eul_wid: hoy-aa

Ἀποσπάσματα
On the Carians and Leleges

Philippus of Theangela On the Carians and Leleges PDF

t1-4 [5] ΚΑΡΙΚΑ. Athenaeus VI: Φίλιππος ὁ Θεαγγελεὺς ἐν τῷ Περὶ Καρῶν καὶ Λελέγων συγγράμματι καταλέξας τοὺς Λακεδαιμονίων εἵλωτας καὶ τοὺς Θετταλικοὺς πενέστας, καὶ Κᾶράς φησι τοῖς Λέλεξιν ὡς οἰκέταις χρήσασθαι πάλαι τε καὶ νῦν.
2 Strabo XIV: Οὐ γάρ ἐστιν (sc. Τραχυτάτη ἡ γλῶττα τῶν Καρῶν)· ἀλλὰ καὶ πλεῖστα Ἑλληνικὰ ὀνόματα ἔχει καταμεμιγμένα, ὥς φησι Φίλιππος ὁ τὰ Καρικὰ γράψας. Schol.
3 [10] Eurip. Rhes. 505.: [ Κακῷ δὲ μερμέρ ῳ. ] Μήποτε πρὸς τὸ χεῖρον μετέστραπται ἀπὸ τοῦ Τερμέρου, ἵν’ ᾖ παρὰ τὴν παροιμίαν· Τερμέρια κακ ά , ὑπὲρ ὧν Φίλιππος ἐν τῷ Περὶ Καρῶν συγγράμματί φησιν οὕτως· «Τέρμερον καὶ Λύκον Λέλεγας γενέσθαι θηριώδεις τὴν φύσιν· τοῦτον δὲ τὸν Τέρμερον πόλιν οἰκίσαι, ἣν δὴ ἀπ’ αὐτοῦ Τέρμερον ὠνομάσθαι. Τούτους δέ φασι πρώτους λῃστεῦσαι, καὶ οὐ μόνον τὰ περὶ Καρίαν, ἀλλὰ καὶ σχεδίας ἐκ ῥιπῶν ποιήσαντας εἰς Κῶ ἐκπλεῖν.» Plutarch.
4 [5] Alex. 46: Χάρης ὁ εἰσαγγελεὺς καὶ Πτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων ὁ Θηβαῖος καὶ Φίλιππος ὁ Θεαγγελεὺς, πρὸς δὲ τούτοις Ἑκαταῖος ὁ Ἐρετριεὺς καὶ Φίλιππος ὁ Χαλκιδεὺς καὶ Δοῦρις ὁ Σάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο.