eul_wid: nmk-aa
DOI 10.5281/zenodo.20335421

Pisistratus's Defense Letter by Pisistratus Letters

Pisistratus's Defense Letter is a Greek letter under the name of the Athenian tyrant, addressed to Solon, carried in the printed epistolary corpus. The name Pisistratus is the heading.

The speaker claims Codrid right, says he lets the city live by Solon’s θεσμοί, takes no more than the old kings’ γέρας, and takes a tenth of the κλῆρος for sacrifice, common costs, and war. He invites Solon home.

It is a pseudepigraphon in this corpus, not a recovered sixth-century autograph.

[25] Σόλωνι. Οὔτε μόνος Ἑλλήνων τυραννίδι ἐπεθέμην οὔτε οὐ προσῆκόν μοι, γένους ὄντι τῶν Κοδριδῶν. ἀνέλαβον γὰρ ἐγὼ ἃ ὀμόσαντες Ἀθηναῖοι παρέξειν Κόδρῳ τε καὶ τῷ ἐκείνου γένει ἀφείλοντο. τά τε ἄλλα ἁμαρτάνω οὐδὲν ἢ περὶ θεοὺς ἢ περὶ ἀνθρώπους, ἀλλὰ καθ’ ὅ τι σὺ διέθηκας τοὺς θεσμοὺς Ἀθηναίοις ἐπιτρέπω πολιτεύειν. καὶ ἄμεινόν γε πολιτεύουσιν ἢ κατὰ δημοκρατίαν· οὐκ ἐῶ γὰρ οὐδένα ὑβρίζειν, καὶ ὁ τύραννος ἐγὼ οὐ πλέον τι φέρομαι τἀξιώματος καὶ τῆς τιμῆς, ὁποῖα δὲ καὶ τοῖς πρόσθεν βασιλεῦσιν ἦν τὰ ῥητὰ γέρα. ἀπάγει δὲ ἕκαστος Ἀθηναίων τοῦ αὑτοῦ κλήρου δεκάτην, οὐκ ἐμοί, ἀλλ’ ὁπόθεν ἔσται ἀναλοῦν εἴς τε θυσίας δημοτελεῖς καὶ εἴ τι ἄλλο τῶν κοινῶν καὶ ἢν πόλεμος ἡμᾶς καταλάβῃ. σοὶ δ’ ἐγὼ οὔτι μέμφομαι μηνύσαντι τὴν ἐμὴν διάνοιαν· εὐνοίᾳ γὰρ τῆς πόλεως μᾶλλον ἢ κατὰ τὸ ἐμὸν ἔχθος ἐμήνυες, ἔτι τε ἀμαθίᾳ τῆς ἀρχῆς, ὁποίαν τινὰ ἐγὼ καταστήσομαι. ἐπεὶ μαθὼν τάχ’ ἂν ἠνέσχου καθισταμένου, οὐδ’ ἔφυγες. ἐπάνιθι τοίνυν οἴκαδε, πιστεύων μοι καὶ ἀνωμότῳ ἄχαρι μηδὲν πείσεσθαι Σόλωνα ἐκ Πεισιστράτου· ἴσθι γὰρ μηδ’ ἄλλον τινὰ πεπονθέναι τῶν ἐμοὶ ἐχθρῶν. εἰ δὲ ἀξιώσεις τῶν ἐμῶν φίλων εἷς εἶναι, ἔσῃ ἀνὰ πρώτους· οὐ γάρ τι ἐν σοὶ ἐνορῶ δολερὸν ἢ ἄπιστον· εἴτε ἄλλως Ἀθήνῃσιν οἰκεῖν, ἐπιτετράψεται. ἡμῶν δὲ οὕνεκα μὴ ἐστέρησο τῆς πατρίδος.[25]