eul_wid: keg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Anonymous on Shameful Profit by Anonymous Choliambic Fragments

The Anonymous on Shameful Profit is an anonymous choliambic poem, classified within the corpus of Anonymous Choliambic Poems. It survives in six fragmentary passages that collectively offer a sharp critique of aischrokerdeia, or disgraceful and dishonest profit. The work employs the choliambic metre, also known as scazon, which is characterized by a halting, limping rhythm traditionally associated with satire, invective, and moralizing themes. Its content constitutes a broad social and ethical condemnation of avarice, aligning with popular philosophical teachings, particularly those of Cynic or Stoic origin, concerning the corrupting nature of wealth and the primacy of aretē. The poem’s transmission is typical of such anonymous fragments, likely preserved through anthologies or quotations in later authors, though its precise manuscript tradition remains unidentified. As an example of the continued use of choliambic verse for moral instruction in later Greek poetry, the work participates in the enduring Greco-Roman satirical tradition against greed, connecting a distinctive Hellenistic poetic form with a pervasive strand of ethical criticism.

… οὐδεὶς οὐ … ἀνθρώποις,
… ι κατεῖδεν … ἀνθρώπων
… σας οὓς κατεῖδεν ἀνθρώπους.
… δὲ πρὸς σὲ χρήσομαι πάσηι
… ποιήματʼ οὐ μάτην ἀκούοντα·
… Πάρνε, σʼ, ὡς παρʼ ἀνθρώπων
… καιδ … εν καλὴ κεῖται,
… κυλλόχειρες ὥσπερ Ἁρπυῖαι
… ἄναγνον κέρδος ἐκ λίθου παντός.
… ἕκαστος, ἔνθεν ἁρπάξηι,
… κυβιστᾶι κἠπινήχεται πᾶς τις
… ἑταῖρον καὶ κασίγνητον καὶ ὦρα,
… ἑαυτοῦ τὴν τρισοιζύρην ψυχήν
οὐδὲν … ἡ θάλασσα μὲν πεζή
… ἀνθρώποισιν, ἡ δὲ γῆ πλωτή·
… περιφέρουσι τήνδε τὴν ῥῆσιν·
«κέρδαινʼ, ἑταῖρε καὶ θέρευς καὶ χειμῶνος,
ἁπάντοθεν κέρδαινε, μηδένʼ αἰσχύνου,
… αἰδοῦ· τοῦτ ὀνειδιεῖταί σοι.
… ν τὴν χεῖρʼ, ὅκου λαβεῖν δεῖ τι,
ὅκου δὲ δοῦναι, μηδʼ ὅλως φόρει χεῖρα».
ἐροῦσι πολλοί· «πολλὰ σαυτὸν ἀσπάζου,
ἐπὴν ἔχηις τι· πάντα σοι φίλων πλήρη·
πλουτοῦντα γάρ σε χοἰ θεοὶ φιλήσουσι,
πένητα δʼ ὄντα χἠ τεκοῦσα μεισήσει·
ἐὰν δὲ μὴ ἔχηις μηδέν, οὐδὲ κηδεσταί.»
ἐγὼ μὲν οὖν, ἀῖτα, καὶ καταρῶμαι
τοῖς νῦν βίοις καὶ πάντας ἀνθρώπους μεισῶ
τοὺς ζῶντας οὕτω, καὶ ἔτι μᾶλλον μεισήσω·
ἀνεστρόφαν γὰρ τὴν ζόην ἡμῶν οὗτοι·
ἣ γὰρ πάροιθεν ἦν δʼ ἄχρι νῦν ἐστιν σεμνή
δικαιότης ὤιχωκεν, ἔνθεν οὐχ ἥξει·
ἀπιστίη ζῆι· πίστις ε …
ἴσχυκεν ἡ ἀναίδεια τοῦ Διὸς μεῖζον·
ὅρκοι τεθνήκασιν, οἱ θεοὶ δʼ εἰάκασιν·
ἡ δυσγένεια κριθιᾶι κατʼ ἀνθρώπους,
τῆς δʼ εὐγενείας ἁλμυρὸν κατέπτυσται.
γῆμαι δʼ ἂν οὐδεὶς οὐδὲ τὴν Ἥρην θέλοι
πτωχὴν ἐοῦσαν τ … ε … οντος,
μᾶλλον δʼ ἕλοιτο τὴν ἐπὶ στέγους Λυδήν
ἔχων ὀπυίειν ἔνδον ἢν φέρηι χαλκοῦς.
οὐδὲ μαίονται. γαστρός.
ἔοικʼ ἐνεῖναι· πάντοθεν γὰρ ἕλκουσιν,
κοὐκ ἔστιν οὔτε συγγενὴς οὔτε ξεῖνος,
ὃς οὐχὶ λαιμᾶι τοῦδʼ, ὅκως ἕξει μέζον·
χωρὶς δέατος ὁ θεσμὸς οὐδὲ μέμνηνται
θεοῦ Δικαίης, ἀλλὰ … χλευάζουσιν·
ὅκως δὲ χρὴ ζῆν … ἔγωγε θαυμάζω·
ἐν θηρίοισιν; ἀλλὰ δ … ζωαί·
ἀπιστίη γε πάντα … αι …
τὸ τῆς ἀχ … πενια τʼ ἴσως πάντα …
τὸ μειλιχῶδες καὶ προσηνὲς δὴ τοῦτο.
ἐκεῖνο μὲν γὰρ οἶδα, σὺν θεοῖς εἰπεῖν,
ὅπερ κράτιστόν ἐστιν, οὐ νενίκημαι
… καὶ γαστρός, ἀλλʼ ἀπαρκεῦμαι
… ἔχεις γὰρ πρῆον ἢ τί κερδαίνεις
ἰδών γέ πως κάνδυλον ὡς οὕτως εἰπών;
εἰς γὰρ στόμʼ ὡς ἔοικεν ἵσταται μοῦνον
χρόνον τοσοῦτον, ὅσσον ἄν τις ἔσθηι τι,
ὅταν δʼ ἀμείψηται αὐτὸ καὶ τὸν ἥκιστον
εἰς ζῆν χάρυβδιν … οἴχεται πάντα·
καὶ ταῦτα τεν … ε καὶ ἑτερο …
ὑπὲρ δὲ τούτων μὴ πάτει πάτει λίνων …
ἐγὼ μὲν οὖν, ὦ Πάρνε, ταῦτʼ οὐχὶ ζηλῶ,
ἀλλʼ ἐν χαλινοῖς … ἐμαυτὸν ὡς …
γαστρὸς κατίσχω … βιάζομαι τοῦτον
πρὸς εὐτέλειαν τὸν βίον καθίστασθαι.
καὶ μὴν ὅταν γε θἠδ … σπένδειν …
κάμνω· μεγίστη δʼ … μοι χόνδρος.
τέρπει δέ μʼ οὕτως οὐδὲν ὡς τὸ κερδαίνειν
ἐκ τοῦ δικαίου το … τοῖς ἀνθρώποις
… λαμβάνειν … ἐκ τρόπων αἰσχρῶν
… νενον … οὐθεν …
… χρόνωι πλουτοῦντας ἐξ ἀ …
… τ … ν … ὥσπερ ουδο …
ἔστιν γάρ, ἔστιν, ὃς τάδε σκοπεῖ δαίμων,
ὃς ἐν χρόνωι τὸ θεῖον οὐ καταισχύνει,
νέμει δʼ ἑκάστωι τὴν καταισίαν μοῖραν.
ἐγὼ μὲν οὖν, ὦ Πάρνε, βουλοίμην εἶναι
τἀρκεῦντʼ ἐμαυτῶι καὶ νομίζεσθαι χρηστός,
ἢ πολλὰ πρήσσειν καί ποτʼ εἰπεῖν τοὺς ἐχθρούς·
«ἁ … λῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθʼ ἦλθεν.»