eul_wid: mmg-as
Ἱστορία ἈλεξάνδρουHistory Of Alexander
Historical Fragments Anonymous History Of Alexander PDF
| 2b,151,F 1 | COD. SABB. 29: ** μάχονται. φοβηθέντες οὖν μήποτε ὀνειδισθῶσιν ὡς προδεδωκότες τῶι Ἀλεξάνδρωι τὰ πράγματα, ἔμενον καὶ τὰ πρὸς τὴν μάχην παρεσκευάζοντο. ὁ μὲν οὖν Ἀλέξανδρος ἐστρατοπεδεύετο ἐπὶ τοῖς χείλεσι τοῦ Γρανικοῦ, οἱ δὲ Πέρσαι ἐκ τοῦ ἐναντίου μέρους· γενομένης δὲ συμβολῆς ἐνίκησεν ὁ Ἀλέξανδρος, καὶ παραλαβὼν πολλὰ λάφυρα τῶν Περσῶν ἔπεμψεν εἰς τὴν Ἑλλάδα, καταπλησσόμενος καὶ διὰ τοῦ τοιούτου τρόπου τοὺς Ἕλληνας, δῶρά τε ἔπεμψεν Ὀλυμπιάδι τῆι μητρί, καὶ μετὰ ταῦτα ἐπήιει ἐπὶ τὴν ἑξῆς. (2) ἐπεὶ δὲ παρεγένετο εἰς Παμφυλίαν, περιάκτου τῆς ὁδοῦ οὔσης διὰ τῶν ὀρῶν ἐπὶ τὴν Κιλικίαν, σπεύδων ἐπὶ Δαρεῖον ἐβουλήθη πλεῦσαι τὸ Παμφύλιον πέλαγος. αἰφνίδιον δὲ θαυμάσιόν τι καὶ θειῶδες αὐτῶι συνέβη· μέλλοντος γὰρ αὐτοῦ εἰς τὰς ναῦς ἐμβαίνειν ἐσπάσθη τὸ πέλαγος, ὡς ἐπὶ τὸ πολὺ τὰς ναῦς ἀνακοπῆναι τὸ ὕδωρ καὶ ἐποκεῖλαι, ὁ δὲ Ἀλέξανδρος ἅμα τῶι στρατῶι διήιει ἐκεῖνον τὸν χερσωθέντα τόπον. οἱ δὲ Παμφύλιοι ἀπὸ τῶν ὀρῶν κατοπτεύσαντες τὸ παράδοξον ἐθαύμασαν καὶ ἐφοβοῦντο πάλιν μήποτε ἐπελθὸν τὸ πέλαγος παρασύρηται τὸν Ἀλέξανδρον καὶ τὸν στρατὸν αὐτοῦ. οὐ μέντοι τοιοῦτον συνέβη· ἄνεμοι γὰρ ἐπὶ πολὺ ἀντέσχον τῶι πελάγει, ἕως Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῶι διέβησαν. διὰ δὲ τοῦτο οἱ Μακεδόνες οὐκέτι τῆι ἀνδρείαι καὶ τῆι ἀρετῆι ἐνεπίστευον, ἀλλὰ καὶ τῆι τύχηι. (3) ἐπειδὴ δὲ παρεγένετο ἐπὶ τὴν Κιλικίαν καὶ ὑπερέβαλε τὸν Κιλίκιον Ταῦρον, ἐστρατοπεδεύσατο ἐν Ἰσσῶι, ὅς ἐστι τόπος τῆς Κιλικίας στενὸς καὶ δυσίππαστος διὰ τὴν τραχύτητα. (4) ὁ δὲ Δαρεῖος οὐ βουλόμενος περιμένειν ἐν τῆι Περσίδι τὸν Ἀλέξανδρον οὐδὲ περὶ πάσης τῆς ἀρχῆς κινδυνεύειν, συναθροίσας τὸν στρατὸν ἀπήντα. ἀκούσας δὲ στρατοπεδευόμενον τὸν Ἀλέξανδρον ἐν Ἰσσῶι, εἰδὼς μὲν καὶ τὸ δύσχρηστον τοῦ τόπου, 〈οὐ〉 βουλόμενος δὲ δοκεῖν τόπον ἐκλέγεσθαι, Περσικῆι κεχρημένος ἀλαζονείαι παρεγένετο καὶ αὐτὸς ἐπὶ τὸν Ἰσσὸν καὶ ἐνταῦθα ἐστρατοπεδεύσατο. γενομένης δὲ συμβολῆς ἐνίκησεν Ἀλέξανδρος. (5) καὶ ὁ μὲν Δαρεῖος ἀπογνοὺς τὰ τῆς σωτηρίας ἔφυγεν καταλιπὼν τὰ φίλτατα, Ἀλέξανδρος δὲ τήν τε γυναῖκα αὐτοῦ ἠιχμαλωτίσατο καὶ τὴν μητέρα καὶ τὰς θυγατέρας Στ[ρ]ατείραν καὶ Δρύπετιν καὶ τὸν υἱὸν Ὦχον. ὁ δὲ Δαρεῖος βουλόμενος αὐτὰ ἀπολυτρώσασθαι διεπρεσβεύσατο πρὸς αὐτὸν εἰρήνην αἰτούμενος καὶ σπονδάς, διδοὺς αὐτῶι τὴν ἐντὸς Ἅλυος ποταμοῦ γῆν πᾶσαν καὶ ἣν ἂν τῶν θυγατέρων ἕλοιτο πρὸς γάμον καὶ δισμύρια τάλαντα ἐμπροίκια. ὁ δὲ Ἀλέξανδρος ἀρνησάμενος ἐπήιει τὰ ἑξῆς βάρβαρα ἔθνη δουλούμενος. (6) ἔτι δὲ ὑπάρχων ἐν τῆι Κιλικίαι ὀξυτάτηι νόσωι ἐχρήσατο δι’ αἰτίαν τοιαύτην· Κύδνος ποταμὸς ἔρρει διὰ μέσης Ταρσοῦ, ἥτις ἐστὶ πόλις τῆς Κιλικίας, διαυγέστατος ἐν τῶι ὕδατι καὶ πραύτατος ἐν τῶι ῥεῖν. καύματος δὴ ὑπάρχοντος εἰσελθὼν εἰς αὐτὸν ὁ Ἀλέξανδρος ἐνήχετο ἐπὶ πλεῖον καὶ διὰ τοῦτο τῶι σπασμῶι κατεσχέσθη καὶ [διὰ τοῦ] εἰς νόσον περιέστη, καὶ γενόμενος ἑβδομαῖος ἀπεγνώσθη. οἱ μέντοι γε ἰατροὶ μόγις αὐτὸν περιέσωσαν. (7) ἐπειδὴ οὖν ἀπηλλάγη τῆς Κιλικίας καὶ παρεγένετο εἰς Σιδῶνα, προσέβαλε Τύρωι πόλει τῆς Σιδῶνος καὶ ταύτην ἐπολιόρκει. χρόνου δὲ πλείονος διαγινομένου οὐ δυνάμενος ἑλεῖν αὐτὴν ἐν ἀπορίαι ὑπῆρχεν· οὔτε γὰρ καταλιπεῖν αὐτὴν ἐβούλετο ἀχείρωτον οὔτε προσμένειν διὰ τὸ σπεύδειν ἐπὶ τὸν Δαρεῖον. ἐπενόησεν οὖν τοιοῦτόν τι· θεασάμενος κατὰ |
| 2b,151,F 1 (50) | 〈τὸ τεῖχόσ〉 τι μέρος ἐκ πλειόνων συνωικοδομημένον λίθων ἐνεκελεύσατο τοῖς ὑποτεταγμένοις ὑπορύττειν, καὶ διορυγέντος ἐκείνου τοῦ μέρους εἰσῆλθεν ἅμα τῶι στρατῶι. καὶ οὕτως τὴν Τύρον ἐχειρώσατο, ὀργιζόμενός τε ἐν τῶι ἐπὶ πλέον ἀντιτάξασθαι τοὺς Τυρίους διέγνω πάντας ἡβηδὸν ἀναιρεῖν. τινῶν δὲ ἀναιρεθέντων τῆς πολλῆς ὠμότητος ἐπαύσατο διά τε τὴν τῶν φίλων παραίνεσιν καὶ διὰ τὴν εἰς τὸν Ἡρακλέα δεισιδαιμονίαν, ὃς ἦν ἐπιφανέστατος παρὰ τοῖς Τυρίοις. (8) ὑποταξάμενος οὖν τὴν Τύρον ἐχώρει ἐπὶ τὰ ἑξῆς ἔθνη. παραλαβὼν δὲ Φοινίκην 〈καὶ〉 Συρίαν παρεγένετο καὶ εἰς τὴν Αἴγυπτον. ἔστιν δὲ ἡ Αἴγυπτος ἔθνος ὀχυρώτατον, περιέχει δὲ αὐτὴν Νεῖλος ποταμός, ὃς ἑπτὰ στόμασιν φέρεται ἐπὶ τὴν θάλασσαν, ἔχει δὲ ἐν αὑτῆι πηλοὺς καὶ λίμνας. εἴσοδος δὲ εἰς αὐτὴν κατάγειός ἐστιν κατὰ τὸ Πηλούσιον. (9) ἔχων οὖν τὴν Αἴγυπτον ὁ Ἀλέξανδρος ἀνέβαινεν εἰς Λιβύην, καὶ πολλὴν γῆν διοδεύσας καὶ ψαμμώδη καὶ ἄνυδρον ἦλθεν καὶ ἐπὶ τὸ τοῦ Ἄμμωνος ἱερόν, ὅπερ ἐστὶν ἱδρυμένον ** κριοῦ κεφαλὴ διὰ τοιαύτην αἰτίαν, ὡς λόγος· ὅτι οἱ θεοὶ πολεμούμενοι ὑπὸ τῶν Τιτάνων παρεγένοντο εἰς Αἴγυπτον, καὶ οἱ μὲν ἄλλοι εἰς ἄλλων μορφὰς ζώιων ἤλλαξαν ἑαυτούς, ὁ δὲ Ζεὺς εἰς κριοῦ· ὅθεν ἀπὸ τοιαύτης περιστάσεως φυλάττεται παρὰ τῶι θεῶι τὸ σύμβολον τῆς ἀλλαγῆς. ἔστιν δὲ ὁ τόπος ἐν ὧι τὸ ἱερόν ἐστιν ἡμερώτατος, ἔχων ὕδατα καὶ δένδρα, τῆς λοιπῆς διὰ τὴν ἀνυδρίαν ἀνημέρου καὶ θηριώδους οὔσης. (10) παραγενόμενος δὲ ἐπὶ τὸ ἱερόν, ὄντος ἐν αὐτῶι καὶ χρηστηρίου, ἐβούλετο καὶ χρηστηριάζεσθαι· τοῦ δὲ ἱερέως καὶ τοῦ προφήτου λεγόντων ἐν ἐκείνηι τῆι ἡμέραι μὴ δύνασθαι χρηστηριάζειν ἐβιάζετο· ὁ δὲ προφήτης ἐπικειμένωι αὐτῶι ἔφη ‘μειράκιον, ἀνίκητον εἶ‘. ἀκούσας δὲ Ἀλέξανδρος ἥδεσθαι ἔφη. μετὰ δὲ ταῦτα ὁ προφήτης εὐθὺς ἔφησεν αὐτῶι ὅτι ‘οὐκ εἶ υἱὸς Φιλίππου, ἀλλ’ αὐτοῦ τοῦ Διὸς Ἄμμωνοσ‘. 〈ὑ〉πομνησθεὶς δὲ ὁ Ἀλέξανδρος καὶ τῶν τῆς μητρὸς Ὀλ〈υμπιά〉δος λόγων, εἰπούσης ποτὲ δράκοντα αὐτῆι περιγ〈εγονέ〉ναι ὑπὸ τὰς γονὰς τοῦ Ἀλεξάνδρου, τοῖς τε χρησ〈μοῖς μᾶλ〉λον ἐπίστευσεν καὶ ἐπὶ τὸ μήκιστον προέκοπτεν ταῦ〈τα ποιῶν〉. (11) φθάνειν δὲ βουλόμενος τὸν Δαρεῖον ἐχώρει ἐπ’ αὐτό〈ν. παρα〉γενόμενος δὲ πάλιν εἰς τὴν Αἴγυπτον καὶ θεασά〈μενος τό〉πον εὐφυῆ πρὸς κτισμὸν πόλεως ἐβούλετο κτίσ〈αι πόλιν〉, εὐθέως τε ἐνεκελεύσατο τοῖς ἀρχιτέκτοσιν σημειώσ〈ασθαι〉 τὸ περίμετρον τῆς μελλούσης κτισθήσεσθαι πόλεως. οὐκ ἐχόντων δ’ αὐτῶν γῆν εἰς τὸ σημειώσασθαι θεασάμενος ὁ Ἀλέξανδρος ἅλων σίτου ἐκέλευσεν τοὺς πυροὺς περιβάλλειν καὶ τούτοις ἀντὶ τῆς γῆς σημειώσασθαι. πραξάντων δὲ οὕτως τῆι ἐπιούσηι νυκτὶ ὄρνεα ἐλθόντα ἀνέλεξαν τοὺς πυρούς. δόξαντος δὴ σημείου γεγονέναι τοιούτου, οἱ μὲν ἐπὶ κακῶι ἔφασαν αὐτὸ γεγονέναι (ἀναρπασθήσεσθαι γὰρ τὴν ἐσομένην πόλιν), ὁ δὲ Ἀλέξανδρος ἔφη αἴσιον εἶναι τὸ σημεῖον (δηλοῦσθαι γὰρ ὅτι ἐκ ταύτης τῆς πόλεως πολλοὶ τραφήσονται) ἔκτισέν τε εὐθὺς πόλιν μεγάλην, ἣν ἀφ’ ἑαυτοῦ ὠνόμασεν Ἀλεξάνδρειαν, εὐθέως τε ἐχώρει ἐπὶ Δαρεῖον. (12) ὁ δὲ Δαρεῖος ἡττημένος δυσὶ μάχαις πρὸς τὴν τρίτην παρεσκευάζετο συνήθροισέν τε πάντα τὰ ὑποτεταγμένα αὐτῶι πλήθη, ὡς συναχθῆναι μυριάδας ἑκατόν. ἦν δὲ πολὺ τῶν στρατιωτῶν ἱππικὸν καὶ τοξευτικόν, ἅτε δὴ τῶν βαρβάρων μὴ ἠσκηκότων Ἑλληνικὴν παρασκευήν. ἦσαν δὲ αὐτῶι καὶ ἐλέφαντες ἠγμένοι ἀπὸ τῆς Ἰνδικῆς, ὧν ἡ παρασκευὴ τοῦτον εἶχεν τὸν τρόπον· πύργοι ξύλινοι κατεσκευασμένοι ἐπετίθεντο τοῖς νώτοις αὐτῶν, ἀφ’ ὧν ἄνδρες ἀπεμάχοντο ἐν ὅπλοις, ὡς συμβαίνειν τοὺς ἀντιπαρατασσομένους διαφθείρεσθαι καὶ ὑπὸ τῶν ἀπομαχομένων |
| 2b,151,F 1 (100) | ἀνδρῶν διαφθειρομένους καὶ ὑπὸ τῶν ἐλεφάντων πατουμένους. ἦν δὲ τῶι Δαρείωι καὶ τέθριππα δρεπανηφόρα κατασκευασμένα τὸν τρόπον τοῦτον· τοῖς τροχοῖς αὐτῶν εἰς τὸν κύκλον περικεχαλκευμένα δρέπανα ἦν, συνέβαινέν τε ἐπερχομέ〈νων αὐ〉τῶν τὰς τάξεις διαλύεσθαι καὶ τοὺς πίπτοντας 〈οἰκτρ〉οτάτως ἀναιρεῖσθαι. ἐλαυνομένων γὰρ τῶν δρεπάνων, οἳ μὲν τῶν χειρῶν οἳ δὲ τῶν ποδῶν οἳ δὲ καὶ 〈τῶν ὅπ〉λων κρατούμενοι ἐσύροντο ἐπὶ πολὺ καὶ ἀνηιροῦντο. (13) γενομένης οὖν τῆς συμβολῆς, ὁ μὲν Ἀλέξανδρος ἐτεχνεύ〈σατο π〉ρὸς μὲν τοὺς ἐλέφαντας τοιοῦτο· τριβόλους χαλ〈κοῦ〉ς κατασκευάσας ὀξυτάτους ἔρριψεν κατὰ τὸ μέρος ἐν ὧι τὰ θηρία ἦν, καὶ οὕτως περονώμενοι οἱ ἐλέφαντες εἰς μὲν τὸ ἔμπροσθεν οὐ παρεγίνοντο, περονώμενοι δὲ ὑπὸ τῶν τριβόλων ἔπιπτον. τῶν δὲ ἁρμάτων τῶν 〈δρεπανηφόρων *** |