ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Καὶ Προμαθίδας δὲ ἐν τοῖς Περὶ Ἡρακλείας λέγει περὶ Τιτίου ὅστις ἦν, καὶ Θεοφάνης.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἐχρησμῴδησεν ὁ θεὸς ἐξιλάσκεσθαι Μεγαρεῦσι καὶ Βοιωτοῖς, ὅτε τὴν Ἡράκλειαν ἔμελλον κτίζειν. Τοῦτο δὲ ἔφη ὁ Ἀπολλώνιος, ὡς μὴ εἰδότων τῶν Ἡρακλεωτῶν, τίς εἴη ὁ τεθαμμένος παρʼ αὐτοῖς, καὶ χρησμῳδηθεὶς εἶναι πολιοῦχος ὑπὸ τοῦ θεοῦ. Λέγει δὲ καὶ Προμαθίδας, ὅτι διὰ τὸ ἀγνοεῖν, ὅστις εἴη, ἐπιχώριον ἥρωα καλοῦσιν οἱ Ἡρακλεῶται.
Οὗτός ἐστιν ὁ Ἴδμων, ὃν ἔχρησεν ἡ Πυθία Μεγαρεῦσι καὶ Βοιωτοῖς ὡς πολιοῦχον ἱλάσκεσθαι ὅτε Ἡράκλειαν κτίζειν ἔμελλον. Τοῦτο δὲ λέγει, ἐπειδὴ οἱ Ἡρακλεῶται ἠγνόουν τὸν δηλωθέντα πολιοῦχον ὑπὸ Ἀπόλλωνος διὰ χρησμοῦ, καὶ διὰ τοῦτο ἀντʼ ἐκείνου Ἀγαμήστορα τινὰ, ἐγχώριον ἥρωα, ἐτίμων. Τοῦτο δὲ Προμαθίδας φησίν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Ἐν τῇ Παφλαγονίᾳ Σθενέλου τάφος ἐστὶ τοῦ Ἄκτορος· ὃς συστρατεύσας Ἡρακλεῖ ἐπʼ Ἀμαζόνας, τρωθεὶς ἀνεχώρησεν, καὶ ἀπέθανε καθʼ ὁδὸν περὶ τὴν Παφλαγονίαν. Τὴν δὲ περὶ Σθενέλου ἱστορίαν ἔλαβε παρὰ Προμαθίδα, τὰ δὲ περὶ τοῦ εἰδώλου αὐτὸς ἔπλασεν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Οὗτος μέν φησιν ἐπὶ τῷ τοῦ Ἀπόλλωνος βωμῷ τὴν λύραν ἀνατεθεῖσθαι ὑπὸ Ὀρφέως, ὁ δὲ Προμαθίδας, ἐπὶ στήλης τινός.
Στέφανος ὁ Βυζάντιος : Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πολυίστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόψαι τὰ αἰδοῖα· καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι. Ἀπʼ ἐκείνου γὰρ τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι.
Ἀθήναιος : Προμαθίδας ὁ Ἡρακλεώτης ἐν Ἡμιάμβοις, Πολύβου, τοῦ Ἑρμοῦ καὶ Εὐβοίας, τῆς Λαρύμνου, γενεαλογεῖ τὸν Γλαῦκον.
Ἀθήναιος : Διονύσιος δὲ ὁ Θρᾲξ ἐν Ῥόδῳ λέγεται τὴν Νεστορίδα κατασκευάσαι τῶν μαθητῶν αὐτῷ συνενεγκάντων τἀργύριον. Ὅπερ Προμαθίδας ὁ Ἡρακλεώτης, ἐξηγούμενος τὴν κατὰ τὸν Διονύσιον διάταξιν, φησὶ σκύφον εἶναι, παρακειμένως ἔχοντα τὰ ὦτα καθάπερ αἱ δίπρῳροι τῶν νεῶν, περὶ δὲ τὰ ὦτα τὰς περιστεράς· ὡσπερεὶ δέ τινα ῥοπάλια δύο ὑποκεῖσθαι τῷ ποτηρίῳ πλάγια διὰ μήκους· ταῦτα δʼ εἶναι τοὺς δύο πυθμένας. Ὁποῖόν τι καὶ νῦν ἐστιν ἰδεῖν ἐν Καπύῃ πόλει τῆς Καμπανίας ἀνακείμενον τῇ Ἀρτέμιδι ποτήριον, ὅπερ λέγουσιν ἐκεῖνοι Νέστορος γεγονέναι· ἔστι δὲ ἀργύρεον, χρυσοῖς γράμμασιν ἐντετυπωμένα ἔχον τὰ Ὁμηρικὰ ἔπη. Ἐγὼ δὲ — φησὶν ὁ Μυρλεανὸς — τάδε λέγω περὶ τοῦ ποτηρίου κτλ.