eul_wid: mmg-bc
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Writers on Athens by Anonymous Historians (FGrH)

Writers on Athens is a modern compilation of ten excerpts from various ancient Greek authors whose works address Athenian history and culture. Assembled under an anonymous editorial title, it draws fragments from writers spanning the Classical to the Roman Imperial periods, serving as a focused resource for primary source perspectives on the city. The collected fragments address central themes of Athenian civilization, including the development of democratic institutions like the Assembly and courts, accounts of historical events such as the Persian and Peloponnesian Wars, and descriptions of laws, lawmakers like Solon, and notable legal cases. They also provide biographical details of prominent Athenian statesmen, generals, and philosophers, alongside the topography of the city, its monuments, religious sites, and social customs, festivals, and cultural practices. Each fragment possesses its own manuscript tradition, often preserved through quotation by later authors, papyri, or medieval copies, while the collection itself is a modern editorial project that transmits these selected passages into a single thematic format for academic use. Although the modern compilation has no independent reception history, it provides critical utility by consolidating dispersed source material. Its significance lies in facilitating access to the original fragments, which have themselves profoundly shaped the enduring legacy of ancient Athens in Western historical thought.

Διονύσιος ὁ Ἁλικαρνασσεύς σχῆμα δὲ ἀποδίδωμι τῆι πραγματείαι οὔθʼ ὁποῖον οἱ τοὺς πολέμους ἀναγράψαντες ἀποδεδώκασι ταῖς ἱστορίαις οὔθʼ ὁποῖον οἱ τὰς πολιτείας αὐτὰς ἐφʼ ἑαυτῶν διηγησάμενοι οὔτε ταῖς χρονικαῖς παραπλήσιον ἃς ἐξέδωκαν οἱ τὰς Ἀτθίδας πραγματευσάμενοι· μονοειδεῖς γὰρ ἐκεῖναί τε καὶ ταχὺ προσιστάμεναι τοῖς ἀκούουσιν.

Ἰώσηπος ὁ ἱστορικός οὐδʼ αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδας συγγεγραφότες ἢ περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοις κατηκολουθήκασι.

Στράβων καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων· διὰ δὲ τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφʼ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.

Στράβων οἵ τε τὴν Ἀτθίδα συγγράψαντες, πολλὰ διαφωνοῦντες, τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νισαίαν. Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου.

Κλήμης ὁ Ἀλεξανδρεύς κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῶι πρώτωι ἔτει, Θαργηλιῶνος μηνὸς δευτέραι ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος· Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῆι τρίτηι μηνὸς Πανήμου ὀγδόηι φθίνοντος· Ἑλλάνικος δὲ δωδεκάτηι Θαργηλιῶνος μηνός· καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόηι φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης— «νὺξ μὲν ἐῆν» φησὶν ὁ τὴν Μικρὰν Ἰλιάδα πεποιηκώς «μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα»—· ἕτεροι δὲ Σκιροφοριῶνος τῆι αὐτῆι ἡμέραι.

Ἀριστοφάνους Σχόλια οὐκ ἴσθʼ ὅτʼ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκετὴς καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὡ θεὸς σείων ἅμα· ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορος φησὶ καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς.

Πλούταρχος Πρωτογένης ὁ γραμματικὸς ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητήν «οὕτω δὴ τούτους» ἔφη «τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας, αὐτοὶ δʼ ἀφʼ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῶι λόγωι συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλωι Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος, ἣ καὶ σπάδιξ ὠνομάσθη.»

ὅτι οἱ θεσμοθέται —— διὰ τὸ δίκας ἐπιδεταγμένας ——— —— εἰσάγειν αὐτοί. μετέβαινον δὲ ο … ν —— εἰς τὸν Ἄρειον πάγον. τοῖς … δὲ ξ θεμένοις —— προς ὃν αἱ χρονογραφίαι … ——αρχος … νομοφυλάκων ἀρχ … —— ἀνδρῶν ια.

Παυσανίας ἐνταῦθα ... βωμοὶ ... καὶ Φαληροῦ· τοῦτον γὰρ τὸν Φαληρὸν Ἀθηναῖοι πλεῦσαι μετὰ Ἰάσονός φασιν ἐς Κόλχους. ἔστι δὲ καὶ Ἀνδρόγεω βωμὸς τοῦ Μίνω, καλεῖται δὲ Ἥρωος· Ἀνδρόγεω δὲ ὄντα ἴσασιν οἷς ἐστιν ἐπιμελὲς τὰ ἐγχώρια σαφέστερον ἄλλων ἐπίστασθαι.

Παυσανίας πρὸς δὲ τῶι ναῶι τῆς Ἀθηνᾶς .... ἀγάλματα μεγάλα χαλκοῦ διεστῶτες ἄνδρες ἐς μάχην, καὶ τὸν μὲν Ἐρεχθέα καλοῦσιν, τὸν δὲ Εὔμολπον· καίτοι λέληθέ γε οὐδὲ Ἀθηναίων ὅσοι τὰ ἀρχαῖα ἴσασιν, Ἰμμάραδον εἶναι παῖδα Εὐμόλπου τοῦτον τὸν ἀποθανόντα ὑπὸ Ἐρεχθέως.