον ὠγκώθη, ὥστε τοῖς μὲν Ἀλέξανδρον αὐτὸν νέον ὀνομάζουσι χαίρειν, τῷ δὲ ἐρομένῳ «τίς σοι ταῦτα ποιεῖν ἐπιτέτροφεν» τὸ ξίφος δεῖξαι, εἰπεῖν ὅτι «τοῦτο».
συνερρωγότος δὲ τοῦ πολέμου ἦλθέ τε ἐς τὸ Βυζάντιον, καὶ ἐντεῦθεν ἐπὶ τὴν Πέρινθον ἐπεστράτευσε. γενομένων δὲ αὐτῷ σημείων οὐκ ἀγαθῶν ἐταράχθη· ἀετός τε γὰρ ἐπʼ ἄγαλμα στρατιωτικὸν ἱζήσας ἐπὶ τοσοῦτον ἐπέμεινε, καίπερ ἀποσοβούμενος, ὥστε καὶ ἁλῶναι, καὶ μέλισσαι κηρία περὶ τὰ σημεῖα τὰ στρατιωτικά, τάς τε εἰκόνας αὐτοῦ μάλιστα, περιέπλασσον. διὰ ταῦτα οὖν ἀπῆρεν ἐς τὸ Βυζάντιον. ὁ Αἰμιλιανὸς δὲ περὶ Κύζικον συμβαλών τισι τῶν στρατηγῶν τῶν τοῦ Σεουήρου ἡττήθη πρὸς αὐτῶν καὶ ἐσφάγη. καὶ μετὰ ταῦτα μεταξὺ τῶν στενῶν τῆς τε Νικαίας καὶ τῆς Κίου πόλεμος αὐτοῖς μέγας γίνεται καὶ πολύτροπος· οἱ μὲν γὰρ ἐν τῷ πεδίῳ συστάδην ἐμάχοντο, οἱ δὲ τοὺς λόφους καταλαβόντες ἐξ ὑπερδεξίων ἔβαλλον καὶ ἠκόντιζον ἐς τοὺς ἐναντίους, οἱ δὲ καὶ ἀπὸ τῆς λίμνης ἐς πλοῖα ἐμβεβηκότες τοῖς πολεμίοις ἐπετοξάζοντο. κατʼ ἀρχὰς μὲν οὖν ἐνίκων οἱ Σεουήρειοι, ὑπὸ τῷ Κανδίδῳ ταττόμενοι, καὶ τοῖς χωρίοις ὅθεν ἐμάχοντο, ὑπερδεξίοις οὖσι, πλεονεκτοῦντες· μετὰ δὲ αὐτοῦ τοῦ Νίγρου ἐπιφανέντος παλινδίωξις γίνεται καὶ νίκη τῶν Νιγρείων. ἔπειτα τοῦ Κανδίδου τῶν σημειοφόρων ἐπιλαμβανομένου, καὶ στρέφοντος αὐτοὺς ἀντιπροσώπους τοῖς πολεμίοις, τοῖς τε στρατιώταις τὴν φυγὴν ὀνειδίζοντος, αἰσχυνθέντες οἱ περὶ αὐτὸν ὑπέστρεψαν καὶ τῶν ἐναντίων ἀντεπεκράτησαν. κἂν πανωλεθρίᾳ τούτους διέφθειραν, εἰ μὴ ἡ πόλις ἐγγὺς ἦν καὶ νὺξ σκοτεινὴ ἐγένετο.
μετὰ δὲ ταῦτα ἐν Ἰσσῷ πρὸς ταῖς καλουμέναις πύλαις μεγίστη γίνεται μάχη, τῷ μὲν Σεουηρείῳ στρατεύματι Οὐαλεριανοῦ τε καὶ Ἀνυλλίνου ἐπιστατούντων, Νίγρου δὲ αὐτοῦ τοῖς οἰκείοις παρόντος τάγμασι καὶ συντάσσοντος ἐς τὸν πόλεμον. ἡ δὲ ἐσβολὴ αὕτη, αἱ Κιλίκειοι πύλαι, διὰ τὴν στενότητα οὕτω προσαγορεύονται· ἔνθεν μὲν γὰρ ὄρη ἀπότομα ἀνατείνει, ἔνθεν δὲ κρημνοὶ βαθεῖς ἐς τὴν θάλασσαν καθήκουσιν. ὁ οὖν Νίγρος στρατόπεδον ἐνταῦθα ἐπὶ λόφου τινὸς ἰσχυροῦ ἐποιήσατο, καὶ πρώτως μὲν τοὺς ὁπλίτας, ἔπειτα τοὺς ἀκοντιστὰς τούς τε λιθοβόλους, καὶ τοὺς τοξότας ἐπὶ πᾶσιν ἔταξεν, ἵνʼ οἱ μὲν ἐκ χειρὸς τοὺς προσμιγνύντας σφίσιν ἀμύνοιντο, οἱ δὲ ἐκ πολλοῦ τῇ ἰσχύι καὶ ὑπὲρ ἐκείνων χρῷντο· τό τε γὰρ ἐπʼ ἀριστερὰ καὶ τὸ ἐπὶ δεξιὰ ὑπό τε τῶν κρημνῶν πρὸς τῇ θαλάσσῃ ὑπό τε τῆς ὕλης ἀνεκβάτου οὔσης ἐπέφρακτο. τό τε οὖν στράτευμα οὕτω διέταξε, καὶ τὰ σκευοφόρα ἐπʼ αὐτῷ κατεχώρισεν, ὅπως, ἄν τις αὐτῶν φυγεῖν ἐθελήσῃ, μὴ δυνηθῇ. ὁ οὖν Ἀνυλλῖνος συνιδὼν τοῦτο τὴν μὲν ἀσπίδα προεβάλετο, καὶ ἐπʼ αὐτῇ τὸ κοῦφον πᾶν ἐπέταξεν, ἵνʼ οἱ μὲν πόρρωθεν ὑπὲρ αὐτῶν ἀνείργωσι τοὺς ἐναντίους, οἱ δʼ ἀσφαλῆ τὴν ἄνοδόν σφισιν ἀντιπαράσχωσι· τοὺς δʼ ἱππέας μετὰ Οὐαλεριανοῦ ἔπεμψε, τήν τε ὕλην τρόπον τινὰ περιελθεῖν καὶ κατὰ νώτου τοῖς Νιγρείοις αἰφνίδιον ἐπιπεσεῖν κελεύσας. ἐπεὶ δὲ ἐς χεῖρας ᾔεσαν, τῶν Σεουηρείων τὰς ἀσπίδας τὰς μὲν προβαλομένων τὰς δὲ ἐπιβαλομένων ἐς χελώνης τρόπον, καὶ οὕτω πλησιασάντων τοῖς ἐναντίοις, ἐγένετο μὲν ἰσόρροπος ἡ μάχη ἐπὶ μακρότατον, ἔπειτα οἱ τοῦ Νίγρου πολὺ τῷ πλήθει σφῶν καὶ τῇ τοῦ χωρίου φύσει προέσχον. κἂν παντελῶς ἐκράτησαν, εἰ μὴ νέφη ἐξ αἰθρίας καὶ ἄνεμος ἐκ νηνεμίας βρονταί τε σκληραὶ καὶ ἀστραπαὶ ὀξεῖαι μεθʼ ὑετοῦ λάβρου κατὰ πρόσωπον αὐτοῖς προσέπεσον· τοὺς μὲν γὰρ Σεουηρείους ἅτε καὶ κατόπιν ὄντα οὐκ ἐλύπει ταῦτα, τοὺς δὲ Νιγρείους ἐμπίπτοντα ἐξ ἐναντίας ἰσχυρῶς ἐτάραττε. μέγιστον δʼ αὕτη ἡ συντυχία τοῦ γενομένου τοῖς μὲν θάρσος ὡς καὶ παρὰ τοῦ θείου βοηθουμένοις, τοῖς δὲ δέος ὡς καὶ ὑπʼ αὐτοῦ πολεμουμένοις ἐμβαλοῦσα τοὺς μὲν καὶ ὑπὲρ τὴν ἰσχὺν ἐπέρρωσε, τοὺς δὲ καὶ παρὰ τὴν δύναμιν ἐξεφόβησε· καί σφισι φεύγουσιν ἤδη ὁ Οὐαλεριανὸς ἐπεφάνη. ἰδόντες οὖν αὐτὸν ἀνάπαλιν ἐτράποντο, καὶ μετὰ τοῦτο τοῦ Ἀνυλλίνου σφᾶς ἀνακόψαντος ἀνέστρεψαν· εἶτʼ ἄνω καὶ κάτω διατρέχοντες, ὅπῃ διαπέσοιεν, ἐπλανῶντο. καὶ φθόρον δὴ τοῦτον πλεῖστον ἐν τῷδε τῷ πολέμῳ συνέβη γενέσθαι· δύο γὰρ μυριάδες τῶν μετὰ τοῦ Νίγρου διώλοντο. καὶ τοῦτʼ ἄρα τὸ τοῦ ἱερέως ὄναρ ἐδήλου· ἐν γὰρ τῇ Παννονίᾳ ὄντος τοῦ Σεουήρου ὁ ἱερεὺς τοῦ Διὸς ὄναρ εἶδεν ἄνδρα τινὰ μέλανα ἐς τὸ στρατόπεδον αὐτοῦ ἐσβιαζόμενον καὶ ὑπὸ χειρῶν ἀπολλύμενον· τὸ γὰρ ὄνομα τοῦ Νίγρου ἐξελληνίζοντες οἱ ἄνθρωποι τὸν μέλανα ἐκεῖνον εἶναι ἔγνωσαν. ἁλούσης δὲ τῆς Ἀντιοχείας οὐ πολλῷ ὕστερον ἔφυγε μὲν ἀπʼ αὐτῆς ὡς πρὸς τὸν Εὐφράτην ὁ Νίγρος, διανοούμενος ἐς τοὺς βαρβάρους φυγεῖν, ἑάλω δὲ ὑπὸ τῶν καταδιωξάντων καὶ ἀπετμήθη τὴν κεφαλήν. καὶ ταύτην ὁ Σεουῆρος ἐς τὸ Βυζάντιον πέμψας ἀνεσταύρωσεν, ἵνʼ ἰδόντες αὐτὴν οἱ Βυζάντιοι προσχωρήσωσι. μετὰ δὲ ταῦτα ὁ Σεουῆρος τοὺς τὰ τοῦ Νίγρου φρονήσαντας ἐδικαίου.
ὅτι ὁ Σεουῆρος τὰς πόλεις τούς τε ἰδιώτας τοὺς μὲν ἐκόλαζε τοὺς δὲ ἠμείβετο, τῶν δὲ δὴ βουλευτῶν τῶν Ῥωμαίων ἀπέκτεινε μὲν οὐδένα, τοὺς δὲ δὴ πλείους τὰς οὐσίας ἀφείλετο καὶ ἐς νήσους κατέκλεισεν. ἠργυρολόγησέ τε δεινῶς· τά τε γὰρ ἄλλα καὶ ὅσα τῷ Νίγρῳ καὶ ἰδιῶταί τινες καὶ δῆμοι, οὐχ ὅτι ἑκούσιοι ἀλλὰ καὶ ἀναγκαστοί, ἐδεδώκεσαν, τετραπλάσια ἐπεσέπραξεν. καὶ ᾐσθάνετο μέν που καὶ αὐτὸς τοῦτο, πολλῶν δὲ δὴ χρημάτων χρῄζων ἐν οὐδενὶ λόγῳ τὰ θρυλούμενα ἐποιεῖτο.
Κάσσιος δὲ Κλήμης βουλευτὴς παρʼ αὐτῷ τῷ Σεουήρῳ κρινόμενος οὐκ ἀπεκρύψατο τὴν ἀλήθειαν, ἀλλʼ ὧδέ πως ἐπαρρησιάσατο. «ἐγώ» ἔφη «οὔτε σὲ οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ δὴ ἐν τῇ ἐκείνου μερίδι τὸ παρὸν ἀναγκαίως ἐθεράπευσα, οὐχ ὡς σοὶ πολεμήσων ἀλλʼ ὡς Ἰουλιανὸν καταλύσων. οὔτʼ οὖν ἐν τούτῳ τι ἠδίκησα, τὰ αὐτά σοι κατʼ ἀρχὰς σπουδάσας, οὔθʼ ὅτι μὴ πρὸς σὲ ὕστερον, ἐγκαταλιπὼν ὃν ἅπαξ ὑπὸ τοῦ δαιμονίου ἔλαχον, μετέστην· οὐδὲ γὰρ οὐδὲ σὺ τῶν παρακαθημένων σοι καὶ συνδικαζόντων τούτων οὐδένα ἂν ἠθέλησας προδόντα σε πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, ἀλλʼ αὐτὰ τὰ πράγματα. πᾶν γὰρ ὅ τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιῇ· καὶ γὰρ εἰ τὰ μάλιστα μήτε δίκῃ μήτʼ ἀποφάσει τινὶ ἁλώσῃ, ἀλλὰ τῇ παρὰ τοῖς ἀνθρώποις φήμῃ, ἧς ἐς ἀίδιον μνήμη καταλελείψεται, δόξεις ταῦτα ἐφʼ οἷς συνέβη ἑτέροις ἐγκαλεῖν». τοῦτον μὲν οὖν ὁ Σεουῆρος τῆς παρρησίας θαυμάσας, τὴν ἡμίσειαν αὐτῷ τῆς οὐσίας ἔχειν συνεχώρησεν.
ὅτι συχνοὶ ὡς καὶ τὰ τοῦ Νίγρου φρονήσαντες, καὶ τῶν οὔτʼ ἰδόντων ποτὲ αὐτὸν οὔτε συναραμένων οἱ, ἐπηρεάσθησαν.
οἱ δὲ δὴ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ τελευτήσαντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν. ἡ δὲ πόλις αὐτῶν ἐν καιρῷ πάνυ καὶ τῶν ἠπείρων καὶ τῆς διὰ μέσου σφῶν θαλάσσης κεῖται, τῇ τε τοῦ χωρίου ἅμα καὶ τῇ τοῦ Βοσπόρου φύσει ἰσχυρῶς παρεσκευασμένη. αὐτή τε γὰρ ἐπὶ μετεώρου πεπόλισται, προέχουσα ἐς τὴν θάλασσαν· καὶ ἐκείνη χειμάρρου δίκην ἐκ τοῦ Πόντου καταθέουσα τῇ τε ἄκρᾳ προσπίπτει, καὶ μέρει μέν τινι ἐς τὰ δεξιὰ ἀποτρέπεται κἀνταῦθα τόν τε κόλπον καὶ τοὺς λιμένας ποιεῖ, τῷ δὲ δὴ πλείονι πρὸς τὴν Προποντίδα παρʼ αὐτὴν τὴν πόλιν πολλῇ σπουδῇ χωρεῖ. καὶ μέντοι καὶ τὰ τείχη καρτερώτατα εἶχον. ὅ τε γὰρ θώραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο, πλαξὶ χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν, καὶ ἐπάνωθεν αὐτοῦ περίδρομον καὶ στεγανὸν καὶ εὐφύλακτον ὑπάρχειν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκείμενοι καὶ θυρίδας πέριξ ἐπαλλήλας ἔχοντες ἦσαν, ὥστε τοὺς προσβάλλοντας τῷ κύκλῳ ἐντὸς αὐτῶν ἀπολαμβάνεσθαι· διʼ ὀλίγου τε γὰρ καὶ οὐ κατʼ εὐθύ, ἀλλʼ οἱ μὲν τῇ οἱ δὲ τῇ σκολιώτερον ᾠκοδομημένοι, πᾶν τὸ προσπῖπτόν σφισιν ἐνεκυκλοῦντο. τοῦ δὲ δὴ περιβόλου τὰ μὲν πρὸς τῆς ἠπείρου μέγα ὕψος ἦρτο, ὥστε καὶ τοὺς τυχόντας ἀπʼ αὐτῶν ἀμύνασθαι, τὰ δὲ πρὸς τῇ θαλάττῃ ἧττον· αἵ τε γὰρ πέτραι ἐφʼ ὧν ἐπῳκοδόμηντο καὶ ἡ τοῦ Βοσπόρου δεινότης θαυμαστῶς σφισι συνεμάχουν. οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν, καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφʼ ἑκάτερα πολὺ προέχοντας ἔφερον, ὥστʼ ἄπορον τῷ πολεμίῳ τὸν πρόσπλουν ποιεῖν. τὸ δʼ ὅλον ὁ Βόσπορός σφας μέγιστα ὠφελεῖ· ἀνάγκη γὰρ πᾶσα, ἂν ἅπαξ τις ἐς τὸ ῥεῦμα ἐμπέσῃ, καὶ ἄκοντα αὐτὸν πρὸς τὴν γῆν ἐκπεσεῖν. τοῦτο δὲ τῷ μὲν φίλῳ ἥδιστόν ἐστι, τῷ δὲ ἐναντίῳ ἀπορώτατον.
οὕτω μὲν οὖν τὸ Βυζάντιον ἐτετείχιστο, καὶ προσέτι καὶ μηχαναὶ κατὰ παντὸς τοῦ τείχους ποικιλώταται ἦσαν. τοῦτο μὲν γὰρ ἐπὶ τοὺς πλησιάζοντας καὶ πέτρας καὶ δοκοὺς ἐνέβαλλον, τοῦτο δὲ ἐπὶ τοὺς ἀφεστηκότας καὶ λίθους καὶ βέλη δόρατά τε ἠφίεσαν, ὥστε ἐντὸς πολλοῦ χωρίου μηδένα αὐτῶν ἀκινδύνως πελάσαι δύνασθαι· ἁρπάγας τε ἕτεραι ἔχουσαι καὶ καθίεντο ἐξαπιναίως καὶ ἀνέσπων διὰ βραχέος καὶ πλοῖα καὶ μηχανήματα. Πρίσκος πολίτης ἐμὸς τὰ πλείω αὐτῶν ἐτεκτήνατο, καὶ διὰ τοῦτο θανάτου τε ἅμα ὦφλε καὶ ἐσώθη· ὁ γὰρ Σεουῆρος τὴν τέχνην αὐτοῦ μαθὼν ἐκώλυσεν αὐτὸν ἀποθανεῖν, κἀκ τούτου ἔς τε ἄλλα τινὰ αὐτῷ ἐχρήσατο καὶ ἐς τὴν τῶν Ἄτρων πολιορκίαν, καὶ μόνα γε τὰ ἐκείνου μηχανήματα οὐκ ἐκαύθη ὑπὸ τῶν βαρβάρων. καὶ πλοῖα δὲ τοῖς Βυζαντίοις πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δʼ ἃ καὶ δίκροτα, κατεσκεύαστο ἐμβόλους ἔχοντα· καί τινα αὐτῶν ἑκατέρωθεν καὶ ἐκ τῆς πρύμνης καὶ ἐκ τῆς πρῴρας πηδαλίοις ἤσκητο καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχεν, ὅπως αὐτοὶ μὴ ἀναστρεφόμενοι καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι, καὶ τοὺς ἐναντίους καὶ ἐν τῷ πρόσπλῳ καὶ ἐν τῷ ἀπόπλῳ σφῶν σφάλλωσι.
πολλὰ μὲν οὖν καὶ ἔδρασαν καὶ ἔπαθον οἱ Βυζάντιοι, ἅτε τοῖς ἐκ τῆς οἰκουμένης ὡς εἰπεῖν στόλοις ἐπὶ ὅλον τριετῆ χρόνον πολιορκούμενοι· λελέξεται δὲ ὀλίγα καὶ τὰ ἐχόμενά τινος θαύματος. ᾕρουν μὲν γὰρ καὶ πλοῖά τινα παραπλέοντα εὐκαίρως ἐπιτιθέμενοι, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ὑποτέμνοντες, καὶ ἥλους ἐς τοὺς ταρσούς σφων, καλῳδίοις ἐκ τῆς φιλίας ἐκδεδεμένους ἐμπηγνύντες, ἐπεσπῶντο, ὥστʼ αὐτὰς ἐφʼ ἑαυτῶν αὐτομάτας προσπλεούσας ὁρᾶσθαι, μήτʼ ἐρέτου μήτʼ ἀνέμου μηδενὸς ἐπισπέρχοντος. ἤδη δὲ καὶ ἐθελονταί τινες ἔμποροι, ὡς καὶ ἄκοντες, ὑπʼ αὐτῶν ἡλίσκοντο, καὶ τὰ ἀγώγιμα μεγάλων χρημάτων πωλήσαντες ἐξέπλεον ἐκδιδράσκοντες. ἐπεὶ δὲ πάντων αὐτοῖς ἐκδαπανηθέντων τῶν ἔνδον ἐς τὸ στενὸν κομιδῇ τῶν τε πραγμάτων καὶ τῶν ἐλπίδων τῶν ἐπʼ αὐτοῖς ἐληλύθεσαν, πρότερον μέν, καίπερ πάνυ πιεζόμενοι ἅτε καὶ τῶν ἔξω πάντων ἀποκεκλειμένοι, ὅμως ἀντεῖχον, καὶ ἔς τε τὰς ναῦς τοῖς τε ξύλοις τοῖς ἐκ τῶν οἰκιῶν καὶ ταῖς θριξὶ ταῖς τῶν γυναικῶν, σχοινία ἀπʼ αὐτῶν πλέκοντες, ἐχρῶντο, καὶ ὁπότε τινὲς τῷ τείχει προσβάλοιεν, τούς τε λίθους σφίσι τοὺς ἐκ τῶν θεάτρων καὶ ἵππους χαλκοῦς καὶ ἀνδριάντας χαλκοῦς ὅλους ἐπερρίπτουν· ἐπεὶ δὲ καὶ ἡ τροφή σφας ἐπέλιπεν ἡ νενομισμένη καὶ δέρματα διαβρέχοντες ἤσθιον, εἶτα καὶ ταῦτα καταναλώθη, οἱ μὲν πλείους ἐξέπλευσαν, τηρήσαντες ζάλην καὶ καταιγίδα ὥστε μηδένα ἀνταναχθῆναί σφισιν, ἵνʼ ἢ ἀπόλωνται ἢ ἐπισιτίσωνται, καὶ προσπίπτοντες ἀπροσδοκήτως τοῖς ἀγροῖς πάνθʼ ὁμοίως ἐλῄζοντο, οἱ δʼ ὑπολειπόμενοι δεινότατον ἔργον ἔδρασαν· ἐπεὶ γὰρ ἐν τῷ ἀσθενεστάτῳ ἐγένοντο, ἐπʼ ἀλλήλους ἐτράποντο καὶ ἀλλήλων ἐγεύοντο. οὗτοι μὲν οὖν ἐν τούτοις ἦσαν, οἱ δὲ ἄλλοι ἐπεὶ τὰ σκάφη καὶ ὑπὲρ τὴν δύναμιν αὐτῶν κατεγέμισαν, ἦραν χειμῶνα μέγαν καὶ τότε ἐπιτηρήσαντες. οὐ μὴν καὶ ὤναντό γε αὐτοῦ· οἱ γὰρ Ῥωμαῖοι καταβαρεῖς αὐτοὺς καὶ βραχὺ πάνυ τοῦ ὕδατος ὑπερέχοντας ἰδόντες ἀντανήχθησαν, καὶ αὐτοῖς ἐσκεδασμένοις, ὥς που καὶ ὁ ἄνεμος καὶ ὁ κλύδων ἦγε, προσπίπτοντες ναυμαχίας μὲν οὐδὲν ἔργον ἔσχον, τὰ δὲ δὴ πλοῖα αὐτῶν ἀφειδῶς ἔκοπτον, πολλὰ μὲν τοῖς κοντοῖς ὠθοῦντες, πολλὰ δὲ καὶ τοῖς ἐμβόλοις ἀναρρηγνύντες, ἔστι δʼ ἃ καὶ αὐτῇ τῇ προσβολῇ σφῶν ἀνατρέποντες. καὶ ἐκεῖνοι δρᾶσαι μὲν οὐδέν, οὐδʼ εἰ τὰ μάλιστα ἤθελον, ἠδύναντο· διαφυγεῖν δέ πῃ πειρώμενοι οἱ μὲν ὑπὸ τοῦ πνεύματος, ἀπλήστως αὐτῷ χρώμενοι, ἐβαπτίζοντο, οἱ δʼ ὑπὸ τῶν ἐναντίων καταλαμβανόμενοι διώλλυντο. θεώμενοι δὲ ταῦτα οἱ ἐν τῷ Βυζαντίῳ τέως μὲν ἐθεοκλύτουν καὶ ἐπεβόων ἄλλοτε ἄλλοι τοῖς γινομένοις, ὡς ἑκάστῳ τι τῆς θέας ἐκείνης ἢ τοῦ πάθους προσέπιπτεν· ἐπεὶ δὲ πανσυδὶ αὐτοὺς ἀπολλυμένους εἶδον, τότε δὴ ἀθρόοι καὶ ἀνῴμωξαν καὶ ἀνεθρήνησαν, κἀκ τούτου τό τε λοιπὸν τῆς ἡμέρας καὶ τὴν νύκτα πᾶσαν ἐπένθουν. τοσαῦτα γὰρ τὰ πάντα ναυάγια ἐγένετο ὥστε καὶ ἐς τὰς νήσους καὶ ἐς τὴν Ἀσίαν ἐξενεχθῆναί τινα, καὶ ἀπʼ αὐτῶν καὶ τὴν ἧττάν σφων, καὶ πρὶν ἀκουσθῆναι, γνωσθῆναι. καὶ τῇ ὑστεραίᾳ τοῖς Βυζαντίοις ἐπὶ μεῖζον τὸ δεινὸν ηὐξήθη· ὡς γὰρ ὁ κλύδων ἐστόρεστο, πᾶσα ἡ θάλασσα ἡ πρὸς τῷ Βυζαντίῳ καὶ τῶν νεκρῶν καὶ τῶν ναυαγίων καὶ τοῦ αἵματος ἐπληρώθη, πολλὰ δὲ καὶ ἐς τὴν γῆν ἐξεβράσθη, ὥστε καὶ χαλεπώτερον ἐκ τῆς ὄψεώς σφων τὸ δεινὸν αὐτοῦ τοῦ ἔργου φανῆναι.
παρέδοσαν μὲν οὖν αὐτίκα τὴν πόλιν καὶ ἄκοντες οἱ Βυζάντιοι, Ῥωμαῖοι δὲ τοὺς μὲν στρατιώτας καὶ τοὺς ἐν τέλει διεχρήσαντο πάντας, πλὴν τοῦ πύκτου ὃς πολλὰ τοὺς Βυζαντίους ὠφέλησε καὶ τοὺς Ῥωμαίους ἔβλαψεν· οὗτος γὰρ παραχρῆμα πύξ τε παίσας τῶν στρατιωτῶν τινὰ καὶ ἑτέρῳ λὰξ ἐνθορών, ὅπως ὀργισθέντες διαφθείρωσιν αὐτόν, προαπώλετο. ὁ δὲ Σεουῆρος οὕτως ἥσθη ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαντίου ὡς καὶ πρὸς τοὺς στρατιώτας, ἐν τῇ Μεσοποταμίᾳ τότε ὤν, αὐτὸ τοῦτο εἰπεῖν, «εἵλομεν δὲ καὶ τὸ Βυζάντιον». ἔπαυσε δὲ τὴν πόλιν τῆς τε ἐλευθερίας καὶ τοῦ ἀξιώματος τοῦ πολιτικοῦ, καὶ δασμοφόρον ἀποφήνας τάς τε οὐσίας τῶν πολιτῶν δημεύσας, αὐτήν τε καὶ τὴν χώραν αὐτῆς Περινθίοις ἐχαρίσατο, καὶ αὐτῇ ἐκεῖνοι οἷα κώμῃ χρώμενοι οὐδὲν ὅ τι οὐχ ὕβριζον. ταῦτα μὲν οὖν δικαίως πως ποιῆσαι ἔδοξε· τὰ δὲ δὴ τείχη τῆς πόλεως διαλύσας ἐκείνους μὲν οὐδὲν πλέον τῆς στερήσεως τῆς δόξης, ἣν ἐκ τῆς ἐπιδείξεως αὐτῶν ἐκαρποῦντο, ἐλύπησε, τῶν δὲ δὴ Ῥωμαίων μέγα καὶ φυλακτήριον καὶ ὁρμητήριον πρὸς τοὺς ἐκ τοῦ Πόντου καὶ τῆς Ἀσίας βαρβάρους καθεῖλε. καὶ εἶδον ἐγὼ τά τε τείχη πεπτωκότα ὥσπερ ὑπʼ ἄλλων τινῶν ἀλλʼ οὐχ ὑπὸ Ῥωμαίων ἑαλωκότα, ἐτεθεάμην δὲ αὐτὰ καὶ ἑστηκότα καὶ ἠκηκόειν αὐτῶν καὶ λαλούντων. ἑπτὰ μὲν γὰρ ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι καθήκοντες πρὸς τὴν θάλασσαν ἦσαν, τούτων δʼ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν, εἰ δὲ δὴ τῷ πρώτῳ ἐνεβόησέ τινα ἢ καὶ λίθον ἐνέρριψεν, αὐτός τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τὸ αὐτὸ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλήλους, ἀλλʼ ἐν τῷ μέρει πάντες, παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος, τήν τε ἠχὴν καὶ τὴν φωνὴν διεδέχοντό τε καὶ παρεπέμποντο.
τοιαῦτα μὲν τὰ τῶν Βυζαντίων τείχη ἦν, Σεουῆρος δέ, ἐν ᾧ ταῦτα ἐπολιορκεῖτο, κατὰ τῶν βαρβάρων ἐπιθυμίᾳ δόξης ἐστράτευσε, τῶν τε Ὀρροηνῶν καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων.
ὅτι οἱ Ὀρροηνοὶ καὶ οἱ Ἀδιαβηνοὶ ἀποστάντες καὶ Νίσιβιν πολιορκοῦντες, καὶ ἡττηθέντες ὑπὸ Σεουήρου, ἐπρεσβεύσαντο πρὸς αὐτὸν μετὰ τὸν τοῦ Νίγρου θάνατον, οὐχ ὅπως ὡς καὶ ἠδικηκότες τι παραιτούμενοι, ἀλλὰ καὶ εὐεργεσίαν ἀπαιτοῦντες ὡς καὶ ὑπὲρ αὐτοῦ τοῦτο πεποιηκότες· τοὺς γὰρ στρατιώτας τὰ τοῦ Νίγρου φρονήσαντας ἔλεγον ἐκείνου ἕνεκα ἐφθαρκέναι. καί τινα καὶ δῶρα αὐτῷ ἔπεμψαν, τούς τε αἰχμαλώτους καὶ τὰ λάφυρα τὰ περιόντα ἀποδώσειν ὑπέσχοντο. οὐ μέντοι οὔτε τὰ τείχη ἃ ᾑρήκεσαν ἐκλιπεῖν οὔτε φρουροὺς λαβεῖν ἤθελον, ἀλλὰ καὶ τοὺς λοιποὺς ἐξαχθῆναι ἐκ τῆς χώρας ἠξίουν. διὰ ταῦτα ὁ πόλεμος οὗτος συνέστη.
ἐπεὶ δὲ τὸν Εὐφράτην διαβὰς ἐς τὴν πολεμίαν ἐσέβαλεν, ἀνύδρου τῆς χώρας οὔσης ἄλλως τε δὴ καὶ τότε πλέον ὑπὸ τοῦ θέρους ἐξικμασμένης ἐκινδύνευσε παμπληθεῖς στρατιώτας ἀποβαλεῖν· κεκμηκόσι γὰρ αὐτοῖς ἐκ τῆς πορείας καὶ τοῦ ἡλίου καὶ κονιορτὸς ἐμπίπτων ἰσχυρῶς ἐλύπησεν, ὥστε μήτε βαδίζειν μήτε λαλεῖν ἔτι δύνασθαι, τοῦτο δὲ μόνον φθέγγεσθαι, «ὕδωρ ὕδωρ». ἐπεὶ δὲ ἀνεφάνη μὲν, ἐξ ἴσου δὲ τῷ μὴ εὑρεθέντι ἀρχὴν ὑπὸ ἀτοπίας ἦν, ὁ Σεουῆρος κύλικά τε ᾔτησε καὶ τοῦ ὕδατος πληρώσας ἁπάντων ὁρώντων ἐξέπιε. καὶ τότε μὲν οὕτω καὶ ἄλλοι τινὲς προσπιόντες ἀνερρώσθησαν· μετὰ δὲ ταῦτα ἐς τὴν Νίσιβιν ὁ Σεουῆρος ἐλθὼν αὐτὸς μὲν ἐνταῦθα ὑπέμεινε, Λατερανὸν δὲ καὶ Κάνδιδον καὶ Λαῖτον ἐς τοὺς προειρημένους βαρβάρους ἄλλον ἄλλῃ ἀπέστειλε, καὶ ἐπερχόμενοι οὗτοι τήν τε χώραν τῶν βαρβάρων ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. μέγα δὲ καὶ ἐπὶ τούτῳ τῷ Σεουήρῳ φρονοῦντι, ὡς καὶ πάντας ἀνθρώπους καὶ συνέσει καὶ ἀνδρίᾳ ὑπερβεβηκότι, πρᾶγμα παραδοξότατον συνηνέχθη· Κλαύδιος γάρ τις λῃστὴς καὶ τὴν Ἰουδαίαν καὶ τὴν Συρίαν κατατρέχων καὶ πολλῇ διὰ τοῦτο σπουδῇ ζητούμενος, προσῆλθέ τε αὐτῷ ποτε μεθʼ ἱππέων ὡς καὶ χιλίαρχός τις ὤν, καὶ ἠσπάσατο αὐτὸν καὶ ἐφίλησε, καὶ οὔτε εὐθὺς ἐφωράθη οὔθʼ ὕστερον συνελήφθη.
ὅτι οἱ Ἀράβιοι, ἐπειδὴ μηδείς σφισι τῶν πλησιοχώρων βοηθῆσαι ἠθέλησε πρὸς Σεουῆρον αὖθις ἐπρεσβεύσαντο, ἐπιεικέστερά τινα προτεινόμενοι. οὐ μέντοι καὶ ἔτυχον ὧν ἐβούλοντο, ἐπειδὴ μὴ καὶ αὐτοὶ ἦλθον.
ἐν δὲ τῷ καιρῷ τούτῳ τοὺς Σκύθας πολεμησείοντας βρονταί τε καὶ ἀστραπαὶ μετʼ ὄμβρου καὶ κεραυνοὶ βουλευομένοις σφίσιν ἐξαίφνης ἐμπεσόντες, καὶ τοὺς πρώτους αὐτῶν τρεῖς ἄνδρας ἀποκτείναντες, ἐπέσχον.
ὁ δὲ Σεουῆρος αὖθις τρία τέλη τοῦ στρατοῦ ποιήσας, καὶ τὸ μὲν τῷ Λαίτῳ τὸ δὲ τῷ Ἀνυλλίνῳ καὶ τῷ Πρόβῳ δούς, ἐπὶ τὴν Ἀρχὴν ἐξέπεμψε. καὶ οἱ μὲν ταύτην, τριχῇ ἐσβαλόντες, οὐκ ἀμογητὶ ἐχειροῦντο· ὁ δὲ Σεουῆρος ἀξίωμα τῇ Νισίβει δοὺς ἱππεῖ ταύτην ἐπέτρεψεν, ἔλεγέ τε μεγάλην τέ τινα χώραν προσκεκτῆσθαι καὶ πρόβολον αὐτὴν τῆς Συρίας πεποιῆσθαι. ἐλέγχεται δὲ ἐξ αὐτοῦ τοῦ ἔργου καὶ πολέμων ἡμῖν συνεχῶν, ὡς καὶ δαπανημάτων πολλῶν, αἰτία οὖσα· δίδωσι μὲν γὰρ ἐλάχιστα, ἀναλίσκει δὲ παμπληθῆ, καὶ πρὸς ἐγγυτέρους καὶ τῶν Μήδων καὶ τῶν Πάρθων προσεληλυθότες ἀεὶ τρόπον τινὰ ὑπὲρ αὐτῶν μαχόμεθα.
τῷ δὲ Σεουήρῳ πόλεμος αὖθις, μήπω ἐκ τῶν βαρβαρικῶν ἀναπνεύσαντι, ἐμφύλιος πρὸς τὸν Ἀλβῖνον τὸν Καίσαρα συνηνέχθη. ὁ μὲν γὰρ οὐδὲ τὴν τοῦ Καίσαρος αὐτῷ ἔτι ἐδίδου τιμήν, ἐπειδὴ τὸν Νίγρον ἐκποδὼν ἐποιήσατο, τά τε ἄλλα τὰ ἐνταῦθα ὡς ἐβούλετο κατεστήσατο· ὁ δὲ καὶ τὴν τοῦ αὐτοκράτορος ἐζήτει ὑπεροχήν. συγκινουμένης οὖν διὰ ταῦτα τῆς οἰκουμένης ἡμεῖς μὲν οἱ βουλευταὶ ἡσυχίαν ἤγομεν, ὅσοι μὴ πρὸς τοῦτον ἢ ἐκεῖνον φανερῶς ἀποκλίναντες ἐκοινώνουν σφίσι καὶ τῶν κινδύνων καὶ τῶν ἐλπίδων, ὁ δὲ δῆμος οὐκ ἐκαρτέρησεν ἀλλʼ ἐκφανέστατα κατωδύρατο. ἦν μὲν γὰρ ἡ τελευταία πρὸ τῶν Κρονίων ἱπποδρομία, καὶ συνέδραμεν ἐς αὐτὸ ἄπλετόν τι χρῆμα ἀνθρώπων. παρῆν δὲ καὶ ἐγὼ τῇ θέᾳ διὰ τὸν ὕπατον φίλον μου ὄντα, καὶ πάντα τὰ λεχθέντα ἀκριβῶς ἤκουσα, ὅθεν καὶ γράψαι τι περὶ αὐτῶν ἠδυνήθην. ἐγένετο δὲ ὧδε. συνῆλθον μὲν ὥσπερ εἶπον ἀμύθητοι, καὶ τὰ ἅρματα ἑξαχῶς ἁμιλλώμενα ἐθεάσαντο, ὅπερ που καὶ ἐπὶ τοῦ Κλεάνδρου ἐγεγόνει, μηδὲν μηδένα παράπαν ἐπαινέσαντες, ὅπερ εἴθισται· ἐπειδὴ δὲ ἐκεῖνοί τε οἱ δρόμοι ἐπαύσαντο καὶ ἔμελλον οἱ ἡνίοχοι ἑτέρου ἄρξασθαι, ἐνταῦθα ἤδη σιγάσαντες ἀλλήλους ἐξαίφνης τάς τε χεῖρας πάντες ἅμα συνεκρότησαν καὶ προσεπεβόησαν, εὐτυχίαν τῇ τοῦ δήμου σωτηρίᾳ αἰτούμενοι. εἶπόν τε τοῦτο, καὶ μετὰ τοῦτο τὴν Ῥώμην καὶ βασιλίδα καὶ ἀθάνατον ὀνομάσαντες «μέχρι πότε τοιαῦτα πάσχομεν» ἔκραξαν «καὶ μέχρι ποῦ πολεμούμεθα;» εἰπόντες δὲ καὶ ἄλλα τινὰ τοιουτότροπα τέλος ἐξεβόησαν ὅτι «ταῦτα ἐστίν», καὶ πρὸς τὸν ἀγῶνα τῶν ἵππων ἐτράποντο. οὕτω μὲν ἔκ τινος θείας ἐπιπνοίας ἐνεθουσίασαν· οὐ γὰρ ἂν ἄλλως τοσαῦται μυριάδες ἀνθρώπων οὔτε ἤρξαντο τὰ αὐτὰ ἅμα ἀναβοᾶν ὥσπερ τις ἀκριβῶς χορὸς δεδιδαγμένος, οὔτʼ εἶπον αὐτὰ ἀπταίστως ὡς καὶ μεμελετημένα. ταῦτά τε οὖν ἔτι καὶ μᾶλλον ἡμᾶς ἐτάραττε, καὶ πῦρ αἰφνίδιον νυκτὸς ἐν τῷ ἀέρι τῷ πρὸς βορρᾶν τοσοῦτον ὤφθη ὥστε τοὺς μὲν τὴν πόλιν ὅλην τοὺς δὲ καὶ τὸν οὐρανὸν αὐτὸν καίεσθαι δοκεῖν. ὃ δὲ δὴ μάλιστα θαυμάσας ἔχω, ψεκὰς ἐν αἰθρίᾳ ἀργυροειδὴς ἐς τὴν τοῦ Αὐγούστου ἀγορὰν κατερρύη. φερομένην μὲν γὰρ αὐτὴν οὐκ εἶδον, πεσούσης δὲ αὐτῆς ᾐσθόμην, καὶ κέρματά τινα ἀπʼ αὐτῆς χαλκᾶ κατηργύρωσα, ἃ καὶ ἐπὶ τρεῖς ἡμέρας τὴν αὐτὴν ὄψιν εἶχε· τῇ γὰρ τετάρτῃ πᾶν τὸ ἐπαλειφθὲν αὐτοῖς ἠφανίσθη.
Νουμεριανὸς δέ τις γραμματιστὴς τῶν τὰ παιδία γράμματα διδασκόντων, ἐκ τῆς Ῥώμης ἐς τὴν Γαλατίαν, οὐκ οἶδʼ ὅ τι δόξαν αὐτῷ, ἀφορμηθείς, βουλευτής τε εἶναι τῶν Ῥωμαίων πλασάμενος καὶ ἐπὶ στρατιᾶς ἄθροισιν ὑπὸ τοῦ Σεουήρου πεμφθῆναι, συνήγαγέ τινα βραχεῖαν πρῶτον ἰσχύν, καί τινας τῶν τοῦ Ἀλβίνου ἱππέων διέφθειρε, καὶ ἄλλα τινὰ ὑπὲρ τοῦ Σεουήρου ἐνεανιεύσατο. ἀκούσας δὲ ὁ Σεουῆρος, καὶ νομίσας ὄντως τινὰ τῶν βουλευτῶν εἶναι, ἐπέστειλεν ἐπαινῶν τε αὐτὸν καὶ δύναμιν κελεύων πλείονα προσλαβεῖν· καὶ ὃς λαβὼν πλείονα δύναμιν ἄλλα τε θαυμαστὰ ἐπεδείξατο, καὶ χιλίας καὶ ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας δραχμῶν ἑλὼν τῷ Σεουήρῳ ἔπεμψε. νικήσαντος δὲ τοῦ Σεουήρου πρὸς αὐτὸν ἐλθὼν οὔτʼ ἀπεκρύψατό τι οὔτʼ ᾔτησεν ὡς ἀληθῶς βουλευτὴς γενέσθαι, καὶ τιμαῖς μεγάλαις πλούτῳ τε ἂν αὐξηθῆναι δυνηθεὶς οὐκ ἠθέλησεν, ἀλλʼ ἐν ἀγρῷ τινι, σμικρόν τι ἐφʼ ἡμέραν λαμβάνων παρʼ αὐτοῦ, διεβίω.
ὁ δὲ δὴ ἀγὼν τῷ τε Σεουήρῳ καὶ τῷ Ἀλβίνῳ πρὸς τῷ Λουγδούνῳ τοιόσδε ἐγένετο. πεντεκαίδεκα μὲν μυριάδες στρατιωτῶν συναμφοτέροις ὑπῆρχον, παρῆσαν δὲ καὶ ἀμφότεροι τῷ πολέμῳ ἅτε περὶ ψυχῆς θέοντες, καίτοι τοῦ Σεουήρου μηδεμιᾷ πω μάχῃ ἑτέρᾳ παραγεγονότος. ἦν δὲ ὁ μὲν Ἀλβῖνος καὶ τῷ γένει καὶ τῇ παιδείᾳ προήκων, ἅτερος δὲ τὰ πολέμια κρείττων καὶ δεινὸς στρατηγῆσαι. συνέβη δὲ τὸν Ἀλβῖνον προτέρᾳ μάχῃ νικῆσαι τὸν Λοῦπον τῶν τοῦ Σεουήρου στρατηγῶν ὄντα, καὶ πολλοὺς τῶν σὺν αὐτῷ διαφθεῖραι στρατιωτῶν. ὁ δὲ τότε ἀγὼν πολλὰς ἔσχεν ἰδέας τε καὶ τροπάς. τὸ μὲν γὰρ λαιὸν κέρας τοῦ Ἀλβίνου ἡττήθη τε καὶ κατέφυγεν ἐς τὸ ἔρυμα. καὶ οἱ Σεουήρειοι στρατιῶται διώκοντες συνεσέπεσον, καὶ ἐκείνους τε ἐφόνευον καὶ τὰς σκηνὰς διήρπαζον. ἐν δὲ τούτῳ οἱ περὶ τὸ δεξιὸν κέρας τεταγμένοι τοῦ Ἀλβίνου στρατιῶται, κρυπτὰς τάφρους ἔχοντες πρὸ αὑτῶν καὶ ὀρύγματα γῇ ἐπιπολαίως κεκαλυμμένα, μέχρι μὲν ἐκείνων προῄεσαν καὶ ἠκόντιζον πόρρωθεν, περαιτέρω δὲ οὐ προεχώρουν, ἀλλὰ καὶ ὡς δεδιότες ἀνέστρεφον, ὅπως ἐπισπάσωνται τοὺς ἐναντίους ἐς δίωξιν· ὃ δή ποτε καὶ ἐγένετο. ἀγανακτήσαντες γὰρ οἱ Σεουήρειοι πρὸς τὴν διʼ ὀλίγου αὐτῶν ἐξόρμησιν, καὶ καταφρονήσαντες αὖ πρὸς τὴν ἐκ βραχέος ἀνάφευξιν, ὥρμησαν ἐπʼ αὐτοὺς ὡς καὶ παντὸς τοῦ μεταιχμίου σφῶν ἐμβατοῦ ὄντος, καὶ γενόμενοι κατὰ τὰς τάφρους παθήματι δεινῷ συνηνέχθησαν· οἵ τε γὰρ πρωτοστάται καταρραγέντων εὐθὺς τῶν ἐξ ἐπιπολῆς ἐπικειμένων ἐς τὰ ὀρύγματα ἐνέπεσον, καὶ οἱ ἐπιτεταγμένοι σφίσιν ἐμπίπτοντες αὐτοῖς ἐσφάλλοντο καὶ κατέπιπτον, καὶ οἱ λοιποὶ δείσαντες ἀνεχώρουν ὀπίσω καὶ ἅτε ἐξαίφνης ἀναστρεφόμενοι αὐτοί τε ἔπταιον καὶ τοὺς οὐραγοῦντας ἀνέτρεπον, ὥστε καὶ ἐς φάραγγα αὐτοὺς βαθεῖαν συνῶσαι. ἐγένετο δὴ τούτων τε καὶ τῶν ἐς τὰς τάφρους πεσόντων φόνος πολὺς ἀναμὶξ ἵππων τε καὶ ἀνδρῶν. ἐν δὲ τῷ θορύβῳ τούτῳ καὶ οἱ μεταξὺ τῆς τε φάραγγος καὶ τῶν τάφρων βαλλόμενοί τε καὶ τοξευόμενοι διεφθείροντο. ἰδὼν δὲ ταῦτα ὁ Σεουῆρος ἐπεκούρησε μὲν αὐτοῖς μετὰ τῶν δορυφόρων, τοσούτου δὲ ἐδέησεν αὐτοὺς ὠφελῆσαι ὥστε καὶ τοὺς δορυφόρους ὀλίγου δεῖν προσαπώλεσε καὶ αὐτὸς τὸν ἵππον ἀποβαλὼν ἐκινδύνευσεν. ὡς δὲ εἶδε φεύγοντας πάντας τοὺς ἑαυτοῦ, τὴν χλαμύδα περιρρηξάμενος καὶ τὸ ξίφος σπασάμενος ἐς τοὺς φεύγοντας ἐσεπήδησεν, ὅπως ἢ αἰσχυνθέντες ὑποστρέψωσιν ἢ καὶ αὐτὸς αὐτοῖς συναπόληται. ἔστησαν γοῦν τινες τοιοῦτον αὐτὸν ἰδόντες καὶ ὑπέστρεψαν, κἀν τούτῳ τοῖς ἐφεπομένοις σφίσιν ἐναντίοι ἐξαίφνης φανέντες συχνοὺς μὲν ἐκείνων ὡς καὶ Ἀλβινείους κατέκοψαν, πάντας δὲ τοὺς ἐπιδιώκοντάς σφας ἔτρεψαν. καὶ αὐτοῖς ἐνταῦθα ἱππεῖς ἐκ πλαγίου οἱ μετὰ τοῦ Λαίτου ἐπιγενόμενοι τὸ λοιπὸν ἐξειργάσαντο. ὁ γὰρ Λαῖτος, ἕως μὲν ἀγχωμάλως ἠγωνίζοντο, περιεωρᾶτο ἐλπίζων ἐκείνους τε ἀμφοτέρους ἀπολεῖσθαι καὶ ἑαυτῷ τὸ κράτος τοὺς λοιποὺς στρατιώτας ἑκατέρωθεν δώσειν, ἐπεὶ δὲ εἶδεν ἐπικρατέστερα τὰ τοῦ Σεουήρου γενόμενα, προσεπελάβετο τοῦ ἔργου.
ὁ μὲν δὴ Σεουῆρος οὕτως ἐνίκησεν, ἡ δὲ δύναμις ἡ τῶν Ῥωμαίων ἰσχυρῶς ἔπταισεν ἅτε ἀμφοτέρωθεν ἀναριθμήτων πεσόντων. καὶ πολλοὶ καὶ τῶν κρατησάντων ὠλοφύραντο τὸ πάθος· τό τε γὰρ πεδίον πᾶν μεστὸν νεκρῶν καὶ ἀνδρῶν καὶ ἵππων ἑωρᾶτο, καὶ αὐτῶν οἱ μὲν τραύμασι πολλοῖς κατακεκομμένοι καὶ οἷα κρεουργηθέντες ἔκειντο, οἱ δὲ καὶ ἄτρωτοι ἐσεσώρευντο, τά τε ὅπλα ἔρριπτο, καὶ τὸ αἷμα πολὺ ἐρρύη, ὥστε καὶ ἐς τοὺς ποταμοὺς ἐσπεσεῖν. ὁ δʼ Ἀλβῖνος καταφυγὼν ἐς οἰκίαν τινὰ πρὸς τῷ Ῥοδανῷ κειμένην, ἐπειδὴ πάντα τὰ πέριξ φρουρούμενα ᾔσθετο, ἑαυτὸν ἀπέκτεινε· λέγω γὰρ οὐχ ὅσα ὁ Σεουῆρος ἔγραψεν, ἀλλʼ ὅσα ἀληθῶς ἐγένετο. ἰδὼν δʼ οὖν τὸ σῶμα αὐτοῦ, καὶ πολλὰ μὲν τοῖς ὀφθαλμοῖς πολλὰ δὲ τῇ γλώττῃ χαρισάμενος, τὸ μὲν ἄλλο ῥιφῆναι ἐκέλευσε, τὴν δὲ κεφαλὴν ἐς τὴν Ῥώμην πέμψας ἀνεσταύρωσεν. ἐφʼ οἷς δῆλος γενόμενος ὡς οὐδὲν εἴη αὐτοκράτορος ἀγαθοῦ, ἔτι μᾶλλον ἡμᾶς τε καὶ τὸν δῆμον, οἷς ἐπέστειλεν, ἐξεφόβησεν· ἅτε γὰρ παντὸς ἤδη τοῦ ὡπλισμένου κεκρατηκὼς ἐξέχεεν ἐς τοὺς ἀνόπλους πᾶν ὅσον ὀργῆς ἐς αὐτοὺς ἐκ τοῦ πρὶν χρόνου ἠθροίκει. μάλιστα δʼ ἡμᾶς ἐξέπληξεν ὅτι τοῦ τε Μάρκου υἱὸν καὶ τοῦ Κομμόδου ἀδελφὸν ἑαυτὸν ἔλεγε, τῷ τε Κομμόδῳ, ὃν πρῴην ὕβριζεν, ἡρωικὰς ἐδίδου τιμάς. πρός τε τὴν βουλὴν λόγον ἀναγινώσκων, καὶ τὴν μὲν Σύλλου καὶ Μαρίου καὶ Αὐγούστου αὐστηρίαν τε καὶ ὠμότητα ὡς ἀσφαλεστέραν ἐπαινῶν, τὴν δὲ Πομπηίου καὶ Καίσαρος ἐπιείκειαν ὡς ὀλεθρίαν αὐτοῖς ἐκείνοις γεγενημένην κακίζων, ἀπολογίαν τινὰ ὑπὲρ τοῦ Κομμόδου ἐπήγαγε, καθαπτόμενος τῆς βουλῆς ὡς οὐ δικαίως ἐκεῖνον ἀτιμαζούσης, εἴγε καὶ αὐτῆς οἱ πλείους αἴσχιον βιοτεύουσιν. «εἰ γὰρ τοῦτο ἦν» ἔφη «δεινόν, ὅτι αὐτοχειρίᾳ ἐφόνευεν ἐκεῖνος θηρία, ἀλλὰ καὶ ὑμῶν τις χθὲς καὶ πρῴην ἐν Ὠστίοις, ὑπατευκὼς γέρων, δημοσίᾳ μετὰ πόρνης πάρδαλιν μιμουμένης ἔπαιζεν. ἀλλʼ ἐμονομάχει νὴ Δία. ὑμῶν δʼ οὐδεὶς μονομαχεῖ; πῶς οὖν καὶ ἐπὶ τί τάς τε ἀσπίδας αὐτοῦ καὶ τὰ κράνη τὰ χρυσᾶ ἐκεῖνα ἐπρίαντό τινες;» ἀναγνοὺς δὲ ταῦτα τριάκοντα μὲν καὶ πέντε ἀπέλυσε τῶν τὰ Ἀλβίνου φρονῆσαι αἰτιαθέντων, καὶ ὡς μηδεμίαν τὸ παράπαν αἰτίαν ἐσχηκόσιν αὐτοῖς προσεφέρετο — ἦσαν δὲ ἐν τοῖς πρώτοις τῆς γερουσίας —, ἐννέα δὲ καὶ εἴκοσιν ἀνδρῶν θάνατον κατεψηφίσατο, ἐν οἷς ἄρα καὶ Σουλπικιανὸς ὁ τοῦ Περτίνακος πενθερὸς ἠριθμεῖτο.
ὅτι πάντες μὲν ἐπλάττοντο τὰ Σευήρου φρονεῖν, ἠλέγχοντο δὲ ἐν ταῖς αἰφνιδίοις ἐπαγγελίαις, μὴ δυνάμενοι ἐπικαλύπτειν τὸ ἐν τῇ ψυχῇ κεκρυμμένον· τῆς γὰρ ἀκοῆς ἐξαπίνης αὐτοῖς προσπιπτούσης ἀφυλάκτως ἐκινοῦντο, καὶ ὑπὸ τούτων καὶ ὑπὸ τῆς ὄψεως καὶ τῶν ἠθῶν ὡς ἕκαστοι κατάδηλοι ἐγίνοντο. τινὲς δὲ καὶ ἐκ τοῦ σφόδρα προσποιεῖσθαι πλέον ἐγινώσκοντο.
ὅτι ὁ Σεουῆρος ἐπεχείρησε τοὺς τιμωρουμένους ὑπʼ αὐτοῦ ... τῷ Κλάρῳ τῷ Ἐρυκίῳ μηνυτῇ κατʼ αὐτῶν χρήσασθαι, ἵνα τόν τε ἄνδρα διαβάλῃ καὶ τὸν ἔλεγχον ἀξιοχρεώτερον πρός τε τὸ γένος αὐτοῦ καὶ πρὸς τὴν δόξαν ποιεῖσθαι νομισθείη· καὶ τήν γε σωτηρίαν τήν τε ἄδειαν αὐτῷ δώσειν ὑπέσχετο. ἐπεὶ δὲ ἐκεῖνος ἀποθανεῖν μᾶλλον ἢ τοιοῦτόν τι ἐνδεῖξαι εἵλετο, πρὸς τὸν Ἰουλιανὸν ἐτράπετο, καὶ τοῦτον ἀνέπεισεν. καὶ διὰ τοῦτʼ αὐτὸν ἀφῆκεν, ὅσον γε μήτʼ ἀποκτεῖναι μήτʼ ἀτιμάσαι· ταῖς γὰρ δὴ βασάνοις ἰσχυρῶς πάντα ὑπʼ αὐτοῦ ἠκρίβωσεν, ἐν οὐδενὶ λόγῳ τὸ ἀξίωμα τὸ τότε αὐτῷ ποιησάμενος.
ὅτι διὰ τὸ τοὺς Καληδονίους μὴ ἐμμείναντας ταῖς ὑποσχέσεσι, καὶ τοῖς Μαιάταις παρεσκευασμένους ἀμῦναι, διὰ τὸ τότε τὸν Σεουῆρον τῷ παροίκῳ πολέμῳ προσκεῖσθαι, κατηναγκάσθη ὁ Λοῦπος μεγάλων χρημάτων τὴν εἰρήνην παρὰ τῶν Μαιατῶν ἐκπρίασθαι, αἰχμαλώτους τινὰς ὀλίγους ἀπολαβών.
μετὰ δὲ ταῦτα ὁ Σεουῆρος ἐκστρατεύει κατὰ τῶν Πάρθων· ἀσχολουμένου γὰρ αὐτοῦ ἐς τοὺς ἐμφυλίους πολέμους ἐκεῖνοι ἀδείας λαβόμενοι τήν τε Μεσοποταμίαν εἷλον, στρατεύσαντες παμπληθεί, καὶ μικροῦ καὶ τὴν Νίσιβιν ἐχειρώσαντο, εἰ μὴ Λαῖτος αὐτήν, πολιορκούμενος ἐν αὐτῇ, διεσώσατο. καὶ ἀπʼ αὐτῆς ἐπὶ πλεῖον ἐδοξάσθη, ὢν καὶ ἐς τὰ ἄλλα καὶ τὰ ἴδια καὶ τὰ δημόσια καὶ ἐν τοῖς πολέμοις καὶ ἐν τῇ εἰρήνῃ ἄριστος. ἀφικόμενος δὲ ἐς τὴν προειρημένην Νίσιβιν ὁ Σεουῆρος ἐνέτυχε συῒ μεγίστῳ· ἱππέα τε γὰρ ἔκτεινεν ὁρμήσας καταβαλεῖν αὐτὸν πειρώμενον καὶ τῇ ἑαυτοῦ ἰσχύι θαρρήσαντα, μόλις δὲ ὑπὸ πολλῶν στρατιωτῶν συλληφθείς τε καὶ σφαγείς, τριάκοντα τὸν ἀριθμὸν ὄντων τῶν συλλαβόντων αὐτόν, τῷ Σεουήρῳ προσεκομίσθη. τῶν δὲ Πάρθων οὐ μεινάντων αὐτὸν ἀλλʼ οἴκαδε ἀναχωρησάντων — ἦρχε δὲ αὐτῶν Οὐολόγαισος, οὗ ἀδελφὸς συνῆν τῷ Σεουήρῳ — πλοῖα κατασκευάσας ὁ Σεουῆρος ἐν τῷ Εὐφράτῃ, καὶ πλέων τε καὶ βαδίζων παρʼ αὐτόν, διὰ τὸ εἶναι λίαν ὀξύτατα καὶ ταχινὰ καὶ εὖ ἐσταλμένα — τῆς παρὰ τὸν Εὐφράτην ὕλης καὶ τῶν ἐκεῖσε χωρίων ἄφθονον διδούσης αὐτῷ τὴν τῶν ξύλων χορηγίαν — τὰ κατασκευασθέντα, ταχέως τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθείσας ἔλαβε. καὶ μετὰ τοῦτο καὶ τὴν Κτησιφῶντα ἑλὼν ἐκείνην τε πᾶσαν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, φόνον τε ἀνθρώπων πλεῖστον εἰργάσατο, καὶ ζῶντας ἐς δέκα μυριάδας εἷλεν. οὐ μέντοι οὔτε τὸν Οὐολόγαισον ἐπεδίωξεν οὔτε τὴν Κτησιφῶντα κατέσχεν, ἀλλʼ ὥσπερ ἐπὶ τοῦτο μόνον ἐστρατευκὼς ἵνʼ αὐτὴν διαρπάσῃ ᾤχετο, τὸ μὲν ἀγνωσίᾳ τῶν χωρίων τὸ δʼ ἀπορίᾳ τῶν ἐπιτηδείων. ὑπέστρεψε δὲ καθʼ ἑτέραν ὁδόν· τά τε γὰρ ξύλα καὶ ὁ χόρτος ὁ ἐν τῇ προτέρᾳ εὑρεθεὶς κατανάλωτο· καὶ οἱ μὲν αὐτῷ τῶν στρατιωτῶν πεζῇ ἄνω παρὰ τὸν Τίγριν, οἱ δὲ καὶ ἐπὶ πλοίων ἀνεπορεύθησαν.
καὶ μετὰ τοῦτο ὁ Σεουῆρος τὴν Μεσοποταμίαν διαβὰς ἐπειράθη μὲν καὶ τῶν Ἄτρων οὐ πόρρω ὄντων, ἐπέρανε δʼ οὐδέν, ἀλλὰ καὶ τὰ μηχανήματα κατεκαύθη καὶ στρατιῶται συχνοὶ μὲν ἀπώλοντο πάμπολλοι δὲ καὶ ἐτρώθησαν. ἀπανέστη οὖν ἀπʼ αὐτῶν καὶ ἀνέζευξεν ὁ Σεουῆρος. ἐν ᾧ δὲ ἐπολέμει, δύο ἄνδρας τῶν ἐπιφανῶν ἀπέκτεινεν, Ἰούλιον Κρίσπον χιλιαρχοῦντα τῶν δορυφόρων, ὅτι ἀχθεσθεὶς τῇ τοῦ πολέμου κακώσει ἔπος τι τοῦ Μάρωνος τοῦ ποιητοῦ παρεφθέγξατο, ἐν ᾧ ἐνῆν στρατιώτης τις τῶν μετὰ Τούρνου τῷ Αἰνείᾳ ἀντιπολεμούντων ὀδυρόμενος καὶ λέγων ὅτι «ἵνα δὴ τὴν Λαουινίαν ὁ Τοῦρνος ἀγάγηται, ἡμεῖς ἐν οὐδενὶ λόγῳ παραπολλύμεθα». καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην Οὐαλέριον χιλίαρχον ἀντʼ αὐτοῦ ὁ Σεουῆρος ἀπέδειξεν. ἀπέκτεινε δὲ καὶ τὸν Λαῖτον, ὅτι τε φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιωτῶν ἠγαπᾶτο καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον, εἰ μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τούτου τὸν φόνον, διότι οὐκ εἶχε φανερὰν αἰτίαν εἰ μὴ τὸν φθόνον, τοῖς στρατιώταις προσῆπτεν ὡς παρὰ γνώμην αὐτοῦ τοῦτο τετολμηκόσιν.
αὐτὸς δὲ πάλιν ἐπὶ τὰ Ἄτρα ἐστράτευσε, πολλὰ μὲν σιτία παρασκευάσας πολλὰ δὲ καὶ μηχανήματα ἑτοιμασάμενος· καὶ γὰρ δεινὸν ἐποιεῖτο, τῶν ἄλλων κεχειρωμένων, μόνην ταύτην ἐν μέσῳ κειμένην ἀντέχειν. καὶ ἀπώλεσε καὶ χρήματα πλεῖστα καὶ τὰ μηχανήματα πάντα, πλὴν τῶν Πρισκείων, ὡς ἀνωτέρω ἔφην, καὶ σὺν τούτοις καὶ στρατιώτας πολλούς. συχνοὶ μὲν γὰρ καὶ ἐν ταῖς προνομαῖς ἐφθείροντο, τῆς βαρβαρικῆς ἵππου — φημὶ δὴ τῆς τῶν Ἀραβίων — πανταχοῦ ὀξέως τε καὶ σφοδρῶς ἐπιπιπτούσης αὐτοῖς· καὶ οἱ Ἀτρηνοὶ ἐξικνοῦντο μὲν καὶ ταῖς τοξείαις ἐπὶ μακρότατον — καὶ γὰρ ἐκ μηχανῶν βέλη τινὰ ἐξέκρουον, ὥστε πολλοὺς καὶ τῶν τοῦ Σεουήρου ὑπασπιστῶν βαλεῖν, σύνδυό τε αὐτῶν βέλη ὑπὸ τὴν αὐτὴν ῥύμην ἱέντων, πολλαῖς τε ἅμα χερσὶ καὶ πολλοῖς τοξεύμασι βαλλόντων —, πλεῖστον δὲ ὅμως ἐκάκωσαν αὐτοὺς ἐπειδὴ τῷ τείχει προσέμιξαν, καὶ πολὺ πλεῖον ἐπεὶ καὶ διέρρηξάν τι αὐτοῦ· τά τε γὰρ ἄλλα καὶ τὸ νάφθα τὸ ἀσφαλτῶδες ἐκεῖνο, περὶ οὗ ἄνω μοι γέγραπται, ἀφιέντες σφίσι τά τε μηχανήματα καὶ τοὺς στρατιώτας πάντας, οἷς ἐπεβλήθη, κατέπρησαν. καὶ αὐτὰ ὁ Σεουῆρος ἀπὸ βήματος ὑψηλοῦ ἐθεώρει. πεσόντος δέ πῃ τοῦ ἔξωθεν περιβόλου, καὶ τῶν στρατιωτῶν πάντων προθυμουμένων ἐς τὸν λοιπὸν ἐσβιάσασθαι, ἐκώλυσεν αὐτοὺς ὁ Σεουῆρος τοῦτο πρᾶξαι, τορῶς πανταχόθεν τὸ ἀνακλητικὸν σημανθῆναι κελεύσας· δόξα τε γὰρ τοῦ χωρίου ὡς καὶ πάμπολλα τά τε ἄλλα χρήματα καὶ τὰ τοῦ Ἡλίου ἀναθήματα ἔχοντος μεγάλη ἦν, καὶ προσεδόκησεν ἐθελοντὶ τοὺς Ἀραβίους, ἵνα μὴ βίᾳ ἁλόντες ἀνδραποδισθῶσιν, ὁμολογήσειν. μίαν γοῦν διαλιπὼν ἡμέραν, ὡς οὐδεὶς αὐτῷ ἐπεκηρυκεύσατο, προσέταξεν αὖθις τοῖς στρατιώταις τῷ τείχει, καίπερ ἀνοικοδομηθέντι νυκτός, προσβαλεῖν· καὶ αὐτῷ τῶν μὲν Εὐρωπαίων τῶν δυναμένων τι κατεργάσασθαι οὐδεὶς ἔτʼ ὀργῇ ὑπήκουσεν, ἕτεροι δὲ δὴ Σύροι ἀναγκασθέντες ἀντʼ αὐτῶν προσβαλεῖν κακῶς ἐφθάρησαν. καὶ οὕτω θεὸς ὁ ῥυσάμενος τὴν πόλιν τοὺς μὲν στρατιώτας δυνηθέντας ἂν ἐς αὐτὴν ἐσελθεῖν διὰ τοῦ Σεουήρου ἀνεκάλεσε, καὶ τὸν Σεουῆρον αὖ βουληθέντα αὐτὴν μετὰ τοῦτο λαβεῖν διὰ τῶν στρατιωτῶν ἐκώλυσεν. οὕτως γοῦν ὁ Σεουῆρος ἐπὶ τούτοις διηπορήθη ὥστε τινὸς τῶν ἀμφʼ αὐτὸν ὑποσχομένου αὐτῷ ἐάν γε αὐτῷ δώσῃ πεντακοσίους καὶ πεντήκοντα μόνους τῶν Εὐρωπαίων στρατιωτῶν, ἄνευ τοῦ τῶν ἄλλων κινδύνου τὴν πόλιν ἐξαιρήσειν, ἔφη πάντων ἀκουόντων «καὶ πόθεν τοσούτους στρατιώτας ἔχω;» πρὸς τὴν ἀπείθειαν τῶν στρατιωτῶν τοῦτο εἰπών.
εἴκοσι δʼ οὖν ἡμέρας τῇ πολιορκίᾳ προσεδρεύσας ἐς τὴν Παλαιστίνην μετὰ τοῦτο ἦλθε καὶ τῷ Πομπηίῳ ἐνήγισε, καὶ ἐς τὴν Αἴγυπτον τὴν ἄνω διὰ τοῦ Νείλου ἀνέπλευσε καὶ εἶδε πᾶσαν αὐτὴν πλὴν βραχέων· οὐ γὰρ ἠδυνήθη πρὸς τὰ τῆς Αἰθιοπίας μεθόρια διὰ λοιμώδη νόσον ἐσβαλεῖν. καὶ ἐπολυπραγμόνησε πάντα καὶ τὰ πάνυ κεκρυμμένα· ἦν γὰρ οἷος μηδὲν μήτε ἀνθρώπινον μήτε θεῖον ἀδιερεύνητον καταλιπεῖν· κἀκ τούτου τά τε βιβλία πάντα τὰ ἀπόρρητόν τι ἔχοντα, ὅσα γε καὶ εὑρεῖν ἠδυνήθη, ἐκ πάντων ὡς εἰπεῖν τῶν ἀδύτων ἀνεῖλε καὶ τὸ τοῦ Ἀλεξάνδρου μνημεῖον συνέκλεισεν, ἵνα μηδεὶς ἔτι μήτε τὸ τούτου σῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοις γεγραμμένα ἀναλέξηται. Σεβῆρος σοφιστὴς Ῥωμαῖος.
καὶ ὁ μὲν ταῦτʼ ἐποίει· ἐγὼ δὲ τὰ μὲν ἄλλα τῆς Αἰγύπτου οὐδὲν δέομαι γράφειν, ὃ δὲ δὴ περὶ τοῦ Νείλου πολλαχόθεν ἀκριβώσας ἔχω, δικαιότατός εἰμι εἰπεῖν. ἐκ γὰρ τοῦ Ἄτλαντος τοῦ ὄρους σαφῶς ἀναδίδοται. τοῦτο δέ ἐστιν ἐν τῇ Μακεννίτιδι παρʼ αὐτῷ τῷ ὠκεανῷ πρὸς ἑσπέραν, καὶ ὑπεραίρει πολὺ πλεῖστον ἁπάντων ὀρῶν, ὅθεν οἱ ποιηταὶ κίονα αὐτὸν τοῦ οὐρανοῦ εἶναι ἔφησαν· οὔτε γὰρ ἀνέβη ποτέ τις ἐπʼ ἄκρον αὐτοῦ οὔτε τὰς κορυφὰς αὐτοῦ εἶδε. χιόνος τε οὖν ἀεὶ διὰ ταῦτα πεπλήρωται, καὶ τὸ ὕδωρ ἐξ αὐτῆς παμπληθὲς ὑπὸ τὸ θέρος ἀφίησιν. ἔστι μὲν γὰρ καὶ ἄλλως ἑλώδη πάντα τὰ περὶ τοὺς πρόποδας αὐτοῦ, τότε δὲ ἐπὶ μᾶλλον πληθύνεται, καὶ ἐκ τούτου τὸν Νεῖλον τὴν ὡραίαν ἐπαύξει· πηγὴ γάρ ἐστιν αὐτοῦ, ὥσπερ που καὶ τοῖς κροκοδείλοις καὶ ἄλλοις ἑκατέρωθι ὁμοίως γεννωμένοις τεκμηριοῦται. καὶ θαυμάσῃ μηδεὶς εἰ τὰ τοῖς ἀρχαίοις Ἕλλησιν ἄγνωστα ἐξηυρήκαμεν· πλησίον γὰρ οἱ Μακεννῖται τῇ Μαυριτανίᾳ τῇ κάτω οἰκοῦσι, καὶ πολλοὶ τῶν ἐκεῖ στρατευομένων καὶ πρὸς τὸν Ἄτλαντα ἀφικνοῦνται.
τοῦτο μὲν οὕτως ἔχει, Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σεουήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν, πλεῖστά τε ἀνθρώπων καὶ μέγιστα δυνηθείς, πολλοὺς μὲν τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ ἐθανάτωσε ....
ὅτι ὁ Πλαυτιανὸς τὸν Αἰμίλιον Σατορνῖνον ἀποκτείνας τῶν ἄλλων τῶν μετʼ αὐτῶν ἀρξάντων τοῦ δορυφορικοῦ πάντα τὰ ἰσχυρότατα περιέκοψεν, ὅπως μηδεὶς φρόνημα ἀπὸ τῆς προστασίας αὐτῶν σχὼν τῇ τῶν σωματοφυλάκων ἡγεμονίᾳ ἐφεδρεύσῃ· ἤδη γὰρ οὐχ ὅπως μόνος ἀλλὰ καὶ ἀθάνατος ἔπαρχος εἶναι ἤθελεν. ἐπεθύμει τε πάντων καὶ πάντα παρὰ πάντων ᾔτει καὶ πάντα ἐλάμβανε, καὶ οὔτε ἔθνος οὐδὲν οὔτε πόλιν οὐδεμίαν ἀσύλητον εἴασεν, ἀλλὰ πάντα δὴ πανταχόθεν ἥρπαζε καὶ συνεφόρει· καὶ πολὺ πλείονα αὐτῷ ἢ τῷ Σεουήρῳ ἅπαντες ἔπεμπον. καὶ τέλος ἵππους Ἡλίῳ τιγροειδεῖς ἐκ τῶν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ νήσων, πέμψας ἑκατοντάρχους, ἐξέκλεψεν· ἓν γὰρ τοῦτο εἰπὼν πᾶσαν αὐτοῦ καὶ τὴν περιεργίαν καὶ τὴν ἀπληστίαν δεδηλωκέναι νομίζω. καίτοι καὶ ἐκεῖνο προσθήσω, ὅτι ἀνθρώπους ἑκατὸν εὐγενεῖς Ῥωμαίους ἐξέτεμεν οἴκοι, καὶ τοῦτο οὐδεὶς ἡμῶν πρὸ τοῦ τελευτῆσαι αὐτὸν ᾔσθετο· πᾶσαν γὰρ ἐκ τούτου τήν τε παρανομίαν αὐτοῦ καὶ ἐξουσίαν ἄν τις καταμάθοι. ἐξέτεμε δὲ οὐ παῖδας μόνον οὐδὲ μειράκια, ἀλλὰ καὶ ἄνδρας, καὶ ἔστιν οὓς αὐτῶν καὶ γυναῖκας ἔχοντας, ὅπως ἡ Πλαυτίλλα ἡ θυγάτηρ αὐτοῦ, ἣν ὁ Ἀντωνῖνος μετὰ ταῦτʼ ἔγημε, διʼ εὐνούχων τήν τε ἄλλην θεραπείαν καὶ τὰ περὶ τὴν μουσικὴν τήν τε λοιπὴν θεωρίαν ἔχῃ. καὶ εἴδομεν τοὺς αὐτοὺς ἀνθρώπους εὐνούχους τε καὶ ἄνδρας, καὶ πατέρας καὶ ἀόρχεις, ἐκτομίας τε καὶ πωγωνίας. ἀφʼ οὗ δὴ οὐκ ἀπεικότως ὑπὲρ πάντας τὸν Πλαυτιανόν, καὶ ἐς αὐτοὺς τοὺς αὐτοκράτορας, ἰσχῦσαι ἄν τις εἴποι. τά τε γὰρ ἄλλα καὶ ἀνδριάντες αὐτοῦ καὶ εἰκόνες οὐ μόνον πολλῷ πλείους ἀλλὰ καὶ μείζους τῶν ἐκείνων, οὐδʼ ἐν ταῖς ἄλλαις πόλεσι μόνον ἀλλὰ καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ, οὐδʼ ὑπʼ ἰδιωτῶν ἢ δήμων μόνον ἀλλὰ καὶ ὑπʼ αὐτῆς τῆς γερουσίας ἀνετίθεντο· τήν τε τύχην αὐτοῦ πάντες οἱ στρατιῶται καὶ οἱ βουλευταὶ ὤμνυσαν, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ δημοσίᾳ ἅπαντες ηὔχοντο.
αἴτιος δὲ τούτων αὐτὸς ὁ Σεουῆρος μάλιστʼ ἐγένετο, ὃς οὕτως αὐτῷ ὑπεῖκεν ἐς πάντα ὥστʼ ἐκεῖνον μὲν ἐν αὐτοκράτορος αὐτὸν δὲ ἐν ἐπάρχου μοίρᾳ εἶναι· τά τε γὰρ ἄλλα καὶ ὁ μὲν πάνθʼ ἁπλῶς ὅσα ὁ Σεουῆρος καὶ ἔλεγε καὶ ἔπραττεν ᾔδει, τῶν δὲ δὴ τοῦ Πλαυτιανοῦ ἀπορρήτων οὐδεὶς οὐδὲν ἠπίστατο. τήν τε θυγατέρα αὐτοῦ τῷ υἱεῖ ἐμνήστευσε, πολλὰς καὶ σεμνὰς κόρας παραλιπών, ὕπατόν τε ἀπέδειξε, καὶ διάδοχον τῆς αὐταρχίας ὡς εἰπεῖν ἔχειν ηὔξατο, καί ποτε καὶ ἐπέστειλε «φιλῶ τὸν ἄνδρα ὥστε καὶ εὔχεσθαι προαποθανεῖν αὐτοῦ».
.... ὥστε ....... καί τινα τολμῆσαι γράφειν πρὸς αὐτόν, πρὸς τέταρτον Καίσαρα.
Ὅτι καὶ πολλῶν εἰς τιμὴν αὐτοῦ ψηφισθέντων παρὰ τῆς συγκλήτου ὀλίγα ἐδέξατο εἰπὼν αὐτοῖς «ὅτι ταῖς ψυχαῖς με φιλεῖτε καὶ μὴ τοῖς ψηφίσμασιν».
ἠνείχετό γέ τοι ὁρῶν καὶ ἐν ταῖς καταλύσεσιν αὐτὸν ταῖς κρείττοσιν αὐλιζόμενον καὶ τὰ ἐπιτήδεια καὶ ἀμείνω καὶ ἀφθονώτερα αὑτοῦ ἔχοντα, ὥστε δεηθείς ποτε ἐν τῇ Νικαίᾳ τῇ πατρίδι μου κεστρέως, οὓς ἡ λίμνη μεγάλους ἐκτρέφει, παρʼ ἐκείνου μετεπέμψατο. ὅθεν εἰ καί τι ἐπὶ μειώσει τῆς δυναστείας αὐτοῦ ποιεῖν ἐδόκει, ἀλλʼ ἔκ γε τῶν ἐναντίων, πολὺ καὶ μειζόνων καὶ λαμπροτέρων ὄντων, καὶ ἐκεῖνο πᾶν ἀπημβλύνετο. ποτὲ γοῦν τοῦ Σεουήρου ἐν Τυάνοις νοσήσαντα αὐτὸν ἐπισκεπτομένου, οἱ στρατιῶται οἱ περὶ τὸν Πλαυτιανὸν ὄντες οὐκ εἴασαν τοὺς ἀκολουθοῦντας αὐτῷ συνεσελθεῖν· ὅ τε τὰς δίκας τὰς ἐπʼ αὐτοῦ λεγομένας διατάττων κελευσθείς ποτε ὑπὸ τοῦ Σεουήρου ἀργοῦντος δίκην τινὰ ἐσαγαγεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι «οὐ δύναμαι τοῦτο ποιῆσαι, ἂν μὴ Πλαυτιανός μοι κελεύσῃ». καὶ οὕτω καὶ ἐς τὰ ἄλλα πάντα ὁ Πλαυτιανὸς αὐτοῦ κατεκράτει ὥστε καὶ τὴν Ἰουλίαν τὴν Αὔγουσταν πολλὰ καὶ δεινὰ ἐργάσασθαι· πάνυ γὰρ αὐτῇ ἤχθετο, καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεουῆρον ἀεὶ διέβαλλεν, ἐξετάσεις τε κατʼ αὐτῆς καὶ βασάνους κατʼ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτʼ ἤρξατο καὶ σοφισταῖς συνημέρευεν· ὁ δὲ δὴ Πλαυτιανὸς ἀσωτότατός τε ἀνθρώπων γενόμενος, ὥστε καὶ εὐωχεῖσθαι ἅμα καὶ ἐμεῖν, ἐπεὶ μηδὲν ὑπὸ τοῦ πλήθους τῶν τε σιτίων καὶ τοῦ οἴνου πέψαι ἐδύνατο, καὶ τοῖς μειρακίοις ταῖς τε κόραις οὐκ ἄνευ διαβολῆς χρώμενος, τῇ γυναικὶ τῇ ἑαυτοῦ οὔθʼ ὁρᾶν τινα οὔθʼ ὁρᾶσθαι τὸ παράπαν, οὐδʼ ὑπὸ τοῦ Σεουήρου ἢ τῆς Ἰουλίας, μήτι γε ἑτέρων τινῶν, ἐπέτρεπεν.
ἐγένετο δʼ ἐν ταύταις ταῖς ἡμέραις καὶ ἀγὼν γυμνικός, ἐν ᾧ τοσοῦτον πλῆθος ἀθλητῶν ἀναγκασθὲν συνῆλθεν ὥσθʼ ἡμᾶς θαυμάσαι πῶς αὐτοὺς τὸ στάδιον ἐχώρησε. καὶ γυναῖκες δὲ ἐν τῷ ἀγῶνι τούτῳ ἀγριώτατα ἀλάμεναι ἐμαχέσαντο, ὥστε καὶ ἐς τὰς ἄλλας πάνυ ἐπιφανεῖς ἀπʼ αὐτῶν ἀποσκώπτεσθαι· καὶ διὰ τοῦτʼ ἐκωλύθη μηκέτι μηδεμίαν γυναῖκα μηδαμόθεν μονομαχεῖν. εἰκόνων δέ ποτε πολλῶν τῷ Πλαυτιανῷ γενομένων — ἄξιον γὰρ ἀφηγήσασθαι τὸ πραχθέν — δυσχεράνας πρὸς τὸ πλῆθος ὁ Σεουῆρός τινας αὐτῶν συνεχώνευσε, καὶ ἐς τὰς πόλεις ἐκ τούτου θροῦς διῆλθεν ὡς καὶ καθῄρηται καὶ διέφθαρται, καί τινες συνέτριψαν εἰκόνας αὐτοῦ, ἐφʼ ᾧ ὕστερον ἐκολάσθησαν· ἐν οἷς ἦν καὶ ὁ τῆς Σαρδοῦς ἄρχων Ῥάκιος Κώνστας, ἀνὴρ ἐλλογιμώτατος. ἀλλʼ οὗ χάριν τούτων ἐμνήσθην, ὅτι τοῦ ῥήτορος, ὃς τοῦ Κώνσταντος κατηγόρησε, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰπόντος, θᾶσσον ἂν τὸν οὐρανὸν συμπεσεῖν ἢ Πλαυτιανόν τι ὑπὸ Σεουήρου παθεῖν, καὶ μᾶλλον ἂν εἰκότως ἐκείνῳ τῷ λόγῳ, εἴπερ τι τοιοῦτον ἐλέχθη, πιστεῦσαί τινα, —ταῦτα τοῦ ῥήτορος εἰπόντος, καὶ προσέτι καὶ αὐτοῦ τοῦ Σεουήρου νεανιευσαμένου πρὸς ἡμᾶς τοὺς συνδικάζοντας αὐτῷ καὶ φήσαντος ὅτι «ἀδύνατόν ἐστι κακόν τι ὑπʼ ἐμοῦ Πλαυτιανῷ γενέσθαι», οὐδʼ ἀπηνιαύτισεν αὐτὸς οὗτος ὁ Πλαυτιανός, ἀλλʼ ἐσφάγη καὶ αἱ εἰκόνες αὐτοῦ σύμπασαι διεφθάρησαν. πρὸ δὲ τούτου κῆτος ὑπερμέγεθες ἐς τὸν τοῦ Αὐγούστου ἐπίκλην λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ τὸ μίμημα αὐτοῦ ἐς τὸ κυνηγέσιον ἐσαχθὲν πεντήκοντα ἄρκτους εἴσω ἐδέξατο. ὤφθη δὲ ἐπὶ πολλὰς ἡμέρας καὶ κομήτης ἀστὴρ ἐν τῇ Ῥώμῃ, καὶ οὐκ αἴσιόν τι σημαίνειν ἐλέγετο.
ὁ δὲ Σεουῆρος ἐπὶ τῆς δεκετηρίδος τῆς ἀρχῆς αὐτοῦ ἐδωρήσατο τῷ τε ὁμίλῳ παντὶ τῷ σιτοδοτουμένῳ καὶ τοῖς στρατιώταις τοῖς δορυφόροις ἰσαρίθμους τοῖς τῆς ἡγεμονίας ἔτεσι χρυσοῦς. ἐφʼ ᾧ καὶ μέγιστον ἠγάλλετο· καὶ γὰρ ὡς ἀληθῶς οὐδεὶς πώποτε τοσοῦτον αὐτοῖς ἀθρόοις ἐδεδώκει· ἐς γὰρ τὴν δωρεὰν ταύτην πεντακισχίλιαι μυριάδες δραχμῶν ἀναλώθησαν. ἐποιήθησαν δὲ καὶ οἱ γάμοι τοῦ τε Ἀντωνίνου τοῦ υἱοῦ τοῦ Σεουήρου καὶ τῆς Πλαυτίλλης τῆς τοῦ Πλαυτιανοῦ θυγατρός· καὶ τοσαῦτα τῇ θυγατρὶ οὗτος ἔδωκεν ὅσα καὶ πεντήκοντα γυναιξὶ βασιλίσσαις ἤρκεσεν ἄν. εἴδομεν δὲ αὐτὰ διὰ τῆς ἀγορᾶς ἐς τὸ παλάτιον κομιζόμενα. εἱστιάθημεν δὲ ἐν τῷ ἅμα, τὰ μὲν βασιλικῶς τὰ δὲ βαρβαρικῶς, ἑφθά τε πάντα ὅσα νομίζεται, καὶ ὠμὰ ζῶντά τε ἄλλα λαβόντες. ἐγένοντο δὲ καὶ θέαι τηνικαῦτα παντοδαπαὶ ἐπί τε τῇ ἀνακομιδῇ τοῦ Σεουήρου καὶ ἐπὶ τῇ δεκετηρίδι αὐτοῦ καὶ ἐπὶ ταῖς νίκαις. ἐν ταύταις ταῖς θέαις καὶ σύες τοῦ Πλαυτιανοῦ ἑξήκοντα ἄγριοι ἐπάλαισαν ἀλλήλοις ὑπὸ παραγγέλματος, ἐσφάγησαν δὲ ἄλλα τε πολλὰ θηρία καὶ ἐλέφας καὶ κοροκότας· τὸ δὲ ζῷον τοῦτο Ἰνδικόν τέ ἐστι, καὶ τότε πρῶτον ἐς τὴν Ῥώμην, ὅσα καὶ ἐγὼ ἐπίσταμαι, ἐσήχθη, ἔχει δὲ χροιὰν μὲν λεαίνης τίγριδι μεμιγμένης, εἶδος δὲ ἐκείνων τε καὶ κυνὸς καὶ ἀλώπεκος ἰδίως πως συγκεκραμένον. τῆς δὲ δεξαμενῆς ἁπάσης τῆς ἐν τῷ θεάτρῳ ἐς πλοίου σχῆμα κατασκευασθείσης ὡς τετρακόσια θηρία καὶ δέξασθαι καὶ ἀφεῖναι ἀθρόως, ἔπειτα ἐξαίφνης διαλυθείσης ἀνέθορον ἄρκτοι λέαιναι πάνθηρες λέοντες στρουθοὶ ὄναγροι βίσωνες — βοῶν τι τοῦτο εἶδος, βαρβαρικὸν τὸ γένος καὶ τὴν ὄψιν —, ὥστε ἑπτακόσια τὰ πάντα καὶ θηρία καὶ βοτὰ ὁμοῦ καὶ διαθέοντα ὀφθῆναι καὶ σφαγῆναι· πρὸς γὰρ τὸν τῆς ἑορτῆς ἀριθμὸν ἑπταημέρου γεγονυίας καὶ ἐκεῖνα ἑπτάκις ἑκατὸν ἐγένετο.
ἐν δὲ τῷ Βεσβίῳ τῷ ὄρει πῦρ τε πλεῖστον ἐξέλαμψε καὶ μυκήματα μέγιστα ἐγένετο, ὥστε καὶ ἐς τὴν Καπύην, ἐν ᾗ, ὁσάκις ἂν ἐν τῇ Ἰταλίᾳ οἰκῶ, διάγω, ἐξακουσθῆναι· τοῦτο γὰρ τὸ χωρίον ἐξειλόμην τῶν τε ἄλλων ἕνεκα καὶ τῆς ἡσυχίας ὅτι μάλιστα, ἵνα σχολὴν ἀπὸ τῶν ἀστικῶν πραγμάτων ἄγων ταῦτα γράψαιμι. ἐδόκει οὖν ἐκ τῶν περὶ τὸ Βέσβιον γεγονότων νεοχμόν τι ἔσεσθαι, καὶ μέντοι καὶ τὰ περὶ τὸν Πλαυτιανὸν αὐτίκα ἐνεοχμώθη. μέγας μὲν γὰρ ὡς ἀληθῶς ὁ Πλαυτιανὸς καὶ ὑπέρμεγας ἐγεγόνει, ὥστε καὶ τὸν δῆμον ἐν τῷ ἱπποδρόμῳ ποτὲ εἰπεῖν «τί τρέμεις, τί δὲ ὠχριᾷς; πλεῖον τῶν τριῶν κέκτησαι». ἔλεγον δὲ τοῦτο οὐ πρὸς ἐκεῖνον δῆθεν ἀλλʼ ἄλλως, τρεῖς δὲ ἐνέφαινον τόν τε Σεουῆρον καὶ τοὺς υἱέας αὐτοῦ Ἀντωνῖνον καὶ Γέταν· ὠχρία δὲ ἀεὶ καὶ ἔτρεμεν ἔκ τε τῆς διαίτης ἣν διῃτᾶτο, καὶ ἐκ τῶν ἐλπίδων ὧν ἤλπιζε, καὶ ἐκ τῶν φόβων ὧν ἐφοβεῖτο. οὐ μὴν ἀλλὰ τέως μὲν ἤτοι ἐλάνθανε τὰ πλείω αὐτὸν τὸν Σεουῆρον, ἢ καὶ εἰδὼς αὐτὰ οὐ προσεποιεῖτο· ἐπεὶ δὲ ὁ ἀδελφὸς αὐτῷ Γέτας τελευτῶν πάντα τὰ κατὰ τὸν Πλαυτιανόν, ἅτε καὶ μισῶν αὐτὸν καὶ μηκέτι φοβούμενος, ἐμήνυσεν, ἐκεῖνόν τε χαλκοῦν ἐν τῇ ἀγορᾷ ἔστησε καὶ τοῦτον οὐκέθʼ ὁμοίως ἐτίμησεν, ἀλλὰ καὶ τῆς δυνάμεως τῆς πολλῆς παρέλυσεν. ὅθεν ὁ Πλαυτιανὸς δεινῶς ἠγανάκτησε, καὶ τὸν Ἀντωνῖνον καὶ πρότερον διὰ τὴν θυγατέρα ἀτιμαζομένην ὑπʼ αὐτοῦ μισῶν τότε δὴ καὶ μάλιστα ἤχθαιρεν ὡς αἴτιον τῆς ἀτιμίας ἐκείνης αὐτῷ, καὶ τραχύτερον αὐτῷ προσφέρεσθαι ἤρξατο. διʼ οὖν ταῦτα ὁ Ἀντωνῖνος τῇ τε γυναικὶ ἀναιδεστάτῃ οὔσῃ ἀχθόμενος, καὶ αὐτῷ ἐκείνῳ, ὅτι τε πάντα ὅσα ἔπραττεν ἐπολυπραγμόνει καὶ ὅτι ἐπὶ πᾶσιν αὐτῷ ἐπετίμα, βαρυνόμενος, ἀπαλλαγῆναι τρόπον τινὰ αὐτοῦ ἐπεθύμησε. κἀκ τούτου διʼ Εὐόδου τοῦ τροφέως αὑτοῦ Σατορνῖνόν τινα ἑκατόνταρχον καὶ ἄλλους δύο ὁμοίους αὐτῷ ἔπεισεν ἐσαγγεῖλαί οἱ ὅτι δέκα τισὶν ἑκατοντάρχοις, ἐξ ὧν καὶ αὐτοὶ ἦσαν, ὁ Πλαυτιανὸς κεκελευκὼς εἴη καὶ τὸν Σεουῆρον καὶ τὸν Ἀντωνῖνον κτεῖναι· καί τινα καὶ γραφὴν ὡς καὶ ἐπʼ αὐτῷ τούτῳ εἰληφότες ἀνεγίνωσκον. ἐξαίφνης δὲ ταῦτʼ ἐν ταῖς θεωρίαις ταῖς ἐν τῷ παλατίῳ ἥρωσι πεποιημέναις, τῆς τε θέας ἀφειμένης καὶ δείπνου μέλλοντος ἔσεσθαι, ἐγίνετο. ὅθεν οὐχ ἥκιστα τὸ σκευώρημα κατεφάνη· οὐ γὰρ ἂν οὔτε ἑκατοντάρχοις δέκα ἅμα οὔτε ἐν τῇ Ῥώμῃ οὔτε ἐν τῷ παλατίῳ οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ἐκείνῃ τῇ ὥρᾳ τοιοῦτό τι ὁ Πλαυτιανός, ἄλλως τε καὶ γράψας, προστάξαι ἐτετολμήκει. ὅμως πιστὸν αὐτὸ ἔδοξε τῷ Σεουήρῳ, ὅτι τῇ νυκτὶ τῇ προτεραίᾳ τὸν Ἀλβῖνον ὄναρ ζῶντά τε καὶ ἐπιβουλεύοντα αὑτῷ ἑωράκει. σπουδῇ οὖν, ὡς καὶ ἐπʼ ἄλλο τι, τὸν Πλαυτιανὸν μετεπέμψατο. καὶ ὃς οὕτως ἠπείχθη, μᾶλλον δὲ οὕτως αὐτῷ τὸν ὄλεθρον τὸ δαιμόνιον προεμήνυσεν, ὥστε τὰς ἡμιόνους τὰς ἀγούσας αὐτὸν πεσεῖν ἐν τῷ παλατίῳ. καὶ αὐτὸν ἐσιόντα οἱ θυρωροὶ οἱ ἐπὶ τῶν κιγκλίδων μόνον ἐσεδέξαντο, οὐδʼ εἴασαν οὐδένα αὐτῷ συνεσελθεῖν· ὅπερ ποτὲ αὐτὸς περὶ τὸν Σεουῆρον ἐν τοῖς Τυάνοις ἐπεποιήκει. καὶ ὑπώπτευσε μέν τι ἐκ τούτου, περίφοβός τε ἐγένετο, οὐ μέντοι ἔχων ὅπως ἀναχωρήσει ἐσῆλθε. καὶ ὁ Σεουῆρος καὶ πάνυ πρᾴως αὐτῷ διελέχθη· «τί τε τοῦτο ἔδοξέ σοι ποιῆσαι, καὶ διὰ τί ἀποκτεῖναι ἡμᾶς ἠθέλησας;» λόγον τε αὐτῷ ἔδωκε, καὶ παρεσκευάζετο ὡς καὶ ἀπολογουμένου αὐτοῦ ἀκούσων. ἀλλʼ ὁ Ἀντωνῖνος ἀρνούμενόν τε αὐτὸν καὶ θαυμάζοντα τὰ λεγόμενα τό τε ξίφος προσπηδήσας ἀφείλετο καὶ πὺξ ἔπαισε· καὶ ἠθέλησε μὲν καὶ αὐτοχειρίᾳ σφάξαι εἰπόντα ὅτι «ἔφθης με κτεῖναι», ὑπὸ δὲ τοῦ πατρὸς κωλυθεὶς ἐκέλευσέ τινι τῶν ὑπηρετῶν φονεῦσαι αὐτόν. καὶ αὐτόν τις τῶν τριχῶν τοῦ γενείου ἐκτίλας τῇ τε Ἰουλίᾳ καὶ τῇ Πλαυτίλλῃ προσήνεγκεν ὁμοῦ οὔσαις, πρὶν καὶ ὁτιοῦν αὐτὰς ἀκοῦσαι, καὶ εἶπεν «ἴδετε τὸν Πλαυτιανὸν ὑμῶν», κἀκ τούτου τῇ μὲν πένθος τῇ δὲ χαρὰν ἐνέβαλεν. ἐκεῖνος μὲν καὶ μέγιστον τῶν ἐπʼ ἐμοῦ ἀνθρώπων δυνηθείς, ὥστε καὶ αὐτῶν τῶν αὐτοκρατόρων μᾶλλον πάντας καὶ φοβεῖσθαι αὐτὸν καὶ τρέμειν, καὶ ἐπὶ μειζόνων ἐλπίδων αἰωρηθείς, οὕτως ὑπό τε τοῦ γαμβροῦ ἐσφάγη καὶ ἄνωθεν ἀπὸ τοῦ παλατίου ἐς ὁδόν τινα ἐρρίφη· μετὰ ταῦτα γὰρ καὶ ἀνῃρέθη καὶ ἐτάφη τοῦ Σεουήρου κελεύσαντος.
καὶ ὁ Σεουῆρος μετὰ ταῦτα συνήγαγε μὲν τὴν βουλὴν ἐς τὸ συνέδριον, οὐ μέντοι καὶ κατηγόρησέ τι τοῦ Πλαυτιανοῦ, ἀλλʼ αὐτὸς μὲν τήν τε φύσιν τὴν ἀνθρωπίνην ὡς μὴ δυναμένην τιμὰς ὑπερόγκους στέγειν ὠδύρατο, καὶ ἑαυτὸν ᾐτιάσατο ὅτι οὕτως αὐτὸν ἐτετιμήκει καὶ ἐπεφιλήκει, τοὺς δὲ δὴ μηνύσαντάς οἱ τὴν ἐπιβουλὴν αὐτοῦ πάνθʼ ἡμῖν εἰπεῖν ἐκέλευσεν, ἐκβαλὼν ἐκ τοῦ συνεδρίου τοὺς οὐκ ἀναγκαίους, ἵνʼ ἐκ τοῦ μηδὲν διηγήσασθαι ἐνδείξηται ὅτι οὐ πάνυ σφίσι πιστεύει. πολλοὶ μὲν οὖν διὰ τὸν Πλαυτιανὸν ἐκινδύνευσαν, καί τινες καὶ ἀπέθανον· ὁ μέντοι Κοίρανος ἔλεγε μὲν οἷά που πλεῖστοι πρὸς τοὺς εὐτυχοῦντας πλάττονται ἀεί, ἑταῖρός τε αὐτοῦ εἶναι, καὶ ὁσάκις γε ἐκεῖνοι πρὸ τῶν ἄλλων τῶν ἀσπαζομένων αὐτὸν ἐσεκαλοῦντο, συνεφείπετό σφισι μέχρι τῆς κιγκλίδος τῆς τελευταίας, οὐ μέντοι καὶ ἐκοινώνει τῶν ἀπορρήτων, ἀλλʼ ἐν τῷ μεταιχμίῳ διατρίβων Πλαυτιανῷ μὲν ἔξω τοῖς δὲ ἔξω ἔνδον ἐδόκει εἶναι· καὶ διά τε τοῦτο πλέον ὑπωπτεύθη, καὶ διότι ὄναρ ποτὲ τοῦ Πλαυτιανοῦ ἰδόντος ἰχθῦς τινας ἐκ τοῦ Τιβέριδος ἀναβάντας πρὸς τοὺς πόδας αὐτοῦ προσπεπτωκέναι, ἔφη καὶ τῆς γῆς αὐτὸν καὶ τοῦ ὕδατος ἄρξειν. ἀλλʼ οὗτος ἐπὶ ἐπτὰ ἔτη ἐν νήσῳ περιορισθεὶς κατήχθη τε μετὰ τοῦτο, καὶ ἐς τὴν γερουσίαν πρῶτος Αἰγυπτίων κατελέχθη, καὶ ὑπάτευσε μηδεμίαν ἄλλην ἀρχὴν προάρξας, ὥσπερ ὁ Πομπήιος. Καικίλιος μέντοι Ἀγρικόλας ἐν τοῖς πρώτοις τῶν κολάκων αὐτοῦ ἀριθμούμενος, πονηρίᾳ δὲ καὶ ἀσελγείᾳ οὐδενὸς ἀνθρώπων δεύτερος ὤν, κατεψηφίσθη ἀποθανεῖν, ἐλθὼν δὲ οἴκαδε καὶ οἴνου ἐψυγμένου ἐμπλησθεὶς τό τε ποτήριον, ὃ πέντε μυριάδων ἐώνητο, συνέτριψε, καὶ ἐπαπέθανεν αὐτῷ τὰς φλέβας τεμών. Σατορνῖνος μέντοι καὶ Εὔοδος τότε μὲν ἐτιμήθησαν, ὕστερον δὲ ὑπὸ τοῦ Ἀντωνίνου ἐθανατώθησαν. ψηφιζομένων δὲ ἡμῶν ἐπαίνους τινὰς τῷ Εὐόδῳ ὁ Σεουῆρος ἐκώλυσεν εἰπὼν «αἰσχρόν ἐστιν ἐν δόγματι ὑμῶν τοιοῦτό τι περὶ Καισαρείου ἀνδρὸς γεγράφθαι»· καὶ οὐ τοῦτον μόνον ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας τοὺς βασιλικοὺς ἀπελευθέρους οὔθʼ ὑβρίζειν οὔθʼ ὑπεραυχεῖν εἴα· ἐφʼ ᾧ καὶ καλῶς ἤκουεν. ἡ δʼ αὖ γερουσία ὑμνοῦσά ποτε αὐτὸν καὶ αὐτὸ τοῦτο ἄντικρυς ἐξεβόησεν, ὅτι «πάντες πάντα καλῶς ποιοῦσιν, ἐπειδὴ σὺ καλῶς ἄρχεις». Πλαυτίλλα δὲ καὶ Πλαύτιος, οἱ τοῦ Πλαυτιανοῦ υἱεῖς, τότε μὲν ἐσώθησαν ἐς Λιπάραν ἐξορισθέντες, ἐπὶ δʼ Ἀντωνίνου ἀπώλοντο· καίτοι καὶ ζῶντες ἔν τε δέει καὶ ταλαιπωρίᾳ πολλῇ τῶν τε ἀναγκαίων οὐκ εὐπορίᾳ διῆγον.
οἱ δὲ τοῦ Σεουήρου παῖδες, ὅ τε Ἀντωνῖνος καὶ ὁ Γέτας, οἷον παιδαγωγοῦ τινος ἀπηλλαγμένοι τοῦ Πλαυτιανοῦ, οὐδὲν ὅ τι οὐκ ἐποίουν. καὶ γὰρ καὶ γυναῖκας ᾔσχυνον καὶ παῖδας ὕβριζον χρήματά τε παρεξέλεγον, καὶ τοὺς μονομάχους τούς τε ἁρματηλάτας προσηταιρίζοντο, τῇ μὲν ὁμοιότητι τῶν ἔργων ζηλοῦντες ἀλλήλους, τῷ δὲ ἀντισπουδάζειν στασιάζοντες· εἰ γάρ τῳ ὁ ἕτερος προσέθετο, πάντως ἂν τὸ ἐναντίον ὁ ἕτερος ἀνθῃρεῖτο. καὶ τέλος συμβαλόντες ἐν γυμνασίᾳ τινὶ ἵππων σμικρῶν ζεύγεσιν ἐς μεγάλην φιλονεικίαν ἤλασαν, ὥστε τὸν Ἀντωνῖνον ἐκπεσεῖν τε ἐκ τοῦ δικύκλου καὶ τὸ σκέλος κατεάξαι. παθόντος δὲ αὐτοῦ τοῦτο καὶ νοσηλευομένου ὁ Σεουῆρος οὐδὲν τῶν ἀναγκαίων τὸ παράπαν ἐξέλιπεν, ἀλλὰ καὶ ἐδίκαζεν καὶ πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει. καὶ ἐπὶ μὲν τούτῳ καὶ ἐπῃνεῖτο, τὸν δὲ δὴ Κύντιλλον τὸν Πλαυτιανὸν φονεύσας αἰτίαν ἔσχεν. ἀπέκτεινε δὲ καὶ ἄλλους πολλοὺς βουλευτάς, τοὺς μὲν κατηγορηθέντας παρʼ αὐτῷ καὶ ἀπολογησαμένους καὶ ἁλόντας.
ὅτι ὁ Κύντιλλος εὐγενέστατός τε ὢν καὶ ἐπὶ πλεῖστον ἐν τοῖς πρώτοις τῆς βουλῆς ἀριθμηθείς, ἔν τε ταῖς τοῦ γήρως πύλαις ἑστὼς καὶ ἐν ἀγρῷ ζῶν, καὶ οὔτε πολυπραγμονῶν τι οὔτε παραπράσσων, ὅμως καὶ ἐσυκοφαντήθη καὶ ἀνῃρέθη. μέλλων δʼ οὖν τελευτήσειν ᾔτησε τὰ ἐντάφια, ἃ πρὸ πολλοῦ παρεσκεύαστο· καὶ ἐπειδὴ διερρυηκότα αὐτὰ ὑπὸ τοῦ χρόνου εἶδε, «τί τοῦτο;» ἔφη, «ἐβραδύναμεν». καὶ μετὰ τοῦτο λιβανωτοῦ θυμιάσας εἶπεν ὅτι «τὴν αὐτὴν εὐχὴν εὔχομαι ἣν καὶ Σερουιανὸς ἐπʼ Ἀδριανῷ ηὔξατο». ἐκεῖνός τε οὖν ἀπώλετο, καὶ μονομάχων ἀγῶνες ἐγένοντο ἐν οἷς τά τε ἄλλα καὶ τίγριδες δέκα ἅμα ἐσφάγησαν.
καὶ μετὰ τοῦτο τὰ περὶ τὸν Ἀπρωνιανὸν ἐτελέσθη, παράδοξα ὄντα καὶ ἀκουσθῆναι. ἔσχε γὰρ αἰτίαν ὅτι ποτὲ ἡ τήθη αὐτοῦ ὄναρ ἑορακέναι ἐλέχθη ὡς βασιλεύσει, καὶ ὅτι μαγείᾳ τινὶ ἐπὶ τούτῳ χρήσασθαι ἔδοξε· καὶ ἀπὼν ἐν τῇ ἀρχῇ τῆς Ἀσίας κατεψηφίσθη. ἀναγινωσκομένων οὖν ἡμῖν τῶν βασάνων τῶν περὶ αὐτοῦ γενομένων, καὶ τοῦτʼ ἐνεγέγραπτο ὅτι ὁ μέν τις ἐπύθετο τῶν ἐπὶ τῆς ἐξετάσεως τεταγμένων τίς τε διηγήσατο τὸ ὄναρ τίς τε ἤκουσεν, ὁ δέ τις ἔφη τά τε ἄλλα καὶ ὅτι «φαλακρόν τινα βουλευτὴν παρακύψαντα εἶδον». ἀκούσαντες δὲ τοῦθʼ ἡμεῖς ἐν δεινῷ πάθει ἐγενόμεθα· ὄνομα μὲν γὰρ οὐδενὸς οὔτε ἐκεῖνος εἰρήκει οὔτε ὁ Σεουῆρος ἐγεγράφει, ὑπὸ δὲ ἐκπλήξεως καὶ οἱ μηδεπώποτε ἐς τοῦ Ἀπρωνιανοῦ πεφοιτηκότες, οὐχ ὅτι οἱ φαλακροὶ ἀλλὰ καὶ οἱ ἄλλως ἀναφαλαντίαι, ἔδεισαν. καὶ ἐθάρσει μὲν οὐδεὶς πλὴν τῶν πάνυ κομώντων, πάντες δὲ τοὺς τοιούτους περιεβλέπομεν, καὶ ἦν θροῦς «ὁ δεῖνά ἐστιν·» «οὔκ, ἀλλʼ ὁ δεῖνα». οὐκ ἀποκρύψομαι τὸ τότε μοι συμβάν, εἰ καὶ γελοιότατόν ἐστιν· τοσαύτῃ γὰρ ἀμηχανίᾳ συνεσχέθην ὥστε καὶ τῆς κεφαλῆς τὰς τρίχας τῇ χειρὶ ζητῆσαι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἕτεροι πολλοὶ ἔπαθον. καὶ πάνυ γε ἐς τοὺς φαλακροειδεῖς ἀφεωρῶμεν ὡς καὶ ἐς ἐκείνους τὸν ἑαυτῶν κίνδυνον ἀπωθούμενοι, πρὶν δὴ προσανεγνώσθη ὅτι ἄρα περιπόρφυρον ἱμάτιον ὁ φαλακρὸς ἐκεῖνος εἶχε. λεχθέντος γὰρ τούτου πρὸς Βαίβιον Μαρκελλῖνον ἀπείδομεν· ἠγορανομήκει γὰρ τότε καὶ ἦν φαλακρότατος. ἀναστὰς γοῦν καὶ παρελθὼν ἐς μέσον «πάντως που γνωριεῖ με, εἰ ἑόρακεν» ἔφη. ἐπαινεσάντων δὲ τοῦτο ἡμῶν ἐσήχθη τε ὁ μηνυτής, καὶ χρόνον πολὺν ἐσιώπησε παρεστῶτος αὐτοῦ, περιβλέπων ὃν γνωρίσειε, τέλος δὲ νεύματί τινος ἀφανεῖ προσσχὼν ἔφη τοῦτον ἐκεῖνον εἶναι. καὶ οὕτω καὶ ὁ Μαρκελλῖνος ἑάλω φαλακροῦ παρακύψεως, ἐξήχθη τε ἐκ τοῦ βουλευτηρίου ὀλοφυρόμενος. καὶ διὰ τῆς ἀγορᾶς διεξελθὼν οὐκέτʼ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλʼ αὐτοῦ ταύτῃ τὰ τέκνα τέσσαρα ὄντα ἀσπασάμενος λόγον εἶπε περιπαθέστατον· ἔφη γὰρ «ἕν με τοῦτο λυπεῖ, τέκνα, ὅτι ὑμᾶς ζῶντας καταλείπω». καὶ ὁ μὲν οὕτω τὴν κεφαλὴν ἀπετμήθη, πρὶν τὸν Σεουῆρον μαθεῖν ὅτι καὶ κατεψηφίσθη· τᾷ μέντοι τὴν αἰτίαν αὐτῷ τοῦ θανάτου παρασχόντι Πολληνίῳ Σεβεννῷ δίκη τιμωρὸς ἀπήντησεν. ἐκδοθεὶς γὰρ ὑπὸ Σαβίνου τοῖς Νωρικοῖς, ὧν ἄρξας οὐδὲν χρηστὸν ἐπεποιήκει, αἴσχιστα πέπονθε· καὶ εἴδομεν αὐτὸν ἐπί τε τῆς γῆς κείμενον καὶ ἱκετεύοντα οἰκτρῶς, καὶ εἰ μὴ διὰ τὸν Ἄσπακα τὸν θεῖον αὐτοῦ φειδοῦς ἔτυχε, κἂν ἀπωλώλει οἰκτρῶς. ὁ δὲ δὴ Ἄσπαξ οὗτος δεινότατος ἀνθρώπων ἐγένετο σκῶψαι, στωμύλασθαι, πάντων ἀνθρώπων καταφρονῆσαι, φίλοις χαρίσασθαι, ἐχθρὸν ἀμύνασθαι. καὶ αὐτοῦ πολλὰ μὲν καὶ πρὸς ἄλλους πικρὰ καὶ ἀστεῖα ἀποφθέγματα φέρεται, πολλὰ δὲ καὶ πρὸς τὸν Σεουῆρον αὐτόν. ὧν ἓν καὶ τοῦτο· ἐς γὰρ τὸ γένος αὐτοῦ τὸ τοῦ Μάρκου ἐγγραφέντος «συγχαίρω σοι, Καῖσαρ» ἔφη, «ὅτι πατέρα εὗρες», ὡς καὶ ἀπάτορος αὐτοῦ τὸν ἔμπροσθεν χρόνον ὑπʼ ἀφανείας ὄντος.
ἐν δὲ τῷ καιρῷ τούτῳ Βούλλας τις Ἰταλὸς ἀνήρ, λῃστήριον συστησάμενος ὡς ἑξακοσίων ἀνδρῶν, ἐλῄζετο τὴν Ἰταλίαν ἐπὶ ἔτη δύο, παρόντων μὲν τῶν αὐτοκρατόρων, παρόντων δὲ καὶ στρατιωτῶν τοσούτων. ἐδιώκετο μὲν γὰρ ὑπὸ συχνῶν ἀνδρῶν, φιλοτίμως αὐτὸν ἀνιχνεύοντος τοῦ Σεουήρου, οὔτε δὲ ἑωρᾶτο ὁρώμενος οὔτε εὑρίσκετο εὑρισκόμενος οὔτε κατελαμβάνετο ἁλισκόμενος· τοσαύτῃ καὶ μεγαλοδωρίᾳ καὶ σοφίᾳ ἐχρῆτο. ἐμάνθανε γὰρ πάντας τούς τε ἀπὸ τῆς Ῥώμης ἐξιόντας καὶ τοὺς ἐς τὸ Βρεντέσιον καταίροντας, τίνες τε καὶ πόσοι εἰσί, καὶ τίνα καὶ ὁπόσα κέκτηνται· καὶ τοὺς μὲν ἄλλους, μέρος ἄν τι παρʼ αὐτῶν ὧν εἶχον λαβών, εὐθὺς ἠφίει, τοὺς δὲ δὴ τεχνίτας κατεῖχε χρόνον τινά, καὶ χρησάμενός σφισιν, εἶτα καὶ προσδούς τι ἀπέλυε. καί ποτε δύο λῃστῶν αὐτοῦ ἁλόντων καὶ θηρίοις δοθήσεσθαι μελλόντων πρός τε τὸν δεσμοφύλακα κατῆλθε, πλασάμενος ὡς τῆς πατρίδος ἄρχων καί τινων ἀνθρώπων τοιούτων δεόμενος, καὶ οὕτω λαβὼν αὐτοὺς ἔσωσε. τῷ δὲ ἑκατοντάρχῳ τῷ τὸ λῃστρικὸν καθαιροῦντι προσελθὼν κατηγόρησεν αὐτὸς ἑαυτοῦ ὥσπερ ἄλλος τις ὤν, καὶ ὑπέσχετο, εἰ ἀκολουθήσει αὐτῷ, παραδοῦναί οἱ τὸν λῃστήν· καὶ οὕτως αὐτὸν ἐς κοῖλόν τινα καὶ λοχμώδη τόπον ὡς καὶ ἐπὶ τὸν Φήλικα ἀγαγών — καὶ τοῦτο γὰρ αὐτὸς προσωνόμαστο — ῥᾳδίως συνέλαβε. καὶ μετὰ τοῦτʼ ἐπὶ τὸ βῆμα ἀνέβη σχῆμα ἄρχοντος ἀναλαβών, καὶ καλέσας τὸν ἑκατόνταρχον τῆς τε κεφαλῆς ἀπεξύρησε, καὶ ἔφη «ἄγγελλε τοῖς δεσπόταις σου ὅτι τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι». πλείστους γὰρ ὅσους τῶν Καισαρείων εἶχε, τοὺς μὲν ὀλιγομίσθους τοὺς δὲ καὶ παντελῶς ἀμίσθους γεγονότας. ταῦτʼ οὖν ὁ Σεουῆρος ὡς ἕκαστα πυνθανόμενος, ὀργῇ ἔφερεν ὅτι ἐν τῇ Βρεττανίᾳ τοὺς πολέμους διʼ ἑτέρων νικῶν αὐτὸς ἐν τῇ Ἰταλίᾳ λῃστοῦ ἥττων ἐγένετο· καὶ τέλος χιλίαρχον ἐκ τῶν σωματοφυλάκων σὺν ἱππεῦσι πολλοῖς ἔστειλε, δεινὰ ἄττα αὐτῷ ἀπειλήσας, ἂν μὴ ζῶντα αὐτὸν ἀγάγῃ. καὶ οὕτως ἐκεῖνος μαθὼν ὅτι γυναικί τινι ἀλλοτρίᾳ χρῷτο, ἀνέπεισεν αὐτὴν διὰ τοῦ ἀνδρὸς ἐπʼ ἀδείᾳ συνάρασθαι σφίσι. κἀκ τούτου ἐν σπηλαίῳ τινὶ καθεύδων συνελήφθη. καὶ αὐτὸν ὁ Παπινιανὸς ὁ ἔπαρχος ἀνήρετο «διὰ τί ἐλῄστευσας;» καὶ αὐτὸς ἀπεκρίνατο «διὰ τί σὺ ἔπαρχος εἶ;» καὶ θηρίοις μετὰ τοῦτο ὑπὸ κηρύγματος ἐδόθη, καὶ αὐτοῦ καὶ τὸ λῃστρικὸν διελύθη· οὕτω που ἐν ἐκείνῳ πᾶσα ἡ τῶν ἑξακοσίων ἰσχὺς ἦν.
ὁ δὲ δὴ Σεουῆρος ἐπὶ Βρεττανίαν ἐστράτευσε τούς τε παῖδας ἐκδιαιτωμένους ὁρῶν καὶ τὰ στρατεύματα ὑπὸ ἀργίας ἐκλυόμενα, καίπερ εἰδὼς ὅτι οὐκ ἀνακομισθήσεται. ᾔδει δὲ τοῦτο μάλιστα μὲν ἐκ τῶν ἀστέρων ὑφʼ ὧν ἐγεγέννητο — καὶ γὰρ ἐς τὰς ὀροφὰς αὐτοὺς τῶν οἴκων τῶν ἐν τῷ παλατίῳ, ἐν οἷς ἐδίκαζεν, ἐνέγραψεν, ὥστε πᾶσι, πλὴν τοῦ μορίου τοῦ τὴν ὥραν, ὥς φασιν, ἐπισκοπήσαντος ὅτε ἐς τὸ φῶς ἐξῄει, ὁρᾶσθαι· τοῦτο γὰρ οὐ τὸ αὐτὸ ἑκατέρωθι ἐνετύπωσεν —, ᾔδει δὲ καὶ παρὰ μάντεων ἀκούσας. ἀνδριάντι γὰρ αὐτοῦ πρὸς ταῖς πύλαις διʼ ὧν ἐκστρατεύσειν ἔμελλεν ἑστῶτι, καὶ πρὸς τὴν ὁδὸν τὴν ἐκεῖσε, φέρουσαν ἀποβλέποντι, σκηπτὸς ἐμπεσὼν τρία ἀπὸ τοῦ ὀνόματος αὐτοῦ γράμματα ἀπήλειψε· καὶ διὰ τοῦθʼ, ὡς οἱ μάντεις ἀπεφήναντο, οὐκ ἐπανῆκεν ἀλλὰ καὶ τρίτῳ ἔτει μετὰ τοῦτο μετήλλαξε. καὶ χρήματα δὲ πάμπολλα συνεξήγαγε.
δύο δὲ γένη τῶν Βρεττανῶν μέγιστά εἰσι, Καληδόνιοι καὶ Μαιάται· καὶ ἐς αὐτὰ καὶ τὰ τῶν ἄλλων προσρήματα ὡς εἰπεῖν συγκεχώρηκεν. οἰκοῦσι δὲ οἱ μὲν Μαιάται πρὸς αὐτῷ τῷ διατειχίσματι ὃ τὴν νῆσον δίχῃ τέμνει, Καληδόνιοι δὲ μετʼ ἐκείνους, καὶ νέμονται ἑκάτεροι ὄρη ἄγρια καὶ ἄνυδρα καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε τείχη μήτε πόλεις μήτε γεωργίας ἔχοντες, ἀλλʼ ἔκ τε νομῆς καὶ θήρας ἀκροδρύων τέ τινων ζῶντες· τῶν γὰρ ἰχθύων ἀπείρων καὶ ἀπλέτων ὄντων οὐ γεύονται. διαιτῶνται δὲ ἐν σκηναῖς γυμνοὶ καὶ ἀνυπόδητοι, ταῖς γυναιξὶν ἐπικοίνοις χρώμενοι καὶ τὰ γεννώμενα πάντα κοινῶς ἐκτρέφοντες. δημοκρατοῦνταί τε ὡς πλήθει, καὶ λῃστεύουσιν ἥδιστα. καὶ διὰ τοῦτο ἄρχοντας τοὺς θρασυτάτους αἱροῦνται. στρατεύονται δὲ ἐπί τε ἁρμάτων, ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· καί εἰσι καὶ δραμεῖν ὀξύτατοι καὶ συστῆναι παγιώτατοι. τὰ δὲ ὅπλα αὐτῶν ἀσπὶς καὶ δόρυ βραχύ, μῆλον χαλκοῦν ἐπʼ ἄκρου τοῦ στύρακος ἔχον, ὥστε σειόμενον κτυπεῖν πρὸς κατάπληξιν τῶν ἐναντίων· εἰσὶ δʼ αὐτοῖς καὶ ἐγχειρίδια. δύνανται δὲ καὶ λιμὸν καὶ ψῦχος καὶ ταλαιπωρίαν πᾶσαν ὑπομένειν· ἔς τε γὰρ τὰ ἕλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ πολλὰς ἡμέρας, τὴν κεφαλὴν μόνην ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τῷ τε φλοιῷ καὶ ταῖς ῥίζαις διατρέφονται, καὶ περὶ πάντα σκευάζουσί τι βρῶμα, ἀφʼ οὗ κυάμου τι μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσι.
τοιαύτη μέν τις νῆσος ἡ Βρεττανία ἐστί, καὶ τοιούτους οἰκήτορας ἥ γε πολεμία ἔχει. νῆσος γάρ ἐστι, καὶ τότε σαφῶς ὥσπερ εἶπον ἐλήλεγκται. καὶ αὐτῆς τὸ μὲν μῆκος στάδιοι ἑπτακισχίλιοι καὶ ἑκατὸν τριάκοντα δύο εἰσί, τοῦ δὲ δὴ πλάτους τὸ μὲν πλεῖστον δέκα καὶ τριακόσιοι καὶ δισχίλιοι, τὸ δὲ ἐλάχιστον τριακόσιοι· καὶ τούτων ἡμεῖς οὐ πολλῷ τινι τῆς ἡμισείας ἔλαττόν τι ἔχομεν. ὁ δʼ οὖν Σεουῆρος πᾶσαν αὐτὴν καταστρέψασθαι ἐθελήσας ἐσέβαλεν ἐς τὴν Καληδονίαν, καὶ διιὼν αὐτὴν ἀμύθητα πράγματα ἔσχε, τάς τε ὕλας τέμνων καὶ τὰ μετέωρα κατασκάπτων τά τε ἕλη χωννύων καὶ τοὺς ποταμοὺς ζευγνύων· οὔτε γὰρ μάχην τινὰ ἐμαχέσατο οὔτε πολέμιόν τινα ἐν παρατάξει εἶδε. πρόβατα δὲ καὶ βοῦς προβαλλομένων αὐτῶν ἐξεπίτηδες οἱ στρατιῶται ἥρπαζον, ὅπως ἐπὶ πλεῖον ἀπατώμενοι τρύχωνται· καὶ γὰρ ὑπὸ τῶν ὑδάτων δεινῶς ἐκακοῦντο καὶ ἀποσκεδαννύμενοι ἐπεβουλεύοντο. εἶτʼ ἀδυνατοῦντες βαδίζειν ὑπʼ αὐτῶν τῶν οἰκείων ἐφονεύοντο ἵνα μὴ ἁλίσκωνται, ὥστε ἐς πέντε μυριάδας ὅλας τελευτῆσαι. οὐ μέντοι ἀπέστη γε πρὶν τῷ ἐσχάτῳ τῆς νήσου πλησιάσαι, ὅπου γε τὰ μάλιστα τήν τε τοῦ ἡλίου παράλλαξιν καὶ τὸ τῶν ἡμερῶν τῶν τε νυκτῶν καὶ τῶν θερινῶν καὶ τῶν χειμερινῶν μέγεθος ἀκριβέστατα κατεφώρασε.
καὶ ὁ μὲν οὕτω διὰ πάσης ὡς εἰπεῖν τῆς πολεμίας κομισθείς — ἐκομίσθη γὰρ ὡς ἀληθῶς ἐν σκιμποδίῳ καταστέγῳ τινὶ τὰ πολλὰ διὰ τὴν ἀσθένειαν — ἐς τὴν φιλίαν ἐπανῆλθεν, ἐς ὁμολογίαν τοὺς Βρεττανούς, ἐπὶ τῷ χώρας οὐκ ὀλίγης ἐκστῆναι, ἀναγκάσας ἐλθεῖν· ἐξέπληττε δὲ αὐτὸν ὁ Ἀντωνῖνος καὶ ἐς φροντίδας ἀνηνύτους καθίστη, ὅτι τε ἀκολάστως ἔζη, καὶ ὅτι καὶ τὸν ἀδελφὸν δῆλος ἦν, εἰ δυνηθείη, φονεύσων, καὶ τὸ τελευταῖον ὅτι καὶ αὐτῷ ἐκείνῳ ἐπεβούλευσε. ποτὲ μὲν γὰρ ἐξεπήδησεν ἐξαίφνης ἐκ τοῦ σκηνώματος βοῶν καὶ κεκραγὼς ὡς ὑπὸ τοῦ Κάστορος ἀδικούμενος· οὗτος δὲ ἀνὴρ ἄριστος τῶν περὶ τὸν Σεουῆρον Καισαρείων ἦν, καὶ ἐπεπίστευτο τήν τε γνώμην αὐτοῦ καὶ τὸν κοιτῶνα. καὶ συνέστησαν μέν τινες ἐπὶ τούτῳ στρατιῶται προπαρεσκευασμένοι καὶ συνεβόησαν, κατελήφθησαν δὲ διʼ ὀλίγου αὐτοῦ τε τοῦ Σεουήρου ἐπιφανέντος σφίσι καὶ τοὺς ταραχωδεστέρους κολάσαντος. ἄλλοτε δὲ προσήλαυνον μὲν ἀμφότεροι πρὸς τοὺς Καληδονίους, ἵνα τά τε ὅπλα παρʼ αὐτῶν λάβωσι καὶ περὶ τῶν ὁμολογιῶν διαλεχθῶσιν, ὁ δʼ Ἀντωνῖνος ἀποκτεῖναι αὐτὸν ἄντικρυς αὐτοχειρίᾳ ἐπεχείρησεν. ᾔεσαν μὲν γὰρ ἐπὶ ἵππων, καὶ ὁ Σεουῆρος, καίπερ καὶ τοὺς ταρσοὺς ὑπὸ ἀσθενείας ὑποτετμηκώς, ὅμως ἵππευσε καὶ αὐτός, καὶ τὸ ἄλλο στράτευμα συνεφείπετο, τό τε τῶν πολεμίων καὶ αὐτὸ συνεωρᾶτο· κἀν τῷ καιρῷ τούτῳ τῇ τε σιγῇ καὶ τῷ κόσμῳ τὸν ἵππον ὁ Ἀντωνῖνος ἀναχαιτίσας ἐσπάσατο τὸ ξίφος ὡς καὶ κατὰ νώτου τὸν πατέρα πατάξων. ἰδόντες δὲ τοῦτο οἱ ἄλλοι οἱ συνιππεύοντες ἐξεβόησαν, καὶ οὕτως ἐκεῖνός τε ἐκπλαγεὶς οὐκέτι οὐδὲν ἔδρασε, καὶ ὁ Σεουῆρος μετεστράφη μὲν πρὸς τὴν βοὴν αὐτῶν καὶ εἶδε τὸ ξίφος, οὐ μέντοι καὶ ἐφθέγξατό τι, ἀλλʼ ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τελέσας ὅσα ἐχρῆν, ἐς τὸ στρατήγιον ἐπανῆλθε. καὶ καλέσας τόν τε υἱὸν καὶ τὸν Παπινιανὸν καὶ τὸν Κάστορα ξίφος τέ τι τεθῆναι ἐς τὸ μέσον ἐκέλευσε, καὶ ἐγκαλέσας αὐτῷ ὅτι τε ἄλλως τοιοῦτόν τι ἐτόλμησε καὶ ὅτι πάντων ὁρώντων τῶν τε συμμάχων καὶ τῶν πολεμίων τηλικοῦτον κακὸν δράσειν ἔμελλεν, τέλος ἔφη «ἀλλʼ εἴγε ἀποσφάξαι με ἐπιθυμεῖς, ἐνταῦθά με κατάχρησαι· ἔρρωσαι γάρ, ἐγὼ δὲ καὶ γέρων εἰμὶ καὶ κεῖμαι. ὡς εἴγε τοῦτο μὲν οὐκ ἀναδύῃ, τὸ δὲ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, παρέστηκέ σοι Παπινιανὸς ὁ ἔπαρχος, ᾧ δύνασαι κελεῦσαι ἵνα με ἐξεργάσηται· πάντως γάρ που πᾶν τὸ κελευσθὲν ὑπὸ σοῦ, ἅτε καὶ αὐτοκράτορος ὄντος, ποιήσει». τοιαῦτα εἰπὼν ὅμως οὐδὲν δεινὸν αὐτὸν ἔδρασε, καίπερ πολλάκις μὲν τὸν Μᾶρκον αἰτιασάμενος ὅτι τὸν Κόμμοδον οὐχ ὑπεξεῖλε, πολλάκις δὲ καὶ αὐτὸς τῷ υἱεῖ ἀπειλήσας τοῦτο ποιήσειν. ἀλλʼ ἐκεῖνα μὲν ὀργιζόμενος ἀεί ποτε ἔλεγε, τότε δὲ φιλότεκνος μᾶλλον ἢ φιλόπολις ἐγένετο· καίτοι καὶ τὸν ἕτερον ἐν τούτῳ παῖδα προέδωκε, σαφῶς εἰδὼς τὰ γενησόμενα.
ἀποστάντων δὲ τῶν ἐν τῇ νήσῳ αὖθις, καλέσας τοὺς στρατιώτας ἐκέλευσεν ἐς τὴν χώραν αὐτῶν ἐμβαλεῖν καὶ οἷς ἂν ἐντύχωσιν ἀποκτεῖναι, αὐτὸ τοῦτο εἰπών, «μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅντινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι· μηδʼ ὃς φύγοι αἰπὺν ὄλεθρον».
γενομένου δὲ τούτου, καὶ τῶν Καληδονίων προσαποστάντων τοῖς Μαιάταις, ἡτοιμάζετο μὲν ὡς καὶ αὐτὸς αὐτοῖς πολεμήσων, καὶ αὐτὸν περὶ ταῦτʼ ἔχοντα ἡ νόσος τῇ τετάρτῃ τοῦ Φεβρουαρίου ἀπήνεγκε, συνεργασαμένου τι πρὸς τοῦτο καὶ τοῦ Ἀντωνίνου, ὡς λέγεται. πρὶν γοῦν μεταλλάξαι, τάδε λέγεται τοῖς παισὶν εἰπεῖν — ἐρῶ γὰρ αὐτὰ τὰ λεχθέντα, μηδὲν ὅ τι καλλωπίσας — «ὁμονοεῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων πάντων καταφρονεῖτε». ἐκ δὲ τούτου τό τε σῶμα αὐτοῦ στρατιωτικῶς κοσμηθὲν ἐπὶ πυρὰν ἐτέθη καὶ τῇ τε τῶν στρατιωτῶν καὶ τῇ τῶν παίδων περιδρομῇ ἐτιμήθη, τά τε δῶρα τὰ στρατιωτικὰ οἵ τι τῶν παρόντων ἔχοντες ἐς αὐτὴν ἐνέβαλον, καὶ τὸ πῦρ οἱ υἱεῖς ἐνῆκαν. καὶ μετὰ τοῦτο τὰ ὀστᾶ ἐς ὑδρίαν πορφυροῦ λίθου ἐμβληθέντα ἔς τε τὴν Ῥώμην ἐκομίσθη καὶ ἐς τὸ Ἀντωνινεῖον ἀπετέθη. λέγεται δὲ τὴν ὑδρίαν ὀλίγον πρὸ τοῦ θανάτου μεταπέμψασθαί τε αὐτόν, καὶ ἐπιψηλαφήσαντα εἰπεῖν «χωρήσεις ἄνδρα ὃν ἡ οἰκουμένη οὐκ ἐχώρησεν».
ἦν δὲ τὸ σῶμα βραχὺς μὲν ἰσχυρὸς δέ, καίπερ ἀσθενέστατος ὑπὸ τῆς ποδάγρας γενόμενος, τὴν δὲ δὴ ψυχὴν καὶ δριμύτατος καὶ ἐρρωμενέστατος· παιδείας μὲν γὰρ ἐπεθύμει μᾶλλον ἢ ἐπετύγχανε, καὶ διὰ τοῦτο πολυγνώμων μᾶλλον ἢ πολύλογος ἦν. φίλοις οὐκ ἀμνήμων, ἐχθροῖς βαρύτατος, ἐπιμελὴς μὲν πάντων ὧν πρᾶξαι ἤθελεν, ἀμελὴς δὲ τῶν περὶ αὐτοῦ λογοποιουμένων· καὶ διὰ τοῦτο καὶ χρήματα ἐξ ἅπαντος τρόπου, πλὴν καθʼ ὅσον οὐδένα ἕνεκα αὐτῶν ἀπέκτεινε, πορίζων, πάντα μὲν τὰ ἀναγκαῖα ἐδαπάνα ἀφθονώτατα, καὶ πλεῖστά γε καὶ τῶν ἀρχαίων οἰκοδομημάτων ἀνεκτήσατο, καί σφισι τὸ ἑαυτοῦ ὄνομα ὡς καὶ ἐκ καινῆς αὐτὰ καὶ ἐξ ἰδίων χρημάτων κατεσκευακὼς ἐπέγραψε, πολλὰ δὲ καὶ μάτην ἔς τε ἐπισκευὰς καὶ κατασκευὰς ἑτέρων ἀνάλωσεν, ὅς γε καὶ τῷ Διονύσῳ καὶ τῷ Ἡρακλεῖ νεὼν ὑπερμεγέθη ᾠκοδομήσατο. καίτοι δὲ πάμπλειστα δαπανήσας, ὅμως οὐκ εὐαριθμήτους τινὰς μυριάδας δραχμῶν καταλέλοιπεν, ἀλλὰ καὶ πάνυ πολλάς. καὶ ἐνεκάλει μὲν τοῖς μὴ σωφρονοῦσιν, ὡς καὶ περὶ τῆς μοιχείας νομοθετῆσαί τινα· καὶ διὰ τοῦτο γραφαὶ αὐτῆς ὅσαι πλεῖσται ἐγένοντο — τρισχιλίας γοῦν ὑπατεύων εὗρον ἐν τῷ πίνακι ἐγγεγραμμένας· ἐπεὶ δὲ ὀλίγοι πάνυ αὐταῖς ἐπεξῄεσαν, οὐκέτι οὐδὲ αὐτὸς ἐπολυπραγμόνει. ὅθεν καὶ μάλα ἀστείως Ἀργεντοκόξου τινὸς γυνὴ Καληδονίου πρὸς τὴν Ἰουλίαν τὴν Αὔγουσταν, ἀποσκώπτουσάν τι πρὸς αὐτὴν μετὰ τὰς σπονδὰς ἐπὶ τῇ ἀνέδην σφῶν πρὸς τοὺς ἄρρενας συνουσίᾳ, εἰπεῖν λέγεται ὅτι «πολλῷ ἄμεινον ἡμεῖς τὰ τῆς φύσεως ἀναγκαῖα ἀποπληροῦμεν ὑμῶν τῶν Ῥωμαϊκῶν· ἡμεῖς γὰρ φανερῶς τοῖς ἀρίστοις ὁμιλοῦμεν, ὑμεῖς δὲ λάθρᾳ ὑπὸ τῶν κακίστων μοιχεύεσθε».
τοῦτο μὲν ἡ Βρεττανὶς εἶπεν, ἐχρῆτο δὲ ὁ Σεουῆρος καταστάσει τοῦ βίου εἰρήνης οὔσης τοιᾷδε. ἔπραττέ τι πάντως νυκτὸς ὑπὸ τὸν ὄρθρον, καὶ μετὰ τοῦτʼ ἐβάδιζε καὶ λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα· εἶτʼ ἐδίκαζε, χωρὶς εἰ μή τις ἑορτὴ μεγάλη εἴη. καὶ μέντοι καὶ ἄριστα αὐτὸ ἔπραττε· καὶ γὰρ τοῖς δικαζομένοις ὕδωρ ἱκανὸν ἐνέχει, καὶ ἡμῖν τοῖς συνδικάζουσιν αὐτῷ παρρησίαν πολλὴν ἐδίδου. ἔκρινε δὲ μέχρι μεσημβρίας, καὶ μετὰ τοῦθʼ ἵππευεν ἐφʼ ὅσον ἂν ἐδυνήθη· εἶτʼ ἐλοῦτο, γυμνασάμενός τινα τρόπον. ἠρίστα δὲ ἢ καθʼ ἑαυτὸν ἢ μετὰ τῶν παίδων, οὐκ ἐνδεῶς. εἶτʼ ἐκάθευδεν ὡς πλήθει· ἔπειτʼ ἐξαρθεὶς τά τε λοιπὰ προσδιῴκει καὶ λόγοις καὶ Ἑλληνικοῖς καὶ Λατίνοις συνεγίνετο ἐν περιπάτῳ. εἶθʼ οὕτω πρὸς ἑσπέραν ἐλοῦτο αὖθις, καὶ ἐδείπνει μετὰ τῶν ἀμφʼ αὑτόν· ἥκιστά τε γὰρ ἄλλον τινὰ συνέστιον ἐποιεῖτο, καὶ ἐν μόναις ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. ἐβίω δὲ ἔτη ἑξήκοντα πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε καὶ εἴκοσι — τῇ γὰρ ἑνδεκάτῃ τοῦ Ἀπριλίου ἐγεγέννητο —, ἀφʼ ὧν ἦρξεν ἔτη ἑπτακαίδεκα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας τρεῖς. τό τε σύμπαν οὕτως ἐνεργὸς ἐγένετο ὥστε καὶ ἀποψύχων ἀναφθέγξασθαι «ἄγετε, δότε, εἴ τι πρᾶξαι ἔχομεν».
μετὰ δὲ ταῦτα ὁ Ἀντωνῖνος πᾶσαν τὴν ἡγεμονίαν ἔλαβε· λόγῳ μὲν γὰρ μετὰ τοῦ ἀδελφοῦ, τῷ δὲ δὴ ἔργῳ μόνος εὐθὺς ἦρξε. καὶ πρὸς μὲν τοὺς πολεμίους κατελύσατο καὶ τῆς χώρας αὐτοῖς ἐξέστη καὶ τὰ φρούρια ἐξέλιπε, τοὺς δὲ δὴ οἰκείους τοὺς μὲν ἀπήλλαξεν, ὧν καὶ Παπινιανὸς ὁ ἔπαρχος ἦν, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὧν ἦν καὶ Εὔοδος ὁ τροφεὺς αὐτοῦ καὶ ὁ Κάστωρ, ἥ τε γυνὴ αὐτοῦ ἡ Πλαυτίλλα καὶ ὁ ταύτης ἀδελφὸς Πλαύτιος. καὶ ἐν τῇ Ῥώμῃ δὲ αὐτῇ ἄνδρα ἄλλως μὲν οὐκ ἐλλόγιμον διὰ δὲ τὴν ἐπιτήδευσιν ἐπιφανέστατον ἐξειργάσατο· τὸν γὰρ Εὐπρεπῆ τὸν ἁρματηλάτην, ἐπειδὴ τἀναντία αὐτῷ ἐσπούδαζεν, ἀπέκτεινε. καὶ ὁ μὲν οὕτως ἐν γήρᾳ ἀπέθανε, πλείστοις ἀγῶσιν ἵππων στεφανωθείς· δύο γὰρ καὶ ὀγδοήκοντα καὶ ἑπτακοσίους ἀνείλετο, ὅσους οὐδεὶς ἄλλος. τὸν δὲ ἀδελφὸν ἠθέλησε μὲν καὶ ζῶντος ἔτι τοῦ πατρὸς φονεῦσαι, οὐκ ἠδυνήθη δὲ οὔτε τότε διʼ ἐκεῖνον οὔθʼ ὕστερον ἐν τῇ ὁδῷ διὰ τὰ στρατεύματα· πάνυ γὰρ εὔνοιαν αὐτοῦ εἶχον, ἄλλως τε ὅτι καὶ τὸ εἶδος ὁμοιότατος τῷ πατρὶ ἦν. ἐπεὶ δὲ ἐν τῇ Ῥώμῃ ἀνῆλθε, καὶ τοῦτον κατειργάσατο. προσεποιοῦντο μὲν γὰρ καὶ φιλεῖν ἀλλήλους καὶ ἐπαινεῖν, πάντα δὲ τὰ ἐναντιώτατα ἔδρων, καὶ ἦν οὐκ ἄδηλον ὅτι δεινόν τι παρʼ αὐτῶν γενήσοιτο. ὅπερ που καὶ πρὶν πρὸς τὴν Ῥώμην αὐτοὺς ἐλθεῖν προεγνώσθη· θύειν τε γὰρ ὑπὲρ τῆς ὁμονοίας αὐτῶν τοῖς τε ἄλλοις θεοῖς καὶ αὐτῇ τῇ Ὁμονοίᾳ ψηφισθὲν ὑπὸ τῆς βουλῆς, οἱ μὲν ὑπηρέται τὸ τῇ Ὁμονοίᾳ τυθησόμενον ἱερεῖον ἡτοίμασαν, καὶ ὁ ὕπατος ὡς καὶ βουθυτήσων ἀφίκετο, οὔτε δὲ οὗτος ἐκείνους οὔθʼ οἱ ὑπηρέται τὸν ὕπατον εὑρεῖν ἠδυνήθησαν, ἀλλὰ διετέλεσαν πᾶσαν ὡς εἰπεῖν τὴν νύκτα ζητοῦντες ἀλλήλους, ὥστε μὴ δυνηθῆναι τότε τὴν θυσίαν γενέσθαι. καὶ τῇ ὑστεραίᾳ δύο λύκοι ἐς τὸ Καπιτώλιον ἀναβάντες ἐκεῖθεν ἐξεδιώχθησαν, καὶ ὁ μὲν ἐν τῇ ἀγορᾷ που καταληφθεὶς ὁ δὲ μετὰ ταῦτα ἔξω τοῦ πωμηρίου ἐσφάγη. καὶ τοῦτο καὶ περὶ ἐκείνους ἐγένετο.
ἐβουλήθη μὲν οὖν ἐν τοῖς Κρονίοις τὸν ἀδελφὸν ὁ Ἀντωνῖνος φονεῦσαι, οὐκ ἠδυνήθη δέ· καὶ γὰρ ἐκφανέστερον ἤδη τὸ κακὸν ἢ ὥστε συγκρυβῆναι ἐγεγόνει, καὶ ἐκ τούτου πολλαὶ μὲν μάχαι αὐτῶν ὡς καὶ ἐπιβουλευόντων ἀλλήλοις, πολλαὶ δὲ καὶ ἀντιφυλακαὶ συνέβαινον. ἐπεὶ οὖν καὶ στρατιῶται καὶ γυμνασταί, καὶ ἔξω καὶ οἴκοι, καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ, συχνοὶ τὸν Γέταν ἐφρούρουν, ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐς τὸ δωμάτιον, ἐφʼ ᾧ καὶ συναλλάξουσι, μεταπέμψασθαι· καὶ οὕτω πιστεύσαντος τοῦ Γέτα ἐσῆλθε μὲν μετʼ αὐτοῦ, ἐπεὶ δὲ εἴσω ἐγένοντο, ἑκατόνταρχοί τινες ἐσεπήδησαν ἀθρόοι, παρὰ τοῦ Ἀντωνίνου προπαρεσκευασμένοι, καὶ αὐτὸν πρός τε τὴν μητέρα, ὡς εἶδέ σφας, προκαταφυγόντα καὶ ἀπό τε τοῦ αὐχένος αὐτῆς ἐξαρτηθέντα καὶ τοῖς στήθεσι τοῖς τε μαστοῖς προσφύντα κατέκοψαν ὀλοφυρόμενον καὶ βοῶντα «μῆτερ μῆτερ, τεκοῦσα τεκοῦσα, βοήθει, σφάζομαι». καὶ ἡ μὲν οὕτως ἀπατηθεῖσα τόν τε υἱὸν ἐν τοῖς ἑαυτῆς κόλποις ἀνοσιώτατα ἀπολλύμενον ἐπεῖδε, καὶ τὸν θάνατον αὐτοῦ ἐς αὐτὰ τὰ σπλάγχνα τρόπον τινά, ἐξ ὧν ἐγεγέννητο, ἐσεδέξατο· καὶ γὰρ τοῦ αἵματος πᾶσα ἐπλήσθη, ὡς ἐν μηδενὶ λόγῳ τὸ τῆς χειρὸς τραῦμα ὃ ἐτρώθη ποιήσασθαι. οὔτε δὲ πενθῆσαι οὔτε θρηνῆσαι τὸν υἱόν, καίπερ πρόωρον οὕτως οἰκτρῶς ἀπολωλότα, ὑπῆρξεν αὐτῇ — δύο γὰρ καὶ εἴκοσι ἔτη καὶ μῆνας ἐννέα ἐβίω —, ἀλλʼ ἠναγκάζετο ὡς καὶ ἐν μεγάλῃ τινὶ εὐτυχίᾳ οὖσα χαίρειν καὶ γελᾶν· οὕτω που πάντα ἀκριβῶς καὶ τὰ ῥήματα αὐτῆς καὶ τὰ νεύματα τά τε χρώματα ἐτηρεῖτο· καὶ μόνῃ ἐκείνῃ, τῇ Αὐγούστῃ, τῇ τοῦ αὐτοκράτορος γυναικί, τῇ τῶν αὐτοκρατόρων μητρί, οὐδʼ ἰδίᾳ που ἐπὶ τηλικούτῳ παθήματι δακρῦσαι ἐξῆν.
ὁ δʼ Ἀντωνῖνος καίπερ ἑσπέρας οὔσης τὰ στρατόπεδα κατέλαβε, διὰ πάσης τῆς ὁδοῦ κεκραγὼς ὡς ἐπιβεβουλευμένος καὶ κινδυνεύων. ἐσελθὼν δὲ ἐς τὸ τεῖχος «χαίρετε» εἶπεν, «ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς». καὶ πρὶν πάντα ἀκοῦσαι, ἐνέφραξέ σφων τὰ στόματα τοσαύταις καὶ τηλικαύταις ὑποσχέσεσιν ὥστε μήτʼ ἐννοῆσαι μήτε φθέγξασθαί τι αὐτοὺς εὐσεβὲς δυνηθῆναι. « εἷς» γὰρ ἔφησεν «ἐξ ὑμῶν εἰμι, καὶ διʼ ὑμᾶς μόνους ζῆν ἐθέλω, ἵνʼ ὑμῖν πολλὰ χαρίζωμαι· ὑμέτεροι γὰρ οἱ θησαυροὶ πάντες εἰσί». καὶ δὴ καὶ τοῦτο εἶπεν ὅτι «μάλιστα μὲν μεθʼ ὑμῶν ζῆν, εἰ δὲ μή, ἀλλὰ μεθʼ ὑμῶν γε ἀποθανεῖν εὔχομαι. οὔτε γὰρ ἄλλως δέδια τὸν θάνατον, καὶ ἐν πολέμῳ τελευτῆσαι βούλομαι· ἢ γὰρ ἐνταῦθα δεῖ τὸν ἄνδρα ἀποθνήσκειν ἢ μηδαμοῦ». πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ ἄλλα τέ τινα διελέχθη,
καὶ μετὰ τὸ ἐκ τοῦ βάθρου ἐξαναστῆναι καὶ πρὸς τῇ θύρᾳ γενέσθαι «ἀκούσατέ μου» εἶπε «μέγα πρᾶγμα· ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες οἱ καὶ ἐφʼ ὁτῳοῦν ἐγκλήματι καὶ ὁπωσοῦν καταδεδικασμένοι
κατελθέτωσαν».
τὰς μὲν οὖν νήσους οὕτω τῶν φυγάδων κενώσας, καὶ τοῖς κακίστοις τῶν καταδεδικασμένων ἄδειαν δεδωκώς, εἶτʼ οὐ πολλῷ ὕστερον ἀνεπλήρωσε, τῶν δὲ δὴ Καισαρείων τῶν τε στρατιωτῶν τῶν μετὰ τοῦ Γέτα γενομένων καὶ ἐς δύο μυριάδας παραχρῆμα ἀπέκτεινεν, ἄνδρας ἁπλῶς καὶ γυναῖκας, ὥς πού τις καὶ ἔτυχεν ἐν τῷ βασιλείῳ ὤν, ἐκ δὲ τῶν ἐπιφανῶν ἀνδρῶν ἄλλους τε καὶ τὸν Παπινιανόν.
ὅτι Ἀντωνῖνος Παπιανὸν καὶ Πατρουινόν, τῶν δορυφόρων ἐπί τισι κατηγορησάντων αὐτῶν, ἐπέτρεψεν ἀποκτεῖναι αὐτούς, εἰπὼν κἀκεῖνο ὅτι «ἐγὼ ὑμῖν καὶ οὐκ ἐμαυτῷ ἄρχω, καὶ διὰ τοῦτο καὶ πείθομαι ὑμῖν καὶ ὡς κατηγόροις καὶ ὡς δικασταῖς».
καὶ τῷ γε τὸν Παπινιανὸν φονεύσαντι ἐπετίμησεν ὅτι ἀξίνῃ αὐτὸν καὶ οὐ ξίφει διεχρήσατο.
τὸν δὲ δὴ Κίλωνα τὸν τροφέα τὸν εὐεργέτην, τὸν ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεπολιαρχηκότα, ὃν καὶ πατέρα πολλάκις ἐκεκλήκει, ἠβουλήθη μὲν ἀποστερῆσαι τοῦ ζῆν· καὶ οἱ στρατιῶται οἱ πεμφθέντες ἐπʼ αὐτὸν τὰ μὲν ἀργυρώματα καὶ τὰ ἱμάτια τά τε χρήματα καὶ τὰ ἄλλα πάντα τὰ ἐκείνου διήρπασαν, αὐτὸν δὲ ἀνήγαγον διὰ τῆς ἱερᾶς ὁδοῦ ὡς καὶ ἐς τὸ παλάτιον κομιοῦντες, κλάπας τε ὑποδεδεμένον — ἐν βαλανείῳ γὰρ ὢν ἔτυχε — καὶ χιτωνίσκον ἐνδεδυμένον, ὡς καὶ ἐκεῖ που καταχρησόμενοι. καὶ τήν τε ἐσθῆτα αὐτοῦ περιέρρηξαν καὶ τὸ πρόσωπον ᾐκίσαντο, ὥστε καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας τοὺς ἀστικοὺς ὑποθορυβῆσαι, καὶ διὰ τοῦτο καὶ τὸν Ἀντωνῖνον καὶ αἰδεσθέντα αὐτοὺς καὶ φοβηθέντα ἀπαντῆσαί σφισι, καὶ τῇ χλαμύδι — τὴν γὰρ στρατιωτικὴν ἐσθῆτα εἶχε — περιβαλόντα αὐτὸν εἰπεῖν «μήτε τὸν πατέρα ὑβρίζετε μήτε τὸν τροφέα παίετε». ὁ δὲ δὴ χιλίαρχος ὁ κελευσθεὶς αὐτὸν φονεῦσαι καὶ οἱ στρατιῶται οἱ συμπεμφθέντες αὐτῷ ἀνῃρέθησαν, λόγῳ μὲν ὡς ἐπιβουλεύσαντες αὐτῷ, τὸ δʼ ἀληθὲς ὅτι μὴ κατέσφαξαν αὐτόν.
ὅτι τὸν Κίλωνα τοσοῦτον ἠγάπα ὁ Ἀντωνῖνος ὥστε εἰπεῖν ὅτι «οἱ τούτῳ ἐπιβεβουλευκότες ἐμοὶ ἐπιβεβουλεύκασιν». ἐφʼ ᾧ δὴ ἐπαινούμενος ὑπὸ τῶν προσεστηκότων ἔφη «ἐμὲ μήθʼ Ἡρακλέα μήτʼ ἄλλον θεόν τινα ἐπικαλεῖτε», οὐχ ὅτι οὐκ ἐβούλετο θεὸς ὀνομάζεσθαι, ἀλλʼ ὅτι οὐδὲν ἄξιον θεοῦ πράττειν ἤθελεν. ἔμπληκτος γὰρ φύσει πρὸς πάντα τὰ πράγματα ὢν καὶ ἐτίμα τινὰς μεγάλως καὶ ἠτίμαζεν ἐξαίφνης τοὺς αὐτοὺς ἀλογώτατα, ἔσωζέ τε οὓς ἥκιστα ἐχρῆν, καὶ ἐκόλαζεν οὓς οὐκ ἄν τις προσεδόκησεν.
ὅτι τὸν Ἄσπρον τὸν Ἰουλιανὸν οὐδʼ ἄλλως εὐκαταφρόνητον καὶ διὰ παιδείαν καὶ διὰ φρόνημα ὄντα ἐξάρας ὁμοίως καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ ἐν πολλαῖς τοσαύταις ῥάβδοις ὁμοῦ ἐμπομπεύσαντα, προεπηλάκισε παραχρῆμα δεινῶς καὶ ἐς τὴν πατρίδα μεθʼ ὕβρεως καὶ μετὰ δέους ἰσχυροῦ ἀπέπεμψε.
ὅτι καὶ τὸν Λαῖνον ἠτιμάκει ἂν ἢ καὶ ἀπεκτόνει, εἰ μὴ κακῶς ἐνόσει· καὶ τὴν ἀρρωστίαν αὐτοῦ ἀσεβῆ παρὰ τοῖς στρατιώταις ὠνόμασεν, ὅτι μὴ καὶ περὶ ἐκεῖνον ἀσεβῆσαι αὐτῷ ἐπέτρεψεν.
ὅτι καὶ Θρασέαν Πρίσκον, ἄνδρα οὐδενὸς οὔτε γένει οὔτε φρονήσει δεύτερον, κατεχρήσατο.
ὅτι καὶ ἄλλους πολλοὺς καὶ φίλους τὸ πρότερον ὄντας ἀπέκτεινεν.
πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,ὅσους τῶν ἐπιφανῶν οὐδεμιᾷ δίκῃ ἀπέκτεινεν. ὁ μὲν γὰρ Δίων, ἅτε γνωριμωτάτων κατʼ ἐκείνους τοὺς καιροὺς τῶν πεφονευμένων ὄντων, καὶ ἐξ ὀνόματος αὐτῶν ποιεῖται κατάλογον· ἐμοὶ δʼ εἰπεῖν ἐξαρκεῖ ὅτι πάντας ὁμοίως οὓς ἤθελε κατεχειρίζετο,
ὅστʼ αἴτιος ὅστε καὶ οὐχί, καὶ ὅτι τὴν Ῥώμην ἠκρωτηρίασεν, ἀγαθῶν ἀνδρῶν στερήσας αὐτήν.
ὅτι τρισὶν ἔθνεσιν ὁ Ἀντωνῖνος προσήκων ἦν, καὶ τῶν μὲν ἀγαθῶν αὐτῶν οὐδὲν τὸ παράπαν τὰ δὲ δὴ κακὰ πάντα συλλαβὼν ἐκτήσατο, τῆς μὲν Γαλατίας τὸ κοῦφον καὶ τὸ δειλὸν καὶ τὸ θρασύ, τῆς Ἀφρικῆς τὸ τραχὺ καὶ ἄγριον, τῆς Συρίας, ὅθεν πρὸς μητρὸς ἦν, τὸ πανοῦργον.
ἐκ δὲ τῶν φόνων ἐς τὰς παιδιὰς ἀποκλίνων οὐδὲν ἧττον καὶ ἐν ταύταις ἐφόνα. ἐλέφαντα μὲν γὰρ καὶ ῥινοκέρωτα καὶ τίγριν καὶ ἱππότιγριν ἐν οὐδενὶ λόγῳ θείη ἄν τις φονευομένους ἐν τῷ θεάτρῳ· ὁ δὲ καὶ μονομάχων ἀνδρῶν ὅτι πλείστων ἔχαιρεν αἵμασι, καὶ ἕνα γε αὐτῶν Βάτωνα τρισὶν ἐφεξῆς ἀνδράσιν ὁπλομαχῆσαι τῇ αὐτῇ ἡμέρᾳ ἀναγκάσας, ἔπειτα ἀποθανόντα ὑπὸ τοῦ τελευταίου περιφανεῖ ταφῇ ἐτίμησε.
περὶ δὲ τὸν Ἀλέξανδρον οὕτω τι ἐπτόητο ὥστε καὶ ὅπλοις τισὶ καὶ ποτηρίοις ὡς καὶ ἐκείνου γεγονόσι χρῆσθαι, καὶ προσέτι καὶ εἰκόνας αὐτοῦ πολλὰς καὶ ἐν τοῖς στρατοπέδοις καὶ ἐν αὐτῇ τῇ Ῥώμῃ στῆσαι, φάλαγγά τέ τινα ἐκ μόνων τῶν Μακεδόνων ἐς μυρίους καὶ ἑξακισχιλίους συντάξαι, καὶ αὐτὴν Ἀλεξάνδρου τε ἐπονομάσαι καὶ τοῖς ὅπλοις οἷς ποτε ἐπʼ ἐκείνου ἐκέχρηντο ὁπλίσαι· ταῦτα δʼ ἦν κράνος ὠμοβόειον, θώραξ λινοῦς τρίμιτος, ἀσπὶς χαλκῆ, δόρυ μακρόν, αἰχμὴ βραχεῖα, κρηπῖδες, ξίφος. καὶ οὐδὲ ταῦτα μέντοι αὐτῷ ἐξήρκεσεν, ἀλλὰ καὶ αὐτὸν ἐκεῖνον ἑῷον Αὔγουστον ἐπεκαλεῖτο, καί ποτε καὶ τῇ βουλῇ ἔγραψεν, ὅτι ἐς τὸ σῶμα αὖθις τὸ τοῦ Αὐγούστου ἐσῆλθεν, ἵνα, ἐπειδὴ ὀλίγον τότε χρόνον ἐβίω, πλείονα αὖθις διʼ ἐκείνου ζήσῃ. καὶ δὴ καὶ τοὺς φιλοσόφους τοὺς Ἀριστοτελείους ὠνομασμένους τά τε ἄλλα δεινῶς ἐμίσει, ὥστε καὶ τὰ βιβλία αὐτῶν κατακαῦσαι ἐθελῆσαι, καὶ τὰ συσσίτια ἃ ἐν τῇ Ἀλεξανδρείᾳ εἶχον, τάς τε λοιπὰς ὠφελείας ὅσας ἐκαρποῦντο, ἀφείλετο, ἐγκαλέσας σφίσιν ὅτι συναίτιος τῷ Ἀλεξάνδρῳ τοῦ θανάτου Ἀριστοτέλης γεγονέναι ἔδοξε. ταῦτα μὲν οὕτως ἐποίησε, καὶ νὴ Δία καὶ ἐλέφαντας πολλοὺς συμπεριήγετο, ὅπως καὶ ἐν τούτῳ τὸν Ἀλέξανδρον, μᾶλλον δὲ τὸν Διόνυσον μιμεῖσθαι δόξῃ. οὕτω δʼ οὖν διὰ τὸν Ἀλέξανδρον καὶ τοὺς Μακεδόνας ἐφίλει, ὥστε ποτὲ χιλίαρχον Μακεδόνα ἐπαινέσας ὅτι κούφως ἐπὶ τὸν ἵππον ἀνεπήδησεν, ἐπύθετο αὐτοῦ τὸ μὲν πρῶτον «πόθεν εἶ;» ἔπειτα μαθὼν ὅτι Μακεδὼν εἴη, ἐπανήρετο «τίς δὲ ὀνομάζῃ;» καὶ μετὰ τοῦτο ἀκούσας ὅτι Ἀντίγονος, προσεπανήρετο «τίς δέ σου ὁ πατὴρ ἐκαλεῖτο;» ὡς δὲ καὶ οὗτος Φίλιππος ὢν εὑρέθη, «πάντʼ ἔχω» φησίν «ὅσα ἤθελον», καὶ εὐθύς τε αὐτὸν ταῖς λοιπαῖς στρατείαις ἐσέμνυνε, καὶ μετʼ οὐ πολὺ ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας κατέταξεν. ἕτερον δέ τινα τῇ μὲν Μακεδονίᾳ μηδὲν προσήκοντα, πολλὰ δὲ καὶ δεινὰ δεδρακότα καὶ διὰ τοῦτο παρʼ αὐτοῦ ἐξ ἐκκλήτου δίκης κρινόμενον, ἐπειδὴ Ἀλέξανδρός τε ἐκαλεῖτο καὶ ὁ κατηγορῶν αὐτοῦ ῥήτωρ συνεχῶς ἔλεγεν «ὁ μιαιφόνος Ἀλέξανδρος, ὁ θεοῖς ἐχθρὸς Ἀλέξανδρος», ὠργίσθη τε ὡς καὶ αὐτὸς κακῶς ἀκούων, καὶ ἔφη «εἰ μὴ ἀρκέσει σοι ὁ Ἀλέξανδρος, ἀπολέλυσαι».
ὅτι πάνυ πολλοὺς ἀμφʼ αὑτὸν εἶχε, προφάσεις ἐκ προφάσεων καὶ πολέμους ἐκ πολέμων σκηπτόμενος.
ὅτι δεινότατόν που καὶ τοῦτο ἔσχεν ὅτι μὴ μόνον ἐς τοὺς στρατιώτας φιλαναλωτὴς ἀλλὰ καὶ ἐς τὰ ἄλλα πάντα καὶ ἥκιστα αὐτῷ ἦν· ἐφʼ ἓν τοῦτο μόνον τὸ τοὺς ἀνθρώπους πάντας περιδύειν ἀποσυλᾶν καὶ ἐκτρύχειν. χωρὶς γὰρ τῶν στεφάνων τῶν χρυσῶν οὓς ὡς καὶ πολεμίους τινὰς ἀεὶ νικῶν πολλάκις ᾔτει — λέγω δὲ οὐκ αὐτὸ τοῦτο τὸ τῶν στεφάνων ποίημα· πόσον γὰρ τοῦτό γε ἐστίν; ἀλλὰ τὸ τῶν χρημάτων πλῆθος τῶν ἐπʼ ὀνόματι αὐτοῦ διδομένων, οἷς στεφανοῦν αἱ πόλεις τοὺς αὐτοκράτορας εἰώθασιν —, τῶν τε ἐπιτηδείων ἃ πολλὰ καὶ πανταχόθεν τὰ μὲν προῖκα τὰ δὲ καὶ προσαναλίσκοντες ἐσεπρασσόμεθα, ἃ πάντα ἐκεῖνος τοῖς στρατιώταις ἐχαρίζετο ἢ καὶ ἐκαπήλευεν, καὶ τῶν δώρων ἃ καὶ παρὰ τῶν ἰδιωτῶν τῶν πλουσίων καὶ παρὰ τῶν δήμων προσῄτει, τῶν τε τελῶν τῶν τε ἄλλων ἃ καινὰ προσκατέδειξεν, καὶ τοῦ τῆς δεκάτης ἣν ἀντὶ τῆς εἰκοστῆς ὑπέρ τε τῶν ἀπελευθερουμένων καὶ ὑπὲρ τῶν καταλειπομένων τισὶ κλήρων καὶ δωρεᾶς ἐποίησε πάσης, τάς τε διαδοχὰς καὶ τὰς ἀτελείας τὰς ἐπὶ τούτοις τὰς δεδομένας τοῖς πάνυ προσήκουσι τῶν τελευτώντων καταλύσας — οὗ ἕνεκα καὶ Ῥωμαίους πάντας τοὺς ἐν τῇ ἀρχῇ αὐτοῦ, λόγῳ μὲν τιμῶν, ἔργῳ δὲ ὅπως πλείω αὐτῷ καὶ ἐκ τοῦ τοιούτου προσίῃ διὰ τὸ τοὺς ξένους τὰ πολλὰ αὐτῶν μὴ συντελεῖν, ἀπέδειξεν—ἔξω δὴ τούτων ἁπάντων καὶ οἰκίας αὐτῷ παντοδαπάς, ἐπειδὴ τῆς Ῥώμης ἐξώρμησε, καὶ καταλύσεις πολυτελεῖς ἐν μέσαις ταῖς ὁδοῖς καὶ ταῖς βραχυτάταις οἰκείοις δαπανήμασι κατασκευάζειν ἠναγκαζόμεθα, ἐν αἷς οὐχ ὅσον οὐκ ἐνῴκησέ ποτε, ἀλλʼ οὐδὲ ὄψεσθαι αὐτῶν τινὰ ἔμελλε. προσέτι καὶ θέατρα κυνηγετικὰ καὶ ἱπποδρόμους πανταχοῦ, ὅπουπερ καὶ ἐχείμασεν ἢ καὶ χειμάσειν ἤλπισε, κατεσκευάσαμεν, μηδὲν παρʼ αὐτοῦ λαβόντες. καὶ αὐτίκα πάντα κατεσκάφη· οὕτω πως διὰ τοῦτο μόνον ἐγένετο, ἵνʼ ἡμεῖς ἐπιτριβῶμεν.
αὐτὸς δὲ τὰ χρήματα ἔς τε τοὺς στρατιώτας, ὡς ἔφαμεν, καὶ ἐς θηρία ἵππους τε ἐδαπάνα· πάμπολλα γάρ τοι καὶ θηρία καὶ βοτά, τὰ μὲν πλεῖστα παρʼ ἡμῶν καὶ ἀνάγκῃ λαμβάνων, ἤδη δέ τινα καὶ ὠνούμενος, ἀπεκτίννυε, καί ποτε ἑκατὸν ὗς ἅμα αὐτοχειρίᾳ ἔσφαξεν. ἡρματηλάτει τε τῇ οὐενετίῳ στολῇ χρώμενος. ἦν γὰρ ἐς πάντα καὶ θερμότατος καὶ κουφότατος, πρὸς δὲ τούτοις εἶχε καὶ τὸ πανοῦργον τῆς μητρὸς καὶ τῶν Σύρων, ὅθεν ἐκείνη ἦν. ἀγωνοθέτην δὲ ἢ τῶν ἐξελευθέρων τινὰ ἢ τῶν ἄλλων τῶν πλουσίων ἐκάθιζεν, ἵνα καὶ ἐν τούτῳ ἀναλίσκηται· προσεκύνει τε αὐτοὺς κάτωθεν τῇ μάστιγι, καὶ χρυσοῦς ὥσπερ τις τῶν ταπεινοτάτων ᾔτει. καὶ ἔλεγε κατὰ τὸν Ἥλιον τῇ ἁρματηλασίᾳ χρῆσθαι, καὶ ἐσεμνύνετο ἐπʼ αὐτῇ. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον πᾶσα ἡ γῆ ἡ ὑπακούουσα αὐτῷ ἐπορθήθη ὥστε τοὺς Ῥωμαίους ποτὲ ἐν ἱπποδρομίᾳ ἄλλα τε συμβοῆσαι καὶ ὅτι «τοὺς ζῶντας ἀπολοῦμεν, ἵνα τοὺς τεθνεῶτας θάψωμεν». καὶ γὰρ ἔλεγε πολλάκις ὅτι «οὐδένα ἀνθρώπων πλὴν ἐμοῦ ἀργύριον ἔχειν δεῖ, ἵνα αὐτὸ τοῖς στρατιώταις χαρίζωμαι.» καί ποτε τῆς Ἰουλίας ἐπιτιμησάσης αὐτῷ ὅτι πολλὰ ἐς αὐτοὺς ἀνήλισκε, καὶ εἰπούσης ὅτι «οὐκέθʼ ἡμῖν οὔτε δίκαιος οὔτʼ ἄδικος πόρος ὑπολείπεται», ἀπεκρίνατο, τὸ ξίφος δείξας, ὅτι «θάρσει, μῆτερ· ἕως γὰρ ἂν τοῦτʼ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπιλείψει χρήματα».
καὶ μέντοι καὶ τοῖς κολακεύουσιν αὐτὸν καὶ κτήματα καὶ χρήματα ἀπένεμεν.
ὅτι ὁ Ἰούλιος Παῦλος ὑπατικὸς ἀνὴρ ψιθυρὸς καὶ σκωπτικὸς καὶ οὐδὲ αὐτῶν τῶν αὐτοκρατόρων ἀπεχόμενος, ὃν καὶ ὁ Σευῆρος φυλακῇ ἀδέσμῳ παραδέδωκεν. ὡς δὲ ἐν φρουραῖς ὢν ἀπέσκωπτεν εἰς τοὺς βασιλεῖς, μεταπεμψάμενος ὁ Σευῆρος ὤμνυ τὴν κεφαλὴν αὐτοῦ ἐκτεμεῖν. ὁ δὲ ἀπεκρίνατο «ἐκτεμεῖν αὐτὴν δύνασαι, ἐφʼ ὅσον δὲ αὐτὴν ἔχω, οὔτε σὺ οὔτε ἐγὼ κατασχεῖν αὐτὴν δύναμαι», ὥστε γελάσαντα τὸν Σευῆρον ἀπολῦσαι αὐτόν.
Ἰουνίῳ γοῦν Παυλίνῳ πέντε καὶ εἴκοσι μυριάδας ἐχαρίσατο, ὅτι καὶ ἄκων διασιλλῶσαί τι αὐτὸν σκωπτόλης ὢν προήχθη· ἔφη γὰρ αὐτὸν ὀργιζομένῳ τινὶ ἐοικέναι, ἐπεὶ πρὸς τὸ θυμοειδέστερόν πως ἑαυτὸν ἐσχημάτιζεν. οὐδὲν γὰρ τῶν καλῶν ἐλογίζετο· οὐδὲ γὰρ ἔμαθέ τι αὐτῶν, ὡς καὶ αὐτὸς ὡμολόγει, διόπερ καὶ ἐν ὀλιγωρίᾳ ἡμᾶς τούς τι παιδείας ἐχόμενον εἰδότας ἐποιεῖτο. ὁ μὲν γὰρ Σεουῆρος καὶ πάνυ πᾶσι τοῖς ἐς ἀρετὴν τείνουσι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχὴν ἤσκησεν αὐτόν, ὥστε καὶ αὐτοκράτορα ἤδη ὄντα καὶ διδασκάλοις συνεῖναι καὶ τὸ πολὺ τῆς ἡμέρας φιλοσοφεῖν· ἐξηραλοίφει τε, καὶ ἵππευε καὶ ἐς πεντήκοντα καὶ ἑπτακοσίους σταδίους, καὶ προσέτι καὶ νήχεσθαι καὶ ἐν κλύδωνι ἤσκητο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώσθη, τῆς δὲ δὴ παιδεύσεως ὡς οὐδὲ τοὔνομα αὐτῆς πώποτε ἀκηκοὼς ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακογνώμων ἦν, ἀλλὰ καὶ συνίει τὰ πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα· τῇ τε γὰρ ἐξουσίᾳ καὶ τῇ προπετείᾳ, τῷ πάνθʼ ὁμοίως τὰ ἐπελθόντα οἱ ἀπερισκέπτως ἐκλαλεῖν καὶ τῷ μηδὲν αὐτῶν ἐκφαίνειν αἰσχύνεσθαι, καὶ ἐπιτυχίᾳ τινὶ πολλάκις περιέπιπτε. τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. Ἀντωνῖνος βασιλεὺς Ῥωμαίων.
ὅτι ὁ αὐτὸς αὐτογνωμονῶν πολλὰ ἐσφάλη· πάντα τε γὰρ οὐχ ὅτι εἰδέναι ἀλλὰ καὶ μόνος εἰδέναι ἤθελε, καὶ πάντα οὐχ ὅτι δύνασθαι ἀλλὰ καὶ μόνος δύνασθαι ἠβούλετο, καὶ διὰ τοῦτο οὔτε τινὶ συμβούλῳ ἐχρῆτο καὶ τοῖς χρηστόν τι εἰδόσιν ἐφθόνει. ἐφίλησε μὲν γὰρ οὐδένα πώποτε, ἐμίσησε δὲ πάντας τοὺς προφέροντας ἔν τινι, μάλιστα δὲ οὓς μάλιστα ἀγαπᾶν προσεποιεῖτο· καὶ αὐτῶν συχνοὺς καὶ διέφθειρεν τρόπον τινά. ἐφόνευε μὲν γὰρ καὶ ἐκ τοῦ φανεροῦ πολλούς· ἤδη δὲ καὶ πέμπων τινὰς ἐς ἔθνη μὴ ἐπιτήδεια σφίσιν, ἀλλʼ ἐναντίαν τῇ τοῦ σώματος αὐτῶν καταστάσει τὴν τοῦ ἀέρος ἀκρασίαν ἔχοντα, οὕτως αὐτοὺς ὡς καὶ πάνυ τιμῶν ὑπεξῄρει, τοὺς μὲν καύμασι τοὺς δὲ ψύχεσιν ἀκράτοις, οἷς οὐκ ἔχαιρεν, ἐκδιδούς. εἰ δʼ οὖν καὶ ἐφείδετό τινων μὴ ἀποκτεῖναί σφας, ἀλλʼ ἐπίεζέ γε αὐτοὺς ὥστε καὶ κηλιδοῦσθαι. τὸ μὲν οὖν σύμπαν τοιοῦτος ἦν. ἐν δὲ τοῖς πολέμοις ὁποῖος, ἐροῦμεν.
ὅτι Ἄγβαρος ὁ τῶν Ὀσροηνῶν βασιλεὺς ἐπειδὴ ἅπαξ ἐν κράτει τῶν ὁμοφύλων ἐγένετο, οὐδὲν ὅ τι τῶν δεινοτάτων τοὺς προέχοντας αὐτῶν οὐκ ἐξειργάσατο. λόγῳ μὲν ἐς τὰ τῶν Ῥωμαίων ἤθη μεθίστασθαι ἠνάγκαζεν, ἔργῳ δὲ τῆς κατʼ αὐτῶν ἐξουσίας ἀπλήστως ἐνεφορεῖτο.
ἠπατηκὼς γὰρ τὸν βασιλέα τῶν Ὀσροηνῶν Αὔγαρον ὡς δὴ παρὰ φίλον αὐτὸν ἥκειν, ἔπειτα συλλαβὼν ἔδησε, καὶ τὴν Ὀσροηνὴν οὕτως ἀβασίλευτον οὖσαν λοιπὸν ἐχειρώσατο.
τὸν δὲ τῶν Ἀρμενίων βασιλέα διαφερόμενον μετὰ τῶν ἰδίων παίδων ἐκάλεσε μὲν φιλικοῖς γράμμασιν ὡς δὴ εἰρηνεύσων αὐτούς, ἔδρασε δὲ καὶ περὶ τούτους ἃ καὶ περὶ τὸν Αὔγαρον. οὐ μὴν καὶ οἱ Ἀρμένιοι προσεχώρησαν αὐτῷ, ἀλλʼ ἐς ὅπλα ἐχώρησαν, καὶ οὐκέτʼ οὐδεὶς αὐτῷ τὸ παράπαν οὐδὲν ἐπίστευσεν, ὥστε καὶ ἔργῳ αὐτὸν ἐκμαθεῖν ὅσον αὐτοκράτορι ζημίωμά ἐστι τό τι ἀπατηλὸν πρὸς φίλους πρᾶξαι.
ὅτι ὁ αὐτὸς μέγιστον ἐμεγαλοφρόνει ὅτι τοῦ Οὐολογαίσου τοῦ τῶν Πάρθων βασιλέως τελευτήσαντος οἱ παῖδες περὶ τῆς βασιλείας ἐμάχοντο, ὡς ἐξ ἰδίας παρασκευῆς τὸ κατὰ τύχην συμβὰν γεγονὸς προσποιούμενος. οὕτω που σφόδρα ἀεὶ καὶ τῷ ἔργῳ καὶ τῇ διχοστασίᾳ τῇ τῶν ἀδελφῶν καὶ τῇ τῶν ἀλλοτρίων ἀλληλοφονίᾳ ἔχαιρεν.
οὐκ ὤκνησε δὲ γράψαι πρὸς τὸ συνέδριον καὶ περὶ τῶν ἐν Πάρθοις βασιλευόντων, ἀδελφῶν τε ὄντων καὶ πρὸς ἀλλήλους στασιαζόντων, ὅτι ἡ τῶν ἀδελφῶν διαφορὰ μέγα τι κακὸν τὸ κοινὸν τῶν Πάρθων ἐργάσεται, ὥσπερ που τῶν βαρβαρικῶν πραγμάτων φθαρῆναι διὰ τοῦτο δυναμένων, τῶν δὲ Ῥωμαϊκῶν σεσωσμένων ἀλλʼ οὐκ ἄρδην τρόπον τινὰ ἀνατετραμμένων, οὐ κατʼ ἐκεῖνο μόνον ὅτι ἐπὶ μεγάλῳ τῶν ἀνθρώπων κακῷ τοσαῦτα καὶ τοιαῦτα τῆς τοῦ ἀδελφοῦ σφαγῆς ὑποφόνια τοῖς στρατιώταις ἐδεδώκει, ἀλλʼ ὅτι καὶ πάμπολλοι ἐσυκοφαντήθησαν, οὐχ ὅπως οἱ ἐπιστείλαντές τι ἢ δωροφορήσαντες αὐτῷ ἢ Καίσαρι ἔτι ὄντι ἢ καὶ αὐτοκράτορι γενομένῳ, ἀλλὰ καὶ οἱ λοιποὶ οἷς μηδεπώποτε πρᾶγμα πρὸς αὐτὸν ἐγεγόνει. καὶ εἴ γέ τις ἔγραψε τὸ ὄνομα τὸ τοῦ Γέτα μόνον ἢ εἶπε μόνον, εὐθὺς ἀπώλετο. ὅθεν οὐδʼ ἐν ταῖς κωμῳδίαις οἱ ποιηταὶ ἔτι αὐτῷ ἐχρῶντο· καὶ γὰρ καὶ αἱ οὐσίαι πάντων ὧν ἐν ταῖς διαθήκαις αὐτοῦ τὸ ὄνομα γεγραμμένον εὑρέθη ἐδημοσιώθησαν.
ὅτι πολλὰ καὶ ἀργυρολογίας ἕνεκα ἐποίει.
ὅτι καὶ μῖσος πρὸς τὸν τετελευτηκότα ἀδελφὸν ἐπεδείκνυτο καταλύσας τὴν τῶν γενεσίων αὐτοῦ τιμήν, καὶ τοῖς τὰς εἰκόνας αὐτοῦ βαστάσασι λίθοις ὠργίζετο, καὶ τὸ νόμισμα τὸ προφέρον αὐτὸν συνεχώνευσεν. καὶ οὐδὲ ταῦτα ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τότε μάλιστα ἀνοσιουργεῖν ἐπετήδευσε καὶ τοὺς ἄλλους μιαιφονεῖν ἠνάγκαζεν, ὥσπερ τινὰ ἐναγισμὸν ἐτήσιον τῷ ἀδελφῷ ποιούμενος.
ὅτι τοιαῦτα ἐπὶ τῷ ἐκείνου φόνῳ φρονῶν καὶ πράττων χαίρειν τῇ τῶν βαρβάρων ἀδελφῶν διχοστασίᾳ ὡς καὶ μέγα τι κακὸν ἐκ τούτου τῶν Πάρθων πεισομένων.
οὐ μέντοι καὶ τὰ Κελτικὰ ἔθνη οὔθʼ ἡδονὴν οὔτε σοφίας ἢ ἀνδρείας προσποίησίν τινα ἤνεγκεν, ἀλλὰ καὶ πάνυ καὶ ἀπατεῶνα καὶ εὐήθη καὶ δειλότατον αὐτὸν ἐξήλεγξεν ὄντα.
ὅτι ὁ Ἀντωνῖνος ἐς τοὺς Ἀλαμαννοὺς στρατεύσας διέταττεν, εἴ πού τι χωρίον ἐπιτήδειον πρὸς ἐνοίκησιν εἶδεν, «ἐνταῦθα φρούριον τειχισθήτω, ἐνταῦθα πόλις οἰκοδομηθήτω». καὶ ἐπωνυμίας γέ τινας τοῖς τόποις ἀφʼ ἑαυτοῦ ἐπωνόμαζε, τῶν ἐπιχωρίων μὴ ἀλλοιουμένων· οἱ μὲν γὰρ ἠγνόουν, οἱ δὲ παίζειν αὐτὸν ἐδόκουν. ἐξ οὗ δὴ καταφρονήσας αὐτῶν οὐδὲ ἐκείνων ἀπέσχετο, ἀλλʼ οἷς συμμαχήσων ἀφῖχθαι ἔλεγεν, τούτους τὰ τῶν πολεμιωτάτων ἔδρασε· συνεκάλεσε γὰρ τὴν ἡλικίαν αὐτῶν ὡς καὶ μισθοφορήσουσαν, καὶ πᾶσαν ἀπὸ παραγγέλματος, αὐτὸς τὴν ἀσπίδα ἀναδείξας, ἐνεκυκλώσατο καὶ κατέκοψε, καὶ τοὺς λοιπούς, περιπέμψας ἱππέας, συνέλαβεν.
ὅτι ὁ Ἀντωνῖνος Πανδίονα, ἄνδρα πρότερον μὲν ἡνιόχων ὑπηρέτην γενόμενον, ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Ἀλαμαννοὺς ἁρματηλατοῦντα αὐτῷ καὶ κατὰ τοῦτο καὶ ἑταῖρον ὄντα καὶ συστρατιώτην, ἐπῄνεσεν ἐν τῇ γερουσίᾳ διὰ γραμμάτων ὡς καὶ ἐκ κινδύνου τινὸς ἐξαισίου ὑπʼ αὐτοῦ σωθείς, οὐδʼ ᾐσχύνθη πλείονα ἐκείνῳ χάριν ἢ τοῖς στρατιώταις, οὓς καὶ ἡμῶν ἀεὶ κρείττους ἦγεν, ἔχων.
ὅτι τῶν ἐλλογιμωτάτων οὓς ἔσφαξεν ὁ Ἀντωνῖνος ἀτάφους τινὰς ῥίπτεσθαι ἐκέλευσε.
ὅτι τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασεν, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους συγγράψαντι κενοτάφιον ἔχωσε, τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν, ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου.
ἐν μέντοι ταῖς ἀναγκαίαις καὶ κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος, τὰ μὲν διακονικὰ ὑπηρετήματα καὶ πάνυ ἀκριβῶς ἐξ ἴσου τοῖς ἄλλοις διαπονούμενος — καὶ γὰρ συνεβάδιζε τοῖς στρατιώταις καὶ συνέτρεχε, μὴ λουτρῷ χρώμενος, μὴ τὴν ἐσθῆτα ἀλλάσσων, ἀλλὰ καὶ πᾶν ἔργον συνεργαζόμενος καὶ πᾶσαν τροφὴν τὴν αὐτὴν ἐκείνοις αἱρούμενος· καὶ πολλάκις καὶ πρὸς τοὺς προέχοντας τῶν πολεμίων πέμπων προεκαλεῖτο αὐτοὺς ἐς μονομαχίαν —, τὰ δὲ δὴ στρατηγικά, ὧνπερ που καὶ μάλιστα διαπεφυκέναι αὐτὸν ἐχρῆν, ἥκιστα καλῶς μεταχειριζόμενος, ὡς ἂν τῆς νίκης ἐν ἐκείνοις τοῖς ὑπηρετήμασιν ἀλλʼ οὐκ ἐν ταύτῃ τῇ ἐπιστήμῃ οὔσης.
ἐπολέμησε καὶ πρός τινας Κέννους, Κελτικὸν ἔθνος· οὓς λέγεται μετὰ τοσούτου θυμοῦ προσπεσεῖν τοῖς Ῥωμαίοις ὥστε καὶ τὰ βέλη, οἷς ὑπὸ τῶν Ὀσροηνῶν ἐτιτρώσκοντο, τοῖς στόμασιν ἐκ τῶν σαρκῶν ἀποσπᾶν, ἵνα μὴ τὰς χεῖρας ἀπὸ τῶν σφαγῶν αὐτῶν ἀποδιατρίβωσιν. οὐ μέντοι ἀλλὰ καὶ αὐτοὶ τὸ τῆς ἥττης ὄνομα πολλῶν χρημάτων ἀποδόμενοι συνεχώρησαν αὐτῷ ἐς τὴν Γερμανίαν ἀποσωθῆναι. τούτων γυναῖκες ἁλοῦσαι ὑπὸ τῶν Ῥωμαίων, ἐρωτήσαντος αὐτὰς τοῦ Ἀντωνίνου πότερον πραθῆναι ἢ φονευθῆναι βούλονται, τοῦθʼ εἵλοντο· ἔπειτʼ ἀπεμποληθεῖσαι πᾶσαι μὲν ἑαυτάς, εἰσὶ δʼ αἳ καὶ τὰ τέκνα ἀπέκτειναν.
ὅτι πολλοὶ καὶ τῶν παρʼ αὐτῷ τῷ ὠκεανῷ περὶ τὰς τοῦ Ἄλβιδος ἐκβολὰς οἰκούντων ἐπρεσβεύσαντο πρὸς αὐτὸν φιλίαν αἰτοῦντες, ἵνα χρήματα λάβωσιν. ἐπειδὴ γὰρ οὕτως ἐπεπράγει, συχνοὶ αὐτῷ ἐπέθεντο πολεμήσειν ἀπειλοῦντες, οἷς πᾶσι συνέθετο. καὶ γὰρ εἰ καὶ παρὰ γνώμην αὐτοῖς ἐλέγετο, ἀλλʼ ὁρῶντες τοὺς χρυσοῦς ἐδουλοῦντο· ἀληθεῖς γὰρ τοὺς χρυσοῦς αὐτοῖς ἐδωρεῖτο. τοῖς δὲ δὴ Ῥωμαίοις κίβδηλον καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεῖχεν· τὸ μὲν γὰρ ἐκ μολίβδου καταργυρούμενον, τὸ δὲ ἐκ χαλκοῦ καταχρυσούμενον ἐσκευάζετο.
ὅτι ὁ αὐτὸς τὰ μὲν ἄντικρυς ὡς καὶ καλὰ καὶ ἐπαίνου ἄξια, καὶ τὰ αἴσχιστα, ἐφανέρου, τὰ δὲ καὶ ἄκων διʼ αὐτῶν ὧν ἀντικατεσκεύαζεν ἐξέφαινεν, ὥσπερ που καὶ περὶ τῶν χρημάτων.
ὅτι πᾶσαν τὴν γῆν πᾶσαν δὲ τὴν θάλασσαν ἐπόρθησεν ὁ Ἀντωνῖνος, καὶ οὐδὲν ὅ τι τῶν ἁπάντων ἀκάκωτον κατέλιπεν.
ὅτι τὸν Ἀντωνῖνον ἔκφρονα καὶ παραπλῆγα αἱ τῶν πολεμίων ἐπῳδαὶ ἐπεποιήκεσαν· ἀκούοντες γάρ τινες τῶν Ἀλαμαννῶν ἔφασαν ὅτι μαγγανείαις τισὶν ἐπʼ ἐκπλήξει τῶν φρενῶν αὐτοῦ κέχρηνται. ἐνόσει μὲν γὰρ καὶ τῷ σώματι τὰ μὲν ἐμφανέσι τὰ δὲ καὶ ἀρρήτοις ἀρρωστήμασιν, ἐνόσει δὲ καὶ τῇ ψυχῇ πικροῖς τισι φαντάσμασι, καὶ πολλάκις γε καὶ ἐλαύνεσθαι ὑπό τε τοῦ πατρὸς ὑπό τε τοῦ ἀδελφοῦ ξιφηρῶν ἐδόκει. καὶ διὰ ταῦτα ἐψυχαγώγησε μέν, ὅπως τινὰ ἄκεσιν αὐτῶν λάβῃ, ἄλλας τέ τινας καὶ τὴν τοῦ πατρὸς τοῦ τε Κομμόδου ψυχήν, εἶπε δʼ οὐδεὶς οὐδὲν αὐτῷ πλὴν τοῦ Κομμόδου· τῷ γὰρ Σεουήρῳ καὶ ὁ Γέτας, ὥς φασι, καὶ ἄκλητος ἐφέσπετο. οὐ μὴν οὐδὲ ἐκεῖνος ἐξέφηνεν ὠφελῆσαι αὐτόν, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὥστε καὶ προσεκφοβῆσαι· ἔφη γὰρ ταῦτα,
«στεῖχε δίκης ἆσσον, θεοῦ δίκης αἰτοῦσι Σεουήρῳ», εἶθʼ ἕτερόν τι, καὶ ἐπὶ τελευτῆς
«ἐν κρυφίοισι τόποισιν ἔχων δυσαλθέα νοῦσον».
ἐπὶ μὲν δὴ τούτοις δημοσιευθεῖσι πολλοὶ ἐπηρεάσθησαν· ἐκείνῳ δὲ οὐδεὶς οὐδὲ τῶν θεῶν οὐδὲν οὔτε ἐς τὴν τοῦ σώματος οὔτε ἐς τὴν τῆς ψυχῆς ἴασιν φέρον, καίτοι πάντας τοὺς ἐπιφανεστάτους θεραπεύσαντι, ἔχρησεν. ἀφʼ οὗπερ ἐναργέστατα διεδείχθη ὅτι μήτε τοῖς ἀναθήμασι μήτε ταῖς θυσίαις ἀλλὰ τοῖς βουλήμασι καὶ ταῖς πράξεσιν αὐτοῦ προσεῖχον. οὔτε γὰρ ὁ Ἀπόλλων ὁ Γράννος οὔθʼ ὁ Ἀσκληπιὸς οὔθʼ ὁ Σάραπις καίπερ πολλὰ ἱκετεύσαντι αὐτῷ πολλὰ δὲ καὶ προσκαρτερήσαντι ὠφέλησεν. ἔπεμψε γὰρ αὐτοῖς καὶ ἀποδημῶν καὶ εὐχὰς καὶ θυσίας καὶ ἀναθήματα, καὶ πολλοὶ καθʼ ἑκάστην οἱ τοιοῦτό τι φέροντες διέθεον· ἦλθε δὲ καὶ αὐτὸς ὡς καὶ τῇ παρουσίᾳ τι ἰσχύσων, καὶ ἔπραξεν πάνθʼ ὅσα οἱ θρησκεύοντές τι ποιοῦσιν, ἔτυχε δʼ οὐδενὸς τῶν ἐς ὑγίειαν τεινόντων.
ὅτι λέγων εὐσεβέστατος πάντων ἀνθρώπων εἶναι περιττότητι μιαιφονιῶν κατεχρήσατο, τῶν ἀειπαρθένων τέσσαρας ἀποκτείνας, ὧν μίαν αὐτός, ὅτε γε καὶ ἐδύνατο, ᾐσχύγκει· ὕστερον γὰρ ἐξησθένησεν πᾶσα αὐτῷ ἡ περὶ τὰ ἀφροδίσια ἰσχύς. ἀφʼ οὗπερ καὶ ἕτερόν τινα τρόπον αἰσχρουργεῖν ἐλέγετο, καὶ ἀπʼ αὐτοῦ καὶ ἕτεροι τῶν ὁμοιοτρόπων, οἳ οὐχ ὅτι ὡμολόγουν τοιοῦτό τι ποιεῖν, ἀλλὰ καὶ ὑπὲρ τῆς σωτηρίας δὴ τῆς ἐκείνου πράττειν ταῦτα ἔφασκον.
ὅτι νεανίσκος τις ἱππεὺς νόμισμα τὴν εἰκόνα αὐτοῦ ἐς πορνεῖον ἐσήνεγκεν, ἔδειξαν· ἐφʼ ᾧ δὴ τότε μὲν ὡς καὶ θανατωθησόμενος ἐδέθη, ὕστερον δὲ τελευτῆσαι φθάσαντος αὐτοῦ ἀπελύθη. ἡ δὲ δὴ κόρη αὕτη, περὶ ἧς λέγω, Κλωδία Λαῖτα ὠνομάζετο· ἥτις καὶ μέγα βοῶσα «οἶδεν αὐτὸς Ἀντωνῖνος ὅτι παρθένος εἰμί, οἶδεν αὐτὸς ὅτι καθαρεύω» ζῶσα κατωρύγη. καὶ συνεκοινώνησαν αὐτῇ καὶ ἕτεραι τρεῖς τῆς καταδίκης, ὧν αἱ μὲν δύο, Αὐρηλία τε Σεουῆρα καὶ Πομπωνία Ῥουφῖνα, ὁμοίως ἀπέθανον, Καννουτία δὲ Κρησκεντῖνα ἑαυτὴν ἄνωθεν ἀπὸ τῆς οἰκίας ἔρριψεν.
ὅτι καὶ περὶ τῶν μοιχευόντων τὸ αὐτὸ ἐποίει· μοιχικώτατος γὰρ ἀνδρῶν, ἐς ὅσον γε καὶ ἠδυνήθη, γενόμενος τοὺς ἄλλους τοιαύτην αἰτίαν ἔχοντας καὶ ἤχθαιρε καὶ ἐφόνευε παρὰ τὰ νενομισμένα. καὶ πᾶσι τοῖς ἀγαθοῖς ἀνδράσιν ἀχθόμενος τιμᾶν τινας αὐτῶν ἀποθανόντας ἐπλάττετο.
ὅτι Ἀντωνῖνος πᾶσιν ἐπετίμα καὶ ἐνεκάλει ὅτι οὐδὲν αὐτὸν ᾔτουν· καὶ ἔλεγε πρὸς πάντας «δῆλόν ἐστιν ὅτι οὐ θαρρεῖτέ μοι ἐξ ὧν μὴ αἰτεῖτέ με. εἰ δὲ μὴ θαρρεῖτε, ὑποπτεύετέ με, εἰ δὲ ὑποπτεύετε, φοβεῖσθε, εἰ δὲ φοβεῖσθε, μισεῖτε». ταῦτα δὲ πρόφασιν ἐπιβουλῆς ἐποιεῖτο.
ὅτι Ἀντωνῖνος Κορνιφικίαν μέλλων ἀναιρεῖν, ὡς δῆθεν τιμῶν ἐκέλευσεν αὐτὴν ἑλέσθαι θάνατον ὃν βούλεται ἀποθανεῖν. ἡ δὲ κλαύσασα πολλά, καὶ μνησθεῖσα τοῦ πατρὸς Μάρκου καὶ τοῦ πάππου Ἀντωνίνου καὶ τοῦ ἀδελφοῦ Κομμόδου, τέλος ἐπήγαγεν ταῦτα «ὦ δυστυχὲς ψυχίδιον ἐν πονηρῷ σώματι καθειργμένον, ἔξελθε, ἐλευθερώθητι, δεῖξον αὐτοῖς ὅτι Μάρκου θυγάτηρ εἶ, κἂν μὴ θέλωσιν». καὶ ἀποθεμένη πάντα τὸν κόσμον ὃν περιεβέβλητο, καὶ εὐθετήσασα ἑαυτὴν τὰς φλέβας ἐπέτεμε καὶ ἀπέθανεν.
ὅτι ἐς τὴν Θρᾴκην ἀφίκετο ὁ Ἀντωνῖνος μηδὲν ἔτι τῆς Δακίας φροντίσας, καὶ τὸν Ἑλλήσποντον οὐκ ἀκινδύνως διαβαλὼν τόν τε Ἀχιλλέα καὶ ἐναγίσμασι καὶ περιδρομαῖς ἐνοπλίοις καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν ἐτίμησε, καὶ ἐπὶ τούτῳ ἐκείνοις τε, ὡς καὶ μέγα τι κατωρθωκόσι καὶ τὸ Ἴλιον ὡς ἀληθῶς αὐτὸ τὸ ἀρχαῖον ᾑρηκόσι, χρήματα ἔδωκε, καὶ αὐτὸν τὸν Ἀχιλλέα χαλκοῦν ἔστησεν.
ὅτι εἰς Πέργαμον ὁ Ἀντωνῖνος παραγενόμενος καί τινων ἀμφισβητούντων ἔδοξεν ἔκ τινος μαντείου ἔπος τοιοῦτον περιφέρειν,
«Τηλεφίης γαίης ἐπιβήσεται Αὐσόνιος θήρ». καὶ ὅτι μὲν θὴρ ἐπεκλήθη, ἔχαιρε καὶ ἐσεμνύνετο καὶ πολλοὺς πάνυ ἀθρόως ἀνεῖλεν. ὁ δὲ τὸ ἔπος ποιήσας ἐγέλα καὶ ἔλεγεν ὅτι αὐτὸς τὸ ἔπος ἐποίησεν, ἐνδεικνύμενος ὅτι παρὰ πεπρωμένην οὐκ ἄν τις ἀποθάνοι, ἀλλʼ ἔστιν ἀληθὲς τὸ δημῶδες ὅτι ψεῦσται καὶ ἀπατεῶνες οὐδʼ ἂν ἀληθὲς εἴπωσί ποτε πιστεύονται.
ἐδίκαζε μὲν οὖν ἤ τι ἢ οὐδέν, τὸ δὲ δὴ πλεῖστον τοῖς τε ἄλλοις καὶ τῇ φιλοπραγμοσύνῃ ἐσχόλαζε. πάντα γὰρ δή οἱ πανταχόθεν καὶ τὰ βραχύτατα ἀνηγγέλλετο· καὶ διὰ τοῦτο καὶ τοὺς στρατιώτας τοὺς ὠτακουστοῦντάς τε καὶ διοπτεύοντας αὐτὰ προσέταξεν ὑπὸ μηδενὸς πλὴν ὑφʼ ἑαυτοῦ κολάζεσθαι. καὶ ἐγένετο κατὰ τοῦτο οὐδὲν χρηστόν, ἀλλʼ ἐτυράννησαν ἡμῶν καὶ ἐκεῖνοι. καὶ ὅ γε μάλιστα καὶ ἀσχημονέστατον καὶ ἀναξιώτατον καὶ τῆς γερουσίας καὶ τοῦ δήμου Ῥωμαίων ἐγένετο, καὶ εὐνοῦχος ἡμῶν, τὸ γένος Ἴβηρ, τὸ δὲ ὄνομα Σεμπρώνιος Ῥοῦφος, τὸν δὲ δὴ τρόπον φαρμακεὺς καὶ γόης, ἐφʼ ᾧ δὴ καὶ ὑπὸ Σεουήρου ἐς νῆσον κατεκέκλειτο, κατεκράτησε. καὶ ὁ μὲν ἔμελλέ που δίκην ἐπὶ τούτῳ δώσειν ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐνδείξαντές τινας· ἐκεῖνος δὲ ἐπήγγελλε μὲν ὡς καὶ μετὰ τὴν ἕω αὐτίκα δικάσων ἢ καὶ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ ἡμᾶς καὶ ὑπὲρ τὴν μεσημβρίαν καὶ πολλάκις καὶ μέχρι τῆς ἑσπέρας, μηδὲ ἐς τὰ πρόθυρα ἐσδεχόμενος ἀλλʼ ἔξω που ἑστῶτας· ὀψὲ γάρ ποτε ἔδοξεν αὐτῷ μηκέτι μηδʼ ἀσπάζεσθαι ἡμᾶς ὡς πλήθει. ἐν δὲ τούτῳ τά τε ἄλλα ἐφιλοπραγμόνει ὥσπερ εἶπον, καὶ ἅρματα ἤλαυνε θηρία τε ἔσφαζε καὶ ἐμονομάχει καὶ ἔπινε καὶ ἐκραιπάλα, καὶ τοῖς στρατιώταις τοῖς τὴν ἔνδον αὐτοῦ φρουρὰν ἔχουσι καὶ κρατῆρας πρὸς τῇ ἄλλῃ τροφῇ ἐκεράννυε καὶ κύλικας παρόντων καὶ ἡμῶν καὶ ὁρώντων διέπεμπε, καὶ μετὰ τοῦτο ἔστιν ὅτε καὶ ἐδίκαζε.
ταῦτά τε ἐν τῇ Νικομηδείᾳ χειμάσας ἔπραξε, καὶ τὴν φάλαγγα τὴν Μακεδονικὴν ἐξήσκησε, μηχανήματά τε δύο μέγιστα πρός τε τὸν Ἀρμενικὸν καὶ πρὸς τὸν Παρθικὸν πόλεμον κατεσκεύασεν, ἵνα διαλύσας αὐτὰ ἐπὶ πλοίων ἐς τὴν Συρίαν ἀποκομίσῃ. τὰ δὲ ἄλλα ἐμιαιφόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν. οὐδὲ ἐπείθετο οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῇ μητρὶ πολλὰ καὶ χρηστὰ παραινούσῃ, καίτοι καὶ τὴν τῶν βιβλίων τῶν τε ἐπιστολῶν ἑκατέρων, πλὴν τῶν πάνυ ἀναγκαίων, διοίκησιν αὐτῇ ἐπιτρέψας, καὶ τὸ ὄνομα αὐτῆς ἐν ταῖς πρὸς τὴν βουλὴν ἐπιστολαῖς ὁμοίως τῷ τε ἰδίῳ καὶ τῷ τῶν στρατευμάτων, ὅτι σώζεται, μετʼ ἐπαίνων πολλῶν ἐγγράφων. τί γὰρ δεῖ λέγειν ὅτι καὶ ἠσπάζετο δημοσίᾳ πάντας τοὺς πρώτους καθάπερ καὶ ἐκεῖνος; ἀλλʼ ἡ μὲν καὶ μετὰ τούτων ἔτι μᾶλλον ἐφιλοσόφει, ὁ δὲ ἔλεγε μὲν μηδενὸς ἔξω τῶν ἀναγκαίων προσδεῖσθαι, καὶ ἐπὶ τούτῳ καὶ ἐσεμνύνετο ὡς ὅτι εὐτελεστάτῃ τῇ διαίτῃ χρῆσθαι δυνάμενος, ἦν δὲ οὐδὲν οὐκ ἐπίγειον, οὐ θαλάττιον, οὐκ ἀέριον, ὃ μὴ οὐ καὶ ἰδίᾳ καὶ δημοσίᾳ αὐτῷ παρείχομεν. καὶ ἀπʼ αὐτῶν ἐλάχιστα μὲν τοῖς φίλοις τοῖς συνοῦσίν οἱ ἀνήλισκεν — οὐδὲ γὰρ συσσιτεῖν ἔθʼ ἡμῖν ἤθελεν —, τὰ δὲ δὴ πλείω μετὰ τῶν ἐξελευθέρων ἐδαπάνα. τοῖς δὲ μάγοις καὶ γόησιν οὕτως ἔχαιρεν ὡς καὶ Ἀπολλώνιον τὸν Καππαδόκην τὸν ἐπὶ τοῦ Δομιτιανοῦ ἀνθήσαντα ἐπαινεῖν καὶ τιμᾶν, ὅστις καὶ γόης καὶ μάγος ἀκριβὴς ἐγένετο, καὶ ἡρῷον αὐτῷ κατασκευάσαι.
ἐκστρατεύσαντι δὲ αὐτῷ κατὰ τῶν Πάρθων πρόφασις τοῦ πολέμου ἦν ὅτι Οὐολόγαισος τόν τε Τιριδάτην καὶ Ἀντίοχόν τινα μετʼ αὐτοῦ ἐξαιτήσαντι αὐτῷ οὐκ ἐξέδωκεν. ὁ δὲ Ἀντίοχος Κίλιξ μὲν ἦν καὶ φιλοσοφεῖν κυνηδὸν τὰ πρῶτα ἐπλάττετο, καὶ πλεῖστά γε ἐκ τούτου τοὺς στρατιώτας ἐν τῷ πολέμῳ ὠφέλησεν· ἀπαλγοῦντας γὰρ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπερρώννυεν, ἔς τε τὴν χιόνα ῥίπτων ἑαυτὸν καὶ ἐν αὐτῇ καλινδούμενος, ὅθενπερ καὶ χρημάτων καὶ τιμῶν καὶ παρʼ αὐτοῦ τοῦ Σεουήρου καὶ παρὰ τοῦ Ἀντωνίνου ἔτυχεν· ἐπαρθεὶς δὲ ἐπὶ τούτοις τῷ Τιριδάτῃ συνεξητάσθη, καὶ μετʼ αὐτοῦ πρὸς τὸν Πάρθον ηὐτομόλησε. Ἀντίοχος ὁ αὐτόμολος ἀπαλγοῦντες. ὅτι ὁ Ἀντωνῖνος ἑαυτὸν διέβαλε, φάσκων ὅτι τῶν Κελτῶν τὴν θρασύτητα καὶ τὴν ἀπληστίαν τήν τε ἀπιστίαν, ἀνάλωτον οὖσαν βίᾳ, ἀπατήσας εἰλήφει. ὅτι ὁ αὐτὸς τὸν μὲν Λουσκῖνον τὸν Φαβρίκιον ἐπῄνει ὅτι μὴ ἠθέλησε τὸν Πύρρον διὰ τοῦ φίλου αὐτοῦ δολοφονῆσαι, ἐμεγαλοφρονεῖτο δὲ ἐπὶ τῷ τοὺς Οὐανδίλους καὶ τοὺς Μαρκομάνους φίλους ὄντας ἀλλήλοις συγκεκρουκέναι, καὶ ὅτι καὶ τὸν τῶν Κουάδων βασιλέα Γαϊοβόμαρον κατηγορηθέντα ἀπεκτόνει. καὶ ὅτι τῶν συνόντων τις καὶ συγκατηγορουμένων αὐτῷ προαπήγξατο, ἐπέτρεψε τοῖς βαρβάροις τὸν νεκρὸν αὐτοῦ κατατρῶσαι, ἵνʼ ὡς καὶ καταδεδικασμένος ἐσφάχθαι, ἀλλὰ μὴ ἑκουσίως, ὅπερ εὔδοξον παρʼ αὐτοῖς ἐνομίζετο, τετελευτηκέναι νομισθείη.
ὅτι Καικίλιον Αἰμιλιανὸν τῆς Βαιτικῆς ἄρξαντα ὡς καὶ τῷ Ἡρακλεῖ τῷ ἐν τοῖς Γαδείροις χρησάμενον ἀπέκτεινεν.
πρὶν δὲ ἀπᾶραι ἀπὸ Νικομηδείας, ἀγῶνα μονομαχίας ἐν αὐτῇ ἐπὶ τοῖς ἑαυτοῦ γενεθλίοις ἐποίησεν· οὐδὲ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῶν φόνων ἀπείχετο. ἔνθα λέγεται, ἡττηθέντος τινὸς καὶ ἱκετεύοντος αὐτὸν ὅπως σωθῇ, τὸν Ἀντωνῖνον εἰπεῖν «ἄπελθε καὶ τοῦ ἀντιπάλου δεήθητι· ἐμοὶ γὰρ οὐκ ἔξεστί σου φείσασθαι». καὶ οὕτως ὁ ἄθλιος, τάχʼ ἂν ὑπὸ τοῦ ἀνταγωνιστοῦ σωθεὶς εἰ μὴ τοῦτο εἴρητο, διεφθάρη· οὐ γὰρ ἐτόλμησεν αὐτὸν ἀφεῖναι, ἵνα μὴ καὶ φιλανθρωπότερος τοῦ αὐτοκράτορος εἶναι δόξῃ.
καὶ μέντοι τοιαῦτα ποιῶν, καὶ ἐν τῇ Ἀντιοχείᾳ τρυφῶν ὥστε καὶ τὸ γένειον πάνυ ψιλίζεσθαι, αὐτός τε ὠδύρετο ὡς ἐν μεγάλοις δή τισι καὶ πόνοις καὶ κινδύνοις ὤν, καὶ τῇ γερουσίᾳ ἐπετίμα, τά τε ἄλλα ῥᾳστωνεύειν σφᾶς λέγων καὶ μήτε συνιέναι προθύμως μήτε κατʼ ἄνδρα τὴν γνώμην διδόναι. καὶ τέλος ἔγραψεν ὅτι οἶδα μὲν ὅτι οὐκ ἀρέσκει τὰ ἐμὰ ὑμῖν· διὰ τοῦτο μέντοι καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μηδὲν τῶν λογοποιουμένων ἐπιστρέφωμαι.
τοῦ δὲ Πάρθου φοβηθέντος καὶ τὸν Τιριδάτην καὶ τὸν Ἀντίοχον ἐκδόντος, ἀφῆκε τὴν στρατείαν ἐν τῷ παραυτίκα. ἐς δὲ τοὺς Ἀρμενίους στείλας τὸν Θεόκριτον μετὰ στρατιᾶς ἰσχυρῶς ἔπταισε παρʼ αὐτῶν ἡττηθείς.
ὅτι Θεόκριτος ὁ Καισάρειος, διʼ οὗ ὀρχεῖσθαι ὁ Ἀντωνῖνος μεμάθηκεν, καὶ παιδικὰ τοῦ Σαωτέρου ἐγεγόνει καὶ κατὰ τοῦτο καὶ ἐς τὸ τῶν Ῥωμαίων θέατρον ἐσῆκτο. ἐπεὶ δὲ κακῶς ἐν αὐτῷ ἐφέρετο, ἐκ μὲν τῆς Ῥώμης ἐξέπεσεν, ἐς δὲ τὸ Λούγδουνον ἐλθὼν ἐκείνους ἅτε καὶ ἀγροικοτέρους ἔτερπε, καὶ ἐκ δούλου καὶ ἐξ ὀρχηστοῦ καὶ στρατιάρχης καὶ ἔπαρχος ἐγένετο.
ἦν δὲ ὁ Θεόκριτος ἐκ δούλου γεγονὼς καὶ τῇ ὀρχήστρᾳ ἐμπαιδοτριβηθείς, ἐς τοσαύτην μέντοι ἤλασε δυναστείαν παρʼ Ἀντωνίνῳ ὡς μηδὲν εἶναι ἄμφω πρὸς αὐτὸν τοὺς ἐπάρχους. τὰ δʼ ἴσα αὐτῷ καὶ Ἐπάγαθος, Καισάρειος καὶ αὐτὸς ὤν, καὶ ἠδύνατο καὶ παρηνόμει. ὁ γοῦν Θεόκριτος — διεφοίτα γὰρ ἄνω καὶ κάτω τῆς τῶν ἐπιτηδείων καὶ παρασκευῆς καὶ καπηλείας ἕνεκεν — συχνοὺς διά τε ταῦτα καὶ ἄλλως ἀπέκτεινε· μεθʼ ὧν καὶ Τιτιανὸς Φλάουιος ἐφονεύθη. ἐπιτροπεύων γὰρ ἐν τῇ Ἀλεξανδρείᾳ προσέπταισέ τι αὐτῷ, κἀκεῖνος ἀναπηδήσας ἐκ τοῦ βάθρου τὸ ξίφος ἐσπάσατο· ἐφʼ ᾧ ὁ Τιτιανός «καὶ τοῦτο» εἶπεν «ὡς ὀρχηστὴς ἐποίησας». ὅθεν ἐκεῖνος ὑπεραγανακτήσας ἀποσφαγῆναι αὐτὸν ἐκέλευσεν.
ὁ δὲ Ἀντωνῖνος, καίτοι τὸν Ἀλέξανδρον ὑπεραγαπᾶν φάσκων, τοὺς ἐκείνου πολίτας μικροῦ δεῖν πάντας ἄρδην ἀπώλεσεν. ἀκούων γὰρ ὅτι διαβάλλοιτο καὶ σκώπτοιτο παρʼ αὐτῶν ἐπί τε τοῖς ἄλλοις καὶ οὐχ ἥκιστα τῇ ἀδελφοκτονίᾳ, ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ἐπικρυπτόμενος τὴν ὀργὴν καὶ ποθεῖν αὐτοὺς προσποιούμενος. ἐπεὶ δὲ ἐς τὸ προάστειον ἦλθε, τοὺς μὲν πρώτους αὐτῶν μεθʼ ἱερῶν τινων ἀπορρήτων ἐλθόντας δεξιωσάμενος ὡς καὶ συνεστίους ποιῆσαι ἀπέκτεινε, μετὰ δὲ τοῦτο πάντα τὸν στρατὸν ἐξοπλίσας ἐς τὴν πόλιν ἐνέβαλε, πᾶσι μὲν τοῖς τῇδε ἀνθρώποις προπαραγγείλας οἴκοι μένειν, πάσας δὲ τὰς ὁδοὺς καὶ προσέτι καὶ τὰ τέγη προκατασχών. καὶ ἵνα τὰς κατὰ μέρος συμφορὰς τὰς τότε κατασχούσας τὴν ἀθλίαν πόλιν παρῶ, τοσούτους κατέσφαξεν ὥστε μηδὲ εἰπεῖν περὶ τοῦ πλήθους αὐτῶν τολμῆσαι, ἀλλὰ καὶ τῇ βουλῇ γράψαι ὅτι οὐδὲν διαφέρει πόσοι σφῶν ἢ τίνες ἐτελεύτησαν· πάντες γὰρ τοῦτο παθεῖν ἄξιοι ἦσαν. τῶν δὲ χρημάτων τὰ μὲν διηρπάσθη τὰ δὲ διεφθάρη. συναπώλοντο δʼ οὖν αὐτοῖς καὶ τῶν ξένων πολλοί, καὶ συχνοί γε τῶν μετὰ τοῦ Ἀντωνίνου ἐλθόντων ἀγνοίᾳ συνδιεφθάρησαν· τῆς τε γὰρ πόλεως μεγάλης οὔσης, καὶ τῶν ἀνθρώπων ἐν πάσῃ ἅμα αὐτῇ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν φονευομένων, οὐδένα, οὐδὲ εἰ πάνυ τις ἐβούλετο, διακρῖναι ἠδύνατο, ἀλλὰ καὶ ἔθνησκον ὥς που ἔτυχον, καὶ τὰ σώματά σφων αὐτίκα ἐς τάφρους βαθείας ἐνεβάλλετο, ὅπως ἀφανὲς ᾖ τοῖς λοιποῖς τὸ μέγεθος τῆς συμφορᾶς. ταῦτα μὲν οἱ ἐπιχώριοι ἔπαθον, οἱ δὲ δὴ ξένοι πάντες ἐξηλάθησαν πλὴν τῶν ἐμπόρων, καὶ δῆλον ὅτι καὶ τὰ ἐκείνων πάντα διηρπάσθη· καὶ γὰρ καὶ ἱερά τινα ἐσυλήθη. καὶ τούτων τὰ μὲν πλείω αὐτὸς ὁ Ἀντωνῖνος παρὼν καὶ ὁρῶν ἐποίει, τὰ δὲ καὶ ἐκ τοῦ Σεραπείου προσέταττέ τισιν· ἐν γὰρ τῷ τεμένει διῃτᾶτο κἀν ταῖς τῶν μιαιφονιῶν αὐτῶν νυξὶ καὶ ἡμέραις.
— ὅτι τοὺς Ἀλεξανδρεῖς ἀποσφάττων ὁ Ἀντωνῖνος, καὶ ἐν τῷ τεμένει διαιτώμενος, — ἐπέστειλε τῇ γερουσίᾳ ὅτι ἥγνευσεν ἐν αὐταῖς ἐν αἷς τά τε βοσκήματα ἅμα τῷ θεῷ καὶ τοὺς ἀνθρώπους ἑαυτῷ ἔθυεν.
καὶ τί τοῦτο εἶπον, ὁπότε καὶ τὸ ξίφος διʼ οὗ τὸν ἀδελφὸν ἀπεκτόνει, ἀναθεῖναι τῷ θεῷ ἐτόλμησεν; ἐκ δὲ τούτου τάς τε θέας καὶ τὰ συσσίτια τῶν Ἀλεξανδρέων καταλύσας τὴν Ἀλεξάνδρειαν διατειχισθῆναί τε καὶ φρουρίοις διατειχισθῆναι ἐκέλευσεν, ὅπως μηκέτʼ ἀδεῶς παρʼ ἀλλήλους φοιτῷεν. τοιαῦτα περὶ τὴν ταλαίπωρον Ἀλεξάνδρειαν ἔδρασεν ὁ Αὐσόνιος θήρ, ὡς τὸ ἀκροτελεύτιον τοῦ περὶ αὐτοῦ χρησμοῦ τοῦτον ὠνόμασεν, ᾧ καὶ χαίρειν ἔφασαν αὐτόν, τῇ τοῦ θηρὸς κλήσει καλλωπιζόμενον, εἰ καὶ πολλοὺς προφάσει τοῦ χρησμοῦ ἐφόνευσεν ὡς προενεγκαμένους αὐτόν.
ὅτι ὁ αὐτὸς τοῖς στρατιώταις ἆθλα τῆς στρατείας, τοῖς μὲν ἐν τῷ δορυφορικῷ τεταγμένοις ἐς χιλίας διακοσίας πεντήκοντα, τοῖς δὲ πεντακισχιλίας λαμβάνειν, ...
ὅτι ὁ σώφρων ἐκεῖνος, ὥς γε καὶ ἔλεγεν, ὁ τῆς τῶν ἄλλων ἀσελγείας ἐπιτιμητής, αἰσχίστου τε ἅμα καὶ δεινοτάτου τολμήματος γενομένου ἔδοξε μὲν ὀργὴν πεποιῆσθαι, τῷ δὲ δὴ μήτʼ ἐκείνῃ κατʼ ἀξίαν ἐπελθεῖν καὶ τοῖς νεανίσκοις προσεπιτρέψαι ποιεῖν ἃ μηδεὶς μέχρι τότε ἐτετολμήκει, πολύ σφισιν ἐλυμήνατο μιμησαμένοις τὰ τῶν ἑταιρῶν γυναικῶν καὶ τὰ τῶν ἀνδρῶν τῶν γελωτοποιῶν.
ὅτι ἐπὶ τῇ θέᾳ τῇ Κουλήνῃ ἐπηγορία πολλὴ οὐχ ὅτι τοῖς ποιοῦσιν ἐκεῖ τι τῶν εἰωθότων ἀλλὰ καὶ τοῖς ὁρῶσιν ἐγίγνετο.
μετὰ δὲ ταῦτα ἐς τοὺς Πάρθους στρατεύσας πρόφασιν ὅτι οὐκ ἠθέλησεν αὐτῷ ὁ Ἀρτάβανος τὴν θυγατέρα μνηστευσαμένῳ συνοικίσαι — καὶ γὰρ εὖ ἠπίστατο ὅτι λόγῳ μὲν ἐκείνην γῆμαι, ἔργῳ δὲ τὴν τῶν Πάρθων βασιλείαν παρασπάσασθαι ἐπεθύμει —, πολλὰ μὲν τῆς χώρας τῆς περὶ τὴν Μηδίαν, ἅτε καὶ ἐξαπιναίως ἐμπεσὼν ἐς αὐτήν, ἐκάκωσε, πολλὰ δὲ καὶ τείχη ἐπόρθησε, τά τε Ἄρβηλα παρεστήσατο, καὶ τὰ μνημεῖα τὰ βασιλικὰ τῶν Πάρθων ἀνορύξας τὰ ὀστᾶ ἔρριψεν· οἱ γὰρ Πάρθοι οὐδὲ ἐς χεῖρας αὐτῷ ἦλθον. οὔκουν οὐδὲ ἔσχον τι ἐξαίρετον περὶ τῶν τότε πραχθέντων συγγράψαι, πλὴν ὅτι δύο στρατιῶται ἀσκὸν οἴνου ἁρπάσαντες προσῆλθον αὐτῷ, ἰδιούμενος ὅλον ἑκάτερος τὸ λάφυρον, καὶ κελευσθέντες ὑπʼ αὐτοῦ νείμασθαι τὸν οἶνον τά τε ξίφη ἐσπάσαντο καὶ τὸν ἀσκὸν διέτεμον ὡς καὶ ἐξ ἡμισείας αὐτὸν μετὰ τοῦ οἴνου ληψόμενοι. οὕτω γὰρ καὶ τὸν αὐτοκράτορά σφων ᾐδοῦντο ὥστʼ αὐτῷ καὶ περὶ τῶν τοιούτων ἐνοχλεῖν, καὶ φρονήσει ἐχρῶντο ὡς καὶ τὸν ἀσκὸν καὶ τὸν οἶνον ἀπολέσαι. οἱ μὲν οὖν βάρβαροι ἐς τὰ ὄρη καὶ ὑπὲρ τὸν Τίγριν ἀπέφυγον, ἵνα παρασκευάσωνται· ὁ δὲ δὴ Ἀντωνῖνος τοῦτο μὲν ἀπεκρύπτετο, ὡς δὲ δὴ καὶ παντελῶς αὐτῶν, οὓς μηδὲ ἑωράκει, κεκρατηκὼς ἐσεμνύνετο, καὶ μάλιστα ὅτι λέων τις ἐξαίφνης ἐξ ὄρους καταδραμὼν συνεμάχησεν αὐτῷ, ὡς αὐτὸς ἐπέστειλεν. οὐ μόνον δὲ τὰ ἄλλα ἐκδιῃτᾶτο καὶ παρηνόμει καὶ ἐν αὐταῖς ταῖς στρατείαις.
ἀλλʼ ἀλήθεια· καὶ γὰρ τῷ βιβλίῳ τῷ περὶ αὐτοῦ γραφέντι οἱ ἐνέτυχον. οὕτω γάρ που πρὸς πάντας τοὺς βουλευτὰς διακείμενος συνῄδει ὥστε μηδʼ ἐγκαλουμένων τι πολλῶν τούς τε δούλους καὶ τοὺς ἐξελευθέρους τούς τε φίλους αὐτῶν τοὺς πάνυ συλλαμβάνεσθαί τε ὑπʼ αὐτοῦ καὶ διὰ βασάνων ἐρωτᾶσθαι «εἰ ἄρα ὁ δεῖνά με φιλεῖ» ἢ «ὁ δεῖνά με μισεῖ»; καὶ γάρ τοι καὶ τὰ τῶν ἀστέρων διαγράμματα, καθʼ ἃ ἐγεγέννητό τις τῶν πρώτων τῶν παρʼ αὐτῷ, ἐτεκμαίρετο, ὡς ἔλεγεν, τόν τε οἰκείως οἱ καὶ τὸν ἀλλοτρίως ἔχοντα, καὶ πολλοὺς καὶ ἐκ τούτων τοὺς μὲν ἐτίμα τοὺς δʼ ἀπώλλυεν.
τῶν δʼ οὖν Πάρθων τῶν τε Μήδων δεινῶς ἐφʼ οἷς ἐπεπόνθεσαν ἀγανακτησάντων καὶ χεῖρα πολλὴν παρασκευαζομένων ἐν παντὶ δέους ἐγένετο· θρασύτατος μὲν γὰρ ἀπειλῆσαί τι καὶ προπετέστατος τολμῆσαι, δειλότατος δὲ διακινδυνεῦσαί πῃ καὶ ἀσθενέστατος πονῆσαι ἦν. οὕτω γὰρ οὔτε τὸ καῦμα οὔθʼ ὅπλα φέρειν ἔτι ἐδύνατο ὥστε καὶ τοὺς χειριδωτοὺς χιτῶνας ἐς θώρακος τρόπον τινὰ εἶδος πεποιημένους ἐνδύνειν, ἵνα τὴν τοῦ ὅπλου δόξαν χωρὶς τοῦ βάρους αὐτοῦ ἔχων μήτε ἐπιβουλεύηται καὶ θαυμάζηται. καὶ αὐτοῖς καὶ ἄνευ μάχης πολλάκις ἐχρῆτο. χλαμύδα τε τοτὲ μὲν ὁλοπόρφυρον τοτὲ δὲ μεσόλευκον, ἔστι δʼ ὅτε καὶ μεσοπόρφυρον, ὥσπερ καὶ ἐγὼ εἶδον, ἐφόρει. ἐν γὰρ τῇ Συρίᾳ τῇ τε Μεσοποταμίᾳ Κελτικοῖς καὶ ἐσθήμασιν καὶ ὑποδήμασιν ἐχρήσατο. καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως κατακόπτων καὶ συρράπτων ἐς μανδύης τρόπον προσεπεξεῦρεν, καὶ αὐτός τε συνεχέστατα αὐτὴν ἐνέδυνεν, ὥστε καὶ Καράκαλλος διὰ τοῦτο ἐπικληθῆναι, καὶ τοὺς στρατιώτας μάλιστα ἀμφιέννυσθαι ἐκέλευεν. αὐτόν τε οὖν τοιοῦτον οἱ βάρβαροι ὁρῶντες ὄντα, καὶ ἐκείνους πολλοὺς μὲν ἀκούοντες εἶναι, ἐκ δὲ δὴ τῆς προτέρας τρυφῆς — τά τε γὰρ ἄλλα καὶ ἐν οἰκίαις ἐχείμαζον, πάντα τὰ τῶν ξενοδοκούντων σφᾶς ὡς καὶ ἴδια ἀναλίσκοντες — καὶ ἐκ τῶν πόνων τῆς τε ταλαιπωρίας τῆς τότε αὐτοῖς παρούσης οὕτω καὶ τὰ σώματα τετρυχωμένους καὶ τὰς ψυχὰς τεταπεινωμένους ὥστε μηδὲν τῶν λημμάτων ἔτι, ἃ πολλὰ ἀεὶ παρʼ αὐτοῦ ἐλάμβανον, προτιμᾶν, αἰσθόμενοι, ἐπήρθησαν ὡς καὶ συναγωνιστὰς αὐτοὺς ἀλλʼ οὐ πολεμίους ἕξοντες, κ .......... μάζοντος ...... Ἀντωνῖνος ἀντιπαρεσκευάζετο· οὐ μέντοι καὶ πολεμῆσαι αὐτῷ ἐξεγένετο, ἀλλʼ ἐν μέσοις τοῖς στρατιώταις, οὓς μάλιστα ἐτίμα καὶ οἷς ἰσχυρῶς ἐθάρρει, κατεσφάγη. ἐπειδὴ γὰρ μάντις τις ἐν τῇ Ἀφρικῇ εἶπεν, ὥστε καὶ δημοσιευθῆναι, ὅτι καὶ τὸν Μακρῖνον τὸν ἔπαρχον καὶ τὸν υἱὸν αὐτοῦ Διαδουμενιανὸν αὐταρχῆσαι δεῖ, καὶ τοῦτο ἐκεῖνός τε ἐς τὴν Ῥώμην ἀναπεμφθεὶς Φλαουίῳ Ματερνιανῷ τῷ τότε τῶν ἐν τῷ ἄστει στρατιωτῶν ἄρχοντι ἐξέφηνε, καὶ ὃς τῷ Ἀντωνίνῳ παραχρῆμα ἐπέστειλεν, καὶ συνέβη ταῦτα μὲν τὰ γράμματα ἐς τὴν Ἀντιόχειαν πρὸς τὴν μητέρα τὴν Ἰουλίαν παραπεμφθῆναι, ἐπειδὴ ἐκεκέλευστο αὐτὴ πάντα τὰ ἀφικνούμενα διαλέγειν ἵνα μὴ μάτην οἱ ὄχλος γραμμάτων ἐν τῇ πολεμίᾳ ὄντι πέμπηται, ἕτερα δὲ ὑπὸ Οὐλπίου Ἰουλιανοῦ τοῦ τότε τὰς τιμήσεις ἐγκεχειρισμένου διʼ ἄλλων γραμματοφόρων ὀρθὴν πρὸς τὸν Μακρῖνον, δηλοῦντα τὰ γιγνόμενα, ἀφικέσθαι, καὶ κατὰ τοῦτο τοῖς μὲν πρὸς τὸν αὐτοκράτορα γραφεῖσι διατριβὴν γενέσθαι, τὰ δὲ ἐκείνῳ ἐπισταλέντα φθῆναι ἀναγνωσθέντα αὐτῷ, ἐφοβήθη τε ὁ Μακρῖνος μὴ καὶ διαφθαρῇ ὑπʼ αὐτοῦ διά τε τοῦτο καὶ ὅτι Σεραπίων τις Αἰγύπτιος ἄντικρυς τῷ Ἀντωνίνῳ πρὸ ὀλίγων ἡμερῶν εἰρήκει ὅτι τε ὀλιγοχρόνιος ἔσοιτο καὶ ὅτι ἐκεῖνος αὐτὸν διαδέξοιτο, καὶ οὐκ ἀνεβάλετο. ὁ μὲν γὰρ Σεραπίων ἐπὶ τούτῳ τὸ μὲν πρῶτον λέοντι παρεβλήθη, ἐπεὶ δʼ οὐχ ἥψατο αὐτοῦ τὴν χεῖρα μόνον, ὥς φασι, προτείναντος, ἐφονεύθη, δυνηθεὶς ἄν, ὥς γε ἔφη, μηδὲ τοῦτο παθεῖν δαιμόνων τινῶν ἐπικλήσει, εἰ μίαν ἡμέραν ἐπεβεβιώκει. ὁ δὲ δὴ Μακρῖνος ἔπαθε μὲν οὐδέν, ἔσπευσε δʼ ὑποπτεύσας ἀπολεῖσθαι, ἄλλως τε ὅτι καὶ τοὺς ἑταίρους αὐτοῦ τοὺς συνόντας ὁ Ἀντωνῖνος ἐξαίφνης, ...... τῶν γενεθλίων αὐτοῦ, ἄλλον κατʼ ἄλλην πρόφασιν, ὡς καὶ τιμῶν, ἀπέωστο . ....... ταλα .............. της .............. ιτης ............... ου ........ ....... πεπρωμένον αὐτῷ λήψεσθαι προσδοκῶν, καὶ τὸ παρωνύμιον ἀπʼ αὐτοῦ τούτου ἐπεποίητο. κἀκ τούτου δύο τε χιλιάρχους τῶν ἐν τῷ δορυφορικῷ τεταγμένων, Νεμεσιανόν τε καὶ Ἀπολλινάριον ἀδελφοὺς Αὐρηλίους, καὶ Ἰούλιον Μαρτιάλιον ἔν τε τοῖς ἀνακλήτοις στρατευόμενον καὶ ὀργὴν οἰκείαν τῷ Ἀντωνίνῳ ἔχοντα ὅτι οἱ ἑκατονταρχίαν αἰτήσαντι οὐκ ἐδεδώκει, παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. ἐπράχθη δὲ ὧδε. τῇ ὀγδόῃ τοῦ Ἀπριλίου ἐξορμήσαντά τε αὐτὸν ἐξ Ἐδέσσης ἐς Κάρρας, καὶ κατελθόντα ἀπὸ τοῦ ἵππου ὅπως ἀποπατήσει, προσελθὼν ὁ Μαρτιάλιος ὥς γε εἰπεῖν τι δεόμενος ἐπάταξε ξιφιδίῳ μικρῷ. καὶ αὐτὸς μὲν αὐτίκα ἀπέφυγε, καὶ διέλαθεν ἂν εἰ τὸ ξίφος ἀπερρίφει· νῦν δὲ γνωρισθεὶς ἀπʼ αὐτοῦ ὑπό τινος τῶν Σκυθῶν τῶν σὺν Ἀντωνίνῳ ὄντων κατηκοντίσθη· ἐκεῖνον δὲ ... οἱ χιλίαρχοι ὡς καὶ βοηθοῦντες κατέσφαξαν. ὁ δὲ δὴ Σκύθης οὗτος οὐχ ὡς καὶ συμμαχῶν αὐτῷ μόνον, ἀλλʼ ὡς καὶ φρουρὰν αὐτοῦ τρόπον τινὰ ἔχων συνῆν. καὶ γὰρ Σκύθας καὶ Κελτούς, οὐ μόνον ἐλευθέρους ἀλλὰ καὶ δούλους, καὶ ἀνδρῶν καὶ γυναικῶν ἀφελόμενος, ὡπλίκει καὶ περὶ αὑτὸν εἶχεν, ὡς καὶ μᾶλλον αὐτοῖς ἢ τοῖς στρατιώταις θαρσῶν· τά τε γὰρ ἄλλα καὶ ἑκατονταρχίαις σφᾶς ἐτίμα, λέοντάς τε ἐκάλει. καὶ δὴ καὶ τοῖς πρέσβεσι τοῖς οἱ ἐκ τῶν ἐθνῶν αὐτῶν πεμπομένοις καὶ διελέγετο πολλάκις μηδενὸς ἄλλου πλὴν τῶν ἑρμηνέων παρόντος, καὶ ἐνετέλλετο ὅπως, ἄν τι πάθῃ, ἔς τε τὴν Ἰταλίαν ἐσβάλωσι καὶ ἐπὶ τὴν Ῥώμην ἐλαύνωσιν ὡς καὶ εὐαλωτοτάτην οὖσαν· καὶ ἵνα δὴ μηδὲν ἐξ αὐτῶν ἐς ἡμᾶς ἐκφοιτήσῃ, τοὺς ἑρμηνέας εὐθὺς ἐφόνευεν. οὐ μὴν ἀλλὰ τοῦτό τε ἀπʼ αὐτῶν τῶν βαρβάρων ὕστερον ἐμάθομεν, καὶ τὸ τῶν φαρμάκων παρὰ τοῦ Μακρίνου· πολλὰ γὰρ καὶ ποικίλα παρὰ τῶν ἐν τῇ ἄνω Ἀσίᾳ ἀνθρώπων τὰ μὲν μετεπέμψατο τὰ δὲ καὶ ἐπρίατο, ὥστε ἑπτακοσίας καὶ πεντήκοντα μυριάδας ἐς αὐτὰ ἀριθμηθῆναι, ἵνα καὶ παμπόλλους, ὅσους ἂν ἐθελήσῃ, καὶ διαφόρως δολοφονήσῃ. καὶ ἐκεῖνα μὲν ἐν τῷ βασιλικῷ μετὰ ταῦθʼ εὑρεθέντα κατεκαύθη· τότε δὲ οἱ στρατιῶται καὶ διὰ τοῦτο, καὶ πρὸς τοῖς ἄλλοις τῷ τοὺς βαρβάρους σφῶν προτιμᾶσθαι δυσχεραίνοντες, οὔτʼ ἄλλως ἔτʼ ὁμοίως ἔχαιρον αὐτῷ, καὶ ἐπιβουλευθέντι οὐκ ἐβοήθησαν.
τοιούτῳ μὲν τέλει ἐχρήσατο βιούς τε ἔτη ἐννέα καὶ εἴκοσι καὶ ἡμέρας τέσσαρας — τῇ γὰρ τετράδι τοῦ Ἀπριλίου ἐγεγέννητο — καὶ αὐταρχήσας ἔτη ἓξ καὶ μῆνας δύο καὶ ἡμέρας δύο. καί μοι καὶ ἐνταῦθα τοῦ λόγου θαυμάσαι πάμπολλα ἐπέρχεται. ὅ τε γὰρ πατὴρ αὐτοῦ μέλλοντί οἱ ἐκ τῆς Ἀντιοχείας τὴν τελευταίαν ἔξοδον ποιήσασθαι ξιφήρης ὄναρ ἐπέστη, λέγων ὅτι «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, καὶ ἐγὼ σὲ ἀποσφάξω»· καὶ οἱ μάντεις εἶπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, τούτῳ τῷ ῥήματι ἄντικρυς χρησάμενοι, ὅτι αἱ τοῦ ἥπατος τοῦ ἱερείου πύλαι κέκλεινται. ἀφʼ οὗ δὴ καὶ διὰ θύρας τινὸς ἐξῆλθε, μηδὲν μηδὲ τοῦ λέοντος, ὃν καὶ Ἀκινάκην ὠνόμαζε καὶ ὁμοτράπεζον ὁμόκλινόν τε ἐποιεῖτο, φροντίσας, ὅτι καὶ ἐκράτησεν αὐτὸν ἐξιόντα καὶ τὴν ἐσθῆτα αὐτοῦ προσκατέρρηξεν· ἔτρεφε μὲν γὰρ καὶ ἄλλους λέοντας πολλούς, καὶ ἀεί τινας περὶ αὑτὸν εἶχεν, ἐκεῖνον δὲ καὶ δημοσίᾳ πολλάκις κατεφίλει. ταῦτά τε οὖν οὕτως ἔσχε, καὶ ὀλίγον πρὸ τοῦ θανάτου αὐτοῦ ἔν τε τῇ Ἀλεξανδρείᾳ πῦρ ἐξαίφνης πολύ, ὥς γε καὶ ἤκουσα, πάντα τὸν τοῦ Σαράπιδος ναὸν ἔνδοθεν κατασχὸν ἄλλο μὲν οὐδὲν τὸ παράπαν ἐλυμήνατο, τὸ δὲ δὴ ξίφος ἐκεῖνο ᾧ τὸν ἀδελφὸν ἀπεσφάκει μόνον ἔφθειρεν, καὶ μετὰ τοῦτο παυσαμένου αὐτοῦ ἀστέρες πολλοὶ ἐφάνησαν· καὶ ἐν τῇ Ῥώμῃ δαίμων τις ἀνθρώπου σχῆμα ἔχων ὄνον ἔς τε τὸ Καπιτώλιον καὶ μετὰ τοῦτο ἐς τὸ παλάτιον ἀνήγαγεν, ζητῶν τὸν δεσπότην αὐτοῦ, ὥς γε καὶ ἔφασκεν, καὶ λέγων ἐκεῖνον μὲν ἀπολωλέναι τὸν δὲ Δία ἄρχειν. συλληφθείς τε ἐπὶ τούτῳ καὶ πρὸς τὸν Ἀντωνῖνον ὑπὸ τοῦ Ματερνιανοῦ πεμφθείς «ἀπέρχομαι μέν» ἔφη «ὡς κελεύεις, ἀφίξομαι δὲ οὐ πρὸς τοῦτον τὸν αὐτοκράτορα ἀλλὰ πρὸς ἕτερον», καὶ μετὰ τοῦτʼ ἐς τὴν Καπύην ἐλθὼν ἀφανὴς ἐγένετο. τοῦτο μὲν ζῶντος ἔτι αὐτοῦ συνηνέχθη, τῇ δὲ ἱπποδρομίᾳ τῇ τῆς τοῦ Σεουήρου ἀρχῆς ἕνεκα ποιουμένῃ κατέπεσε μὲν καὶ τὸ τοῦ Ἄρεως ἄγαλμα πομπεῦον, ἀλλὰ τοῦτο μὲν ἧττον ἄν τις θαυμάσειε· τὸ δὲ δὴ μέγιστον, ἡττημένοι οἱ πράσινοι στασιῶται, ἔπειτα κολοιὸν ἐπʼ ἄκρου τοῦ ὀβελίσκου πάνυ σφόδρα κρώζοντα ἰδόντες πάντες τε πρὸς αὐτὸν ἀπέβλεψαν, καὶ πάντες ἐξαίφνης ὡς καὶ ἐκ συγκειμένου τινὸς ἀνεβόησαν «Μαρτιάλιε, χαῖρε· Μαρτιάλιε, διὰ χρόνου σε ἑοράκαμεν», οὐχ ὅτι καὶ ὁ κολοιός ποτε οὕτως ὠνομάσθη, ἀλλʼ ὅτι διʼ ἐκείνου τὸν Μαρτιάλιον τὸν τοῦ Ἀντωνίνου φονέα ὡς καὶ ἐξ ἐπιπνοίας τινὸς θείας ἠσπάσαντο. ἤδη δέ τισι καὶ αὐτὸς ἑαυτῷ ὁ Ἀντωνῖνος τὴν τελευτὴν προδηλῶσαι ἔδοξεν, ἐπειδὴ ἐν τῇ ἐπιστολῇ ἣν τελευταίαν τῇ γερουσίᾳ ἔπεμψεν ἔφη ὅτι «παύσασθε εὐχόμενοί με ἑκατὸν ἔτεσι μοναρχῆσαι»· τὸ μὲν γὰρ ἐπιβόημα τοῦτο ἀεὶ καὶ ἀπʼ ἀρχῆς αὐτῷ ἐγίνετο, ἐκεῖνος δὲ τότε πρῶτον καὶ μόνον ᾐτιάσατο αὐτό, λόγῳ μὲν ἐγκαλῶν σφισιν ὡς καὶ ἀδύνατα εὐχομένοις, ἔργῳ δὲ προδηλῶν ὅτι οὐκέτʼ οὐδένα χρόνον ἄρξει. καὶ ἐπειδή γε ἅπαξ τοῦτό τινες ἐπεσημήναντο, καὶ ἐμοὶ ἐνθύμιον ἐγένετο ὅτι ἐν τῇ Νικομηδείᾳ τοῖς Κρονίοις ἑστιῶν ἡμᾶς καὶ πολλὰ ἄττα, οἷα ἐν συμποσίῳ εἰκὸς ἦν, εἰπών, ἔπειτʼ ἐξανισταμένων ἡμῶν προσκαλεσάμενος ἐμὲ ἔφη «κάλλιστα, ὦ Δίων, καὶ ἀληθέστατα ὁ Εὐριπίδης εἴρηκεν ὅτι πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί, καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, τῶν δʼ ἀδοκήτων πόρον εὗρε θεός. τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα».
παραχρῆμα μὲν γὰρ ἄλλως ἀπολεληρηκέναι τοῦτο τὸ ἔπος ἔδοξεν, ἐπειδὴ δὲ οὐκ ἐς μακρὰν ἀπώλετο καὶ τελευταίαν ταύτην φωνὴν πρὸς ἐμὲ ἔρρηξε, καὶ πάνυ κεχρησμῳδηκέναι τρόπον τινὰ τὰ συμβησόμενα αὐτῷ ἐνομίσθη, ὥσπερ καὶ ὁ Ζεὺς ὁ Βῆλος ὀνομαζόμενος καὶ ἐν τῇ Ἀπαμείᾳ τῆς Συρίας τιμώμενος· καὶ γὰρ ἐκεῖνος τῷ Σεουήρῳ πρότερον ἰδιωτεύοντί τε ἔτι τὰ ἔπη ταῦτα εἰρήκει
«ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ,
Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι»,καὶ μετὰ ταῦτα αὐτοκράτορι γενομένῳ ταῦτʼ εἶπεν χρωμένῳ, ὅτι
«σὸς δʼ οἶκος πᾶς βήσεται διʼ αἵματος».
τοῦ δʼ οὖν Ἀντωνίνου τό τε σῶμα ἐκαύθη, καὶ τὰ ὀστᾶ ἐν τῷ Ἀντωνινείῳ, κρύφα νυκτὸς ἐς τὴν Ῥώμην κομισθέντα, ἐτέθη· πάνυ γὰρ πάντες οἱ βουλευταὶ καὶ οἱ ἰδιῶται, καὶ ἄνδρες καὶ γυναῖκες, ἰσχυρότατα αὐτὸν ἐμίσησαν, ὥστε καὶ λέγειν καὶ ποιεῖν πάντʼ ἐπʼ αὐτῷ ὡς καὶ πολεμιωτάτῳ. δόγματι μὲν γὰρ οὐκ ἠτιμώθη διὰ τὸ τοὺς στρατιώτας τῆς μὲν εἰρήνης, ἧς ἀντήλπισαν παρὰ τοῦ Μακρίνου λήψεσθαι, μὴ τυχεῖν, τῶν δὲ δὴ κερδῶν, ὧν παρʼ ἐκείνου ἐλάμβανον, στερομένους πάλιν αὐτὸν ποθῆσαι, ἀλλὰ καὶ ἐς τοὺς ἥρωας μετὰ τοῦτʼ ἐκνικησάντων αὐτῶν ἐσεγράφη, καὶ τοῦτο καὶ τῇ βουλῇ δῆλον ὅτι ἐψηφίσθη. ἄλλως δὲ πολλὰ καὶ κακὰ ὑπὸ πάντων ἤκουεν ἀεί· οὐδὲ γὰρ Ἀντωνῖνον ἔτʼ αὐτὸν ἐκάλουν, ἀλλʼ οἱ μὲν Βασσιανὸν τὸ ἀρχαῖον ὄνομα, οἱ δὲ Καράκαλλον, ὥσπερ εἶπον, οἱ δὲ καὶ Ταραύταν ἐκ μονομάχου τινὸς προσηγορίας τό τʼ εἶδος καὶ σμικροτάτου καὶ κακοειδεστάτου καὶ τὴν ψυχὴν καὶ θρασυτάτου καὶ μιαιφονωτάτου.
καὶ τὰ μὲν ἐκείνου, ὅπως ποτʼ ἂν καὶ ὀνομάσῃ τις αὐτόν, οὕτως ἔσχεν· ἐμοὶ δὲ δή, καὶ πρὶν ἐς τὴν μοναρχίαν καταστῆναι, προεδηλώθη τρόπον τινὰ παρὰ τοῦ πατρὸς αὐτοῦ ὅτι καὶ ταῦτα γράψοιμι. ἐν γὰρ πεδίῳ μεγάλῳ τινὶ πᾶσαν τὴν τῶν Ῥωμαίων δύναμιν ἐξωπλισμένην ὁρᾶν τεθνηκότος αὐτοῦ ἤδη ἔδοξα, καὶ ἐνταῦθα τὸν Σεουῆρον ἐπί τε γηλόφου καὶ ἐπὶ βήματος ὑψηλοῦ καθήμενον διαλέγεσθαί τι αὐτοῖς. καί με προσστάντα ἰδὼν ὅπως τῶν λεγομένων ἀκούσω, «δεῦρο» ἔφη, «Δίων, ἐνταῦθα πλησίον πρόσελθε, ἵνα πάντα καὶ τὰ λεγόμενα καὶ τὰ γιγνόμενα καὶ μάθῃς ἀκριβῶς καὶ συγγράψῃς».
τοιοῦτος μὲν ὁ τοῦ Ταραύτου καὶ βίος καὶ ὄλεθρος ἐγένετο, καὶ αὐτῷ ἐπαπώλοντο μὲν καὶ οἱ τῆς κατʼ αὐτοῦ ἐπιβουλῆς μετασχόντες, οἱ μὲν εὐθὺς οἱ δʼ οὐ πολλῷ ὕστερον, προσδιεφθάρησαν δὲ οἱ πάνυ ἑταῖροι αὐτοῦ καὶ οἱ Καισάρειοι· οὕτω που φονικῷ δαίμονι καὶ ἐς τοὺς ἐχθροὺς καὶ ἐς τοὺς φίλους συνεκεκλήρωτο. ὁ δὲ δὴ Μακρῖνος τὸ μὲν γένος Μαῦρος, ἀπὸ Καισαρείας, γονέων ἀδοξοτάτων ἦν, ὥστε καὶ σφόδρα εἰκότως αὐτὸν τῷ ὄνῳ τῷ ἐς τὸ παλάτιον ὑπὸ τοῦ δαιμονίου ἐσαχθέντι εἰκασθῆναι· τά τε γὰρ ἄλλα καὶ τὸ οὖς τὸ ἕτερον κατὰ τὸ τοῖς πολλοῖς τῶν Μαύρων ἐπιχώριον διετέτρητο· τῇ δὲ ἐπιεικείᾳ καὶ ἐκεῖνο συνεσκίαζεν, τά τε νόμιμα οὐχ οὕτως ἀκριβῶς ἠπίστατο ὡς πιστῶς μετεχειρίζετο. κἀκ τούτου καὶ τῷ Πλαυτιανῷ διὰ φίλου τινὸς συνηγόρημα γνωρισθεὶς τὸ μὲν πρῶτον τῶν ἐκείνου χρημάτων ἐπετρόπευσεν, ἔπειτα συναπολέσθαι οἱ κινδυνεύσας, καὶ παρὰ δόξαν ὑπὸ τοῦ Κίλωνος ἐξαιτησαμένου αὐτὸν σωθείς, πρὸς μὲν τοῦ Σεουήρου τοῖς ὀχήμασι τοῖς κατὰ τὴν Φλαμινίαν ὁδὸν διαθέουσιν ἐπετάχθη, πρὸς δὲ τοῦ Ἀντωνίνου ὀνόματά τινα ἐπιτροπείας ὀλιγοχρονίου λαβὼν ἔπαρχος ἀπεδείχθη, καὶ διῴκησε τὰ τῆς ἡγεμονίας ταύτης ἄριστα καὶ δικαιότατα, ὅσα γε καὶ αὐτογνωμονήσας ἔπραξεν. τοιοῦτος δή τις ὢν καὶ οὕτως αὐξηθεὶς ἔς τε τὸν νοῦν τὴν τῆς αὐταρχίας ἐλπίδα ζῶντος ἔτι τοῦ Ταραύτου, διʼ ὅπερ εἶπον, ἐνεβάλετο, καὶ τελευτήσαντος αὐτοῦ φανερῶς μὲν οὔτε ἐκείνῃ τῇ ἡμέρᾳ οὔτε ταῖς ἔπειτα ταῖς δύο ἐπεβάτευσεν αὐτῆς, ἵνα μὴ καὶ ἐπὶ τοῦτʼ αὐτὸν ἀπεκτονέναι δόξῃ, ἀλλὰ ἄναρκτα παντελῶς τὸν χρόνον ἐκεῖνον ἀπʼ αὐτοτελοῦς ἄρχοντος τὰ τῶν Ῥωμαίων πράγματα, οὐδʼ εἰδότων αὐτῶν τοῦτο, διεγένετο· πέμψας δὲ ὡς ἑκασταχόσε πρὸς τοὺς στρατιώτας τοὺς ἐν μὲν τῇ Μεσοποταμίᾳ διὰ τὸν πόλεμον, μὴ μέντοι καθʼ ἓν ὄντας ἀλλʼ ἄλλους ἄλλῃ διεσπασμένους, προσηταιρίσατο αὐτοὺς διὰ τῶν ἐπιτηδείων οἱ τά τε ἄλλα ἐπαγγειλάμενος καὶ τοῦ πολέμου, ᾧ μάλιστα ἐβαρύνοντο, ἀπαλλάξειν ἐπελπίσας. καὶ οὕτω τῇ τετάρτῃ ἡμέρᾳ, ἣ τὰ τοῦ Σεουήρου γενέθλια ἦν, αὐτοκράτωρ τε ὑπʼ αὐτῶν ὡς καὶ καταβιασθεὶς ᾑρέθη, καὶ πολλὰ μὲν καὶ χρηστὰ ἐκείνοις ἐδημηγόρησε, πολλὰ δὲ καὶ ἀγαθὰ τοῖς ἄλλοις ἀνθρώποις ὑπετείνατο, τούς τε ἐπʼ ἀσεβείᾳ τινί, οἵα γε ἡ ἀσέβεια αὕτη ἡ ἐς τοὺς αὐτοκράτορας λέγεται γίγνεσθαι, τιμωρίαν τινὰ ἔμβιον ὠφληκότας ἀπαλλάξας τῆς καταδίκης, καὶ τοὺς ἐγκαλουμένους τι τοιοῦτον ἀπολύσας, τά τε περὶ τοὺς κλήρους καὶ τὰ περὶ τὰς ἐλευθερίας καταδειχθέντα ὑπὸ τοῦ Καρακάλλου παύσας, καὶ τὸν Αὐρηλιανὸν ἐξαιτηθέντα ὑπʼ αὐτῶν οἷα ἀπεχθέστατον σφίσιν ἐν πολλαῖς στρατείαις ταῖς πρόσθε γεγονότα παραιτησάμενος ὡς οὐχ ὅσιον ὂν βουλευτήν τινα ἀποκτεῖναι. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐξεγένετο αὐτῷ ἀνδραγαθίσασθαι ...... τε Αὐρηλιαν.......νησανταα......... σαι τι ἐπιχ.......... στρατιώτα ........αμα τοῦτο .......... ὑπʼ αὐτοῦ το ......... καὶ ἀναλοι......... δε βουλευς.......... αὔταρχόν γ........... ὀργῇ τε ο..........σι καὶ διακοσίας καὶ πεντήκοντα δραχμὰς . .... πλεῖόν τι δοῦναι κατεδέδεικτο τ ......... φοβηθεὶς ......... τὸν Αὐρηλιανὸν τὸν καὶ μόνον οὐχ ὅπως τῶν ὑπατευκότων ἀλλὰ καὶ τῶν ὅλως βουλευόντων τότε παρόντα ἀπ......... ὑπὸ χρημάτων ...... ἐς αὐτὸν τηνι ........ αἰτίαν τοῦ θανάτου τοῦ Καρακάλλου ......... τρέψας τὸ δ........ καὶ περὶ το......... τας τι επο..... .....σας παρα...........τονως ............. σφῶν ............. τα ὡ.............. του ............... προ.................. ........ πάμπολλα καὶ ἔπιπλα καὶ κτήματα τῶν αὐτοκρατόρων. ὡς δʼ οὐδὲ ταῦτα διὰ τοὺς στρατιώτας ἐξήρκει ταῖς ἐν .......ιακων προς.........ξατο καὶ μεν .........ν βουλευτῶν ..........ν ἀποκτει ........ μηδένα ἀλλʼ ἐς φυλακήν τινας ἐμβαλὼν ........... φον τὸν ευ ......... αι τῶν ἱππέων καὶ τῶν ἐξελευθέρων καὶ τῶν Καισαρείων καὶ ......... ικῶν τῶν τε ....... τοὺς καὶ ὁτιοῦν ἁμαρτάνοντας κολασθῆναι ποιήσας ὥστε πᾶσι ........... νον αὐτῶν ........ τάς τε ἐπιτροπείας ... τὰς περιττὰς ....... ... τὰ πολλὰ τῶν ........ τοῦ Ταραύτου .......... αχθέντων ...... το τῶν ἀγώνων .......... ων πλῆθος ην ......... ς, τάς τε δωρεὰς αὖ ἃς μάτην τισὶν ἐδεδώρητο συλλέξας, καὶ μηδεμίαν εἰκόνα αὑτοῦ μήτε ἀργυρᾶν ὑπὲρ πέντε λίτρας μήτε χρυσῆν ὑπὲρ τρεῖς γίγνεσθαι ἐκέλευσεν. τό τε μέγιστον, τὴν μισθοφορὰν τῶν ἐν τῷ δορυφορικῷ στρατευομένων .... ἐς τὸ ταχθὲν .... ὑπὸ τοῦ Σεουή ρου ............ εθε ....
οὐ μὴν ἀλλʼ ἐπὶ τούτοις ὑπό τινων οὐ μάτην ἐπαινούμενος ἰσοστάσιόν πως αὐτοῖς αἰτίαμα παρὰ τῶν ἐμφρόνων ἔσχεν, ὅτι ἔς τε τοὺς ὑπατευκότας τινὰς ἐνέγραψε καὶ εὐθὺς ἀρχαῖς ἐθνῶν προσέταξεν, καίτοι μὴ ἐθελήσας δεύτερον δὴ τῷ ἐπιόντι ἔτει ὑπατεύειν δόξαι ὅτι τὰς τῶν ὑπατευκότων τιμὰς ἐσχήκοι, ὅπερ ἐπὶ τοῦ Σεουήρου ἀρξάμενον καὶ ὁ υἱὸς αὐτοῦ ἐπεποιήκει. τοῦτο γὰρ δὴ νομιμώτατα καὶ περὶ ἑαυτοῦ καὶ περὶ τοῦ Ἀδουέντου πράξας, ἀλογώτατα Μάρκιόν τε Ἀγρίππαν πρότερον μὲν ἐς Παννονίαν εἶτʼ ἐς Δακίαν ἡγεμονεύσοντα ἔπεμψεν· τοὺς γὰρ ἄρχοντας αὐτῶν, τόν τε Σαβῖνον καὶ τὸν Καστῖνον, λόγῳ μὲν ὡς καὶ τῆς συνουσίας σφῶν δεόμενος, ἔργῳ δὲ τό τε πάνυ φρόνημα καὶ τὴν φιλίαν αὐτῶν τὴν πρὸς τὸν Καράκαλλον φοβηθείς, εὐθὺς μετεπέμψατο. τόν τε οὖν Ἀγρίππαν ἐς τὴν Δακίαν καὶ Δέκκιον Τρικκιανὸν ἐς τὴν Παννονίαν ἔστειλεν, ἐκεῖνον μὲν δοῦλόν τε κομμωτὴν γυναικός τινος γεγονότα, καὶ διά τε τοῦτο κριθέντα ὑπὸ τοῦ Σεουήρου καίτοι καὶ τῷ βασιλικῷ συνδεδικηκότα, καὶ ἐπὶ προδοσίᾳ πράγματός τινος ἐς νῆσον ἐκπεσόντα, καὶ μετὰ τοῦτο ὑπὸ τοῦ Ταραύτου σὺν τοῖς ἄλλοις καταχθέντα, τάς τε διαγνώσεις αὐτοῦ καὶ τὰς ἐπιστολὰς διοικήσαντα, καὶ τὸ τελευταῖον ἐς τοὺς βουλευτὰς τοὺς ἐστρατηγηκότας ἀπωσθέντα ὅτι μειράκια ἔξωρα ἐς τὴν στρατιὰν ἐπῆκτο, τὸν δὲ δὴ Τρικκιανὸν ἔν τε τῷ πλήθει τῷ Παννονικῷ ἐστρατευμένον καὶ θυρωρόν ποτε τοῦ ἄρχοντος αὐτῆς γεγονότα καὶ τότε τοῦ Ἀλβανίου στρατοπέδου ἄρχοντα.
ταῦτά τε οὖν αὐτοῦ πολλοὶ ᾐτιῶντο, καὶ ὅτι καὶ τὸν Ἄδουεντον ἐν τοῖς διόπταις τε καὶ ἐρευνηταῖς μεμισθοφορηκότα, καὶ τὴν ἐν αὐτοῖς τάξιν λελοιπότα ἔς τε τοὺς γραμματοφόρους τελέσαντα καὶ πρόκριτον ἀποδειχθέντα καὶ μετὰ τοῦτο ἐς ἐπιτρόπευσιν προαχθέντα, καὶ βουλευτὴν καὶ συνύπατον καὶ πολίαρχον, μήθʼ ὁρᾶν ὑπὸ γήρως μήτʼ ἀναγιγνώσκειν ὑπʼ ἀπαιδευσίας μήτε πράττειν τι ὑπʼ ἀπειρίας δυνάμενον, ἀπέφηνεν. ἐτετολμήκει μὲν γὰρ ὁ Ἄδουεντος τοῖς στρατιώταις μετὰ τὸν τοῦ Καρακάλλου θάνατον εἰπεῖν ὅτι «ἐμοὶ μὲν ἡ μοναρχία ἅτε καὶ πρεσβεύοντι τοῦ Μακρίνου προσήκει, ἐπεὶ δʼ ὑπεργήρως εἰμί, ἐκείνῳ αὐτῆς ἐξίσταμαι»· ληρεῖν δέ πως ἔδοξεν, ὥσπερ που καὶ ὁ Μακρῖνος τὸ μέγιστον τῆς γερουσίας ἀξίωμα τοιούτῳ ἀνδρὶ δούς, ὅστις οὐδὲ διαλεχθῆναί τινι ἐν τῷ συνεδρίῳ καλῶς ὑπατεύων ἠδυνήθη, καὶ διὰ τοῦτο τῇ τῶν ἀρχαιρεσιῶν ἡμέρᾳ νοσεῖν προσεποιήσατο. ὅθεν οὐκ ἐς μακρὰν τῷ Μαξίμῳ τῷ Μαρίῳ τὴν τῆς πόλεως προστασίαν ἀντʼ αὐτοῦ προσέταξε, καθάπερ ἐπὶ τοῦτο μόνον πολίαρχον αὐτὸν ποιήσας ἵνα μιάνῃ τὸ βουλευτήριον, οὐ κατʼ ἐκεῖνο μόνον ὅτι ἐν τῷ μισθοφορικῷ ἐστράτευτο καὶ τὰ τῶν δημίων ἔργα καὶ προσκόπων καὶ ἑκατοντάρχων ἐπεποιήκει, ἀλλʼ ὅτι καὶ τὴν τῆς πόλεως ἀρχὴν πρὸ τοῦ τῆς ὑπατείας ἔργου εἰλήφει, τοῦτʼ ἔστιν πολίαρχος πρότερον ἢ βουλευτὴς ἐγεγόνει. ταῦτα γὰρ περὶ αὐτὸν ὥσπερ τὰ καθʼ ἑαυτόν, ὅτι τὴν αὐτοκράτορα ἀρχὴν ἱππεύων ἔτι ἡρπάκει, ἐπηλυγασόμενος ἔπραξεν.
ἐκεῖνά τε οὖν τινες αὐτοῦ οὐκ ἀπεικότως ἐμέμφοντο, καὶ ὅτι ἐπάρχους τόν τε Ἰουλιανὸν τὸν Οὔλπιον καὶ Ἰουλιανὸν Νέστορα ἀπέδειξε, μήτʼ ἄλλην τινὰ ἀρετὴν ἔχοντας μήτʼ ἐν πολλαῖς πράξεσιν ἐξητασμένους, ἀλλὰ καὶ πάνυ περιβοήτους ἐπὶ πονηρίᾳ ἐν τῇ τοῦ Καρακάλλου ἀρχῇ γενομένους διὰ τὸ πολλὰ αὐτῷ τῶν ἀγγελιαφόρων σφᾶς ἡγουμένους πρὸς τὰς ἀνοσίους πολυπραγμοσύνας ὑπηρετῆσαι. ἀλλὰ ταῦτα μὲν ὀλίγοι ἐλογίζοντο καὶ ἀπʼ αὐτῶν οὐ καθαρῶς ἐθάρσουν· οἱ δὲ δὴ πλείους τῶν ἰδιωτῶν πρός τε τὴν διὰ βραχέος παρʼ ἐλπίδα τοῦ Ταραύτου ἀπαλλαγὴν καὶ πρὸς τὴν ἐκείνου παραπλησίαν, ἐξ ὧν ὑπεδεδείχει σφίσιν, πρὸς πάντα καὶ τὰ λοιπὰ προσδοκίαν οὐκ ἔσχον καιρὸν διʼ ὀλίγου οὕτως αὐτοῦ καταγνῶναι, καὶ διὰ τοῦτʼ ἰσχυρῶς ἀποθανόντα ἐπόθησαν ὃν πάντως ἄν, εἴπερ ἐπὶ πλεῖον ἐβεβιώκει, διὰ μίσους ἐσχήκεσαν. καὶ γὰρ τρυφερώτερόν πως ζῆν ἤρξατο, καὶ τῶν διαμεμφομένων τι αὐτοῦ ἐπεστρέφετο. τὸν μὲν γὰρ Ματερνιανὸν τόν τε Δάτον οὐκ εὐλόγως μέν — τί γὰρ ἠδικήκεσαν τὸν αὐτοκράτορά σφων περιέποντες; — οὐ μέντοι καὶ ἀπὸ τοῦ ἀνθρωπίνου τρόπου, ἐπεὶ ἐν κινδύνῳ μεγάλῳ ἐγεγόνει, διεχρήσατο· τοῖς δʼ ἄλλοις τοῖς τὴν δυσγένειαν αὐτοῦ καὶ τὴν παράλογον τῆς μοναρχίας ἔφεσιν δυσχεραίνειν ὑποπτευομένοις οὐκ ὀρθῶς ἐπεξῄει. πάντα γάρ που τἀναντία αὐτὸν ἐχρῆν, εἰδότα ὅστις τε ἀρχὴν ἐπεφύκει καὶ ὅστις τότε ἦν, μήθʼ ὑπερφρονεῖν .... μετρίως ........... μονα τὸν ὁ .......... θεραπεύοντα τοὺς ἀνθρώπους τῇ τε εὐεργεσίᾳ καὶ τῇ τῆς ἀρετῆς διὰ πάντων ὁμοίως ἐπιδείξει παραμυθεῖσθαι.
ταῦτα μὲν ........ κατʼ αὐτὸν ας ...... εἴρηταί μοι εν ......... ὡς ἕκαστα .......... μης τινος ........... κεινωνες ....... αὐτοκράτωρ μεν .......... ραις ὥσπερ ... ..... λόγῳ παρὰ .......... τὴν ἀρχὴν ........... παντὸς μα..........νος αὐτῆς ..........των ὧν διελ......... στρατιώταις ........ ἀπεδείχθ.......... καὶ ἐπαίνους ἑαυτοῦ οὐκ ὀλίγους μὲν ἀνειπεῖν ἐτόλμησεν, ἔτι δὲ πλείους ἐπιστεῖλαι, λέγων ἄλλα τε καὶ ὅτι «εὖ ἠπιστάμην καὶ ὑμᾶς τοῖς στρατεύμασι συνομολογήσαντας, συνειδὼς ἐμαυτῷ πολλὰ καὶ καλὰ πεποιηκότι τὸ κοινόν». ἐνέγραψεν δὲ ἐν τῇ ἐπιστολῇ Καίσαρα θʼ ἑαυτὸν καὶ αὐτοκράτορα καὶ Σεουῆρον, προσθεὶς τῷ Μακρίνου ὀνόματι καὶ εὐσεβῆ καὶ εὐτυχῆ καὶ Αὔγουστον καὶ ἀνθύπατον, οὐκ ἀναμένων τι, ὡς εἰκὸς ἦν, παρʼ ἡμῶν ψήφισμα . ...... λεν δὲ οὐκ ἠ ......... το σαῦτα καὶ τηλικαῦτα ῥήματα αὐτὸς ....... μενος οὗ οὐδὲ ........... ης ὀνομα ............ ν δορυφόρων ......... ερόν τινες ............ οὐ μὴν ἀλ ........... τως ἐγρα ............ τὴν ἀρχὴν ........... εμον μάλι ....... ων βαρβάρων ......... ρημον προς ........... ν πλησίον .......... ηθει παρον .......... στον δρασω .......... η τῇ τε ἐπι ...... έγραψεν ἁπλῶς ........ οἱ πρὸ τοῦ Καρακάλλου αὐτοκράτορες, ........ ο καὶ διὰ παν ........ ς ἐποίησε ......... ὑπομνήματα ........ στρατιώταις .......... οὕτως ἐκεῖ ...... ... ἐπὶ κολα ......... των καὶ οὐ ........ είας λέγεσθαι ὑπώπτευσαν ὥστε καὶ δημοσιευθῆναι αὐτὰ ἀξιῶσαι, ἔπεμψεν ἡμῖν, ἅτινα καὶ αὐτὰ ὁ ταμίας, ὥσπερ καὶ ἕτερα αὖθις τῶν ὁμοίων, ἀνέγνω. καὶ στρατηγὸς δέ τις τὰ αὐτοῦ ποτε τοῦ Μακρίνου γράμματα, τῷ σύγκλητόν τε τότε τὴν βουλὴν γενέσθαι καὶ μηδένα τῶν ταμιῶν παρεῖναι, ἐπελέξατο.
τῆς δʼ οὖν πρώτης ἐπιστολῆς ἀναγνωσθείσης καὶ ἐκείνῳ, ὅσα εἰκὸς ἦν, καὶ τῷ υἱεῖ αὐτοῦ ἐψηφίσθη· εὐπατρίδης τε γὰρ καὶ πρόκριτος τῆς νεότητος Καῖσάρ τε ἀπεδείχθη. καὶ ὃς τὰ μὲν ἄλλα προσεδέξατο, τὴν δὲ δὴ ἱπποδρομίαν τὴν ἐπὶ τῇ ἀρχῇ τῆς ἡγεμονίας αὐτοῦ ψηφισθεῖσαν παρῃτήσατο, εἰπὼν αὐτάρκως αὐτὴν τῇ τῶν Σεουήρου γενεσίων θέᾳ τετιμῆσθαι. τοῦ μέντοι Ταραύτου οὐδεμίαν μνείαν οὔτʼ ἔντιμον τότε γε οὔτʼ ἄτιμον ἐποιήσατο, πλὴν καθʼ ὅσον αὐτοκράτορα αὐτὸν ὠνόμασεν· οὔτε γὰρ ἥρωα οὔτε πολέμιον ἀποδεῖξαι ἐτόλμησεν, ὡς μὲν ἐγὼ δοκῶ, ὅτι τὸ μὲν διά τε τὰ πραχθέντα αὐτῷ καὶ διὰ τὸ πολλῶν ἀνθρώπων μῖσος, τὸ δὲ διὰ τοὺς στρατιώτας ὤκνησε πρᾶξαι, ὡς δέ τινες ὑπώπτευσαν, ὅτι τῆς τε γερουσίας καὶ τοῦ δήμου τὴν ἀτιμίαν αὐτοῦ ἔργον γενέσθαι μᾶλλον ἢ ἑαυτοῦ, ἄλλως τε καὶ ἐν τοῖς στρατεύμασιν ὄντος, ἠθέλησε. τοῦ τε γὰρ πολέμου αἰτιώτατον αὐτὸν ἐξ ἀδικίας γεγονέναι, καὶ τὸ δημόσιον ἰσχυρῶς τῇ τῶν χρημάτων τῶν τοῖς βαρβάροις διδομένων αὐξήσει βεβαρηκέναι ἔφη· ἰσάριθμα γὰρ αὐτὰ τῇ τῶν στρατευομένων μισθοφορᾷ εἶναι. οὐ μέντοι καὶ ἐτόλμησέ τις δημοσίᾳ τι τοιοῦτο κατʼ αὐτοῦ θρασύνασθαι ὥστε καὶ πολέμιον αὐτὸν ψηφίσασθαι, δεδιὼς μὴ καὶ παραυτίκα ὑπὸ τῶν ἐν τῇ πόλει στρατευομένων φθαρῇ· ἀλλὰ ἄλλως μὲν καὶ ἐλοιδόρουν αὐτὸν καὶ ὕβριζον ὅσα ἐδύναντο, τάς τε μιαιφονίας αὐτοῦ ὀνομαστὶ καταλέγοντες, καὶ πρὸς πάντας αὐτὸν τοὺς πώποτε κακῶς τυραννήσαντάς σφων παραδεικνύντες, τήν τε ἱπποδρομίαν τὴν τοῖς γενεθλίοις αὐτοῦ τελουμένην καταλυθῆναι, καὶ τοὺς ἀνδριάντας τούς τε χρυσοῦς καὶ τοὺς ἀργυροῦς πάντας ἁπλῶς διʼ ἐκεῖνον συγχωνευθῆναι, τούς τε μεμηνυκότας τι αὐτῷ πολλῇ σπουδῇ καὶ φανερωθῆναι καὶ κολασθῆναι δεόμενοι· πολλοὶ γὰρ οὐχ ὅτι δοῦλοί τε καὶ ἐξελεύθεροι καὶ στρατιῶται καὶ Καισάρειοι, ἀλλὰ καὶ ἱππῆς βουλευταί τε καὶ γυναῖκες τῶν ἐπιφανεστάτων συχναὶ καὶ ἐνδείξεις λαθρίους ἐπʼ αὐτοῦ πεποιῆσθαι καὶ σεσυκοφαντηκέναι τινὰς ἐνομίζοντο. οὐ μὴν οὔτε ἐκείνῳ τὸ τοῦ πολεμίου ὄνομα προσέθεσαν, καίτοι τὸν Μαρτιάλιον, ἐπὶ προσχήματι τῆς πρὸς τὸν Ἄρεα αὐτοῦ ὁμωνυμίας, καὶ ἐπαίνοις καὶ ἀγάλμασι τιμηθῆναι δεῖν ἀεί ποτε ἐπιβοῶντες, οὔτε τῷ Μακρίνῳ ὡς καὶ ἀχθόμενοί τι τότε ἐνεδείξαντο. αἴτιον δʼ ὅτι προκαταληφθέντες τῇ διὰ τὸν τοῦ Ταραύτου θάνατον χαρᾷ οὐδὲ ἐννοῆσαί τι περὶ τῆς ταπεινότητος αὐτοῦ ἐσχόλασαν, ἀλλʼ ἀγαπητῶς αὐτὸν ἐς τὴν ἀρχὴν ἐδέξαντο, οὐχ οὕτως ᾧτινι δουλεύσουσιν ὡς οὗ ἐστέρηντο ἐνθυμούμενοι, καὶ πάντα τινά, καὶ τὸν τυχόντα, αἱρετώτερον αὐτοῦ νομίζοντες ἔσεσθαι. καί τι αὐτοὺς καὶ ἡ τῶν ἐπί τε τῶν ὑπʼ ἐκείνου καταδειχθέντων κατάλυσις — πάντα γὰρ ὅσα ποτὲ παρὰ τὸ καθεστηκός, οὐχ ὅτι ἐκ τοῦ δημοσίου τοῦ τῶν Ῥωμαίων, ἀλλὰ καὶ οἴκοθέν τισιν ἐξ ἐπιτροπῆς αὐτοῦ πρός τινων δήμων ἀνηλίσκετο, ἀνετάγη — καὶ ἡ ἐς τὸ ἔπειτα μηδὲν ὅμοιον αὐτοῖς προσταχθήσεσθαι ἐλπὶς ἀνέπεισε στέρξαι τοῖς παροῦσιν. ὡς μέντοι τόν τε Αὐρηλιανὸν τεθνηκότα καὶ τὸν Διαδουμενιανὸν τὸν υἱὸν αὐτοῦ Καίσαρα, λόγῳ μὲν ὑπὸ τῶν στρατιωτῶν διʼ ὧν ἀπὸ τῆς Ἀντιοχείας μεταπεμφθεὶς πρὸς αὐτὸν διῄει, ἔργῳ δὲ ὑπὸ τοῦ Μακρίνου, ἀποδεδειγμένον καὶ προσέτι τὸ τοῦ Ἀντωνίνου ὄνομα προσειληφότα ἔμαθον — ταῦτα γὰρ ἐπὶ τῇ τῶν στρατιωτῶν θεραπείᾳ, τὸ μὲν ἵνα μὴ δόξῃ τὴν τοῦ τεθνηκότος μνήμην παντάπασιν ἀτιμάζειν, καὶ μάλισθʼ ὅτι τῶν ἀνδριάντων τινὰς τῶν ἐν τῇ Ῥώμῃ ὑπὸ τοῦ Ἀλεξάνδρου αὐτῷ ἀνατεθέντων καὶ αὐτῷ ἐκείνῳ σταθέντων λάθρᾳ καθῃρήκει, τὸ δὲ ἵνα ἄλλας ἑπτακοσίας καὶ πεντήκοντα αὐτοῖς δραχμὰς προσυπόσχηται, ἐποίησεν —, οὐκέτʼ ὁμοίως φρονεῖν ἤρξαντο, ἀλλʼ ἐνθυμούμενοι ὅτι πρότερον ἐν οὐδενὶ λόγῳ ἐπεποίηντο, καὶ προσεκλογιζόμενοι πάνθʼ ὅ......... ἄλλων αὐτοῦ τ....... προσυποπτεύ........ κάζοντο, ᾐσχύνθησαν, καὶ τοῦ μὲν Καρακάλλου οὐδὲν μᾶλλον ἐ...... το, τὰ δὲ ἐς ἐκεῖνον φέροντα ἄλλως ........ στέλλοντο τι .... παραιτήσει τῶν ....... τοῦ Σεουήρου . ... Ἀντωνίνου κα ....... ξέφαινον κ ........ γε καὶ ἥρωα ......... κότα διὰ τὴν ......... νίαν οὐ δὴ ........ ἀποφανθη ......... καὶ παντάπασιν αἱ γνῶμαι πάντων ἀνθρώπων τῶν ἐν τῇ Ῥώμῃ ...... μετέπεσον ......... γερουσία α........σα καὶ ἐπιφ........ μονη ἐπι τ......... κακουργης ....... αὐτω ἐξαιτ....... γην ἐμὲ δε... καὶ μέντοι κατʼ ἄνδρα πάντων ἐρωτηθέντων περὶ τῶν τιμῶν αὐτοῦ ἄλλοι τε ἀμφιβόλως ἀπεκρίναντο καὶ ο ...... Σατουρνῖνος ......... τιαν τρόπον τινὰ ἐπιφημιζομεν ......... στρατηγῶν ...... μὴ ἐξεῖναί οἱ μηδεμίαν ψῆφον περί του προθεῖναι, ἵνα μὴ ὁ .......... νήσῃ σφίσιν. καὶ ταῦτα μὲν ἔξω τοῦ καθεστηκότος ἐγένετο — οὐ γὰρ ἦν νόμιμον ὑπὲρ οὐδενὸς πράγματος σκέψιν τινὰ ἐν τῷ βουλευτηρίῳ μὴ κελεύοντος τοῦ αὐτοκράτορος γενέσθαι· ὁ δὲ δῆμος, ἅτε καὶ ἐν τῇ ἀγωνίᾳ λανθάνων καὶ ὑπὸ τοῦ πλήθους σφῶν μᾶλλον θρασυνόμενος, μέγα ἀνεβόησεν ἐν τῇ τῶν τοῦ Διαδουμενιανοῦ γενεθλίων ἱπποδρομίᾳ, ἣ τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ Σεπτεμβρίου ἡμέρᾳ ἐγίγνετο, ἄλλα τε πολλὰ ὀδυρόμενος καὶ λέγων μόνους τῶν πάντων ἀνθρώπων ἑαυτοὺς δὴ ἀπροστάτους ἀβασιλεύτους εἶναι· τόν τε Δία ἀνεκάλουν ὡς δὴ καὶ μόνον σφῶν ἡγησόμενον, καὶ δὴ καὶ αὐτὸ τοῦτο εἶπον ὅτι «ὡς κύριος ὠργίσθης, ὡς πατὴρ ἐλέησον ἡμᾶς». οὐδὲ ἐφρόντισαν οὐδὲν τὴν πρώτην οὔτε τοῦ ἱππικοῦ οὔτε τοῦ βουλευτικοῦ τε .... τόν τε αὐτοκράτορα καὶ τὸν Καίσαρα ἐπαινούντων, ὥστε καὶ αὐ ....... ἑλληνιστὶ εἰπεῖν «ὢ καλῆς ἡμέρας τῆς τήμερον, ὢ καλῶν βασιλέων», κἀκείνους καὶ ὁμοφρονεῖν σφισιν ἐθελόντ ων· ἀλλʼ ἔς τε τὸν οὐρανὸν τὰς χεῖρας ἀνέτεινον καὶ ἐβόων «οὗτός ἐστιν ὁ Ῥωμαίων Αὔγουστος· τοῦτον ἔχοντες πάντα ἔχομεν». οὕτως που πολὺ τοῖς ἀνθρώποις καὶ αἰδοῦς ἐς τὸ κρεῖττον καὶ καταφρονήματος πρὸς τὸ χεῖρον ἐμπέφυκεν, ὥστε καὶ ἐκείνους μηδʼ ἀρχὴν ἔτι εἶναι τόν τε Μακρῖνον καὶ τὸν Διαδουμενιανὸν νομίζειν, ἀλλʼ ὡς καὶ τεθνηκότας αὐτοὺς ἤδη καταπατεῖν. ὅθεν οὐχ ἥκιστα καὶ οἱ στρατιῶται κατεφρόνησαν αὐτοῦ, ἐν οὐδενὶ λόγῳ τὰ ἐπὶ τῇ θεραπείᾳ σφῶν πραχθέντα θέμενοι, καὶ μάλισθʼ ὅτι οἱ Περγαμηνοί, στερηθέντες ὧν παρὰ τοῦ Ταραύτου πρότερον εἰλήφεσαν, πολλὰ καὶ ἄτοπα ἐς αὐτὸν ἐξύβρισαν, ἐφʼ ᾧ δὴ καὶ δημοσίᾳ ἀτιμίαν ὑπʼ αὐτοῦ ὦφλον.
καὶ τὰ μὲν τῶν στρατιωτῶν αὐτίκα λελέξεται· τότε δὲ γράμμα μὲν οὐδὲν ὁ Μακρῖνος τῶν μηνυτικῶν οὔτε ἐσέπεμψεν ἐς τὴν γερουσίαν, ὥσπερ ἠξίουν, οὔτʼ ἄλλως ἐξέφηνε, φήσας, εἴτʼ οὖν ἀληθῶς εἴτε καὶ ψευδῶς, ἵνα μὴ πολλὴ ταραχὴ γένηται, ὅτι μηδὲν ἐν τῷ βασιλικῷ τοιοῦτον εὑρέθη — ὁ γάρ τοι Ταραύτας ἤτοι διέφθειρε τὰ πλεῖστα τῶν ἔνδειξίν τινα ἐχόντων, ἢ καὶ αὐτοῖς τοῖς πέμψασιν αὐτὰ ἀντέπεμπεν, ὥσπερ εἶπον, ὅπως μηδεὶς ἔλεγχος τῆς κακίας αὐτῶν ὑπολείπηται —, τρεῖς δὲ δὴ τῶν βουλευτῶν, οὓς μάλιστα καὶ αὐτὸς ἐξ ὧν ἐπεφωράκει ἀξιομισεῖς ἐνόμιζεν εἶναι, ἐκδήλους ἐποίησε, τόν τε Μανίλιον καὶ τὸν Ἰούλιον καὶ προσέτι Σουλπίκιον Ἀρρηνιανόν, ὃς ἄλλους τέ τινας καὶ τὸν Βάσσον τὸν τοῦ Πομπωνίου παῖδα, ᾧ τῆς Μυσίας ἄρξαντι ὑπεστρατηγήκει, ἐσεσυκοφαντήκει. καὶ οὗτοί τε ἐς νήσους ὑπερωρίσθησαν — ἀπεῖπε γὰρ ἄντικρυς μηδένα αὐτῶν θανατωθῆναι, αὐτὸ τοῦτο γράψας «ἵνα μή, ἃ ἐκείνοις ἐγκαλοῦμεν, αὐτοὶ ποιοῦντες φανῶμεν» — καὶ Λούκιος Πρισκιλλιανὸς ὑπʼ αὐτῆς τῆς βουλῆς προβληθείς, οὕτω περιβόητος ἐπὶ ταῖς ἐπηρείαις ὥσπερ καὶ ἐπὶ ταῖς τῶν θηρίων σφαγαῖς ὤν. ἔν τε γὰρ τῷ Τουσκούλῳ πολλοῖς ἀεὶ πολλάκις ἐμαχέσατο, ὥστε καὶ σημεῖα τῶν δηγμάτων αὐτῶν φέρειν, καί ποτε καὶ ἄρκτῳ καὶ παρδάλει λεαίνῃ τε καὶ λέοντι ἅμα μόνος συνηνέχθη· καὶ πολὺ πλείους ἄνδρας, καὶ τῶν ἱππέων καὶ τῶν βουλευτῶν, ἐκ τῶν διαβολῶν ἐξώλεσεν. ἐφʼ οἷς ἀμφοτέροις ὑπὸ μὲν τοῦ Καρακάλλου μεγάλως ἐτιμήθη καὶ ἐς τοὺς ἐστρατηγηκότας ἐσεγράφη καὶ τῆς Ἀχαΐας καὶ παρὰ τὸ καθῆκον ἦρξεν, ὑπὸ δὲ τῆς γερουσίας ἰσχυρῶς ἐμισήθη, καὶ ἐπίκλητός τε ἐγένετο καὶ ἐς νῆσον κατεκλείσθη.
οὗτοί τε οὖν οὕτως ἀπήλλαξαν, καὶ ὁ Φλάκκος τὴν τῶν τροφῶν διάδοσιν, ἣν ὁ Μανίλιος πρότερον ἔσχε τῆς κατʼ αὐτοῦ συκοφαντίας γέρας εἰλήφει, ἐπετράπη καὶ αὐτὴν καὶ μετὰ τοῦτο τό τε διαδίδοσθαί τινα ἐν ταῖς τῶν στρατηγῶν τῶν πάνυ θέαις, πλὴν τῶν τῇ Φλώρᾳ τελουμένων .......... δικαιονόμοι οἱ τὴν Ἰταλίαν διοικοῦντες ἐπαύσαντο ὑπὲρ τὰ νομισθέντα ὑπὸ τοῦ Μάρκου δικάζοντες. Δομίτιός τέ τις Φλῶρος περιδρομῇ θεραπείας πρὸς σπουδαρχίαν, καίτοι πρότερόν ποτε τὰ τῆς βουλῆς ὑπομνήματα διὰ χειρὸς ἔχων καὶ ἀγορανόμος ἐπʼ αὐτοῖς ἀποδειχθῆναι ὀφείλων, εἶτα πρὶν ἄρξαι τῆς ἐλπίδος διὰ Πλαυτιανὸν ἐκπεσών, κατεστήσατο καὶ δήμαρχος ἀπεδείχθη· ὅ τε Φαῦστος ὁ Ἀνίκιος ἐς τὴν Ἀσίαν ἀντὶ τοῦ Ἄσπρου ἄρξων ἐπέμφθη. ἐκεῖνος γὰρ τὸ μὲν πρῶτον καὶ πάνυ πολλῆς παρὰ τοῦ Μακρίνου τιμῆς, ὡς καὶ καταστῆσαι τὰ ἐν τῇ Ἀσίᾳ δυνησόμενος, ἔτυχεν· ἔπειτʼ ἐν ὁδῷ ὄντα αὐτὸν ἤδη καὶ πλησιάζοντα τῷ ἔθνει — τὴν γὰρ παραίτησιν, ᾗ παρὰ τοῦ Καρακάλλου παρῄτητο, ἐς αὑτὸν ἐλθοῦσαν οὐκ ἐδέξατο — δεινῶς περιύβρισεν ἀπωσάμενος — καὶ γάρ τινα καὶ διηγγέλλετο αὐτῷ λελαληκὼς οὐκ ἐπιτήδεια —, καὶ δῆτα, ὡς καὶ αὖθις αὐτοῦ παρεμένου διά τε γῆρας καὶ νόσον, τῷ Φαύστῳ τὴν Ἀσίαν, καίπερ παροφθέντι τὴν τοῦ κλήρου τάξιν ὑπὸ τοῦ Σεουήρου, ἐνεχείρισεν· καὶ ἐπειδή γε βραχὺς ὁ χρόνος τῆς ἡγεμονίας αὐτῷ ἐγίγνετο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἄρξαι αὐτὸν ἀντʼ Αὐφιδίου Φρόντωνος ἐκέλευσε. τούτῳ γὰρ οὔτε τὴν Ἀφρικὴν κατακληρωσαμένῳ ἐπέτρεψεν τῶν Ἄφρων αὐτὸν παραιτησαμένων, οὔτε τὴν Ἀσίαν, καίτοι μεταθεὶς αὐτὸν ἐκεῖσε πρότερον. τό γε μὴν ἱκνούμενον γέρας καὶ οἴκοι μείναντι αὐτῷ, τὰς πέντε καὶ εἴκοσι μυριάδας, δοθῆναι ἐσηγήσατο. οὐ μέντοι καὶ ἐκεῖνος αὐτὰς ἔλαβεν, εἰπὼν οὐκ ἀργυρίου ἀλλʼ ἡγεμονίας δεῖσθαι, καὶ διὰ τοῦθʼ ὕστερον παρὰ τοῦ Σαρδαναπάλλου τὸ ἔθνος ἀπέλαβεν.
ταῦτα μὲν οὕτως ἐγένετο, ....... ἐπʼ ἐλπίδι β........ φομένοις ......... ἐκ τῆς ............. μέχρι τῆς ς......... ἡλικίας ἐκ .........· ἡ δὲ Ἰουλία ἡ τοῦ Ταραύτου μήτηρ ἔτυχε μὲν ἐν τῇ Ἀντιοχείᾳ οὖσα, καὶ οὕτω παραχρῆμα, ἅμα τῇ πύστει τοῦ θανάτου αὐτοῦ, διετέθη ὥστε καὶ πλήξασθαι ἰσχυρῶς καὶ ἀποκαρτερῆσαι ἐπιχειρῆσαι. ὃν γὰρ ζῶντα καὶ ἐμίσει, τὸν αὐτὸν τοῦτον τότε τετελευτηκότα ἐπόθει οὐχ ὅτι ἐκεῖνον ζῆν ἤθελεν, ἀλλʼ ὅτι αὐτὴ ἰδιωτεύουσα ἤχθετο. καὶ διὰ τοῦτο καὶ τὸν Μακρῖνον πολλὰ καὶ δεινὰ ἐλοιδόρησεν. ἔπειθʼ ὡς οὔτε τι τῆς βασιλικῆς θεραπείας ἢ καὶ τῆς τῶν δορυφόρων περὶ αὐτῇ φρουρᾶς ἠλλοιώθη, καὶ ἐκεῖνος χρηστά τινα αὐτῇ, τὰ λεχθέντα ὑπʼ αὐτῆς ἀκηκοώς, ἐπέστειλε, θαρσήσασα τήν τε τοῦ θανάτου ἐπιθυμίαν κατέθετο, καὶ μηδὲν αὐτῷ ἀντιγράψασα ἔπραττέν τι καὶ ἐς τοὺς συνόντας οἱ στρατιώτας ἄλλως τε .......... καὶ ἐκειν .......... ........ καὶ τῷ τε Μακρίνῳ ..... ομένους .......... υ υἱέος αὐτῆς .......... ον μνημονεύοντας, ὅπως αὐταρχήσῃ τῇ τε Σεμιράμιδι καὶ τῇ Νιτώκριδι, ἅτε καὶ ἐκ τῶν αὐτῶν τρόπον τινὰ χωρίων αὐταῖς οὖσα, παριςουμένη. ὡς ......... ῃ συνῄρε .. ....... αὶ γράμματα ......... ου Μακρίνου ......... ι τινα ἐφʼ οἷς ........... οντα ελα ............ ν γνώμης .......... ειτο φοβηθεῖσα μὴ τοῦ τε ὀνόματος τοῦ τῆς Αὐγούστης στερηθῇ καὶ ἐς τα ....... πατρίδα ἀπελθεῖν ἀναγκασθῇ καὶ παν ........... δεινοτε ........... ας γυναι .......... ωνων προς ........ .. θενεστε ............ νατω τε .......... νω τις οφθη .. ....... ατο παν του .......... ιέναι μη .......... μην ἀνελ .......... σθῇ καὶ ἐ .......... Μακρίνου .......... κοι κατα .......... ι τοῦ τἀναντία πράττειν δοκεῖν ε .......... ξειν ὅπως ........... ῃ κατα .......... οχωρήση ........ ἐκεῖνός τε ἐξελθεῖν ὅτι τάχιστα ἐκ τῆς Ἀντιοχείας αὐτήν, ὅποι βούλοιτο, ἐκέλευσεν, καὶ τὰ ἐν τῇ Ῥώμῃ περὶ τοῦ υἱέος αὐτῆς λεχθέντα ἤκουσεν, οὐκέτʼ ἐφιλοψύχησεν, ἀλλʼ ἤδη τρόπον τινὰ καὶ ὑπὸ τοῦ καρκίνου, ὃν ἐν τῷ μαστῷ ἐκ πάνυ πολλοῦ χρόνου ἡσυχάζοντά πως ἔχουσα τότε ἠρέθισεν ἐκ τῆς πληγῆς ἣν ἐπὶ τῷ τοῦ παιδὸς θανάτῳ κοψαμένη κατὰ τῶν στέρνων ἐπέπληκτο, συναιρουμένη προσδιέφθειρεν ἑαυτὴν ἀποκαρτερήσασα.
καὶ ἡ μὲν οὕτω τε ἐκ δημοτικοῦ γένους ἐπὶ μέγα ἀρθεῖσα, κἀν τῇ τοῦ ἀνδρὸς ἡγεμονίᾳ περιαλγῶς πάνυ διὰ τὸν Πλαυτιανὸν ζήσασα, τῶν τε υἱέων τόν τε νεώτερον ἐν τοῖς αὑτῆς κόλποις κατασφαγέντα ἐπιδοῦσα καὶ τὸν πρεσβύτερον ζῶντά τε ἀεὶ διὰ τέλους διὰ φθόνου ἔχουσα καὶ φονευθέντα οὕτω μαθοῦσα, τῆς ἀρχῆς ζῶσα ἐξέπεσεν καὶ ἑαυτὴν προσκατειργάσατο, ὥστε τινὰ ἐς αὐτὴν ἀποβλέψαντα μὴ πάνυ πάντας τοὺς ἐν ταῖς μεγάλαις ἐξουσίαις γενομένους μακαρίζειν, ἂν μὴ καὶ ἡδονή τις αὐτοῖς τοῦ βίου καὶ ἀληθὴς καὶ ἀκήρατος καὶ εὐτυχία καὶ ἀκραιφνὴς καὶ διαρκὴς ὑπάρχῃ. καὶ τὰ μὲν τῆς Ἰουλίας οὕτως ἔσχε, τό τε σῶμα αὐτῆς ἐς τὴν Ῥώμην ἀναχθὲν ἐν τῷ τοῦ Γαΐου τοῦ τε Λουκίου μνήματι κατετέθη· ὕστερον μέντοι καὶ ἐκεῖνα, ὥσπερ καὶ τὰ τοῦ Γέτα ὀστᾶ, πρὸς τῆς Μαίσης τῆς ἀδελφῆς αὐτῆς ἐς τὸ τοῦ Ἀντωνίνου τεμένισμα μετεκομίσθη. ἔμελλεν δʼ οὐδʼ ὁ Μακρῖνος ἐπὶ πολὺ περιοίσειν, ὥς που καὶ προεδηλώθη αὐτῷ. ἡμίονός τε γὰρ ἡμίονον ἐν τῇ Ῥώμῃ καὶ χοῖρος χοιρίδιον ὦτα τέσσαρα καὶ γλώσσας δύο πόδας τε ὀκτὼ ἔχον ἔτεκε, καὶ σεισμὸς ἰσχυρὸς ἐγένετο, αἷμά τε ἐκ σωλῆνος ἐρρύη, καὶ μέλισσαι κηρία ἐν τῇ ἀγορᾷ τῇ βοαρίᾳ ἐνέπλασαν. τό τε θέατρον τὸ κυνηγετικὸν κεραυνοῖς ἐν αὐτῇ τῇ τῶν Ἡφαιστίων ἡμέρᾳ βληθὲν οὕτω κατεφλέχθη ὥστε τήν τε ἄνω περιβολὴν αὐτοῦ πᾶσαν καὶ τὰ ἐν τῷ τοῦ κύκλου ἐδάφει πάντα κατακαυθῆναι, κἀκ τούτου τὰ λοιπὰ πυρωθέντα θραυσθῆναι. οὐδὲ ἐπαρκέσαι αὐτῷ οὔτε ἀνθρωπίνη ἐπικουρία, καίπερ παντὸς ὡς εἰπεῖν ὕδατος ῥέοντος, οὔθʼ ἡ τοῦ οὐρανίου ἐπίρροια πλείστη τε καὶ σφοδροτάτη γενομένη ἠδυνήθη· οὕτω που καὶ τὸ ὕδωρ ἑκάτερον ὑπὸ τῆς τῶν σκηπτῶν δυνάμεως ἀνηλίσκετο, καὶ ἐν μέρει καὶ αὐτὸ τοῦτο προσεσίνετο, ὅθεν ἡ θέα τῶν μονομαχιῶν ἐν τῷ σταδίῳ ἐπὶ πολλὰ ἔτη ἐτελέσθη. τοῦτό τε οὖν τὰ μέλλοντα ἔσεσθαι προεσήμαινεν, —ἐνεπρήσθη μὲν γὰρ καὶ ἄλλα τινά, καὶ τῶν βασιλικῶν κτημάτων μάλιστα, ἐν τῇ ἀρχῇ αὐτοῦ πολλάκις, ὅπερ που καὶ αὐτὸ ἐξαίσιον ἀεί ποτε νενόμισται· ἐκεῖνο δὲ δὴ ἄντικρυς ἐς αὐτὸν φέρειν, ὅτι καὶ τὴν ἱπποδρομίαν τοῦ Ἡφαίστου κατελελύκει, ἔδοξεν. ἔκ τε οὖν τούτου νέον τι γίγνεσθαι ἐτοπάσθη, καὶ ὅτι ὁ Τίβερις ἐν τῇ αὐτῇ ἐκείνῃ ἡμέρᾳ πληθύσας ἔς τε τὴν ἀγορὰν καὶ ἐς τὰς περὶ αὐτὴν ὁδοὺς τοσαύτῃ ῥύμῃ ἐσέβαλεν ὥστε καὶ ἀνθρώπους παρασυρῆναι. γυνή τέ τις, ὥς γε ἤκουσα, βλοσυρὰ καὶ ὑπέρογκος ὀφθεῖσά τισιν ἔφη ὅτι ἐλάχιστα ταῦτα πρὸς τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαί ἐστιν. καὶ ἔσχεν οὕτως· οὐδὲ γὰρ ἐν τῇ πόλει μόνῃ τὸ δεινὸν ἔμεινεν, ἀλλὰ πᾶσαν τὴν οἰκουμένην αὐτῆς, ὑφʼ ἧς τὸ θέατρον ἀεί ποτε ἐπληροῦτο, ἐπέσχεν· τὸν μὲν γὰρ πρὸς τοὺς βαρβάρους πόλεμον καὶ ἐλαττωθέντες κατέθεντο, τῇ δὲ ἐκ τῶν στρατιωτῶν πλεονεξίᾳ καὶ στάσει δεινῶς ἐκακώθησαν. ἐπράχθη δὲ ἑκάτερον ὧδε.
ὁ Μακρῖνος ἰδὼν τὸν Ἀρτάβανον σφόδρα τε ἐφʼ οἷς ἐπεπόνθει θυμούμενον καὶ δυνάμει πολλῇ ἐς τὴν Μεσοποταμίαν ἐμβεβληκότα, τὸ μὲν πρῶτον τούς τʼ αἰχμαλώτους αὐτῷ αὐτεπάγγελτος καὶ λόγους φιλίους ἔπεμψε, πρός τε τὴν εἰρήνην αὐτὸν προκαλούμενος καὶ τὴν αἰτίαν τῶν γεγονότων ἐς τὸν Ταραύταν τρέπων· ὡς δὲ ἐκεῖνος οὔτε τοῦτο προσεδέξατο, καὶ προσέτι καὶ τὰ φρούρια αὐτὸν τάς τε πόλεις τὰς κατασκαφείσας ἀναστῆσαι τῆς τε Μεσοποταμίας παντελῶς ἐκστῆναι καὶ δίκας ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ τῇ τῶν βασιλικῶν μνημάτων λύμῃ δοῦναι ἐκέλευσεν — τῇ τε γὰρ δυνάμει, ἣν πολλὴν ἠθροίκει, θαρρῶν, καὶ τοῦ Μακρίνου ὡς καὶ παρὰ τὴν ἀξίαν αὐταρχοῦντος καταφρονῶν, τῇ τε ὀργῇ ἀπλήστῳ ἐχρῆτο, καὶ ἤλπιζε καὶ ἄκοντος αὐτοῦ πάνθʼ ὅσα ἐβούλετο κατεργάσεσθαι —, οὐδὲ καιρὸν οὐδένα διαβουλεύσασθαι ἔσχεν, ἀλλʼ ἀπαντήσας αὐτῷ πρὸς τὴν Νίσιβιν ἤδη προσιόντι ἡττήθη, μάχης περὶ τοῦ ὕδατος τοῖς στρατιώταις ἐν τῇ ἀντιστρατοπεδεύσει γενομένης. καὶ δὴ καὶ αὐτὸ τὸ τάφρευμα παρʼ ὀλίγον ἀπέβαλεν. ἀλλὰ τὸ μὲν οἵ τε ὑπασπις ταὶ καὶ οἱ σκευοφόροι οἱ παρατυχόντες διεςώσαντο· θρασυνόμενοι γὰρ προεξῇξαν ἐς τοὺς βαρβάρους ἐπεκδραμόντες· τό τε γὰρ ἀνέλπιστον τῆς ἀντιτάξεως ὠφέλησεν αὐτούς, καὶ δὴ στρατιῶταί τινες ὡπλισμένοι ἀλλʼ οὐχ ὑπηρέται ἔδοξαν εἶναι. ὁ δ............ τότε τε οὐ .......... καὶ μετα ........... ξεως παρ.......... της νυκ............. τὰ στρατό ......... οἵ τε Ῥωμαῖοι ....... το καὶ οἱ πολέμιοι τὸν θόρυβον ........... σφῶν α ............ πτευσαν ......... γην, ἀ ............. αὐτοὺς . ο .......... λυ ἀπαλ . η .......... σαν ἐπει .... ....... τες οἱ Ῥωμαῖοι ..... βαρβάρων ......... ασπτοης .......... αληθειν ........... το πεποιη ........... θον τε αυ........... μια μὲν μ........... ἀ...λαξ... ......... ....... ήθει αὐτῶν βιασθέντες καὶ τῇ τοῦ Μακρίνου φυγῇ ἀθυμήσαντες ἐνικήθησαν. κἀκ τούτου ...... τῆς Μεσοποταμίας ἄλλως τε καὶ ἐκεί ....... τὴν Συρίαν κα ......... ιελθόντες ........ η. τότε μὲν δὴ ταῦτα ἐγένετο, ἐν δὲ δὴ τῷ μετοπώρῳ τῷ τε χειμῶνι, ἐν ᾧ ὅ τε Μακρῖνος καὶ ὁ Ἄδουεντος ὑπάτευσαν, ἐς μὲν χεῖρας οὐκέτʼ ἀλλήλοις ἦλθον, διαπρεσβευόμενοι δὲ καὶ διακηρυκευόμενοι συνηλλάγησαν. ὁ γὰρ Μακρῖνος ὑπό τε δειλίας ἐμφύτου — καὶ γὰρ Μαῦρος ὢν δεινῶς ἐδείμαινεν — καὶ ὑπὸ τῆς τῶν στρατιωτῶν ἀταξίας οὐκ ἐτόλμησε διαπολεμῆσαι, ἀλλὰ καὶ πάνυ πολλὰ τῆς εἰρήνης ἕνεκα καὶ δῶρα καὶ χρήματα καὶ αὐτῷ τῷ Ἀρταβάνῳ καὶ τοῖς παραδυναστεύουσίν οἱ ἐδαπάνησεν, ὥστε καὶ ἐς πεντακισχιλίας μυριάδας τὸ σύμπαν ἀνάλωμα γενέσθαι. καὶ ἐκεῖνος ἔκ τε τούτου καὶ ὅτι καὶ οἱ στρατιῶται αὐτοῦ τῇ τε τοῦ χρόνου τριβῇ, ὃν πολὺν ἀπʼ οἴκου οὐκ εἰωθότες ἦσαν, καὶ τῇ τῆς τροφῆς σπάνει, ἣν οὔτε ἐκ παρασκευῆς — οὐ γὰρ ἑτοιμάζονται — οὔτʼ αὐτόθεν τῷ τὰ μὲν δεδῃῶσθαι τὰ δὲ ἐν τοῖς τείχεσιν εἶναι εὐπόρουν, δεινῶς ἤσχαλλον, οὐκ ἀκουσίως κατηλλάγη. οὐ μέντοι καὶ πάντα τὰ πραχθέντα αὐτοῖς ἀκριβῶς ὁ Μακρῖνος τῇ βουλῇ ἐπέστειλεν, καὶ διὰ τοῦτο καὶ θυσίαι αὐτῷ ἐπινίκιοι ἐψηφίσθησαν καὶ τὸ ὄνομα τὸ Παρθικὸν ἐδόθη. οὐ μὴν ἐδέξατο, αἰσχυνθείς, ὡς ἔοικεν, ἐπίκλησιν πολεμίων λαβεῖν ὑφʼ ὧν ἥττητο.
καὶ μέντοι καὶ τὰ κατὰ τὸν Ἀρμένιον πολεμωθέντα, ὥσπερ εἶπον, κατέστη, τοῦ Τιριδάτου πεμφθὲν αὐτῷ τὸ διάδημα παρὰ τοῦ Μακρίνου λαβόντος, καὶ τὴν μητέρα, ἣν ἕνδεκα μησὶν ὁ Ταραύτας ἐν τῷ δεσμωτηρίῳ κατεσχήκει, τήν τε λείαν τὴν ἐκ τῆς Ἀρμενίας ἁλοῦσαν κομισαμένου, καὶ τὰ χωρία ὅσα ὁ πατὴρ αὐτοῦ ἐν τῇ Καππαδοκίᾳ ἐκέκτητο, τό τε ἀργύριον ὃ κατʼ ἔτος παρὰ τῶν Ῥωμαίων εὑρίσκετο, ἐλπίσαντος λήψεσθαι. οἵ τε Δάκοι λυμηνάμενοί τινα τῆς Δακίας καὶ πολεμησείοντες ἐπὶ πλεῖον ἀνέσχον, τοὺς ὁμήρους, οὓς ὁ Καράκαλλος ἐν συμμαχίας λόγῳ παρʼ αὐτῶν εἰλήφει, κομισάμενοι.
ταῦτα μὲν οὖν οὕτως ἔσχεν, πόλεμος δὲ δὴ τοῖς Ῥωμαίοις ἕτερος οὐκέτʼ ὀθνεῖος ἀλλʼ ἐμφύλιος συνερράγη. οἱ γὰρ στρατιῶται τὸ μέν τι τοῖς πταίσμασιν ἀχθόμενοι, τὸ δὲ πλέον οὔτε πόνον οὐδένα ἔθʼ ἑκούσιον ὑπομένοντες, ἀλλʼ ἐς πάντα δὴ πάντως ἐκδεδιῃτημένοι, οὔτʼ αὐτοκράτορα οὐδένα ἐγκρατῶς σφῶν ἄρχοντα ἔχειν ἐθέλοντες, ἀλλὰ λαμβάνειν μὲν ἄπλετά τινα ἀξιοῦντες ἔργον δʼ οὐδὲν ἄξιον αὐτῶν ποιεῖν δικαιοῦντες, ἐταράσσοντο. καί σφας ἥ τε τῆς μισθοφορᾶς συντομὴ καὶ ἡ τῶν γερῶν τῶν τε ἀτελειῶν τῶν ἐν τοῖς στρατιωτικοῖς ὑπηρετήμασιν, ἃ παρὰ τοῦ Ταραύτου εὕρηντο, στέρησις, καίπερ μηδὲν αὐτοὺς μέλλοντάς σφων ἀπολαύσειν, ἐπιπαρώξυνεν, ἥ τε ἐν ταὐτῷ τρόπον τινὰ διατριβή, ἣν τοῦ πολέμου ἕνεκα χειμάζοντες ἐν τῇ Συρίᾳ ἐπεποίηντο, προσεπισχύρισεν. ἔδοξεν μὲν γὰρ στρατηγικῶς πως καὶ νουνεχόντως ὁ Μακρῖνος πεποιηκέναι, τῶν μὲν ἐν τοῖς ὅπλοις ὄντων μηδὲν παρελόμενος, ἀλλʼ ἀκέραια αὐτοῖς πάντα τὰ πρὸς ἐκείνου νομισθέντα τηρήσας, τοῖς δʼ αὖθις στρατευσομένοις προειπὼν ὅτι ἐπὶ τοῖς ἀρχαίοις τοῖς ὑπὸ τοῦ Σεουήρου καταδειχθεῖσιν καταλεχθήσοιντο· τούτους τε γάρ, ἅτε καὶ κατʼ ὀλίγους ἐς τὴν στρατιὰν ἥξοντας, τὸ μὲν πρῶτον ὑπό τε τοῦ ἀμάχου καὶ ὑπὸ δέους τὸ δὲ ἔπειτα ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ τοῦ ἔθους οὐδὲν νεοχμώσειν, καὶ τοὺς ἑτέρους, ἅτε μηδὲν ἀπολλύντας αὐτούς, ἡσυχάσειν ἤλπισεν. τοῦτο δὲ εἰ μὲν ἀναχωρησάντων τε αὐτῶν ἐς τὰ οἰκεῖα τείχη καὶ κατὰ τοῦτο διασπαρέντων ἐγεγόνει, ὀρθῶς ἂν ἐπέπρακτο. ἴσως μὲν γὰρ οὐδʼ ἂν ἠγανάκτησάν τινες αὐτῶν, πιστεύσαντες ὄντως μηδὲν αὐτοὶ ζημιωθήσεσθαι τῷ μὴ παραχρῆμα αὐτὸ πεπονθέναι· εἰ δὲ δὴ καὶ ἐχαλέπηναν, ἀλλʼ ὀλίγοι πως ἕκαστοι ὄντες καὶ τοῖς ἐκ τῆς βουλῆς ἄρχουσιν ὑποτεταγμένοι οὐδὲν ἂν μέγα κακὸν δρᾶσαι ἠδυνήθησαν. ἐν δὲ δὴ τῇ Συρίᾳ συνεστραμμένοι, καὶ τὸ μέν τι καὶ περὶ αὑτούς, εἰ σκεδασθεῖεν, ὑποπτεύσαντες καινοτομηθήσεσθαι — τότε γὰρ διὰ τὴν τοῦ πολέμου χρείαν κολακεύεσθαι ἐδόκουν —, τὸ δὲ καὶ τῷ . ....................... ἐκεῖνοι μὲν γὰρ στρατιώτας τέ τινας ἀπέκτειναν καὶ τῆς Μεσοποταμίας τινὰ ἐλυμήναντο, οὗτοι δὲ καὶ ἀλλήλων συχνοὺς κατέκοψαν καὶ τὸν αὐτοκράτορά σφων κατέλυσαν, καὶ ὃ τούτου δεινότερόν ἐστιν, τοιοῦτον ἕτερον ἐστήσαντο ὑφʼ οὗ οὐδὲν ὅ τι οὐ κακὸν καὶ αἰσχρὸν ἐγένετο.
καί μοι δοκεῖ ἐναργέστατα καὶ τοῦτο, εἴπερ τι ἄλλο τῶν πώποτε, προδειχθῆναι· ἡλίου τε γὰρ ἔκλειψις περιφανεστάτη ὑπὸ τὰς ἡμέρας ἐκείνας ἐγένετο, καὶ ὁ ἀστὴρ ὁ κομήτης ἐπὶ πλεῖον ὤφθη, ἕτερόν τέ τι ἄστρον ἀπὸ δυσμῶν πρὸς ἀνατολὰς τὸ ἀκροφύσιον ἐπὶ πολλὰς νύκτας ἀνατεῖνον δεινῶς ἡμᾶς ἐξετάραττεν, ὥστε τοῦτο δὴ τὸ τοῦ Ὁμήρου διὰ στόματος ἀεὶ ποιεῖσθαι
ἀμφὶ δʼ ἐσάλπιγξεν μέγας οὐρανός, ἄιε δὲ Ζεύς. ἐπράχθη δὲ ὧδε.
ἡ Μαῖσα ἡ τῆς Ἰουλίας τῆς Αὐγούστης ἀδελφὴ δύο τε θυγατέρας, Σοαιμίδα καὶ Μαμαίαν, ἐξ Ἰουλίου Ἀουίτου ἀνδρὸς ὑπατευκότος, καὶ δύο ἐγγόνους ἄρσενας, ἐκ μὲν τῆς Σοαιμίδος Οὐαρίου τε Μαρκέλλου, ἀνδρὸς ὁμοεθνοῦς — ἐξ Ἀπαμείας γὰρ ἧς ἐκεῖνος ἦν — καὶ ἔν τε ἐπιτροπαῖς ἐξετασθέντος καὶ ἐς τὸ συνέδριον ἐσγραφέντος καὶ μετὰ τοῦτο τελευτήσαντος Ἀουῖτον, ἐκ δὲ τῆς Μαμαίας Γεσσίου τε Μαρκιανοῦ, Σύρου τε καὶ αὐτοῦ ἐξ Ἄρκης πόλεως ὄντος καὶ ἐπιτροπείας τινὰς προσταχθέντος, Βασσιανὸν ἔχουσα—αὕτη οὖν οἴκοι ἐν τῇ Ἐμέσῃ τὴν δίαιταν ν ......, τῆς ἀδελφῆς Ἰουλίας ᾗ παρὰ πάντα τὸν τῆς βασιλείας αὐτῆς χρόνον συνεγεγόνει, διολομέ νης. ὁ γὰρ Ἀουῖτος παρὰ μὲν τοῦ Καρακάλλου ἐς Κύπρον ἐκ τῆς Μεσοποταμίας μετὰ τὴν τῆς Ἀσίας ἀρχὴν πεμφθεὶς κληρωτῷ τινὶ σύνεδρος ὑπό τε γήρως καὶ ὑπʼ ἀρρωστίας ὤφθη συναιρούμενος· τὰ δὲ τοῦ ..αυ.......... αὐτοῦ, ἐπ........... ἐτελεύτησεν, Εὐτυχιανός τις ἔν τε ἀθύρμασι καὶ ἐν γυμνασίοις ἀρέσας καὶ διὰ ταῦτα ........ θείς, ὃς αὐτο .......... τας ἐμμελε .......... ας ἐπὶ του .......... νων αυτω ........... προσωνομ......... τε τῶν στρατιωτῶν ἐς τὸν Μακρῖνον ἀπέχθειαν συνιδών — ...... τε γὰρ οὐ πο.......... σεων πολ ............ καὶ οἱ τὸ τρ.......... κον τεῖχος .......... ποτε προ ........... — καί τι καὶ ὑπὸ τοῦ Ἡλίου, ὃν Ἐλεγάβαλον ἐπικαλοῦσι καὶ μεγάλως θρησκεύουσιν, ἄλλων τέ τινων μαντειῶν ἀναπεισθείς, ἐπεχείρησε τόν τε Μακρῖνον καθελεῖν καὶ τὸν Ἀουῖτον τὸν τῆς Μαίσης ἔγγονον αὐτοκράτορα, καίπερ παιδίον ἔτι ὄντα, ἀντικαταστῆσαι. καὶ κατειργάσατο ἑκάτερον· καίτοι αὐτός τε οὐδέπω πάνυ ἐς ἄνδρας ἐτέλει, καὶ συνεργοὺς ὀλίγους εἶχεν ἐξελευθέ ρους καὶ στρατιώτας εξ . ........ τέλους βουλευτάς τε Ἐμεσηνοὺς ................ ρος ..... τοῦ τε γὰρ Ταραύτου υἱὸν αὐτὸν μοιχίδιον εἶναι πλασάμενος, καὶ τῇ ἐσθῆτι τῇ ἐκείνου, ᾗ ποτε ἐν παισὶν ἐχρῆτο, κοσμήσας. αιταραυτηι .......... τῶν βασιλι .......... ατων τῶν ......... συναλλετο ......... ἔς τε τὸ στρατόπεδον νυκτός, μήτε τῆς μητρὸς αὐτοῦ μήτε τῆς τήθης ἐπισταμένης, ἐσήγαγε, καὶ τοὺς στρατιώτας ἅμα τῇ ἕῳ τῆς τοῦ Μαΐου ἑκκαιδεκάτης, γλιχομένους τινὰ ἀφορμὴν ἐπαναστάσεως λαβεῖν, ἀνέπεισε νεοχμῶσαι. μαθὼν δὲ ταῦτα ὁ Ἰουλιανὸς ὁ ἔπαρχος — ἔτυχεν γὰρ οὐ πόρρω ἀπών — ἄλλους τέ τινας καὶ θυγατέρα τοῦ Μαρκιανοῦ γαμβρόν τε ἐφόνευσεν, κἀκ τῶν λοιπῶν στρατιωτῶν ἀθροίσας τινὰς ὡς διʼ ὀλίγου προσέμειξεν ὡς καὶ πολεμιωτάτῳ τείχει. δυνηθεὶς δʼ ἂν αὐτὸ αὐθημερὸν λαβεῖν — οἱ γὰρ Μαῦροι οἱ τῷ Ταραύτᾳ κατὰ τὸ συμμαχικὸν πεμφθέντες προθυμότατα ὑπὲρ τοῦ Μακρίνου, ἅτε καὶ ὁμοεθνοῦς σφίσιν ὄντος, ἠγωνίσαντο, ὥστε καὶ πύλας τινὰς διαρρῆξαι — οὐκ ἠθέλησεν, εἴτʼ οὖν φοβηθεὶς ἐσδραμεῖν, εἴτε καὶ ἐλπίσας ἑκόντας τοὺς ἔνδον παραστήσεσθαι. ὡς δʼ οὔτε τις αὐτῷ ἐπεκηρυκεύετο, καὶ προσέτι τὰς πύλας πάσας τῆς νυκτὸς ἀπῳκοδόμησαν ὥστε ἐν ἀσφαλεστέρῳ εἶναι, προσέβαλεν μὲν αὖθις αὐτοῖς, ἐπέρανε δʼ οὐδέν. τόν τε γὰρ Ἀουῖτον, ὃν Μᾶρκον Αὐρήλιον Ἀντωνῖνον ἤδη προσηγόρευον, περιφέροντες ὑπὲρ τοῦ τείχους, καὶ εἰκόνας τινὰς τοῦ Καρακάλλου παιδικὰς ὡς καὶ προσφερεῖς αὐτῷ ἀποδεικνύντες, παῖδά τε ὄντως αὐτὸν ἐκείνου καὶ διάδοχον τῆς ἀρχῆς ἀναγκαῖον εἶναι λέγοντες, καὶ «τί ταῦτα ὦ συστρατιῶται ποιεῖτε; τί δὲ οὕτω τῷ τοῦ εὐεργέτου ὑμῶν ὑεῖ μάχεσθε»; ἐκβοῶντες, πάντας τοὺς σὺν τῷ Ἰουλιανῷ στρατιώτας, ἄλλως τε καὶ προθύμως πρὸς τὸ νεωτεροποιεῖν ἔχοντας, διέφθειραν, ὥστε τοὺς μὲν ἐπιτεταγμένους σφίσιν πλὴν τοῦ Ἰουλιανοῦ — διέδρα γάρ — ἀποκτεῖναι, ἑαυτοὺς δὲ τά τε ὅπλα τῷ Ψευδαντωνίνῳ παραδοῦναι. κατεχομένους γὰρ αὐτοὺς ὑπό τε τῶν ἑκατοντάρχων καὶ τῶν ἄλλων ὑπομειόνων, κἀκ τούτου διαμέλλοντας, ὁ Εὐτυχιανὸς τὸν Φῆστον, κατὰ τὸν τοῦ Ταραύτου πρόκοιτον ἀντωνομάσθη, ἔπεισεν ἀποσφάξαι πάντας ἐκείνους, ἆθλόν σφισι τὴν τοῦ τεθνήξοντος ἑκάστῳ οὐσίαν τε καὶ χώραν ἐν τῇ στρατείᾳ προθείς· καὶ αὐτοῖς καὶ τὸ παιδίον ἀπὸ τοῦ τείχους ἐδημηγόρησεν ὑπόβλητα, τόν τε πατέρα ἤδη ἐπαινῶν, καὶ τὸν Μακρῖνον ὡς ................................................... .................................................... .................................................... .................................................... ................................... αρ ........... καιν .......... τομ ........... νατων ......... λιτι ... ....... μισθος ........ ἐπὶ μηδ ........ ματι το ........ δεδικα ........ εισχε ........ τιαν η κα ..... λελοιπότας ἐς τὴν ἀρχαίαν οὐσίαν τε καὶ ἐπιτιμίαν ἐπαναχθῆναι. ᾧ μέντοι μάλιστα αὐτοὺς ἀνηρτήσατο, . .. ἕκαστον ........ δώσειν ....... ὑπέσχετο καὶ τοὺς φυγάδας κατάξειν ὡς καὶ ἐκ τούτου γνήσιος ἔκγονος τοῦ Ταραύτου εἶναι δόξων. ......... τα γε κ ......... παρανο ........ ειγε εκ ........ ................... .................................................. .................................................. .................................................. .................................................. ............ νο ............ μη ........... ιτη ...... ... κιανω ............ τω ...... Μακρῖνον ........ μενω .. — ὁ γὰρ Μάρκελλος ἐτεθνήκει —, τοῦτον μὲν ἀπέκτεινεν, αὐτὸς δὲ ἀτολμήσας περαιτέρω χωρὶς τοῦ Μακρίνου προχωρῆσαι μετεπέμψατο αὐτόν. καὶ ὃς ἔς τε τὴν Ἀπάμειαν ἐς τοὺς Ἀλβανίους στρατιώτας διὰ ταχέων ἦλθε, καὶ τὸν υἱὸν αὐτοκράτορα, καίπερ δέκατον ἔτος ἄγοντα, ἀπέδειξεν, ὅπως ἐπὶ τῇ προφάσει ταύτῃ τοὺς στρατιώτας τοῖς τε ἄλλοις καὶ πεντακισχιλίων δραχμῶν ὑποσχέσει τιθασεύσῃ· καὶ παραυτίκα τε αὐτοῖς κατὰ χιλίας ἔνειμε, τήν τε τροφὴν καὶ τοῖς λοιποῖς ἐντελῆ, καὶ τὰ ἄλλʼ ἃ ἀφῄρητο αὐτούς, ἀποκατέστησεν, ἐλπίζων σφᾶς διὰ τούτων ἱλεώσεσθαι. κἀκ τῆς αὐτῆς ταύτης αἰτίας καὶ τῷ δήμῳ δεῖπνον κατὰ πεντήκοντα καὶ ἑκατὸν δραχμὰς ἔνειμε πρὶν καὶ ὁτιοῦν περὶ τῆς ἐπαναστάσεως αὐτοῖς διαδηλῶσαι, ἵνα μὴ διʼ ἐκείνην ἀλλʼ ἐς τὴν τοῦ υἱέος τιμὴν ἑστιᾶν αὐτοὺς νομισθείη. καὶ αὐτῷ ταῦτα πράττοντι στρατιώτης τις τῶν ἀφεστηκότων προσῆλθεν, τὴν τοῦ Ἰουλιανοῦ κεφαλήν — εὑρέθη γὰρ κεκρυμμένος που καὶ ἐσφάγη — κομίζων ἐν ὀθονίοις πολλοῖς ἰσχυρῶς σφόδρα σχοινίοις καταδεδεμένην ὡς καὶ τοῦ Ψευδαντωνίνου οὖσαν· καὶ γὰρ τῷ τοῦ Ἰουλιανοῦ δακτυλίῳ ἐσεσήμαντο. καὶ ὁ μὲν τοῦτο ποιήσας ἐξέδρα ἐν ᾧ ἐκείνη ἐξεκαλύπτετο· γνοὺς δʼ ὁ Μακρῖνος τὸ πεπραγμένον οὐκέτʼ ἐτόλμησεν οὔτε κατὰ χώραν μεῖναι οὔτε πρὸς τὸ τεῖχος προσελάσαι, ἀλλʼ ἐς τὴν Ἀντιόχειαν κατὰ τάχος ἀνεκομίσθη. καὶ οὕτως οἵ τε Ἀλβάνιοι οἵ τε ἄλλοι οἱ περὶ ἐκεῖνα τὰ χωρία χειμάζοντες προσαπέστησαν. καὶ οἱ μὲν τά τε ἄλλα ἀντιπαρεσκευάζοντο, καὶ ἀντέπεμπον ἔς τε τὰ ἔθνη καὶ ἐς τὰ στρατόπεδα ἀγγέλους καὶ γράμματα, ἀφʼ ὧν πολλαχόθι πρός τε τὴν πρώτην ἑκατέρου περὶ τοῦ ἑτέρου πέμψιν καὶ πρὸς τὰς συνεχεῖς καὶ διαφόρους ἀλλήλαις ἀγγελίας ἐταράχθησαν· κἀκ τούτου συχνοὶ μὲν καὶ τῶν γραμματοφόρων ἀμφοτέρωθεν ἐφθάρησαν, συχνοὶ δὲ καὶ τῶν θανατωσάντων τοὺς Ἀντωνινείους ἢ καὶ μὴ αὐτίκα αὐτοῖς προσθεμένων αἰτίαν ἔσχον, καὶ οἱ μὲν καὶ ἀπώλοντο διὰ τοῦτο, οἱ δʼ ἄλλο τι ὦφλον. ὧν ἐγὼ τὰ μὲν ἄλλα — ὁμοιοτροπώτατά τε γάρ ἐστιν καὶ οὐδὲν μέγα λεπτολογηθέντα ἔχει — παρήσω, τὰ δὲ ἐν τῇ Αἰγύπτῳ γενόμενα κεφαλαιώσας ἐρῶ.
ἦρχεν μὲν αὐτῆς ὁ Βασιλιανός, ὃν καὶ ἐς τὴν τοῦ Ἰουλιανοῦ χώραν ἔπαρχον ὁ Μακρῖνος ἐπεποιήκει, διῆγεν δέ τινα καὶ Μάριος Σεκοῦνδος, καίπερ βουλευτής τε ὑπὸ τοῦ Μακρίνου γεγονὼς καὶ τῆς Φοινίκης προστατῶν· καὶ ἦσαν κατὰ ταῦτα ἀμφότεροι αὐτῷ προσκείμενοι, καὶ διὰ τοῦτο καὶ τοὺς τοῦ Ψευδαντωνίνου δρομοκήρυκας ἀπέκτειναν. μέχρι μὲν δὴ οὖν ἐν ἀμφιβόλῳ τὰ πράγματα ἦν, μετέωροι καὶ αὐτοὶ καὶ οἱ στρατιῶται οἵ τε ἰδιῶται ἦσαν, οἱ μέν τινες αὐτῶν ταῦτα οἱ δὲ ἐκεῖνα κατὰ τὸ στασιωτικὸν καὶ βουλόμενοι καὶ εὐχόμενοι καὶ διαθρυλοῦντες. ἐπεὶ δὲ τῆς ἥττης τοῦ Μακρίνου ἀγγελία ἀφίκετο, στάσις ἰσχυρὰ ἐγένετο καὶ τοῦ τε δήμου πολλοὶ καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγοι διώλοντο, ὅ τε Σεκοῦνδος ἐν ἀμηχανίᾳ ἔπεσε, καὶ ὁ Βασιλιανὸς φοβηθεὶς μὴ καὶ ἐν χερσὶν ἀπόληται ἔκ τε τῆς Αἰγύπτου ἐξέδρα, καὶ ἐς τὴν Ἰταλίαν τὴν περὶ τὸ Βρεντέσιον ἐλθὼν ἐφωράθη, προδοθεὶς ὑπὸ φίλου τινός, ᾧ ἐν τῇ Ῥώμῃ ὄντι κρύφα προσέπεμψεν τροφὴν αἰτῶν.
καὶ ὁ μὲν οὕτως, ὕστερον ἐς τὴν Νικομήδειαν ἀναχθείς, ἐσφάγη· ὁ δὲ δὴ Μακρῖνος ἔγραψε μὲν καὶ τῇ βουλῇ περὶ τοῦ Ψευδαντωνίνου ὅσα καὶ τοῖς ἑκασταχόθι ἄρχουσι, παιδίον τέ τι ἀποκαλῶν αὐτὸν καὶ ἔμπληκτον εἶναι λέγων, ἔγραψε δὲ καὶ τῷ Μαξίμῳ τῷ πολιάρχῳ τά τε ἄλλα οἷα εἰκὸς ἦν, καὶ ὅτι οἱ στρατιῶται καὶ οἱ νεωστὶ κατειλεγμένοι πάνθʼ ὅσα καὶ πρὶν εἶχον λαμβάνειν ἀξιοῦσιν, καὶ κοινὴν ἐπὶ τοῖς οὐ διδομένοις σφίσιν ὀργὴν καὶ οἱ ἄλλοι οἱ μηδενὸς ἐστερημένοι ποιοῦνται. καὶ ἵνα γέ τις ἄλλα ὅσα παρά τε τοῦ Σεουήρου καὶ τοῦ υἱέος αὐτοῦ πρὸς διαφθορὰν τῆς ἀκριβοῦς στρατείας εὕρηντο παραλίπῃ, οὔτε δίδοσθαί σφισι τὴν μισθοφορὰν τὴν ἐντελῆ πρὸς ταῖς ἐπιφοραῖς, ἃς ἐλάμβανον, οἷόν τε εἶναι ἔφη — ἐς γὰρ ἑπτακισχιλίας μυριάδας ἐτησίους τὴν αὔξησιν αὐτῆς τὴν ὑπὸ τοῦ Ταραύτου γενομένην τείνειν — οὔτε μὴ δίδοσθαι, τοῦτο μὲν ὅτι ο......... ται ἐκεῖνο δ........ δικαίων πο........ ἀλλὰ τὰ νεν......... ἀναλώματα α........ αὶ τὸ μὲν ς......... τε δημοσιο......... στρατιωτικ........ μενον καὶ ο..... .... ἀπολουμεν.......... δυνηθη αὐ.......... παῖς ὡς αυτ ......... τʼ ἐφʼ ἑαυτω.......... ἑαυτὸν ἐπ.......... καὶ ὅτι καὶ υἱὸν εἶχε κατωδύρατο ἑαυτόν, παραμύθιον τῆς συμφορᾶς ἔχειν ἔφη ὅτι τῷ ἀδελφοφόνῳ τῷ τὴν οἰκουμένην ἀπολέσαι ἐπιχειρήσαντι ἐπεβίω. ἔπειτα καὶ τοιόνδε τι προσενέγραψεν, ὅτι πολλοὺς οἶδα μᾶλλον ἐπιθυμοῦντας αὐτοκράτορα σφαγῆναι ἢ αὑτοὺς βιῶναι. τοῦτο δὲ οὐ περὶ ἐμαυτοῦ λέγω, ὅτι τις ἢ ἐπιθυμήσειεν ἂν ἢ εὔξαιτό με ἀπολέσθαι. ἐφʼ ᾧ δὴ Φούλουιος Διογενιανὸς ἐξεβόησεν ὅτι πάντες εὐξάμεθα.
οὗτος δʼ ἦν μὲν ἐκ τῶν ὑπατευκότων, σφόδρα δʼ οὐ φρενήρης, καὶ κατὰ τοῦτο οὔτʼ αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους ἤρεσκεν. οὗτος καὶ τ.......... τὸ ὑπόγραμμα ....... ἐπιστολη ..... .....σαντος ὅτ.......... καὶ πρὸς τὸ ....... .........ς διφθέριον ....... ραπτο ἀναγνῶναι ........ σατο κἀκεῖνα ... ..... θηναι καὶ ην ......... ς ἄλλα τε καὶ .......... σπεμφθείη ........ ἄντικρυς ὡς ........... μοσιευθη ......... τα κατοκνῶν ......... ερ κελεύσας ......... ωθῆναι τῷ ... ...... καὶ ἄλλοις τε ........ πρώτων τοῖς ........ υσαν ἐπιστη .......... ῦ κοινοῦ σω ...... όνοιάν τινα .......... ους τονδε .......... ων γραμμα .......... ων ἐπὶ πλει .. .......... ον ὅτι ὁ Ψευδαντωνῖνος εὑρὼν .. ἐν τοῖς τοῦ Μακρίνου κιβωτίοις μηδέπω ......... α αὐτὸς ἑκὼν .......... ἐξέφηνεν .......... α διαβολὴν ....... πρὸς τοὺς στρατιώτας ποιούμενος. οὕτω δὲ ταχέως ἐπʼ αὐτὸν ἤλασεν ὥστε χαλεπῶς τὸν Μακρῖνον ἐν κώμῃ τινὶ τῶν Ἀντιοχέων, ἑκατόν τε καὶ ὀγδοήκοντα ἀπὸ τῆς πόλεως σταδίους ἀπεχούσῃ, συμβαλεῖν αὐτῷ. ἔνθα δὴ τῇ μὲν προθυμίᾳ τῇ τῶν δορυφόρων ἐκράτησεν — τούς τε γὰρ θώρακας τοὺς λεπιδωτοὺς καὶ τὰς ἀσπίδας τὰς σωληνοειδεῖς ἀφελόμενος αὐτῶν κουφοτέρους σφᾶς ἐς τὰς μάχας ἐπεποιήκει —, τῇ δὲ ἑαυτοῦ δειλίᾳ ἡττήθη, καθάπερ καὶ τὸ δαιμόνιον αὐτῷ προεδήλωσεν. ἐν γὰρ δὴ τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ᾗ τὰ πρῶτα αὐτοῦ περὶ τῆς ἀρχῆς γράμματα ἡμῖν ἀνεγνώσθη, περιστερά τις ἐπὶ εἰκόνα Σεουήρου, οὗ τὸ ὄνομα αὐτὸς ἑαυτῷ ἐτέθειτο, ἐν τῷ συνεδρίῳ ἀνακειμένην ἐπέπτατο· καὶ μετὰ τοῦτο, ὅτε τὰ περὶ τοῦ υἱέος ἔπεμψεν, οὔτε ὑπὸ τῶν ὑπάτων οὔθʼ ὑπὸ τῶν στρατηγῶν συνήλθομεν — οὐ γὰρ ἔτυχον παρόντες — ἀλλʼ ὑπὸ τῶν δημάρχων, ὅπερ ἐν τῷ χρόνῳ τρόπον τινὰ ἤδη κατελέλυτο. οὐ μὴν οὐδὲ τὸ ὄνομα αὐτοῦ ἐν τῷ τῆς ἐπιστολῆς προοιμίῳ, καίτοι καὶ Καίσαρα καὶ αὐτοκράτορα αὐτὸν ὀνομάσας, καὶ τὰ γραφέντα ὡς καὶ παρʼ ἀμφοτέρων ἐπισταλέντα προδηλώσας, ἐνέγραψεν· ἔν τε τῇ διηγήσει τῶν πεπραγμένων τῆς μὲν τοῦ Διαδουμενιανοῦ προσηγορίας ἐπεμνήσθη, τὴν δὲ τοῦ Ἀντωνίνου, καίπερ ἔχοντος αὐτοῦ καὶ ταύτην, παρέλιπεν. ταῦτα μὲν οὕτως ἔσχεν, καὶ νὴ Δία καὶ ὅτε περὶ τῆς τοῦ Ψευδαντωνίνου ἐπαναστάσεως ἐπέστειλεν, εἶπον μέν τινα οἱ ὕπατοι κατʼ αὐτοῦ, ὥσπερ εἴωθεν ἐν τοῖς τοιούτοις γίγνεσθαι, εἶπεν δὲ καὶ τῶν στρατηγῶν τις τῶν τε δημάρχων ἕτερος· καὶ ἐκείνῳ μὲν τῷ τε ἀνεψιῷ αὐτοῦ καὶ ταῖς μητράσι τῇ τε τήθῃ πόλεμός ἐπηγγέλθη καὶ ἐπεκηρύχθη, τοῖς δὲ συνεπαναστᾶσιν αὐτῷ ἄδεια ἂν γνωσιμαχήσωσιν, ὥσπερ καὶ ὁ Μακρῖνος αὐτοῖς ὑπέσχητο, ἐδόθη. καὶ γὰρ ἃ διελέχθη τοῖς στρατιώταις ἀνεγνώσθη, ἐξ ὧν ἔτι καὶ μᾶλλον τὴν ταπεινότητα καὶ τὴν μωρίαν αὐτοῦ πάντες κατέγνωμεν· τά τε γὰρ ἄλλα καὶ ἑαυτὸν μὲν πατέρα τὸν δὲ Διαδουμενιανὸν υἱὸν αὑτοῦ συνεχέστατα ἀπεκάλει, καὶ τὴν ἡλικίαν τοῦ Ψευδαντωνίνου διέβαλλε, πολὺ νεώτερον αὐτοῦ τὸν υἱὸν αὐτοκράτορα ἀποφήνας. ἐν δʼ οὖν τῇ μάχῃ ὁ μὲν Γάννυς καὶ τὰ στενὰ τὰ πρὸ τῆς κώμης σπουδῇ προκατέλαβε καὶ τοὺς στρατιώτας εὐπολέμως διέταξεν, καίτοι καὶ ἀπειρότατος τῶν στρατιωτικῶν ὢν καὶ ἐν τρυφῇ βεβιωκώς· οὕτω που μεγάλη τύχη πρὸς πάντα ἁπλῶς προφέρει, ὥστε καὶ ἐπιστήμας τοῖς ἀγνοοῦσιν αὐτὴν χαρίζεσθαι. τὸ δὲ δὴ στράτευμα αὐτοῦ ἀσθενέστατα ἠγωνίσατο, καὶ εἴ γε μὴ ἥ τε Μαῖσα καὶ ἡ Σοαιμίς — συνῆσαν γὰρ ἤδη τῷ παιδίῳ — ἀπό τε τῶν ὀχημάτων καταπηδήσασαι καὶ ἐς τοὺς φεύγοντας ἐσπεσοῦσαι ἐπέσχον αὐτοὺς τῆς φυγῆς ὀδυρόμεναι, καὶ ἐκεῖνο σπασάμενον τὸ ξιφίδιον, ὃ παρέζωστο, ὤφθη σφίσιν ἐπὶ ἵππου θείᾳ τινὶ φορᾷ ὡς καὶ ἐς τοὺς ἐναντίους ἐλάσον, οὐκ ἄν ποτε ἔστησαν. καὶ ὣς δʼ ἂν αὖθις ἐτράποντο, εἰ μὴ ὁ Μακρῖνος ἰδὼν αὐτοὺς ἀνθισταμένους ἔφυγεν.
καὶ ὁ μὲν οὕτως τῇ Ἰουνίου ὀγδόῃ ἡττηθεὶς τὸν μὲν υἱὸν πρὸς τὸν Ἀρτάβανον τὸν τῶν Πάρθων βασιλέα διά τε τοῦ Ἐπαγάθου καὶ διʼ ἄλλων τινῶν ἔπεμψεν, αὐτὸς δὲ ἐς τὴν Ἀντιόχειαν ὡς καὶ νενικηκώς, ὅπως καταδεχθῇ, ἐσελθών, ἔπειτα διαγγελθείσης τῆς ἥττης αὐτοῦ, καὶ φόνων ἐκ τούτου πολλῶν κἀν ταῖς ὁδοῖς κἀν τῇ πόλει, ὥς που καὶ εὐνοίας ἑκατέρῳ τις αὐτῶν εἶχε, γιγνομένων, ἀπέδρα καὶ ἐκεῖθεν νυκτὸς ἐπὶ ἵππων, τήν τε κεφαλὴν καὶ τὸ γένειον πᾶν ξυράμενος, καὶ ἐσθῆτα φαιὰν κατὰ τῆς ἁλουργοῦς, ἵνʼ ὅτι μάλιστα ἰδιώτῃ τινὶ ἐοίκῃ, λαβών. καὶ οὕτω μετʼ ὀλίγων ἐς Αἰγὰς τῆς Κιλικίας ἐλθών, ὀχημάτων τε ἐνταῦθα ὡς καὶ στρατιώτης τις τῶν ἀγγελιαφόρων ὢν ἐπέβη, καὶ διεξήλασε διὰ τῆς Καππαδοκίας καὶ τῆς Γαλατίας τῆς τε Βιθυνίας μέχρι Ἐριβώλου τοῦ ἐπινείου τοῦ κατʼ ἀντιπέρας τῆς τῶν Νικομηδέων πόλεως ὄντος, γνώμην ἔχων ἐς τὴν Ῥώμην ἀναδραμεῖν ὡς καὶ ἐκεῖ παρά τε τῆς βουλῆς καὶ παρὰ τοῦ δήμου βοηθείας τινὸς τευξόμενος. καὶ εἴπερ ἐπεφεύγει, πάντως ἄν τι κατείργαστο· ἡ γὰρ εὔνοιά σφων παρὰ πολὺ ἐς αὐτόν, πρός τε τὸ τῶν Σύρων τόλμημα καὶ πρὸς τὴν τοῦ Ψευδαντωνίνου ἡλικίαν τό τε τοῦ Γάννυ καὶ τοῦ Κωμάζοντος αὐτεπίτακτον σκοπούντων, ἐποίει, ὥστε καὶ τοὺς στρατιώτας ἂν ἢ ἑκόντας μετανοῆσαι ἢ καὶ ἄκοντας καταδαμασθῆναι. νῦν δὲ τῶν μὲν ἄλλων ἀνθρώπων διʼ ὧν διῄει, εἰ καὶ ἐγνώρισέν τις αὐτόν, ἀλλʼ οὔτι καὶ ἐφάψασθαι ἐτόλμησεν αὐτοῦ· ὡς δὲ ἐκ τοῦ Ἐριβώλου διαπλέων ἐς τὴν Χαλκηδόνα — οὐ γὰρ ἐθάρσησεν ἐς τὴν Νικομήδειαν ἐσελθεῖν, φοβηθεὶς τὸν τῆς Βιθυνίας ἄρχοντα Καικίλιον Ἀρίστωνα —, ἔπεμψε πρός τινα τῶν ἐπιτρόπων ἀργύριον αἰτῶν καὶ κατὰ τοῦτο ἐγνώσθη, κατελήφθη τε ἐν τῇ Χαλκηδόνι ἔτι ὤν, καὶ ἐπελθόντων καὶ τῶν ὑπὸ τοῦ Ψευδαντωνίνου πεμφθέντων ἵνα ........ νῦν εἰ πώπο τε ......, συνελήφθη τε ὑπʼ Αὐρηλίου Κέλσου ἑκατοντάρχου, καὶ μέχρι τῆς Καππαδοκίας ἤχθη ὥσπερ τις τῶν ἀτιμοτάτων. ἐνταῦθα δὲ μαθὼν ὅτι καὶ ὁ υἱὸς αὐτοῦ ἑαλώκει — διὰ γὰρ τοῦ Ζεύγματος αὐτόν, διʼ οὗ πρότερον διιὼν Καῖσαρ ἀπεδέδεικτο, διελαύνοντα Κλαύδιος Πολλίων ὁ τοῦ στρατοπέδου ἑκατόνταρχος συνέλαβεν — ἔρριψέ τε αὑτὸν ἀπὸ τοῦ ὀχήματος — οὐ γὰρ ἐδέδετο — καὶ τότε μὲν τὸν ὦμον συνέτριψε, μετὰ δὲ τοῦτο οὐ πολλῷ ὕστερον ἀποθανεῖν κελευσθεὶς πρὶν ἐς τὴν Ἀντιόχειαν ἐσελθεῖν ἐσφάγη τε ὑπὸ Μαρκιανοῦ Ταύρου ἑκατοντάρχου, καὶ αὐτοῦ τὸ σῶμα ἄταφον ἔμεινε μέχρις οὗ ὁ Ψευδαντωνῖνος, ἐς τὴν Βιθυνίαν ἐκ τῆς Συρίας παρελθών, ἐφήσθη αὐτῷ.
ὁ μὲν οὖν Μακρῖνος οὕτω, καὶ γέρων ὤν — πεντήκοντα γὰρ καὶ τέσσαρα ἦγεν ἔτη, τριῶν που μηνῶν δέοντα ἢ πέντε — καὶ ἐμπειρίᾳ πραγμάτων προφέρων, ἀρετήν τε ὑποδεικνύων καὶ τοσούτων στρατευμάτων ἄρχων, ὑπό τε παιδαρίου, οὗ μηδὲ τὸ ὄνομα πρότερον ἠπίστατο, κατελύθη, ὥς που καὶ τὸ μαντεῖον αὐτῷ προεμήνυσε, ....... ου Ζεὺς ὁ Βῆλος χρωμένῳ οἱ αὐτὸ τοῦτο ἔφη
«ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται χαλεπὸν δέ σε γῆρας ἱκάνει,» φεύγων τε ........ σης ἢ νενικη ...., δραπετεύσας διὰ τῶν ἐθνῶν ὧν ἦρξε, συλληφθεὶς ὑπὸ τῶν τυχόντων ὥσπερ τις λῃστής, ἐπιδὼν ἑαυτὸν μετʼ ἀτιμοτάτων κακούργων ...... φρουρούμενον ᾧ πολλοὶ πολλάκις βουλευταὶ προσήχθησαν, ἀποθανεῖν τε ἐκελεύσθη τὴν τοῦ κολάσαι πάντα τινὰ Ῥωμαίων ἀπολῦσαί τε ἐξουσίαν ἔχων, καὶ πρὸς ἑκατοντάρχων συνελήφθη τε καὶ τῆς κεφαλῆς ἀπεστερήθη οὓς καὶ αὐτοὺς μετὰ τῶν ἄλλων τῶν τε χειρόνων καὶ τῶν κρειττόνων ἀποκτεῖναι ἐξουσίαν εἶχεν καὶ αὐτῷ καὶ ὁ υἱὸς προσαπώλετο. οὕτω που οὐδεὶς οὐδὲ τῶν σφόδρα δοκούντων ἐρρῶσθαι βεβαίαν τὴν ἰσχὺν ἔχει, ἀλλὰ καὶ οἱ πάνυ εὖ πράττοντες ἐξ ἴσου τοῖς λοιποῖς αἰωροῦνται.
καὶ ὁ μὲν ἐπαινεθεὶς ἂν ὑπὲρ πάντας ἀνθρώπους, εἴ γε μὴ αὐτὸς αὐταρχῆσαι ἐπετεθυμήκει, ἀλλʼ ἐπιλεξάμενός τινα τῶν ἔς γε τὴν γερουσίαν τελούντων τῆς τῶν Ῥωμαίων ἀρχῆς προστατῆσαι, αὐτοκράτορα αὐτὸν ἀπεδεδείχει, καὶ μόνως ἂν οὕτως τὸ αἰτίαμα τὸ τῆς ἐπὶ τὸν Καράκαλλον ἐπιβουλῆς, ὡς καὶ διὰ τὴν αὑτοῦ σωτηρίαν ἀλλʼ οὐ διὰ τὴν τῆς ἡγεμονίας ἐπιθυμίαν ποιησάμενος αὐτήν, ἐκφυγών, καὶ διέβαλεν ἅμα ἑαυτὸν καὶ διέφθειρεν, ὥστε καὶ ἐν ὀνείδει καὶ ἐν παθήματι ἀξιωτάτῳ αὐτοῦ γενέσθαι. τῆς γὰρ μοναρχίας, μηδʼ ὄνομα βουλευτοῦ ἔχων, ὀριγνηθεὶς καὶ τάχιστα καὶ βαρυσυμφορώτατα αὐτὴν ἀπέβαλεν· ἐνιαυτῷ τε γὰρ καὶ δύο μησίν, τριῶν ἡμερῶν, ὥστε καὶ μέχρι τῆς μάχης λογιζομένοις συμβῆναι, δέουσιν, ἦρξεν.
α. Περὶ Ἀβίτου τοῦ καὶ Ψευδαντωνίνου καὶ τῶν φόνων ὧν εἰργάσατο.β. Περὶ ὧν παρενόμησεν καὶ ὡς τὴν ἀειπαρθένον ἔγημε.γ. Περὶ τοῦ Ἐλεογαβάλου καὶ ὡς τὴν Οὐρανίαν ἐς τὴν Ῥώμην μεταπεμψάμενος τῷ Ἐλεογαβάλῳ συνῴκισεν.δ. Περὶ τῆς ἀσελγείας αὐτοῦ.ε. Ὡς τὸν ἀνεψιὸν ἐποιήσατο, ὃν καὶ Ἀλέξανδρον μετωνόμασεν.Ὡς κατελύθη καὶ ἐσφάγη.
Χρόνου πλῆθος τὰ λοιπὰ τῆς Μακρίνου καὶ Ἀδβέντου ὑπατείας καὶ ἄλλα ἔτη δʹ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
Ψευδαντωνῖνος τὸ βʹ καὶ
Κ. Τινέιος Σακέρδως
Ψευδαντωνῖνος τὸ γʹ καὶ
Μ. Οὐαλέριος Κωμάζων
Γ. Βέττιος Γρᾶτος Σαβινιανὸς καὶ
Μ. Φλάβιος Βιτέλλιος Σέλευκος
Ψευδαντωνῖνος τὸ δʹ καὶ
Μ. Αὐρήλιος Σευῆρος Ἀλέξανδρος.
ὁ δὲ δὴ Ἀουῖτος εἴτε Ψευδαντωνῖνος εἴτε καὶ Ἀσσύριος ἢ καὶ Σαρδανάπαλλος Τιβερῖνός τε — καὶ γὰρ καὶ ταύτην τὴν προσηγορίαν, ἐπειδὴ τὸ σῶμα σφαγέντος αὐτοῦ ἐς τὸν Τίβεριν ἐνεβλήθη, ἔλαβεν — τότε μὲν μετὰ τὴν νίκην ἔς τε τὴν Ἀντιόχειαν τῇ ὑστεραίᾳ ἐσῆλθε, πεντακοσίας τοῖς ἀμφʼ αὐτὸν στρατιώταις δραχμάς, ὅπως μὴ διαρπάσωσιν αὐτήν, οὗπερ τὰ μάλιστα ἐπεθύμουν, προϋποσχόμενος· ἅς που καὶ παρὰ τοῦ δήμου ἐσέπραξεν· καὶ ἐς τὴν Ῥώμην ἄλλα τε οἷα εἰκὸς ἦν ἐπέστειλε, πολλὰ μὲν τὸν Μακρῖνον ἄλλως τε καὶ ἐς τὴν δυσγένειαν τήν τε ἐπὶ τὸν Ἀντωνῖνον ἐπιβουλὴν διαβάλλων — πρὸς γοῦν τοῖς ἄλλοις τοῦτο ἔφη ὅτι «ᾧ μηδʼ ἐσελθεῖν ἐς τὸ συνέδριον μετὰ τὸ κήρυγμα τὸ χωρὶς τῶν βουλευτῶν τοὺς λοιποὺς ἐξεῖργον ἐξῆν, οὗτος ἐτόλμησεν τὸν αὐτοκράτορα, οὗ τὴν φρουρὰν ἐπεπίστευτο, δολοφονήσας τὴν ἀρχὴν αὐτοῦ παρασπάσασθαι καὶ αὐτοκράτωρ πρότερον ἢ βουλευτὴς γενέσθαι» —, πολλὰ δὲ καὶ περὶ ἑαυτοῦ οὐχ ὅτι τοῖς στρατιώταις ἀλλὰ καὶ τῇ βουλῇ τῷ τε δήμῳ καθυπισχνούμενος — κατά τε γὰρ τὸν τοῦ Αὐγούστου, ᾧ καὶ τὴν ἡλικίαν τὴν ἑαυτοῦ ἀφωμοίου, καὶ κατὰ τὸν τοῦ Ἀντωνίνου τοῦ Μάρκου ζῆλον ἅπαντα ἅπαξ πράξειν ἐπηγγείλατο —, καὶ δῆτα καὶ αὐτὸ τοῦτο ἔγραψεν, αἰνιττόμενος πρὸς τὰς διαβολὰς τὰς ἐς αὐτὸν ὑπὸ τοῦ Μακρίνου θρυληθείσας, ὅτι τὴν ἡλικίαν τὴν ἐμὴν διαβαλεῖν ἐπεχείρησεν, αὐτὸς πενταετῆ υἱὸν ἀποδείξας.
ταῦτά τε οὖν τῇ βουλῇ ἐπέστειλεν, καὶ τὰ ὑπομνήματα τὰ παρὰ τοῖς στρατιώταις γενόμενα τά τε γράμματα τοῦ Μακρίνου τὰ τῷ Μαξίμῳ γραφέντα ἔπεμψεν μὲν καὶ τῇ γερουσίᾳ ἔπεμψεν δὲ καὶ τοῖς στρατεύμασιν, ἵνʼ ἐξ αὐτῶν ἔτι μᾶλλον τήν τε ἐκείνου μνήμην μισήσωσι καὶ ἑαυτὸν ἀγαπήσωσιν. καὶ ἐν μὲν τῇ πρὸς τὴν βουλὴν ἐπιστολῇ τῷ τε πρὸς τὸν δῆμον γράμματι καὶ αὐτοκράτορα καὶ Καίσαρα, τοῦ τε Ἀντωνίνου υἱὸν καὶ τοῦ Σεουήρου ἔγγονον, εὐσεβῆ τε καὶ εὐτυχῆ καὶ Αὔγουστον, καὶ ἀνθύπατον τήν τε ἐξουσίαν τὴν δημαρχικὴν ἔχοντα ἑαυτὸν ἐνέγραψεν, προλαμβάνων αὐτὰ πρὶν ψηφισθῆναι, τῷ ....... ματι οὐ τῷ τ....... ἀλλὰ τῷ τοῦ π....... ἐχρήσατο, ο........ ησεν καὶ αν.. ...... τὰ τῶν στρατιωτῶν ὑπομνήματα ο ........ γὰρ δὴ τοῦ Μακρίνου ... ματα καισαρ ....... δὲ δὴ δορυφόροις καὶ Ἀλβανίοις τοῖς ἐν τῇ Ἰταλίᾳ οὖσι . ...... καὶ ὅτι ὕπατο ...... ρευσειηπρ ........ λε καὶ τὰ με ........ ριος Κηνσωρῖνος ... προστασίαν ....... ἀνελέξατο ........ Μακρίνου ϲ ........ αὐτὸς ὡς οὐχ ...... διὰ τῆς ἑαυτ....... δημοσιωθ.......... ἀναγνῶναι ........ τὰ γράμματ...... Σαρδαναπαλλο...... ..νος τοῦ κλ......... ἐς τοὺς ὑπατευκότας ἐγκατελέξατο, ... .... ἐνετείλατο ἵνα, εἴ τις ἀνθίσταιτο, τῇ χειρὶ τῇ τῶν στρατιωτῶν χρήσηται· ἀφʼ οὗ δὴ . ..... σια καὶ ἄκουσα πάντα ἐκείνοις δ . ἀνέγνω . τῇ γὰρ ἐπαρτηθείσῃ ἀνάγκῃ οὐδὲν οὔτε τῶν δεόντων οὔτε τῶν συμφερόντων σφίσι πρᾶξαι ἠδυνήθησαν, ......, ἀλλὰ ὑπὸ τοῦ φόβου ἐξεπλάγησαν ........... ...... καὶ τόν τε Μακρῖ νον, ὃν πάμπολλα ἐπῃνέκεσαν, ἐν πολεμίου μοίρᾳ σύν τε τῷ υἱεῖ ἐλοιδόρησαν, καὶ τὸν Ταραύταν, ὃν καὶ πολέμιον ἀποδεῖξαι πολλάκις ἠθελήκεσαν, τότε ἐσέμνυνον, καὶ τὸν υἱὸν δῆθεν αὐτοῦ ηὔχοντο ὅμοιον γενέσθαι αὐτῷ.
ἐν μὲν οὖν τῇ Ῥώμῃ ταῦτα. ὁ δὲ Ἀουῖτος τὸν Πολλίωνα ... τῆς Γερμανίας ..... ἄρξαι προσέταξεν, ἐπεὶ καὶ Βιθυνίας ......... τα ἐκεῖνος περιεγεγόνει. αὐτὸς δὲ καταμείνας τινὰς μῆνας ἐν τῇ Ἀντιοχείᾳ μέχρις οὗ τὴν ἀρχὴν πανταχόθεν ἐβεβαιώσατο, ἐς τὴν Βιθυνίαν ἦλθεν, πάρεδρον ...... οι πολλάκις ......... ν, ὥσπερ καὶ κατὰ τὴν Ἀντιόχειαν εἰώθει, ποιούμενος. ἔνθα δὲ ἐπιχειμάσας ἐς τὴν Ἰταλίαν διὰ τῆς Θρᾴκης καὶ τῆς Μυσίας καὶ τῆς Παννονίας ἑκατέρας ἐπορεύθη, κἀκεῖ μέχρι τῆς τοῦ βίου τελευτῆς κατέμεινεν, ἓν μέν τι καὶ σφόδρα ἀγαθοῦ αὐτοκράτορος ἔργον ποιήσας — πολλῶν γὰρ πολλὰ καὶ ἰδιωτῶν καὶ δήμων, τῶν τε ........ ι αὐτοῦ τούτων ........ τῆς τε βουλῆς, καὶ ἰδίᾳ καὶ κοινῇ ἔς τε τὸν Καράκαλλον καὶ ἑαυτόν, ἐκ τῶν τοῦ Μακρίνου γραμμάτων, καὶ λόγῳ καὶ ἔργῳ ὑβρισάντων, οὐδενὶ τὸ παράπαν οὔτε ἐπεξιέναι ἔφη οὔτε ἐπεξῆλθεν —, ἐς δὲ δὴ τἆλλα πάντα καὶ αἰσχρουργότατα καὶ παρανομώτατα καὶ μιαιφονώτατα ἐξοκείλας, ὥστε τὰ μέν τινα αὐτῶν μηδʼ ἀρχὴν πώποτʼ ἐν τῇ Ῥώμῃ γενόμενα ὡς καὶ πάτρια ἀκμάσαι, τὰ δὲ καὶ τολμηθέντα ἄλλοτε ἄλλοις ὡς ἑκάστοις, ἔτεσι τρισὶ καὶ μησὶν ἐννέα ἡμέραις τε τέτταρσιν, ἐν αἷς ἦρξεν, ὥς γʼ ἄν τις ἀπὸ τῆς μάχης ἐν ᾗ τὸ παντελὲς κράτος ἔσχεν ἀριθμήσειεν, ἀνθῆσαι. ἐφόνευσε μὲν γὰρ ἐν τῇ Συρίᾳ τόν τε Νέστορα καὶ Φάβιον Ἀγριππῖνον τὸν ἄρχοντα αὐτῆς, τῶν τε ἱππέων τῶν ἀμφὶ τὸν Μακρῖνον τοὺς πρώτους· ὅπερ που καὶ τῶν ἐν τῇ Ῥώμῃ τοὺς μάλιστα οἰκειωθέντας αὐτῷ εἰργάσατο· κἀν τῇ Ἀραβίᾳ Πεῖκαν Καιριανὸν τὸν ἐπιτετραμμένον αὐτήν, ὅτι μὴ παραχρῆμα αὐτῷ προσέθετο, ἔν τε τῇ Κύπρῳ Κλαύδιον Ἄτταλον τὸν τῆς Θρᾴκης ποτὲ ἄρξαντα, καὶ ὑπὸ μὲν τοῦ Σεουήρου ἐκ τοῦ συνεδρίου ἐν τῷ τοῦ Νίγρου πολέμῳ ἐκπεσόντα, ὑπὸ δὲ τοῦ Ταραύτου ἐς αὐτὸ ἐπαναχθέντα, καὶ τότε ἐκ τοῦ κλήρου τῇ Κύπρῳ προσταχθέντα, ὅτι τῷ Κωμάζοντι προσεκεκρούκει· στρατευόμενον γάρ ποτε αὐτὸν ἐν Θρᾴκῃ καὶ κακουργήσαντά τι ἐς τοὺς τριηρίτας ἀπεώσατο. τοιοῦτος γάρ τις ὁ Κωμάζων ὢν καὶ τοῦτο τοὔνομα ἔκ τε μίμων καὶ γελωτοποιίας ἔχων τῶν τε δορυφόρων ἦρξεν, ἐν μηδεμιᾷ τὸ παράπαν ἐπιτροπείᾳ ἢ καὶ προστασίᾳ τινὶ πλὴν τῆς τοῦ στρατοπέδου ἐξετασθείς, καὶ τὰς τιμὰς τὰς ὑπατικὰς ἔλαβεν, καὶ μετὰ τοῦτο καὶ ὑπάτευσεν καὶ ἐπολιάρχησεν, οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ δεύτερον καὶ τρίτον, ὃ μηδενὶ πώποτε ἄλλῳ ὑπῆρξεν· ὅθεν που καὶ τοῦτʼ ἐν τοῖς παρανομωτάτοις ἐξαριθμήσεται.
ὁ μὲν οὖν Ἄτταλος διʼ ἐκεῖνον ἀπέθανεν, ὁ δὲ δὴ Τρικκιανὸς διὰ τοὺς Ἀλβανίους ὧν ἐγκρατῶς ἐπὶ τοῦ Μακρίνου ἡγεῖτο, Καστῖνός θʼ ὅτι δραστήριός τε ἦν καὶ πολλοῖς στρατιώταις, ἔκ τε τῶν ἀρχῶν ὧν ἦρξε καὶ ἐκ τῆς πρὸς τὸν Ἀντωνῖνον συνουσίας, ἔγνωστο· διόπερ καὶ ὑπὸ τοῦ Μακρίνου τὴν ἄλλως προπεμφθεὶς ἐν Βιθυνίᾳ τὴν δίαιταν ἐποιεῖτο. τοῦτόν τε οὖν ἀπέκτεινεν, καίτοι τῇ γερουσίᾳ περὶ αὐτοῦ γράψας ὅτι αὐτὸν εἰρχθέντα τῆς Ῥώμης, ὥσπερ καὶ τὸν Ἄσπρον τὸν Ἰούλιον, ὑπὸ τοῦ Μακρίνου ἀποκατέστησεν, καὶ Σύλλαν τὸν τῆς Καππαδοκίας ἄρξαντα, καίπερ ἀπηλλαγμένον ἐξ αὐτῆς, ὅτι τʼ ἐπολυπραγμόνει τινά, καὶ ὅτι μεταπεμφθεὶς ὑπʼ αὐτοῦ ἐκ τῆς Ῥώμης ἀπήντησε τοῖς στρατιώταις τοῖς Κελτικοῖς οἴκαδε μετὰ τὴν ἐν τῇ Βιθυνίᾳ χειμασίαν, ἐν ᾗ τινὰ ὑπετάραξαν, ἀπιοῦσιν. οὗτοι μὲν δὴ διὰ ταῦτα ἀπώλοντο, καὶ οὐδὲ ἐπεστάλη τι περὶ αὐτῶν τῇ γερουσίᾳ, Σέιος δὲ δὴ Κᾶρος ὁ Φουσκιανοῦ τοῦ πολιαρχήσαντος ἔκγονος ὅτι τε ἐπλούτει καὶ ὅτι μέγας καὶ νοῦν ἔχων ἦν, πρόφασιν ὡς καὶ συνιστάς τινας τῶν ἐν τῷ Ἀλβανῷ στρατευομένων — καὶ μόνου γε ἐκείνου ἀποδεικνύντος τινὰ ἤκουσεν ἐν τῷ παλατίῳ, ἐν ᾧ καὶ ἐσφάγη —, Οὐαλεριανός τε Παῖτος ὅτι εἰκόνας τινὰς ἑαυτοῦ ἐπιχρύσους πρὸς παλλακίδων κοσμήματα ἐξετύπωσεν· ἐκ γὰρ τούτου καὶ αἰτίαν ἔσχεν ὡς καὶ Καππαδοκίαν ὅμορον τῇ πατρίδι αὐτοῦ οὖσαν — Γαλάτης γὰρ ἦν — ἀπελθεῖν ἐπὶ νεωτερισμῷ διανοούμενος, καὶ κατὰ τοῦτο χρυσοῦς γλύμμα ἑαυτοῦ φέροντας ποιούμενος. καὶ ἐπὶ τούτοις καὶ ὑπὸ τῆς βουλῆς ἐθανατώθη ὁ Μεσσάλας ὁ Σίλιος ὅ τε Βάσσος ὁ Πομπώνιος, ἐγκλήματα λαβόντες ὅτι τοῖς πραττομένοις ὑπʼ αὐτοῦ οὐκ ἠρέσκοντο. τοῦτο γὰρ οὐδὲ τῇ βουλῇ γράψαι περὶ αὐτῶν ὤκνησεν, ἐξεταστάς τε αὐτοὺς τοῦ ἑαυτοῦ βίου καὶ ἐπιτιμητὰς τῶν ἐν τῷ παλατίῳ δρωμένων εἰπὼν εἶναι· «τὰς γάρ τοι τῆς ἐπιβουλῆς δῆθεν αὐτῶν ἀποδείξεις οὐκ ἔπεμψα ὑμῖν» ἔφη, «ὅτι μάτην ἀναγνωσθήσεσθαι ἔμελλον ἤδη σφῶν τεθνηκότων.» ὑπῆν δέ τι καὶ ἕτερον αἰτίαμα πρὸς Μεσσάλαν, ὅτι πολλὰ ἐρρωμένως ἐν τῷ συνεδρίῳ ἀπεφαίνετο· διόπερ καὶ κατʼ ἀρχὰς αὐτὸν ἐς τὴν Συρίαν, ὡς καὶ πάνυ τι αὐτοῦ δεόμενος, μετεπέμψατο, ὅπως μὴ καὶ καθηγεμὼν αὐτῇ ἀλλοδοξίας γένηται. τῷ δὲ δὴ Βάσσῳ, ὅτι γυναῖκα καὶ εὐπρεπῆ καὶ εὐγενῆ εἶχεν· τοῦ τε γὰρ Σεουήρου τοῦ Κλαυδίου καὶ τοῦ Ἀντωνίνου τοῦ Μάρκου ἀπόγονος ἦν. ἀμέλει καὶ ἔγημεν αὐτήν, μηδὲ ἐκθρηνῆσαι τὴν συμφορὰν ἐπιτρέψας. καὶ περὶ μὲν τῶν γάμων αὐτοῦ, ὧν τε ἐγάμει ὧν τε ἐγήματο, αὐτίκα λελέξεται· καὶ γὰρ ἠνδρίζετο καὶ ἐθηλύνετο καὶ ἔπραττεν καὶ ἔπασχεν ἑκάτερα ἀσελγέστατα ..... δὲ δὴ δυς ............ περὶ αὐτς ........... σίᾳ ἐφο ............ σαντων ............ νος καὶ μ........... λιωνα δε α..... ..... ὑφʼ ὧν πε ............ τευομεν ............ τω τειχε ........... κτο ἰδίαν .......... ἀμυνομε ............ Σέργιος α.......... τὸν Καρο........... τινα καὶ μ....... ... προσδιει .......... ουν ἐκ τι ........... δρωνων ...... ....... τινα διατ.......... ποιήσας ............ ὑπʼ αὐτ ............ διωλομ............. δενος η............ τʼ ἐκείνου .......... αἰτίαν ἐπι ......... φόνῳ τὰ μ....... ... τε ἱππέων .......... Καισαρείων ........ ἐφθάρησαν ......... οὐδὲν δεο .......... ......... ν δὲ δὴ τὸν τὴν ἐπανάστασιν κατασκευάσαντα, τὸν ἐς τὸ στρατόπεδον αὐτὸν ἐσαγαγόντα, τὸν τοὺς στρατιώτας προσαποστήσαντα, τὸν τὴν νίκην αὐτῷ τὴν κατὰ τοῦ Μακρίνου παρασχόντα, τὸν τροφέα, τὸν προστάτην, ἐν ἀρχῇ εὐθὺς τῆς ἡγεμονίας ἐν τῇ Νικομηδείᾳ ἀποκτείνας ἀνοσιώτατος ἀνδρῶν ἐνομίσθη. ἄλλως μὲν γὰρ καὶ τρυφερώτερον διῃτᾶτο καὶ ἡδέως ἐδωροδόκει, οὐ μὴν οὔτε αἴτιός τινος κακοῦ οὐδενὶ ἐγένετο καὶ πολλοὺς πολλὰ εὐηργέτησε. τὸ δὲ μέγιστον, ἰσχυρῶς αὐτὸν περιεῖπε, καὶ τῇ Μαίσῃ τῇ τε Σοαιμίδι σφόδρα ἤρεσκε, τῇ μὲν ὅτι ἐτέθραπτο ὑπʼ αὐτῆς, τῇ δὲ ὅτι συνῴκει τρόπον τινὰ αὐτῇ. ἀλλʼ οὔτι γε διὰ τοῦτʼ αὐτὸν κατεχρήσατο, ὁπότε καὶ συμβόλαιον αὐτῷ γαμικὸν ποιῆσαι καὶ Καίσαρα αὐτὸν ἀποδεῖξαι ἠθέλησεν, ἀλλʼ ὅτι σωφρόνως τε καὶ ἐμφρόνως ζῆν ὑπʼ αὐτοῦ ἠναγκάζετο. καὶ αὐτός γε αὐτοχειρίᾳ πρῶτος αὐτὸν κατέτρωσε διὰ τὸ μηδένα τῶν στρατιωτῶν ἄρξαι τοῦ φόνου τολμῆσαι.
ταῦτα μὲν οὕτως ἐγένετο, .... ς δὲ Οὐῆρος ἐπιτολμήσας καὶ αὐτὸς τῇ μοναρχίᾳ ἐν τῷ τρίτῳ στρατοπέδῳ τῷ Γαλλικῷ, οὗ ἦρχε, καὶ Γέλλιος Μάξιμος ἐκ τῆς αὐτῆς αἰτίας, καίπερ ὑποστρατηγῶν ἐν τῇ Συρίᾳ τῇ ἑτέρᾳ τοῦ τετάρτου τοῦ Σκυθικοῦ τείχους, ἐδικαιώθησαν. οὕτω γάρ που πάντα ἄνω κάτω συνεχύθη ὥστε ἐκείνους τὴν ἔφεσιν τῆς ἀρχῆς τὸν μὲν ἐξ ἑκατοντάρχων ἐς τὴν γερουσίαν ἐσγραφέντα, τὸν δὲ ἰατροῦ υἱὸν ὄντα ἐς τὸν νοῦν ἐμβαλέσθαι. τούτους δὲ δὴ μόνους ὠνόμασα οὐχ ὅτι καὶ μόνοι ἐξεφρόνησαν, ἀλλʼ ὅτι βουλῆς ἦσαν, ἐπεί τοι καὶ ἕτερός τις ἑκατοντάρχου υἱὸς ἐπεχείρησε τὸ αὐτὸ ἐκεῖνο στρατόπεδον τὸ Γαλλικὸν συνταράξαι, καὶ μάλα ἄλλος τις ἐριουργὸς τὸ τέταρτον, ἕτερός τε ἰδιώτης τὸν στόλον τὸν ἐν τῇ Κυζίκῳ ναυλοχοῦντα, ὅτε καὶ ὁ Ψευδαντωνῖνος ἐν τῇ Νικομηδείᾳ ἐχείμαζεν, καὶ ἄλλοι δὲ πολλοὶ ἄλλοθι καὶ ἀλλαχόθι, ὥστε καὶ ἑτοιμότατον ὂν τοῖς βουλομένοις ἄρξαι, τῷ καὶ παρʼ ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν πολλοὺς τῆς ἡγεμονίας ἐπιβεβατευκέναι, νεωτερίσαι τολμῆσαι. καὶ μηδεὶς ἀπιστήσῃ τῷ λεχθέντι· τὰ μὲν γὰρ λοιπὰ τὰ τῶν ἰδιωτῶν παρʼ ἀνδρῶν ἀξιοπίστων πυθόμενος, τὸ δὲ δὴ κατὰ τὸν στόλον αὐτὸς ἐγγύθεν ἐκ τῆς Περγάμου ἀκριβώσας ἔγραψα, ἧς, ὥσπερ καὶ τῆς Σμύρνης ταχθεὶς ὑπὸ τοῦ Μακρίνου ἐπεστάτησα· ἀφʼ οὗπερ οὐδὲ τῶν ἄλλων οὐδὲν ἄπιστόν μοι κατεφάνη.
φόνων μὲν οὖν ἐχόμενα ταῦτα αὐτῷ ἐπράχθη, ἔξω δὲ δὴ τῶν πατρίων ἁπλᾶ μὲν καὶ μηδὲν μέγα κακὸν ἡμῖν φέροντα, πλὴν καθʼ ὅσον παρὰ τὸ καθεστηκὸς ἐκαινοτομήθη, ὅτι τε τῶν ὀνομάτων τινὰ τῶν ἐς τὴν ἡγεμονίαν αὐτοῦ τεινόντων, πρὶν ψηφισθῆναι, ὥσπερ εἶπον, αὐτὸς ἑαυτῷ ἔθετο, καὶ ὅτι τῇ τοῦ Μακρίνου ὑπατείᾳ, μήτε χειροτονηθεὶς ἐπʼ αὐτὴν μήτε ὅλως ἐφαψάμενος αὐτῆς — προδιήνυστο γάρ —, αὑτὸν ἀντενέγραψε, καίτοι τὸ κατʼ ἀρχὰς ἀπὸ τοῦ Ἀδουέντου ὡς καὶ μόνου ὑπατευκότος τὸν ἐνιαυτὸν ἐν τρισὶ γράμμασι διαδηλώσας, ὅτι τε δεύτερον δὴ ὑπατεύειν ἐπεχείρησεν, μηδεμίαν πρόσθεν μήτε ἀρχὴν λαβὼν μήτε τιμὴν ἀρχῆς, καὶ ὅτι τῇ ἐπινικίῳ στολῇ ὑπατεύων ἐν τῇ Νικομηδείᾳ, ἐν τῇ τῶν εὐχῶν ἡμέρᾳ, οὐκ ἐχρήσατο.
τῶν δὲ δὴ παρανομημάτων αὐτοῦ καὶ τὸ κατὰ τὸν Ἐλεγάβαλον ἔχεται, οὐχ ὅτι θεόν τινα ξενικὸν ἐς τὴν Ῥώμην ἐσήγαγεν, οὐδʼ ὅτι καινοπρεπέστατα αὐτὸν ἐμεγάλυνεν, ἀλλʼ ὅτι καὶ πρὸ τοῦ Διὸς αὐτοῦ ἤγαγεν αὐτόν, καὶ ὅτι καὶ ἱερέα αὐτοῦ ἑαυτὸν ψηφισθῆναι ἐποίησεν, ὅτι τε τὸ αἰδοῖον περιέτεμε, καὶ ὅτι χοιρείων κρεῶν, ὡς καὶ καθαρώτερον ἐκ τούτων θρησκεύσων, ἀπείχετο — ἐβουλεύσατο μὲν γὰρ παντάπασιν αὐτὸ ἀποκόψαι· ἀλλʼ ἐκεῖνο μὲν τῆς μαλακίας ἕνεκα ποιῆσαι ἐπεθύμησε, τοῦτο δὲ ὡς καὶ τῇ τοῦ Ἐλεγαβάλου ἱερατείᾳ προσῆκον ἔπραξεν· ἐξ οὗ δὴ καὶ ἑτέροις τῶν συνόντων συχνοῖς ὁμοίως ἐλυμήνατο· καὶ μέντοι καὶ ὅτι τὴν ἐσθῆτα τὴν βαρβαρικήν, ᾗ οἱ τῶν Σύρων ἱερεῖς χρῶνται, καὶ δημοσίᾳ πολλάκις ἑωρᾶτο ἐνδεδυμένος· ἀφʼ οὗπερ οὐχ ἥκιστα καὶ τὴν τοῦ Ἀσσυρίου ἐπωνυμίαν ἔλαβεν.
ὅτι ὁ Ψευδαντωνῖνος χρυσοῦς ἔστη πολλῷ καὶ ποικίλῳ κόσμῳ διαπρέπων.
ὅτι χρήματα πολλὰ ὁ Μακρῖνος ἐν τῷ βασιλικῷ εὑρὼν διεσπάθησεν, καὶ οὐκ ἐξήρκουν αἱ πρόσοδοι πρὸς ἀναλώματα.
ἔγημε δὲ Κορνηλίαν Παῦλαν, ἵνα δὴ θᾶσσον, ὥσπερ ἔφη, πατὴρ γένηται ὁ μηδʼ ἀνὴρ εἶναι δυνάμενος. ἐν δʼ οὖν τοῖς γάμοις οὐχ ὅπως ἡ γερουσία ἥ τε ἱππάς, ἀλλὰ καὶ αἱ γυναῖκες αἱ τῶν βουλευτῶν διανομήν τινα ἔλαβον, ὅ τε δῆμος πεντήκοντα καὶ ἑκατὸν δραχμαῖς καὶ οἱ στρατιῶται ἑκατὸν πλείοσιν εἱστιάθησαν, μονομάχων τε ἀγῶνες ἐγένοντο, ἱμάτιον αὐτοῦ περιπόρφυρον ἐνδύντος, ὃ καὶ ἐν ταῖς εὐχωλιμαίαις θέαις ἐπεποιήκει. καὶ θηρία ἄλλα τε πολλὰ καὶ ἐλέφας τίγριδές τε μία καὶ πεντήκοντα ἐσφάγησαν· ὃ μηδεπώποτε ἀθρόον ἐγεγόνει. εἶτα τὴν Παῦλαν ὡς καὶ κηλῖδά τινα περὶ τὸ σῶμα ἔχουσαν ἀποπέμψας Ἀκυλίᾳ Σεουήρᾳ συνῴκησεν, ἐκφανέστατα παρανομήσας· ἱερωμένην γὰρ αὐτὴν τῇ Ἑστίᾳ ἀσεβέστατα ᾔσχυνεν. ἐτόλμησε δὲ καὶ εἰπεῖν ὅτι «ἵνα δὴ καὶ θεοπρεπεῖς παῖδες ἔκ τε ἐμοῦ τοῦ ἀρχιερέως ἔκ τε ταύτης τῆς ἀρχιερείας γεννῶνται, τοῦτʼ ἐποίησα.» καὶ ἐφʼ οἷς αὐτὸν ἐν τῇ ἀγορᾷ αἰκισθέντα εἶτα ἐς τὸ δεσμωτήριον ἐμβληθῆναι κἀνταῦθα θανατωθῆναι ἔδει, ἐπὶ τούτοις ἐκαλλωπίζετο. καὶ οὐδʼ ἐκείνην μέντοι ἐπὶ πολὺ κατέσχεν, ἀλλὰ ἑτέραν, εἶθʼ ἑτέραν καὶ μάλα ἄλλην ἔγημε, καὶ μετὰ τοῦτο πρὸς τὴν Σεουῆραν ἐπανῆλθεν.
ἐγεγόνει δὲ καὶ τέρατα ἐν τῇ Ῥώμῃ, ἄλλα τε καὶ ἐκ τοῦ ἀγάλματος τῆς Ἴσιδος, ὃ ὑπὲρ τὸ ἀέτωμα τοῦ ναοῦ αὐτῆς ἐπὶ κυνὸς ὀχεῖται· τὸ γὰρ πρόσωπον ἐς τὸ εἴσω μετέστρεψεν. ὁ δὲ Σαρδανάπαλλος καὶ ἀγῶνας ἐποίει καὶ θέας συχνάς, ἐν αἷς Αὐρήλιος Ἕλιξ ὁ ἀθλητὴς εὐδοκίμησεν, ὃς τοσοῦτον τοὺς ἀνταγωνιστὰς ὑπερῆρεν ὥστε πάλην τε ἅμα καὶ παγκράτιον ἐν τῇ Ὀλυμπίᾳ ἀγωνίσασθαι ἐθελῆσαι, κἀν τοῖς Καπιτωλίοις καὶ ἄμφω νικῆσαι. οἱ μὲν γὰρ Ἠλεῖοι φθονήσαντες αὐτῷ, μή — τὸ λεγόμενον δὴ τοῦτο — ἀφʼ Ἡρακλέους ὄγδοος γένηται, οὐδὲ ἐκάλεσαν ἐς τὸ στάδιον παλαιστὴν οὐδένα, καίπερ ἐν τῷ λευκώματι καὶ τοῦτο τὸ ἄθλημα προγράψαντες· ἐν δὲ δὴ τῇ Ῥώμῃ καὶ ἐνίκησεν ἑκάτερον, ὃ μηδεὶς ἄλλος ἐπεποιήκει.
ἵνα δὲ παρῶ τάς τε βαρβαρικὰς ᾠδὰς ἃς ὁ Σαρδανάπαλλος τῷ Ἐλεγαβάλῳ ᾖδε τῇ μητρὶ ἅμα καὶ τῇ τήθῃ, τάς τε ἀπορρήτους θυσίας ἃς αὐτῷ ἔθυε, παῖδας σφαγιαζόμενος καὶ μαγγανεύμασι χρώμενος, ἀλλὰ καὶ ἐς τὸν ναὸν αὐτοῦ λέοντα καὶ πίθηκον καὶ ὄφιν τινὰ ζῶντα ἐγκατακλείσας, αἰδοῖά τε ἀνθρώπου ἐμβαλών, καὶ ἄλλʼ ἄττα ἀνοσιουργῶν, περιάπτοις τέ τισι μυρίοις ἀεί ποτε χρώμενος, —ἵνα ταῦτα παραδράμω, καὶ γυναῖκα, τὸ γελοιότατον, Ἐλεγαβάλῳ ἐμνήστευσε καθάπερ καὶ γάμου παίδων τε δεομένῳ. καὶ ἔδει γὰρ μήτε πενιχρὰν μήτε δυσγενῆ τινὰ εἶναι αὐτήν, τὴν Οὐρανίαν τὴν τῶν Καρχηδονίων ἐπελέξατο, καὶ ἐκεῖθέν τε αὐτὴν μετεπέμψατο καὶ ἐς τὸ παλάτιον καθίδρυσεν, ἔδνα τε αὐτῇ παρὰ πάντων τῶν ὑπηκόων, ὥσπερ καὶ ἐπὶ τῶν ἑαυτοῦ γυναικῶν, ἤθροισε. τὰ μὲν δὴ οὖν ἔδνα, ὅσα ἐδόθη ζῶντος αὐτοῦ, μετὰ ταῦτα εἰσεπράχθη· τὴν δὲ δὴ προῖκα οὐκ ἔφη κομίσασθαι, πλὴν δύο λεόντων χρυσῶν, οἳ καὶ συνεχωνεύθησαν.
ἀλλʼ οὗτος ὁ Σαρδανάπαλλος, ὁ καὶ τοὺς θεοὺς γάμου νόμῳ συνοικίζειν ἀξιῶν, ἀσελγέστατα αὐτὸς διεβίω. ἔγημε μὲν γὰρ πολλὰς γυναῖκας, καὶ ἔτι πλείοσιν ἄνευ τινὸς νομίμου προσρήσεως συνείργνυτο, οὐ μέντοι ὡς καὶ αὐτός τι αὐτῶν δεόμενος, ἀλλὰ ἵνα τῇ συγκοιμήσει τῇ μετὰ τῶν ἐραστῶν τὰ ἔργα αὐτῶν μιμῆται καὶ κοινωνοὺς τῆς ὕβρεως, φύρδην ἀναφερόμενος αὐταῖς, λαμβάνῃ. πολλὰ μὲν γὰρ καὶ ἄτοπα, ἃ μήτε λέγων μήτε ἀκούων ἂν τις καρτερήσειεν, καὶ ἔδρασε τῷ σώματι καὶ ἔπαθε· τὰ δὲ δὴ περιφανέστατα, καὶ ἃ μηδʼ ἂν ἀποκρύψαιτό τις, τάδε ἐστίν. ἐς καπηλεῖα ἐσῄει νύκτωρ περιθεταῖς κόμαις χρώμενος, καὶ τὰ τῶν καπηλίδων εἰργάζετο. ἐς τὰ πορνεῖα τὰ περιβόητα ἐσεφοίτα, καὶ τὰς ἑταίρας ἐξελαύνων ἐπορνεύετο. καὶ τέλος ἐν τῷ παλατίῳ οἴκημά τι ἀποδείξας ἐνταῦθα ἠσέλγαινε, γυμνός τʼ ἀεὶ ἐπὶ τῆς θύρας αὐτοῦ ἑστὼς ὥσπερ αἱ πόρναι, καὶ τὸ σινδόνιον χρυσοῖς κρίκοις ἐξηρτημένον διασείων, τούς τε παριόντας ἁβρᾷ τε καὶ κεκλασμένῃ τῇ φωνῇ προσεταιριζόμενος. ἦσαν γὰρ οἷς ἐξεπίτηδες τοῦτο ποιεῖν προσετέτακτο. ὥσπερ γὰρ καὶ ἐς τἆλλα, καὶ ἐς ἐκεῖνο διερευνητὰς συχνοὺς εἶχε, διʼ ὧν ἐπολυπραγμόνει τοὺς μάλιστα αὐτὸν ἀρέσαι τῇ ἀκαθαρσίᾳ δυναμένους. χρήματά τε παρʼ αὐτῶν συνέλεγε, καὶ ἐγαυροῦτο ταῖς ἐμπολαῖς· πρός τε τοὺς συνασχημονοῦντάς οἱ διεφέρετο, πλείους τε ἐραστὰς αὐτῶν ἔχειν καὶ πλεῖον ἀργυρίζεσθαι λέγων. καὶ ταῦτα μὲν πρὸς πάντας ὁμοίως τοὺς χρωμένους αὐτῷ ἔδρα, ἤδη δὲ καὶ ἐξαίρετόν τινα ἄνδρα ἔσχεν, ὃν Καίσαρα διὰ τοῦτʼ ἀποδεῖξαι ἠθέλησεν.
ἤλαυνε μὲν γὰρ ἅρμα τῇ πρασίῳ στολῇ χρώμενος, ἰδίᾳ τε καὶ οἴκοι, εἴγε οἶκον ἔνι φάναι τοῦτʼ εἶναι ἔνθα ἠγωνοθέτουν οἵ τε ἄλλοι οἱ περὶ αὐτὸν πρῶτοι, καὶ ἱππῆς καὶ Καισάρειοι, καὶ οἱ ἔπαρχοι αὐτοὶ ἥ τε τήθη καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες καὶ προσέτι καὶ τῶν ἐκ τῆς βουλῆς ἄλλοι τε καὶ ὁ Λέων ὁ πολίαρχος, καὶ ἐθεῶντο αὐτὸν καὶ ἁρματηλατοῦντα καὶ χρυσοῦς ὥσπερ τινὰ τῶν τυχόντων αἰτοῦντα, τούς τε ἀγωνοθέτας καὶ τοὺς στασιώτας προσκυνοῦντα.
ὅτι ἐν τῷ δικάζειν τινὰ ἀνήρ πως εἶναι ἐδόκει, ἐν δὲ δὴ τοῖς ἄλλοις τῷ ἔργῳ καὶ τῷ σχήματι τῆς φωνῆς ὡραΐζετο. τά τε γὰρ ἄλλα καὶ ὠρχεῖτο, οὔτι γε ἐν ὀρχήστρᾳ μόνον, ἀλλὰ καὶ ἐμβαδίζων τρόπον τινὰ καὶ θύων ἀσπαζόμενός τε καὶ δημηγορῶν. καὶ τέλος, ἵνʼ ἤδη ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανέλθω, καὶ ἐγήματο, γυνή τε καὶ δέσποινα βασιλίς τε ὠνομάζετο, καὶ ἠριούργει, κεκρύφαλόν τε ἔστιν ὅτε ἐφόρει, καὶ τοὺς ὀφθαλμοὺς ἐνηλείφετο, ψιμυθίῳ τε καὶ ἐγχούσῃ ἐχρίετο. ἅπαξ μὲν γάρ ποτε ἀπεκείρατο τὸ γένειον, καὶ ἐπʼ αὐτῷ ἑορτὴν ἤγαγε· μετὰ δὲ τοῦτʼ ἐψιλίζετο, ὥστε καὶ ἐκ τούτου γυναικίζειν. καὶ πολλάκις καὶ κατακείμενος τοὺς βουλευτὰς ἠσπάζετο. ὁ δὲ δὴ ἀνὴρ αὐτῆς Ἱεροκλῆς ἦν, Καρικὸν ἀνδράποδον, Γορδίου ποτὲ παιδικὰ γενόμενον, παρʼ οὗ καὶ ἁρματηλατεῖν ἔμαθεν. κἀκ τούτου καὶ παραδοξότατα αὐτῷ ἠρέσθη. ἐν γάρ τοι ἱπποδρομίᾳ τινὶ ἐκπεσὼν τοῦ ἅρματος κατʼ αὐτὴν τὴν τοῦ Σαρδαναπάλλου ἕδραν τό τε κράνος ἐν τῇ πτώσει ἀπέρριψε, καὶ ἐκφανεὶς αὐτῷ — λειογένειος δʼ ἔτι ἦν καὶ κόμῃ ξανθῇ ἐκεκόσμητο — ἀνηρπάσθη τε εὐθὺς ἐς τὸ παλάτιον, κἀν τοῖς νυκτερινοῖς ἔργοις ἔτι καὶ μᾶλλον ἑλὼν αὐτὸν ὑπερηυξήθη, ὥστε καὶ ὑπὲρ αὐτὸν ἐκεῖνον ἰσχῦσαι, καὶ βραχύ τι νομισθῆναι τὸ τὴν μητέρα αὐτοῦ ἔτι δούλην οὖσαν ἔς τε τὴν Ῥώμην ὑπὸ στρατιωτῶν ἀχθῆναι κἀν ταῖς τῶν ὑπατευκότων γυναιξὶ συναριθμηθῆναι. πολλάκις μὲν γὰρ καὶ ἄλλοι τινὲς ἐτιμήθησαν ὑπʼ αὐτοῦ καὶ ἠδυνήθησαν, οἱ μὲν ὅτι συνεπανέστησαν, οἱ δὲ ὅτι ἐμοίχευον αὐτόν· καὶ γὰρ μοιχεύεσθαι δοκεῖν, ἵνα κἀν τούτῳ τὰς ἀσελγεστάτας γυναῖκας μιμῆται, ἤθελε, καὶ πολλάκις ἑκὼν καὶ ἐπʼ αὐτοφώρῳ ἡλίσκετο, καὶ διὰ τοῦτο καὶ ἐλοιδορεῖτο ἀσελγῶς πρὸς τοῦ ἀνδρός, καὶ ὥστε καὶ ὑπώπια σχεῖν πληγὰς ἐλάμβανεν. ἐκεῖνον δʼ οὖν οὕτως οὐ κούφῃ τινὶ φορᾷ ἀλλὰ πόνῳ καὶ δευσοποιῷ ἔρωτι ἠγάπα, ὥστε μὴ ὅτι ἐπὶ τοιούτῳ τινὶ ἀγανακτῆσαι, ἀλλὰ καὶ τοὐναντίον ἐπʼ αὐτοῖς ἐκείνοις μᾶλλον αὐτὸν φιλῆσαι, καὶ Καίσαρα ὄντως ἀποφῆναι ἐθελῆσαι, καὶ τῇ τε τήθῃ διὰ τοῦτο ἐμποδὼν γενομένῃ ἀπειλῆσαι, καὶ τοῖς στρατιώταις οὐχ ἥκιστα διʼ αὐτὸν προσκροῦσαι.
καὶ ὁ μὲν ἔμελλέ που καὶ διὰ ταῦτα ἀπολεῖσθαι, Αὐρήλιος δὲ δὴ Ζωτικός, ἀνὴρ Σμυρναῖος, ὃν καὶ Μάγειρον ἀπὸ τῆς τοῦ πατρὸς τέχνης ἀπεκάλουν, καὶ ἐφιλήθη πάνυ ὑπʼ αὐτοῦ καὶ ἐμισήθη, καὶ διὰ τοῦτο καὶ ἐσώθη. οὗτος γὰρ δὴ καλὸν μὲν καὶ τὸ πᾶν σῶμα ὥστε καὶ ἐν ἀθλήσει ἔχων, πολὺ δὲ δὴ πάντας τῷ τῶν αἰδοίων μεγέθει ὑπεραίρων, ἐμηνύθη τε αὐτῷ ὑπὸ τῶν ταῦτα ἐξεταζόντων, καὶ ἐξαίφνης ἐκ τῶν ἀγώνων ἀναρπασθεὶς ἀνήχθη τε ἐς τὴν Ῥώμην ὑπὸ πομπῆς ἀπλέτου καὶ ὅσην οὔτε Αὔγαρος ἐπὶ τοῦ Σεουήρου οὔτε Τιριδάτης ἐπὶ τοῦ Νέρωνος ἔσχε, πρόκοιτός τε καὶ πρὶν ὀφθῆναί οἱ ἀποδειχθείς, καὶ τῷ τοῦ Ἀουίτου τοῦ πάππου αὐτοῦ ὀνόματι τιμηθείς, καὶ στεφανώμασιν ὥσπερ ἐν πανηγύρει ἠσκημένος, ἐς τὸ παλάτιον λυχνοκαΐᾳ πολλῇ λαμπόμενος ἐσῆλθε. καὶ ὃς ἰδὼν αὐτὸν ἀνέθορέ τε ἐρρυθμισμένως, καὶ προσειπόντα, οἷα εἰκὸς ἦν, «κύριε αὐτοκράτορ χαῖρε,» θαυμαστῶς τόν τε αὐχένα γυναικίσας καὶ τοὺς ὀφθαλμοὺς ἐπεγκλάσας ἠμείψατο, καὶ ἔφη οὐδὲν διστάσας «μή με λέγε κύριον· ἐγὼ γὰρ κυρία εἰμί.» καὶ ὁ μὲν συλλουσάμενός τε αὐτῷ παραχρῆμα, καὶ ἐπὶ πλεῖον ἐκ τῆς γυμνώσεως, ἅτε καὶ ἰσόρροπον τῇ φήμῃ εὑρὼν αὐτὸν ὄντα, πασχητιάσας ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη, κἀν τοῖς κόλποις ὥσπερ τις ἐρωμένη δεῖπνον εἵλετο· ὁ δὲ Ἱεροκλῆς φοβηθεὶς μὴ καὶ μᾶλλον αὐτὸν ἑαυτοῦ δουλώσηται, καί τι διʼ αὐτοῦ δεινόν, οἷα ἐν ἀντερασταῖς εἴωθε γίγνεσθαι, πάθῃ, φαρμάκῳ τινὶ αὐτὸν διὰ τῶν οἰνοχόων, προσφιλῶν που ἑαυτῷ ὄντων, ἐξεθήλυνε. καὶ οὕτως ἐκεῖνος ἀστυσίᾳ παρὰ πᾶσαν τὴν νύκτα συσχεθεὶς ἀφῃρέθη τε πάντων ὧν ἐτετυχήκει, καὶ ἐξηλάθη ἔκ τε τοῦ παλατίου καὶ ἐκ τῆς Ῥώμης καὶ μετὰ ταῦτα καὶ ἐκ τῆς λοιπῆς Ἰταλίας· ὃ καὶ ἔσωσεν αὐτόν.
ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν διʼ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος.
ἔμελλε δέ που καὶ αὐτὸς ὁ Σαρδανάπαλλος ἀξιώτατον τῆς μιαρίας τῆς ἑαυτοῦ μισθὸν οὐ πολλῷ ὕστερον κομιεῖσθαι. ἅτε γὰρ ταῦτα ποιῶν καὶ ταῦτα πάσχων ἐμισήθη ὑπό τε τοῦ δήμου καὶ ὑπὸ τῶν στρατιωτῶν, οἷς μάλιστα προσέκειτο, καὶ τελευταῖον καὶ ἐν αὐτῷ τῷ στρατοπέδῳ ὑπʼ αὐτῶν ἐσφάγη.
ὅτι ὁ Ψευδαντωνῖνος ὑπὸ στρατιωτῶν κατεφρονήθη καὶ ἀνῃρέθη· ὅταν γὰρ ἐθισθῶσί τινες καὶ ταῦτα ὡπλισμένοι καταφρονεῖν τῶν κρατούντων, οὐδένα ὅρον τῆς ἐξουσίας ἐπὶ τὸ πράττειν ἃ βούλονται ποιοῦνται, ἀλλὰ καὶ κατʼ αὐτοῦ τοῦ δόντος ταύτην ὁπλίζονται.
ἔσχε δὲ οὕτως. τὸν Βασσιανὸν τὸν ἀνεψιὸν αὑτοῦ ἐς τὸ συνέδριον ἐσαγαγών, καὶ τὴν Μαῖσαν καὶ τὴν Σοαιμίδα ἑκατέρωθεν παραστησάμενος, παῖδα ἔθετο, ἑαυτὸν δὲ ὡς καὶ πατέρα ἐξαίφνης τηλικούτου παιδίου, ὃς καὶ πολὺ τῇ ἡλικίᾳ αὐτοῦ προέχοντα, ἐμακάρισε, καὶ μηδὲν ἄλλου τέκνου δεῖσθαι ἔφησεν, ἵνʼ ἡ οἰκία αὐτοῦ ἄνευ ἀθυμιῶν διαγένηται· καὶ γὰρ τὸν Ἐλεγάβαλον τοῦτό τέ οἱ ποιῆσαι καὶ Ἀλέξανδρον αὐτὸν προσονομάσαι κεκελευκέναι. καὶ ἔγωγε πείθομαι ἐκ θείας τινὸς παρασκευῆς ὡς ἀληθῶς αὐτὰ γεγονέναι, τεκμαιρόμενος οὐχ οἷς ἐκεῖνος εἶπεν, ἀλλʼ ἔκ τε τοῦ λεχθέντος αὐτῷ ὑπό τινος, ὅτι ἄρα τις Ἀλέξανδρος ἐξ Ἐμέσης ἐλθὼν αὐτὸν διαδέξεται, καὶ ἐκ τοῦ συμβεβηκότος ἔν τε τῇ Μυσίᾳ τῇ ἄνω καὶ τῇ Θρᾴκῃ. ὀλίγον γὰρ τούτων πρότερον δαίμων τις Ἀλέξανδρός τε ὁ Μακεδὼν ἐκεῖνος εἶναι λέγων καὶ τὸ εἶδος αὐτοῦ τήν τε σκευὴν ἅπασαν φέρων, ὡρμήθη τε ἐκ τῶν περὶ τὸν Ἴστρον χωρίων, οὐκ οἶδʼ ὅπως ἐκείνῃ ἐκφανείς, καὶ διά τε τῆς Ἀσίας καὶ τῆς Θρᾴκης διεξῆλθε βακχεύων μετʼ ἀνδρῶν τετρακοσίων, θύρσους, τε καὶ νεβρίδας ἐνεσκευασμένων, κακὸν οὐδὲν δρώντων. ὡμολόγητο δὲ παρὰ πάντων τῶν ἐν τῇ Θρᾴκῃ τότε γενομένων ὅτι καὶ καταγωγαὶ καὶ τὰ ἐπιτήδεια αὐτῷ πάντα δημοσίᾳ παρεσκευάσθη· καὶ οὐδεὶς ἐτόλμησεν οὔτʼ ἀντειπεῖν οἱ οὔτʼ ἀντᾶραι, οὐκ ἄρχων, οὐ στρατιώτης, οὐκ ἐπίτροπος, οὐχ οἱ τῶν ἐθνῶν ἡγούμενοι, ἀλλʼ ὥσπερ ἐν πομπῇ τινι μεθʼ ἡμέραν ἐκ προρρήσεως ἐκομίσθη μέχρι τοῦ Βυζαντίου. ἐντεῦθεν γὰρ ἐξαναχθεὶς προσέσχε μὲν τῇ Χαλκηδονίᾳ γῇ, ἐκεῖ δὲ δὴ νυκτὸς ἱερά τινα ποιήσας καὶ ἵππον ξύλινον καταχώσας ἀφανὴς ἐγένετο. ταῦτα μὲν ἐν τῇ Ἀσίᾳ ἔτι, ὡς εἶπον, ὤν, πρὶν καὶ ὁτιοῦν περὶ τὸν Βασσιανὸν ἐν τῇ Ῥώμῃ γενέσθαι, ἔμαθον.
ὅτι ποτὲ ὁ αὐτὸς τοῦτο εἶπεν «οὐδὲν δέομαι ὀνομάτων ἐκ πολέμου καὶ αἵματος· ἀρκεῖ γάρ μοι καὶ εὐσεβῆ καὶ εὐτυχῆ παρʼ ὑμῶν καλεῖσθαι».
ὅτι Ψευδαντωνῖνος ἐπαινούμενός ποτε παρὰ τῆς βουλῆς εἶπεν ὅτι «ὑμεῖς μὲν ἀγαπᾶτέ με καὶ νὴ Δία καὶ ὁ δῆμος καὶ τὰ ἔξω στρατόπεδα. τοῖς δὲ δορυφόροις οἷς τοσαῦτα δίδωμι οὐκ ἀρέσκω.» ἕως μὲν οὖν ὁ Σαρδανάπαλλος τὸν ἀνεψιὸν ἐφίλει, ἐσώζετο· ἐπεὶ δὲ πάντας ὑπώπτευε καὶ ἐμάνθανε πρὸς ἐκεῖνον ῥέποντας ὁλοσχερῶς ταῖς εὐνοίαις, ἐτόλμησε μεταγνῶναι καὶ πάντα ἐπὶ καθαιρέσει αὐτοῦ ἔπραττεν.
ὅτι τινῶν συνηγορούντων τῷ Ψευδαντωνίνῳ καὶ εἰπόντων ὡς εὐτυχὴς εἴη τῷ υἱῷ συνυπατεύων, ἔφη «εὐτυχέστερος ἔσομαι κατὰ τὸν ἑξῆς ἐνιαυτὸν μετὰ γνησίου υἱοῦ μέλλων ὑπατεύειν.»
ὡς δέ ποτε καὶ ἀνελεῖν αὐτὸν ἐπεχείρησεν, οὐ μόνον οὐδὲν ἤνυσεν, ἀλλὰ καὶ αὐτὸς ἀποθανεῖν ἐκινδύνευσεν· ὅ τε γὰρ Ἀλέξανδρος ὑπό τε τῆς μητρὸς καὶ τῆς τήθης ὑπό τε τῶν στρατιωτῶν ἰσχυρῶς ἐφυλάσσετο, καὶ οἱ δορυφόροι αἰσθόμενοι τὴν ἐπιχείρησιν τοῦ Σαρδαναπάλλου δεινῶς ἐθορύβησαν, οὐ πρίν τε ἐπαύσαντο στασιάζοντες ἢ τὸν Σαρδανάπαλλον τὸ στρατόπεδον σὺν τῷ Ἀλεξάνδρῳ καταλαβόντα, πολλά τε ἱκετεύσαντα καὶ τοὺς ἐξαιτηθέντας παρʼ αὐτῶν τῶν συνασελγαινόντων αὐτῷ ἐκδοῦναι ἀναγκασθέντα, ὑπέρ τε τοῦ Ἱεροκλέους οἰκτρὰ λαλήσαντα καὶ δάκρυσι κλαύσαντα, τήν τε σφαγὴν τὴν ἑαυτοῦ προδείξαντα, καὶ ἐπειπόντα «ἕνα μοι τοῦτον χαρίσασθε, ὅ τι βούλεσθε περὶ αὐτοῦ ὑποτοπήσαντες, ἢ ἐμὲ ἀποκτείνατε,» μόλις αὐτοὺς ἐκμειλίξασθαι. τότε μὲν οὖν μόλις ἐσώθη· καὶ γὰρ καὶ ἡ τήθη αὐτοῦ ἐμίσει τε αὐτὸν ἐφʼ οἷς ἔπραττεν, ὡς οὐδὲ τοῦ Ἀντωνίνου υἱὸν ὄντα, καὶ πρὸς τὸν Ἀλέξανδρον ὡς καὶ ὄντως ἐξ αὐτοῦ γεγονότα ἀπέκλινε· μετὰ δὲ ταῦτα ἐπιβεβουλευκὼς πάλιν τῷ Ἀλεξάνδρῳ, καὶ θορυβησάντων ἐπὶ τούτῳ τῶν δορυφόρων σὺν αὐτῷ ἐς τὸ στρατόπεδον ἐσελθών, ὡς ᾔσθετο φυλαττόμενον ἑαυτὸν ἐπὶ ἀναιρέσει, ἐπειδὴ καὶ αἱ μητέρες αὐτῶν ἐκφανέστερον ἢ πρὶν ἀλλήλαις μαχόμεναι τοὺς στρατιώτας ἠρέθιζον, φεύγειν πως ἐπεχείρησε. καὶ ἔμελλεν ἐς τύλλον ἐμβληθεὶς ἐκδρᾶναί ποι, φωραθεὶς δὲ ἀπεσφάγη, ὀκτωκαίδεκα ἔτη γεγονώς. καὶ αὐτῷ καὶ ἡ μήτηρ — περιπλακεῖσα γὰρ ἀπρὶξ εἴχετο — συναπώλετο. καὶ αἵ τε κεφαλαὶ αὐτῶν ἀπεκόπησαν, καὶ τὰ σώματα γυμνωθέντα τὸ μὲν πρῶτον διὰ πάσης τῆς πόλεως ἐσύρη, ἔπειτα τὸ μὲν τῆς γυναικὸς ἄλλως πως ἐρρίφη, τὸ δὲ ἐκείνου ἐς τὸν ποταμὸν ἐνεβλήθη.
καὶ αὐτῷ ἄλλοι τε καὶ ὁ Ἱεροκλῆς οἵ τε ἔπαρχοι συναπώλοντο καὶ Αὐρήλιος Εὔβουλος, ὃς Ἐμεσηνὸς μὲν τὸ γένος ἦν, καὶ ἐς τοσοῦτον ἀσελγείας καὶ μιαρίας ἐχώρησεν ὥστε καὶ ὑπὸ τοῦ δήμου πρότερον ἐξαιτηθῆναι. τοὺς γὰρ δὴ καθόλου λόγους ἐπιτετραμμένος οὐδὲν ὅ τι οὐκ ἐδήμευσε. τότε δʼ οὖν ὑπό τε τοῦ δήμου καὶ τῶν στρατιωτῶν διεσπάσθη, καὶ Φούλουιος σὺν αὐτῷ ὁ πολίαρχος. καὶ αὐτὸν ὁ Κωμάζων, ὡς καὶ τὸν πρὸ αὐτοῦ, διεδέξατο· ὥσπερ γὰρ προσωπεῖόν τι ἐς τὰ θέατρα ἐν τῷ διακένῳ τῆς τῶν κωμῳδῶν ὑποκρίσεως ἐσεφέρετο, οὕτω καὶ ἐκεῖνος τῇ τῶν πολιαρχησάντων ἐπʼ αὐτοῦ κενῇ χώρᾳ προσετάττετο. ὅ τε Ἐλεγάβαλος αὐτὸς ἐκ τῆς Ῥώμης παντάπασιν ἐξέπεσε.
τὰ μὲν τοῦ Τιβερίνου οὕτως ἔσχε, καὶ οὐδεὶς οὐδὲ τῶν συγκατασκευασάντων αὐτῷ τὴν ἐπανάστασιν καὶ μέγα ἐπʼ αὐτῷ δυνηθέντων, πλὴν ἑνός που, ἐσώθη.
Ἀλέξανδρος δὲ μετʼ ἐκεῖνον εὐθὺς αὐταρχήσας Δομιτίῳ τινὶ Οὐλπιανῷ τήν τε τῶν δορυφόρων προστασίαν καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἐπέτρεψε πράγματα.
ταῦτα μὲν ἀκριβώσας, ὡς ἕκαστα ἠδυνήθην, συνέγραψα· τὰ δὲ δὴ λοιπὰ ἀκριβῶς ἐπεξελθεῖν οὐχ οἷός τε ἐγενόμην διὰ τὸ μὴ ἐπὶ πολὺν χρόνον ἐν τῇ Ῥώμῃ διατρῖψαι. ἔκ τε γὰρ τῆς Ἀσίας ἐς τὴν Βιθυνίαν ἐλθὼν ἠρρώστησα, κἀκεῖθεν πρὸς τὴν ἐν τῇ Ἀφρικῇ ἡγεμονίαν ἠπείχθην, ἐπανελθών τε ἐς τὴν Ἰταλίαν εὐθέως ὡς εἰπεῖν ἔς τε τὴν Δελματίαν κἀντεῦθεν ἐς τὴν Παννονίαν τὴν ἄνω ἄρξων ἐπέμφθην, καὶ μετὰ τοῦτʼ ἐς τὴν Ῥώμην καὶ ἐς τὴν Καμπανίαν ἀφικόμενος παραχρῆμα οἴκαδε ἐξωρμήθην. διὰ μὲν οὖν ταῦτα οὐκ ἠδυνήθην ὁμοίως τοῖς πρόσθεν καὶ τὰ λοιπὰ συνθεῖναι, κεφαλαιώσας μέντοι ταῦτα, ὅσα γε καὶ μέχρι τῆς δευτέρας μου ὑπατείας ἐπράχθη, διηγήσομαι.
ὁ Οὐλπιανὸς πολλὰ μὲν τῶν οὐκ ὀρθῶς ὑπὸ τοῦ Σαρδαναπάλλου πραχθέντων ἐπηνώρθωσε, τὸν δὲ δὴ Φλαουιανὸν τόν τε Χρῆστον ἀποκτείνας, ἵνα αὐτοὺς διαδέξηται, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων ἐπιθεμένων οἱ νυκτὸς κατεσφάγη, καίτοι καὶ πρὸς τὸ παλάτιον ἀναδραμὼν καὶ πρὸς αὐτὸν τὸν αὐτοκράτορα τήν τε μητέρα αὐτοῦ καταφυγών. ζῶντος δʼ οὖν ἔτι αὐτοῦ στάσις μεγάλη τοῦ δήμου πρὸς τοὺς δορυφόρους ἐκ βραχείας τινὸς αἰτίας ἐγένετο, ὥστε καὶ ἐπὶ τρεῖς ἡμέρας μάχεσθαί τε ἀλλήλοις καὶ πολλοὺς ὑπʼ ἀμφοτέρων ἀπολέσθαι. ἡττώμενοι δὲ οἱ στρατιῶται πρὸς ἔμπρησιν τῶν οἰκοδομημάτων ἐτράποντο· κἀκ τούτου δείσας ὁ δῆμος μὴ καὶ πᾶσα ἡ πόλις φθαρῇ, καὶ ἄκων σφίσι συνηλλάγη. ταῦτά τε οὖν ἐγένετο, καὶ ὁ Ἐπάγαθος, ὡς καὶ αἴτιος τῷ Οὐλπιανῷ τοῦ ὀλέθρου τὸ πλέον γενόμενος, ἔς τε Αἴγυπτον ὡς ἄρξων αὐτῆς ἐπέμφθη, ἵνα μή τις ἐν τῇ Ῥώμῃ κολασθέντος αὐτοῦ ταραχὴ γένηται, κἀκεῖθεν ἐς Κρήτην ἀπαχθεὶς ἐδικαιώθη.
πολλαὶ δὲ καὶ παρὰ πολλῶν ἐπαναστάσεις γενόμεναι, καί τινες καὶ ἰσχυρῶς ἐκφοβήσασαι, κατεπαύθησαν.
τὰ δὲ ἐν τῇ Μεσοποταμίᾳ καὶ φοβερώτερα, καὶ ἀληθέστερον δέος σύμπασιν, οὐχ ὅτι τοῖς ἐν Ῥώμῃ ἀλλὰ καὶ τοῖς ἄλλοις, παρέσχεν. Ἀρταξέρξης γάρ τις Πέρσης τούς τε Πάρθους τρισὶ μάχαις νικήσας, καὶ τὸν βασιλέα αὐτῶν Ἀρτάβανον ἀποκτείνας, ἐπὶ τὰ Ἄτρα ἐπεστράτευσεν, ἐπιβασίαν ἀπʼ αὐτῶν ἐπὶ τοὺς Ῥωμαίους ποιούμενος. καὶ τὸ μὲν τεῖχος διέρρηξεν, συχνοὺς δὲ δὴ τῶν στρατιωτῶν ἐξ ἐνέδρας ἀποβαλὼν ἐπὶ τὴν Μηδίαν μετέστη, καὶ ἐκείνης τε οὐκ ὀλίγα καὶ τῆς Παρθίας, τὰ μὲν βίᾳ τὰ δὲ καὶ φόβῳ, παραλαβὼν ἐπὶ τὴν Ἀρμενίαν ἤλασε, κἀνταῦθα πρός τε τῶν ἐπιχωρίων καὶ πρὸς Μήδων τινῶν τῶν τε τοῦ Ἀρταβάνου παίδων πταίσας, ὡς μέν τινες λέγουσιν, ἔφυγεν, ὡς δʼ ἕτεροι, ἀνεχώρησε πρὸς παρασκευὴν δυνάμεως μείζονος. οὗτός τε οὖν φοβερὸς ἡμῖν ἐγένετο, στρατεύματί τε πολλῷ οὐ μόνον τῇ Μεσοποταμίᾳ ἀλλὰ καὶ τῇ Συρίᾳ ἐφεδρεύσας, καὶ ἀπειλῶν ἀνακτήσεσθαι πάντα, ὡς καὶ προσήκοντά οἱ ἐκ προγόνων, ὅσα ποτὲ οἱ πάλαι Πέρσαι μέχρι τῆς Ἑλληνικῆς θαλάσσης ἔσχον, οὐχ ὅτι αὐτὸς λόγου τινὸς ἄξιος δοκεῖ, ἄλλʼ ὅτι οὕτω τὰ στρατιωτικὰ ἡμῖν διάκειται ὥστε τοὺς μὲν καὶ προστίθεσθαι αὐτῷ τοὺς δὲ οὐκ ἐθέλειν ἀμύνεσθαι. τοσαύτῃ γὰρ ἅμα τρυφῇ καὶ ἐξουσίᾳ ἀνεπιπληξίᾳ τε χρῶνται ὥστε τολμῆσαι τοὺς ἐν τῇ Μεσοποταμίᾳ τὸν ἄρχοντα σφῶν Φλάουιον Ἡρακλέωνα ἀποκτεῖναι, καὶ τοὺς δορυφόρους πρὸς τῷ Οὐλπιανῷ καὶ ἐμὲ αἰτιάσασθαι ὅτι τῶν ἐν τῇ Παννονίᾳ στρατιωτῶν ἐγκρατῶς ἦρξα, καὶ ἐξαιτῆσαι, φοβηθέντας μὴ καὶ ἐκείνους τις ὁμοίως τοῖς Παννονικοῖς ἄρχεσθαι καταναγκάσῃ. οὐ μέντοι προετίμησε τι αὐτῶν ὁ Ἀλέξανδρος, ἀλλὰ καὶ τοὐναντίον ἄλλως τε ἐσέμνυνέ με καὶ δεύτερον ὑπατεύσοντα σὺν αὐτῷ ἀπέδειξε, τό τε ἀνάλωμα τὸ τῆς ἀρχῆς αὐτὸς ἀναλώσειν ὑπεδέξατο. ἀχθεσθέντων δὲ αὐτῶν ἐπὶ τούτοις ἐφοβήθη μὴ καὶ ἀποκτείνωσί με ἐν τῷ τῆς ἀρχῆς σχήματι ἰδόντες, καὶ ἐκέλευσεν ἔξω τῆς Ῥώμης ἐν τῇ Ἰταλίᾳ που διατρῖψαι τὸν τῆς ὑπατείας χρόνον. καὶ οὕτω μετὰ ταῦτα ἔς τε τὴν Ῥώμην καὶ ἐς τὴν Καμπανίαν πρὸς αὐτὸν ἦλθον, καὶ συνδιατρίψας τινὰς ἡμέρας αὐτῷ, τοῖς τε στρατιώταις μετὰ πάσης ἀδείας ὀφθείς, ἀπῆρα οἴκαδε παρέμενος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ὥστε πάντα τὸν λοιπὸν τοῦ βίου χρόνον ἐν τῇ πατρίδι ζῆσαι, ὥσπερ που καὶ τὸ δαιμόνιον ἐν τῇ Βιθυνίᾳ ἤδη μοι ὄντι σαφέστατα ἐδήλωσεν. ὄναρ γάρ ποτε ἔδοξα προστάσσεσθαι ὑπʼ αὐτοῦ προσγράψασθαι τῷ ἀκροτελευτίῳ τὰ ἔπη τάδε, Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ.