Σοῦδα Καλλισθένης Δημοτίμου· οἱ δὲ Καλλισθένους· Ὀλύνθιος· μαθητὴς Ἀριστοτέλους καὶ ἀνεψιαδοῦς, ὃν ἔδωκεν ἕπεσθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι. ὁ δʼ ἐν γαλεάγραι σιδηρᾶι βαλὼν ἀνεῖλεν ἅμα Νεάρχωι … τῶι τραγικῶι, διότι συνεβούλευε μὴ ἐπιζητεῖν ὑπὸ Ἀθηναίων καλεῖσθαι δεσπότης· τινὲς δὲ αὐτὸν ὡς ἐπιβουλεύοντα Ἀλεξάνδρωι ἀνηιρῆσθαί φασιν ἅμα Νεάρχωι. εὐφυὴς πρὸς τὸ αὐτοσχεδιάζειν καὶ ῥύμηι πολλῆι φέρεσθαι. καὶ φέρεται λόγος, ὡς ὁ Καλλισθένης ὑπὸ φθειρῶν ὑπερβλύσεως καὶ ἐκβράσεως τὸν βίον καταστρέφει· καὶ μαρτυρεῖ ὁ ἴαμβος οὗτος «καὶ φθειριῶσαν, ὡς ὁ πρὶν Καλλισθένης», περὶ τῆς ἰατρικῆς τέχνης λέγων ὡς ἠμέλητο πάνυ.
Πλούταρχος καὶ γὰρ ἐτέθραπτο Καλλισθένης παρʼ αὐτῶι διὰ τὴν συγγένειαν, ἐξ Ἡροῦς γεγονώς, ἀνεψιᾶς Ἀριστοτέλους.
Σιμπλίκιος ὁ Κίλιξ ... διὰ τὸ μηδέπω τὰς ὑπὸ Καλλισθένους ἐκ Βαβυλῶνος ἐκπεμφθείσας τηρήσεις ἥκειν εἰς τὴν Ἑλλάδα, Ἀριστοτέλους τοῦτο ἐπισκήψαντος αὐτῶι, ἃς ἱστορεῖ Πορφύριος ἐτῶν εἶναι χιλίων καὶ μυριάδων τριῶν ἕως τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος σωζομένας χρόνων.
Λαέρτιος Διογένης λέγεται δὲ ἐπʼ αὐτοῦ τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται, φασὶν εἰπεῖν ἐπί τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γὰρ τοῦ μὲν Θεοφράστου καθʼ ὑπερβολὴν ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν ὑπάρχοντος, ὡς τῶι μὲν χαλινοῦ δέοι, τῶι δὲ κέντρου.
Ἰωάννης ὁ Λυδός ὅτι ὁ Ἀριστοτέλης τὸν Καλλισθένην ἀπέσκωψεν εἰπὼν τὸν μὲν περιττὸν νοῦν ἔχειν, τὸν δὲ ἀνθρώπινον ἀποβεβληκέναι.
Λαέρτιος Διογένης ἐπειδὴ δʼ ἐδόκει ἐπιεικῶς αὐτῶι συγγεγενῆσθαι ἀπῆρεν εἰς Ἀθήνας, συστήσας αὐτῶι τὸν συγγενῆ Καλλισθένην τὸν Ὀλύνθιον. ὃν καὶ παρρησιαστικώτερον λαλοῦντα τῶι βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῶι φασιν ἐπιπλήξαντα εἰπεῖν «ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷʼ ἀγορεύεις». καὶ δὴ καὶ ἐγένετο· δόξας γὰρ Ἑρμολάωι συμμετεσχηκέναι τῆς εἰς Ἀλέξανδρον ἐπιβουλῆς ἐν σιδηρᾶι περιήγετο γαλεάγραι, φθειριῶν καὶ ἀκόμιστος, καὶ τέλος λέοντι παραβληθεὶς οὕτω κατέστρεψεν.
Πλούταρχος Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον Ἀριστοτέλους οἰκεῖον ὄντα καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον· ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πράιως ὑποδυόμενος τῶι λόγωι καὶ περιιὼν ἀλύπως λαβέσθαι τοῦ πάθους· ὁ δὲ Ἀνάξαρχος .... τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν, οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε. τοὺς δὲ ἄλλους σοφιστὰς καὶ κόλακας ὁ Καλλισθένης ἐλύπει σπουδαζόμενος μὲν ὑπὸ τῶν νέων διὰ τὸν λόγον, οὐχ ἧττον δὲ τοῖς πρεσβυτέροις ἀρέσκων διὰ τὸν βίον εὔτακτον ὄντα καὶ σεμνὸν καὶ αὐτάρκη καὶ βεβαιοῦντα τὴν λεγομένην τῆς ἀποδημίας πρόφασιν, ὅτι τοὺς πολίτας καταγαγεῖν καὶ κατοικίσαι πάλιν τὴν πατρίδα φιλοτιμούμενος ἀνέβη πρὸς Ἀλέξανδρον.
φθονούμενος δὲ διὰ τὴν δόξαν ἔστιν ἃ καὶ καθʼ αὑτοῦ τοῖς διαβάλλουσι παρεῖχε, τάς τε κλήσεις τὰ πολλὰ διωθούμενος ἔν τε τῶι συνεῖναι βαρύτητι καὶ σιωπῆι δοκῶν οὐκ ἐπαινεῖν οὐδὲ ἀρέσκεσθαι τοῖς γινομένοις, ὥστε καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ἐπʼ αὐτῶι «μισῶ σοφιστήν, ὅστις οὐδʼ αὑτῶι σοφός». λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπʼ αὐτόν. εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι κατʼ Εὐριπίδην τὸν λαβόντα τῶν λόγων «καλὰς ἀφορμὰς οὐ μέγʼ ἔργον εὖ λέγειν»· «ἀλλʼ ἔνδειξαι», φάναι, «τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν». οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινωιδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν «ἐν δὲ διχοστασίηι καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς». ἐφʼ ὧι πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε. ταῦτα μὲν οὖν ὁ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι. τὸν δὲ Καλλισθένην συνέντα τὴν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὐτὸν εἰπεῖν «κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων». οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστοτέλης, ὅτι Καλλισθένης λόγωι μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν.
ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως καὶ μόνος ἐν φανερῶι διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης καὶ μείζονος Ἀλέξανδρον ἀποτρέψας τὴν προσκύνησιν, αὑτὸν δὲ ἀπώλεσεν ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢ πεῖσαι τὸν βασιλέα. Χάρης δὲ ὁ Μιτυληναῖός φησι τὸν Ἀλέξανδρον ἐν τῶι συμποσίωι πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων, τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον καὶ κατακλιθῆναι. πάντων δὲ τοῦτο ποιούντων ἐφεξῆς τὸν Καλλισθένην λαβόντα τὴν φιάλην, οὐ προσέχοντος τοῦ βασιλέως ἀλλὰ Ἡφαιστίωνι προσδιαλεγομένου, πιόντα προσιέναι φιλήσοντα· Δημητρίου δὲ τοῦ προσονομαζομένου Φείδωνος εἰπόντος «ὦ βασιλεῦ, μὴ φιλήσηις, οὗτος γάρ σε μόνος οὐ προσεκύνησε», διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλισθένη μέγα φθεγξάμενον εἰπεῖν «φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι».
τοιαύτης ὑπογενομένης ἀλλοτριότητος πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλισθένης προσκυνῆσαι ψεύσαιτο τὴν ὁμολογίαν· ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες ἐπεφύοντο φάσκοντες περιιέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονοῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ περιέπειν ὡς μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι. διὸ καὶ τῶν περὶ Ἑρμόλαον ἐπιβουλευσάντων τῶι Ἀλεξάνδρωι καὶ φανερῶν γενομένων ἔδοξαν ἀληθέσιν ὅμοια κατηγορεῖν οἱ διαβάλλοντες, ὡς τῶι μὲν προβαλόντι πῶς ἂν ἐνδοξότατος γένοιτο ἄνθρωπος εἶπεν «ἂν ἀποκτείνηι τὸν ἐνδοξότατον», τὸν δὲ Ἑρμόλαον ἐπὶ τὴν πρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴν χρυσῆν κλίνην, ἀλλὰ μνημονεύειν ὅτι καὶ νοσοῦντι καὶ τιτρωσκομένωι πρόσεισιν ἀνθρώπωι. καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶς οὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλισθένους κατεῖπεν. ἀλλὰ καὶ Ἀλέξανδρος αὐτὸς εὐθὺς Κρατερῶι γράφων καὶ Ἀττάλωι καὶ Ἀλκέται φησὶ τοὺς παῖδας βασανιζομένους ὁμολογεῖν ὡς αὐτοὶ ταῦτα πράξειαν, ἄλλος δὲ οὐδεὶς συνειδείη. ὕστερον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸν Καλλισθένην συνεπαιτιασάμενος «οἱ μὲν παῖδες» φησίν «ὑπὸ τῶν Μακεδόνων κατελεύσθησαν, τὸν δὲ σοφιστὴν ἐγὼ κολάσω καὶ τοὺς ἐκπέμψαντας αὐτὸν καὶ τοὺς ὑποδεχομένους ταῖς πόλεσι τοὺς ἐμοὶ ἐπιβουλεύοντας», ἄντικρυς ἔν γε τούτοις ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην ....
ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ὑπʼ Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν, οἱ δὲ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα Χάρης δὲ μετὰ τὴν σύλληψιν ἑπτὰ μῆνας φυλάττεσθαι δεδεμένον, ὡς ἐν τῶι συνεδρίωι κριθείη παρόντος Ἀριστοτέλους, ἐν αἷς δὲ ἡμέραις Ἀλέξανδρος ἐν Μαλλοῖς Ὀξυδράκαις ἐτρώθη περὶ τὴν Ἰνδίαν, ἀποθανεῖν ὑπέρπαχυν γενόμενον καὶ φθειριάσαντα.
Ἀρριανός Καλλισθένην δὲ τὸν Ὀλύνθιον Ἀριστοτέλους τε τῶν λόγων διακηκοότα καὶ τὸν τρόπον ὄντα ὑπαγροικότερον οὐκ ἐπαινεῖν ταῦτα. τούτου μὲν δὴ ἕνεκα καὶ αὐτὸς Καλλισθένει ξυμφέρομαι, ἐκεῖνα δὲ οὐκέτι ἐπιεικῆ δοκῶ ... εἴπερ ἀληθῆ ξυγγέγραπται, ὅτι ἐφʼ αὑτῶι εἶναι ἀπέφαινε καὶ τῆι αὑτοῦ ξυγγραφῆι Ἀλέξανδρόν τε καὶ τὰ Ἀλεξάνδρου ἔργα· οὔκουν αὐτὸς ἀφῖχθαι ἐξ Ἀλεξάνδρου δόξαν κτησόμενος, ἀλλὰ ἐκεῖνον εὐκλεᾶ ἐς ἀνθρώπους ποιήσων· καὶ οὖν καὶ τοῦ θείου τὴν μετουσίαν Ἀλεξάνδρωι οὐκ ἐξ ὧν Ὀλυμπιὰς ὑπὲρ τῆς γενέσεως αὐτοῦ ψεύδεται ἀνηρτῆσθαι, ἀλλὰ ἐξ ὧν ἂν αὐτὸς ὑπὲρ Ἀλεξάνδρου ξυγγράψας ἐξενέγκηι ἐς ἀνθρώπους. εἰσὶ δὲ οἳ καὶ τάδε ἀνέγραψαν, ὡς ἄρα ἤρετο αὐτόν ποτε Φιλώτας ὅντινα οἴοιτο μάλιστα τιμηθῆναι πρὸς τῆς Ἀθηναίων πόλεως, τὸν δὲ ἀποκρίνασθαι Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὅτι τὸν ἕτερον τοῖν τυράννοιν ἔκτειναν καὶ τυραννίδα ὅτι κατέλυσαν. ἐρέσθαι δὲ αὖθις τὸν Φιλώταν εἴ τωι κτείναντι τύραννον ὑπάρχοι παρʼ οὕστινας ἐθέλοι τῶν Ἑλλήνων φυγόντα σώζεσθαι, καὶ ἀποκρίνασθαι αὖθις Καλλισθένην, εἰ καὶ μὴ παρʼ ἄλλους, παρά γε Ἀθηναίους ὅτι φυγόντι ὑπάρχοι σώζεσθαι. τούτους γὰρ καὶ πρὸς Εὐρυσθέα πολεμῆσαι ὑπὲρ τῶν παίδων τῶν Ἡρακλέους τυραννοῦντα ἐν τῶι τότε τῆς Ἑλλάδος.
ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη Ἀλεξάνδρωι καὶ τοῖόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῶι Ἀλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφʼ αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν· ἄρξαι δὲ τοῦ λόγου Ἀνάξαρχον. ...... λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς Ἀναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως, τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῶι λόγωι σιγῆι ἔχειν. Καλλισθένην δὲ ὑπολαβόντα «Ἀλέξανδρον μέν» εἰπεῖν «ὦ Ἀνάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπωι» ....... ταῦτα δὴ καὶ τοιαῦτα εἰπόντα Καλλισθένην ἀνιᾶσαι μὲν μεγαλωστὶ Ἀλέξανδρον, Μακεδόσι δὲ πρὸς θυμοῦ εἰπεῖν· καὶ τοῦτο γνόντα Ἀλέξανδρον πέμψαντα κωλῦσαι Μακεδόνας μεμνῆσθαι ἔτι τῆς προσκυνήσεως. ....
ἀναγέγραπται δὲ δὴ καὶ τοῖόσδε λόγος. προπίνειν φιάλην χρυσῆν ἐν κύκλωι Ἀλέξανδρον πρώτοις μὲν τούτοις πρὸς οὕστινας ξυνέκειτο αὐτῶι τὰ τῆς προσκυνήσεως. τὸν δὲ πρῶτον ἐκπιόντα τὴν φιάλην προσκυνῆσαί τε ἀναστάντα καὶ φιληθῆναι πρὸς αὐτοῦ, καὶ τοῦτο ἐφεξῆς διὰ πάντων χωρῆσαι. ὡς δὲ ἐς Καλλισθένην ἧκεν ἡ πρόποσις, ἀναστῆναι μὲν Καλλισθένην καὶ ἐκπιεῖν τὴν φιάλην καὶ προσελθόντα ἐθέλειν φιλῆσαι οὐ προσκυνήσαντα. τὸν δὲ τυχεῖν μὲν τότε διαλεγόμενον Ἡφαιστίωνι· οὔκουν προσέχειν τὸν νοῦν, εἰ καὶ τὰ τῆς προσκυνήσεως ἐπιτελῆ τῶι Καλλισθένει ἐγένετο. ἀλλὰ Δημήτριον γὰρ τὸν Πυθώνακτος, ἕνα τῶν ἑταίρων, ὡς προσήιει αὐτῶι ὁ Καλλισθένης φιλήσων, φάναι ὅτι οὐ προσκυνήσας πρόσεισιν. καὶ τὸν Ἀλέξανδρον οὐ παρασχεῖν φιλῆσαι ἑαυτόν, τὸν δὲ Καλλισθένην «φιλήματι» φάναι, «ἔλαττον ἔχων ἄπειμι».
καὶ τούτων ἐγὼ ὅσα ἐς ὕβριν τε τὴν Ἀλεξάνδρου τὴν ἐν τῶι παραυτίκα καὶ ἐς σκαιότητα τὴν Καλλισθένους φέροντα οὐδὲν οὐδαμῆι ἐπαινῶ ..... οὔκουν ἀπεικότως διʼ ἀπεχθείας γενέσθαι Ἀλεξάνδρωι Καλλισθένην τίθεμαι ἐπὶ τῆι ἀκαίρωι τε παρρησίαι καὶ ὑπερόγκωι ἀβελτερίαι· ἐφʼ ὅτωι τεκμαίρομαι μὴ χαλεπῶς πιστευθῆναι τοὺς κατειπόντας Καλλισθένους ὅτι μετέσχε τῆς ἐπιβουλῆς τῆς γενομένης Ἀλεξάνδρωι ἐκ τῶν παίδων, τοὺς δὲ ὅτι καὶ ἐπῆρεν αὐτοὺς ἐς τὸ ἐπιβουλεῦσαι. φιλοσοφίαι ἐδόκει προσέχειν τὸν νοῦν καὶ Καλλισθένην θεραπεύειν; σφῶν τε αὐτῶν κατεῖπον τὴν ἐπιβουλὴν καί τινας καὶ ἄλλους ὠνόμασαν. Ἀριστόβουλος μὲν λέγει ὅτι καὶ Καλλισθένην ἐπᾶραι σφᾶς ἔφασαν ἐς τὸ τόλμημα· καὶ Πτολεμαῖος ὡσαύτως λέγει. οἱ δὲ πολλοὶ οὐ ταύτηι λέγουσιν, ἀλλὰ διὰ μῖσος γὰρ τὸ ἤδη ὂν πρὸς Καλλισθένην ἐξ Ἀλεξάνδρου καὶ ὅτι ὁ Ἑρμόλαος ἐς τὰ μάλιστα ἐπιτήδειος ἦν τῶι Καλλισθένει, οὐ χαλεπῶς πιστεῦσαι τὰ χείρω ὑπὲρ Καλλισθένους Ἀλέξανδρον. ...... .... Καλλισθένην δὲ Ἀριστόβουλος μὲν λέγει δεδεμένον ἐν πέδαις ξυμπεριάγεσθαι τῆι στρατιᾶι ἔπειτα νόσωι τελευτῆσαι· Πτολεμαῖος δὲ ὁ Λάγου στρεβλωθέντα καὶ κρεμασθέντα ἀποθανεῖν. οὕτως οὐδὲ οἱ πάνυ πιστοὶ ἐς τὴν ἀφήγησιν καὶ ξυγγενόμενοι ἐν τῶι τότε Ἀλεξάνδρωι ὑπὲρ τῶν γνωρίμων τε καὶ οὐ λαθόντων σφᾶς ὅπως ἐπράχθη ξύμφωνα ἀνέγραψαν. πολλὰ δὲ καὶ ἄλλα ὑπὲρ τούτων αὐτῶν ἄλλοι ἄλλως ἀφηγήσαντο.
Στράβων φέρεται γοῦν τις διόρθωσις τῆς Ὁμήρου ποιήσεως ἡ ἐκ τοῦ νάρθηκος λεγομένη, τοῦ Ἀλεξάνδρου μετὰ τῶν περὶ Καλλισθένη καὶ Ἀνάξαρχον ἐπελθόντος καὶ σημειωσαμένου τινά.
Δίων ὁ Χρυσόστομος ἀπέκτεινε ... τὸν διδάσκαλον Καλλισθένην.
Ἀθήναιος Καλλισθένης δὲ ὁ σοφιστής, ὡς Λυγκεὺς ὁ Σάμιός φησιν ἐν τοῖς Ἀπομνημονεύμασι καὶ Ἀριστόβουλος καὶ Χάρης ἐν ταῖς Ἱστορίαις, ἐν τῶι συμποσίωι τοῦ Ἀλεξάνδρου τῆς τοῦ ἀκράτου κύλικος εἰς αὐτὸν ἐλθούσης ὡς διωθεῖτο εἰπόντος τέ τινος αὐτῶι «διὰ τί οὐ πίνεις;» «οὐδὲν δέομαι» ἔφη «Ἀλεξάνδρου πιὼν τοῦ Ἀσκληπιοῦ δεῖσθαι».
Σενέκας ἰχώρ, οἷός περ ῥέει μακάρεσσι θεοῖσιν.
Λαέρτιος Διογένης πρὸς τὸν μακαρίζοντα Καλλισθένην καὶ λέγοντα ὡς πολυτελῶν παρʼ Ἀλεξάνδρωι μετέχει «κακοδαίμων μὲν οὖν ἐστιν» εἶπεν «ὃς καὶ ἀριστᾶι καὶ δειπνεῖ ὅταν Ἀλεξάνδρωι δόξηι.»
ὁ αὐτὸς ἐρωτῶντός τινος διὰ τί οὐ μετήγαγεν Ἀλέξανδρον ἀπὸ τοῦ τύφου, «ὅτι» εἶπεν «ἐμοῦ ἑνὸς οἰκοδομοῦντος πολλοὶ ἦσαν οἱ καταβάλλοντες.»
Στράβων Καριάτας μὲν τῆς Βακτριανῆς, ἐν ἧι Καλλισθένης συνελήφθη καὶ παρεδόθη φυλακῆι.
Ἀρριανός καὶ ἐν Βάκτροις τὸ ἀμφὶ Καλλισθένην τε καὶ τοὺς παῖδας πάθημα Ἀλεξάνδρωι ξυνηνέχθη.
Τατιανὸς ὁ Ἀσσύριος Ἀλέξανδρον ... ὅστις Ἀριστοτελικῶς πάνυ τὸν ἑαυτοῦ φίλον διὰ τὸ μὴ βούλεσθαι προσκυνεῖν αὐτὸν καθείρξας ὥσπερ ἄρκτον ἢ πάρδαλιν περιέφερε
Πλούταρχος λέγεται δὲ ... φθειριάσαντα ... τελευτῆσαι ... Καλλισθένη τὸν Ὀλύνθιον ἐν εἱρκτῆι φρουρούμενον.
Καλλισθένην δὲ τὸν φιλόσοφον, ὃς λέοντι συγκαθειρχθεὶς ὑπὸ Ἀλεξάνδρου διεφθάρη.
Λαέρτιος Διογένης Θεοφράστου Καλλισθένης ἢ Περὶ πένθους α.
Πολύβιος ἐκεῖνος γὰρ κόλακα μὲν εἶναί φησι τὸν Καλλισθένην τοιαῦτα γράφοντα καὶ πλεῖστον ἀπέχειν φιλοσοφίας, κόραξι δὲ προσέχοντα καὶ κορυβαντιώσαις γυναιξί, δικαίως δʼ αὐτὸν ὑπʼ Ἀλεξάνδρου τετευχέναι τιμωρίας διεφθαρκότα τὴν ἐκείνου ψυχὴν καθόσον οἷός τε ἦν· καὶ Δημοσθένην μὲν καὶ τοὺς ἄλλους ῥήτορας τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν ἀκμάσαντας ἐπαινεῖ ... διότι ταῖς Ἀλεξάνδρου τιμαῖς ταῖς ἰσοθέοις ἀντέλεγον, τὸν δὲ φιλόσοφον αἰγίδα καὶ κεραυνὸν περιθέντα θνητῆι φύσει δικαίως αὐτὸν ὑπὸ τοῦ δαιμονίου τετευχέναι τούτων ὧν ἔτυχεν.
Φιλόδημος ....... κρίσιν ἀνωμαλεστέραν καὶ διὰ μὲν τὴν ........ ... διὰ δὲ τὴν ........ .... ὀργὴν ἀντιβαίνειν καὶ λοιδορεῖν, οἷος καὶ Καλλισθένης ἦν, ἀλλʼ οὐχ ὥς τινές φασι παρρησιαστὴς φιλόσοφος οὐδὲ συντόνως φίλος. ἐν μὲν γὰρ ταῖς ἱστορίαις ἀπεθέου τὸν Ἀλέξανδρον, ἀντέκοψε δʼ αὐτοῦ ταῖς προσκυνήσεσι ....
… συνέταξαν πίνακα τῶν ἀπὸ Γυλίδα νενικηκότων τὰ Πύθια καὶ τῶν ἐξ ἀρχῆς τὸν ἀγῶνα κατασκευασάντων, ἐπαινέσαι Ἀριστοτέλην καὶ Καλλισθένην καὶ στεφανῶσαι· ἀναθεῖναι δὲ τὸν πίνακα τοὺς ταμίας ἐν τῶι ἱερῶι μεταγεγραμμένον εἰς στήλην …
Διόδωρος ὁ Σικελιώτης διόπερ τῶν μεταγενεστέρων ἱστοριογράφων οἱ πρωτεύοντες τῆι δόξηι τῆς μὲν ἀρχαίας μυθολογίας ἀπέστησαν διὰ τὴν δυσχέρειαν, τὰς δὲ νεωτέρας πράξεις ἀναγράφειν ἐπεχείρησαν. Ἔφορος .... ὁμοίως δὲ τούτωι Καλλισθένης καὶ Θεόπομπος, κατὰ τὴν αὐτὴν ἡλικίαν γεγονότες, ἀπέστησαν τῶν παλαιῶν μύθων.
Καλλισθένης ὁ ἱστοριογράφος πρὸ τοῦ Ἀλεξάνδρωι συσταλῆναι γεγραφὼς τὰ Ἑλληνικά, μετὰ δὲ ταῦτα τὰς Ἀλεξάνδρου Πράξεις, ἐρωτώμενος ὑπό τινος, διὰ τί βέλτιον τὰ Ἑλληνικὰ συνεγράψατο, «ὅτι ἐκεῖνα μέν», εἶπε, «πεινῶν ἔγραφον, ταῦτα δὲ κεχορτασμένος.»
Διόδωρος ὁ Σικελιώτης Καλλισθένης δὲ ὁ ἱστοριογράφος τὴν τῶν Ἑλληνικῶν σύνταξιν ἀπὸ τῆς κατὰ τοῦτον τὸν ἐνιαυτὸν γενομένης εἰρήνης τοῖς Ἕλλησι πρὸς Ἀρταξέρξην ... τὴν ἱστορίαν ἦρκται γράφειν. διελθὼν δὲ τριακονταετῆ χρόνον ἔγραψε μὲν βύβλους δέκα, τὴν δὲ τελευταίαν κατέπαυσε τῆς συντάξεως εἰς τὴν ὑπὸ τοῦ Φιλομήλου τοῦ Φωκέως κατάληψιν τοῦ ἐν Δελφοῖς ἱεροῦ.
Καλλισθένης δὲ τὴν τῶν Ἑλληνικῶν πραγμάτων ἱστορίαν γέγραφεν ἐν βύβλοις δέκα καὶ κατέστροφεν εἰς τὴν κατάληψιν τοῦ ἱεροῦ καὶ παρανομίαν Φιλομήλου τοῦ Φωκέως.
Πολύβιος οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος Ξενοφῶν Καλλισθένης Πλάτων ....
ἵνα δὲ μὴ δόξωμεν τῶν τηλικούτων ἀνδρῶν καταξιοπιστεῖσθαι, μνησθησόμεθα μιᾶς παρατάξεως, ἣν ἅμα μὲν οἵαν ἐπιφανεστάτην εἶναι συμβέβηκεν, ἅμα δὲ τοῖς καιροῖς οὐ μακρὰν ἀπηρτῆσθαι, τὸ δὲ μέγιστον, παρατετευχέναι τὸν Καλλισθένη ..... Ἀλεξάνδρωι μὲν οὖν οὐκ ἐποιστέον τὴν τοιαύτην ἀτοπίαν διὰ τὸ πᾶσιν ὁμολογουμένην παραλαμβάνεσθαι περὶ αὐτοῦ τὴν ἐν τοῖς πολεμικοῖς ἐμπειρίαν καὶ τριβὴν ἐκ παιδός· τῶι δὲ συγγραφεῖ μᾶλλον, ὃς διὰ τὴν ἀπειρίαν οὐδὲ τὸ δυνατὸν καὶ τὸ μὴ δυνατὸν ἐν τοῖς τοιούτοις δύναται διευκρινεῖν. περὶ μὲν οὖν Ἐφόρου καὶ Καλλισθένους ταῦθʼ ἡμῖν εἰρήσθω.
Ψευδο-Λογγῖνος καί τινα τῶν Καλλισθένους ὄντα οὐχ ὑψηλά, ἀλλὰ μετέωρα
Πορφύριος, Εὐσέβιος καὶ τί γὰρ Ἐφόρου ἴδιον ἐκ τῶν Δαιμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους.
α κατηνέχθη Ἐφαρμόστωι βυβλία· Συναγωγὴ τῶν προξενιῶν … Καλλισθένους καὶ τῶν πρεσβειῶν … ποπας … α.
Ψευδοσκύμνος ἀκολουθῶν δὲ καὶ Καλλισθένη.
ἱστορικοὶ ι· Θουκυδίδης. Ἡρόδοτος. Ξενοφῶν. Φίλιστος. Θεόπομπος. Ἔφορος. Ἀναξιμένης. Καλλισθένης. Ἑλλάνικος. Πολύβιος.