eul_wid: kiw-aa
ἈποσπάσματαOn Music and Chronology
Phillis of Delos On Music and Chronology PDF
| t1 | ΠΕΡΙ ΧΡΟΝΩΝ. Bekker. |
| 1 [5] | Anecd. Gr.: Πυθόδωρος ἐν τῷ Περὶ στοιχείων αφιλλαις (scr. καὶ Φίλλις) ὁ Δήλιος ἐν τῷ Περὶ χρόνων πρὸ Κάδμου Δαναὸν μετακομίσαι αὐτά (τὰ γράμματά) φασιν. Ἐπιμαρτυροῦσι τούτοις καὶ οἱ Μιλησιακοὶ συγγραφεῖς Ἀναξίμανδρος καὶ Διονύσιος καὶ Ἑκαταῖος, οὓς καὶ Ἀπολλόδωρος ἐν Νεῶν καταλόγῳ παρατίθεται. ΠΕΡΙ ΜΟΥΣΙΚΗΣ. |
| t2-4 [5] | E LIBRO SECUNDO. Athenaeus XV: Καὶ Φίλλις δ’ ὁ Δήλιος ἐν δευτέρῳ Περὶ μουσικῆς διαφέρειν φησὶ πηκτίδα μαγάδιδος, λέγων οὕτως· «Φοίνικες, πηκτίδες, μαγάδιδες, σαμβύκαι, ἰαμβύκαι, τρίγωνα, κλεψίαμβοι, σκινδαψοὶ, ἐννεάχορδα. |
| 2 [10] | Ἐν οἷς γὰρ (φησὶ) τοὺς ἰάμβους ᾖδον, ἰαμβύκας ἐκάλουν· ἐν οἷς δὲ παρελογίζοντο τὰ ἐν τοῖς μέτροις, κλεψιάμβους Μαγάδιδας δὲ τὰ διὰ πασῶν καὶ πρὸς ἴσα τὰ μέρη τῶν ᾀδόντων ἡρμοσμένα. Καὶ ἄλλα δ’ ἦν παρὰ ταῦτα· καὶ γὰρ βάρβιτος ἢ βάρμος· καὶ ἄλλα πλείονα, τὰ μὲν ἔγχορδα, τὰ δὲ ἔνηχα, κατεσκεύαζον.» Athen. |
| 3 [5] | I: Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ πλείους, ἐμβατηρίους καὶ χορευτικάς. Suidas: Σκόλιον, ἡ παροίνιος ᾠδή, ὡς Ἀριστόξενος καὶ Φίλλις ὁ μουσικὸς, ὅτι ἐν τοῖς γάμοις παρὰ μίαν τράπεζαν πολλὰς κλίνας τιθέντες παρὰ μέρος ἑξῆς μυρρίνας ἔχοντες ᾖδον γνώμας καὶ ἐρωτικὰ σύντονα· ἡ δὲ περίοδος σκολιὰ ἐγίνετο διὰ τὴν θέσιν τῶν κλινῶν. |
| 6 (t) [1] | ΠΕΡΙ ΑΥΛΗΤΩΝ. Athenaeus XV: Magadin tibiarum genus esse neque Aristoxenus ait neque Pyrrander ἐν τῷ Περὶ αὐλητῶν, neque Φίλλις ὁ Δήλιος· ξυνέγραψε γὰρ καὶ οὗτος Περὶ αὐλητῶν καὶ Εὐφράνωρ. |