ΨΗΦΙΣΜΑΤΩΝ ΣΥΝΑΓΩΓΗ.
Στέφανος ὁ Βυζάντιος : Καρήνη, πόλις Μυσίας. Ἡρόδοτος ἑβδόμῃ. Τὸ ἐθνικὸν Καρηναῖος, ὡς Κράτερος γʹ Περὶ ψηφισμάτων· «Γρυνεῖς, Πιταναῖοι, Καρηναῖοι.»
Στέφανος ὁ Βυζάντιος Δῶρος: Ἔστι καῖ Καρίας Δῶρος πόλις, ἣν συγκαταλέγει ταῖς πόλεσι ταῖς Καρικαῖς Κράτερος ἐν τῷ Περὶ ψηφισμάτων γʹ· «Καρικὸς φόρος· Δῶρος, Φασελῖται ...»
Στέφανος ὁ Βυζάντιος : Τυρέδιζα, πόλις Θρᾴκης μετὰ Σέρριον. Ἑλλάνικος δὲ Τυρόδιζαν αὐτήν φησιν ἐν Περσικῶν δευτέρῳ. Τὸ ἐθνικὸν δεῖ Τυροδιζαῖος, ὡς Γαζαῖος· νῦν δὲ Τυροδιζηνοὶ λέγονται, ὡς Κράτερος ἐν τρίτῳ Περὶ ψηφισμάτων.
Οὐαλέριος Ἁρποκρατίων : Ναυτοδίκαι· Λυσίας ἐν τῷ πρὸς Ἀλκιβιάδην, εἰ γνήσιος ὁ λόγος. Ἀρχή τις ἦν Ἀθήνησιν οἱ ναυτοδίκαι· Κράτερος γοῦν ἐν τῷ δʹ τῶν Ψηφισμάτων φησίν· «Ἐὰν δέ τις ἐξ ἀμφοῖν ξένοιν γεγονὼς φρατρίζῃ, διώκειν εἶναι τῷ βουλομένῳ Ἀθηναίων, οἷς δίκαι εἰσὶ λαγχάνειν τῇ ἕνῃ καὶ νέᾳ πρὸς τοὺς ναυτοδίκας.» Ἀριστοφάνης Δαιταλεῦσιν· «Ἐθέλω βάψας πρὸς ναυτοδίκας ξένην ἐξαίφνης.»
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης : Οἱ δὲ ναυτοδίκαι ἦσαν οἱ τὰς τῆς ξενίας δίκας εἰσάγοντες: ὑβριστοδίκαι δὲ ἐκαλοῦντο, εἴ τι χρὴ Κρατέρῳ πιστεύειν τῷ τὰ ψηφίσματα συνάγοντι, οἱ μὴ βουλόμενοι τὰς δίκας εἰσαγαγεῖν· ἐπεπο … λασε δὲ τὸ τοιοῦτον ἐν Σικελίᾳ.
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε : Εἰσαγγελία· κατὰ κοινῶν καὶ ἀγράφων ἀδικημάτων· αὕτη μὲν οὖν ἡ Καικιλίου δόξα. Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ Περὶ νόμων φησὶ γενέσθαι, ἐάν τις καταλύῃ τὸν δῆμον ῥήτωρ, ἢ μὴ τὰ ἄριστα συμβουλεύῃ χρήματα λαμβάνων, ἢ ἐάν τις προδιδοὺς χωρίον ἢ ναῦς ἢ πεζὴν στρατιὰν, ἢ ἐάν τις εἰς τοὺς πολεμίους ἀφικνῆται ἢ μισθοφορῇ παρʼ αὐτοῖς ἢ στρατεύηται μετʼ αὐτῶν, ἢ δῶρα λαμβάνῃ. Συνομολογεῖ δὲ τοῖς ὑπὸ Θεοφράστου, ὅτι Θεμιστοκλέα εἰσήγγειλε κατὰ Κράτερον Λεωβότας Ἀλκμαίωνος Ἀγραύληθεν.
Ἀριστοφάνους Σχόλια : Τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννώνου σαφῶς ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον. Ψήφισμα γεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατʼ εἰσαγγελίαν κρινόμενον· Κράτερος δὲ καὶ πρὸς κλεψύδραν κελεῦσαι· Ξενοφῶν δὲ εἰς τὸ βάραθρον ἐμβληθέντα ἀποθανεῖν καὶ τὴν οὐσίαν ἀπολέσαντα.
Πλούταρχος : Τελευτῆσαι δʼ Ἀριστείδην οἱ μὲν ἐν Πόντῳ φασὶν ἐκπλεύσαντα πράξεων ἕνεκα δημοσίων, οἱ δʼ Ἀθήνησι γήρᾳ τιμώμενον καὶ θαυμαζόμενον ὑπὸ τῶν πολιτῶν. Κράτερος δʼ ὁ Μακεδὼν τοιαῦτα τινα περὶ τῆς τελευτῆς τοῦ ἀνδρὸς εἴρηκε. Μετὰ γὰρ τὴν Θεμιστοκλέους φυγήν φησιν ὥσπερ ἐξυβρίσαντα τὸν δῆμον ἀναφῦσαι πλῆθος συκοφαντῶν, οἳ τοὺς ἀρίστους καὶ δυνατωτάτους ἄνδρας διώκοντες ὑπέβαλλον τῷ φθόνῳ τῶν πολλῶν ἐπαιρομένων ὑπʼ εὐτυχίας καὶ δυνάμεως. Ἐν τούτοις καὶ Ἀριστείδην ἁλῶναι δωροδοκίας, Διοφάντου τοῦ Ἀμφιτροπῆθεν κατηγοροῦντος, ὡς, ὅτε τοὺς φόρους ἔπραττε, παρὰ τῶν Ἰώνων χρήματα λαβόντος, ἐκτῖσαι δʼ οὐκ ἔχοντα τὴν καταδίκην πεντήκοντα μνῶν οὖσαν ἐκπλεῦσαι καὶ περὶ τὴν Ἰωνίαν ἀποθανεῖν. Τούτων οὐδὲν ἔγγραφον ὁ Κράτερος τεκμήριον παρέσχεν, οὔτε δίκην οὔτε ψήφισμα, καίπερ εἰωθὼς ἐπιεικῶς γράφειν τὰ τοιαῦτα καὶ παρατίθεσθαι τοὺς ἱστοροῦντας. Οἱ δʼ ἄλλοι πάντες, ὡς ἔπος εἰπεῖν, ὅσοι τὰ πλημμεληθέντα τῷ δήμῳ περὶ στρατηγοὺς διεξίασι, τὴν μὲν Θεμιστοκλέους φυγὴν καὶ τὰ Μιλτιάδου δεσμὰ καὶ τὴν Περικλέους ζημίαν καὶ τὸν Πάχητος ἐν τῷ δικαστηρίῳ θάνατον ἀνελόντος αὑτὸν ἐπὶ τοῦ βήματος, ὡς ἡλίσκετο, καὶ πολλὰ τοιαῦτα συνάγουσι καὶ θρυλοῦσιν, Ἀριστείδου δὲ τὸν μὲν ἐξοστρακισμὸν παρατίθενται, καταδίκης δὲ τοιαύτης οὐδαμοῦ μνημονεύουσι.
Πλούταρχος : Τοῦτο τὸ ἔργον οὕτως ἐταπείνωσε τὴν γνώμην τοῦ βασιλέως, ὥστε συνθέσθαι τὴν περιβόητον εἰρήνην ἐκείνην, ἵππου μὲν δρόμον ἀεὶ τῆς Ἑλληνικῆς ἀπέχειν θαλάσσης, ἔνδον δὲ Κυανέων καὶ Χελιδονίων μακρᾷ νηὶ καὶ χαλκεμβόλῳ μὴ πλέειν. Καίτοι Καλλισθένης οὔ φησι ταῦτα συνθέσθαι τὸν βάρβαρον, ἔργῳ δὲ ποιεῖν διὰ φόβον τῆς ἥττης ἐκείνης καὶ μακρὰν οὕτως ἀποστῆναι τῆς Ἑλλάδος, ὥστε πεντήκοντα ναυσὶ Περικλέα καὶ τριάκοντα μόναις Ἐφιάλτην ἐπέκεινα πλεῦσαι Χελιδονίων καὶ μηδὲν αὐτοῖς ναυτικὸν ἀπαντῆσαι παρὰ τῶν βαρβάρων. Ἐν δὲ τοῖς Ψηφίσμασιν, ἃ συνήγαγε Κράτερος, ἀντίγραφα συνθηκῶν ὡς γενομένων κατατέτακται. Φασὶ δὲ καὶ βωμὸν Εἰρήνης διὰ ταῦτα τοὺς Ἀθηναίους ἱδρύσασθαι καὶ Καλλίαν τὸν πρεσβεύσαντα τιμῆσαι διαφερόντως.
Οὐαλέριος Ἁρποκρατίων : Ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ Κατὰ Νεαίρας Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν οὐδὲ Κράτερος ἐν τῇ τῶν Ψηφισμάτων συναγωγῇ.
Ἀριστοφάνους Σχόλια : Διαγόραν τὸν Μήλιον Ταῦτα ἐκ τοῦ ψηφίσματος εἴληφεν. Οὕτως γὰρ ἐκήρυξαν, τῷ μὲν ἀποκτείναντι αὐτὸν τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. Ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀσεβὲς αὐτοῦ, ἐπεὶ τὰ μυστήρια πᾶσι διηγεῖτο κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺς βουλομένους μυεῖσθαι ἀποτρέπων, καθάπερ Κράτερος ἱστορεῖ.
Οὐαλέριος Ἁρποκρατίων : Ἄνδρων. Ἀντιφῶν ἐν τῷ Πρὸς τὴν Δημοσθένους ἀντιγραφήν. Ἄνδρωνά φησιν εἶναι Κράτερος ἐν θʹ τῶν Ψηφισμάτων τὸν γράψαντα τὸ ψήφισμα τὸ περὶ Ἀντιφῶντος τοῦ ῥήτορος. Ἦν δὲ εἷς τῶν υʹ ὁ Ἄνδρων.
Ἀριστοφάνους Σχόλια : τῶν ἐν Σάμῳ στρατηγῶν Δίδυμος καὶ Κράτερός φασι ταῦτα αἰνίττεσθαι εἰς Φρύνιχον τὸν Στρατωνίδου. Ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο κατʼ αὐτοῦ ὁ δῆμος δημόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέκατον μέρος, καὶ τὴν οἰκίαν κατεσκάφθαι αὐτοῦ, καὶ ἄλλα πολλὰ κατʼ αὐτοῦ ἔγραψεν ἐν στήλῃ χαλκῇ.
Οὐαλέριος Ἁρποκρατίων : Νύμφαιον. Αἰσχίνης ἐν τῷ Κατὰ Κτησιφῶντός φησι· «Νύμφαιον τὸ ἐν Πόντῳ.» Κράτερος δὲ ἐν θʹ τῶν Ψηφισμάτων φησὶν ὅτι Ἀθηναίοις τὸ Νύμφαιον ἐτέλει τάλαντον.
Στέφανος ὁ Βυζάντιος : Ἀρταῖα. Ἔστι καὶ Ἀρταίου τεῖχος πολίχνιον ἐπὶ τῷ Ῥυνδακῷ ποταμῷ, ὡς Κράτερος ἐννάτῳ Περὶ ψηφισμάτων. Τὸ ἐθνικὸν Ἀρταιοτειχίτης.
Στέφανος ὁ Βυζάντιος : Ληψήμανδος, πολίχνιον Καρίας, τὸ ἐθνικὸν Ληψημανδεύς. Κράτερος ἐννάτῳ Περὶ ψηφισμάτων.
Ζηνόβιος ὁ Σοφιστής : Ἀττικὸς πάροικος· Δοῦρις ... Κράτερος δὲ ἀπὸ τῶν εἰς Σάμον πεμφθέντων Ἀθήνηθεν ἐποίκων τὴν παροιμίαν εἰρῆσθαι φησίν ... Ἀττικοὶ γὰρ μεταπεμφθέντες εἰς Σάμον καὶ ἐκεῖ κατοικήσαντες τοὺς ἐγχωρίους ἐξέωσαν.
Στέφανος ὁ Βυζάντιος : Χαλκητόριον, πόλις Κρήτης. Ὁ πολίτης Χαλκητορεύς. Ἀπολλόδωρος τετάρτῳ Χρονικῶν· μεθʼ οὗ Χαρίδημος ἦν φυγὰς Χαλκητορεύς. Κράτερος δὲ ἐν τῷ Περὶ ψηφισμάτων Χαλκήτορας αὐτούς φησι.
Στέφανος ὁ Βυζάντιος Χαλκεῖα: Ἐστὶ καὶ Καρίας Χαλκεῖα, ἧς τὸ ἐθνικὸν Χαλκειάτης, ὡς Κρατέρῳ δοκεῖ.
Οὐαλέριος Ἁρποκρατίων : Ἀρκτεῦσαι Λυσίας ἐν τῷ Ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ. Τὰ δὲ συντείνοντα εἰς τὰ προκείμενα εἴρηται παρά τε ἄλλοις καὶ Κρατέρῳ ἐν τοῖς Ψηφίσμασιν. Ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίοις καὶ Λυσιστράτῃ.
Φλέγων ὁ Τραλλιανός : Κράτερος δέ φησιν, ὁ Ἀντιγόνου τοῦ βασιλέως ἀδελφὸς, γινώσκειν τινὰ ἄνθρωπον, ὃν ἐν ἑπτὰ ἔτεσιν παῖδα γενέσθαι καὶ μειράκιον καὶ ἄνδρα καὶ γέροντα, καὶ γήμαντα καὶ παιδοποιησάμενον ἀποθανεῖν.