Proverbs EpitomeΠαροιμίαι
Diogenianus of Heraclea Pontica Proverbs Epitome PDF
The Proverbs Epitome is a lexicographical treatise compiled in the 2nd century CE by the grammarian Diogenianus of Heraclea Pontica. Written in Koine Greek, this work is an abridged, alphabetical handbook containing 179 entries, each presenting a traditional proverb followed by a concise explanation of its meaning and frequently its origin or an illustrative anecdote. It was designed as a practical and accessible selection drawn from a more comprehensive collection by the scholar Zenobius. Composed during the Roman Imperial Period, a time of revived classical scholarship known as the Second Sophistic, the epitome functioned as a scholarly tool for students, writers, and orators, providing a convenient resource for employing proverbs to enrich rhetoric and composition with traditional wisdom. The original text by Diogenianus is lost, surviving only through its absorption into later, more extensive medieval proverb collections, most notably the Corpus Paroemiographorum Graecorum. Modern scholars reconstruct his work by identifying his contributions within these later compilations. The epitome became a standard reference in the Byzantine period, influencing subsequent lexicographers and playing a key role in preserving Greek cultural sayings for posterity.
| t 1 | ΠΑΡΟΙΜΙΑΙ ΔΗΜΩΔΕΙΣ ΑΠΟ ΤΗΣ ΔΙΟΓΕΝΙΑΝΟΥ ΣΥΝΑΓΩΓΗΣ. ΕΙΣΙ ΔΕ ΚΑΤΑ ΣΤΟΙΧΕΙΟΝ. ΑΡΧΗ ΤΟΥ Α. |
| 1 1 | Ἀβυδηνὸν ἐπιφόρημ α : ἐπὶ τῶν ἀηδῶν τάττεται ἡ παροιμία. Τινὲς δέ φασιν ἀπὸ τοῦ ἐξ αὐτῶν συκοφαντεῖσθαι τοὺς ξένους. ἐντεῦθεν Ἀριστοφάνης τὸν συκοφάντην Ἀβυδηνοκόμον ἐκάλεσεν. Ἅβρωνος βίο ς : ἐπὶ τῶν πολυτελῶν ἡ παροιμία. |
| 1 2 | Ἅβρων γὰρ ἐγένετο πλούσιός τις καὶ ἁβροδίαιτος ἀνήρ. Ἀγορὰ Κερκώπω ν : ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων ἡ παροιμία. |
| 1 3 | Κέρκωπες γάρ τινες ἐγένοντο ἐν Ἐφέσῳ ἀπατεῶνες ἄνθρωποι, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ἀγαθὴ καὶ μᾶζα με τ ’ ἄρτο ν : ἡ παροιμία, φησίν, ἐπὶ τῶν ἐκ δευτέρου τισὶ διδόντων τάττεται. |
| 1 5 | Ἀγαμέμνονος θυσί α : ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνονα γὰρ ἐν Τροίᾳ θύοντα ἔφυγεν ἡ βοῦς καὶ μόλις ληφθεῖσα ἤχθη εἰς θυσίαν. Ἀγαθώνειος αὔλησι ς : ἀγαθὴ καὶ μέση καὶ καλή· Ἀγάθων γάρ τις δόκιμος εἰς αὐλητικήν. |
| 1 7 | Ἀγέλαστος πέτρ α : αὕτη ἐστὶν ἐν τῇ Ἀττικῇ· ἐφ’ ἣν ἐκάθισεν ἡ Δημήτηρ, ὅτε τὴν κόρην ἐζήτει. εἴληπται δὲ ἡ παροιμία ἐπὶ τῶν λύπης προξένων ὄντων. Ἀγαθῶν θάλασσ α : αὕτη ἡ παροιμία ἐπὶ πλήθους ἀγαθῶν λέγεται. |
| 1 8 | ὡς τὸ ἀγαθῶν θησαυρὸς καὶ ἀγαθῶν μυρμηκι ά . Ἀγαθοὶ δ ’ ἀριδάκρυες ἄνδρε ς : ἡ παροιμία ἐπὶ τῶν εἰς ἔλεον ῥεπόντων. |
| 1 10 | Ἁγνότερος πηδαλίο υ : ἐπὶ τῶν ἁγνῶς βεβιωκότων· καθὸ ἐν θαλάττῃ ὂν διὰ παντὸς τὸ πηδάλιον ἁγνὸν εἶναι δοκεῖ. Ἀγροίκου μὴ καταφρόνει ῥήτορο ς : ὑποθετικὴ παροιμία. |
| 1 11 | ὅτι οὐδὲν χρὴ καταφρονεῖν τῶν προὔργου ἢ † ἰδιωτῶν. Ἀδώνιδος κῆπο ς : ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ ἀνάνδρων. |
| 1 12 | Ἄδωνις γὰρ νέος τις εὐειδὴς οὐδὲν ἀπονάμενος τοῦ κάλλους. Ἢ ὅτι κῆπον λιθώδη κτησάμενος οὐκ ἀπέλαυσε τούτου. Ἀδεὲς δέο ς : ἐπὶ τῶν μάτην φοβουμένων. |
| 1 14 | Αἰγιαλῷ λαλεῖ ς : ἐπὶ τῶν ἀνηκουστούντων· ὡς καί· Ἀνέμῳ διαλέγ ῃ . Αἰθέρα νήνεμον αἱρήσει ς : ἐπὶ τῶν μάτην πονούντων ἐπ’ ἀνηνύτοις, ὡς καί· Ἄμμον μετρεῖ ς · καί· Ἀστέρας ἀριθμεῖ ς . |
| 1 16 | Ἄϊδος κυν ῆ : ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινων μηχανημάτων· τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. Αἰάντειος γέλω ς : ἐπὶ τῶν παραφρόνως γελώντων. |
| 1 18 | Ἀνίπτοις χερσί ν : ἐπὶ τῶν βεβήλως ἱερουργούντων. Αἰθίοπα σμήχει ν : ἐπὶ τῶν μάτην πονούντων. |
| 1 20 | Αἰσώπειον αἷμ α : ἐπὶ τῶν δυσαπονίπτοις καὶ κακοῖς ὀνείδεσι συνεχομένων. Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτο ι : ἐπὶ τῶν μηδενὸς ἀξίων καὶ εὐτελῶν. |
| 1 22 | Ἀκάνθιος τέττι ξ : ἐπὶ τῶν ἀμούσων· παρόσον οὗτοι οὐκ ᾄδουσιν. Ἀκεσίας ἰάσατ ο : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων. |
| 1 24 | Ἀκκίζετα ι : ἤγουν παραφρονεῖ, μωραίνει. Εἴρηται δὲ ἀπὸ ἱστορίας τοιαύτης. Ἀκκὼ γυνὴ Ἀθηναία ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥν φασι τῇ ἑαυτῆς εἰκόνι κατοπτριζομένην διαλέγεσθαι. Ὅθεν καὶ τὸ ἀκκίζεσθα ι . Ἀκίνητα κινεῖ ς : καθ’ ὑπερβολὴν, ὅτι μὴ δεῖ κινεῖν μὴ βωμοὺς, μὴ τάφους, μὴ ὅρους. |
| 1 26 | Ἀκεσσαίου καὶ Ἑλικῶνος ἔργ α : ἐπὶ τῶν θαύματος ἀξίων. οὗτοι γὰρ τῇ Ἀθηνᾷ πέπλον ἐδημιούργησαν. Ἄκρον λάβε καὶ μέσον ἕξει ς : ἐπὶ τῶν δυσφορούντων † καὶ δυσνοήτων. |
| 1 28 | Ἀκόνην σιτίζει ς : ἐπὶ τῶν πολλῇ τροφῇ χρωμένων καὶ μηδὲν εἰς τὸ σῶμα ἐπιδιδόντων. Ἄκρῳ ἅψασθαι δακτύλ ῳ : ἐπὶ τῶν οὐδὲν ἀκριβῶς ἠσκημένων. |
| 1 30 | Ἄλλοι κάμο ν , ἄλλοι ὤναντ ο : ἐπὶ τῶν παρ’ ἐλπίδα κληρονομησάντων τὰ ἀλλότρια. Ἄλλο γλαὺ ξ , ἄλλο κορώνη φθέγγετα ι : ἐπὶ τῶν τοῖς κρείττοσι ἐριζόντων. |
| 1 32 | Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκ α : ἐπὶ τῶν ἐξαπατᾶν τοὺς ὁμοίους ἐπιχειρούντων. Ἄλλα μὲν Λεύκωνος ὄνος φέρε ι , ἄλλα δὲ Λεύκω ν : ἐπὶ τῶν ἀσυμφώνους τοῖς ἔργοις τοὺς λόγους παρεχομένων. |
| 1 34 | Ἄλλην μὲν ἐξηντλοῦμε ν , ἡ δ ’ ἐπεισρέε ι : ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. Ἐπειδὴ γὰρ τῆς νεὼς ῥεούσης ἐξαντλοῦσι τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ, πλέον δ’ εἰσρέει, μάτην πονεῖν οἱ ναῦται δοκοῦσιν. Ἀμεινόνων οἰωνῶν τυχεῖ ν : ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ ἐρχομένων. |
| 1 36 | Ἅ μ ’ ἔπος ἅ μ ’ ἔργο ν : ἐπὶ τῶν ταχέων καὶ ὀξέων εἴληπται. Ἀμουσότερος Λειβηθρίω ν : ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. |
| 1 37 | Λειβήθριοι γὰρ ἔθνος Πιερικὸν οὔτε μέλους οὔτε ποιήματος ἔννοιαν λαμβάνον· λέγεται δὲ ἀμουσότατον, ἐπειδὴ παρ’ αὐτοῖς ὁ τοῦ Ὀρφέως γέγονε θάνατος. Ἄμμον μετρεῖ ν : ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνεφίκτων. |
| 1 39 | Ἅ μ ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρι ς : ἐπὶ τῶν εὐεργετουμένων καὶ παραχρῆμα τῆς χάριτος ἐπιλαθομένων. Ἂν μὴ παρῇ κρέα ς , τάριχος στέργετα ι : ὑποθετική· παρεγγυᾷ ἡ παροιμία, ὅτι χρὴ τοῖς παροῦσιν ἀρκεῖσθαι. |
| 1 41 | Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπο ν : ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦ ν , ἀλ λ ’ αὐτὸς ἐξελθὼν ἐπρίατ ο : ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων, παρόσον Κροῖσος ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. |
| 1 43 | Ἀντὶ πέρκης σκορπίο ν : ἐπὶ τῶν αἱρουμένων τὰ χείρω τῶν βελτιόνων. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρί α : ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων. |
| 1 45 | Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλο ι : ἐπὶ τῶν ἀφίλων. Ἄνθρωπος ἀνθρώπου δαιμόνιο ν : ἐπὶ τῶν ἀπροσδοκήτως ὑπὸ ἀνθρώπων σωζομένων· καὶ ἐπὶ τῶν διά τινος εὐδαιμονούντων, ὡσανεὶ ἔλεγεν· ἄνθρωπος τῷ ἀνθρώπῳ θέσει θεὸς γίνεται. |
| 1 47 | Ἀνέμου παιδίο ν : ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων. Ἀντιπελαργεῖ ν : ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. |
| 1 48 | οἱ γὰρ πελαργοὶ γεγηρακότας τοὺς ἑαυτῶν γονεῖς γηροτροφοῦσι, τὰ τροφεῖα ἀπονέμοντες. Ἀνίπτοις ποσὶν ἀναβαίνων ἐπὶ τὸ στέγο ς : ἐπὶ τῶν ἀμαθῶς ἐπί τινα ἔργα ἀφικομένων. |
| 1 50 | Ἀμφοτέραις ἀντλεῖ ν : ἐπὶ τῶν σπουδαίως τι ποιούντων. Ἀνέμους γεωργεῖ ν : ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μεταλαμβανόντων. |
| 1 52 | Ἄνθρακες ὁ θησαυρό ς : ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων καὶ ἐν ἄλλοις ἐντυχόντων· μέμνηται ταύτης Λουκιανός. Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδο ς : ἐπὶ τῶν αἰδημόνων καὶ εὐγενῶν· παρόσον οἱ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατά τι νόμιμον καὶ παλαιὸν γέρας ἀσπίδας φοροῦντες πομπεύουσιν. |
| 1 54 | Ἄξιος τριχό ς : [ Ἀπὸ ὄνων ἐ φ ’ ἵππου ς] : ἐπὶ τῶν ἀπὸ μικρῶν πρὸς μείζω χωρούντων. |
| 1 56 | Ἀ φ ’ ἵππων ἐ π ’ ὄνου ς : ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς ἄσεμνα χωρούντων. Ἀπήντησε κεραυνοῦ βολὴ πρὸς ὑπέρτατον ἄτη ς : ἐπὶ τῶν ἄξια πασχόντων ὧν ἔδρασαν. |
| 1 58 | Ἅπερ τὴν γλαῦκα θηρᾶ ν : ἐπὶ τῶν εὐτελές τι ζητούντων· παρόσον ἡ γλαὺξ μικρὰ θηρᾷ. Ἁλώνητον ἀνδράποδο ν : οἷον βαρβαρικὸν καὶ εὐτελές· εἰς τὴν μεσόγειαν γὰρ ἀναβαίνοντες οἱ ἔμποροι ἐκόμιζον ἅλας, ἀνθ’ ὧν τοὺς οἰκέτας ἐλάμβανον· ὅθεν ὁ Κωμικός· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ἠγορασμένο ς . |
| 1 60 | Αἱ Χάρητος ὑποσχέσει ς : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων. Χάρης γὰρ στρατηγὸς Ἀθηναῖος προχείρως πολλὰ καὶ τῷ τυχόντι ἐπαγγελλόμενος. Ἁλιεὺς πληγεὶς νοῦν οἴσε ι : ὡς τό· Παθὼν δέ τε νήπιος ἔγν ω . |
| 1 61 [5] | Ἁλιεὺς γὰρ, ὥς φασι, τοὺς ἁλισκομένους τῷ λίνῳ ἰχθῦς μετεχειρίζετο καί ποτε πληγεὶς ὑπὸ σκορπίου ἔφη, Νοῦν οἴσ ω . Ἡ παροιμία ἐπὶ τοῖς σφαλεῖσι καὶ τότε διορθουμένοις. Αἲξ Σκυρί α : Χρύσιππός φησιν ἐπὶ τῶν τὰς χάριτας ἀνατρεπόντων τετάχθαι τὴν παροιμίαν, ἐπειδὴ πολλάκις τὰ ἀγγεῖα ἀνατρέπει ἡ αἴξ. |
| 1 62 [5] | ἄλλοι δέ φασιν ἐπὶ τῶν ὀνησιφόρων λέγεσθαι διὰ τὸ πολὺ γάλα φέρειν τὰς Σκυρίας αἶγας· ἄμεινον δὲ τὸ πρῶτον. Ἀθηνᾷ τὸν αἴλουρο ν : ἐπὶ τῶν κακῶς συγκρινόντων τὰ κρείττω τοῖς ἥττοσι διὰ μικρὰν ὁμοιότητα· ὡς εἴ τις διὰ γλαυκότητα τὸν αἴλουρον τῇ Ἀθηνᾷ συμβάλοι. |
| 1 64 | Ἀφύας εἰς πῦ ρ : ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων· παρόσον ἀφύαι τάχιστα ἕψονται. Ἀετὸν κάνθαρος μαιεύετα ι : τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζουσιν οἱ κάνθαροι, ἐπεὶ οἱ ἀετοὶ τοὺς κανθάρους ἀναλέγουσι. |
| 1 65 | Εἴληπται ἡ παροιμία ἐπὶ τῶν περιπιπτόντων τοῖς παρ’ αὐτῶν ἀδικηθεῖσι καὶ κατ’ ἀξίαν τιμωρουμένων. Ἀγρὸς ἡ πόλι ς : ἐπὶ τῶν παρανομούντων. |
| 1 66 | Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιοῦσι ν . Αἱ Οἰδίποδος ἀρα ί : ἐπὶ τῶν δυστυχῶν. |
| 1 68 | Αἱ λαχάνων προσθῆκα ι : ἐπὶ τῶν μηδὲν συντελούντων ἢ ὠφελησάντων. Αἰδὼς ἐν ὀφθαλμοῖ ς : ἢ ὅτι οἱ τοὺς ὀφθαλμοὺς κεκακωμένοι οὐκ αἰδοῦνται, ἢ ὅτι τοὺς παρόντας αἰδοῦνται μᾶλλον οἱ ἄνθρωποι ἢ τοὺς ἀπόντας. |
| 1 70 | Ἀγνοεῖ δ ’ ἀράχνη παῖδας ὡς παιδεύετα ι · θρέψασα γὰρ τέθνηκε πρὸς τοῦ φιλτάτο υ : ἐπὶ τῶν ἀπὸ τῶν ἰδίων τέκνων κινδυνευόντων ἡ παροιμία. Ἀκαρπότερος ἀγρίππο υ : ἐπὶ τῶν μάτην πενομένων· Λάκωνες γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦσι λεπτόφυλλον οὖσαν καὶ [μὴ] πλέον αὐξανομένην πηγάνου. |
| 1 72 [5] | Ἄρτι Μῦς πίσσης γεύετα ι : Μῦς ὄνομά [ἐστιν] Ταραντίνου τοῦ πύκτου, ὃς κατὰ τὴν ἑνδεκάτην ἐπὶ ταῖς ἑκατὸν [Ὀλυμπιάδα] Ὀλυμπιάσιν ἐνίκησε πολλὰς πληγὰς λαβὼν ὑπὸ τῶν ἀνταγωνιστῶν. καί τις διηγούμενος περὶ αὐτοῦ ἔλεγεν· Ὅσα ἔπαθεν ὁ Μῦς ἐν τῇ Πίσσῃ. Οἱ δέ φασιν ὅτι μῦς τὸ ζῷον ἐμπεσὼν εἰς τὴν πίσσαν καὶ ἀνελθεῖν μὴ δυνάμενος δεινά τε πάθη ἔχει καὶ τέλος ἀποθνήσκει. Ἀρκαδίην μ ’ αἰτεῖ ς : αὕτη τάττεται ἐπὶ τῶν μεγάλα, οὐ μὴν συμφέροντα αἰτούντων. |
| 1 74 | Ἀπὸ κώπης ἐπὶ βῆμ α : ἐπὶ τῶν ἀθρόως τοῖς μεγίστοις ἐπιχειρούντων. Ἀλώπηξ τὸν βοῦν ἐλαύνε ι : ἐπὶ τῶν μὴ κατὰ λόγον ἀποβαινόντων. |
| 1 76 | Ἀπὸ τῶν οἰκείων ἄρχεσθα ι : ἐπὶ τῶν ἐπιχειρούντων ἀπὸ τῶν οἰκείων βλάπτειν καὶ τοὺς ἑτέρους. Ἀν τ ’ ἀγαθῶν ἀγαθίδε ς : ἐπὶ τῶν εὖ πασχόντων ἀνθ’ ὧν προευηργέτησαν. |
| 1 78 | Ἀπὸ μηχανῆς θεὸς ἀναφανεί ς : ἐπὶ τῶν φαινομένων ἀπροσδοκήτως εἰς σωτηρίαν. Ἀπόλογος Ἀλκίνο υ : ἐπὶ τῶν φλυάρων καὶ μακρὸν ἀποτεινόντων λόγον. |
| 1 80 | Ἀπὸ πέντε ἅλλεσθαι πετρῶν εἰς σκυτάλη ν : ἐπὶ τῶν δι’ ἃ πάσχουσιν αἱρουμένων μᾶλλον ἑαυτοὺς ἐμβαλεῖν εἴς τινα χείρονα ἢ δύσκολα. Ἅπας ἐχῖνος τραχύ ς : ἐπὶ τῶν δυσκόλων καὶ δυστρόπων. |
| 1 82 | Ἀργύρου κρῆναι λαλοῦσι ν : ἐπὶ τῶν ἀπαιδεύτων μὲν, διὰ πλοῦτον δὲ παῤῥησιαζομένων. Ἀρχὴ δέ τοι ἥμισυ παντό ς : τινὲς μὲν τὴν παροιμίαν ἔταξαν ἐπὶ τῶν εἴς τι προκοπτόντων. |
| 1 83 [10] | Κλέαρχος δὲ αὐτὴν ἐντεῦθέν φησιν εἰρῆσθαι· παρὰ Λακεδαιμονίοις τῶν παίδων ὁ πρεσβύτερος τὴν βασιλείαν διεδέχετο τοῦ πατρὸς τελευτήσαντος. Ἀργείᾳ οὖν τῇ Ἀριστοδήμου γυναικὶ γεγόνασι δίδυμοι καὶ τοῦ ἀνδρὸς τελευτήσαντος βουλομένη ἄμφω τοὺς παῖδας βασιλεύειν, Προκλέα καὶ Εὐρυσθέα, οὐκ εἰδέναι ἔφασκεν, ὁπότερος αὐτῶν πρεσβύτερος εἴη· εἶτα ἐρωτηθεὶς ὁ θεὸς εἶπεν· ἀρχὴ παντὸς ἥμισ υ · δηλῶν ὅτι ἄμφω δεῖ βασιλεύειν, μετέχειν δὲ ἑκάτερον τῆς ἀρχῆς. Ἀσκὸν δαίρει ν : ἐπὶ τῶν ἀνοήτως σφόδρα τι ποιούντων· ἢ ἐπὶ τῶν ὑπερβολικῶς αἰκιζομένων τινάς. |
| 1 85 | Ἄτης λόφο ς : ἐπὶ τῶν σφόδρα συμφοραῖς ἐνεσχημένων καὶ καθ’ ὑπερβολήν. Ἀττικὸς μάρτυ ς : ἐπὶ τοῦ πιστοτάτου καὶ ἀληθεστάτου· παρόσον οἱ Ἀθηναῖοι ἀληθεῖς. |
| 1 87 | Ἀτενὲς ὁρᾷ ὥσπερ ἡ αἲξ τὴν θάλασσα ν : ἐπὶ τῶν φιληδόνων· ὥσπερ ἡ αἲξ τὴν θάλασσαν. Ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσι ν : ἐπὶ τῶν τὰ ἀναγκαῖα παραλειπόντων, τὰ περιττὰ δὲ προτιμώντων. |
| 1 89 | Ἀφροδίτῃ ὗν τέθυκε ν : ἐπὶ τῶν ἀχαρίστων καὶ ἀνεπαφροδίτων, παρόσον Ἀφροδίτῃ ὗς οὐ θύεται. Ἀχαρνικοὶ ὄνο ι : ἐπὶ τῶν νωθρῶν καὶ μεγάλων. |
| 1 91 | Ἀδελφὸς ἀνδρὶ παρεί η : ὅτι προτιμητέον τοὺς οἰκείους ἐπὶ βοήθειαν. Αὐλητοῦ βίον ζῇ ς : ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων· παρόσον ἐπιτηροῦντες οἱ αὐληταὶ τοὺς θύοντας ἐξ εὐτελείας ἔζων· ἐντεῦθεν εἴληπται ἡ παροιμία ἐπὶ τῶν παρασίτων. |
| 1 93 | Αὐτὸς αὑτὸν οὐ τρέφων κύνας τρέφε ι : ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν ἐπαγγελλομένων. Αὐτὸς ἔφ α : ἐπὶ τῶν ἀναφερόντων ἐπί τινα πίστεως ἄξιον. |
| 1 95 | Ἀποτίσεις χοῖρε γίγαρτ α : οἷον ὧν κατέφαγες, ἀποδώσεις πλείονα. Ἐπὶ τῶν σὺν τοῖς ἀλλοτρίοις οἷς ἥρπασαν καὶ τὰ ἴδια προσζημιουμένων καὶ ἀκουσίως αὐτὰ καταβαλλομένων. Ἀτταγᾶς Νουμηνίῳ συνῆλθ ε : μέμνηται ταύτης τῆς παροιμίας ὁ λογοθέτης ἐν ταῖς αὐτοῦ μεταφράσεσιν εἰς τὸν βίον τοῦ ἁγίου Στεφάνου τοῦ νέου. |
| 1 96 [5] | Ἐξ ἱστορίας τοιαύτης. Ἀτταγᾶς τις Θετταλὸς καὶ Νουμήνιος Κορίνθιος διαβόητοι ἐπὶ κακίᾳ γενόμενοι φιλίαν πρὸς ἀλλήλους ἐσπείσαντο· εἴληπται οὖν ἡ παροιμία ἐπὶ δύο πονηρῶν συνελεύσει. Αἵδου πρωκτῷ περιπέσοι ς : ἐπὶ τῶν καταρωμένων τινί. |
| 1 98t | ΑΡΧΗ ΤΟΥ Β. Βάτραχος Σερίφιο ς : ἐπὶ τῶν ἀφώνων· παρόσον οἱ ἐν Σερίφῳ τῇ νήσῳ βάτραχοι κομισθέντες εἰς Σκῦρον οὐ φθέγγονται. |
| 1 99 | Βυζίνη παῤῥησί α : ἐπὶ τῶν σφόδρα πεπαῤῥησιασμένων· ἀπὸ Βυζίνου τοῦ Ποσειδῶνος μετὰ παῤῥησίας ἀεὶ διαλεγομένου. Βίος ἐξηυλημένο ς : ἐπὶ τῶν ἀχρήστων· ἀπὸ μεταφορᾶς τῶν αὐλῶν, οἳ ὅταν συντριβῶσιν, ἐξηυλῆσθαι λέγεται· ἔνθεν καί· Νοῦς παρεξηυλημένο ς . |
| 2 1 | Βοιώτιον οὖ ς : ἐπὶ τῶν ἀναισθήτων καὶ ἀπαιδεύτων· εἰς τοῦτο γὰρ ἐσκώπτοντο οἱ Βοιωτοί. Βοῦν ἐπὶ γλώσση ς : ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι· εἴληπται δὲ καὶ ἐπὶ τῶν διὰ δωροδοκίας ἡσυχαζόντων. |
| 2 3 | Βαλὼν φεύξεσθαι οἴε ι ; ἐπὶ τῶν κακόν τι δρασάντων καὶ οἰομένων ἐκφυγεῖν. Βάλ λ ’ ἐς ὕδω ρ : ἐπὶ τῶν ὀλέθρου ἀξίων· οἷον καταπόντισον· τοιοῦτον καὶ τό· βάλ λ ’ ἐς κόρακα ς , βάλ λ ’ ἐς φθόρο ν · τὸ δὲ βάλ λ ’ ἐς μακαρίαν ἐπὶ καλῷ. |
| 2 5 | Βοῦς ἐπὶ σωρ ῷ : ἐπὶ τῶν ἡδυπαθούντων ταττομένη. Βοῦς ὑπὸ ζυγό ν : ἐπὶ τῶν ἀεὶ μοχθούντων. |
| 2 7 | Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων οὔπο θ ’ εὑρήσεις ποτό ν : ἡ παροιμία ἐπὶ τῶν τὰ κάλλιστα τοῖς αἰσχίστοις μιγνύντων. Βατράχοις οἰνοχοεῖ ς : πρὸς τοὺς παρέχοντας ταῦτα, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. |
| 2 9 | Βατράχῳ ὕδω ρ , καί, Γαλῇ στέα ρ : ἐπὶ τῶν ταῦτα διδόντων, οἷς χαίρουσιν οἱ λαμβάνοντες. ΑΡΧΗ ΤΟΥ Γ. |
| 2 10 | Γνῶθι σαυτό ν : ἀπόφθεγμά ἐστι Σόλωνος· τάττεται δὲ ἐπὶ τῶν ὑπὲρ δύναμιν κομπαζόντων. Γραῦς βακχεύε ι : ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων· νέαις γὰρ πρέπει τὸ βακχεύειν, ἤγουν τὸ χορεύειν. |
| 2 12 | Γέλως συγκρούσιο ς : ἐπὶ τῶν ἀκόσμως καὶ ἀτάκτως βιούντων· τινὲς γὰρ ἀτάκτως γελῶντες τὰς χεῖρας συγκρούουσι. Γλαῦξ εἰς Ἀθήνα ς : ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων· ἐπειδὴ τὸ ζῷον πάνυ ἐγχωριάζει Ἀθήναις. |
| 2 14 | Γῇ οὐρανὸν συνάπτει ν , καί, Γῇ θάλασσαν ἀναμιγνύνα ι : ἐπὶ τῶν σφόδρα ὀργιζομένων ἀμφότερα. Γάλα ὀρνίθω ν : ἡ παροιμία παρ’ Ἀριστοφάνει καὶ Εὐπόλιδι· ἐπὶ τῶν σπανίων καὶ βιαζομένων ἐκ κενῶν ἔχειν τι καὶ ἐξ ἐνδεῶν αἱρεῖν. |
| 2 16 | Γλυκὺς ἀπείρῳ πόλεμο ς : ἐπὶ τῶν ὑπὸ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κινδύνους. Γλυκε ῖ ’ ὀπώρα φύλακος ἐκλελοιπότο ς : ἐπὶ τῶν ἄνευ μόχθου τὰ ἀλλότρια καρπουμένων. |
| 2 18 | Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρε ι : ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων. Γυμνότερος παττάλο υ : ἐπὶ τῶν σφόδρα ἀπόρων. |
| 2 20 [5] | Γύγου δακτύλιο ς : ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. Γύγης γὰρ βουκόλος ὢν γῆς ὑπὸ σεισμοῦ ῥαγείσης νεκρὸν εὑρὼν φοροῦντα δακτύλιον καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ τὰς στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι καὶ μὴ ὅταν βούληται, εἶχε παρ’ ἑαυτῷ· μεθ’ οὗ καὶ κτείνας τὸν πρὸ αὐτοῦ ἐβασίλευεν Ἰνδῶν. Γύργαθον φυσᾷ ς : ἐπὶ τῶν μάτην πονούντων. |
| 2 22 | Γενναῖος εἶ ἐκ βαλαντίο υ : ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων. Γέρων ἀλώπηξ οὐχ ἁλίσκετα ι : ἐπὶ τῶν διὰ πλήθους χρόνου μὴ περιπιπτόντων ἢ νικωμένων ἀπάτῃ. |
| 2 24 | Γλῶσσα ποῦ πορεύ ῃ , πόλιν ἀνορθώσουσα καὶ πόλιν ἀναστρέψουσ α : ἐπὶ τῶν διὰ λόγου ἢ ὠφελούντων ἢ βλαπτόντων. Γέρων βοῦς ἀπένθητος δόμοισι ν : ἐπὶ τῶν καθ’ ὥραν τελευτησάντων. |
| 2 26 | Γὺψ κόρακα ἐγγυᾶτα ι : ἐπὶ τῶν ὁμονοούντων ἐπὶ κακίᾳ. Γέλως βάραθρον καὶ γέρουσι καὶ νέοι ς . |
| 2 28t | ΑΡΧΗ ΤΟΥ Δ. Δαφνίνην φορῶ βακτηρία ν : τοῦτο λέγειν εἰώθασιν οἱ ὑπό τινος ἐπιβουλευόμενοι καὶ τοῦ ἐπιβούλου περιγινόμενοι· παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. |
| 2 29 | Δ ι ’ ὀξείας δραμεῖ ν : ἐπὶ τῶν κινδυνευόντων· ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δίκην ὑφέξε ι , κἂν ὄνος δάκῃ κύν α : ἐπὶ τῶν ἐπὶ μικροῖς συκοφαντουμένων. |
| 2 31 | Δὶς παῖδες οἱ γέροντε ς : ἐπὶ τῶν ὑπὸ γήρως εὐηθεστέρων. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν ἐγκρούειν λίθο ν : ἐπὶ τῶν δευτέρως τοῖς αὐτοῖς περιπιπτόντων. |
| 2 33 | Δειλὸν ὁ πλοῦτο ς : ἐπειδὴ οἱ πλούσιοι τὰς οἰκίας ἀσφαλίζονται. Δεξιὸν εἰς ὑπόδημ α , ἀριστερὸν εἰς ποδάνιπτρο ν : ἐπὶ τῶν ἁρμοδίως κεχρημένων τοῖς πράγμασι. |
| 2 35 | Δίκης δικαιότερο ς : ἐπὶ τῶν ἄγαν δικαίων. Δαιδάλου ποιήματ α : ἐπὶ τῶν παραδόξων ἔργων· οἱ δὲ ἐπὶ τῶν ἀκριβούντων τὰς τέχνας. |
| 2 37 | Δαιδάλου πτερ ά : ἐπὶ τῶν δι’ ἀπορίαν προσθήκῃ παρελκούσῃ χρωμένων. Δέχεται καὶ βῶλον Ἀλήτη ς : ἐπὶ τῶν μηδὲν ἀποσειομένων. |
| 2 38 [5] | Ἀλήτην γάρ φασι φεύγοντα ἐκ Κορίνθου βουκόλου τινὸς ἀπαντήσαντος αἰτῆσαι τροφὴν κἀκεῖνον φάσκειν ὡς οὐκ ἔχει, ἄραντα δὲ βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα, τὸν δὲ εἰπεῖν· δέχεται καὶ βῶλον Ἀλήτη ς . Δικαιότερος σταχάνη ς : σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσιν· ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. |
| 2 40 | Δικτύῳ ἄνεμον θηρᾶ ν : ἐπὶ τῶν μάτην πονούντων. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆνα ι : ἐπὶ τῶν διὰ νόσον ἢ λύπην λεπτῶν καὶ ἰσχνῶν γενομένων. |
| 2 42 | Δίκη δίκην ἔτικτε καὶ βλάβη βλάβη ν : ἐπὶ τῶν φιλονεικούντων καὶ συμπλεκόντων μάχας καὶ κρίσεις. Δελφῖνα νήχεσθαι διδάσκει ς : ἐπὶ τῶν παιδοτριβούντων τινὰς ἐν ἐκείνοις οἷς ἤσκηνται ἤγουν ἐδιδάχθησαν. |
| 2 44 | Δελφῖνα πρὸς οὐραῖον δεῖ ς : ἐπὶ τοῦ ἀδυνάτου, διὰ τοῦ εὐκίνητον εἶναι· λέγεται δὲ πρὸς τοὺς οὐ δυναμένους τηρεῖν τὰ παρ’ ἄλλου διδόμενα ἢ ἃ ἔχουσι. Δεύτερος πλοῦ ς : ταύτην τὴν παροιμίαν σαφῆ ποιεῖ Φιλήμω ν · πλοῦς † δεύτερός ἐστι δήπου λεγόμενος, Ἂν ἀποτύχῃ ** τοῦ οὐρίου καὶ κώπαις πλεῖ· οἷον δευτέρα γνώμη καὶ πρᾶξι ς . |
| 2 45 | Ἡ μεταφορὰ ἀπὸ τῶν ναυτιλλομένων. ΑΡΧΗ ΤΟΥ Ε. |
| 2 46 | Ἐν νυκτὶ βουλή ν : ἐπὶ τῶν ἀσφαλῶς βουλευομένων. παρόσον ἡ νὺξ ἡσυχίαν ἄγει. Ἔσχατος Μυσῶ ν : ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων. |
| 2 48 | Ἐνδυμίωνος ὕπνον καθεύδει ς : ἐπὶ τῶν ὑπνηλῶν· ἐπειδὴ ἔν τινι πόλει τῆς Καρίας ὁ Ὕπνος ἐρασθεὶς παιδός τινος Ἐνδυμίωνος καλουμένου ἔτι καὶ νῦν αὐτὸν λέγεται κατέχειν κοιμώμενον. Ἐπιμενίδου ὕπνο ν : παρόσον αὐτὸς πεντήκοντα ἔτη ἐκάθευδεν ἢ ἑπτά. |
| 2 50 | Ἐς Τροφωνίου μεμάντευτα ι : ἐπὶ τῶν σκυθρώπων καὶ ἀγελάστων. Ἐγκιλικίζετα ι : κακοηθεύεται, κακοποιεῖ· διαβεβόηνται γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικες· ἐντεῦθεν λέγεται καὶ ἐγκεκιλικισμένος αἰσχρῶς. |
| 2 52 | Εἷς ἀνὴρ οὐδεὶς ἀνή ρ : παρόσον ὑφ’ ἑνὸς ἀνδρὸς οὐδὲν κατορθοῦται. Εἰς ἀρχαίας φάτνα ς : ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, εἶτα πάλιν ἐπὶ τὴν ἀρχαίαν παλινδρομησάντων διαίταν. |
| 2 54 | Εἰς μελίττας ἐκώμασα ς : ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως. Εἰς πάγας ὁ λύκο ς : ἐπὶ τῶν εἰς προὖπτον κίνδυνον ἡκόντων. |
| 2 56 | Ἐκ δυοῖν τρία βλέπει ς : τοῦτο λέγεται ἐπὶ τῶν διὰ γῆρας ἢ ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς αἰσθήσεις. Ἐκπερδικίσα ι : τὸ διολισθῆσαι καὶ ἀποδρᾶναι· ἀπὸ μεταφορᾶς τῶν περδίκων, ὅτι πανοῦργον τὸ ζῷον καὶ διαδιδράσκον τοὺς θηρευτάς. |
| 2 58 | Εἰ μὴ δύναιο βοῦ ν , ἔλαυνε ὄνο ν : ἐπὶ τῶν καταραττόντων † ὃ κατὰ δύναμιν ἔχουσιν. Εἰς ὕδωρ σπείρει ς : ἐπὶ τῶν μάτην πονούντων. |
| 2 59 | Ἴσον τό· Κα θ ’ ὕδατος γράφει ς . Εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνο ς : ἐπὶ τῶν τὰ κάλλιστα καὶ λυσιτελέστατα ἑαυτοῖς εὐχομένων. |
| 2 60 | Ἐπειδὴ μεταξὺ τῶν εἰρημένων πόλεων εὐφορώταται χῶραι εἰσίν. Εἰς πῦρ ξαίνει ς : ἐπὶ τῶν μάτην πονούντων κακοπαθείᾳ, ὁμοία τῇ λεγούσῃ· Κατὰ πετρῶν σπείρει ς · καὶ Εἰς οὐρανὸν τοξεύει ς · καὶ Νεφέλας ξαίνει ς · καὶ Τὸν λέοντα ξυρᾷ ς . |
| 2 62 | Ἐκτὸς πηλοῦ τοὺς πόδας ἔχει ς : ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων· ἴσον τῷ· Ἔξω βελῶν ** ἑαυτὸν ποιεῖς. Ἐκ τριχὸς κρέματα ι : ἐπὶ τῶν σφόδρα κινδυνευόντων· ὡς· Ἐπὶ ξυροῦ ἵσταται ἀκμῆ ς . |
| 2 64 [5] | Ἐλέφαντος διαφέρεις οὐδέ ν : ἐπὶ τῶν ἀναισθήτων· παρόσον καὶ τὸ ζῷον τοιοῦτον. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνει ν : ἐπὶ τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ εὐθέως τῶν μειζόνων· ὡς εἴ τις μανθάνει κεραμεύειν πρὶν μαθεῖν πίνακας ἢ ἄλλο τι τῶν μικρῶν πράττειν, πίθον ἐγχειροίη ποιεῖν. |
| 2 65 | Δικαίαρχος δὲ ἕτερόν τι φησὶ τὴν παροιμίαν δηλοῦν· οἱονεὶ τὴν μελέτην ἐν τῷ ὁμοίῳ ποιεῖσθαι, ὡς κυβερνήτης ἐπὶ νηὸς καὶ ἡνίοχος ἐφ’ ἵππων. Ἐλέφας μῦν οὐχ ἁλίσκε ι : ἐπὶ τῶν τὰ μικρὰ καὶ φαῦλα ὑπερορώντων. |
| 2 67 | Ἐλέφαντα ἐκ μυία ς : ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγάλα ποιούντων. Ἐλεύθεραι αἶγες ἀρότρω ν : ἐπὶ τῶν βάρους τινὸς ἢ κακοῦ λυτρουμένων. |
| 2 69 | Ἐν σκότῳ ὀρχεῖσθα ι : ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές. Ἐν θέρει τὴν χλαῖναν τρίβει ς : ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. |
| 2 71 | Ἐν μέλιτι σαυτὸν καταπλάττει ς : ἐπὶ τῶν ἡδυπάθειαν μεταδιωκόντων. Ἐνδύεταί μοι τὴν λεοντῆ ν : ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων πράγμασιν· ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους. |
| 2 73 | Ἐρήμην ἁλῶνα ι : αὕτη ἡ παροιμία λέγεται ὅταν μὴ ἀπαντήσας ὁ ἀντίδικος ἐπὶ τὴν κρίσιν καταδικασθῇ. Ἔκκλητοι δίκα ι : αἱ περὶ ξένης λεγόμεναι [καὶ] οὐκ ἐν τῇ πόλει. |
| 2 75 | Ἑτερομόλιος δίκη λέγεται εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἐξετρίβη δίκην πίτυο ς : ἐπὶ τῶν παντελῶς ἀφανισθέντων. |
| 2 77 | Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖ ν : ἀποτρεπτικὴ τοῦ θαλαττοπλεῖν. Ἐπὶ ἐσπαρμένοις σπείρει ς : ἐπὶ τοῖς ὑπὸ ἄλλων πονηθεῖσιν αὐτὸς σεμνύνῃ. |
| 2 79t | ΑΡΧΗ ΤΟΥ Ζ. Ζῇ χύτρα ζῇ φιλί α : ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν. |
| 2 80 | Ζωὸς γενήσῃ κρομμύου μόνον λαβώ ν : πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένους. Ζῶμεν γὰρ οὐχ ὡς θέλομε ν , ἀλ λ ’ ὡς δυνάμεθ α : ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. |
| 2 82t [5] | ΑΡΧΗ ΤΟΥ Η. Ἢ δεῖ χελώνης κρέα φαγεῖν ἢ μὴ φαγεῖ ν : τῆς χελώνης ὀλίγα μὲν κρέα βρωθέντα στρόφους ποιεῖ, πολλὰ δὲ καθαίρει· ὅθεν ἡ παροιμία ὑποτίθησιν ἢ μηδόλως ἀπάρξασθαι πρᾶγμά τι, ἢ ἀπαρξαμένου τούτου μὴ ἀτελὲς ἐᾶν, ἀλλὰ καὶ τέλος ἐπιτιθέναι. |
| 2 82 | Ἕτεροι δέ φασιν εἰρῆσθαι ἐπὶ τῶν ἀποδύντων μὲν πράγματα, συστρατευομένων δέ. Μέμνηται δὲ ταύτης Τερψίων. Ἡ κύων ἐν τῇ φάτν ῃ : πρὸς τοὺς μήτε αὐτοὺς χρωμένους, μήτε ἄλλους ἐῶντας· παρόσον ἡ κύων οὔτε αὐτὴ κριθὰς ἐσθίει, καὶ τὸν ἵππον κωλύει. |
| 2 84 [10] | Ἡ Φανίου θύρ α : ὁ Φάνιος, ὡς φασίν, ἐγένετο ὀβολοστάτης, ἄλλως δὲ τυφλός· ὑπανοίγοντος δὲ τοῦ παιδὸς αὐτοῦ τὰ ταμιεῖα καὶ τὴν θύραν, ἣν ἐκεῖνος ἰσχυρὰν ἐνόμιζεν εἶναι, οὕτως ἀπώλλυε τὰ φυλαττόμενα χρήματα· ἐντεῦθεν τὴν παροιμίαν εἰρῆσθαι ἐπὶ τῶν μηδὲν ἀνυόντων ἐν τῷ φυλάττειν, ἀλλ’ εἰκῇ καὶ μάτην τὴν θύραν θαῤῥούντων. Καὶ ἄλλως· Ἡ Φάνου θύρ α · τὸν Φάνον φασὶν ὡς μοιχευομένης τῆς αὐτοῦ γυναικὸς, ἐπειδὴ ᾔσθετο, θύραν ἐργάσασθαι τοιαύτην, ὡς μὴ ἄνευ ψόφου ἀνοίγεσθαι, τῆς δὲ ἀπὸ τῆς στέγης δεχομένης τὸν μοιχὸν, χλευάζοντας τοὺς γείτονας λέγειν, Ἡ Φάνου θύρ α · ἐπὶ τῶν μάτην τῇ φυλακῇ πεποιθότων. Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβο ι : ἡ παροιμία παρὰ Φερεκράτει· κεῖται δὲ ἐπὶ τῶν κινδυνευόντων· τὸ μὲν γὰρ τρὶς ἓξ τὴν παντελῆ νίκην δηλοῖ, τὸ δὲ τρεῖς κύβοι τὴν ἧτταν. |
| 2 85 [5] | Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις, καὶ οὐχ, ὡς νῦν, δύο. Ἡ συκάμινος συκαμίνῳ ῥύπτετα ι : πρὸς τοὺς ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ** . |
| 2 87 | Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρε ῖ : ἐπὶ τῶν δεικνύντων ἀπὸ μικρῶν πράξεων τὸ ἦθος. Ἧλιξ ἥλικα τέρπε ι , γέροντα δὲ γέρω ν : καί· Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ἐς τὸν ὅμοιο ν : αὕτη ἐπὶ τῶν παραπλησίων τίθεται. |
| 2 89 | Ἢ μύρμηξ ἢ κάμηλο ς : ἐπὶ τῶν ἀνίσων καὶ ἀνομοίων, ὥς φησι ** . Λουκιανὸς ἐν νεκυικοῖς † διαλόγοις. ΑΡΧΗ ΤΟΥ Θ. |
| 2 90 | Θάσος ἀγαθῶ ν : ἐπὶ τῶν εὐδαίμονα καὶ λαμπρὸν ἀποδεῖξαί τινα ἐπαγγελλομένων. Θεὸς ἡ Ἀναίδει α : ἐπὶ τῶν δι’ ἀναισχυντίαν τινὰ ὠφελουμένων. |
| 2 92t | ΑΡΧΗ ΤΟΥ Ι. Ἱερὰ συμβουλὴ ἐστί ν : ἡ παροιμία ἐπὶ τοῦ δεῖν συμβουλεύειν καθαρῶς. |
| 2 93 | Ἰλιὰς κακῶ ν : ἐπὶ πλήθους μεγάλων κακῶν. Ἰσότης φιλότη ς : ἡ παροιμία γνωμικὴ, δηλοῦσα ὡς ἰσότης τὴν φιλίαν συνέχει. |
| 2 95 | Ἰστίᾳ θύε ι : ἐπὶ τῶν μηδενὶ ῥᾳδίως μεταδιδόντων. Ἱππέας εἰς πεδίον προκαλε ῖ : ἐπὶ τῶν ἐρεθιζόντων τοὺς περί τι εὐδοκιμοῦντας καὶ τῶν ἐριζόντων περί τι αὐτοῖς. |
| 2 97t | ΑΡΧΗ ΤΟΥ Κ. Κανθάρου σοφώτερο ς : ἡ παροιμία ἐπὶ τῶν σφόδρα πανούργων καὶ πονηρῶν· ἐπειδή τις Ἀθήνησι Κάνθαρος καλούμενος ἐπὶ πονηρία καὶ προδοσίᾳ θάνατον κατεδικάσθη. |
| 2 98 | Καρικὸν θῦμ α : ἐπὶ τῶν ἄσαρκα μέλη θυόντων· οἱ γὰρ Κᾶρες κύνα ἱερουργοῦσι. Καπνίας ποιητή ς : ὁ μηδὲν λαμπρὸν γράφων. |
| 2 99 | Λέγεται δὲ καὶ· Οἶνος καπνία ς , ὁ κεκαπνισμένος· καί· Κάπνιος ἄμπελο ς , ἡ μέλαινα. Κερκωπίζει ν : ἐπὶ τῶν κολακευόντων· ἀπὸ μεταφορᾶς τῶν σαινόντων τῇ κέρκῳ ζῴων· ἄμεινον δὲ ἀπὸ τῶν Κερκώπων, οὓς περὶ Λυδίαν ἱστοροῦσι ἀηδεῖς σφόδρα καὶ ἀπατηλοὺς γενέσθαι· παρ’ ὃ καὶ ἀπολιθωθῆναι αὐτούς. |
| 3 1 [5] | Κεστρεὺς νηστεύε ι : ἐπὶ τῶν πάνυ λαιμάργων· λέγεται δὲ καὶ ἐπὶ τῶν δικαιοπραγούντων μὲν, οὐδὲν δὲ πλέον ἐκ τῆς δικαιοσύνης ἀποφερομένων. Ὁ γὰρ κεστρεὺς τῶν ἄλλων ἰχθύων ἀλληλοφαγούντων μόνος τῆς σαρκοφαγίας ἀπέχεται, νέμεται δὲ τὴν ἰλύν. Κιλίκιοι τράγο ι : οἱ δασεῖς· τοιοῦτοι γὰρ οἱ ἐν Κιλικίᾳ γίνονται τράγοι· ὅθεν καὶ τὰ ἐκ τῶν τριχῶν συντιθέμενα παρ’ ἡμῖν Κιλίκια λέγονται. |
| 3 3 | Κύων ἐπὶ δεσμ ά : ἐπὶ τῶν ἑαυτοὺς εἰς κολάσεις ἐπιδιδόντων, ἴση τῇ· Βοῦς ἐπὶ δεσμ ά . Κέρδων γαμε ῖ : παρὰ τὸ ὄνομα εἴρηται ἐπὶ τῶν διὰ κέρδος αἱρουμένων τὸν γάμον. |
| 3 5 | Κνίδιον κόκκον ψύχει ν : ἐπὶ τῶν μηδὲν ἀνυόντων· ὁ γὰρ κνίδιος κόκκος φύσει θερμαντικὸς ὢν ἐκ τοῦ ψύχεσθαι οὐδὲν τῆς θερμότητος μεταβάλλεται. ΑΡΧΗ ΤΟΥ Λ. |
| 3 6 | Λαγωὸς καθεύδε ι : ἡ παροιμία ἐπὶ τῶν προσποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων. Λύκου πτερ ά : ἐπὶ τῶν ἀδυνάτων λέγεται, ὅταν μέχρι τῶν λόγων ὁ φόβος ᾖ. |
| 3 7 | Πῶς γὰρ ἂν πτηνὸν γένοιτο λύκος; Λαγὼς περὶ τῶν κρεῶ ν : ἐπὶ τῶν κινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων. |
| 3 9 | Λευκὴ στάθμ η : ἐπὶ τῶν μηδὲν συνιέντων· ἐν γὰρ τοῖς λευκοῖς λίθοις αἱ λευκαὶ στάθμαι, ἤγουν τὰ τεκτονικὰ σπαρτία, οὐδὲν δύνανται δεικνύναι, καθάπερ [αἱ διὰ] τῆς μίλτου. Λημᾶν χύτραις ἢ κολοκύνται ς : ἐπὶ τῶν ἄγαν ἀμβλυωπούντων. |
| 3 11 | Λύκος πρὸ βοῆς σπεύδε ι : ἐπὶ τῶν ὑπερσπευδόντων λέγεται, ἐπεὶ καὶ ὁ λύκος πρὸ βοῆς φεύγει ἁρπάσας. Λύχνον ἐν μεσημβρίᾳ ἅπτει ν : ἐπὶ τῶν ἀκαίρως τι ποιούντων. |
| 3 13 [5] | Λύδιον ἅρμ α : ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων τοῦ ἀνταγωνιστοῦ ἀφικέσθαι· παρῆκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ μὴ δυναμένων φθασθῆναι. Ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πελοπίου ἅρματος ἠκούσθη ἡ παροιμία· τινὲς γὰρ λέγουσι, ὅτι ὁ Πέλοψ Λύδιος ἦν καὶ οὐχὶ Φρύξ· τῷ γοῦν ἰδίῳ ἅρματι ἐνίκησε τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία· Θέειν παρὰ Λύδιον ἅρμ α . ΑΡΧΗ ΤΟΥ Μ. |
| 3 14 | Μηδικὴ τράπεζ α : ἐπὶ τῶν εὐπόρων. Μία λόχμη οὐ τρέφει δύο ἐριθάκου ς : ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων. |
| 3 15 | Ἐρίθακός ἐστι μονῆρες ὄρνεον καὶ μονότροπον. Μυσῶν λεί α : ἐπὶ τῶν κακῶς διαρπαζομένων· οἱ γὰρ περίοικοι κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο, ἕως ἦσαν ἄναρχοι. |
| 3 16 | Καὶ ἐκεῖθεν ἡ παροιμία. Μῦς λευκό ς : ἐπὶ τῶν ἀκρατῶν περὶ τὰ ἀφροδίσια· ἐπειδὴ οἱ κατοικίδιοι μύες καὶ μάλιστα οἱ λευκοὶ περὶ τὰς ὀχείας κεκίνηνται. |
| 3 18 | Μήτε νεῖν μήτε γράμματ α : ἡ παροιμία ἐπὶ τῶν τὰ πάντα ἀμαθῶν· οἱ γὰρ Ἀθηναῖοι εὐθὺς ἐκ παίδων κολυμβᾶν καὶ γράμματα ἐδιδάσκοντο. Μέχρι τῶν ἀμφωτίδω ν : ἐπὶ τῶν ἄγαν πεπληρωμένων, [ἀντὶ τοῦ] μέχρι τῶν ὤτων. |
| 3 20 | Μέλιτος μυελό ς : ἐπὶ τῶν ἄγαν ἡδέων. Μεμαγμένη μᾶζ α : ἐπὶ τῶν ἑτοίμων ἀγαθῶν. |
| 3 22 | Μείζονα βοᾷ χλωρᾶς δάφνης καιομένη ς : ἐπὶ τοῦ μεγάλα βοῶντος. Μὴ κινεῖν κακὸν εὖ κείμενο ν : ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. |
| 3 24 | Μηδὲν κατὰ βοὸς εὔξ ῃ : παραινεῖ μὴ πάντα ἐπ’ εὐχαῖς ποιεῖσθαι καὶ ταῖς παρὰ θεοῦ ἐλπίσιν, ἀλλὰ πράττειν δεῖ καὶ δι’ ἑαυτῶν. Μηδὲ μέλι μηδὲ μέλισσ α : ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι φαῦλον μετὰ ἀγαθῶν. |
| 3 26 | Μὴ πρὸς λέοντα δορκὰς ἅπτεται † μάχη ς : ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. Μήλῳ βάλλει ν : ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς. |
| 3 28 | Μὴ μάχαιραν αἶρε θῆλ υ : ἐπὶ τῶν ἀδυνατούντων ἐπικουρεῖν. Μίδας ὄνου ὦτα ἔχε ι : ὅτι ὁ Μίδας ὠτακουστὰς εἶχε πολλούς, ὡς μηδὲν αὐτὸν λανθάνειν. |
| 3 29 | Εὔανδρος δὲ Φρυγίας χωρίον ὄνου ὦτα καλούμενον λέγει ὑπὸ Μίδου ληφθῆναι. Μέλιτι καταπάττων ἑαυτό ν : ἐπὶ τοῦ μαλακίᾳ καλλωπιζομένου. |
| 3 31t | ΑΡΧΗ ΤΟΥ Ν. Νῷ πείθο υ : τοῦτο ὅμοιον εἶναί φασι τῷ· Ἕπου θε ῷ . |
| 3 32 | Νύκτα δασεῖα ν : τὴν χειμερινὴν καλεῖ ** παρόσον πλείοσι † σκέπονται. Νεβρῷ ἱππεύει ν : ἡ παροιμία ἐπὶ τῶν βραδέως τι ἐργαζομένων. |
| 3 34 | Νεκρῷ πρὸς οὖς διαλέγεσθα ι : ἐπὶ τοῦ ἀναισθήτου καὶ μὴ ἐπαΐοντος. Νεφέλας ξαίνει ν : ἐπὶ ματαίου καὶ ἀδυνάτου. |
| 3 36 | Νοῶ τὸν ξένο ν : ἐπὶ τῶν ὑφορωμένων τινά. Νικᾷ τὸν ὀνηλάτη ν : πρὸς τὸν μὴ βουλόμενον ἀποστῆναί τινος, ἀλλ’ ἑαυτὸν προϊέμενον εἰς ἀπώλειαν. |
| 3 38 | Νῦν ὀσπρίων ἄμητο ς : ἐπὶ τῶν καθ’ ὥραν ἕκαστα πράττειν φιλούντων. Νῦν εἰς χώραν ἦλθε ς : ἐπὶ τῶν πρότερον μὴ ἀνεχομένων ἐλθεῖν ὅπου δεῖ, ὕστερον δὲ αὐτοματούντων. |
| 3 40t | ΑΡΧΗ ΤΟΥ Ξ. Ξύλῳ ἐφέλκει ν , κώνειον πιεῖν ἢ προδόντα τὴν ναῦν ὅτι τάχιστα τῶν κακῶν ἀπαλλαγῆνα ι : ἐπὶ ζημίας κεῖνται καὶ προστιμήματος. |
| 3 41t | ΑΡΧΗ ΤΟΥ Ο. Ὁ Κρὴς τὴν θάλασσα ν : ἐπὶ τῶν ἐν οἷς διαφέρουσι ταῦτα φεύγειν προσποιουμένων. |
| 3 42 | Ὁ νεβρὸς τὸν λέοντ α : ἐπὶ τῶν ἀδυνάτων εἴληπται. Ὄνου σκι ά : ἐπὶ τῶν εὐτελῶν καὶ οὐδενὸς λόγου ἀξίων, ἐξ αἰτίας τοιαύτης· ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. |
| 3 43 [5] | καὶ ὡς καῦμα κατέλαβεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου ὑπέδυ ὁ μισθωσάμενος· ὁ δὲ μισθώσας αὐτῷ διεμάχετο λέγων ὅτι, τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ τὴν σκιὰν αὐτοῦ. Ἐντεῦθεν εἴ τις περὶ εὐτελῶν ἐφιλονείκει πρός τινα, ἔλεγε περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. Οὐδὲν Ἡρακλῆς πρὸς δύ ο : ἐπὶ τοῦ πάνυ μὲν δυνατοῦ, ὥστε καὶ πλείστοις συμπλέκεσθαι, μετὰ δὲ τὴν συμβολὴν ὑπὸ δύο ἡττωμένου. |
| 3 44 [5] | φασὶ γὰρ τὸν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει τῇ δευτέρᾳ πενταετηρίᾳ πρὸς δύο πυκτεύσαντα ἡττηθῆναι, τῇ προτέρᾳ δύο ἀποκτείναντα, Κτέατον καὶ Εὔρυτον. Οὔ θ ’ ὕεται οὔ θ ’ ἡλιοῦτα ι : ἐπὶ τῶν ἔξω πάσης φροντίδος καθεστώτων. |
| 3 46 | Οὐ δ ’ ἴκταρ βάλλει ν : σημαίνει τὸ ἐγγύς· τουτέστιν, οὐδὲ ἐγγὺς ἐστίν. Ὁ παῖς τὸν κρύσταλλο ν : ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. |
| 3 48 | Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι ν : ἐν τοῖς τραχέσι καὶ δυσβάτοις τόποις οἱ ἔλαφοι παρατρίβοντες τὰ κέρατα πρὸς τοὺς θάμνους ἀποβάλλουσιν αὐτά. Ὅθεν ἡ παροιμία ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων. Ὄρτυξ ἔσωσε Ἡρακλῆ τὸν καρτερό ν : αὕτη παρ’ οὐδενὶ τῶν ἀρχαίων ἐστί· λέγεται δὲ ἐπὶ τῶν σωζομένων παρ’ ὧν οὐκ ἤλπισαν. |
| 3 49 [5] | φησὶ γὰρ Εὔδοξος, Ἡρακλέα τὸν Τύριον ὑπὸ Τυφῶνος διαφθαρῆναι, τὸν δὲ Ἰόλαον ἅπαντα πράττοντα ὑπὲρ τοῦ ἀναστῆναι τὸν ἥρωα, ὄρτυγα ᾧ ἔχαιρεν Ἡρακλῆς ζῶντα καῦσαι· ἐκ ταύτης δὲ τῆς κνίσσης ἀναβιῶναι τὸν Ἡρακλέα. Οὐδὲ πυρφόρος ἐλείφθ η : ἡ παροιμία ἐπὶ τῶν μεγάλων κινδύνων τάττεται, ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδον καὶ στέμματα· ἦν δὲ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους· ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμία. |
| 3 51 | Οἵαπερ ἡ δέσποιν α , τοία χἠ κύω ν : παροιμία λέγουσα ὅτι ὁποία δέσποινα, τοιαύτη καὶ ἡ θεραπαινίς· τοῦτο δ’ ἂν εἴπῃς καὶ ἐπ’ ἀνδρῶν. Ὁ ἐν Σίδῃ μοι λιμὴν γέγονε ν : ἐπὶ τῶν δεινῶν καὶ ἀνηνύτων λέγεται, ὁμοία τῇ λεγούσῃ· Πλίνθον πλύνει ς . |
| 3 52 [5] | διότι ὁ ἐν Σίδῃ λιμὴν καθαιρόμενος ὑπὸ πνευμάτων τε καὶ κυμάτων πάλιν πληροῦται, καὶ ἄλλως ἐνορμισθῆναι χαλεπός. Ὁμοιότερος σύκο υ : τοῦτο παραπαίζεται διὰ τὴν ἐμφέρειαν τῶν σύκων πρὸς ἄλληλα. |
| 3 54 | Ὀστράκου μεταπεσόντο ς : ἐπὶ τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρώην αὐτοῖς πρεσβευομένων. Οὐμάλα σικίων † εἰς ἀγορά ν : ἐπὶ τῶν διὰ γῆρας ὀκνηρῶν. |
| 3 56t | ΑΡΧΗ ΤΟΥ Π. Πρεσβύτερος Κόδρο υ : ἐπὶ τῶν παλαιῶν καὶ πολυχρονίων· ἀπὸ βασιλέως Ἀθηναίου Κόδρου, ὃς δοκεῖ πρεσβύτατος καὶ εὐγενέστατος γεγενῆσθαι. |
| 3 57 | Πρὸς λέοντα δορκὰς ἅπτεται μάχη ς : ἐπὶ τῶν κρείττοσιν ἐριζόντων. Πρωκτὸς λουτροῦ περιγίνετα ι : ὅταν τις μὴ δύνηται ἀπονίψασθαι, ἀλλ’ ἡ κοιλία αὐτῷ ἐπιφέρηται. |
| 3 58 | λέγεται ἡ παροιμία ἐπὶ τῶν ἀνωφελῶς πραττομένων. Πενία δὲ σοφίαν ἔλαχ ε : παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. |
| 3 60 | Πεύκης τρόπο ν : ἐπὶ τῶν πανωλεθρίᾳ ἀπολλυμένων. παρόσον ἡ πεύκη κοπεῖσα οὐκέτι φύεται. Πτωχοῦ πήρα οὐ πίμπλατα ι : ἐπὶ τῶν ἀπλήστων· πτωχῶν γὰρ οἶκοι ἀεὶ κενοί. |
| 3 62 | Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδει ς : ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα. Πρότερον χελώνη παραδραμεῖται δασύποδ α : ἐπὶ τῶν ἄγαν ἀδυνάτων. |
| 3 64 | Πράγμα τ ’ ἐξ ἀπραξία ς : ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων. Πρὸς σῆμα μητρυιᾶς κλαίε ι : ἐπὶ τοῦ ἀφροντίστου ἢ προσποιουμένου. |
| 3 66 | Πράσου φύλλῳ τὸ τῶν ἐρώντων βαλάντιον δέδετα ι : ἐπὶ τῶν δι’ ἔρωτα πολλὰ ἀναλισκόντων καὶ ἀσωτευομένων, παρόσον ἀσθενές ἐστι τὸ τοῦ πράσου φύλλον καὶ οὐδὲ μικρὸν ἀντέχει. Πολλαὶ κυνὸς ἄῤῥενος εὐνα ί : ἐπὶ τῶν κατωφερῶν πρὸς τὰ ἀφροδίσια. |
| 3 68 | Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπ ε : ἡ διάνοια φανερά. Πόλ λ ’ οἶ δ ’ ἀλώπη ξ , ἀλ λ ’ ἐχῖνος ἓν μέγ α : ἐπὶ τῶν περιφρονούντων. |
| 3 70 | Πρὸς κώρυκον γυμνάζεσθα ι : ἐπὶ τῶν διακενῆς μοχθούντων. Πέτρας σπείρει ν : ἐπὶ τῶν πολλὰ καμνόντων καὶ μηδὲν ἀνύσαι δυναμένων. |
| 3 72t | ΑΡΧΗ ΤΟΥ Ρ. Ῥόδιοι τὴν θυσία ν : ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων. |
| 3 73 | Ῥιγοῖ κακῶς ἀριστήσα ς : ἐπὶ τῶν προφασιζομένων καὶ μετὰ τὴν ἀνάπαυσιν βραδέως ἐρχομένων ἐπὶ τὸ ἔργον. Ῥαδαμάνθυος κρίσι ς : ἐπὶ τῶν ἐπὶ δικαιοσύνῃ μαρτυρουμένων. |
| 3 75t | ΑΡΧΗ ΤΟΓ Σ. Σαρδώνιος γέλω ς : ἐπὶ τῶν κακῶς γελώντων. |
| 3 76t | ΑΡΧΗ ΤΟΥ Τ. Τὸ Μηλιακὸν πλοῖο ν : ἐπὶ τῶν ἄγαν ῥυέντων. |
| 3 77 | Τὸ Αἰσώπειον αἷμ α : αὕτη λέγεται κατὰ τῶν δυσαπονίπτοις ὀνείδεσι περιπεπτωκότων· τοῖς γὰρ Δελφοῖς ἀνελοῦσι τὸν Αἴσωπον συνέβη τὸ δαιμόνιον χαλεπῆναι. Τήνια κακ ά : ἐπὶ τῶν ἄγαν δυσχερῶν. |
| 3 78 | ὅτι ἐν Τήνῳ τῇ νήσῳ ὄφεις πικροί. Τυφλότερος ἀσπάλακο ς : ὅτι τὸ ζῷον οὐκ ἔχει ὀφθαλμούς· φασὶ δὲ αὐτὸ ὑπὸ τῆς γῆς τυφλωθῆναι διὰ τὸ φθείρειν τοὺς καρπούς· ἔχει γὰρ ὀδόντας μιαρωτάτους καὶ ῥύγχος ὡς γαλῆς καὶ πόδας ὡς ἄρκτου. |
| 3 80 | Τὰ Φρυνίχου παλαίσματ α : ἐπὶ τῶν φρονίμως καὶ συνετῶς σοφιζομένων. ΑΡΧΗ ΤΟΥ Υ. |
| 3 81 | Ὑπέρου περιτροπ ή : ἐπὶ τῶν τὰ πάντα κινούντων καὶ μηδὲν περαινόντων. ἴση τῇ· Χύτραν ποικίλλεις Ὑπερδεᾶ δῆμο ν : τὸν ὑπερβαλλόντως ἐνδεᾶ, ἐλλιπῆ ὄχλον. |
| 3 83 | Ὑπερπαίει ν : τὸ ὑπερβαίνειν. Ὑπερεκπίπτει ν : ἤγουν ὑπερβάλλειν. |
| 3 85 | Ὕδωρ παραῤῥε ῖ : ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ ἐπικείμενον· μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς πλοῖα ῥέοντα ἐμβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. ΑΡΧΗ ΤΟΥ Φ. |
| 3 86 | Φόνου πτερό ν : [τὸν] διὰ τῶν ὀϊστῶν πτερόεντα φόνον λέγει· ἢ τὸν ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν θάνατον. Φαλάριδος ἀρχ ή : ἐπὶ τῶν ὠμῶς τῇ ἀδικίᾳ χρωμένων. |
| 3 88 [5] | Φαλακρὸς κτέν α : ἐπὶ τῶν εἰς μηδέν τι συντελούντων· ὅμοιον ταύτης τῆς παροιμίας καὶ τὸ λέγειν· Εὐνοῦχος παλλακίδ α , ὁ κωφὸς αὐλητή ν , κάτοπτρον ὁ τυφλό ς , ὁ ἠπειρώτης κώπη ν , ὁ κυβερνήτης ἄροτρο ν · πάντα γὰρ ταῦτα ὅμοια. Φώκου ἔρανο ς : ἡ παροιμία ἐπὶ τῶν ἀλυσιτελῶς ἐράνους ποριζόντων. |
| 3 89 [5] | Φῶκος γὰρ ἐσφάγη ἔχων θυγατέρα ὡραίαν παρὰ τῶν μνηστευομένων· συναγαγὼν [γὰρ] ἔρανον ἐκδώσειν ἔλεγε τὴν θυγατέρα, ᾧ ἂν ὁ θεὸς συμβουλεύῃ· οἱ δὲ ὑπὸ ὀργῆς κινηθέντες ἀναιροῦσι τὸν Φῶκον. ΑΡΧΗ ΤΟΥ Χ. |
| 3 90 | Χάραξ τὴν ἄμπελο ν : ὅταν ὑπὸ σώζοντος τὸ σωζόμενον παθῇ. Ἀριστοφάνης· Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελο ν . Χαρώνειος θύρ α : μία τοῦ νομοφυλακείου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται. |
| 3 92 | Χθόνια λουτρ ά : τὰ τοῖς νεκροῖς ἐπιφερόμενα· ἐκόμιζον γὰρ ἐπὶ τὰς ταφὰς λουτρά. Χαλκιδίζει ν : ἐπὶ τῶν γλισχρευομένων· οἱ γὰρ ἐν Εὐβοίᾳ Χαλκιδεῖς ἐπὶ φιλαργυρίᾳ ἐκωμῳδοῦντο. |
| 3 94 | Χαλεπὸν χορίου κύνα γεύει ν : τὸ ἔλυτρον τοῦ ἐμβρύου χόριον καλεῖται, οἱ δὲ κύνες γευσάμενοι τούτου καὶ τοῖς ἐμβρύοις ἐπιβουλεύουσι διὰ τὸ λίχνον. Ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς ἀπολαυόντων καὶ χωρούντων εἰς μείζονα. ΑΡΧΗ ΤΟΥ Ψ. |
| 3 95 | Ψιττακὸς † Ἰνδέστιο ς : ἐπὶ τῶν μιμουμένων τινάς· τοιοῦτον γὰρ τὸ ὄρνεον ὥστε ἀνθρωπίνην προΐεσθαι φωνήν. Ψεδνὴ λάχν η : ἐπὶ τῶν ἀνοήτων· ἢ ἐπὶ τῶν λειῶν καὶ μαδαρῶν. |
| 3 97t | ΑΡΧΗ ΤΟΥ Ω. Ὠσὶν ἑστῶσι ν : ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαί τι τὰ ὦτα ηὐτρεπισμένα ἐχόντων, μὴ θελόντων δὲ δέχεσθαι δι’ αὐτῶν †, ἃ μὴ προσῆκον. |
| 3 98 | Ὥσπερ Χαλκιδικὴ τέτοκεν ἡ γυν ή : ἐπὶ τῶν πολλὰς θυγατέρας τικτουσῶν γυναικῶν. Ἄξιος τριχό ς : ἐπὶ τῶν εὐτελῶν καὶ μηδενὸς ἀξίων. |
| 3 100 | Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσε ν : ἐπὶ τῶν ἀπὸ μικρῶν εἰς μείζω χωρούντων. |