eul_wid: mmg-bg
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Theramenes by Anonymous Historians (FGrH)

The work On Theramenes is a fragmentary Greek prose treatise known from a single excerpt preserved in the lexicon of Harpocration. It functions as an apologia for the Athenian politician Theramenes, who was executed in 404/3 BCE during the rule of the Thirty Tyrants. The text directly rebuts accusations made by his enemy Critias, a leading member of the oligarchic regime, and argues for the injustice of Theramenes's execution. It seeks to rehabilitate him as a political moderate unjustly killed by an extremist government, thereby engaging with the contemporary controversy over the conflict between moderation and oligarchic violence in late fifth-century Athens. The original treatise is lost and survives only as an anonymous citation; no independent manuscript tradition exists. Despite its fragmentary state, the work is a crucial piece of the immediate historiographical debate about Theramenes. It exemplifies the pro-Theramenean perspective attested in other historical sources and confirms the enduring polemical interest in his character and political fortunes in later antiquity.

… τοὺς Λακεδαιμονίους, ἀντέλεγον αὐτῶι φάσκοντες
ἁπάντων ἀτοπώτατον αὐτὸν διαπράττεσθαι· τοὺς μὲν γὰρ ἄλλους τἀπόρ-
ρητα ποιεῖσθαι πρὸς τοὺς πολεμίους, ἐκεῖνον δὲ περὶ ὧν τοῖς ἐχθροῖς
ἐρεῖν μέλλει ταῦτα πρὸς τοὺς πολίτας λέγειν μὴ τολμᾶν. ὁ δὲ πρὸς
τοῦτο παρελθὼν εἶπεν· «τὸ πλεῖστον τοῦ δέοντος ἁμαρτάνουσιν οἱ
ῥήτορες. εἰ μὲν γὰρ ἐφʼ ἡμῖν ἦν», ἔφη, «τὴν εἰρήνην … ι, οὐδὲν
διέφερεν ἂν ὑμᾶς ἀκούειν ἐφʼ οἷς αὐτὴν ἡγοῦμαι τῆι πόλει ποιήσασθαι
καλῶς ἔχειν· ἐπειδὴ δὲ οἱ πολέμιοι κύριοι καθεστᾶσιν, οὐκ ἀσφαλές
ἐστιν εἰκῆι περὶ αὐτῆς λέγειν. οὐ γὰρ δηλονότι τῶν διδομένων αὐτοῖς
παρʼ ἡμῶν οὐθὲν ἀξιώσουσιν ἀφαιρεῖν, ἕτερα δὲ πρὸς τούτοις
ἐπιτάττειν ἐπιχειρήσουσι. τὴν οὖν αἵρεσιν οὗτοι μὲν ἐπʼ ἐκείνοις
θήσουσιν, ἐγὼ δʼ ἐφʼ ὑμῖν. … υ … γὰρ τὰ παρʼ ἐκείνων
… αντα ἐν τῶι βουλεύσασθαι περὶ αὐτῶν.» ὑπολαβὼν δὲ
ὀρθῶς λέγειν αὐτὸν ὁ δῆμος πρεσβευτὴν αὐτοκράτορα τὴν εἰρήνην
ποιησόμενον ἀπέστειλεν. Θηραμένης δὲ παραυτίκα μὲν ὡς ἡιρέθη πρὸς
Λύσανδρον ἔπλευσεν εἰς Σάμον καὶ πρὸς ἐκεῖνον ἐπεχείρει πράττειν
τὰ περὶ τῆς εἰρήνης. ἐπειδὴ δὲ Λύσανδρος αὐτὸν ἐκέλευεν Λακεδαι-
μονίοις...
... εἰς τὸν … ἱερῶν … ν πόλεων … ων
καὶ τ … ν δύο μ … ν τριήρων … πέμψας …