eul_wid: jem-aa
ἈποσπάσματαEpitaphs and Dedications
Arcesilaus of Pitane II Epitaphs and Dedications PDF
| 122.(t) | εἰς Ἄτταλον Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην. εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνητῷ νόον εἰπεῖν, ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη. * εἰς Μηνόδωρον (epitaphium) τηλοῦ μὲν Φρυγίη, τηλοῦ δ’ ἱερὴ Θυάτειρα, ὦ Μηνόδωρε, σὴ πατρίς, Καδαυάδη. ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα, ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα. |
| 122.(t) | σῆμα δέ τοι τόδ’ ἔρεξεν ἀριφραδὲς Εὔδαμος, ᾧ σὺ πολλῶν πενεστέων ἦσθα προσφιλέστερος. * |