Letters of ApolloniusἘπιστολαὶ Ἀπολλωνίου
Apollonius of Tyana Letters of Apollonius PDF
The Letters of Apollonius is a corpus of 99 brief epistles ascribed to Apollonius of Tyana, the renowned Neopythagorean philosopher and ascetic of the 1st century CE. Composed in a terse and classical Attic Greek style, the collection is addressed to a diverse array of recipients, ranging from Roman emperors such as Vespasian and Domitian to cities like Smyrna, and encompassing various philosophers, officials, and communities. Their content consists primarily of philosophical counsel, moral exhortation, and pointed critiques of contemporary religious practices, most notably animal sacrifice, collectively fashioning the portrait of a supremely wise and authoritative spiritual teacher.
The letters survive as an independent collection, but their authenticity is a matter of significant scholarly contention. The prevailing modern view holds that the majority are not genuine pieces of correspondence from the historical Apollonius. They are instead considered later compositions, most likely dating from the 2nd or 3rd centuries CE, and were attributed to him to borrow his considerable cultural authority. Many scholars interpret the collection as a literary product of the Second Sophistic period, deliberately crafted to construct and disseminate a specific public image of Apollonius as a divine philosopher and imperial counselor. This constructed persona proved highly useful in later religious polemics, where pagan apologists employed the figure of Apollonius as a philosophical and miraculous rival to Jesus Christ.
| t | ΑΠΟΛΛΩΝΙΟΥ ΤΟΥ ΤΥΑΝΕΩΣ ΕΠΙΣΤΟΛΑΙ. αʹ. |
| 1 [5] | Εὐφράτῃ. Ἐμοὶ πρὸς φιλοσόφους ἐστὶ φιλία, πρὸς μέντοι σοφιστὰς ἢ γραμματιστὰς ἤ τι τοιοῦτο γένος ἕτερον ἀνθρώπων κακοδαιμόνων οὔτε νῦν ἐστι φιλία, μήτε ὕστερόν ποτε γένοιτο. τάδε μὲν οὖν οὐ πρὸς σέ, πλὴν εἰ μὴ καὶ σὺ τούτων εἷς, ἐκεῖνα δὲ καὶ πάνυ πρὸς σέ· θεράπευέ σου τὰ πάθη καὶ πειρῶ φιλόσοφος εἶναι καὶ μὴ φθονεῖν τοῖς ὄντως φιλοσοφοῦσιν, ἐπεί σοι καὶ γῆρας ἤδη πλησίον καὶ θάνατος. βʹ. |
| 2 [5] | τῷ αὐτῷ. Ἡ ἀρετὴ φύσει [μαθήσει] κτήσει χρήσει, δι’ ἣν ἕκαστον ἂν εἴη τῶν προειρημένων ἀποδοχῆς ἄξιον. σκεπτέον, εἴ τί σοι τούτων ἐστὶν ἢ σοφιστείας παυστέον λοιπὸν ἢ προῖκά γε χρηστέον αὐτῇ πρὸς τοὺς ἐντυγχάνοντας, ἐπείπερ ἤδη σοι καὶ τὰ Μεγαβύζου. γʹ. |
| 3 [10] | τῷ αὐτῷ. Ἐπῆλθες ἔθνη τὰ μεταξὺ τῆς Ἰταλίας ἀπὸ Συρίας ἀρξάμενος, ἐπιδεικνὺς σεαυτὸν ἐν ταῖς τοῦ βασιλέως λεγομέναις. διπλῆ δέ σοι τότε καὶ πώγων λευκὸς καὶ μέγας, πλέον δὲ οὐδέν. εἶτα πῶς διὰ θαλάττης νῦν ὑποστρέφεις ἄγων φορτίδα μεστὴν ἀργυρίου χρυσίου σκευῶν παντοδαπῶν ἐσθήτων ποικίλων κόσμου τοῦ λοιποῦ, τύφου καὶ ἀλαζονείας καὶ κακοδαιμονίας; τίς ὁ φόρτος καὶ ὁ τρόπος τῆς καινῆς ἐμπορίας; Ζήνων τραγημάτων ἦν ἔμπορος. δʹ. |
| 4 [5] | τῷ αὐτῷ. Ὀλίγων δεῖ σοῦ τοῖς παισίν, εἰ φιλοσόφου παῖδες εἴησαν. ἔδει μὲν οὖν μηδὲ φροντίσαι πλείω σοι γενέσθαι τῶν ἱκανῶν ἄλλως τε καὶ μετὰ ἀδοξίας τινός. ἐπεὶ δὲ ἅπαξ ἐγένετο δεύτερον ἂν εἴη μεγάλῃ σπουδῇ νεῖμαί σε τισὶ ἔνια τῶν ὄντων· ἔχεις δὲ καὶ πατρίδα καὶ φίλους. εʹ. |
| 5 [5] | τῷ αὐτῷ. Τῶν Ἐπικούρου λόγων ὁ περὶ ἡδονῆς οὐδενὸς ἔτι συνηγόρου δεῖται τῶν ἐκ τοῦ κήπου καὶ τῆς ἐκείνου διατριβῆς, πέφηνε γὰρ ὢν καὶ κατὰ τὴν στοὰν ἀληθέστατος. εἰ δὲ ἀντιλέγων προκομιεῖς τὰς Χρυσίππου σχολὰς καὶ δόγματα, γέγραπταί τι καὶ ἐν τοῖς βασιλικοῖς γράμμασιν· Εὐφράτης ἔλαβε καὶ πάλιν ἔλαβεν· Ἐπίκουρος δὲ οὐκ ἂν ἔλαβεν. ϛʹ. |
| 6 | τῷ αὐτῷ. Ἠρόμην πλουσίους τινάς, εἰ πικραίνονται. τί δ’ οὐ μέλλομεν; ἔφασαν. ἠρόμην οὖν καὶ τὴν αἰτίαν τῆς ἀνάγκης. καὶ ᾐτιῶντο τὸν πλοῦτον. σὺ δ’, ὦ τάλαν, νεόπλουτος. ζʹ. |
| 7 [5] | τῷ αὐτῷ. Ἐὰν ὅτι τάχος εἰς Αἰγὰς ἀφίκῃ καὶ κενώσῃς ἐκεῖ τὴν ναῦν, ἰτέον ἐστί σοι πάλιν ὅτι τάχος εἰς τὴν Ἰταλίαν καὶ κολακευτέον ὁμοίως νοσοῦντας γέροντας γραῦς ὀρφανοὺς πλουσίους θρυπτομένους Μίδας Γέτας. πάντα φασὶ δεῖν τὸν ἔμπορον κάλων σείειν. ἐμοὶ δὲ εἴη τὴν ἁλιὰν τρυπᾶν ἐν Θέμιδος οἴκῳ. ηʹ. |
| 8 [20] | τῷ αὐτῷ. Ἆρά τι καὶ σὺ γράψαιο ἄν; εἰ γὰρ οὕτω γένοιο γενναῖος. καὶ ἔχοις δ’ ἂν εἰπεῖν τὰ συνήθη ταῦτα καὶ πρόχειρα· „λουτρὸν ἅπαν Ἀπολλώνιος παραιτεῖται.“ καὶ τῆς οἰκίας οὐδέποτε πρόεισι καὶ σωζομένους ἔχει τοὺς πόδας. „οὐδὲν ὁρᾶται τῶν τοῦ σώματος κινῶν.“ δι’ ὅλου γὰρ τὴν ψυχὴν κινεῖ. „κομᾷ τὴν κεφαλήν.“ καὶ γὰρ ὁ Ἕλλην, ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. „ἐσθῆτα φορεῖ λινῆν.“ καὶ τῶν ἱερέων τὰ καθαρώτατα. „μαντικῇ χρῆται.“ πλείω γὰρ τὰ ἄδηλα, καὶ ἄλλως ἀμήχανον προαισθέσθαι τι τῶν ἐσομένων. „ἀλλ’ οὐ πρέπον φιλοσόφῳ τὸ τοιοῦτον·“ ὃ πρέπει καὶ θεῷ; „καὶ σωμάτων δὲ ὀδύνας ἀφαιρεῖ καὶ πάθη παύει·“ τοῦτό που καὶ πρὸς τὸν Ἀσκληπιὸν κοινὸν τὸ ἔγκλημα. „σιτεῖται μόνος.“ οἱ δὲ λοιποὶ ἐσθίουσι. „βραχέα λέγει καὶ ἐπὶ βραχύ.“ σιγῆσαι γάρ ἐστιν (οὐκ) ἀδύνατος. „σαρκῶν ἀπέχεται πασῶν καὶ θηρίων πάντων.“ διὰ τοῦτο ἄνθρωπός ἐστι. εἰ ταῦτα ἐρεῖς, Εὐφρᾶτα, γεγράφθαι, ἴσως ἐκεῖνο προσθήσεις „εἴ τι ἦν, ἔλαβεν ἂν ἀργύριον, ὡς ἐγώ, δωρεὰς πολιτείας.“ εἴ τι ἦν, οὐκ ἂν ἔλαβεν. „ἀλλὰ τῇ πατρίδι μὲν ἔλαβεν ἄν.“ οὐ πατρὶς δέ, ἣ μὴ οἶδεν, ὃ ἔχει. θʹ. |
| 9 [5] | Δίωνι. Αὐλοῖς καὶ λύρᾳ κρεῖττόν ἐστι τέρπειν ἢ λόγῳ, τὰ μὲν γὰρ ἡδονῆς ὄργανα καὶ μουσικὴ τοὔνομα τῇ τέχνῃ, λόγος δὲ τἀληθὲς εὑρίσκει. τοῦτό σοι πρακτέον, τοῦτό σοι ῥητέον, ἢν καὶ περὶ τούτου φιλοσοφῇς. ιʹ. |
| 10 [5] | τῷ αὐτῷ. Ζητοῦσί τινες τὴν αἰτίαν, δι’ ἣν πέπαυμαι διαλεγόμενος ἐν πολλοῖς· εἰδέτωσαν οὖν, οἷς ἂν εἰδέναι μέλῃ τὸ τοιοῦτον· ἀδύνατος ὠφελῆσαι λόγος ἅπας, ὃς ἂν εἷς ὢν μὴ καὶ πρὸς ἕνα λέγηται. ὁ τοίνυν ἄλλως διαλεγόμενος δόξης ἥττων ὢν διαλέγοιτ’ ἄν. ιαʹ. |
| 11 [25] | Καισαρέων προβούλοις. Πρῶτον εἰς πάντα θεῶν ἄνθρωποι δέονται καὶ περὶ παντός, ἔπειτα πόλεων, τιμητέον γὰρ δεύτερον πόλεις μετὰ θεοὺς καὶ τὰ πόλεως προκριτέον παντὶ νοῦν ἔχοντι· εἰ δὲ μὴ πόλις μόνον εἴη, ἀλλὰ καὶ μεγίστη τῆς Παλαιστίνης ἀρίστη τε τῶν αὐτόθι μεγέθει καὶ νόμοις καὶ ἐπιτηδεύμασι καὶ προγόνων κατὰ πόλεμον ἀρεταῖς ἔτι τε ἤθεσι κατ’ εἰρήνην, καθάπερ ἡ ὑμετέρα πόλις, μάλιστα πασῶν τῶν ἄλλων ἐμοί τε θαυμαστέα τιμητέα τε καὶ ἄλλῳ δὲ ὁμοίως παντὶ νοῦν ἔχοντι· τοῦτο μὲν οὖν ἐκ λόγου κοινοῦ τὸ προκριτικὸν ἂν εἴη τὸ κατὰ σύγκρισιν τῶν πολλῶν. ὅταν δὲ καὶ ἄρχῃ πόλις ποτὲ τῆς πρὸς ἕνα τιμῆς ἄνδρα πόλις οὖσα καὶ τοῦτον ἑαυτῆς ξένον καὶ ἄποθεν, τί ἢ τούτου τοῦ ἀνδρὸς πρὸς ἀμοιβὴν ἢ ὑμῶν ἂν πρὸς τίσιν ἄξιον εἴη; τοῦτο μόνον ἴσως, εἰ θεοφιλής τις ὢν τύχοι διά τινα φύσεως ἐπιτηδειότητα, τὸ εὔχεσθαι τῇ πόλει τὰ ἀγαθὰ τυγχάνειν τε τῆς εὐχῆς, ὅπερ ἂν διατελέσαιμι κἀγὼ πράττων ὑπὲρ ὑμῶν, ἐπείπερ ἥσθην ἤθεσιν Ἑλληνικοῖς φαίνουσι τὸ ἴδιον ἀγαθὸν καὶ διὰ γραμμάτων κοινῶν. Ἀπολλωνίδην δὲ τὸν Ἀφροδισίου νεανίαν ἐρρωμενεστάτης φύσεως ἀξίας τε τοῦ ὑμετέρου ὀνόματος πειράσομαι χρήσιμον ὑμῖν παρασκευάζειν εἰς ἕκαστα μετὰ καὶ τύχης τινὸς ἀγαθῆς. ιβʹ. |
| 12 [15] | Σελευκέων τοῖς προβούλοις. Πόλις, ἥτις ἂν οὕτω πρός τε θεοὺς ἔχῃ καὶ ἀνθρώπων πρὸς τοὺς ἀξίους ἀποδοχῆς, αὐτή τε εὐδαίμων καὶ εἰς ἀρετὴν ὠφέλησε τοὺς μαρτυρηθέντας. ἄρξασθαι μὲν οὖν χάριτος οὐ δυσχερές, ἀλλὰ καὶ τῶν ἐν ἀνθρώποις τὸ κάλλιστον, ἀμοιβὴν δ’ οὐ μόνον οὐ ῥᾴδιον, ἀλλὰ καὶ παντελῶς ὁμοίαν εὑρεῖν ἀδύνατον, τὸ γάρ που τῇ τάξει δεύτερον οὐδέποτε τῇ φύσει πρῶτον. ὥστε θεὸν ἀνάγκη παρακαλεῖν ὑπὲρ ὑμῶν ἀμείψασθαι τοὺς οὐ τῇ δυνάμει μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις κρείττους γενομένους, ἀνθρώπων γὰρ οὐδεὶς τά γε τηλικαῦτα δυνατός. καὶ τὸ ἐθελῆσαι δ’ ἄν με παρ’ ὑμῖν γενέσθαι τῆς ὑμῶν ἂν εἴη χάριτος καὶ αὐτὸ εἰς ἡμᾶς, ὡς ἔγωγ’ ἂν εὐξαίμην παρ’ ὑμῖν καὶ γεγεννῆσθαι. οἱ πρέσβεις ὑμῶν τιμιώτεροι, διότι καὶ φίλοι, Ἱερώνυμος καὶ Ζήνων. ιγʹ. |
| 13 [10] | τοῖς αὐτοῖς. Στράτων μὲν ἐξ ἀνθρώπων οἴχεται πᾶν ὅσον ἦν αὐτῷ θνητὸν ἐπὶ γῆς καταλιπών. χρὴ δὲ τοὺς ἔτι κολαζομένους ἡμᾶς ἐνθάδε ζῆν ἄλλως λεγομένους ἔχειν τινὰ τῶν ἐκείνου πραγμάτων ἐπιμέλειαν. ἄλλοις μὲν οὖν ἄλλο τι ἔργον δικαίως γένοιτο νῦν ἢ καὶ ὕστερον, οἷς μὲν ὡς οἰκείοις, οἷς δ’ ὡς αὐτὸ μόνον ἀνδράσι φίλοις οὐκ ἐν ἑτέρῳ γνωσθησομένοις χρόνῳ, τούτων εἴπερ ἦν τῶν ὀνομάτων ἀληθές τι καὶ πρόσθεν. ἐγὼ μέντοι καὶ ταύτῃ βουλόμενος ἐξαιρέτως ὑμέτερος εἶναι, τὸν ἐκ Σελευκίδος υἱὸν αὐτῷ γενόμενον Ἀλέξανδρον αὐτὸς ἀναθρέψω καὶ μεταδώσω παιδείας τῆς ἐμῆς. πάντως δ’ ἂν μετέδωκα καὶ χρημάτων ὁ τὰ μείζονα δούς, εἴπερ ἔχειν ἦν ἄξιον. ιδʹ. |
| 14 [5] | Εὐφράτῃ. Πυνθάνονταί μου πολλοὶ πολλάκις, τίνος ἕνεκεν οὐ μετεπέμφθην εἰς Ἰταλίαν, ἢ οὐ μεταπεμφθεὶς ἀφικόμην, ὥσπερ σὺ καὶ εἴ τις ἕτερος. ἐγὼ δὲ περὶ τοῦ προτέρου μὲν οὐκ ἀποκρινοῦμαι, μὴ καὶ δόξω τισὶν εἰδέναι τὴν αἰτίαν, οὐδ’ εἰδέναι μοι μέλον, περὶ δὲ τοῦ δευτέρου τί ἂν καὶ δεοίμην ἕτερον λέγειν, ἢ ὅτι μᾶλλον ἂν μετεπέμφθην ἢ ἀφικόμην; ἔρρωσο. ιεʹ. |
| 15 | τῷ αὐτῷ. Τὴν ἀρετὴν ἀδέσποτον εἶναι Πλάτων ἔφησεν. εἰ δὲ μὴ τιμᾷ τοῦτό τις καὶ γέγηθεν ἐπ’ αὐτῷ, ἀλλὰ καὶ ὤνιος γίνεται χρημάτων, πολλοὺς δεσπότας ἑαυτοῦ ποιεῖ. ιϛʹ. |
| 16 [5] | τῷ αὐτῷ. Μάγους οἴει δεῖν ὀνομάζειν τοὺς ἀπὸ Πυθαγόρου φιλοσόφους, ὧδέ που καὶ τοὺς ἀπὸ Ὀρφέως. ἐγὼ δὲ καὶ τοὺς ἀπὸ τοῦ δεῖνος οἶμαι δεῖν ὀνομάζεσθαι μάγους, εἰ μέλλουσιν εἶναι θεῖοί τε καὶ δίκαιοι. ιζʹ. |
| 17 | τῷ αὐτῷ. Μάγους ὀνομάζουσι τοὺς θείους οἱ Πέρσαι. μάγος οὖν ὁ θεραπευτὴς τῶν θεῶν ἢ ὁ τὴν φύσιν θεῖος, σὺ δ’ οὐ μάγος, ἀλλ’ ἄθεος. ιηʹ. |
| 18 | τῷ αὐτῷ. Ἡράκλειτος ὁ φυσικὸς ἄλογον εἶναι κατὰ φύσιν ἔφησε τὸν ἄνθρωπον. εἰ δὲ τοῦτο ἀληθές, ὥσπερ ἐστὶν ἀληθές, ἐγκαλυπτέος ἕκαστος ὁ ματαίως ἐν δόξῃ γενόμενος. ιθʹ. |
| 19 [10] | Σκοπελιανῷ σοφιστῇ. Πέντε εἰσὶ σύμπαντες οἱ τοῦ λόγου χαρακτῆρες, ὁ φιλόσοφος ὁ ἱστορικὸς ὁ δικανικὸς ὁ ἐπιστολικὸς ὁ ὑπομνηματικός. ἐγκειμένων δὴ τῶν γενικῶν χαρακτήρων τῇ τάξει πάλιν γίνεται πρῶτος μὲν ὁ κατὰ τὴν ἑκάστου δύναμιν ἢ φύσιν ἴδιος ὤν, δεύτερος δὲ ὁ ἐν μιμήσει τοῦ ἀρίστου, τῶν ἐκ φύσεως εἴ τις ἐνδεὴς εἴη. τὸ δὲ ἄριστον δυσεύρετόν τε καὶ δυσεπίκριτον, ὥστε οἰκειότερος ἑκάστῳ χαρακτὴρ ὁ ἴδιος, ἐπείπερ καὶ βεβαιότερος. κʹ. |
| 20 [5] | Δομετιανῷ. Εἴ σοι δύναμίς ἐστιν, ὥσπερ ἐστίν, καὶ φρόνησιν ἂν εἴη σοι κτητέον· καὶ γὰρ εἰ φρόνησις ἦν, δύναμις δὲ ἀπῆν, ὁμοίως ἔδει σοι δυνάμεως. δεῖται γὰρ ἀεὶ τὸ ἕτερον τοῦ ἑτέρου, ὥσπερ ὄψις φωτὸς καὶ φῶς ὄψεως. καʹ. |
| 21 | τῷ αὐτῷ. Βαρβάρων ἀφεκτέον καὶ οὐκ ἀρκτέον αὐτῶν. οὐ γὰρ θέμις αὐτοὺς βαρβάρους ὄντας εὖ πάσχειν. κβʹ. |
| 22 | Λεσβώνακτι. Δεῖ πένεσθαι μὲν ὡς ἄνδρα, πλουτεῖν δὲ ὡς ἄνθρωπον. κγʹ. |
| 23 | Κρίτωνι. Τὸ θειότατον Πυθαγόρας ἰατρικὴν ἔφασκεν. εἰ δὲ ἰατρικὴ τὸ θειότατον, καὶ ψυχῆς ἐπιμελητέον μετὰ σώματος, ἢ τὸ ζῷον οὐκ ἂν ὑγιαίνοι τῷ κρείττονι νοσοῦν. κδʹ. |
| 24 [5] | Ἑλλανοδίκαις καὶ Ἠλείοις. Ἀξιοῦτέ με τῷ ἀγῶνι τῶν Ὀλυμπίων παραγενέσθαι καὶ διὰ τοῦτο ἐπέμψατε πρέσβεις. ἐγὼ δὲ παρεγενόμην ἂν ἐπὶ σωμάτων θέαν καὶ ἅμιλλαν, εἰ μὴ τὸν μείζονα τῆς ἀρετῆς ἀγῶνα καταλείψειν ἔμελλον. κεʹ. |
| 25 | Πελοποννησίοις. Ὀλύμπια τὸ δεύτερον, καὶ τὸ μὲν πρῶτον ἐγένεσθε πολέμιοι, τὸ δεύτερον δὲ οὐ φίλοι. κϛʹ. |
| 26 [5] | τοῖς ἐν Ὀλυμπίᾳ θεηκόροις. Θεοὶ θυσιῶν οὐ δέονται. τί οὖν ἄν τις πράττων χαρίζοιτο αὐτοῖς; φρόνησιν, ὡς ἐμοὶ δοκεῖ, κτώμενος ἀνθρώπων τε τοὺς ἀξίους εἰς δύναμιν εὖ ποιῶν. ταῦτα φίλα θεοῖς, ἐκεῖνα δὲ ἀθέων. κζʹ. |
| 27 [5] | τοῖς ἐν Δελφοῖς ἱερεῦσιν. Αἵματι βωμοὺς μιαίνουσιν ἱερεῖς, εἶτα θαυμάζουσί τινες, πόθεν αἱ πόλεις ἀτυχοῦσιν, ὅταν μεγάλα δυσθετήσωσιν. ὢ τῆς ἀμαθίας. Ἡράκλειτος ἦν σοφός, ἀλλ’ οὐδὲ ἐκεῖνος Ἐφεσίους ἔπεισε μὴ πηλῷ πηλὸν καθαίρεσθαι. κηʹ. |
| 28 [5] | βασιλεῖ Σκυθῶν. Ζάμολξις ἀνὴρ ἀγαθὸς ἦν καὶ φιλόσοφος, εἴ γε μαθητὴς Πυθαγόρου ἐγένετο, καὶ εἰ κατ’ ἐκεῖνον τὸν χρόνον τοιοῦτος ἦν ὁ Ῥωμαῖος, ἑκὼν ἂν ἐγένετο φίλος. εἰ δὲ ὑπὲρ ἐλευθερίας οἴει δεῖν ἀγῶνα καὶ πόνον ἔχειν, ἄκουε φιλόσοφος, τουτέστιν ἐλεύθερος. κθʹ. |
| 29 | νομοθέτῃ. Αἱ ἑορταὶ νόσων αἰτίαι, τοὺς μὲν γὰρ πόνους ἀνιᾶσι, τὸ ἐμπίπλασθαι δὲ αὔξουσιν. λʹ. |
| 30 | ταμίαις Ῥωμαίων. Ἀρχὴν ἄρχετε πρώτην. εἰ μὲν οὖν ἄρχειν ἐπίστασθε, διὰ τί τὸ παρ’ ὑμᾶς χεῖρον ἑαυτῶν αἱ πόλεις ἔχουσιν; εἰ δὲ οὐκ ἐπίστασθε, μαθεῖν ἔδει πρῶτον, εἶτα ἄρχειν. λαʹ. |
| 31 | διοικηταῖς Ἀσίας. Τί ὄφελος ἀγρίων δένδρων φυομένων ἐπὶ βλάβῃ τοὺς κλάδους κόπτειν, ἐᾶν δὲ τὰς ῥίζας; λβʹ. |
| 32 | Ἐφεσίων γραμματεῦσιν. Λίθων ἐν πόλει καὶ γραφῶν ποικίλων καὶ περιπάτων καὶ θεάτρων οὐδὲν ὄφελος, εἰ μὴ νοῦς ἐνείη καὶ νόμος. νοῦς δὲ καὶ νόμος περὶ τούτων ἐστίν, οὐ ταῦτα. λγʹ. |
| 33 [5] | Μιλησίοις. Οἱ παῖδες ὑμῶν πατέρων δέονται, οἱ νέοι γερόντων, αἱ γυναῖκες ἀνδρῶν, οἱ ἄνδρες ἀρχόντων, οἱ ἄρχοντες νόμων, οἱ νόμοι φιλοσόφων, οἱ φιλόσοφοι θεῶν, οἱ θεοὶ πίστεως. προγόνων ἀγαθῶν ἐστε, τὰ παρόντα μισεῖτε. λδʹ. |
| 34 [5] | τοῖς ἐν Μουσείῳ σοφοῖς. Ἐγενόμην ἐν Ἄργει καὶ Φωκίδι καὶ Λοκρίδι καὶ ἐν Σικυῶνι καὶ ἐν Μεγάροις καὶ διαλεγόμενος τοῖς ἔμπροσθεν χρόνοις ἐπαυσάμην ἐκεῖ. τί οὖν, εἴ τις ἔροιτο, τὸ αἴτιον; ἐγὼ φράσαιμ’ ἂν ὑμῖν τε καὶ Μούσαις· ἐβαρβαρώθην οὐ χρόνιος ὢν ἀφ’ Ἑλλάδος, ἀλλὰ χρόνιος ὢν ἐν Ἑλλάδι. λεʹ. |
| 35 [10] | Ἑστιαίῳ. Ἀρετὴ καὶ χρήματα παρ’ ἡμῖν ἀλλήλοις ἐναντιώτατα, μειούμενον γὰρ τὸ ἕτερον αὔξει τὸ ἕτερον, αὐξανόμενον δὲ μειοῖ. πῶς οὖν δυνατὸν ἀμφότερα περὶ τὸν αὐτὸν γενέσθαι; πλὴν εἰ μὴ τῷ τῶν ἀνοήτων λόγῳ, παρ’ οἷς καὶ ὁ πλοῦτος ἀρετή. μὴ δὴ τοσοῦτον ἡμῶν ἀναισθητεῖν ἐπίτρεπε τοῖς αὐτόθι, μηδὲ ἔα πλουσίους ἡμᾶς ὑπολαμβάνειν μᾶλλον ἢ φιλοσόφους. καὶ γὰρ αἴσχιστον ἀποδημεῖν ἡμᾶς διὰ χρήματα δοκεῖν, ἐνίων, ἵνα μνήμην ἑαυτῶν καταλείπωσι, μηδὲ ἀρετὴν ἀσπασαμένων. λϛʹ. |
| 36 [5] | Κορινθίῳ Βάσσῳ. Ἦν Πραξιτέλης Χαλκιδεὺς μαινόμενος ἄνθρωπος. οὗτος ἦλθέ ποτε ξιφήρης ἐπὶ θύρας τὰς ἐμὰς ὑπὸ σοῦ σταλεὶς τοῦ φιλοσόφου καὶ ἀγωνοθέτου τῶν Ἰσθμίων. τοῦ φόνου δ’ ἦν μισθὸς δεδομένος ἡ τῆς γυναικός σου κοινωνία, καί, μιαρὲ Βάσσε, πολλάκις εὐεργέτης ἐγενόμην σου. λζʹ. |
| 37 [5] | τῷ αὐτῷ. Εἰ πυνθάνοιτο Κορινθίων τις, πῶς ὁ Βάσσου πατὴρ ἀπέθανεν, ἐροῦσιν ἅπαντες οἱ ἀστικοὶ καὶ οἱ μέτοικοι· φαρμάκῳ. τίνος δόντος; ἐροῦσι καὶ οἱ ὅμοροι· τοῦ φιλοσόφου. καὶ ὁ μιαρὸς τῷ πτώματι τοῦ πατρὸς ἑπόμενος ἔκλαιεν. ληʹ. |
| 38 [5] | τοῖς ἐν Σάρδεσιν. Ἀρετῆς μὲν ὑμῖν πρωτεῖον οὐκ ἔστι, ποίας γὰρ ἀρετῆς; εἰ δὲ κακίας φέρεσθε τὰ πρῶτα, πάντες ὑφ’ ἓν φέρεσθε. τίνες τοῦτο φήσουσι περὶ τῶν ἐν Σάρδεσιν; οἱ ἐν Σάρδεσιν. οὐδεὶς γὰρ οὐδενὶ τῶν αὐτόθι φίλος, ὥστ’ ἀρνεῖσθαί τι τῶν ἀτόπων δι’ εὔνοιαν. λθʹ. |
| 39 | τοῖς αὐτοῖς. Αἰσχρὰ καὶ τὰ ὀνόματα τῶν ταγμάτων ὑμῶν· Κόδδαροι, Ξυρισίταυροι. ταῦτα τοῖς τέκνοις τίθεσθε τὰ πρῶτα, καὶ εὐτυχεῖτε γίνεσθαι τούτων ἄξιοι. μʹ. |
| 40 | τοῖς αὐτοῖς. Κόδδαροι, καὶ Ξυρισίταυροι. Τὰς δὲ θυγατέρας ὑμῶν καὶ τὰς γυναῖκας πῶς ἂν προσαγορεύοιτε; τῶν γὰρ αὐτῶν ταγμάτων εἰσὶ καὶ αὗται καὶ θρασύτεραι. μαʹ. |
| 41 | τοῖς αὐτοῖς. Οὐδὲ τοὺς οἰκέτας ὑμῖν εὐνοεῖν εἰκός, πρῶτον μὲν ὅτι οἰκέται, εἶθ’, ὅτι τῶν ἐναντίων ταγμάτων οἱ πλεῖστοι. κἀκεῖνοι γὰρ ὁμοίως ὑμῖν ἀπὸ γένους. μβʹ. |
| 42 | Πλατωνικοῖς. Ἐάν τις Ἀπολλωνίῳ χρήματα διδῷ, καὶ ὁ διδοὺς ἄξιος νομίζηται, λήψεται δεόμενος. φιλοσοφίας δὲ μισθὸν οὐ λήψεται, κἂν δέηται. μγʹ. |
| 43 [5] | τοῖς οἰησισόφοις. Εἰ λέγει τις εἶναι γνώριμος ἐμός, λεγέτω καὶ μένειν ἔνδον, ἀπέχεσθαι λουτροῦ παντός, ζῷα μὴ κτείνειν, μηδὲ ἔδειν σάρκας, ἀπαθὴς εἶναι φθόνου κακοηθείας μίσους διαβολῆς ἔχθρας, τοῦ τῶν ἐλευθέρων ὀνομάζεσθαι γένους, ἢ φυλακτέος πλάσματα φέρων τρόπου τε καὶ ἤθους καὶ λόγων ψευδῶν ἀλλοτρίου βίου πίστιν. ἔρρωσθε. μδʹ. |
| 44 [25] | Ἑστιαίῳ τῷ ἀδελφῷ. Τί θαυμαστόν, εἴ με τῶν ἄλλων ἀνθρώπων ἰσόθεον ἡγουμένων, τινῶν δὲ καὶ θεόν, μόνη μέχρι νῦν ἡ πατρὶς ἀγνοεῖ, δι’ ἣν ἐξαιρέτως ἐσπούδασα λαμπρὸς εἶναι; τουτὶ γὰρ οὐδ’ ὑμῖν τοῖς ἀδελφοῖς, ὡς ὁρῶ, γέγονε φανερόν, ὥς εἰμι ἀμείνων πολλῶν λόγους τε καὶ ἦθος. ἐπεὶ πῶς ἄν μου κατεγινώσκετε χαλεπὴν κατάγνωσιν (ὡς) ὑπομνήσεως τὴν ἀρχὴν δεομένων, περὶ ὧν μόνων οὐδὲ τῶν ἀμαθεστάτων ἄν τις περιμείνειε διδαχθῆναι; λέγω δὲ πατρίδος τε καὶ ἀδελφῶν. καίτοι οὐ λέληθεν ὑμᾶς, ὡς καλῶς ἔχον ἐστὶ πᾶσάν τε γῆν πατρίδα νομίζειν καὶ πάντας ἀνθρώπους ἀδελφοὺς καὶ φίλους, ὡς ἂν γένος μὲν ὄντας θεοῦ, μιᾶς δὲ φύσεως, κοινωνίας δ’ οὔσης λόγου τε παντὶ καὶ πᾶσι (καὶ) παθῶν τῆς αὐτῆς, ὅπη γε καὶ ὅπως ἄν τις τύχῃ γενόμενος, εἴτε βάρβαρος, εἴτε καὶ Ἕλλην ἄλλως τε καὶ ἄνθρωπος. ἀλλ’ ἔστι γάρ πως τὸ συγγενὲς ἀκατασόφιστον καὶ πᾶν ἀνακλητικὸν αὑτοῦ τὸ οἰκεῖον. οὕτως ὁ Ὁμηρικὸς Ὀδυσσεύς, ὥς φασιν, οὐδὲ ἀθανασίαν ὑπὸ θεᾶς διδομένην Ἰθάκης προὐτίμησεν. ὁρῶ δ’ ἔγωγε τὸν νόμον τόνδε καὶ διὰ τῶν ἀλόγων ζῴων πεφοιτηκότα. οὐ γάρ, ὁπόσον πτηνόν, καλιῶν ἀπόκοιτον ἰδίων, πᾶν τε βύθιον παρασύρεται μὲν ὑπὸ τοῦ φέροντος, ἐπάνεισι δὲ μὴ νικηθέν, θηρία μὲν γὰρ οὔτε λιμὸς οὔτε κόρος ἔπεισεν ἔξω φωλεῶν μεῖναι. ἕνα τούτων ἡ φύσις ἤνεγκεν ἄνθρωπον καὶ ταῦτα σοφὸν λεγόμενον, ᾧ κἂν πάντα τὰ λοιπὰ γῆ πᾶσα παρέχῃ, μνήματα οὐκ ἔχει δεῖξαι τὰ πατέρων. μεʹ. |
| 45 [10] | τῷ αὐτῷ. Εἰ τῶν ὄντων τὸ τιμιώτατον φιλοσοφία, πεπιστεύμεθα δ’ ἡμεῖς φιλοσοφεῖν, οὐκ ἂν ὀρθῶς ὑπολαμβανοίμεθα μισάδελφοι, καὶ ταῦτα δι’ αἰτίαν ἀγεννῆ τε ἅμα καὶ ἀνελεύθερον. χρημάτων γὰρ δήπου χάριν ἡ ὑποψία, τούτων δὲ καὶ πρὶν ἢ φιλοσοφεῖν ἐπειρώμεθα καταφρονεῖν, ὥστε τοῦ μὴ γράφειν εὐλογώτερον ἂν εἴη πρόφασιν ἑτέραν ὑπονοεῖν. ἐφυλαττόμην γὰρ ἀληθῆ μὲν γράφων ἀλαζὼν δοκεῖν, ψευδῆ δὲ ταπεινός, ὧν ἑκάτερον ἐπίσης ἀνιαρὸν ἀδελφοῖς τε καὶ φίλοις ἂν εἴη· νυνὶ μέντοι καὶ τοῦτο δηλῶ—συγχωροίη γὰρ ἂν ἴσως τὸ δαιμόνιον —ὅτι συμβαλὼν τοῖς ἐν Ῥόδῳ φίλοις μετ’ ὀλίγον ἐκεῖθεν ἐπάνειμι πρὸς ὑμᾶς λήγοντος ἔαρος. μϛʹ. |
| 46 [5] | Γορδίῳ. Ἠδικῆσθαί φασιν Ἑστιαῖον ὑπὸ σοῦ καὶ ταῦτα φίλου γεγονότος, εἴ γε σύ τινος φίλος. ὅρα δή, Γόρδιε, μὴ πεῖραν λάβῃς ἀνδρὸς οὐ δοκοῦντος, ἀλλὰ ὄντος. ἄσπασαι τὸν υἱὸν Ἀριστοκλείδην, ὃν εὔχομαι μὴ παραπλησίον σοι γενέσθαι. καὶ σὺ δ’ ἦσθα νέος ἄμεμπτος. μζʹ. |
| 47 [10] | Τυανέων τῇ βουλῇ καὶ τῷ δήμῳ. Προστάττουσιν ὑμῖν ἐπανιέναι πείθομαι. τοῦτο γὰρ δὴ πρὸς ἕνα πόλει πρεπωδέστερον (ἂν) εἴη, εἰ ἕνεκα τιμῆς μεταπέμποιτο πολίτην ἑαυτῆς. καὶ ὃν ἀπεδήμησα δὲ χρόνον, ἀπεδήμησα περιποιῶν ὑμῖν, εἰ καὶ ἐπαχθὲς εἰπεῖν, εὔκλειάν τε καὶ ὄνομα καὶ εὔνοιαν καὶ φιλίαν πόλεων ἐπιφανῶν, ὁμοίως δὲ καὶ ἀνδρῶν. εἰ δὲ καὶ μείζονος ἔτι καὶ κρείττονος ὑμεῖς ὑπολήψεως ἄξιοι, τό γε ἐμὸν καὶ τὸ παρὰ τῆς ἐμῆς φύσεως ἐπὶ τοσοῦτον ἐξήρκει μόνον δυνάμεώς τε καὶ σπουδῆς. ἔρρωσθε. μηʹ. |
| 48 [30] | Διοτίμῳ. Ἐπλανήθης οἰηθεὶς δεῖσθαί μέ τινος ἢ παρ’ αὐτοῦ σοῦ, πρὸς ὃν οὐδὲν ἦν μοί ποτε κοινόν τι γεγονός, ἢ παρ’ ἄλλου τινὸς ὁμοίου τε καὶ ὁμοίως. ἦν δὲ οὐδὲ τὸ ἀναλωθὲν εἴς τι τῶν σοι σωτηρίων πολύ τι. χαριεῖ δή μοι παθὼν εὖ δίχ’ ἀναλώματος, τηρήσω γάρ μου τὸ ἔθος μόνως οὕτως. ὅτι δὲ τοῦτον ἔχω τὸν τρόπον καὶ ταύτην τὴν διάθεσιν πρὸς ἅπαντάς μου τοὺς πολίτας, ἐῶ γὰρ λέγειν ὡς καὶ πρὸς πάντας ἀνθρώπους, ἔξεστι μαθεῖν παρὰ τῶν ἄλλων πολιτῶν εὖ παθόντων μέν, ὁσάκις ἐδεήθησάν τινος, ἀμοιβὴν δὲ αἰτηθέντων μηδεμίαν. μὴ δὴ δυσχεράνῃς, εἰ δεόντως ἐπιτιμηθεὶς ὁ ἐμὸς (οἰκέτης) ὑπὲρ τοῦ προσέσθαι τι τὴν ἀρχὴν ἀπέδωκεν εὐθὺς ὃ ἔλαβε Λυσίᾳ τῷ φίλῳ σου, φίλῳ δὲ καὶ ἐμοῦ, ἐπεὶ μηδένα ἠπίστατο τῶν καταλελειμμένων σου παίδων. εἰ δὲ δύο λόγοι περὶ ἐμοῦ λέγονται, λεχθήσονται δὲ καὶ ἐσύστερον, τί θαυμαστόν; ἀνάγκη γὰρ περὶ παντὸς ἄκρου δοκοῦντος καθ’ ὁτιοῦν ἐναντίους λέγεσθαι λόγους. οὕτως περὶ Πυθαγόρου περὶ Ὀρφέως περὶ Πλάτωνος περὶ Σωκράτους οὐκ ἐλέχθη μόνον, ἀλλὰ καὶ ἐγράφη τὰ ἐναντία, ὅπου γε μὴ τὰ ὅμοια καὶ περὶ αὐτοῦ τοῦ θεοῦ. ἀλλ’ οἱ μὲν ἀγαθοὶ δέχονται τὸν ἀληθῆ λόγον, ὡς ἂν ἔχοντές τι συγγενές, οἱ δὲ φαῦλοι τὸν ἐναντίον, καὶ ἔστι τοῦ τοιούτου γένους καταγελᾶν, λέγω δὲ τοῦ χείρονος. τοσοῦτο μόνον δίκαιον ὑπομνῆσαι περὶ ἐμαυτοῦ τὸ νῦν, ὅτι περὶ ἐμοῦ καὶ θεοῖς εἴρηται ὡς περὶ θείου ἀνδρὸς οὐ μόνον ἰδίᾳ τισὶ πολλάκις, ἀλλὰ καὶ δημοσίᾳ. ἐπαχθὲς λέγειν τι περὶ αὑτοῦ πλεῖον ἢ μεῖζον. ὑγιαίνειν εὔχομαι. μθʹ. |
| 49 [5] | Φερουκιανῷ. Πάνυ τοῖς πεμφθεῖσιν ὑπὸ σοῦ γράμμασιν ἥσθην, πολλὴν γὰρ οἰκειότητα καὶ γένους ἀνάμνησιν εἶχε, καὶ πέπεισμαι δι’ ἐπιθυμίας εἶναί σοι θεάσασθαί με καὶ ὑπ’ ἐμοῦ θεαθῆναι. αὐτὸς οὖν ἀφίξομαι πρὸς ὑμᾶς ὅτι τάχιστα, ὅθεν ἔχου τῶν αὐτόθι. συμμίξεις δέ μοι πλησίον γενομένῳ πρὸ τῶν ἄλλων οἰκείων τε καὶ φίλων, ἐπεὶ καὶ προσήκει σοι τοῦτο. νʹ. |
| 50 [5] | Εὐφράτῃ. Ἐν γένει δαιμόνων καὶ ὁ σοφώτατος Πυθαγόρας ἦν. σὺ δ’ ἔτι μοι δοκεῖς πορρωτάτω φιλοσοφίας εἶναι καὶ ἀληθινῆς ἐπιστήμης, ἢ οὐκ ἂν οὔτε κἀκεῖνον κακῶς ἔλεγες, οὔτε τινὰς τῶν ζηλούντων αὐτὸν διετέλεις μισῶν. ἄλλο τί σοι νῦν πρακτέον ἂν εἴη· φιλοσοφίας γὰρ ἤμβροτες, οὐδ’ ἔτυχες (οὐ) μᾶλλον ἢ Μενελάου Πάνδαρος ἐν τῇ τῶν ὅρκων συγχύσει. ναʹ. |
| 51 [5] | τῷ αὐτῷ. Ἐπιτιμῶσί σοί τινες, ὡς εἰληφότι χρήματα παρὰ τοῦ βασιλέως, ὅπερ οὐκ ἄτοπον, εἰ μὴ φαίνοιο φιλοσοφίας εἰληφέναι μισθὸν καὶ τοσαυτάκις καὶ ἐπὶ τοσοῦτον καὶ παρὰ τοσούτων καὶ περὶ σοῦ πεπιστευκότων εἶναί σε φιλόσοφον. νβʹ. |
| 52 [10] | τῷ αὐτῷ. Ἐάν τις ἀνδρὶ Πυθαγορείῳ συγγένηται, τίνα παρ’ αὐτοῦ λήψεται καὶ ὁπόσα, φαίην ἂν ἔγωγε· νομοθετικὴν γεωμετρίαν ἀστρονομίαν ἀριθμητικὴν ἁρμονικὴν μουσικὴν ἰατρικὴν, πᾶσαν θείαν μαντικήν, τὰ δὲ καλλίω μεγαλοφροσύνην μεγαλοψυχίαν μεγαλοπρέπειαν εὐστάθειαν εὐφημίαν γνῶσιν θεῶν, οὐ δόξαν, εἴδησιν δαιμόνων, οὐχὶ πίστιν, φιλίαν ἑκατέρων, αὐτάρκειαν ἐκτένειαν λιτότητα βραχύτητα τῶν ἀναγκαίων εὐαισθησίαν εὐκινησίαν εὔπνοιαν εὔχροιαν ὑγείαν εὐψυχίαν ἀθανασίαν. παρὰ σοῦ δέ, Εὐφρᾶτα, τί λαβόντες ἔχουσιν οἱ συνόντες; ἢ δηλονότι τὴν ἀρετήν, ἣν ἔχεις; νγʹ. |
| 53 [5] | Κλαύδιος Τυανέων τῇ βουλῇ. Ἀπολλώνιον τὸν ὑμέτερον πολίτην Πυθαγόρειον φιλόσοφον καλῶς ἐπιδημήσαντα τῇ Ἑλλάδι καὶ τοὺς νέους ἡμῶν ὠφελήσαντα τιμήσαντες ἀξίαις τιμαῖς, αἷς πρέπει τοὺς ἀγαθοὺς ἄνδρας καὶ ἀληθῶς προϊσταμένους φιλοσοφίας, τὴν εὔνοιαν ἡμῶν ἠθελήσαμεν ὑμῖν δι’ ἐπιστολῆς φανερὰν γενέσθαι. ἔρρωσθε. νδʹ. |
| 54 [5] | Ἀπολλώνιος δικαιωταῖς Ῥωμαίων. Λιμένων καὶ οἰκοδομημάτων καὶ περιβόλων καὶ περιπάτων ἐνίοις ὑμῶν πρόνοια, παίδων δὲ τῶν ἐν ταῖς πόλεσιν ἢ νέων ἢ γυναικῶν οὔθ’ ὑμῖν οὔτε τοῖς νόμοις φροντίς. ἢ καλὸν ἂν εἴη τὸ ἄρχεσθαι; νεʹ. |
| 55 [25] | τῷ ἀδελφῷ Ἀπολλώνιος. Φύσιν ἔχει τῶν τελειωθέντων ἕκαστον ἀπιέναι καὶ τοῦτο παντὶ γῆράς ἐστι, μεθ’ ὃ μηκέτι μένει. μὴ δή σε λυπείτω τῆς γυναικὸς ἡ ἐν ἀκμῇ τῆς ἡλικίας ἀποβολή, μηδέ, ἐπεὶ θάνατός τι λέγεται, κρεῖττον αὐτοῦ τὸ ζῆν ὑπολάμβανε χεῖρον ὂν τῷ παντὶ τοῖς νοῦν ἔχουσι. γενοῦ δὴ ἀδελφὸς τὸ μὲν κοινότατον φιλοσόφου, τὸ δ’ ἐξαίρετον Πυθαγορείου καὶ Ἀπολλωνίου, καί σου τὴν οἰκίαν τὴν αὐτὴν ποίησον. εἰ μὲν γὰρ ἐνεκαλοῦμέν τι τῇ προτέρᾳ, κἂν εἰκότως ἐδοκοῦμεν ἀποδειλιᾶν, εἰ δ’ ἡ μὲν σεμνή τε διετέλεσεν οὖσα καὶ φίλανδρος καὶ διὰ τοῦτο ἐπιζητήσεως ἀξία, τί καὶ διανοηθέντες οὐκ ἂν ὅμοια καὶ περὶ τῆς μελλούσης προσδοκοίημεν; ἣν εἰκὸς ἂν ἐθελῆσαι καὶ ἀμείνονα γενέσθαι μηδαμοῦ τῆς προτέρας ἀμελείᾳ κακωθείσης. δυσωπείτω δέ σε καὶ τὰ τῶν ἀδελφῶν οὕτω μέχρι νῦν ἔχοντα· τῷ πρεσβυτάτῳ μὲν γὰρ (σοὶ) οὐδὲ γόνος οὐδέπω, τῷ νεωτάτῳ δὲ ἐλπὶς μὲν ἔτι παιδοποιίας, ἐν προκοπῇ δέ γε τοῦ χρόνου, καὶ ἡμεῖς μὲν ἑνὶ τρεῖς γεγόναμεν, τρισὶ δ’ ἡμῖν οὐδὲ εἷς. ἴσος δὲ καὶ ὁ κίνδυνος τῇ πατρίδι καὶ τῷ βίῳ τῷ μεθ’ ἡμᾶς. εἰ γὰρ ἡμεῖς ἀμείνους τοῦ πατρός—ἄλλως δέ, καθ’ ὃ πατήρ, χείρους—πῶς οὐκ ἂν βελτίους ἐξ ἡμῶν εἰκὸς ἂν ὑπάρξαι; γενέσθωσαν οὖν τινες, οἷς παραθησόμεθα γοῦν ὀνόματα, ὡς ἡμῶν οἱ πρόγονοι συνύφηναν. ὑπὸ δακρύων οὐχ οἷός τε ἐγενόμην πλείονα γράψαι, καὶ οὐδὲ εἶχον ἀναγκαιότερα τούτων. νϛʹ. |
| 56 [10] | Σαρδιανοῖς. Κροῖσος ἀπέβαλε τὴν Λυδῶν ἀρχὴν Ἅλυν διαβάς, ἐλήφθη ζῶν, ἐδέθη πέδαις, ἐπὶ πυρὰν ἀνεβιβάσθη, τὸ πῦρ εἶδεν ἡμμένον αἰρόμενον εἰς ὕψος· ἔζησεν, ἐδόκει γὰρ τῷ θεῷ τετιμημένος. τί οὖν ὕστερον; οὗτος ὁ πρόγονος ὑμῶν ἅμα καὶ βασιλεὺς ὁ τοσαῦτα παθὼν παρὰ τὴν ἀξίαν τραπέζης ἐκοινώνησε τῷ πολεμίῳ, σύμβουλος ἦν εὔνους, πιστὸς φίλος. ὑμῖν δὲ ἄσπονδα καὶ ἀκήρυκτα καὶ ἀμείλικτα ἔτι τε ἀνίερα καὶ ἄθεα τὰ πρὸς γονεῖς πρὸς τέκνα, τὰ πρὸς φίλους συγγενεῖς φυλέτας. ἐχθροὶ γεγόνατε μήτε Ἅλυν διαβάντες, μήτε δεξάμενοί τινα ἄνθρωπον ἔξωθεν, καὶ ἡ γῆ φέρει καρπὸν ὑμῖν. ἄδικος ἡ γῆ. νζʹ. |
| 57 [5] | συγγραφεῦσι λογίοις. Φῶς παρουσία πυρός, ἢ οὐκ ἂν ἄλλως γένοιτο. πῦρ μὲν οὖν αὐτὸ τὸ πάθος, καὶ ᾧ γίνεται, καίεται γοῦν, φῶς δὲ ταῖς ὄψεσι μόνον αὐγὴν ἑαυτοῦ παρέχεται μὴ βιαζόμενον αὐτάς, ἀλλὰ πεῖθον. τοίνυν καὶ λόγος ὁ μὲν ὥσπερ πῦρ καὶ πάθος, ὁ δὲ ὥσπερ αὐγὴ καὶ φῶς ἐστιν· ὃ κρεῖττον ὄν, εἰ μὴ μεῖζον εὐχῆς τὸ ῥηθησόμενον, εἴη μοι. νηʹ. |
| 58 [45] | Οὐαλερίῳ. Θάνατος οὐδεὶς οὐδενὸς ἢ μόνον ἐμφάσει, καθάπερ οὐδὲ γένεσις οὐδενὸς ἢ μόνον ἐμφάσει. τὸ μὲν γὰρ ἐξ οὐσίας τραπὲν εἰς φύσιν ἔδοξε γένεσις, τὸ δὲ ἐκ φύσεως εἰς οὐσίαν κατὰ ταὐτὰ θάνατος οὔτε γιγνομένου κατ’ ἀλήθειάν τινος, οὔτε φθειρομένου ποτέ, μόνον δὲ ἐμφανοῦς ὄντος ἀοράτου τε ὕστερον τοῦ μὲν διὰ παχύτητα τῆς ὕλης, τοῦ δὲ διὰ λεπτότητα τῆς οὐσίας, οὔσης μὲν αἰεὶ τῆς αὐτῆς, κινήσει δὲ διαφερούσης καὶ στάσει. τοῦτο γάρ που τὸ ἴδιον ἀνάγκῃ τῆς μεταβολῆς οὐκ ἔξωθεν γινομένης ποθέν, ἀλλὰ τοῦ μὲν ὅλου μεταβάλλοντος εἰς τὰ μέρη, τῶν μερῶν δὲ εἰς τὸ ὅλον τρεπομένων ἑνότητι τοῦ παντός. εἰ δὲ ἐρήσεταί τις· τί τοῦτό ἐστι τὸ ποτὲ μὲν ὁρατόν, ποτὲ δὲ ἀόρατον, ἢ τοῖς αὐτοῖς γινόμενον ἢ ἄλλοις; φαίη τις ἄν, ὡς ἔθος ἑκάστου ἐστὶ τῶν ἐνθάδε γενῶν, ὃ πληρωθὲν μὲν ἐφάνη διὰ τὴν τῆς παχύτητος ἀντιτυπίαν, ἀόρατον δέ ἐστιν, εἰ κενωθείη διὰ λεπτότητα τῆς ὕλης βίᾳ περιχυθείσης ἐκρυείσης τε τοῦ περιέχοντος αὐτὴν αἰωνίου μέτρου, γεννητοῦ δ’ οὐδαμῶς, οὐδὲ φθαρτοῦ. τί δὲ καὶ τὸ τῆς πλάνης ἐπὶ τοσοῦτον ἀνέλεγκτον; οἴονται γάρ τινες, ὃ πεπόνθασιν, αὐτοὶ τοῦτο πεποιηκέναι, μὴ εἰδότες, ὡς ὁ γεννηθεὶς διὰ γονέων γεγέννηται, οὐχ ὑπὸ γονέων, καθάπερ τὸ διὰ γῆς φυὲν οὐκ ἐκ γῆς φύεται, πάθος τε οὐδὲν τῶν φαινομένων περὶ ἕκαστον, ἀλλὰ μᾶλλον περὶ ἓν ἑκάστου. τοῦτο δὲ τί ἂν ἄλλο τις εἰπὼν ἢ τὴν πρώτην οὐσίαν ὀρθῶς ἂν ὀνομάσειεν; ἣ δὴ μόνη ποιεῖ τε καὶ πάσχει πᾶσι γινομένη πάντα διὰ πάντων θεὸς ἀίδιος, ὀνόμασι καὶ προσώποις ἀφαιρουμένη τὸ ἴδιον ἀδικουμένη τε. καὶ τοῦτο μὲν ἔλαττον. τὸ δὲ (μεῖζον)· κλαίεταί τις, ὅταν θεὸς ἐξ ἀνθρώπου γένηται τόπου μεταβάσει καὶ οὐχὶ φύσεως. ὡς δὲ ἔχει τὸ ἀληθές, οὐ πενθητέον σοι θάνατον, ἀλλὰ τιμητέον καὶ σεβαστέον. τιμὴ δὲ ἡ ἀρίστη τε καὶ πρέπουσα, εἰ ἀφεὶς θεῷ τὸν ἐκεῖ γενόμενον ἀνθρώπων τῶν πεπιστευμένων τὰ νῦν ἄρχοις, ᾗ πρότερον ἦρχες. αἰσχρόν, εἰ χρόνῳ μὴ λογισμῷ γένοιο βελτίων, εἰ χρόνος καὶ τοὺς κακοὺς λύπης ἔπαυσε. μέγιστον ἀρχὴ ἱκανή, καὶ μεγίστων ἄρχων ἄριστος, ὃς ἂν αὑτοῦ πρότερον ἄρχῃ. ποῦ δὲ καὶ ὅσιον ἀπεύχεσθαι τὸ βουλήσει θεοῦ γενόμενον; εἰ τάξις ἐστὶ τῶν ὄντων, ἔστι δέ, καὶ θεὸς ἐπιστατεῖ ταύτης, ὁ δίκαιος οὐ βουλήσεται (ἀπεύχεσθαι) τὰ ἀγαθά, πλεονεκτικὸν γὰρ καὶ παρὰ τάξιν τὸ τοιοῦτον, ἡγήσεται δὲ τὰ γινόμενα συμφέρειν. πρόελθε καὶ θεράπευσαι, δίκασον καὶ παρηγόρησον τοὺς ἀθλίους, τῶν δὲ δακρύων οὕτως ἀποτρέψεις. οὐ τὰ ἴδια τῶν κοινῶν, ἀλλὰ τὰ κοινὰ τῶν ἰδίων προτιμητέον. οἷον δέ σοι καὶ τὸ τῆς παραμυθίας εἶδος· σὺν ὅλῳ τὸν υἱὸν ἔθνει πεπένθηκας. |
| 58 (50) [70] | ἄμειψαι τοὺς μετὰ σοῦ λελυπημένους, ἀμείψῃ δέ, ἐὰν λυπούμενος παύσῃ, τάχιον (ἢ) ἐὰν μὴ προέλθῃς. φίλους οὐκ ἔχεις; υἱὸν δὲ ἔχεις. καὶ νῦν τὸν τεθνηκότα; φήσει τις τῶν νοῦν ἐχόντων. τὸ γὰρ ὂν οὐκ ἀπόλλυται, διὰ τοῦτο ὄν, ὅτι ἔσται διὰ παντός, ἢ καὶ τὸ μὴ ὂν γίνεται, πῶς δ’ ἂν γένοιτο μὴ ἀπολλυμένου τοῦ ὄντος; εἴποι ἂν ἕτερός τις, ὡς ἀσεβεῖς τε καὶ ἀδικεῖς. ἀσεβεῖς μὲν τὸν θεόν, ἀδικεῖς δὲ τὸν υἱόν, μᾶλλον δὲ κἀκεῖνον ἀσεβεῖς· βούλει δὲ μαθεῖν οἷόν ἐστι θάνατος; ἄνελέ με πέμψας μετὰ ταύτην τὴν φωνήν, ἣν ἐὰν μὴ μεταμφιέσῃ, παραχρῆμα κρείττονά με σεαυτοῦ πεποίηκας. ἔχεις χρόνον, ἔχεις γυναῖκα ἔμφρονα φίλανδρον, ὁλόκληρος εἶ, παρὰ σεαυτοῦ λαβὲ τὸ λεῖπον. Ῥωμαῖός τις τῶν πάλαι γεγονότων, ἵνα σώσῃ τὸν τῆς ἀρχῆς νόμον τε καὶ κόσμον, υἱὸν ἴδιον ἀπέκτεινε καὶ στεφανώσας ἀπέκτεινε. πόλεων ἄρχεις πεντακοσίων Ῥωμαίων ὁ εὐγενέστατος. ταῦτα σαυτὸν διατίθης, ἐξ ὧν οὐδ’ οἰκίας τις εὐσταθῶς ἄρξει, μήτι γε πόλεών τε καὶ ἐθνῶν. Ἀπολλώνιος εἰ παρῆν, Φαβοῦλλαν ἂν μὴ πενθεῖν ἔπεισεν. νθʹ. |
| 59 [5] | Βασιλεὺς Βαβυλωνίων Γάρμος Νεογύνδῃ Ἰνδῶν βασιλεῖ. Εἰ μὴ περίεργος ἦς, οὐκ ἂν ἦς ἐν τοῖς ἀλλοτρίοις πράγμασι δίκαιος, οὐδὲ ἂν ἄρχων ἐν Ἰνδοῖς ἐδίκαζες Βαβυλωνίοις. πόθεν γάρ σοι γνώριμος ἦν ὁ ἡμέτερος δῆμος; νῦν δὲ ἐπείρασας ἀρχὴν τὴν ἐμὴν ὑποκοριζόμενος ἐπιστολαῖς καὶ τοιαύτας ἀρχὰς καθιεὶς καὶ πρόσχημα ποιούμενος τῆς πλεονεξίας τὴν φιλανθρωπίαν. περανεῖς δὲ οὐδέν, οὔτε γὰρ λαθεῖν (ἂν) δύναιο. ξʹ. |
| 60 [5] | Εὐφράτῃ. Ἦν Πραξιτέλης Χαλκιδεὺς μαινόμενος ἄνθρωπος. οὗτος ὤφθη παρὰ ταῖς θύραις ταῖς ἐμαῖς ξίφος ἔχων ἐν Κορίνθῳ μετὰ σοῦ γνωρίμου. τίς οὖν ἡ τῆς ἐπιβουλῆς αἰτία; οὐ γὰρ πώποτε σὰς βοῦς ἤλασα, ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα τῆς τε ἐμῆς φιλοσοφίας καὶ τῆς σῆς. ξαʹ. |
| 61 | Λεσβώνακτι. Ἀνάχαρσις ὁ Σκύθης ἦν σοφός, εἰ δὲ Σκύθης, ὅτι καὶ Σκύθης. ξβʹ. |
| 62 [10] | Λακεδαιμόνιοι Ἀπολλωνίῳ. Τᾶν δεδομενᾶν τιμᾶν σοι ἀπεστάλκαμεν τόδε ἀντίγραφον σαμανάμενοι τᾷ δαμοσίᾳ σφραγῖδι, ἵνα ἴδῃς· Ψήφισμα Λακεδαιμονίων, καθὼς οἱ γέροντες ἐπέκριναν Τυνδάρεω εἰσηγησαμένω· ταῖν ἀρχαῖν ἔδοξε τέλεσί τε καὶ τῷ δήμῳ Ἀπολλώνιον Πυθαγόρειον ἦμεν πολίταν ἔχειν τε καὶ γᾶς καὶ οἴκων ἔγκτασιν. ἑστάκαμεν δὲ καὶ ἐπίσαμον εἰκόνα γραπτὰν καὶ χαλκᾶν ἀρετῆς χάριν. ὧδε γὰρ οἱ πατέρες ἁμῶν ἐτίμων ἄνδρας ἀγαθούς. ἐνόμιζον γὰρ ἦμεν Λυκούργω παῖδας, ὅσοι σύμφωνον θεοῖς τὸν βίον αἱρέοντο. ξγʹ. |
| 63 [5] | Ἀπολλώνιος ἐφόροις καὶ Λακεδαιμονίοις. Ἄνδρας ὑμῶν ἐθεασάμην ὑπήνην μὴ ἔχοντας, τοὺς μηροὺς καὶ τὰ σκέλη λείους τε καὶ λευκούς, μαλακὰς χλανίδας ἠμφιεσμένους (καὶ) λεπτάς, δακτυλίους πολλοὺς καὶ καλοὺς περικειμένους, ὑποδεδεμένους ὑπόδημα τὸ Ἰωνικόν. οὐκ ἐπέγνων οὖν τοὺς λεγομένους πρέσβεις, ἡ δὲ ἐπιστολὴ Λακεδαιμονίους ἔφασκεν. ξδʹ. |
| 64 | τοῖς αὐτοῖς. Καλεῖτέ με πολλάκις βοηθὸν ὑμῖν τῶν νόμων καὶ τῶν νέων ἐσόμενον. ἡ Σόλωνος δὲ πόλις οὐ καλεῖ με. Λυκοῦργον αἰδεῖσθε. ξεʹ. |
| 65 [5] | Ἐφεσίων τοῖς ἐν Ἀρτέμιδι. Ἔθος ὑμῖν ἅπαν ἁγιστείας, ἔθος δὲ βασιλικῆς τιμῆς. τἄλλ’ ὑμεῖς ἑστιάτορες μὲν καὶ δαιτυμόνες οὐ μεμπτοί, μεμπτοὶ δὲ σύνοικοι τῇ θεῷ νύκτας τε καὶ ἡμέρας, ἢ οὐκ ἂν ὁ κλέπτης τε καὶ λῃστὴς καὶ ἀνδραποδιστὴς καὶ πᾶς, εἴ τις ἄδικος ἢ ἱερόσυλος, ἦν ὁρμώμενος αὐτόθεν· τὸ γὰρ (ἱερὸν) τῶν ἀποστερούντων μυχός ἐστιν. ξϛʹ. |
| 66 [5] | τοῖς αὐτοῖς. Ἦλθεν ἐκ τῆς Ἑλλάδος ἀνὴρ Ἕλλην τὴν φύσιν, οὐκ Ἀθηναῖος, οὐδὲ Μεγαρεύς γε, λῷον δ’ ὄνομα παροικήσων ὑμῶν τῇ θεῷ. δότε μοι τόπον, ἔνθα μὴ καθαρσίων δεήσει μοι καίπερ ἔνδον ἀεὶ μένοντι. ξζʹ. |
| 67 [5] | τοῖς αὐτοῖς. Ἀνεῖται θύουσι τὸ ἱερὸν εὐχομένοις ὑμνοῦσιν ἱκέταις Ἕλλησι βαρβάροις ἐλευθέροις δούλοις. ὑπερφυῶς θεῖος ὁ νόμος. ἐπιγινώσκω τὰ σύμβολα τὰ Διός τε καὶ Λητοῦς, ἐὰν ᾖ μόνα ταῦτα. ξηʹ. |
| 68 [10] | Μιλησίοις. Σεισμὸς ὑμῶν τὴν γῆν ἔσεισεν, καὶ γὰρ ἄλλων πολλῶν πολλάκις. ἀλλ’ ἔπασχον μὲν ἃ ἠτύχουν ἐξ ἀνάγκης, ἐλεοῦντες δέ, οὐ μισοῦντες ἀλλήλους ἐφαίνοντο. μόνοι δὲ ὑμεῖς καὶ θεοῖς ὅπλα καὶ πῦρ ἐπηνέγκατε καὶ θεοῖς τοιούτοις, ὧν καὶ οἱ ἑτέρωθεν δέονται καὶ μετὰ κινδύνους καὶ πρὸ κινδύνων. ἀλλὰ καὶ φιλόσοφον ἄνδρα πρόκριτον ὑμεῖς Ἑλλήνων [δύο] δημοσίᾳ τὸ πάθημα φήναντα πολλάκις καὶ προαγορεύσαντα γενομένους τοὺς σεισμούς, αὐτόν, ὅτε ἔσεισεν ὁ θεός, ποιεῖν ἐλέγετε καθ’ ἑκάστην ἡμέραν. ὢ τῆς δημοσίας ἀμαθίας. καὶ πατὴρ ὑμῶν λέγεται Θαλῆς. ξθʹ. |
| 69 [15] | Τραλλιανοῖς. Πολλοὶ πολλαχόθεν ἄλλοι κατ’ ἄλλας αἰτίας νεώτεροί τε καὶ πρεσβύτεροι φοιτῶσι παρ’ ἐμέ. τὰς φύσεις οὖν ἑνὸς ἑκάστου σκέπτομαι καὶ τοὺς τρόπους, ὡς ἔνι μάλιστα συνετώτατα, τό τε πρὸς τὴν ἑαυτοῦ πόλιν ἑκάστου δίκαιον ἦθος ἢ τοὐναντίον. εἰς τήνδε τὴν ἡμέραν οὐκ ἂν ἔχοιμι προκρῖναι Τραλλιανῶν ὑμῶν οὐ Λυδούς, οὐκ Ἀχαιούς, οὐκ Ἴωνας, ἀλλ’ οὐδὲ τοὺς τῆς ἀρχαίας Ἑλλάδος Θουρίους Κροτωνιάτας Ταραντίνους, ἢ τινὰς ἄλλους τῶν ἐκεῖ λεγομένων εὐδαιμόνων Ἰταλιωτῶν ἢ ἑτέρων τινῶν. τίς οὖν ἡ αἰτία, δι’ ἣν ἀποδέχομαι μὲν ὑμᾶς, οὐ γίνομαι δὲ τοιούτοις ἀνδράσι σύνοικος, καίπερ ὢν γένος ὑμέτερον; ἄλλοτέ ποτ’ ἂν εἴποιμι. νῦν δὲ μόνον ὑμᾶς ἐπαινεῖν καιρὸς ἄνδρας τε τοὺς ἡγουμένους ὑμῶν, ὡς πολὺ κρείττους τῶν παρ’ ἑτέροις ἀρετῇ καὶ λόγῳ, καὶ μᾶλλον (τῶν) παρ’ οἷς γεγένηνται. οʹ. |
| 70 [10] | Σαίταις. Ἀθηναίων ἀπόγονοί ἐστε, καθάπερ ἐν Τιμαίῳ Πλάτων φησίν, οἱ δὲ τὴν κοινὴν ὑμῶν θεὸν ἐξορίζουσι τῆς Ἀττικῆς Νηὶθ μὲν τὴν ὑφ’ ὑμῶν, Ἀθηνᾶν δὲ τὴν ὑπ’ αὐτῶν ὀνομαζομένην οὐ μένοντες Ἕλληνες. ὅπως δ’ οὐ μένοντες, ἐγὼ φράσω· γέρων σοφὸς οὐδεὶς Ἀθηναῖος, οὐ γὰρ ἔφυ γένυς πᾶσα παντός, ὅτι μηδεμία μηδενός. ὁ κόλαξ παρὰ ταῖς πύλαις, ὁ συκοφάντης πρὸ τῶν πυλῶν, ὁ μαστροπὸς καὶ πρὸ τῶν μακρῶν τειχῶν, ὁ παράσιτος πρὸ τῆς Μουνυχίας καὶ πρὸ τοῦ Πειραιῶς, ἡ θεὸς δὲ οὐδὲ Σούνιον ἔχει. οαʹ. |
| 71 [10] | Ἴωσιν. Ἕλληνες οἴεσθε δεῖν ὀνομάζεσθαι διὰ τὰ γένη καὶ τὴν ἔμπροσθεν ἀποικίαν, Ἕλλησι δ’ ὥσπερ ἔθη καὶ νόμοι καὶ γλῶττα καὶ βίος ἴδιος, οὕτω καὶ σχῆμα καὶ εἶδος ἀνθρώπων. ἀλλ’ ὑμῶν γε οὐδὲ τὰ ὀνόματα μένει τοῖς πολλοῖς, ἀλλ’ ὑπὸ τῆς νέας ταύτης εὐδαιμονίας ἀπολωλέκατε τὰ τῶν προγόνων σύμβολα. καλῶς οὐδὲ τοῖς τάφοις ἐκεῖνοι δέχοιντ’ ἂν ἅτε ἀγνῶτας αὐτοῖς γενομένους, εἴ γε πρότερον ἡρώων ἦν ὀνόματα καὶ ναυμάχων καὶ νομοθετῶν, νυνὶ δὲ Λουκούλλων τε καὶ Φαβρικίων καὶ Λευκανίων τῶν μακαρίων. ἐμοὶ μὲν εἴη μᾶλλον ὄνομα Μίμνερμος. οβʹ. |
| 72 [5] | Ἑστιαίῳ. Ὁ πατὴρ ἡμῶν Ἀπολλώνιος ἦν τρὶς τοῦ Μηνοδότου, σὺ δὲ ἅπαξ ἐθέλεις ὀνομάζεσθαι Λουκρίτιος ἢ Λουπερκός. τίνος σὺ τούτων ἀπόγονος; αἰσχρόν, εἰ ὄνομα μὲν ἔχοις τινός, τὸ δὲ εἶδος αὐτοῦ μὴ ἔχοις. ογʹ. |
| 73 [5] | τῷ αὐτῷ. Πατρίδος ἐσμὲν πορρωτέρω σὺν δαίμονι, ἤδη δὲ τὰ τῆς πόλεως πράγματα ἐν νῷ ἐβαλόμαν. ὁδεύει μοῖρα πρὸς τέλος ἀνδρῶν, οἱ τὰν πρώταν λελόγχασι τιμάν. ἄρξει δὲ τὸ λοιπὸν παιδάρια καὶ μικρὸν ἐπάνω τούτων μείρακες. ἐνταῦθά που δέος, μὴ σφαλῇ τὰ ὑπὸ νέων κυβερνώμενα. σοὶ δ’ οὐ δέος, ἐπεὶ βεβιώκαμεν. οδʹ. |
| 74 [5] | τοῖς Στωικοῖς. Ὥρα καὶ λιμὸς ἦν Βάσσῳ καίπερ ὄντων τῷ πατρὶ συχνῶν χρημάτων. πρῶτον μὲν οὖν ἔφυγε Μέγαράδε σὺν ἑνὶ τῶν λεγομένων ἐραστῶν, ἅμα δὲ καὶ μαστροπῶν—τροφῆς γὰρ ἀμφοτέροις ἔδει καὶ ἐφοδίων—ἔπειτα ἐκεῖθεν εἰς Συρίαν. ὑπεδέχετο δὲ τὸν ὡραῖον Εὐφράτης, καὶ εἴ τις ὁμοίως ἐδεῖτο τοῦ τότε καλοῦ, ὥστε ἂν αἱρεῖσθαί τι τῶν ἀτόπων δι’ εὔνοιαν. οεʹ. |
| 75 [5] | τοῖς ἐν Σάρδεσιν. Ὁ παῖς Ἀλυάττεω σῶσαι τὴν ἑαυτοῦ πόλιν ἀδύνατος ἐγένετο καὶ ἀμήχανος καίπερ ὢν βασιλεύς τε καὶ Κροῖσος, ὑμεῖς δὲ ποίῳ πεποιθότες ἄρα λέοντι πόλεμον ἄσπονδον ἤρασθε παῖδες νέοι πάντες ἄνδρες γέροντες, ἀλλὰ καὶ παρθένοι καὶ γυναῖκες; Ἐρινύων νομίσαι ἄν τις τὴν πόλιν εἶναι, καὶ οὐχὶ Δήμητρος. ἡ δὲ θεὰ φιλάνθρωπος· ὑμῖν δὲ τίς οὗτος ὁ χόλος; οϛʹ. |
| 76 [5] | τοῖς αὐτοῖς. Εἰκὸς εἰς πόλιν ἀρχαίαν τε καὶ μεγάλην ἐθελῆσαι φιλόσοφον ἀρχαῖον παραγενέσθαι, καὶ παρεγενόμην ἂν αὐτὸς ἑκὼν κληθῆναι μὴ περιμείνας, ὡς ὑφ’ ἑτέρων πολλῶν, εἰ ποιήσειν μίαν ὑμῶν τὴν πόλιν ἔμελλον ἤθει καὶ φύσει καὶ νόμῳ καὶ θεῷ. καὶ τὸ ὅσον ἐπ’ ἐμοὶ πάντως ἂν ἐποίησα, στάσις δέ, ὡς ἔφη τις, πολέμου χαλεπώτερον. οζʹ. |
| 77 [5] | Φοιτηταῖς. Διὰ φιλοσοφίαν εἴρηται τῶν εἰρημένων ἕκαστον, οὐ δι’ Εὐφράτην. μὴ τὸ Πραξιτέλους ξίφος ἢ τὸ Λυσίου φάρμακον πεφοβῆσθαί μέ τις δόξῃ. καὶ τοῦτο γάρ ἐστιν Εὐφράτου. οηʹ. |
| 78 | Ἰάρχᾳ καὶ τοῖς περὶ αὐτὸν σοφοῖς. —οὐ μὰ τὸ Ταντάλιον ὕδωρ, οὗ με ἐμυήσατε. οθʹ. |
| 79 | Εὐφράτῃ. Οὐκ ἐπιλογιζομένη ἡ ψυχὴ τὸ τοῦ σώματος αὔταρκες οὐ δύναται ἑαυτὴν αὐτάρκη ποιῆσαι. (X, 64.) πʹ. |
| 80 | τῷ αὐτῷ. Οἱ κράτιστοι τῶν ἀνθρώπων βραχυλογώτατοι. οἱ οὖν ἀδολέσχαι· εἰ ἠνιῶντο, ὡς ἀνιῶσι, οὐκ ἂν ἐμακρηγόρουν. (XXXVI, 29.) παʹ. |
| 81 | τοῖς γνωρίμοις. Σιμωνίδης ἔλεγε μηδέποτε αὐτῷ μεταμελῆσαι σιγήσαντι, φθεγξαμένῳ δὲ πολλάκις. (XXXIII, 12.) πβʹ. |
| 82 | τοῖς αὐτοῖς. Πολυλογία πολλὰ σφάλματα ἔχει, τὸ δὲ σιγᾶν ἀσφαλές. (XXXVI, 28.) πγʹ. |
| 83 | Δηλίῳ. Ψεύδεσθαι ἀνελεύθερον, ἀλήθεια γενναῖον. (XI, 20.) πδʹ. |
| 84 | τοῖς γνωρίμοις. Μηδέν με δόξητε ῥᾳδίως ἄλλοις παραινεῖν, αὐτὸς γὰρ ἐπὶ τῆς μάζης καὶ τῆς ἄλλης τῆς ἀκολούθου ταύτῃ διαίτης ὢν τοιαῦτα ὑμῖν παρεγγυῶ. (XVII, 15.) πεʹ. |
| 85 | Εἰδομένῃ. Ἐζηλώσαμεν τὴν αὐτάρκειαν, οὐχ ὅπως τοῖς εὐτελέσι καὶ λιτοῖς πάντως χρώμεθα, ἀλλ’ ὅπως θαρρῶμεν πρὸς αὐτά. (XVII, 14.) πϛʹ. |
| 86 | Μακεδόνι. Τῆς ὀξυθυμίας τὸ ἄνθος μανία. (XX, 49.) πζʹ. |
| 87 | Ἀριστοκλεῖ. Τὸ τῆς ὀργῆς πάθος μὴ καθομιλούμενον, μηδὲ θεραπευόμενον φυσικὴ νόσος γίνεται. (XX, 50.) πηʹ. |
| 88 | Σατύρῳ. Οἱ πολλοὶ τῶν ἀνθρώπων τῶν μὲν ἰδίων ἁμαρτημάτων συνήγοροι γίνονται, τῶν δὲ ἀλλοτρίων κατήγοροι. (XXIII, 15.) πθʹ. |
| 89 | Δαναῷ. Οὐ κάμνει τὰ πράγματα πρασσόμενα. (XXIX, 83.) ϛʹ. |
| 90 | Δίωνι. Τὸ μὴ γενέσθαι οὐδέν, τὸ δὲ γενέσθαι πόνος. (XXIX, 82.) ϛαʹ. |
| 91 | τοῖς ἀδελφοῖς. Οὐδενὶ φθονητέον· ἀγαθοὶ μὲν γὰρ ἄξιοι, κακοὶ δ’ ἂν εὐτυχῶσι, κακῶς ζῶσι. (XXXVIII, 58.) ϛβʹ. |
| 92 | Διονυσίῳ. Καλόν, πρὶν παθεῖν, διδαχθῆναι, πηλίκον ἐστὶν ἡσυχία. (LVIII, 12.) ϛγʹ. |
| 93 | Νουμηνίῳ. Οὐ θρηνητέον οἵων φίλων ἐστερήθημεν, ἀλλὰ μνημονευτέον, ὅτι μετὰ τῶν φίλων τὴν καλλίστην βιοτὴν ἐβιοτεύσαμεν. (CXXIV, 35.) ϛδʹ. |
| 94 | Θεαιτήτῳ. Τὸ λυπούμενον ἀλλοτρίοις κακοῖς παραμυθοῦ. (CXXIV, 37.) ϛεʹ. |
| 95 | Κορνηλιανῷ. Βραχὺς ὁ βίος ἀνθρώπῳ εὖ πράττοντι, δυστυχοῦντι δὲ μακρός. (CXXI, 34.) ϛϛʹ. |
| 96 | Δημοκράτει. Ὁ ὑπὲρ μικρῶν ἁμαρτημάτων ἀνυπερβλήτως ὀργιζόμενος οὐκ ἐᾷ διαγνῶναι τὸν ἁμαρτάνοντα, πότε ἔλαττον καὶ πότε μεῖζον ἠδίκησεν. (XX, 51.) ϛζʹ. |
| 97 | Λύκῳ. Οὐ τὸ πένεσθαι κατὰ φύσιν αἰσχρόν, ἀλλὰ τὸ δι’ αἰσχρὰν αἰτίαν πένεσθαι ὄνειδος. (XCV, 9.) |